TLG 2865 003 :: OLYMPIODORUS Diaconus :: Commentarii in Jeremiam (in catenis) OLYMPIODORUS Diaconus Scr. Eccl., Diaconus Commentarii in Jeremiam (in catenis) Citation: Volume — page — (line) | ||
45t | ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. | |
---|---|---|
46 | «Ὃς κατῴκει ἐν Ἀναθώθ.» Ἀπὸ πέντε μυρίων | |
Ἱερουσαλὴμ Ἀναθώθ. | ||
93.629 | «Ἐπίσταμαί σε.» Κατὰ τοὺς τῆς προγνώσεως λόγους. «Ἐκριζοῦν.» Ἐκριζοῦν τὴν κακίαν. «Τί σὺ ὁρᾷς; Καὶ εἶπα· Βακτηρίαν καρυΐνην.» | |
5 | Ταῦτα ἐκ διαλείμματος, ὅταν εἴπῃ· Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· οὐ γὰρ ἐφεξῆς, ἀλλ’ ἐδίδου συνιδεῖν τὰ λεγόμενα. | |
9 | Τὸ γὰρ ξύλον τοῦτο στεῤῥὸν, καὶ βαρὺ, καὶ πλη‐ | |
10 | κτικόν. Τίνος ἕνεκεν ταῦτα ἔβλεπον; Ὅτι τὰ πράγ‐ ματα καὶ αἱ ὄψεις ἐναργέστεραι ἦσαν, καὶ μᾶλλον ἔπληττον τὸν ἀκροατήν. Ἡ γὰρ ῥάβδος πληγῆς ἐστι σύμβολον. Λόγος, τὸ κάρυον ἀγρυπνίας εἶναι ποιητικόν· εἶναι | |
15 | δὲ καὶ εὔθραστον τὸ ξύλον, καὶ σημαίνει τὴν με‐ τριωτέραν ὀργήν· ὡς ἀγρυπνοῦντος μὲν τοῦ Θεοῦ ἐπὶ τοῖς ἁμαρτάνουσιν, κολάζοντος δὲ μετριώτερον. «Ἀπὸ προσώπου τοῦ Βοῤῥᾶ.» Διὰ τὸν Βαβυλώνιόν φησι. Βορειοτέρα γὰρ ἡ Βαβυλὼν ὡς πρὸς τὴν Ἱε‐ | |
20 | ρουσαλήμ. Πρὸς δὲ διάνοιας, εἰς πρόσωπον τοῦ σκλη‐ ροῦ Βορέου ὁ διάβολος λαμβάνεται. «Λέβητα ὑποκαιόμενον.» Κατὰ μὲν τὸ γράμμα τὴν Ἱερουσαλὴμ, καὶ τοὺς ἐν αὐτῇ ἄρχοντας· πρὸς δὲ θεωρίαν, τὴν συνείδησιν τὴν ἑαυτὴν δοκιμάζουσαν. | |
25 | «Καὶ σὺ περίζωσαι.» Ἀντὶ τοῦ, ἄνδρισαι, θαῤ‐ ῥῶν πορεύου. Πρὸς δὲ διάνοιαν, περιζώννυται τὴν ὀσφὺν ὁ σώφρων. Ἐν γὰρ τῇ ὀσφύϊ λέγουσιν εἶναι τὰ σπέρματα. Εἴρηται γὰρ περὶ τοῦ Λευΐ· Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρός σου ἦν. | |
30 | «Μὴ φοβηθῇς ὅτι μετὰ σοῦ εἰμί.» Περιφράξας ταῖς ἀγγελικαῖς δυνάμεσιν. | |
32t | ΚΕΦ. Βʹ. | |
33 | «Ἐμνήσθην ἐλέους νεότητός σου.» Τῷ Σωτῆρι Χριστῷ ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ· ὁ ἀληθινὸς | |
35 | Ἰσραὴλ, ὁ νοῦς ὁ ὁρῶν Θεὸν, ὃν καὶ ἡδέως ὁρᾷ ὥσπερ ἀπαρχήν τινα γεννημάτων. Λέγεται οὖν Ἰσραὴλ ποτὲ μὲν ὁ Ἰουδαίων λαὸς, ποτὲ δὲ οἱ δι‐ ορατικώτεροι, καὶ αὐτὸς δὲ ὁ πατριάρχης καὶ ὁ κατὰ σάρκα ἐξ Ἰσραὴλ Χριστός. | |
41 | Κατὰ ἔλεος, φησὶ, καὶ ἀγάπην ἔχρισά σε εἰς προ‐ φήτην· οὐ γὰρ ἐκ κατορθωμάτων τὰ χαρίσματα. «Καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων.» Τῶν εἰδώλων καὶ τῶν τρόπων τῆς κακίας. | |
45 | Εἰς τὸν Κάρμηλον.» Ὄρος τοῦτο τῆς Παλαι‐ στίνης. Ἑρμηνεύεται δὲ ἐπίγνωσις περιτομῆς· δι’ ἧς ἀποτέμνομεν τὰ ἀγαθὰ ἀπὸ τῶν φαύλων. «Διέλθετε εἰς νήσους Χεττιείμ.» Τινὲς μὲν Κυ‐ πρίους φασὶ, τινὲς δὲ Ἰνδῶν ἕθνη. Ὁ Κηδὰρ τοῦ | |
93.629(50) | Ἰσμαὴλ ἀπόγονος· σημαίνονται δὲ διὰ τούτου τὰ Σαρακηνῶν ἔθνη. Ἑρμηνεύεται δὲ σκοτασμός· φασὶ δὲ καὶ ὀστρακίνην δηλοῦσθαι διὰ τοῦ Κηδάρ. | |
55 | «Ἐπ’ αὐτὸν ὠρύοντο λέοντες.» Λέοντες πρὸς μὲν τὸ ῥητὸν οἱ Βαβυλώνιοι, πρὸς δὲ διάνοιαν ἀνήμε‐ ροι δαίμονες. «Παρὰ τὸ μὴ κατοικεῖσθαι·» Διὰ τὸ μὴ ἔχειν | |
οἰκήτορας ἀγαθούς. | ||
93.632 | «Πιεῖν ὕδωρ Γηών.» Γηὼν ὁ Νεῖλος, ὕδωρ δὲ τῶν Αἰγυπτίων, ἡ πολύθεος αὐτῶν πλάνη. | |
4 | «Πιεῖν ὕδωρ ποταμῶν.» Ἀσσυρίων ποταμοὶ οἱ | |
5 | πολυειδεῖς τῆς κακίας τρόποι, καὶ ἐπὶ ἑκατέρων δὲ, ἀμφότερα ἔστι νοεῖν. «Ὅτι ἀπ’ αἰῶνος συνέτριψας τὸν ζυγόν σου.» Ἐξ ἀρχῆς γὰρ σκληροτράχηλος, ἀεὶ ἀντιπίπτων τῷ ἁγίῳ Πνεύματι· ζυγὸν δὲ τὴν νομοθεσίαν λέγει. | |
