TLG 2865 004 :: OLYMPIODORUS Diaconus :: Commentarii in Lamentationes (in catenis)

OLYMPIODORUS Diaconus Scr. Eccl., Diaconus
(Alexandrinus: A.D. 6)

Commentarii in Lamentationes (in catenis)

Citation: Volume — page — (line)

12tΚΕΦΑΛΑΙΟΝ Αʹ.
13 «Καὶ ἐγένετο.» Θρηνεῖ μὲν κατὰ τὴν ἱστορίαν ὁ προφήτης τὴν τότε τῆς Ἱερουσαλὴμ γενομένην αἰχμα‐
15λωσίαν, προφητικῶς δὲ καὶ ἀληθέστερον τὴν ἐπὶ Ῥω‐ μαίων αὐτῇ συμβᾶσαν διὰ τὴν τοῦ Χριστοῦ παράνο‐ μον τόλμαν. Ἐκεῖ μὲν γὰρ ἐκ Βαβυλῶνος ἀνεκλήθη‐ σαν, μετὰ δὲ τὴν ὑπὸ Ῥωμαίων ἀνάλωσιν οὐκέτι. Ἀναφέρεται δὲ τὰ γεγραμμένα καὶ ἐπὶ ψυχὴν, ἐκ‐
20πεσοῦσαν μὲν τῆς ἀρετῆς, κατενεχθεῖσαν δὲ εἰς τὰ τῆς κακίας εἴδη, καὶ διὰ τοῦτο ἐν συγχύσει γενομέ‐ νην· Βαβυλὼν γὰρ σύγχυσις ἑρμηνεύεται· καὶ ὑπὸ τῶν νοητῶν πολεμίων αἰχμαλωτισθεῖσαν. «Ἐγενήθη ὡς χήρα.» Τοῦ νυμφίου στερηθεῖσα
25λόγου. «Πεπληθυσμένη.» Ἡ πρώτη [πρώην] πλήρης ἀγαθῶν λογισμῶν. «Ἄρχουσα ἐν χώραις.» Ἡ τῶν κακιῶν ἐπικρα‐ τοῦσα ὑπόφορος ταύταις γέγονεν.
30 «Κλαίουσα ἔκλαυσεν.» Ἐν τῇ ἐπαγωγῇ τῶν ἐχθρῶν. Ἰστέον δὲ ὡς ψυχὴ ἁμαρτάνουσα ἐν νυκτὶ γίνεται, μακρυνομένη τοῦ Ἡλίου τῆς δικαιοσύνης. «Ἐπὶ τῶν σιαγόνων.» Ὥσπερ νοοῦμεν ὀφθαλμοὺς, οὔτω λέγονται καὶ σιαγόνες ψυχῆς, δι’ ἃς τὰς τοῦ
35λόγου τρέφεται [reponendum videtur τροφὰς] δυνά‐ μεις, καταλεαίνουσα ταύτας καὶ μαρυκωμένη. «Καὶ οὐχ ὑπῆρχεν ὁ παρακαλῶν αὐτήν.» Κατὰ μὲν τὴν ἱστορίαν, ὅτι ἐπὶ πάντας ἦν ἡ ὀργὴ, καὶ οὐκ ἔτι ἕτερος τὸν ἕτερον παρεκάλει. Ἔτι [ἔστι] δὲ νοεῖν,
40ὅτι οἱ πρώην ἀγαπῶντες τὴν ψυχὴν ἅγιοι ἄγγελοι, ὅταν ἐκδῷ ἑαυτὴν τῇ κακίᾳ, ἀπαράκλητον αὐτὴν ἐῶσιν. «Πάντες οἱ φιλοῦντες.» Παραβαίνοντες τὰ θεῖα νόμιμα οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες, καὶ ψευδοπρο‐
45φῆται· καὶ οἱ πρώην δὲ προσποιούμενοι τὴν τοιάνδε ψυχὴν ἀγαπᾷν ἀκάθαρτοι δαίμονες, ἐχθρῶν δίκην ἐπιχαίρουσιν τῇ αὐτῆς πτώσει. «Μετῳκίσθη Ἰουδαία.» Ἀπὸ τοῦ τόπου τῆς ἀρε‐ τῆς εἰς τὸν τῆς κακίας.

93

.

725

(50)

«Καὶ ἀπὸ πλήθους.» Ἀφαιρεθεῖσα γὰρ τῆς δόξης
ἦς εἶχεν, εἰς δουλείαν παραδίδοται.725

93

.

728

«Ἐκάθισεν ἐν ἔθνεσι.» Προστεθεῖσα γὰρ τοῖς ἐν‐ αντίοις, ἐμακρύνθη τῆς ἀναπαύσεως τοῦ Θεοῦ. «Κατέλαβον αὐτήν.» Ἐκτραπεὶς γὰρ ἄνθρωπος ἐκ τῆς ὁδοῦ τοῦ Θεοῦ, ὑποχείριος τοῖς πάθεσι γίνε‐
5ται, θλιβόντων, φησὶ, τῶν ἀκαθάρτων δαιμόνων· ἐπεὶ οὖν τὰ πάθη καταδιώκουσι τὴν ψυχὴν, καὶ οἱ ἐνερ‐ γοῦντες αὐτὰ δαίμονες, παραγγέλλει ὁ Ἀπόστολος λέγων· Φεύγετε τὴν πορνείαν. «Ὁδοὶ Σιὼν πενθοῦσι.» Τρεῖς καιροὺς τοῦ ἐνιαυ‐
10τοῦ ἐκέλευσεν ὁ νόμος πάντα τὰ ἀρσενικὰ τῷ Κυρίῳ φαίνεσθαι, τῷ Πάσχα, τῇ ἑορτῇ τῶν Πρωτογεννη‐ μάτων, καὶ τῇ Σκηνοπηγίᾳ· ἐν ταύταις οὖν ταῖς τρισὶν ἑορταῖς οἱ πανταχόθεν Ἰουδαῖοι συνέρχονται εἰς Ἱερουσαλήμ. Κατὰ τοίνυν τὴν ἱστορίαν οὐδενὸς
15ἐρχομένου ἐν τῇ Σιὼν διὰ τὴν κατασκαφὴν τῆς πό‐ λεως πενθοῦσιν αἱ ὁδοί. Πρὸς δὲ διάνοιαν, τὰ διδάγ‐ ματα, δι’ ὧν εἰσέρχεται ἄνθρωπος εἰς τὴν ἀρετὴν, ἐν κατηφείᾳ εἰσὶν, ἐκκοπείσης τῆς προθεσμίας [ἴς. προθυμίας] τῶν μανθανόντων.
20 «Πᾶσαι αἱ πύλαι.» Οἱ διδάσκαλοι, οἱ μήτε αὐτοὶ εἰσερχόμενοι εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τοὺς ἐρχομένους κωλύοντες. «Ἱερεῖς αὐτῆς.» Πρὸς μὲν τὸ ῥητὸν, διὰ τὸ μὴ εἶναι τοὺς προσφέροντας· πρὸς δὲ διάνοιαν, οἱ ἱερ‐
25ουργοὶ τῆς ἀρετῆς τρόποι, διὰ τὸ μηδένα προστρέ‐ χειν. «Παρθένοι αὐτῆς.» Οἱ σῶοι καὶ ἄμωμοι τρόποι, οὐ κατ’ ἐξουσίαν βαδίζοντες διὰ τὴν φθοροποιὸν τῶν διδασκάλων παράδοσιν.
30 «Ἐγένοντο οἱ θλίβοντες αὐτήν.» Ὑπερεπήρθη‐ σαν Βαβυλώνιοι, καὶ οἱ ἀλιτήριοι δαίμονες. «Τὰ νήπια αὐτῆς.» Καὶ τὰ μήπω δι’ ἁμαρτίας κρινόμενα ἐπὶ τιμωρίαν τῶν γεννησάντων πάσχου‐ σιν. Ἢ καὶ νήπια τοὺς ἁγίους καλεῖ, ταλαιπωρου‐
35μένους διὰ τὰς τῶν πολλῶν ἁμαρτίας, ἢ καὶ νήπιαι ψυχαὶ αἱ ἄρτι θεοσεβεῖν ἀρξάμεναι, καὶ ὀκλάσασαι περὶ τὸν δρόμον τῆς ἀρετῆς, καὶ ὑποστρέψασαι εἰς τὴν κακίαν. «Κατὰ πρόσωπον.» Οἱ αἰχμαλωτεύοντες ἔμπροσ‐
40θεν βάλλοντες τὰ βρέφη ἀναγκάζουσι βαδίζειν· οὕτω δὲ ποιοῦσιν καὶ οἱ δαίμονες, συνελαύνοντες τὴν ψυχὴν εἰς ὂ βούλονται. «Πᾶσα ἡ εὐπρέπεια αὐτῆς.» Πρὸς μὲν τὸ ῥητὸν ὁ ναὸς, ἡ νομικὴ λατρεία· πρὸς δὲ διάνοιαν, ἡ θεο‐
45γνωσία διὰ τὴν τῆς ἁμαρτίας ἐπαγωγήν. «Ἐγένοντο.» Εἴτε οἱ ἱερεῖς, εἴτε καὶ οἱ ἄλλως ἡγούμενοι τοῦ λαοῦ, οὐκέτι ἔχοντες τοὺς προσφέρον‐ τάς τι αὐτοῖς. Πρὸς δὲ διάνοιαν, τῆς ἁμαρτίας δί‐ κην καύσωνος, τοὺς ἐν τῇ μαθήσει προκόπτειν

93

.

728

(50)

μέλλοντας ἀποξηρανάσης, οἱ διδασκαλικοὶ τρόποι οὐχ εὑρίσκουσι νομήν. «Καὶ ἐπορεύοντο.» Συνελαυνόμενοι, φησὶν, εἰς τὴν αἰχμαλωσίαν· οὐκέτι ἴσχυσαν. Ἢ καὶ οὕτως, ἠσθένησαν, ἀντωπῆσαι καὶ ἀντιστῆναι τῇ ἁμαρτίᾳ
55μὴ δυνηθέντες. «Ἐμνήσθη Ἱερουσαλήμ.» Εἰς ἀνάμνησιν, φησὶν,
ἦλθον τῶν πρὸ τῆς ταπεινώσεως αὐτῆς ἡμερῶν,727

93

.

