TLG 2865 009 :: OLYMPIODORUS Diaconus :: Fragmentum in illud: Gaudete in illa die [Sp.] OLYMPIODORUS Diaconus Scr. Eccl., Diaconus Fragmentum in illud: Gaudete in illa die [Sp.] Citation: Volume — page — (line) | ||
93.780(16) | Ὥσπερ γὰρ ἐν τῷ σώματι ὁ ὑγιαίνων καὶ εὐσω‐ ματῶν, καὶ πρὸ τῆς τρυφῆς αὐτῷ τούτῳ τρυφᾷ, συγκεκληρωμένην ἔχων τῇ ὑγείᾳ τὴν ἡδονὴν, καὶ οὔτε ἀέρων αὐτὸν ἀνωμαλίαι, οὔτε αὐχμὸς οὔτε κρυ‐ | |
20 | μὸς, οὕτε εὐτέλεια τραπέζης, οὐκ ἄλλο τι τῶν τοιού‐ των λυπῆσαι δύναιτ’ ἂν, ἀρκούσης τῆς ὑγιείας τὴν ἐκ τούτων διακρούσασθαι βλάβην, οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθε· διὰ τοῦτο καὶ Παῦλος μυ‐ ρία πάσχων δεινὰ, ἔχαιρεν οὕτω λέγων· Χαίρω ἐν | |
---|---|---|
25 | τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν οὐ μόνον ἐν τῇ βασι‐ λείᾳ τῶν οὐρανῶν, ᾗ ἔπαθλον κεῖται τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἔπαθλον, τὸ ὑπὲρ ἀληθείας τι παθεῖν· διὰ τοῦτο καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπανῄεσαν ἐκ τοῦ συνεδρίου | |
30 | τῶν Ἰουδαίων, χαίροντες, οὐ διὰ τὴν βασιλείαν μόνον τῶν οὐρανῶν, ἀλλ’ ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνό‐ ματος Ἰησοῦ ἀτιμασθῆναι· καὶ αὐτὸ γὰρ τοῦτο καὶ καθ’ ἑαυτὸ, μεγίστη τιμὴ καὶ στέφανος καὶ βραβεῖον καὶ ἡδονῆς ὑπόθεσις ἀμαράντου· οὐ μικρὸς ἆθλος, | |
35 | ἀλλὰ καὶ σφόδρα μέγας οὗτος ὁ τῆς συκοφαντίας ἐστί· διὸ καὶ Σολομῶν τὸ τραχὺ τοῦ ἀγῶνος παρα‐ στῆσαι βουλόμενος, Εἶδον, φησὶ, τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἦν αὐτοὺς ὁ πα‐ | |
40 | ρακαλῶν· εἰ δὲ μέγας ὁ ἀγὼν, ὥσπερ οὖν μέγας, εὔδηλον ὅτι καὶ ὁ κείμενος ἐπὶ τούτῳ στέφανος, μείζων· διὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρ‐ | |
τᾷν τοὺς τοῦτον ἀγωνιζομένους τὸν ἀγῶνα, μετὰ τῆς προσηκούσης ὑπομονῆς. | 780 |