11 | «Ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.» Ἡ γὰρ κακία ἀρχὴν λαβοῦσα εἰς ἄπειρον ἐκχεῖται. «Πῶς ἐστράφης εἰς πικρίαν;» Τὰ κακὰ γὰρ οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ παρατροπήν· ἄμπελος ἡ | |
15 | ἀλλοτρία, ἡ προαιρετικῶς ἑαυτὴν τῷ Θεῷ ἀλλο‐ τριώσασα. «Πῶς ἐρεῖς, Οὐκ ἐμιάνθην;» Ἐσχάτης ἀπονοίας τὸν ἁμαρτάνοντα ἀρνεῖσθαι. «Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ.» Πολυ‐ | |
20 | άνδριον ὁ τάφος· ἢ οὖν τινα ἔπραττον ἐν τοῖς τάφοις ἀρεστὰ δαίμοσιν, ἢ ὅτι καὶ αὐτοὶ τάφοι κεκονιαμέ‐ νοι ἦσαν. Ἐν ὑποκρίσει τῆς ἀληθείας τὸ ψεῦδος κα‐ ταδιώκοντες. «Ὀψὲ φωνὴ αὐτῆς ὠλόλυζε, τὰς ὁδοὺς αὐτῆς | |
25 | ἐπλάτυνεν ἐφ’ ὕδατα ἐρήμου.» Ὀλολύζουσιν αἱ θή‐ λειαι κύνες εἰς μίξιν τοὺς ἄῤῥενας προκαλούμεναι τοῦτο οὖν, φησὶ, πέπονθεν ἐν σκοτίᾳ ψυχῆς, τοὺς ἀκαθάρτους προκαλουμένη δαίμονας. Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ὑφ’ ὕδατα ἐρήμου. | |
30 | Ὕδατα ἐρήμου, αἱ πολύτροποι, καὶ ἄκαρποι τῆς κακίας ὁδοί· ἐνεργειῶν ἐπληροῦντο πνευμάτων ἀκα‐ θάρτων. Προαιρετικῶς αὐτὴν ἐπιδοῦσα. Τὸν γὰρ μὴ βουλό‐ μενον θεραπευθῆναι, οὐδεὶς ἰάσεται. | |
35 | «Ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν.» Διὰ τὸ προσκεῖσθαι αὐτοῖς. «Ἀνδριοῦμαι.» Ἐμαυτῇ ἀρκῶ εἰς βοήθειαν, οὐ δέομαι τοῦ Θεοῦ, ἢ τοῦτο λέγει, ὅτι πρὸς ὃ ἐνουθε‐ τεῖτο, ἠνδρίζετο εἰς τὴν παρακοήν. | |
40 | «Μὴ ἔρημος ἐγενήθην τῷ Ἰσραήλ;» Μὴ οὐκ ἐδωρησάμην αὐτοῖς, φησὶ, πάντα τὰ πρὸς ζωὴν καὶ ὠφέλειαν. «Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν;» Ψυχὴ ἀφισταμένη ἀπὸ τοῦ ἀλη‐ | |
45 | θινοῦ Θεοῦ, οὐκ ἀνεχομένη εἶναι ἄθεος, θεοὺς ἑαυτῇ τοὺς μὴ ὄντας περιποιεῖται, ἐντεῦθεν ἑαυτῇ παρά‐ κλησιν περιποιουμένη. Οὐχ οὕτως οὖν, φησὶ, τουτ‐ έστιν οὐ δυνατὸν εἶναι ἐκ τῶν ψευδωνύμων θεῶν τῇ ψυχῇ παράκλησιν. | |
93.632(50) | «Οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλ’ ἐπὶ πάσῃ δρυΐ.» Οὐδὲ λάθρα, φησὶν, ἀλλ’ ἐφ’ ὑψηλοῦ, τουτ‐ έστιν, φανερῶς ἁμαρτάνουσιν. «Καὶ εἶπας, Ἀθῶός εἰμι.» Δέον ἐξομολογεῖσθαι τὰς ἁμαρτίας, καὶ ἀναισχυντεῖς ταύτας ἀρνούμενος; | |
55 | «Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε, Οὐχ ἥμαρτον.» Εἰ δι’ ἄλλου προφήτου προστάττει λέγειν τὰς ἁμαρτίας, ἵνα δικαιωθῇ τις, λέγει [λύει] γάρ | |
τις διὰ τῆς ἐξομολογήσεως τὸ πταῖσμα, ἄτοπος πά‐ | ||
93.633 | λιν ὁ λέγων· Ἀθῶός εἰμι, ἀποστραφήτω αὐτοῦ ὁ θυμὸς ἀπ’ ἐμοῦ· ἐπάγει γὰρ τὸ, Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ, ἐν τῷ λέγειν σε, Οὐχ ἥμαρτον· πανταχοῦ δεῖ τὸν πταίσαντα θεραπεύειν τῇ ἐξομολογήσει τὸ | |
5 | ἁμάρτημα. «Ὅτι κατεφρόνησας τοῦ δευτερῶσαι τὰς ὁδούς σου.» Οὕτως ἐν καταφρονήσει ἔσχες, καὶ ἀφόβως πράττεις τὰ κακὰ, ὡς καὶ τοῖς φθάσασι ἕτερα προσ‐ τιθέναι. | |
10 | «Αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου.» Σχῆμα τοῦτο πενθικόν. | |
12t | ΚΕΦΑΛ. Γʹ. | |
13 | «Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς.» Ἢ ψευδοδιδασκάλοις, ἢ καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν, | |
15 | [λέγει]. «Οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγόν.» Εἰ καὶ σὺ, φησὶ, μὴ ἐπεκαλέσω με, σκέ‐ πην, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου, ἀλλ’ ἐγὼ οὐκ ἐάσω διαμεῖναι τὰ κακὰ, ἢ χάριτί σε | |
20 | σώζων, ἢ σωφρονισμοῖς. «Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε.» Ἀσύνθε‐ τόν φησι τὴν πρὸς ἑαυτὴν ἀνώμαλον, καὶ ἀσύμφω‐ νον, ὅτι τοῖς χείλεσι τιμῶσα τὸν Θεὸν, τῇ καρδίᾳ | |
