TLG 2865 006 :: OLYMPIODORUS Diaconus :: Commentarii in Jeremiae epistulam

OLYMPIODORUS Diaconus Scr. Eccl., Diaconus
(Alexandrinus: A.D. 6)

Commentarii in Jeremiae epistulam

Citation: Volume — page — (line)

46 «Ἀντίγραφον ἐπιστολῆς.» Πνεύματι πληροφορη‐ θεὶς ὁ προφήτης, ὡς μέλλουσιν αἰχμάλωτοι γίνεσθαι, κελεύεται ὑπὸ τοῦ Θεοῦ καὶ πρὸ τῆς αἰχμαλωσίας γράψαι τὴν ἐπιστολὴν ἵνα, ὅταν γένωνται αἰχμάλωτοι,

93

.

773

(50)

ἔχωσιν αὐτὴν ἐφόδιον εἰς τὸ μὴ ἀπατηθῆναι, καὶ
προσκυνῆσαι τοῖς τῶν Βαβυλωνίων εἰδώλοις.773

93

.

776

«Ἕως γενεῶν ἑπτά.» Ὅτι τὴν γενεὰν ἐνταῦθα εἰς δέκα ἕτη ἀριθμεῖ. «Ὁ γὰρ ἅγγελός μου.» Δηλονότι καὶ τοῖς ἐν αἰχμαλωσίᾳ ἄγγελος ἐπαμύνει, ἐφ’ ᾧ μὴ πανωλεθρίᾳ
5διαφθαρῆναι ὑπὸ τῶν ἐχθρῶν. «Γλῶσσα γὰρ αὐτῶν.» Τῶν εἰδώλων, δηλονότι τῶν ψευδοδιδασκάλων ὑπὸ τοῦ τῶν κακῶν τέκτονος διαβόλου εὐτρόχαλος γίνεται ἡ γλῶσσα πρὸς τὸ ψεῦδος.
10 «Αὐτά τε περίχρυσα.» Οἱ ψευδοδιδάσκαλοι μόρ‐ φωσιν ἔχοντες εὐσεβείας, τὴν δὲ δύναμιν αὐτὴν ἠρνη‐ μένοι. «Ψευδῆ δ’ ἐστὶ καὶ οὐ δύναται λαλεῖν.» Ὅτι τὸ ψεῦδος ἀλήθειαν οὐ λαλεῖ.
15 «Καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις.» Ὅτι στέγος λέγει τὸ πορνεῖον. «Οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ.» Οἱ θεοὶ τῶν ἐθνῶν· ἀλλ’ οὐδὲ οἱ ψευδοδιδάσκαλοι ἀπὸ τοῦ διαβο‐ λικοῦ ἰοῦ.
20 «Μὴ οὖν φοβηθῆτε αὐτούς.» Κατὰ τῆς τῶν εἰδώλων σαθρότητος, ὅτι ἑαυτοῖς βοηθῆσαι οὐ δύνανται. «Οἱ ὀφθαλμοὶ αὐτῶν.» Φησὶν μὲν τῶν εἰδώλων, οὐδὲν δὲ ἧττον τῶν αἱρεσιαρχῶν, ἢ καὶ τῶν περὶ τὰ
25γήϊνα ἀσχολουμένων, οἱ τῆς διανοίας ὀφθαλμοὶ δια‐ βολικοῦ κονιορτοῦ πλήρεις εἰσὶν, εἰς τὸ ἀληθὲς οὐ δυνάμενοι κατιδεῖν ἐκ τῶν εἰς αὐτοὺς εἰσπορευομένων ἐνεργημάτων διαβολικῶν. «Λύχνους καίουσι.» Μετὰ τὰ εἴδωλα νόει καὶ
30τοὺς ἠπατημένους ἐνιδεῖν τῷ νόμῳ τοῦ Θεοῦ. Περὶ οὗ γέγραπται· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου. Ἀλλὰ μηδὲ προφητικῷ λόγῳ, ὡς λύχνῳ καίοντι ἐν αὐχμηρῷ τόπῳ.
35 «Μεμελάνωνται.» Οἱ εἰδωλολάτραι ὅμοιοι ὄντες τοῖς εἰδώλοις. Γέγραπται γὰρ, ὅτι Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Καὶ πάντες δὲ οἱ ὑπὸ δαιμόνων ἐνεργούμενοι ἀφεγγὲς ἔχουσι τῆς ψυχῆς τὸ πρόσωπον, ἀπὸ τοῦ καπνοῦ τοῦ διαβολικοῦ τοῦ ἐν τῇ
40καρδίᾳ αὐτῶν διασκοτιζόμενοι. «Ἐπὶ τὸ σῶμα.» Καὶ τὴν ψυχὴν αὐτῶν, φησὶν, καὶ αὐτὸ τὸ ἡγεμονικὸν, τουτέστιν τὸν νοῦν, ἢ καὶ τὴν ἐκκλησίαν αὐτῶν, καὶ τοὺς ἡγουμένους ῥα‐ πίζουσι δαίμονες, διὰ τὸ μὴ ποιῆσαι σκέπην τὸν
45Θεόν. «Ἐν οἷς οὐκ ἔστι πνεῦμα.» Μετὰ τὰ εἴδωλα νόει καὶ τοὺς ὑπ’ αὐτῶν ἐνεργουμένους, θείου Πνεύ‐ ματος ἐκτὸς ὅντας. «Οὔτε πτωχῷ.» Καὶ τοῦτο δεῖγμα δαιμονικῆς