729

τῶν ὅτε ᾤκουν τὴν Ἱερουσαλὴμ, καὶ εἶχον τὰς προσ‐ φοράς· ἢ καὶ οὕτως· Εἰς ἀνάμνησιν ἦλθον τῶν οἰ‐ κείων ἁμαρτημάτων, δι’ ἃ γέγονεν εἰς αἰχμα‐ λωσίαν.
5 «Πάντα τὰ ἐπιθυμήματα.» Πρὸς μὲν τὸ ῥητὸν, ὁ ναὸς, αἱ πανηγύρεις, αἱ θυσίαι, αἱ προσφοραὶ, τὰ ἱερὰ σκεύη. Πρὸς δὲ διάνοιαν· Ἀνεμνήσθη, φησὶ, τῶν ἐπιθυμιῶν αὐτῆς, αἷς ἐξακολουθήσασα γέγονεν αἰχ‐ μάλωτος.
10 «Ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν.» Πεφύκασι γὰρ οἱ δαίμονες μετὰ τὸ καταβαλεῖν τὴν ψυχὴν, τότε καὶ ἐπιγελᾷν αὐτῇ. «Ἁμαρτίαν ἥμαρτεν.» Πᾶς μὲν ὁ ἁμαρτάνων δῆλον ὅτι τὴν ἁμαρτίαν ἐργάζεται· ἁμαρτίαν δὲ
15ἁμαρτάνειν λέγεται, ὁ ἐν γνώσει ἁμαρτάνων. Αἰνίτ‐ τεται δὲ τοὺς Ἰουδαίους, ὅτι τὸν προκηρυττόμενον, καὶ προσδοκώμενον ὑπ’ αὐτῶν Κύριον, παραγεγο‐ νότα ἐσταύρωσαν. «Πάντες οἱ δοξάζοντες αὐτήν.» Πρὸς μὲν ῥητὸν,
20ἡ συναγωγὴ αἰχμαλωτισθεῖσα, πρὸς δὲ διάνοιαν, ἡ ἁμαρτίᾳ νοσοῦσα ψυχὴ, τῆς ὀρθῆς στάσεως παρα‐ κινηθεῖσα. «Ἐταπείνωσαν αὐτήν.» Ἢ οἱ δαίμονες, οἱ πρώην αὐτὴν ἀναπτεροῦντες, ὅτε αὐτοῖς ἔθυεν ἡ συναγωγὴ,
25οὓς καὶ ὕστερον ἀπεστράφη, ἢ καὶ αἱ τῶν ἁγίων ψυχαὶ, αἱ ἐκ διαθέσεως ἀγαπῶσαι τὴν Ἱερουσαλὴμ, καὶ δοξάζουσαι αὐτὴν εὐπράττουσαν, ἁμαρτάνουσαν δὲ ἀποστρεφόμεναι. «Εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς.» Διὰ γὰρ
30τῆς σφοδρᾶς τιμωρίας ἀνεκαλύφθησαν καὶ ἐφανε‐ ρώθησαν αἱ ἁμαρτίαι, δι’ ἃς καὶ τὰς τιμωρίας ὑπ‐ έστη. «Καίγε αὐτὴ στενάζουσα.» Ἡ μὲν συναγωγὴ οὐκέτι δουλεύουσα δαίμοσιν· ἡ δὲ τοιαύτη ψυχὴ εἰς
35συναίσθησιν ἐρχομένη, καὶ στενάζουσα, καὶ τρόπον τινὰ βουλομένη ἀποποδίζειν ἐκ τῶν ἁμαρτημάτων. «Ἀκαθαρσία αὐτῆς πρὸ ποδῶν αὐτῆς.» Ἀντὶ τοῦ, μεμολυσμέναι εἰσίν. «Οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς.» Εἰ ἐμνήσθη, φη‐
40σὶν, ὅτι ἐστὶν ἀνταπόδοσις, εἶχεν ἑαυτῆς ταπεινώ‐ σειν τὴν ὑπερηφανίαν, ἵνα μὴ πέσῃ ὑπὸ τὴν τιμω‐ ρίαν· ὁ μὲν γὰρ ὑπέρογκος ταπεινοῦται, ὁ δὲ ταπει‐ νὸς ὑψοῦται. «Ἴδε, Κύριος.» Οἰκειοποιεῖται ὁ ἅγιος ἐκεῖθεν
45τῶν ἁμαρτανόντων τὰ πλημμελήματα, καὶ τὴν ὑπὲρ αὐτῶν προσάγει δέησιν. «Χεῖρα αὐτοῦ ἐξεπέτασε θλίβων.» Πρὸς μὲν τὸ ῥητὸν, πρότερος ὁ Βαβυλώνιος, ὕστερον δὲ καὶ οἱ Ῥωμαῖοι τὰ ἐπιθυμητὰ σκεύη, καὶ ὅσα ἦν ἀξιόλογα

93

.

729

(50)

ἐν τῇ Ἱερουσαλὴμ εἰλήφασιν. Πρὸς δὲ διάνοιαν, ἐτόλ‐ μησε, φησὶν, ἡ κακία, ἐφήπλωσεν ἑαυτὴν κατὰ τῆς ψυχῆς, καὶ ἐπεσκότισεν αὐτῆς τὴν ἐπιθυμητὴν θεο‐ γνωσίαν. «Εἶδε γὰρ ἔθνη.» Ἐκέλευσεν ὁ Θεὸς Μωαβίτας
55καὶ Ἀμμανίτας μὴ εἰς ἐκκλησίαν Κυρίου εἰσιέναι· ἐρημωθείσης οὖν τῆς Ἱερουσαλὴμ, εἰσῆλθον καὶ οὗ‐ τοι εἰς τὸν ναόν. Πρὸς δὲ διάνοιαν, ἀκάθαρτοί τινες
λογισμοὶ εἰς τὸ ἄδυτον τῆς ψυχῆς ἐχώρησαν.729

93

.

732

«Ζητοῦντες ἄρτον.» Ἣ τὸν αἰσθητὸν διὰ τὴν πο‐ λιορκίαν. ἢ τὸν τρόφιμον τῆς ψυχῆς λόγον. «Ἔδωκαν τὰ ἐπιθυμήματα.» Ἐν τῇ πολιορκίᾳ πᾶν εἴ τι ἐκλεκτὸν παρεῖχον εἰς ὠνὴν βρωμάτων, ἵνα
5κἂν μόνον ζήσωσιν, καὶ θρέψωσι τὴν ἐκλείπουσαν ψυχήν. Ἢ καὶ οὕτως· τὴν ἐπιθυμητὴν θεογνωσίαν προδεδωκότες, ἤθελόν τι ἀκούειν παρὰ τῶν ψευδο‐ προφητῶν, ἐφ’ ᾧ τὴν ἑαυτῶν ἀθυμίαν ἀνακτᾶσθαι.
10 «Οἱ πρὸς ὑμᾶς πάντες.» Ἑστώσης τῆς Ἰερου‐ σαλὴμ, διὰ μέσης ἐβάδιζον οἱ ὁδοιπόροι πολλάκις, καὶ διαναπαυόμενοι ἐν αὐτῇ. Κατασκαφείσης οὖν αὐτῆς, ἔξωθεν αὐτῆς παρήρχοντο. Φησὶν οὖν, ὅτι Ὁδῖται οἱ ἔξωθέν με παρατρέχοντες, πρὸς ὑμᾶς μοι
15ὁ λόγος· συμπαθήσατέ μοι ἐπὶ τῷ τηλικούτῳ τραύ‐ ματι. Πρὸς δὲ διάνοιάν φησιν· Οἱ μὴ τὴν εὐθεῖαν καὶ ἔννομον βαδίζοντες ὁδὸν, τὸ ἐμὸν ἄλγημα θεωροῦν‐ τες, ἐπιστρέψατε εἰς θεογνωσίαν. «Φθεγξάμενος ἐν ἐμοί.» Ἀπειλήσας ἐλεγμῷ ἀλη‐
20θείας· καὶ ὅτε δὲ τῇ Συναγωγῇ· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. «Ἐξ ὕψους αὐτοῦ ἀπέστειλε πῦρ.» Κατὰ τὸ ὕψος αὐτοῦ, φησὶν, οὕτως ἐξηκρίβωσε τὴν κατ’ ἐμοῦ τι‐ μωρίαν· δηλοῖ δὲ καὶ μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου
25τὴν ἐπενεχθεῖσαν τῇ Ἱερουσαλὴμ κόλασιν διὰ τοῦ Ῥωμαϊκοῦ πολέμου. «Ἐν τοῖς ὀστέοις μου.» Ἐφικνεῖται γὰρ ἕως ἁρμῶν τε καὶ μυελῶν, ἐνθυμήσεων τε καὶ ἐννοιῶν. «Διεπέτασε.» Τὴν ἄφυκτον τιμωρίαν.
31 «Ἀπέστρεψέ με.» Ἐκ τῶν ἀγαθῶν ἐπὶ τὰ χεί‐ ρονα. «Ἔδωκέ με Κύριος.» Ἀντὶ τοῦ, ἔδειξέ με ἔρημον.
35 «Ὅλην τὴν ἡμέραν.» Διηνεκῶς κολαζομένην. «Ἐγρηγορήθη.» Οὐδὲν, φησὶ, ἐσιωπήθη τῶν ἐμῶν ἁμαρτημάτων. «Ἐν χερσί μου.» Ἃ διὰ τῶν πράξεων ἔσπειρα, ταῦτα καὶ ἐθέρισα. Διὰ τὸ ἕκαστον τὸ ἴδιον φορτίον
40βαστάζειν. «Ἠσθένησε ἡ ἰσχύς μου.» Οὐκ ἠδυνήθην ἀντι‐ πρᾶξαι τοῖς ἐναντίοις. Ἢ καὶ οὕτως· Ἰσχὺς τῆς συναγωγῆς ὁ νόμος, οὐ δυνηθεὶς αὐτῇ ἐπαμῦναι. «Ὅτι ἔδωκε Κύριος.» Ἀντὶ τοῦ, ἔδειξέν με ὀδύ‐
45νης ἄξια διαπραξαμένην. «Οὐ δυνήσομαι.» Ἐσαλεύθη στάσις μου, τουτ‐ έστι στηριγμός μου. «Ἐξῆρε πάντας.» Πρὸς μὲν ῥητὸν, τοὺς ἄρχον‐ τας καὶ τοὺς νομοδιδασκάλους· πρὸς δὲ διάνοιαν,

93

.

732

(50)

τοὺς τρόπους τῆς προθέσεως, οὓς ἐξαφανίζει ἀντι‐ καθισταμένη, καὶ ἐπικρατοῦσα ἡ ἁμαρτία. «Ἐκάλεσεν ἐπ’ ἐμέ.» Καιρόν φησι τὸν τοῦ σκό‐ τους. Ἐκλείποντος γὰρ τοῦ νοητοῦ φωτὸς, τὸ σκότος ἀντεισέρχεται.
55 «Τοῦ συντρίψαι.» Ὥστε ἀφανισθῆναί μου πάντα τρόπον ἀγαθόν.
«Ληνὸν ἐπάτησε.» Ἀντὶ τοῦ. Πάντα μου τὰ731

93

.

733

ἁμαρτήματα συνήγαγεν εἰς ἓν, ἅτινα πατήσας ἐποίησεν οἶνον· περὶ οὗ φησιν ὁ Ψαλμῳδὸς, ὅτι Ποτή‐ ριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, τουτέστιν ὀργῆς. Ἐξεταζόμενα γὰρ τὰ ἁμαρτήματα, καὶ ὥσπερ
5ἐκθλιβόμενα, θείαν ὀργὴν ἀποστάζουσιν, ἣν ποτίζον‐ ται οἱ ἁμαρτάνοντες. «Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ.» Τὸ δια‐ νοητικὸν τῆς ψυχῆς τρόπον τινὰ δακρύει, καὶ ἐπι‐ στενάζει τοῖς ἁμαρτήμασιν.
10 «Ὁ ἐπιστρέφων ψυχήν μου.» Πρὸς μὲν τὸ ῥητὸν, ὅτι μέχρι νῦν Ἰουδαῖοι ταλαιπωροῦσι, πρὸς δὲ διά‐ νοιαν, ὁ τρόπος τῆς μνήμης τοῦ Θεοῦ, ὁ ἐπιστρέφων τὴν ψυχὴν ἐκ θανάτου εἰς ζωήν. «Ἐγένοντο οἱ υἱοί μου.» Αἱ διάφοροι πράξεις
15τοῦ ἐχθροῦ ἡμῶν διαβόλου ἐπικρατεστέρου γινο‐ μένου. «Διεπέτασε Σιών.» Ὑπὸ ἐκπλήξεως παρειμένας ἔσχε τὰς χεῖρας, πάσας ἀγαθὰς ῥίψασα πράξεις. «Οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν.» Οὐ νόμος, οὐ
20προφήτης. «Ἐνετείλατο Κύριος.» Παρήγγειλε, φησὶ, Κύ‐ ριος. Ὅτι κύκλῳ εἰσὶν οἱ θλίβοντές σε, νῆψον· ὁ δὲ εἰς ῥᾳθυμίαν ἐξέκλινεν. Ἢ οὕτως· Ἐντολὴ Κυρίου φησίν· Ἰδοὺ τέθεικα πρὸ προσώπου ὑμῶν τὴν
25ζωὴν, καὶ τὸν θάνατον. Ἐπειδὴ τοίνυν ἀνθείλετο τῆς ζωῆς τὸν θάνατον ὁ Ἰακὼβ, ἐγένοντο κύκλῳ αὐ‐ τοῦ οἱ θλίβοντες αὐτόν. «Εἰς ἀποκαθημένην.» Ἀντὶ τοῦ· Ὑπὲρ τοὺς ἐχθροὺς, ὧν ἐν μέσῳ τυγχάνει, βδελυκτὴ γέγονεν.
30Καὶ οὕτως μετὰ τὴν αἰχμαλωσίαν ἔμεινεν ἐν τῇ ἰδίᾳ ἀκαθαρσίᾳ, μὴ μετανοοῦσα. «Ἐκάλεσα γὰρ τοὺς ἐραστάς μου.» Ἐρασταὶ αὐ‐ τῆς ψευδοπροφῆται, καὶ τερατοσκόποι, καὶ οἱ ἀκά‐ θαρτοι δαίμονες. Ἐρασταὶ δὲ αὐτῆς καλοῦνται, ἢ
35ὅτι αὐτὴ ἐρᾷ τῆς αὐτῶν ἀπάτης, ἢ ὅτι αὐτοὶ προσ‐ ποιούμενοι φιλεῖν αὐτὴν, τῆς θείας ὀργῆς ἐγένοντο πρόξενοι, οὐδὲν αὐτῇ δυνηθέντες ἐπαμῦναι. Τοῦτο γὰρ σημαίνει τὸ, Παρελογίσαντό με.
40 «Οἱ ἱερεῖς μου.» Ταῦτα μὲν ἐν τῇ πολιορκίᾳ συνέβη. Πρὸς δὲ διάνοιαν, οἱ διδάσκαλοι, οἱ ἀνάξιοι τοῦ λόγου τοῦ Θεοῦ κριθέντες, οἱ τῆς τῶν λαῶν σω‐ τηρίας μὴ πιστοὶ οἰκονόμοι γενόμενοι, οὐχ εὗρον τοὺς διδασκομένους, οἵτινές εἰσιν αὐτῶν βρῶσις, τοῦ
45λαοῦ συνολισθήσαντος τῇ τῶν διδασκάλων ἀσεβείᾳ. «Ἡ κοιλία μου.» Ἀντὶ τοῦ, πάντα τὰ ἐντός μου. Κοιλία δὲ καὶ καρδία, κατὰ τοὺς τροπῆς νόμους, αἱ ἀναδοτικαὶ καὶ ζωτικαὶ τῆς ψυχῆς δυνάμεις, δι’ ὧν αὐτῆς τρέφεται καὶ γυμνάζεται τὰ αἰσθητήρια.
51 «Ἔξωθεν ἠτέκνωσέ με μάχαιρα.» Πρὸς μὲν ἱστορίαν, τοὺς ἐκ τῆς πολιορκίας ἐξιόντας ἀνῄρουν οἱ Ῥωμαῖοι· πρὸς δὲ διάνοιαν, Ἡ τῶν ἀοράτων ἐχθρῶν, φησὶν, ἔφοδος ἔξωθεν, τουτέστιν οὐ συμφυὴς ἡμῖν
55οὖσα, ἀνεῖλέ μου τοὺς ἀγαθοὺς λογισμούς· ὥσπερ ἔνδοθεν ἡ τῆς προαιρέσεως ἡμῶν ἐπὶ τὸ χεῖρον ὁρμή·
τοῦτο γὰρ δηλοῖ θάνατος ἐν οἴκῳ.733