25 | ἐψεύδετο, ἢ καὶ τὴν λύσασαν τὰς πρὸς Θεὸν συνθή‐ κας, ἢ καὶ τὴν ἄστατον, καὶ τοῖς αὐτοῖς μὴ ἐμμέ‐ νουσαν. Ἔλυσα τὰ πρὸς αὐτὴν δίκαια, παραδοὺς τοῖς Βαβυλωνίοις. «Πορεύου, καὶ ἀνάγνωθι τοὺς λόγους τούτους | |
30 | πρὸς Βοῤῥᾶν.» Διὰ τὸ κατεψύχθαι αὐτῶν τὰς καρ‐ δίας, καὶ μὴ ἔχειν θέρμην πνευματικήν· ὁ γὰρ Βοῤῥᾶς ψυχρὸς ἄνεμος. «Καὶ οὐ μὴ στηρίξω πρόσωπόν μου ἐφ’ ἡμᾶς.» Οὐκ ἐπιμόνως χρήσομαι τῇ καθ’ ἡμῶν ὀργῇ. | |
35 | «Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς.» Ἐκ δύο σύγκειται ὁ ἄνθρωπος, ἐκ ψυχῆς, καὶ σώματος· ὅταν οὖν σώζῃ τὸ τῆς ψυχῆς ἰδίωμα, καὶ μὴ ὁλοτρόπως γέγονε σὰρξ, ὁ εἷς δύο νοεῖται· ὅταν δὲ ὁλοσχερῶς ἀποκλίνας εἰς τὰ πονηρὰ, ὅλος | |
40 | γένηται σάρκινος, δικαίως εἷς λέγεται. Φησὶ γοῦν ὅτι Καὶ τοὺς ὁλοτρόπως ἁμαρτήσαντας, καὶ τοὺς μήπω τοῦτο πεπονθότας διὰ τῆς χάριτος εἰς σωτη‐ ρίαν καλῶ· ἢ οὕτως· Εἷς ἐκ πόλεως ἐκλήθη, ὁ Παῦ‐ λος ἐκ τῆς Βενιαμεὶν φυλῆς, δύο δὲ ἐκ πατριᾶς, οἱ | |
45 | κατὰ συζυγίαν κληθέντες ἀπόστολοι. | |
45 | «Καὶ εἰσάξω ὑμᾶς εἰς Σιών.» Εἰς Σιὼν, τὴν Ἐκκλησίαν. «Δώσω ὑμῖν ποιμένας.» Τοὺς τῶν Ἐκκλησιῶν ἡγουμένους. «Καλέσουσι τὴν Ἱερουσαλὴμ, θρόνον Κυρίου.» | |
93.633(50) | Διὰ τὸ ἐπαναπαύεσθαι ἐν τῇ Ἐκκλησίᾳ τὸ ἅγιον Πνεῦμα· αἰνίττεται δὲ ἐν τούτοις τοῖς ῥητοῖς, καὶ τὴν ἄνω Ἱερουσαλήμ. «Τάξω σε εἰς τέκνα.» Ἢ τῷ προφήτῃ τὴν υἱο‐ θεσίαν ἐπήγγελται [ἄλ. ἀπαγγέλλεται], ἢ καὶ παντὶ | |
55 | τῷ σωζομένῳ λαῷ. «Υἱοὶ ἐπιστράφητε ἐπιστρέφοντες.» Οἲ μέλλετε | |
πρὸς ἐπιστροφήν. | ||
93.636 | «Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοί.» Αἱ ἐν τοῖς ὅρεσι μαντεῖαι, ἢ καὶ ὁ ὄγκος τῆς ἁμαρτίας. «Τὰ πρόβατα αὐτῶν.» Πρόβατα, ἐκεῖνα περὶ ἂ ἐνδιαθέτως εἶχον. | |
5 | «Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν.» Κοίμησιν τὴν ἀνάπαυσιν λέγει· Δοκοῦντες οὖν, φησὶν, ἀναπαύε‐ σθαι ἐπὶ τοῖς τῆς ἁμαρτίας ἔργοις, αἰσχύνης ἐπλη‐ ρούμεθα. | |
9t | ΚΕΦΑΛ. Δʹ. | |
10 | «Ἐὰν μὴ ἐπιστραφῇ Ἰσραήλ.» Ἐὰν ἐπὶ ὅλης καρδίας μὴ μετανοήσῃ. «Καὶ ὀμόσῃ.» Οὐκ ὀμνύναι προστάττει, ἀλλ’ εἰ ἄρα τις ὀμνύει, βούλεται ἑαυτῶν μὴ τὰ εἴδωλα ὅρ‐ κια ποιεῖσθαι. Πλέκει δὲ τὸ, Ζῇ Κύριος, τῷ ὅρκῳ, | |
15 | ἵνα ὀμνύοντες ὁμοῦ, καὶ δοξολογῶσι, καὶ εὐχαρι‐ στῶσιν. —Οὐ γὰρ ἀδίκως, ἢ ἀκρίτως, δεῖ προφέρειν τοῦ Θεοῦ τὸ ὄνομα. Ἡ γὰρ καλὴ ἀναστροφὴ, καὶ ἑτέροις γίνεται αἰτία σωτηρίας. «Περιτμήθητε τῷ Θεῷ ὑμῶν.» Τὴν γὰρ κακίαν, | |
20 | οὐ τὴν σάρκα βούλεται περιτέμνεσθαι. «Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ. Τὸ εὐαγγελικὸν κή‐ ρυγμα προθεσπίζει. «Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.» Εἰς τὰς Ἐκκλησίας, ὧν αἱ πύλαι τοῦ ᾅδου οὐ κατισχύ‐ | |
25 | σουσιν. «Φεύγετε εἰς Σιών.» Φεύγετε εἰς Σιὼν, εἰς τὴν καθολικὴν Ἐκκλησίαν· καὶ γὰρ πᾶσαι αἱ Ἐκκλησίαι μία τυγχάνουσιν· ἢ καὶ εἰς τὸ εὐσεβὲς πολίτευμα. «Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ.» Τροπικῶς | |
30 | τὴν παρουσίαν τοῦ διαβόλου σημαίνει· καθ’ ἱστορίαν δὲ, τοῦ Βαβυλωνίου. «Οἱ ἱερεῖς ἐκστήσονται.» Ἐπὶ ταῖς ἀδοκήτοις συμφοραῖς. «Καὶ οἱ προφῆται θαυμάσονται.» Οἱ ψευδοπρο‐ | |
35 | φῆται. «Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ.» Τῷ τῆς ἐφόδου τῶν Βαβυλωνίων, ἢ Ῥωμαίων, ἢ τῷ τῆς συντελείας, οἱ πρότερον πεπλανημένοι, εἴτε Ἰουδαῖοι, εἴτε οἱ λοιποὶ ἄνθρωποι, διὰ τῆς οἰκείας ἐρημώσεως | |
40 | γνώσονται τὴν προτέραν πλάνην. «Πνεῦμα πληρώσεως ἥξει μοι.» Ἐπειδὴ τὰς ἐρήμους ψυχὰς πνεῦμα πλανήσεως ἐπλάνησεν, ὑπ‐ ισχνεῖται δώσειν Πνεῦμα ἅγιον ἐπιστρέφον τὰς ψυ‐ χὰς πληρούσας αὐτοῦ τὰς Ἐκκλησίας. | |