93

.

776

(50)

μισανθρωπίας. «Τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη.» Σημειωτέον οὖν, ὡς ἱερὰς θυσίας οὐ δεῖ λεχὼ καὶ ἀποκαθημένην ἅπτεσθαι. Τοῦτο γὰρ καὶ ὁ νόμος ἐκέλευσεν. Πρὸς δὲ θεωρίαν, τὰς ἀκαθάρτους ψυχὰς ἱερουργεῖν ἀπο‐
55κωλύει. «Ὅτι γυναῖκες παρατιθέασι.» Σημειωτέον, ὅτι
οὐ δεῖ γυναῖκας ἱερουργεῖν. Πρὸς δὲ διάνοιαν, ὅτι τὰς775

93

.

777

τῶν ἱερέων ψυχὰς οὐκ ἐκλύτους εἶναι δεῖ, ἀλλ’ ἀν‐ δρείας καὶ γενικάς. «Ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν.» Οὐκ ἔχουσαι τοῦ σωτηρίου τὴν περικεφαλαίαν.
5 Ἐνεόν φησι τὸ εἴδωλον τὸ ἄφωνον. Βῆλον Δία καὶ Ἕλληνες ἐσεβάσθησαν. «Αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία.» Σχοινία φησὶν τὰ περιζώματα· καλύπτουσαι γὰρ μόνα τὰ τοῦ σώματος ἀσχήμονα, τὰ λοιπὰ παρεγύμνουν, προσκα‐
10λούμεναι τοὺς ἐραστάς. «Θυμιῶσαι τὰ πίτυρα.» Ἀφροδίτῃ τυχὸν, ἤ τινι προαγωγῷ. Ἴσως δὲ καὶ εἰς καθαρμὸν τοῦτο ἐποίουν οἱ δυστυχεῖς. «Ὅτι οὐκ ἠξίωται.» Ὅτι οὐκ ἠξιώθη Θεοῦ ἐπι‐
15σκέψεως. —Πῶς γε δὴ μέλλοι τὰ ὑπ’ αὐτῶν κατα‐ σκευασθέντα εἶναι θεοὶ, ὅτι τὸ ὑπὸ ἄλλου γινόμενον οὐ Θεός. «Γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶ ψευδῆ.» Ὃ δὴ καὶ γέγονεν διὰ τῆς τοῦ Σωτῆρος ἐπιφανείας.
20 «Ὥσπερ γὰρ κορῶναι.» Ἡ κορώνη πτηνὸν ἀκά‐ θαρτον. Ἀκάθαρτοι οὖν εἰσιν οἱ δαίμονες, οὔτε ἐπου‐ ράνιοι ὄντες διὰ τὸ ἄτιμοι, οὔ τε ἐπίγειοι, διότι ψευδ‐ ώνυμοι· καὶ ἄλλως δὲ, ἀπὸ μὲν οὐρανίων ἀψίδων ὑπὸ Θεοῦ ἐξεβλήθησαν, ἀπὸ δὲ τῆς γῆς περιελαύνον‐
25ται ὑπὸ ἁγίων ἀνθρώπων διὰ τῆς τοῦ Χριστοῦ βοη‐ θείας. Κατὰ δὲ λόγον μυστικὸν καὶ ὁ Σωτὴρ εἰς τὸν σταυρὸν ἀνῆλθεν, τὸν ἀέρα καθαίρων ἐκ τῆς αὐτῶν ἀκαθαρσίας· καὶ εἰς τὰ καταχθόνια παραγέγονεν, καταλύων αὐτῶν ἐκεῖ τὴν τυραννίδα.