93

.

736

«Πάντες οἱ ἐχθροί μου.» Ἐχθροὶ τῆς ψυχῆς οἱ ἀκάθαρτοι δαίμονες, οἵτινες καὶ ἐρασταὶ αὐτῆς λέ‐ γονται. Καὶ γὰρ ἐχθροὶ ὄντες, ἐρᾷν προσποιοῦνται· οἵτινες μετὰ τὸ ποιῆσαι ἁμαρτάνειν καὶ ἐπιχειροῦσι
5τῇ αὐτῆς πτώσει. «Ἐπήγαγες ἡμέραν.» Τὴν τῆς κολάσεως. «Οἴμοι, οἴμοι.» Ὁ διπλασιασμὸς τὸ ἐπιτεταμέ‐ νον τῆς ὀδύνης σημαίνει. «Εἰσέλθοι πᾶσα.» Γένοιτο, φησὶν, ἡ ἐξέτασις τῶν
10ἀμυνομένων με κακὰ [ἴς. κατὰ] τὴν ἀλήθειάν σου· τὸ γὰρ πρόσωπον τοῦ Θεοῦ ἡ ἀλήθεια. «Ἐπιφύλλισσον αὐτοῖς.» Ἐπιφυλλίδες εἰσὶ τὰ μικρὰ βοτρύδια, ἃ πολλάκις καὶ τοὺς τρυγῶντας λανθάνουσιν. Οἱ γοῦν καλαμώμενοι ταῦτα ἐκλέγονται,
15ἀκριβῶς τὰς ἀμπέλους ἐξετάζοντες. Ὥσπερ οὖν πικρῶς ἐπέθεντό μοι οἱ δαίμονες· ἢ καὶ ὥσπερ ἀκριβῶς ἐξετασθῆναι πεποιήκασι τὰ ἁμαρτήματά μου οἱ ψευδοδιδάσκαλοι καὶ ψευδοπροφῆται ἀπατή‐ σαντές με, οὕτως ἀκριβῶς ἔτασον αὐτοὺς κατὰ τὸ
20σὸν κρίμα, Κύριε.
21tΚΕΦ. Βʹ.
22 «Πῶς ἐγνόφωσεν.» Πῶς, ὥσπερ τινὶ γνόφῳ, τῇ τῶν ἐχθρῶν ἐφόδῳ παραδέδωκεν. «Κατέῤῥιψεν ἐξ οὐρανοῦ εἰς γῆν.» Τὴν οὐρανο‐
25πρεπῆ, φησὶν, εὐπρέπειαν τῆς Ἱερουσαλὴμ εἰς ἀτιμίαν μετέστησεν, ἀπωσάμενος αὐτὴν ἐκ τῆς ἑαυ‐ τοῦ διηνεκοῦς ἐπισκέψεως. «Καὶ οὐκ ἐμνήσθη.» Ὑποπόδιόν φησι Θεοῦ τὸν ναὸν, ὡς φθανούσης εἰς αὐτὸν ἐκ τοῦ οὐρανοῦ τῆς
30θείας ἐπιφοιτήσεως, ἢ καὶ τὸν Ἰσραηλιτικὸν λαὸν, τὸν ἠξιωμένον τῆς γνώσεως τοῦ Θεοῦ. Θρόνος μὲν γὰρ Θεοῦ καλεῖται ὁ οὐρανὸς, ὡς τοῖς ἐκεῖ καθαρω‐ τάτοις λογικοῖς ἐπαναπαυομένου τοῦ Θεοῦ. Ὑποπό‐ διον δὲ αὐτοῦ ἡ γῆ, ὡς καὶ εἰς ἡμᾶς φθανούσης
35κατὰ τὴν ἐπιβάλλουσαν ἡμῖν ἀναλογίαν τῆς αὐτοῦ γνώσεως. «Πάντα τὰ ὡραῖα.» Πρὸς μὲν τὸ ῥητὸν, τὴν νομικὴν πᾶσαν λατρείαν· πρὸς δὲ διάνοιαν, τοὺς τῆς εὐσεβείας τρόπους.
40 «Καθεῖλεν.» Καθαίρεσίν φησιν τὴν ἐκ θεμελίων κίνησιν. «Τὰ ὀχυρώματα.» Πρὸς μὲν ῥητὸν, τὸν ναὸν, ἢ καὶ τοὺς ἐν αὐτῇ δυνατούς· πρὸς δὲ διάνοιαν, τὰς ἀκαταμαχήτους ἀρετὰς τοῖς γηΐνοις ἀπέῤῥιψεν.
45 «Ἐβεβήλωσεν βασιλέα αὐτῆς.» Πρὸς μὲν ῥητὸν, τοὺς ἐν αὐτῇ δυνατούς· πρὸς δὲ διάνοιαν, ἀκαθάρτους, φησὶν, ἀπέδειξε τοὺς κατ’ ἐξοχὴν αὐτῆς τρόπους. «Πᾶν κέρας.» Καθ’ ἱστορίαν μὲν, πάσας τὰς φυλὰς, ἢ πάντας τοὺς δυνατούς· πρὸς δὲ θεωρίαν,

93

.

736

(50)

πάντα ἐπινίκιον τῆς ψυχῆς τρόπον.
52 «Ἀπέστρεψεν.» Ἢ αὐτοῦ τοῦ Ἰσραὴλ τὰς δε‐ ξιὰς πράξεις εἰς τὸ ἧττον ἀπέστρεψεν, τουτέστιν εἰς τὰ ἀριστερά· ὀπίσω γὰρ τῶν δεξιῶν τὰ ἀριστερά·
55ἢ ὁ Θεὸς τὴν αὐτοῦ δύναμιν ἐπέσχεν, καὶ οὐκ ἐπ‐ ήμυνεν αὐτοῖς πολεμουμένοις ὑπὸ τῶν ἐχθρῶν. «Καὶ ἀνῆψεν.» Τὴν διὰ Ῥωμαίων ἅλωσιν. Ἡ ὀργὴ οὖν τοῦ Θεοῦ ὡς πῦρ ἀνῆψεν κατὰ τοῦ Ἰακὼβ
τὴν ἐταστικὴν αὐτῆς δύναμιν.735

93

.

737

«Ἐνέτεινε τόξον αὐτοῦ.» Τὴν παντελῆ ἀποστρο‐ φὴν τοῦ Θεοῦ λέγει· ἧς γινομένης καιρίαι παρὰ τῶν ἐχθρῶν ἐπιφέρονται πληγαί. «Καὶ ἀπέκτεινεν.» Πρὸς μὲν ῥητὸν τοὺς υἱοὺς
5αὐτῶν, καὶ τὰς θυγατέρας, καὶ εἴ τι παρ’ αὐτοῖς ζῶον τίμιον· πρὸς δὲ διάνοιαν, τὰς κρείττονας τῆς ψυχῆς ὀρέξεις. Τοῦτο γὰρ ποιεῖ ἡ ἀποστροφὴ τοῦ Θεοῦ. Ἡ γὰρ ἐπίσκεψις αὐτοῦ ζωὴ τυγχάνει. «Σκηνῇ θυγατρὸς Σιών.» Καθ’ ἱστορίαν μὲν,
10ἐν τῷ ναῷ ᾧ ἐφονεύθησαν· πρὸς δὲ διάνοιαν, ἐν ταῖς τῆς ψυχῆς ἀναπαύσεσιν. «Ἐγενήθη Κύριος.» Αὐτῶν ἑαυτοὺς καταστη‐ σάντων ἐχθροὺς τοῦ Θεοῦ διὰ τῶν εἰς αὐτὸν παρα‐ νομιῶν· Θεὸς γὰρ οὐ μισεῖ.
15 «Διέφθειρε τά.» Πρὸς μὲν ῥητὸν, τὰ τείχη, καὶ τὸν ναὸν, καὶ τὰς οἰκίας φησί· πρὸς δὲ διάνοιαν, τοὺς περιφράττοντας τὴν ψυχὴν ἀγαθοὺς λογισμούς. [Καὶ ἄλλως·] Ὅτι οὐκέτι παρὰ Ἰουδαίοις μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν οὐ προφήτης, οὐκ ἀπο‐
20κάλυψις, οὐκ ἔννομος ἱερουργία. «Ταπεινούμενα.» Μετὰ τὴν ἱστορίαν, τοὺς ὑπὸ τῆς ἁμαρτίας ἁλισκομένους φησίν. «Καὶ διεπέτασεν ὡς ἄμπελον.» Ἢ τοῦτό φησι, ὅτι τὴν πρώην ὡς ἄμπελον ἐκταθεῖσαν Συναγωγὴν
25παρέδωκε τοῖς ἐχθροῖς· ἢ οὕτως, ὅτι αὐτὴν ἥπλωσεν τοῖς διαρπάζουσιν ὡς ἄμπελον ἀσκέπαστον. «Διέφθειρεν ἑορτὴν αὐτοῦ.» Τῆς μὲν Ἱερουσαλὴμ τὰς νομικὰς ἑορτάς· τῆς δὲ ψυχῆς τὴν ἐπὶ τῷ κρείτ‐ τονι χαρμονήν.
30 «Ἐπελάθετο Κύριος.» Κατεφρόνησε, φησὶ, καὶ τῆς ἑαυτοῦ νομοθεσίας, τῆς παρακελευομένης ἑορτά‐ ζειν καὶ σαββατίζειν. «Καὶ παρώξυνεν.» Ἐπιπλέον ἐκθλίβεσθαι αὐ‐ τοὺς συνεχώρησεν, ἢ αὐτὸς παροξυνόμενος, ἢ καὶ
35αὐτὸς παροξύνων ἐπὶ τῇ τῶν ἐχθρῶν εὐθηνίᾳ. «Ἀπώσατο Κύριος.» Τὸ νομικὸν, ἵνα ἀντεισ‐ ενεχθῇ τὸ τῆς Καινῆς Διαθήκης πνευματικόν. Ἐὰν δὲ ἐπὶ τῆς αἰχμαλώτου ψυχῆς ἐκλαμβάνηται, διὰ τὸ ἀν‐ αξίαν αὐτὴν φανῆναι τῆς τοῦ Θεοῦ λατρείας.
40 «Ἀπετίναξεν.» Ἀποτόμως ἀπεβάλετο. «Φωνὴν ἔδωκαν.» Ἐπὶ πλέον χαίροντες οἱ ἐχθροί. «Τεῖχος θυγατρός.» Ἔκρινε [ἴς. ἔφθειρε] τεῖχος, τὸν νόμον.
45 «Οὐκ ἀπέστρεψε.» Τὸ σύγκριμα [ἴς. τὸ σύν‐ τριμμα] παρέτεινεν. «Καὶ ἐπένθησε.» Οὐκ ἐφείσατο τοῦ παραῤῥίψαι εἰς καταπάτημα, τοὺς εἰς αὐτὸν ἐμμόνως ἁμαρτά‐ νοντας.