45 | «Ἕως πότε ὑπάρχουσιν;» Καὶ γὰρ οἱ τὰ μά‐ ταια διαλογιζόμενοι πονοῦσιν ἐπὶ τὸ εὑρεῖν τὸ ζητού‐ μενον. «Διότι φωνὴ ἀναβαίνοντος ἐκ Δὰν ἥξει μοι.» Τοῦ τὴν ἅλωσιν ἐπαγγέλλοντος γενήσεσθαι ἐκ Δὰν, καὶ | |
93.636(50) | ἕως Βηρσαβεὲ, ὑπὸ Βαβυλωνίων, ἢ Ῥωμαίων. Ἔστι δὲ ἡ μὲν Δὰν πέραν τοῦ Ἰορδάνου, ὄρος δὲ Ἐφραὶμ ἡ Σαμάρεια. Φασὶ δέ τινες, καὶ ἐκ τῆς φυλῆς Δὰν ἥξειν τὸν ἀντικείμενον. «Διεσπάσθησαν αἱ δέῤῥεις μου, ἐταλαιπώρησαν | |
55 | αἱ σκηναί μου.» Τροπικῶς μὲν τὴν ψυχὴν [λέγει], καὶ τὰς ἀναδοτικὰς τῆς ψυχῆς δυνάμεις· ταράσσε‐ ται δὲ καὶ τὰ σπλάγχνα ὑπὸ συμπαθείας ὁ προφήτης. | |
«Τεταλαιπώρηκεν ἡ σκηνὴ,» ἢ ὁ ναὸς, ἢ καὶ πρὸς | ||
93.637 | τῷ τέλει πᾶσα ἡ γῆ, ἣν ὥσπερ σκηνὴν οἰκοῦμεν πάροικοι τυγχάνοντες. Πάλιν ἢ τὸν ναόν φησιν, ἢ τὰ τῆς κακίας ἐπικαλύμματα, πάντων πρὸς τῷ τέλει φανερουμένων. | |
5 | «Ἕως πότε ὅψομαι φεύγοντας, ἀκούων φωνὴν σαλ‐ πίγγων;» Τῆς Βαβυλωνίων, ἢ Ῥωμαίων, ἢ καὶ πρὸς τῷ τέλει τοῦ διαβολικοῦ κηρύγματος. Ἢ τοὺς αἰσθητοὺς πολεμίους, ἢ καὶ τοὺς μὴ δυναμένους ἀντιστῆναι τῷ διαβόλῳ φησίν. Ἢ τῶν πολεμίων, ἢ | |
10 | καὶ τῶν ἀλλοκότων κηρυγμάτων. «Καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ.» Τὸ σκότος τὸ ἐπὶ τοῦ σταυροῦ γεγονὸς προκαταγγέλ‐ λει, ἢ καὶ τὴν τῶν φωστήρων πρὸς τῷ τέλει ἀναίρε‐ σιν. Ἢ τὸ μηδένα δικαιοπραγοῦντα σημαίνει, ἢ καὶ | |
15 | τὸ εἰς οὐδὲν ἀποκαταστῆναι τὴν γῆν διὰ τὴν ἀπο‐ στασίαν. «Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα.» Ἢ τὰ ἐπὶ τοῦ σταυροῦ φησιν, ὅτε αἱ πέτραι ἐσχίσθησαν, ἢ τὰ περὶ τῆς καθόλου συντελείας, ἢ τὰς ἀντικειμένας | |
20 | δυνάμεις κλονουμένας, ὅτε ὁ Χριστὸς ἔλυε τοῦ ᾅδου τὸ δεσμωτήριον. | |
23 | «Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτόηντο.» Τὴν καθόλου συν‐ | |
25 | τέλειάν φησιν, ὅπερ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγο‐ νε, διὰ τὴν ἁμαρτίαν. Ἢ τὰ αἰσθητὰ τοῦ σκότους γινομένου, ἢ καὶ αἱ ἅγιαι δυνάμεις, φρίττουσαι ἐπὶ τῇ παντελεῖ τῶν ἀνθρώπων ἀποστασίᾳ. «Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος.» Κάρμηλος | |
30 | ἐπίγνωσις, περιτομῆς ἑρμηνεύεται. Τῆς οὖν, φησὶν, ἀποστασίας γινομένης, οὐκ ἐπιγινώσκουσιν ἀποτέμ‐ νεσθαι τὰ φαῦλα. Δύνασαι δὲ ταῦτα νοεῖν καὶ ἐπὶ τῆς ἐφόδου τῶν Βαβυλωνίων, ἢ καὶ τῶν Ῥωμαίων. «Ἀπὸ φωνῆς ἱππέως, καὶ ἐντεταμένου τόξου.» | |
35 | Ἢ τοῦ αἰσθητοῦ, ἢ καὶ τὴν διηνεκῆ τῶν ἀοράτων πο‐ λεμίων μάχην σημαίνει. «Εἰσέδυσαν εἰς τὰ σπήλαια.» Εἰς τοὺς λῃστρι‐ κοὺς αὐτῶν τρόπους ἀποστατοῦντες Θεοῦ. Τὸ δὲ σπή‐ λαιον αὐτόγλυφον ὂν, σημαίνει καὶ τὸ τῆς ψυχῆς | |
40 | αὐτεξούσιον. «Καὶ εἰς τὰ ἄλση ἐκρύβησαν.» Εἰς τὰς σκοτει‐ νὰς πράξεις. «Καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν.» Εἰς τὰ ἄκαρπα, καὶ ἀνώμαλα ἐπιτηδεύματα· ταῦτα δὲ καὶ αἰσθητῶς | |
45 | κατὰ ἱστορίαν λάμβανε. «Συντέλειαν δὲ οὐ μὴ ποιήσω.» Τὰ προοίμια τῆς συντελείας ὑπογράψας τοῦτο ἐπήγαγε. | |
49 | «Ἐὰν περιβάλῃ κόκκινον.» Τὰς κατὰ νόμον | |
93.637(50) | ζωοσφαγείας. Τῇ κιβωτῷ, καὶ τῇ λυχνίᾳ, καὶ τοῖς λοιποῖς τὴν μεθ’ ὑποκρίσεως θεοσέβειαν σημαί‐ νει. «Τὴν ψυχήν σου ζητοῦσι.» Οἱ ἀόρατοι δαίμονες, οὐ δυνάμενοι ἐπαμύνειν. Οὗτοι δὲ καὶ αὐτοὶ ἐρᾷν | |
55 | προσποιούμενοι εἰς αὐτὴν τὴν ψυχὴν τῶν ἐρωμένων ἐπιβουλεύουσιν. «Ἐπὶ τοῖς ἀνῃρημένοις.» Αἰσθητοῖς, ἢ καὶ αὐ‐ | |
τὴν τὴν ψυχὴν διὰ τῆς ἀποστασίας ἀπολέσασιν. | ||
93.640(1t) | ΚΕΦ. Εʹ. | |