30 «Ταῦτα δὲ οὔτε ταῖς ἰδέαις.» Τὰ εἴδωλα, φησὶν, οὔτε λαμπρά εἰσιν, ὡς ἥλιος καὶ σελήνη· οὔτε δρα‐ στικὰ, ὡς πῦρ καὶ ἄνεμος. Εἰ δὲ ταῖς ἰδέαις καὶ τῇ δυνάμει ἀσυγκρίτως αὐτῶν διαφέροντα οὐκ εἰσὶν θεοὶ, πῶς αὐτὰ νομιστέον εἶναι θεούς;
35 «Σημεῖά τε ἐν ἔθνεσι.» Διὰ τοῦτο ἴσως καὶ Φα‐ ρισαῖοι ἠρώτων τὸν Σωτῆρα, λέγοντες· Τί σημεῖον δεικνύεις ἡμῖν ἀπ’ οὐρανοῦ; Ἤρκει δὲ μόνος ὁ ἀστὴρ δεῖξαι τὸν τεχθέντα ὅτι ἐστὶ Θεός· καὶ τὰ ἐπὶ τοῦ σταυροῦ γεγενημένα, ἔδειξεν αὐτοῦ τὴν θεό‐
40τητα, ὅτε ὁ ἥλιος τὰς ἰδίας συνέστειλεν ἀκτῖνας· καὶ ἡ οὐρανόθεν ἐνεχθεῖσα φωνὴ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Ἰδοὺ τοιγαροῦν καὶ τὰ ἐξ οὐρανοῦ σημεῖα. «Προβασκάνιον.» Ἑλλήνων οἱ λόγοι προβασκάνια,
45καὶ κεράμβηλα καλοῦσιν, ἅτινα ἱστῶσιν οἱ ἀγροφύ‐ λακες πρὸς φόβον ὀρνέων ἢ καὶ ἀνθρώπων· ταῦτα δὲ καὶ μορμολύκεια καλοῦνται. «Αὐτά τε ἐξ ὑστέρου βρωθήσονται.» Ὑπὸ τοῦ χρόνου δηλονότι. Τοῦ θείου προστάγματος τηροῦντα

93

.

777

(50)

τοὺς ὅρους. «Κρεῖσσον οὖν ἄνθρωπος δίκαιος.» Τὸ κρεῖσσον, οὐ κατὰ σύγκρισιν, ἀλλ’ ἀντὶ τοῦ, ἐπαινετὸς παρὰ Θεῷ, οὐκ ἔχων δὲ εἴδωλα, οὐ μόνον αἰσθητὰ, ἀλλ’ οὐδὲ κατὰ ψυχὴν τὰ τῆς ἁμαρτίας εἴδωλα περιφέ‐
55ρων.
«Ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.» Ὁ γὰρ777

93

.

780

καθαρὸς καὶ πράξει καὶ διανοίᾳ, ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ μετὰ τῶν εὐλογουμένων καὶ οὐ καταρωμένων τὴν δεξιὰν στήσεται στάσιν. Ἀντιβολήσωμεν τοιγαρ‐ οῦν καὶ ἡμεῖς ποδηγὸν ἡμῶν γενέσθαι τὸν τῶν ὅλων
5Θεόν· ἵνα τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ κατὰ τὴν προφητικὴν πορευόμενοι μελῳδίαν, μὴ ἐκκλίνωμεν δεξιὰ ἢ ἀριστερά· ἀλλὰ τὴν βασιλικὴν ὁδὸν ὁδεύσωμεν, τὴν ἀπάγουσαν εἰς τὴν αἰώνιον ζωήν. Ἧς ἐπιτυχεῖν ἡμᾶς γένοιτο χάριτι, καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου,
10καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.779