93

.

737

(50)

«Ἐνεπάγησαν.» Οἱ τὴν διδασκαλίαν πεπιστευμέ‐ νοι κατεβυθήσθησαν εἰς τὰ γήϊνα πράγματα. «Ἀπώλεσε.» Ἠφάνισεν αὐτῆς τὰ παραγγέλματα, ὥστε τὸν βουλόμενον εἰσέρχεσθαι ἀπορεῖν, καὶ ζη‐ τεῖν.
55 «Ἐκάθισαν εἰς τὴν γῆν.» Ἠδαφίσθησαν τὰ γήϊνα φρονήσαντες. «Ἐσιώπησαν.» Ἀπώλεσαν τὸ διδασκαλικὸν ἀξίω‐ μα, ἀποκωφώθησαν.
«Ἀνεβίβασαν.» Κατὰ μὲν τὴν ἱστορίαν τὸ σχῆ‐737

93

.

740

μα πενθικὸν, ὡς ἐν αἰχμαλωσίᾳ. Κατὰ δὲ θεωρίαν, ἐκ προαιρέσεως, φησὶν, τὰ γήϊνα πράγματα τῆς ἐαυ‐ τῶν σωτηρίας προέκριναν. «Κατήγαγον εἰς γῆν.» Κατήνεγκαν εἰς τὰ γήϊνα
5πράγματα τὰς συναγωγὰς, ἢ καὶ τὰς δυναμένας σώ‐ ζεσθαι ψυχάς. «Ἐξέλιπον ἐν δάκρυσιν.» Ὅτι οὐχ ὑπὸ τῶν ἐθνι‐ κῶν ὠχλήθη ἡ εὐσέβεια, ἀλλ’ ὑπὸ τῶν νόθων υἱῶν παρεφθάρησαν,
10 «Ταῖς μητράσιν.» Αἱ ἁμαρτωλαὶ ψυχαὶ ταῖς Ἐκ‐ κλησίαις. «Ποῦ σῖτος.» Ποῦ τοῦ μυστηρίου ἡ παῤῥησία; Ταῦτά φασιν, ὡς μὴ ἀξιούμεναι τῶν μυστηρίων διὰ τὰς ἁμαρτίας.
15 «Ἐν τῷ ἐκλύεσθαι.» Τουτέστιν ὑφ’ ἁμαρτίας καὶ [ἴς. Εἰς] θάνατον. «Ἐν τῷ ἐκχεῖσθαι.» Καίτοι ἐν κόλποις μητέ‐ ρων ὑπάρχοντες, λιμῷ διδασκαλίας ἔτι ἐκλείπου‐ σιν.
20 «Τί μαρτυρήσω σοι;» Τί χρηστόν σοι προσμαρτυ‐ ρήσω; «Ἢ τί ὁμοιώσω σοι;» Ποίαν ἁμαρτίαν συγκρίνω πρὸς τὴν σήν; Καὶ γὰρ ἀληθῶς ὑπερβάλλουσα ἡ κατὰ τοῦ Κυρίου σφαγή.
25 «Ὅτι ἐμεγαλύνθη.» Ἡ ἐκδίκησις τῆς ἁμαρτίας σου. «Τίς ἰάσεταί σε;» Ἀντὶ τοῦ, οὐδεὶς, εἰ μὴ μόνος Θεός. «Προφῆταί σου.» Οἱ μὲν ψευδοπροφῆται ψευδῆ
30προλέγοντες, οἱ δὲ διδάσκαλοι ψευδεῖς δόξας εἰσηγού‐ μενοι. «Καὶ οὐκ ἀπεκάλυψαν.» Οὐκ ἐφανέρωσάν σοι, φησὶ, τὸ ἀληθὲς, ἵνα γνοῦσα ὡς ἄδικα πράττεις, ἐπι‐ στρέψῃς, καὶ μὴ γένῃ αἰχμάλωτος.
35 «Καὶ εἴδοσάν σοι.» Προφητείας ψευδεῖς, καὶ δό‐ ξας ματαίας, ἐξωθούσας σε ἀπὸ Θεοῦ. «Ἐκρότησαν.» Καθ’ ἱστορίαν μὲν, οἱ θεωροῦντες τὴν πτῶσιν τοῦ λαοῦ, ἐκπληττόμενοι κροτοῦσι χεῖρας, καὶ συρίζουσιν κινοῦντες κεφαλήν· πρὸς δὲ διάνοιαν,
40οἱ ἔξω τῆς θεοσεβείας βαδίζοντες ἄνδρες ἄθεοι, ἢ καὶ ἀκάθαρτοι δαίμονες ταῦτα ποιοῦσιν, ἐπιχαίρον‐ τες τῇ πτώσει τῶν πρώην ἐν ἀρετῇ.
44«Εἰ αὕτη ἡ πόλις.» Ἐπὶ μὲν τοῦ ναοῦ, διὰ τὸ
45πανταχοῦ αὐτοῦ περιφανές· ἐπὶ δὲ τῆς ψυχῆς ἐροῦ‐ σιν, Αὕτη ἐστὶν ἡ λεγομένη τελεία, καὶ ἔνδοξος ἐν ἀρετῇ; «Διήνοιξαν ἐπὶ σέ.» Ἐσύρισαν, θηριωδῶς ἐπ‐ έθεντο· θηρίων γὰρ ὁ συριγμός.
51 «Καὶ ἔβρυξαν.» Βρύξαι ἐστὶν τὸ τρίζειν τοὺς ὁδόντας. «Πλὴν αὔτη ἡ ἡμέρα.» Ἡ ἐξ ἁμαρτιῶν σύγχυ‐ σις· προσεδοκᾶτο δὲ, διὰ τὸ προλέγειν τὸν Θεὸν, καὶ
55ἀπειλεῖν τοῖς ἁμαρτάνουσιν. «Ἐποίησε Κύριος.» Δικαίως ἔκρινεν.
58«Συνετέλεσε ῥῆμα.» Εἰς πέρας ἤνεγκεν τὰ αἰώνια
κρίματα, τὸ μὴ παρασιωπᾶν ἐν ἁμαρτίαις.739

93

.

741

Πλὴν καὶ διὰ Μωϋσέως ἐμαρτύρατο τοῖς Ἰσραη‐ λίταις. «Ἀνάστηθι.» Διεγέρθητι, φησὶν, καὶ κατὰ σαυ‐ τὴν ἐξετάζουσα σύνες, καὶ προκατάλαβε τὰς ἀρχὰς
5τῆς φυλακῆς, τουτέστιν τὰ δικαιώματα. Ἀντὶ τοῦ, Πρᾶξον τὰ δικαιώματα, καὶ ἐξιλέωσαι τὸν Θεόν. Τὸ δὲ ἐν νυκτὶ διὰ τὴν τῶν πολεμίων ἔφοδόν φησιν.
9«Ἔκχεον ὡς ὕδωρ.» Ἐπὶ πλεῖον ἔκτεινον τὴν
10προθυμίαν σου πρὸς τὸν Θεόν. «Ἇρον πρὸς αὐτόν.» Τῶν ἐκλυομένων ἐπὶ ἀρχῆς πάσης ἀρετῆς οἷον, ἤρξατό τις τυχὸν ἐλεημοσύνης, οὐκ ἔσχε τὸν προτρέποντα, καὶ διδάσκοντα, ἔμεινεν ἐκεῖ ἐκλυόμενος. Ἄλλος ἐγκρατείας, καὶ καθεξῆς.
15Ἐκκοπέντες γὰρ τῆς προκοπῆς, ἐν ᾧ εἰσιν καὶ μένουσιν, ἢ καὶ ἀναποδίζον ἐν τῷ λιμῷ ἐκλυόμε‐ νοι. «Ἴδον, Κύριος.» Εἰρήκει γὰρ ὁ Κύριος, ὅτι οὐ γέ‐ γονε τοιαύτη θλίψις, οὐ δὲ ἕσται.
21 «Εἰ φάγονται.» Μετὰ τὰ συμβάντα κατὰ τὴν ἱστορίαν, τὰς τῶν Ἐκκλησιῶν φησιν ἐπὶ τὰ τέκνα ἐπαναστάσεις. «Ἐπιφυλλίδα.» Ὠπτήθησαν, φησὶν, ἢ καὶ ἑψή‐
25θησαν τὰ τέκνα, ἃ ἔφαγον ἐν τῇ πολιορκίᾳ. Πρὸς δὲ διάνοιαν, ὁ ἀπ’ ἀρχῆς τὸ φονεύειν μελετήσας Σατανᾶς τὰ καίρια τῶν ἀρετῶν, αἵ εἰσιν μυελοὶ, τῇ ὀργῇ ὑπέστρωσεν. «Φονευθήσονται.» Ἐὰν, φησὶν, ἀποδείξῃς ἀνῃρη‐
30μένους τοὺς ἐξιλεοῦσθαί σε καὶ διδάσκειν δυναμένους. φονευθήσονται οἱ τρόφιμοι τῆς Ἐκκλησίας τὸ δὲ ἐν ἁγιάσματι Κυρίου, Ὅτι οἱ μὲν τρόποι [ἴς. τόποι] τῆς ἁγιωσύνης δοκοῦσιν ἑστάναι, ἡ δὲ δύναμις ἤρνη‐ ται. Ταῦτα δὲ μετὰ τὴν ἱστορίαν θεωρήσεις.
35 «Ἐκοιμήθησαν εἰς.» Πρὸς μὲν ῥητὸν, οἱ διανα‐ παύεσθαι ὀφείλοντες, εἰς γῆν ἑαυτοὺς ἐκοιμήθησαν [ἵς. ἐκοίμισαν]. Πρὸς δὲ διάνοιαν, Ὁ ἄπειρός τε καὶ ἐπιστήμων ἐν τοῖς τῆς ἀποστροφῆς τόποις ἀνεπαύ‐ σαντο· τὸ γὰρ ἐξοδεύειν ἐστὶν τὸ ἀποστρέφεσθαι.
40Ἵνα εἴποι, ἐξελθόντες τῶν τῆς θεοσεβείας ὅρων, τὰ γήϊνα φρονήσαντες. «Παρθένοι μου.» Καὶ οἱ ἐν ἀφθαρσίᾳ, καὶ ἀνδρίᾳ βιοῦντες, φησὶν, ὑπεσύρησαν τῇ ἁμαρτίᾳ.
45 «Ἐν ῥομφαίᾳ.» Ἐν τῇ τοῦ ἐχθροῦ ἐπιστασίᾳ. «Καὶ ἐν λιμῷ.» Ἐν τῇ τοῦ λόγου ἀπουσίᾳ. «Ἐκάλεσας.» Πρὸς μὲν ῥητὸν οὕτως φησίν· Οἱ πάσης τῆς περιοικίδος κατέφυγον εἰς ἐμὲ τὴν Ἱερου‐ σαλὴμ ὡς ἰσχυρὰν πόλιν, ὥσπερ ὅτε ἐν πανηγύρει

93

.

741

(50)

συνέτρεχον. Πρὸς δὲ διάνοιαν ἡ ψυχή φησιν· Ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, παρεσκεύα‐ σας τοὺς ἐχθρούς μου ἑορτάζειν. Παροίκους γὰρ τοὺς παροικοῦντας ἡμῖν ἐχθρούς φησιν. «Καὶ οὐκ ἐγένοντο.» Εἰ μὴ γάρ τις τελείᾳ ἁμαρ‐
55τίᾳ περιπέσοι, ἀποτόμῳ ὀργῇ οὐ παραδίδοται. «Ὡς ἐπεκράτησα.» Πρὸς μὲν ῥητὸν, Ἐνισχύσασα,
φησὶν, ἐν τῇ ἁμαρτίᾳ παρεσκεύασά σε πλῆθος ἐχθρῶν741

93

.