2 | «Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν.» Πρὸς τοὺς ἐγκαταλειφθέντας φησὶν ἁγίους, ὅτι διὰ τὸ μὴ φυλάξαι τοὺς ἐπὶ τῆς γῆς τὴν εἰς Χριστὸν πίστιν, | |
5 | ἐπιστήσεται τὸ τέλος· σημαίνει δὲ καὶ τῶν ἁγίων τὸ σπάνιον τῶν ἐπὶ τῆς αἰχμαλωσίας. «Ζῇ Κύριος, λέγουσι, διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι.» Κατ’ ἐμοῦ μὲν, φησὶν, καὶ οὐκέτι κατὰ τῶν εἰδώλων τῶν ψευδωνύμων θεῶν ὀμνύειν. Ἀλλὰ | |
10 | τὴν εἰς Χριστὸν ἠρνήσαντο πίστιν. Διὰ τοῦτο Ἰου‐ δαῖοι ἑάλωσαν ὑπὸ Ῥωμαίων, οὐκέτι μὲν εἰδωλολα‐ τροῦντες, τὸν δὲ αὐτῶν Σωτῆρα ἀρνησάμενοι. «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν.» Ἢ ὅτι πί‐ στιν ἐπιζητεῖ Θεὸς, ἢ ὅτι πιστῶς καὶ ἀληθῶς κρίνει, | |
15 | ἢ ὅτι ἂ λέγει εἰς ἔργον ἐκφέρει. «Πτωχοί εἰσι.» Τελείαν γνῶσιν οὐκ ἔχοντες. | |
18 | «Διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ.» Ὁ αἰσθητὸς, ἢ καὶ ὁ νοητὸς πολέμιος διὰ τὸ ἰσχυρὸν, | |
20 | καὶ ὠμόν. «Καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς.» Τὰς αἰσθητάς· πρὸς δὲ διάνοιαν, τὰς ψυχικάς. Οἱ γὰρ τῶν ἠθῶν τῆς θεοσεβείας ἐκβαίνοντες ὑπ’ τῶν εἰρη‐ μένων θηρίων ἀγρεύονται. Τοὺς τὸν ἀγαθὸν ἀπωσα‐ | |
25 | μένους ποιμένα, λύκος ἁρπάζει, ἢ ποικίλη τῶν πο‐ λεμίων ἔφοδος, ἢ καὶ ἡ πολύτροπος κακία. «Ποίᾳ τούτων ἵλεως ἔσομαί σοι;» Ποίαν ἁμαρ‐ τίαν συγχωρήσω, ποίαν δὲ μή; | |
30 | «Ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο.» Αὐτὸς γὰρ ἦν ὁ ἐν τῇ ἐρήμῳ χορτάσας αὐτοὺς πρὸ σαρκὸς, πρὶν ἐνανθρωπῆσαι, καὶ μετὰ σαρκὸς, διὰ λόγων, διὰ θαυμάτων, καὶ τῶν πέντε, καὶ τῶν ἑπτὰ ἄρτων. «Ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς.» Ἄφετε | |
35 | μετανοίας ἐλπίδα· ἄφετε τοὺς προφήτας ἐπὶ τῆς ἐφόδου Βαβυλωνίων· ἄφετε τοὺς ἀποστόλους ἐπὶ τῆς Ῥωμαίων. «Τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ.» Ἀνα‐ λωτικὰς τῶν παρακουόντων. | |
40 | Ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ.» Διὰ τὸ ἑτερόγλωσσον εἶναι. «Καὶ κατέδονται τὸν θερισμὸν, καὶ τοὺς υἱοὺς ὑμῶν.» Ἀπλήστως τῇ κατ’ αὐτῶν χρήσονται σφαγῇ [ἄλλ. πληγῇ]. | |
45 | «Τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον.» Τὸν μὲν αἰ‐ σθητὸν διὰ τοὺς καρποὺς, τὸν δὲ νοητὸν ἐν τῇ Πα‐ λαιᾷ καὶ Καινῇ Διαθήκῃ. «Αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθά.» Ἀπ‐ έστησαν τὰ ἀγαθὰ, ἵνα ἐπενεχθῶσι τὰ φαῦλα. | |
93.640(50) | «Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς.» Οἱ ψευδοπροφῆται, οἱ ψευδοαπόστολοι, οἱ αἱρεσιάρχαι, οἱ ἀκάθαρτοι δαίμονες ἐπεκύρωσαν τὰ τῶν ψευ‐ δοπροφητῶν. | |
54t | ΚΕΦ. ϛʹ. | |
55 | «Ἐνισχύσατε, υἱοὶ Βενιαμείν.» Οἱ Βενιαμεῖται ἀμφοτεροδέξιοι ἱστοροῦνται εἶναι. Προκαλεῖται τοίνυν | |
εἰς τὸν πνευματικὸν πόλεμον τοὺς δυναμένους διὰ | ||
93.641 | τῶν ὅπλων τῆς δικαιοσύνης πολεμεῖν, τῶν δεξιῶν, καὶ ἀριστερῶν. Τοιοῦτος ἦν Παῦλος ἐκ φυλῆς Βενια‐ μείν. «Καὶ ἐν Θεκουέ.» Μὴ φθονήσητε, φησὶν, ἀλλὰ | |
5 | διορθώσασθε τοὺς γείτονας ὑμῶν οἱ δυνάμενοι πολε‐ μεῖν. «Καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου.» Ὁ ναὸς, ἡ νομικὴ λατρεία. Ἢ καὶ ὁ τῆς ψυχῆς πνευματικὸς κόσμος. | |
10 | «Εἰς αὐτὴν ἥξουσι ποιμένες.» Οἱ πολέμιοι, ἄρ‐ χοντες αἰσθητοὶ, ἢ καὶ νοητοί. «Καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.» Οὐ τῇ τοῦ Θεοῦ χειρὶ, ἀλλ’ ἕκαστος κατὰ τὰς ἰδίας ἐνερ‐ γείας. | |
15 | «Οὐαὶ ἡμῖν.» Οἱ ἐν τῇ αἰχμαλωσίᾳ καταλει‐ φθέντες, καὶ ἐν τῇ συντελείᾳ ἁμαρτωλοὶ ταύτην ἀφήσουσι τὴν φωνήν. «Ὅτι κέκλικεν ἡ ἡμέρα.» Ἡμέραν καλεῖ τὸν παρόντα βίον, σκιὰν δὲ τὴν ἐν αὐτῷ πολιτείαν. | |
21 | «Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ’ αὐτὴν νυκτί.» Τοῦ Χρυσοστόμου. [ἄλλ. Ὀλυμπιοδώρου.] Νύκτα καὶ μεσημβρίαν φησὶ τὸν ἀδιάφορον τῆς ἐφόδου τῶν πολεμίων καιρόν. | |
25 | «Ὡς ψύχει λάκκος ὕδωρ αὐτοῦ, οὕτω ψύχει κα‐ κία αὐτῆς.» Διὰ γὰρ τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὐ γὰρ ἦσαν τῷ πνεύματι ζέον‐ τες, οὐδὲ τῷ Κυρίῳ δουλεύοντες. «Πόνῳ καὶ μάστιγι παιδευθήσῃ.» Ἐπειδὴ λόγῳ | |
30 | οὐκ ἐπείσθης, πείσθητι διὰ τῆς μάστιγος, ἵνα μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ. «Τὰ κατάλοιπα τοῦ Ἰσραήλ.» Τοὺς μὴ δυνηθέν‐ τας, μηδὲ διὰ μάστιγος ἰαθῆναι. «Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν.» Οὐκ ἀποστρε‐ | |
35 | φόμενα τὰς ἀνωφελεῖς ἀκροάσεις. Σημείωσαι ποίαν περιτομὴν ζητεῖ ὁ Θεός. «Λέγοντες, Εἰρήνη, εἰρήνη.» Οὐκ εἴων τῶν μα‐ στίγων ἐπαισθάνεσθαι εἰρήνην αὐτοῖς ἐπαγγελλόμενοι. «Καὶ οὐδ’ ὡς ... Καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνω‐ | |
40 | σαν.» Οἱ γὰρ μήτε λόγῳ, μήτε μάστιγι παιδευόμε‐ νοι, ἐναπομένουσι τῷ πτώματι. | |
43 | «Διὰ τοῦτο πεσοῦνται ... καὶ ἐν καιρῷ ἐπισκοπῆς αὑτῶν ἀπολοῦνται.» Κἂν ἀνακαλέσωμαι, φησὶν, αὐ‐ | |
45 | τοὺς, ἐκ τῶν αἰσθητῶν πολεμίων, καὶ ἐπισκέψωμαι αὐτοὺς, ἐπιμένοντας [ἄλλ. ἐπιμένοντες] ταῖς ἁμαρ‐ τίαις αἰωνίᾳ κολάσει παραδοθήσονται. «Στῆτε ἐπὶ ταῖς ὁδοῖς.» Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε τῆς τε ζωῆς, καὶ τοῦ θανάτου· ὁδὸς δὲ καὶ | |
93.641(50) | ἑκάστου βίος καλεῖται. Τρίβοι Κυρίου τὰ αὐτοῦ παρ‐ αγγέλματα. «Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος.» Τοὺς τὸν προφητικὸν, ἢ καὶ τὸν εὐαγγελικὸν κηρύξαντας λόγον. Σάλπιγγος, τῆς διδασκαλίας. | |
55 | «Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βοῤῥᾶ.» Τοῦ Βαβυλω‐ νίου, ἢ καὶ τοῦ ἀντικειμένου. «Τόξον καὶ ζιβύνην κρατήσουσι.» Τόξον τοῖς μα‐ | |
κρὰν, ζιβύνην τοῖς ἐγγύς. Τοὺς μὲν γὰρ πλησιάζον‐ | ||
93.644 | τας, ἔργοις, τοὺς δὲ μακρόθεν λόγοις βάλλουσιν. | |
3 | «Μὴ ἐκπορεύεσθε εἰς ἀγρόν.» Πρὸς τῇ ἱστορίᾳ, ἀγρὸν νόει τὰ κοσμικὰ πράγματα. | |
5 | «Καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε.» Ταῖς τῆς κα‐ κίας πολυοδίαις· μία γάρ ἐστιν ὁδὸς, αὐτὸς ὁ Κύριος. «Ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.» Ἡ θανατηφόρος ἁμαρτία, κύκλῳ γὰρ οἱ ἀσεβεῖς περιπατοῦσιν. | |
10 | «Χαλκὸς καὶ σίδηρος.» Χαλκὸς καὶ σίδηρος ἀλ‐ λήλοις ἀμιγεῖς, ἀγάπην μὴ ἔχοντες. | |
13 | «Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός.» Λόγος διδασκα‐ λικὸς ἢ καὶ μάστιξ παιδευτική. | |
15 | «Ἐξέλιπε μόλιβδος.» Τῷ ἀργυρίῳ μιγνύμενος ὁ μόλιβδος καθαίρει αὑτοῦ τὴν κακίαν· τοῦτο οὖν φη‐ σιν, ὅτι πᾶς τρόπος καθαρτικὸς ἐπηνέχθη αὐτοῖς, καὶ οὐκ ἐκαθάρθησαν. | |
19t | ΚΕΦ. Ζʹ. | |
20 | «Ἀκούσατε λόγον Κυρίου, πᾶσα Ἰουδαία.» Μετὰ τὴν ἱστορίαν προσήκει νοεῖν, ὡς Ἰουδαία ἐστὶ πᾶσα ψυχὴ ἐγγίζουσα τῇ θεοσεβείᾳ. Ἰούδας γὰρ ἐξομολογούμενος ἑρμηνεύεται. «Καὶ θυμιᾶτε τῇ Βάαλ.» Βάαλ ἐκάλουν πᾶν | |
25 | εἴδωλον. Βάαλ δὲ ἑρμηνεύετε τὰ ἀνώτερα κακά. Κε‐ φαλὴ δὲ τῆς ἁμαρτίας ἡ εἰδωλολατρεία. | |
28 | «Μὴ σπήλαιον λῃστῶν, ὁ οἶκός μου;» Τὸ σπή‐ λαιον ἀθύρωτον, καὶ παντὶ προκείμενον εἰς τὴν | |
30 | εἴσοδον. Μέμφεται οὖν αὐτοῖς, ὡς ἀδιαφόρως εἰσιοῦ‐ σιν εἰς τὰ ἅγια. «Πᾶν τὸ σπέρμα Ἐφραΐμ.» Ἡ βασιλικὴ φυλὴ ἄρχουσα τῶν δώδεκα φυλῶν. «Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα.» Κατὰ δύνα‐ | |