744

ἐπαγαγεῖν μοι. Πρὸς δὲ διάνοιαν· Ἐπετύφθην [ἴς. ἐπετύφην], καὶ ἐπολυπλασίασα τοὺς ἐχθροὺς τρό‐ πους.
4tΚΕΦ. Γʹ.
5 «Ἐγὼ ἀνὴρ ὁ.» Ἐπὶ μὲν τοῦ προσώπου Κυρίου διὰ τὰ μέτρα τῆς κενώσεως. Ἐπὶ δὲ τοῦ προφήτου εὐγνωμόνως ὁμολογεῖ, τὸ πτωχὸν καὶ τρεπτὸν τῆς φύσεως· οὐ γὰρ φύσει τὸ κακὸν, ἀλλὰ τροπῇ.
10 «Τῇ ῥάβδῳ θυμοῦ.» Ἐκ μὲν τοῦ προσώπου Κυ‐ ρίου κατὰ τὸ εἰρημένον· Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Ἐκ δὲ προσώπου τοῦ προφήτου· Ὁ ἐχθρὸς, φησὶ, διάβολος τῇ ῥάβδῳ τοῦ θυμοῦ αὐτοῦ ἐχρήσατό μοι, τῇ τροπῇ τῇ εἰς ἁμαρτίαν· ὅθεν καὶ
15παραλαβών με, ἀπήγαγέν με εἰς σκότος, καὶ οὐ φῶς. Ταῦτα δὲ προφέρει ἀπὸ κοινοῦ τῆς ἀνθρωπό‐ τητος. «Πλὴν ἐν ἐμοί.» Οὐ μόνον, φησὶ, ἠρκέσθη ὁ ἐχθρὸς ἀπαγαγεῖν με εἰς σκότος, ἀλλὰ καὶ ἐτιμωρή‐
20σατό με. Τὸ δὲ, ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ, πάντα τὸν καιρὸν, ὃν γέγονεν ὑπ’ αὐτῷ. «Ἐπαλαίωσε σάρκα μου.» Ἐκ μὲν προσώπου τοῦ Κυρίου, τὸ ψεῦδος, φησὶν, ᾠκοδομήθη κατ’ ἐμοῦ, πολλὰ γὰρ αὐτοῦ κατεψεύδοντο. Ἐκ δὲ προσώπου
25τῆς ἀνθρωπείας φύσεως, Οὐ μόνον, φησὶν, ἠρκέσθη ὁ ἐχθρὸς τιμωρήσασθαί με, ἀλλὰ καὶ οὕτω περιῳκο‐ δόμησε κατ’ ἐμοῦ, ὡς μὴ δύνασθαί με διαφεύ‐ γειν. «Ἐν σκοτεινοῖς.» Τοῦτο πρότερος ὁ Δαβὶδ περὶ
30τοῦ Κυρίου προκατήγγειλεν διὰ τὸν τάφον. Εἰ δὲ ἀπὸ κοινοῦ τῆς ψυχῆς, λέγεται, ὅτι σκότους αὐτὴν ἐπλήρωσεν, ἀποστερήσας τοῦ νοητοῦ φωτός.
34«Ἀνῳκοδόμησε.» Ἐπὶ μὲν τοῦ Κυρίου, ὅτι ᾤοντο
35μηκέτι αὐτὸν ἀναστήσεσθαι οἱ ἐμβάλλοντες αὐτὸν τῷ τάφῳ. Ἐπὶ δὲ τῆς ψυχῆς. διὰ τὴν κατ’ αὐτῆς γενο‐ μένην φρουράν. «Ἐβάρυνε χαλκόν μου.» Ἐπὶ μὲν τοῦ Κυρίου, διὰ τὰς σφραγῖδας τὰς βληθείσας ἐν τῷ αὐτοῦ μνή‐
40ματι· ἐπὶ δὲ τῆς ψυχῆς, διὰ τοὺς κλοιοὺς τῆς ἁμαρ‐ τίας, οὓς περιέθηκεν αὐτῇ ὁ ἐχθρός. «Καί γε ὅτι κεκράξομαι.» Πληθύνας, φησὶ, τὰ ἐπι‐ τηδεύματα τῶν ἁμαρτιῶν, τὴν πρὸς τὸν Θεὸν δέησιν ἀπέφραξεν. Λέγει δὲ ταῦτα ἡ ψυχὴ, διὰ τὸ καὶ εἰδώ‐
45λοις προσκυνῆσαι. «Ἀνῳκοδόμησεν.» Ἐκ μὲν τῆς Ἐκκλησίας, Ἰουδαίων, φησὶν, λαὸς παντοῖος γέγονεν ἐμποδίσαι τῇ διδασκαλίᾳ τοῦ κηρύγματος· τοῦτον δὲ καὶ λέοντι καὶ ἄρκτῳ εἰκάζει διὰ τὸ θυμιτικόν· καὶ τόγε,

93

.

744

(50)

φησὶν, ἐφ’ ἑαυτῷ, ἔθετό με ἠφανισμένην. Ἐκ δὲ προσώπου τῆς ψυχῆς, Συνέκλεισε, φησὶ, τὰς πορείας μου ὁ ἐχθρός. «Ἐτάραξεν ἄρκτος.» Ἄρκτος ἡ ἁμαρτία. Ἐνεδρεύ‐ ουσα δὲ, ποικίλως ἐπιτιθεμένη καὶ θηριωδῶς.
56«Αὐτός μοι ὡς λέων.» Ὁ ἄρκτος πρὸς φόβον ἧτ‐
τόν ἐστι τοῦ λέοντος. Προταράττων οὖν τὴν ψυχὴν743

93

.

745

διὰ τῆς ἁμαρτίας ὁ διάβολος, αὐτὸς λοιπὸν τῇ δεινό‐ τητι καταπιεῖν ταύτην ἐπιχειρεῖ. Ἐν κρυφίοις δὲ, ἀντὶ τοῦ πανούργοις, πρότερον διὰ τῆς ἁμαρτίας τα‐ ράττων.
5 «Κατεδίωξεν.» Ἀντὶ τοῦ, κατέστρωσεν. «Ἐνέτεινε τόξον.» Ὁ Ἰουδαίων λαὸς, παντοίαις χρώμενος κατὰ τοῦ Κυρίου λοιδορίαις καὶ συκο‐ φαντίαις· καὶ ὁ διάβολος δὲ ὑποχείριον λαβὼν τὴν ψυχήν.
10 «Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου.» Κατὰ μὲν τοῦ Κυρίου, τὰς εἰς θάνατον ἐξαιτηθεὶς [ἐξαιτήσεις], κατὰ δὲ τῆς ψυχῆς ὁ διάβολος, τὰς κατὰ τῆς ψυχῆς θανατηφόρους συμβουλάς. «Ἐγενήθη γέλως.» Ὁ μὲν Κύριος, τῷ τῶν ἀπί‐
15στων· ἡ δὲ ψυχὴ τοῖς τῶν δαιμόνων πλήθεσιν. «Ψαλμὸς αὐτῶν.» Ἀντὶ τοῦ, εὐφροσύνη, χαρά. «Ἐχόρτασέ με.» Καὶ γὰρ χολὴν αὐτὸν ἐν τῷ σταυρῷ ἐπότισαν· πικρία δὲ καὶ τῆς ψυχῆς ἡ ἁμαρ‐ τία.
20 «Καὶ ἐξέβαλε ψήφῳ.» Ὁ μὲν Κύριος, φησὶν, διὰ τὸ μηδὲν Πιλάτῳ ἀποκρίνασθαι. Ἡ δὲ ψυχὴ λέγει, ὅτι Ὁ διάβολος τῇ πανουργίᾳ τῇ τῆς ἁμαρτίας τὰ αἰσθη‐ τήριά μου ἐξημαύρωσεν. «Καὶ ἀπώσατο.» Ὁ μὲν Ἰουδαίων λαὸς, μὴ θελή‐
25σας εἰρηνεῦσαι πρὸς τὸν ἑαυτοῦ Σωτῆρα· ὁ δὲ διάβολος, ἐκ τῆς εἰρήνης τοῦ Θεοῦ τὴν ψυχὴν ἀπο‐ στήσας. «Καὶ εἶπα, Ἀπώλετο.» Ταῦτα ὁ Σωτὴρ περὶ τοῦ Ἰουδαίων λαοῦ φησὶν, ὃς πρότερον κληρονομία αὐτοῦ
30ἦν, καὶ ἐλπὶς καυχήματος. Φησὶν δὲ καὶ ἡ ψυχὴ, ὅτι Πληθυνθεισῶν μου τῶν ἁμαρτιῶν ὑπενόησα τὴν ἀνά‐ κλησίν μου μὴ εἶναι. «Ἐμνήσθην.» Ὁ Σωτήρ φησιν, ὅτι Μνησθεὶς τῆς ἑκουσίου κενώσεώς μου, καὶ τῶν παθῶν, ὧν ὑπ‐
35έμεινα, καὶ ταῦτα ἔχων, καὶ φυλάττων ἐν ἐμαυτῷ, ὑπομένω, ἵνα τῇ μακροθυμίᾳ καὶ τοὺς Ἰουδαίους κερδήσω. Ἐκ δὲ τοῦ προσώπου τοῦ ἁμαρτήσαντος οὕτω νοήσεις· Πτωχείας, τῆς τροπῆς· μετὰ γὰρ τὴν τροπὴν διωγμοῖς ἁμαρτίας παραδίδοται ἡ ψυχή.
41 «Πικρίας μου.» Τῶν συμβάντων μοι ἐν τῇ χώρᾳ τῆς ἁμαρτίας. «Καὶ καταδολεσχήσει ἐπ’ ἐμὲ ἡ ψυχή μου.» Ταῦτα ἐν ἑαυτῇ μελετῶσα καταγνώσεται ἑαυτῆς.
45 «Ταύτην τάξω.» Τὴν μνήμην, φησὶ, τῆς κατα‐ γνώσεως ἐναποθήσομαι τῇ ἐμαυτοῦ καρδίᾳ. «Διὰ τοῦτο ὑπομενῶ.» Ὁ γὰρ εἰδὼς, ὅτι ἐκ προ‐ αιρέσεως ἥμαρτεν, ὑπομένει τοῦ Θεοῦ τὴν παιδείαν, καὶ τὸν ἐξ αὐτοῦ ἔλεον.

93

.

745

(50)

«Καὶ ὑπομενεῖ.» Βεβαίως, φησὶν, ἐλπίσει εἰς τὴν τοῦ Χριστοῦ καὶ Σωτῆρος βοήθειαν. Καὶ αὐτὸς γάρ ἐστι τὸ σωτήριον τοῦ Κυρίου κατὰ τὸν Συμεὼν λέ‐ γοντα· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου.
55 «Καθήσεται κατὰ μόνας.» Τὸ τῶν νεωτερικῶν πράξεων παιδευτήριον.
«Καθήσεται.» Ἐμμένει τῇ ἀληθείᾳ· αὕτη γὰρ745

93

.

748

μόνη ἐστὶν, ἡ δὲ ἁμαρτία πολλὴ, καὶ πολυμερής.
3 «Καὶ σιωπήσεται.» Ἀντὶ τοῦ, καταπαύσει τὸν τοιοῦτον τρόπον.
5 «Ὅτι ἦρεν.» Τὸν ζυγὸν δηλονότι. «Δώσει τῷ παίοντι.» Κατὰ τὸν εἰρηκότα· Ἐάν τις ῥαπίσῃ εἰς τὴν δεξιὰν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Πρὸς δὲ διάνοιαν, τῷ κατὰ Θεοῦ ἐλε‐ γμῷ.
10 «Χορτασθήσεται.» Ἐν τῷ αἰῶνι τούτῳ, ἵνα μὴ ἐν τῷ μέλλοντι. «Καὶ οὐκ ἀπεκρίθη.» Οὐκ αὐτὸς, φησὶν, ἁμαρ‐ τῆσαι παρεσκεύασεν τὸν Ἀδὰμ, καὶ τοὺς ἐξ αὐτοῦ· οὐ γὰρ ἁμαρτίαν ὁ Θεὸς ἐνομοθέτησεν, ἀλλὰ προαι‐
15ρετικῶς τὴν τροπὴν ὑπεμείναμεν. «Τοῦ ταπεινῶσαι.» Ὁ λόγος τοῦ ἄνω ἔχεται· ὅτι ὁ Θεὸς ἀπεφήνατο [ἴς. οὐκ ἀπεφ.] ταπεινωθῆναι ὑπὸ τοὺς πόδας τὸν ἐναντίον [ἴς. τοῦ ἐναντίου]. Τοὺς δὲ δεσμίους τῆς γῆς, τουτέστιν τοὺς ταῖς σειραῖς τῶν
20ἑαυτῶν ἁμαρτιῶν δεδεμένους. «Τοῦ ἐκκλῖναι κρίσιν.» Τοῦ τρέψαι τὸ κριτικὸν εἰς τὸ ἐναντιοῦσθαι τῷ Ὑψίστῳ. «Καταδικάσαι.» Ὁ Θεὸς, φησὶν, οὐ προσέταξεν, ὥστε κατακρίνεσθαι ἐκ τοῦ ἐναντίου ἐν τῷ δικάζε‐
25σθαι πρὸς αὐτόν. «Τίς οὕτως εἶπε;» Ὁ τῆς παρακοῆς τρόπος, καὶ ὁ τῆς ἀπάτης σπορεύς. «Ἐκ στόματος.» Ἀλλὰ μόνον τὸ ἀγαθόν. «Εἰ γογγύσει ἄνθρωπος.» Μηδεὶς, φησὶ, μεμφέ‐
30σθω ὡς αἴτιον ἁμαρτίας τὸν Θεὸν, διότι προαιρετι‐ κῶς ὁ ἄνθρωπος ἁμαρτὼν, δύναται καὶ μετανοῆσαι· καὶ μάταιαι αἱ προφάσεις. «Ἐξηρευνήθη.» Ἀλάθητος γὰρ ὁ Κριτής.
35 «Ἐπὶ χειρῶν ἡμῶν.» Τουτέστιν, ἐκ τῶν γηΐνων τὰς ψυχὰς ἀνακουφίσαντες, προσενέγκωμεν Θεῷ· ὥσπερ τινὰ προσφορὰν διὰ τῶν πράξεων τὰς ἑαυ‐ τῶν ψυχὰς προσενεγκόντες. «Ἡμαρτήσαμεν.» Ἐπειδὴ παρεπικράναμεν, οὐχ
40ἱλάσθης, ἀντὶ τοῦ, Δίκαια πεπόνθαμεν.
42 «Ἐπεσκέπασας.» Κατεκάλυψας, φησὶν, ὥσπερ τὰ νέφη, τοῦ μὴ διελθεῖν πρὸς σὲ τὴν προσευχήν. «Καμμύσαι με.» Ἡ ἀποστροφὴ, φησὶ, τοῦ προσ‐
45ώπου σου ἀπουσίαν φωτός μοι εἰργάσατο, καὶ ὥσπερ τοῖς καμμύουσιν σκότος μοι ἐπεγένετο.
48 «Ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.» Αἰσθητῶν, ἢ νοητῶν, διὰ τὴν ἐξ ἁμαρτιῶν προδοσίαν.
51 «Διήνοιξαν ἐφ’ ἡμᾶς.» Λοιδοροῦντες, ἢ καταπιεῖν ζητοῦντες. «Φόβος καὶ θάμβος.» Ἐκ τῶν ποικίλων ἐπαγω‐ γῶν.
55 «Ἔπαρσις καὶ συντριβή.» Ἢ δι’ ἔπαρσιν, φησὶν, καὶ ἀλαζωνείαν συνετρίβημεν, ἢ ὅτι ἐπαιρόμενοι
καθ’ ἡμῶν οἱ ἐχθροὶ συνέτριψαν ἡμᾶς.747

93

.

749

«Ὁ ὀφθαλμός μου κατεπόθη.» Περιέλαβεν [Vide‐ tur deesse vox, σκότος], φησὶν, τὸ ὁρατικόν μου. Καὶ ὀδύρομαι ζητῶν ἔκνηψιν. «Ὁ ὀφθαλμός μου.» Λεπτομερῶς, φησὶν, ἕξει, καὶ
5διερευνᾶται [ἴς. βλέψει καὶ διερευνήσεται] τὸ ὁρατι‐ κὸν τῆς ψυχῆς τὰ παραπτώματα ὑπὲρ τὰς διὰ τῶν πράξεων θεραπείας· θυγατέρας γὰρ πόλεως, τὰς πρά‐ ξεις τῆς πολιτείας φησί. «Θηρεύοντες.» Κατὰ τυραννίδα, οὐδὲν προαδικη‐
10θέντες. «Ἐθανάτωσαν.» Οἱ μὲν οὖν Ἰουδαῖοι τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποτείναντες, οἱ δὲ δαίμονες τὴν ψυχὴν ἐν τῇ καταχθονίῳ αὐτῶν βουλῇ. «Καὶ ἐπέθηκαν.» Ἰουδαῖοι μὲν, ἵνα τὸ μνημεῖον
15σκεπάσωσιν, οἱ δὲ δαίμονες κατὰ τῆς ψυχῆς τὸ τῶν ἁμαρτιῶν βάρος, καταφρονεῖν ἀναπείθοντες τῶν κρειτ‐ τόνων. «Ὑπερεχύθη ὕδωρ.» Κατὰ μὲν τοῦ Κυρίου αἱ διά‐ φοροι θλίψεις, κατὰ δὲ τῆς ψυχῆς, οἱ κλύδωνες τῆς
20ἁμαρτίας. «Εἶπα· Ἀπῶσμαι.» Ὁ μὲν Κύριος διὰ τὸ πάθος ἅνθρωπος γεγονὼς ἀνθρωπίνως φθέγγεται κατὰ τὸ ἐν ψαλμοῖς· Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος. Ἡ δὲ τοῦ ἁμαρτωλοῦ ψυχὴ, διὰ τὴν ἁμαρτίαν τοῦτι λέ‐
25γει. «Ἐπεκαλεσάμην.» Ὅθεν με ἔκβαλον. «Μὴ κρύψῃς τὰ ὦτα.» Ὅμοιον τό· Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
30 «Εἰς τὴν βοήθειάν μου.» Ὁ μὲν Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀνάστασιν αὐτοῦ προλέγει· ὁ δὲ μετανοῶν ταῦτά φησιν διὰ τὸ κατὰ φύσιν παν‐ ταχοῦ παρεῖναι τὸν Θεόν. «Ἐδίκασας, Κύριε.» Ἐκ μὲν προσώπου Χριστοῦ,
35ὅτι ἀξίας τῶν εἰς αὐτὸν πλημμεληθέντων οἱ Ἰου‐ δαῖοι τὰς δίκας ἔτισαν, παραδοθέντες Ῥωμαίοις. Ἐκ δὲ προσώπου τῶν σωθέντων διὰ Χριστοῦ, διὰ τὴν ἀνάστασιν, ὅτι τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου κατ‐ έκρινεν.
40 «Ἐλυτρώσω.» Ἐκ μὲν προσώπου Χριστοῦ διὰ τὴν ἀνάστασιν. Ὁ δὲ σωζόμενος, φησὶν, πρὸς αὐτὸν, ὅτι Ἐλυτρώσω με, καταξιώσας τὰ ὀφειλήματά μου διὰ σαυτοῦ ἀποτίσαι. «Ἴδες, Κύριε, τὰς ταραχάς μου.» Ἃς ὁ Κύριος
45ὑπέμεινεν ἐκ τῶν Ἰουδαίων, ἢ καὶ ἃς ἡ ψυχὴ ἐκ τῶν ἀοράτων ἐχθρῶν. «Ἤκουσα.» Προφητικῶς ἀναφέρεται τὰ προκεί‐ μενα εἰς πρόσωπον Κυρίου περὶ ὧν πέπονθεν ὑπὸ Ἰουδαίων· λέγονται δὲ καὶ ἐκ προσώπου τῆς ψυχῆς

93

.

749

(50)

ἐντυγχανούσης αὐτῷ τῷ Πατρὶ κατὰ τῶν ἀοράτων ἐχθρῶν. «Καθέδραν αὐτῶν.» Ὅτι μέν ποτε ὑποκρίνονται εἰρηνεύειν φυσίωσιν, ἢ καὶ ἀμέλειαν τῇ ψυχῇ ὑπο‐ βάλλοντες, ὡς εἰς ἀπάθειαν ἐλθούσῃ, αἰφνίδιον δὲ
55αὐτῇ ἐπανίστανται. «Ἐπίβλεψον.» Ἀντὶ τοῦ, ἐπὶ τὸν σκοπὸν αὐτῶν·
ὃ γὰρ ἐὰν ποιήσωσιν, εἰς ἀπώλειαν ψυχῆς ποιοῦσιν.749

93

.

752

«Ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας μου μόχθον.» Ἐμοῦ, φησὶν, τῆς καρδίας ὑπερασπίζων, τοῖς ἐχθροῖς ἀποδώσεις μόχθον. Σὺ αὐτὸς καταδιώ‐ ξεις ἐν ὀργῇ· οὐδενὸς γὰρ ἅλλου τοὺς ἀλιτηρίους δαί‐
5μονας καταδιῶξαι καὶ τροπώσασθαι, ἢ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
7tΚΕΦΑΛ. Δʹ.
8«Χρυσίον.» Ἡ εὐαγγελικὴ διδασκαλία. «Ἀλλοιωθήσεται.» Ὁ νόμος ὁ Μωσαϊκὸς, ἀγαθὸς
10δὲ, ὅτι θεόπνευστος μόνος αὐτοῖς, καίτοι πολλῶν ὄν‐ των παρ’ ἀνθρώποις νόμων. «Ἐξεχύθησαν λίθοι.» Χυδαῖοι ἐγένοντο ἕκαστος ἐπὶ τῇ προθέσει τῆς πολιτείας τῇ προκειμένῃ. Κα‐ ταβοὴν δὲ ἔχει ὁ λόγος, καὶ κατὰ τῶν ταῦτα ἐνερ‐
15γούντων δαιμόνων. «Οἱ ἐπηρμένοι ἐν χρυσίῳ.» Ἐξ εἰκόνος τῶν στα‐ θμιζομένων ἐν ζυγῷ τὸν λόγον εἴληφεν. Οἱ ἀντιστα‐ θμιζόμενοι, φησίν. Τοῦτο γὰρ δηλοῖ τὸ, ἐπηρμένοι τῷ χρυσῷ, τουτέστι παντὶ τιμίῳ· πῶς ἐγένοντο
20σκεύη εὔθρυπτα, ὑπὸ τῆς προσβολῆς τῆς ἁμαρτίας συντριβόμενα; ἢ ἀπὸ τοῦ μὴ ἐμμένειν, τοῖς κρείτ‐ τοσι δηλονότι. «Μαστούς.» Τὰ ἰοβόλα δόγματα, ἢ παρεξηγή‐ ματα.
25 «Σκύμνοι αὐτῶν.» Τοὺς αὐτοῖς πειθομένους. «Θυγατέρας λαοῦ μου.» Αἱ τὰ φθοροποιὰ αὐτῶν μαθήματα παραδεξάμεναι ψυχαί. Ὑπὸ ἀβοηθησίας ἀγρευθεῖσαι.
30 «Οἱ ἐσθίοντες τὰς τρυφάς.» Τὰς ἐκ τοῦ λόγου καὶ τῆς διδασκαλίας τῆς πνευματικῆς. «Ἠφανίσθησαν.» Ἠλλοιώθησαν ἐν ταῖς προθέσε‐ σιν. Ἢ καὶ οὕτως· Ἐναρξάμενοι πνευματικῶς, σαρκὶ ἐπιτελοῦνται. Τὸ μὲν γὰρ ἀρετῆς ἄρξασθαι,
35πολλῶν· τὸ δὲ ἐπιτελέσαι, ὀλίγων. «Οἳ τιθηνούμενοι ἐπὶ κόκκων.» Ἢ ἐπὶ τῶν ἀνθη‐ ρῶν ἀρετῶν, ἢ ἐπὶ κοκκίνων, τουτέστιν ἐπὶ τῶν τῆς ἀπολυτρώσεως τοῦ αἵματος τοῦ Χριστοῦ τρόπων. «Περιεβάλλοντο.» Ἀπωσάμενοι τὸ βασιλικὸν ἔν‐
40δυμα, ὃ σημαίνεται διὰ τοῦ κόκκου, ταῖς ἑαυτῶν ἁμαρτίαις συνεφρύγησαν, τὸν ἐσπιλωμένον τῆς σαρ‐ κὸς χιτῶνα ἐνδυσάμενοι. «Καὶ ἐμεγαλύνθη.» Συγκρίνει τὴν Ἰερουσαλὴμ τοῖς Σοδόμοις, καὶ δείκνυσιν αὐτὴν μείζονα ἡμαρτη‐
45κυῖαν διὰ τὴν τοῦ Κυρίου σφαγήν. Καὶ προλέγει τὴν αὐτῆς κατάπτωσιν [ἴς. καταστροφήν]. «Ὥσπερ σπουδῇ.» Καὶ γὰρ ἡ Σοδόμων γῆ ἀπότο‐ μον καὶ ὀξεῖαν ἔσχε τὴν καταστροφήν. «Καὶ οὐκ ἐπόνεσαν.» Ἀντὶ τοῦ, οὐκ ἀπέκαμον

93

.