35 | μιν ἁμαρτάνουσιν. «Καίουσι πῦρ.» Πῦρ ἡ ἁμαρτία πολλαχοῦ τῆς Γραφῆς ὠνόμασται. Διὰ τοῦτο πυρὸς αἰωνίου αἰτία τοῖς ἁμαρτάνουσι γίνεται. «Τοῦ ποιῆσαι χαβῶνας.» Ξένας τελετὰς ἐπιτε‐ | |
40 | λοῦσι. Χαβῶνας δέ φησι πέμματά τινα. «Καὶ φάγετε κρέα.» Ὑμεῖς αὐτὰ, φησὶ, φάγετε· ἐγὼ γὰρ θυσιῶν οὐ χρῄζω. «Ἡμέρας καὶ ὄρθρου.» Τὸ ἀδιάλειπτον τῆς προφητικὴς παραινέσεως σημαίνει. | |
45 | «Ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν.» Ἀπι‐ στίαν αὐτῶν κατηγορεῖ, ἢ καὶ ψευδολογίαν. | |
46t | ΚΕΦ. Ηʹ. | |
47 | «Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνοίξουσι.» Ἐποίησε τοῦτο Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς, κατακαύσας τῶν εἰδω‐ λολατρησάντων τὰ λείψανα. | |
93.644(50) | «Καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν.» Αὐτεξούσιος γὰρ ὁ ἄνθρωπος. «Οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν.» Μὴ λέγετε, φησὶν, Οὐκ ἔστιν μετάνοια, ἔστι γάρ. «Ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ.» | |
55 | Ἵππος ἐν μακρόδῳ [ἄλλ. μακροδίᾳ] τρέχει, καὶ χρεμετίζει, σημαίνων τὸν κόπον· καὶ ἵππος μὲν διαλιμπάνει τρέχων, οὗτοι δὲ ἀμετάστρεπτον [ἄλλ. | |
ἀμεταστρεπτὶ] τὴν κακίαν ἐργάζονται | ||
93.645 | «Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐ‐ τῆς.» Ἀκύλας μὲν τὸν ἐρωδιὸν ἐκδέδωκεν· ἰνδικὸν δέ ἐστιν γένος ὀρνέου ἡ ἀσίδα. Τρυγὼν καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν | |
5 | καιρούς. «Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμμα‐ τεῦσιν.» Ἡ σχοῖνος, φησὶ, τοῦτ’ ἔστιν ὁ κλῆρος τῶν γραμματέων, ὃν ἔλαχον ἐπὶ τὸ διδάσκειν, μάταιος γέγονε, διὰ τὸ ἰδικήν τινα σοφίαν ἐπιτηδεύειν, καὶ | |
10 | παρεξηγεῖσθαι τὰ θεῖα νόμιμα. Τοῦτο γὰρ δειλοῖ τό· Σοφία τίς ἐν αὐτοῖς; «Σοφία τίς ἐστὶν ἐν αὐτοῖς;» Οὐδεμία γὰρ ἐν τοῖς τοιούτοις σοφία. Κακίας δὲ μόνον περιουσία τε‐ λευτῶσα [ἄλλ. πρὸς] εἰς ἄνοιαν. | |
15 | «Οὐκ ἔστι σταφυλὴ ἐν τοῖς ἀμπέλοις.» Τὸν γὰρ ἀμπελῶνα γεωργοῖς ἑτέροις ἐξέδωκεν. «Καὶ ἐπὶ τί ἡμεῖς καθήμεθα;» Οὐ γὰρ ἐγεώργουν τὰ κατὰ Θεόν. Καὶ τί πλέον ἀσφαλείας γένοιτο ἂν, ὅταν ὁ Θεὸς ὁ πάντα πᾶσι παρέχων τὴν ἀσφάλειαν | |
20 | προδίδωσι; Δέον εἰπεῖν Καταφύγωμεν ἐπὶ τὸν Θεὸν, ἕτι κάτω κεῖνται. Ὁ τῆς φύσεως κρατῶν, καὶ ἄχρηστα δένδρα ποιῶν, οὐ πολλῷ μᾶλλον τὰ τείχη; | |
24 | «Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυράς.» Πρὸς | |
25 | μὲν ἱστορίαν εἰς Αἴγυπτον ἔφυγον ὕστερον· πρὸς δὲ διάνοιαν εἰς τὰς Ἐκκλησίας παραινεῖ φυγεῖν. «Καὶ ἀποῤῥιφῶμεν ἐκεῖ.» Κατὰ τό· Ἐξελεξά‐ μην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. «Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά.» | |
30 | Ἐδόξαμεν, φησὶ, διὰ τοῦ νόμου καταλλάττεσθαι τῷ Θεῷ, καὶ μὴ νοήσαντες αὐτοῦ τὴν δύναμιν, οὐχ εὕ‐ ροιμεν ἀγαθά. «Διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις.» Τοὺς πολεμίους αἰσθητοὺς, ἢ καὶ νοητούς. | |
35 | «Οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται.» Ἐπειδὴ γὰρ σχηματίζονται τὴν εὐσέβειαν οἱ δηχθέντες, καὶ παραινέσει οὐ πείθονται, νομίζοντες εὐσεβεῖν· οὕτως εἰσὶ πικρὰ τῆς πανουργίας τὰ δίκτυα. «Μετ’ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης.» Οὐ | |
40 | γὰρ ἐνδέχεται μὴ νύττεσθαι ὑπὸ τῆς συνειδήσεως. | |
42 | «Διῆλθε θέρος, παρῆλθεν ἀμητός.» Ἐν εὐδίας, φησὶ, καιρῷ, ὅτε καιρὸς ἦν τῆς μετανοίας, οὐ μετ‐ ενοήσαμεν. | |