752

(50)

κακοποιοῦντες· καὶ ταῦτα τοῦ Θεοῦ ἀνεξικακοῦντος, [ὃς τὸν ὁμ.] τὸν ὁμοίως ἐκείνοις ἁμαρτάνοντα ὁμοίως [videtur legend., οὐχ ὁμοίως] τιμωρεῖται. «Ἐκαθαριώθησαν Ναζηραῖοι.» Ναζηραῖοι παρὰ τῷ νόμῳ οἱ ἐκ μήτρας ἀφορισθέντες Θεῷ· φησὶν οὖν
55τοὺς ἀμετόχους κακίας. «Ὑπὲρ γάλα.» Ἀντὶ τοῦ, οὐ διεχύθησαν, ἀλλ’ ἐπά‐
γησαν ἐν τῇ ἀρετῇ.751

93

.

753

«Ὑπὲρ λίθου.» Τίμιος, φησὶν, καὶ ἄφθαρτος ἡ ἐκλογὴ αὐτῶν. «Ἐσκότασεν.» Τῶν ἐν ὑποκρίσει τὴν ἀρετὴν ἐχόντων.
5 «Οὐκ ἐπεγνώσθησαν.» Ἐβδελύχθησαν ἐν ταῖς πορείαις αὐτῶν. «Ἐπάγη δέρμα.» Διὰ τὸ μὴ ἔχειν τὴν ἰκμάδα τοῦ πνεύματος· ταῦτα δὲ συνέβη καὶ τοῖς αἰχμαλώτοις ἐκ τῆς κακοπαθείας.
10 «Ἐξηράνθησαν.» Ἐκκοπέντες ἐκ τῆς ζωῆς τοῦ Θεοῦ, καὶ μαρανθέντες. «Καλοὶ ἦσαν.» Καλλίονες, φησὶν, ἦσαν οἱ μηδ’ ὅλως ἐπεγνωκότες τὴν ὁδὸν τῆς ἀληθείας, ἀλλ’ ὑπὸ θάνατον ὄντες, ἢ οἱ ἐπεγνωκότες μὲν, στερηθέντες
15δὲ τῆς ἀληθοῦς τροφῆς. ἥ ἐστιν ὁ λόγος τῆς ὀρθο‐ δοξίας. «Ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γεννημάτων ἀγρῶν.» Ἀπὸ πράξεων κοσμικῶν. Ἀγρὸς γὰρ πολ‐ λαχοῦ ὁ κόσμος θεωρεῖται.
20 «Χεῖρες γυναικῶν.» Πρὸς μὲν ἱστορίαν, μία τού‐ των ἦν Μαρία τις, ἥτις ὑπὸ τῆς βίας τῶν στασιαστῶν πιεζομένη, ἀεὶ τὸ ποριζόμενον ἁρπαζόντων, καὶ τοῦ λιμοῦ τοῦ ἰδίου τέκνου τὰς σάρκας ἔφαγεν. Πρὸς δὲ θεωρίαν, αἱ τῶν Ἐκκλησιῶν δοκοῦσαι εἶναι χεῖ‐
25ρες, οἱ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι, οὓς τῇ πίστει ἐγέννησαν, συνέσχον ἐν πειρασμοῖς, καὶ ἴσως ἀργυρίου χάριν, ἤ τινος ἑτέρου τὰς ψυχὰς αὐτῶν ἐθανάτωσαν. «Ἐγενήθησαν.» Οἱ θεοκάπηλοι δι’ οἰκεῖον κέρ‐
30δος κατεσθίειν λέγονται τὰς ψυχὰς τῶν ἀνθρώπων κατὰ τὸ ἐν Ψαλμοῖς· Οἱ κατεσθίοντες, τὸν λαόν μου ἐν βρώσει ἀρτοῦ. «Ἐν τῷ συντρίμματι.» Διὰ τὰς πολλὰς ἀμαρ‐ τίας ὑπὸ τοιούτοις ἡγουμένοις συγχωρουμένου γενέ‐
35σθαι τοῦ λαοῦ. «Καὶ κατέφαγε τὰ θεμέλια αὐτῆς.» Τὸ ἑδραῖον, τὴν στάσιν τῆς ψυχῆς· ταῦτα δὲ καθ’ ἱστορίας συν‐ έβη. «Οὐκ ἐπίστευσαν.» Οἱ κατ’ ἐξοχὴν ἐν ἀρετῇ, τὸ
40βασίλειον ἱεράτευμα. «Πάντες οἱ κατοικοῦντες.» Ἡ ὑπὸ τοῦ Θεοῦ διὰ παντὸς σκεπομένη πληθύς· ἡ γὰρ ἑτέρα ἔρη‐ μος. «Ὅτι εἰσελεύσεται.» Διὰ τὸ τὸν Κύριον εἰπεῖν·
45Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, ὥσπερ οὖν οὐδὲ κατίσχυσαν, εἰ καὶ πρὸς καιρὸν ταράξαι συν‐ εχωρήθησαν. «Ἐξ ἁμαρτιῶν.» Τουτέστιν, οὐκ ἐξ ἀσθενείας τοῦ μυστηρίου, ἀλλ’ ἐξ ἁμαρτιῶν τῶν αὐτὸ ἐγκε‐

93

.

753

(50)

χειρισμένων οἰκονομεῖν. «Τῶν ἐκχεόντων αἷμα.» Τῇ μὲν Ἱερουσαλὴμ ταῦτα συνέβη ὑπὸ Ῥωμαίων διὰ τὸ αἷμα τοῦ Χρι‐ στοῦ. Καθόλου δέ φησι περὶ τῶν ἀνασταυρούντων τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματιζόντων διὰ
55τοῦ τὴν ἅπαξ γενομένην λύτρωσιν ἀνατρέπειν διὰ κενοφωνῶν.
«Ἐσαλεύθησαν.» Ἐπὶ μὲν Χριστοῦ διὰ τὸν φόβον753

93

.

756

τῶν Ἰουδαίων καὶ οἱ ἐν αὐτοῖς εὐσεβεῖς παρεκινή‐ θησαν. Ἐπὶ δὲ τοῦ καθόλου, τοῦ στηριγμοῦ, φησὶ, παρεκινήθησαν οἱ ἰσάγγελοι αὐτῆς ἐν ταῖς πορείαις αὐτῶν.
5 «Ἐμιάνθησαν.» Ὁ γὰρ μὴ δυνάμενος τῇ ἁμαρτίᾳ ἀντιστῆναι, μολύνεται ἀπ’ αὐτῆς. «Ἥψαντο ἐνδυμάτων.» Ὅσοι, φησὶν, εἰς Χρι‐ στὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· φη‐ σὶν οὖν, ὅτι καὶ περὶ αὐτὴν τὴν πίστιν ἐκινδύ‐
10νευσαν. «Ἀπόστητε.» Παραινέσατε ἀλλήλοις ἀποστῆναι ἀπὸ τῶν ἀκαθάρτων. Τὸ γὰρ, Καλέσατε αὐτοὺς, ἀντὶ τοῦ, ἕκαστος τὸν πλησίον νουθετήσατε. «Ὅτι ἀνήφθησαν.» Ὅτι ὑποχείριοι τῇ ὀργῇ γε‐
15γόνασιν. «Εἴπατε ἐν τοῖς ἔθνεσιν.» Εἴπατε, φησὶν, αὐ‐ τοῖς· Μὴ προστεθῆτε τοῦ παροικεῖν ἐν τοῖς ἔθνε‐ σιν, ἀντὶ τοῦ, Μὴ συναναμίγνυσθε τοῖς ἀλλο‐ τρίοις.
20 «Πρόσωπον Κυρίου.» Αὕτη ἡ μερὶς, καὶ ὁ κλῆ‐ ρος τῶν ἀξίων τοῦ Θεοῦ, τὸ παρίστασθαι διηνε‐ κῶς ἐνώπιον αὐτοῦ. Οὐκ ἐπιβλέπει οὖν τοῖς μὴ ἄξια τῆς θεωρίας αὐτοῦ φρονοῦσιν, ἢ καὶ διαπρατ‐ τομένοις.
25 «Πρόσωπον ἱερέων.» Ἀντὶ τοῦ, οὐκ ᾐδέσθη‐ σαν. «Πρεσβύτας οὐκ ἠλέησαν.» Τοὺς πεπαλαιωμέ‐ νους ἐν ἀρετῇ οὐκ ἠλέησαν, ἀλλὰ καὶ αὐτοὺς παρ‐ έτρεψαν οἱ αἱρεσιάρχαι, καὶ τῶν Ἰουδαίων καθ‐
30ηγηταί. «Ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν.» Πρὸς μὲν ῥητὸν οἱ ἐν τῇ πολιορκίᾳ φασὶν, ὅτι Ζώντων ἡμῶν ὑπὸ τοῦ λιμοῦ οἱ ὀφθαλμοὶ ἡμῶν ἐδαπανήθησαν. Πρὸς δὲ διάνοιαν· Καίτοιγε, φησὶν, ζωῆς πειραθέντες, ὑπὸ
35σκότους συνεχύθημεν. Φασὶ δὲ ταῦτα οἱ μετὰ τὴν γνῶσιν ὑπὸ τὴν ἁμαρτίαν γεγονότες. «Εἰς τὴν βοήθειαν.» Οἱ μὲν ἐν τῇ πολιορκίᾳ, ὅτι ματαίως ἤλπισαν ἀντισχεῖν πρὸς Ῥωμαίους· οἱ δὲ τῇ ἁμαρτίᾳ, ὅτι καταλιπόντες, φησὶν, τὴν πεποίθησιν
40τοῦ Θεοῦ, εἰς τὴν ἑαυτῶν βοήθειαν ματαίως ἐσκό‐ πησαν. «Ἀπεσκοπεύσαμεν.» Εἰς τὴν ἀνθρωπίνην βοή‐ θειαν ἀποβλέψαντες ἐφρυαξάμεθα. «Ἐθηρεύσαμεν.» Πρὸς μὲν ἱστορίαν, ὅτι ἐν τῇ
45πολιορκίᾳ οὐ συνεχώρουν τὰ βρέφη ἐξιέναι εἰς τὰς ἀγοράς· πρὸς δὲ διάνοιαν, Λεπτὰ, φησὶ, τῶν λογισμῶν ἡμῶν ἐστερήσαμεν τοῦ μὴ ὁρμαῖς τῶν ἡδονῶν ταῖς πλατείαις ἄγεσθαι· δῆλον οὖν, ὅτι κἂν παντοίως ἑαυ‐ τοὺς τηρήσωμεν, καὶ μὴ εἰς Θεὸν ἐλπίσωμεν, αἰχμ‐

93

.

756

(50)

άλωτοι ἀγόμεθα. «Ἤγγικεν ὁ καιρός.» Ἐκ τῶν ἁγίων ὁ λό‐ γος, οἰκειουμένων τὰ τῶν δι’ ἁμαρτίας πασχόν‐ των. «Οἱ διώκοντες ἡμᾶς.» Πρὸς μὲν ἱστορίαν, Βα‐
55βυλώνιοι καὶ Ῥωμαῖοι· πρὸς δὲ διάνοιαν, δαί‐ μονες· Οὐ γὰρ ἐστὶν ἡμῖν ἡ πάλη πρὸς αἶμα καὶ
σάρκα.755

93

.

757

«Ἐπὶ τῶν ὀρέων.» Πρὸς μὲν ῥητὸν, ὅτι καὶ τοὺς ἐν τοῖς ὄρεσι φεύγοντας καταλαμβάνοντες οἱ πο‐ λέμιοι ἔφθειρον· πρὸς δὲ διάνοιαν, Ἐπὶ τῶν ὑπερ‐ όγκων, φησὶ, πράξεων ἐξεκαύθησαν.
5 «Ἐν ἐρήμῳ.» Ἐν ἀπανθρώποις τρόποις. «Πνεῦμα προσώπου.» Ἀντὶ τοῦ, Αὐτὸς ἡ ζωὴ ἡμῶν· αὐτὸς ἡ ψυχὴ ἡμῶν.» «Συνελήφθη.» Διὰ γὰρ τὰς ἁμαρτίας ἡμῶν παρ‐ εδόθη.
10 «Οὗ εἴπαμεν.» ᾯ ὡμολογήσαμεν, ὡς ὑπ’ αὐτοῦ σκεπόμενοι φυλαχθησόμεθα ἀπὸ τῶν ἐναντίων. «Χαῖρε καὶ εὐφραίνου.» Ἡ Ἰδουμαία ἀεὶ ἐπὶ τῇ παλαιότητι τῆς ἁμαρτίας λαμβάνεται. «Καίγε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου.»
15Σημαίνει τῇ παλαιότητι τῆς ἁμαρτίας ὁ προφήτης ποτήριον, τὴν διὰ τοῦ σταυροῦ ἀναίρεσιν. Ὥστε κατὰ τὴν μέθην, καὶ πτῶσιν, καὶ περισσῶς ἐκτείνεσθαι αὐτῆς εἰσάπαξ τὴν ἀπώλειαν. Τὸ γὰρ ἀποχεεῖς, τὸ εἰς αἰῶνα ἐκτείνεσθαι αὐτῆς τὴν ἀπώλειαν σημαίνει.
20Ὅτε καὶ ὁ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θά‐ νατος. «Ἐξέλιπεν ἡ ἀνομία σου.» Διὰ τοῦ κατὰ σάρκα θανάτου Κυρίου. «Οὐ προσθήσει.» Τοῦτο τῇ ἱστορίᾳ οὐχ ἁρμόζει·
25μετὰ γὰρ Βαβυλωνίους πάλιν ἀπῳκίσθησαν ὑπὸ Ῥω‐ μαίων, καὶ μέχρι νῦν ἐν ἀποικίᾳ εἰσί. Νοήσεις οὖν, ὅτι ὁ μὲν νόμος ἔσχε διαδοχὴν, ἡ δὲ χάρις ἀτελεύ‐ τητος. «Ἐπεσκέψατο ἀνομίας σου.» Ἡ ἐν τῇ παλαιότητι
30τῆς ἁμαρτίας πάλαι πεφυρμένη, καὶ τῷ ὀνόματι αὐ‐ τῆς κεκλημένη.
33tΚΕΦ. Εʹ.
34«Κληρονομία ἡμῶν.» Μετὰ τὴν ἱστορίαν οὕτω
35νόει· Ἡ κατὰ φύσιν ἐλευθερία ὑποχείριος γέγονε τῇ ἁμαρτίᾳ διὰ τὴν παρακοὴν τὴν ἐκ προαιρέσεως «Οἱ οἴκοι ἡμῶν.» Ἡ τῶν δικαιωμάτων δια‐ νομή. Συλᾶται γὰρ ὑπὸ τοῦ ἐχθροῦ ὁ ὑπήκοος αὐτῷ.
40 «Ὀρφανοὶ ἐγενήθημεν.» Ὁ λόγος τῆς διδα‐ σκαλίας. «Μητέρες ἡμῶν.» Αἱ ἐκκλησίαι οὐ χῆραι, ἀλλ’ ὡς χῆραι διὰ τὴν πρόσκαιρον θλίψιν. «Ὕδωρ ἡμῶν.» Τὴν γὰρ δωρεὰν τὴν κεχαρισμέ‐
45νην παρὰ τοῦ Θεοῦ πράσει ὑπέβαλεν ἡ ἐφεύρεσις τῆς ἁμαρτίας. «Ξύλα ἡμῶν.» Ὅτε τὴν γῆν τῆς ἐπαγγελίας ἐκληρονόμησαν υἱοὶ Ἰσραὴλ, τοῖς βασιλεῦσι τῶν ἐθνῶν ξύλα ἐπιτιθέντες μεμηχανημένα ἐπὶ τὸν

93

.

757

(50)

τράχηλον, ἐπ’ αὐτῶν πατοῦντες ἀνῄρουν αὐτούς. Ἃ οὖν ἐποιήσαμεν τοῖς ἐχθροῖς ὑπὸ σοῦ βοηθού‐ μενοι, ταῦτα πεπόνθαμεν παροραθέντες. Πρὸς δὲ διάνοιαν οὕτω νοήσεις· Ὁ ἄπρατος, φησὶ, ζυγὸς τοῦ Υἱοῦ τοῦ Θεοῦ, μετὰ καταλλαγῆς χρημάτων ἀποδί‐
55δοται. «Ἐδιώχθημεν.» Ἐν γὰρ τῷ τὸν ζυγὸν ἀθέσμως καταφρονηθῆναι, καὶ ἡ ἀνάπαυσις ἄπεισιν, καὶ λοι‐
πὸν ἐφίσταται ὁ διωγμὸς τῆς ἁμαρτίας.757

93

.

760

«Αἴγυπτος ἔδωκε.» Ῥωμαίων πολιορκούντων τὴν Ἱερουσαλὴμ Ἀσσύριοι μὲν τροφὰς ἔπεμπον τῷ στρατοπέδῳ, Αἰγύπτιοι δὲ συμπολεμοῦντες ἀνηλεῶς ἀνῄρουν τοὺς Ἰουδαίους. Πρὸς δὲ διάνοιαν οὕτω νοή‐
5σεις· Αἴγυπτος εἰς ὑπόθεσιν παροικίας λαμβάνεται, Ἀσσύριοι δὲ, αἰχμαλωσίας. Δύναται οὖν ἡ μὲν παροικία ἐπὶ τῇ ματαιότητι τοῦ αἰῶνος τούτου ἐκλαμβάνεσθαι, ὁ δὲ Ἀσσοὺρ ἐπὶ τῇ ἐξεργασίᾳ τῶν χειρόνων.
10 «Οἱ πατέρες ἡμῶν.» Ὑμεῖς γὰρ, φησὶν ὁ Κύ‐ ριος, υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας, καὶ ὑμεῖς οὖν πληρώσατε τὸ μέρος τῶν πατέρων ὑμῶν. Κατὰ δὲ τὴν θεωρίαν, οἱ προλαβόντες τρόπον εἰσὶ γὰρ προλήψεις ἁμαρτημάτων, ὧν ἡ μνήμη με‐
15τὰ τὸ παρελθεῖν αὐτὰς παρεκτείνεται βασανίζουσα τὴν συνείδησιν. «Δοῦλοι ἐκυρίευσαν.» Οἱ τρόποι δοῦλοι ὅντες προκρίνοντες τὴν ἁμαρτίαν κυριεύουσι τῆς προαι‐ ρέσεως· κατὰ φύσιν γὰρ ἡ προαίρεσις καὶ κυρία
20πάσης βουλῆς. Ἐπὰν δὲ τραπῇ εἰς ἁμαρτίαν, καὶ προκρίνῃ τοῦ ἀγαθοῦ τὸ ἐναντίον, κυριεύει αὐτῆς ἡ προκριθεῖσα ἁμαρτία μετὰ τῶν διαβουλίων αὐ‐ τῆς. «Λυτρούμενος οὐκ ἔστιν.» Οὐδεὶς γὰρ λυτροῦ‐
25σθαι πέφυκεν, εἰ μὴ μόνος ὁ Θεός. «Ἐν ταῖς ψυχαῖς.» Πρὸς μὲν ἱστορίαν· παρακιν‐ δυνεύοντες οἱ πολιορκούμενοι, λάθρα τοῦ τείχους ἐξῄεσαν, εἴπως κἂν βοτανῶν εἰς τροφὴν εὐπο‐ ρήσωσιν. Πρὸς δὲ διάνοιαν, τὸν ἀγῶνα τὸν μέχρι
30θανάτου σημαίνει τὸ ἀντικαθίστασθαι τῇ ἁμαρ‐ τίᾳ. «Ἀπὸ προσώπου ῥομφαίας.» Κατὰ τὴν ἱστο‐ ρίαν, ἔρημόν φησι τὰ ἔθνη τὰ πολεμήσαντα τοὺς Ἰουδαίους, πάλαι ὄντα ἔρημον. Πρὸς δὲ
35διάνοιαν, ἀπὸ τῆς ἀνημέρου, καὶ ἀπανθρώπου ἁμαρ‐ τίας. «Τὸ δέρμα ἡμῶν.» Οἱ γὰρ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
40 «Συνεσπάσθησαν.» Ἀπὸ σφοδροτάτου, καὶ ἐπι‐ τεταμένου λιμοῦ, εἴτε τοῦ αἰσθητοῦ κατὰ τὴν ἱστο‐ ρίαν, εἴτε τοῦ νοητοῦ κατὰ τὴν θεωρίαν. «Γυναῖκες ἐν Σιών.» Πρὸς μὲν ἱστορίαν, ἀσχη‐ μόνως αὐταῖς κεχρημένοι· πρὸς δὲ διάνοιαν, τῆς Ἐκ‐
45κλησίας οἱ διῶκται. «Ἄρχοντες ἐν χερσίν.» Ἐν ταῖς χερσὶ τῶν κατὰ τῆς ἀληθείας συγγραφόντων. «Πρεσβύτεροι.» Τῆς γὰρ ἀληθείας παραγρα‐ φομένης, καὶ οἱ πρεσβύτεροι αὐτῇ συνατιμά‐

93

.

760

(50)

ζονται. «Ἐκλεκτοί.» Ἐπὶ τοῖς συμβεβηκόσιν ὀδυρό‐ μενοι. «Καὶ νεανίσκοι.» Οὕτως ἰσχυροὶ τὴν πίστιν, ὡς καὶ σταυρωθῆναι διὰ Χριστόν.
55 «Καὶ πρεσβύται.» Κατὰ μὲν τὴν ἱστορίαν, οἱ ἐν ταῖς πύλαις τῆς Ἱερουσαλὴμ καθεζόμενοι, καὶ παρα‐
πικραίνοντες τὸν λαὸν, ἐν αὐτοῖς, φησὶ, τοῖς τόποις759

93

.

761

ἀνῃρέθησαν. Εἰς δὲ τοὺς μάρτυρας ἀνάγων τὸν λό‐ γον νοήσεις, ὅτι ἀπὸ ἐξόδου τοῦ αἰῶνος τούτου κατ‐ έπαυσαν, τουτέστιν ἐτελειώθησαν. «Ἔπεσεν ὁ στέφανος.» Ἰουδαῖοι μὲν τοῦτό φασιν
5διὰ τὸν νόμον, οἱ δὲ τῆς Ἐκκλησίας διὰ τοὺς διασύ‐ ροντας τοῦ σταυροῦ τὸ μυστήριον. «Περὶ τούτου ἐσκότασαν.» Σκότος γὰρ ἡμῖν ἐξ ἀθυμίας ἡ τῆς χώρας ἐρημία παρείχετο, πλεονασάν‐ των ἐν αὐτῇ τῶν φιληδονούντων ἐρημίᾳ θηρίων·
10ἀλλ’ οὐ σοῦ γέγονεν ἔρημος, τοῦ πανταχοῦ παρόντος καὶ ἐποπτεύοντος. «Ἀλώπεκες.» Οἱ ἐν πανουργίᾳ πικρότατοι ἑτε‐ ρόδοξοι. «Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα.» Ἤγουν, ἀνάκτη‐
15σαι ἡμᾶς ποτε ὡς ἀΐδιος. «Ἵνα τί εἰς νῖκος;» Ἵνα τί σιωπᾷς εἰς τὸ νι‐ κηθῆναι ἡμᾶς; «Καταλείψει ἡμᾶς.» Παρεκτείνων τὴν ἐγκατά‐ λειψιν.
20 «Ἐπίστρεψον ἡμᾶς.» Ἐπειδὴ διὰ πλῆθος ἁμαρ‐ τιῶν ἀποῤῥιπτόμεθα, ἱλασμὸν αἰτεῖ ὁ προφήτης, δι’ οὗ ἡ ἐπιστροφὴ προθύμως πρὸς Κύριον γίνεται.
24«Καὶ ἀνακαίνισον ἡμᾶς.» Καθὸ καὶ κατὰ πρό‐
25γνωσιν προώρισας τὴν σωτηρίαν τοῦ ἀνθρώπου.761