45 | «Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ;» Τὸ Γαλαὰδ ὅρος πολλὰς ἔχει κέδρους, ἐξ ὧν ἡ ῥητίνη εἰς πολλὰ πεποιημένη πάθη. Ἡ δὲ πόλις ἡ Γαλαὰδ, πόλις τυγχάνουσα τοῦ Ἰορδάνου, εἴδωλα ἔπλαττεν· οὐκ εἶχον οὖν τοὺς θεραπεύοντας προφήτας, ὅτι οὕτως | |
93.645(50) | ἡμάρτανον. «Διατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;» Τὰ τραύματα κοῖλα τυγχάνουσι. Διατί οὖν, φησὶν, ἔχον‐ τες τοὺς θεραπεύοντας, οὐκ ἀνήνεγκαν ἴασιν; τουτ‐ έστιν οὐκ ἴσωσαν ἑαυτῶν τὰ τραύματα, οὐ συνού‐ | |
55 | λωσαν; | |
56t | ΚΕΦΑΛ. Θʹ. | |
57 | «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ;» Ὕδωρ αἰτεῖ | |
93.648 | λαβεῖν ὁ προφήτης ἐπὶ τῆς κεφαλῆς, ἵνα γένωνται αὐτῷ πηγαὶ δακρύων, καὶ ἐπαξίως κλαύσῃ τοὺς ἀπὸ τῆς ἁμαρτίας τετραυματισμένους· ἀριθμεῖται δὲ αὐτῶν τὰ πλημμελήματα, γεγενημένα μὲν καὶ | |
5 | ἐπὶ τῶν τοῦ προφήτου καιρῶν, τολμηθέντα δὲ παρ’ αὐτῶν καὶ κατὰ τοῦ Δεσπότου Χριστοῦ. Λέγει δὲ καὶ κατὰ μισαδελφίας, καὶ κατὰ τοκιζόντων· προ‐ λέγει δὲ καὶ τὴν παντελῆ τῆς Ἱερουσαλὴμ ἐρή‐ μωσιν. | |
10 | «Θυγατρὸς λαοῦ μου.» Τῆς συναγωγῆς τῶν Ἰου‐ δαίων. «Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον.» Μηδὲ μικρὸν χαλῶντες, ἀλλ’ ἀνενδότως διὰ τῆς γλώττης ἁμαρτάνοντες, ὥσπερ ἀμέλει καὶ τὸν Σω‐ | |
15 | τῆρα λοιδορίαις πλύνοντες. «Καταπαίξεται.» Δόλῳ ὑποσκελίζει. «Οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως.» Οὐκ ἠθέλησαν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τῆς χαριζομένης αὐτοῖς τὴν εἰσάει ὕπαρξιν, ὅ ἐστι τὴν ἀθανασίαν. | |
20 | «Ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἕως κτηνῶν.» Καὶ οἱ ὑψηλοὶ, φησὶ, κατ’ ἀρετὴν, καὶ οἱ κτηνώδεις ἐξέκλιναν εἰς τὸ κακόν· σημαίνει δὲ καὶ τὴν παντελῆ τοῦ τόπου ἐρήμωσιν. «Ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι | |
25 | αὐτήν.» Διὰ τὸ μηδένα, φησὶν, ἔχειν ὁδεύοντα ἐν ταῖς ὁδοῖς Κυρίου γέγονεν ἔρημος. | |
29 | «Καὶ ἀποστελῶ εἰς αὐτοὺς τὴν μάχαιραν.» Τὴν | |
30 | ἀπότομον ἐκδίκησιν. «Καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε.» Τὰς Ἐκ‐ κλησίας, ἢ τὰς τῶν ἁγίων ψυχὰς, ἃς σοφὰς καλεῖ· αὗται γὰρ θρηνοῦσι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀνῃρη‐ μένους, ὡς ὁ Παῦλός φησι· Καὶ πενθήσω πολλοὺς | |
35 | τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. «Καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα.» Τὸ τῆς μετανοίας δάκρυον. «Ἐγκατελίπομεν τὴν γῆν.» Τῆς εὐσεβείας τὴν γνῶσιν. | |
40 | «Καὶ ἀπεῤῥίψαμεν τὰ σκηνώματα ἡμῶν.» Αὐτοὶ ἑαυτοῖς τῆς αἰχμαλωσίας αἴτιοι γεγόναμεν. «Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν.» Καθόλου μὲν διὰ τῶν διδασκάλων τῶν δοκούντων τὰ κεκρυμμένα ἑρμηνεύειν. Αἱ γὰρ θυρίδες φανερο‐ | |
45 | ποιοῦσι τὰ ἐντὸς ἑνὸς ἑκάστου διὰ τῶν αἰσθητηρίων· συνέβη δὲ ἴσως τοῦτο καθ’ ἱστορίαν, διὰ τῶν πολε‐ μίων· θυρίδες εἰσὶν αἱ τῆς πλάνης ἐπίνοιαι. «Ἀλλ’ ἐν τούτῳ ... καυχάσθω συνιεῖν καὶ γινώ‐ σκειν.» Παραινεῖ ὁ λόγος ἐν μηδενὶ καυχᾶσθαι εἰ | |
93.648(50) | μὴ ἐν τῷ συνιέναι, καὶ γινώσκειν τὸν Κύριον, καὶ ὅτι τὸ θέλημα τοῦ Θεοῦ ἐστι, τὸ ἔλεος, καὶ τὸ κρῖμα, καὶ ἡ δικαιοσύνη. «Ἐπ’ Αἴγυπτον, καὶ ἐπὶ τὴν Ἰδουμαίαν.» Αἰ‐ γύπτιοι οἱ Βάρβαροι καλοῦνται παρὰ τῇ θείᾳ Γραφῇ. | |
55 | Ἰδουμαῖοί τε, οἱ καὶ Ἐδωμῖται, πόρνοι, καὶ βέβηλοι, ὡς ἀπὸ τοῦ Ἡσαῦ· οἱ δὲ Μωαβῖται, καὶ Ἀμμανῖται διὰ τὸν τρόπον κελεύονται μὴ εἰσιέναι εἰς Ἐκκλη‐ σίαν Θεοῦ. Τῶν Ἰουδαίων οὖν τὸν τρόπον, διὰ τῶν ἐθνῶν τούτων ἐχαρακτήρισε, τούτοις αὐτοὺς καλέσας | |
60 | τοῖς ὀνόμασι. | |
93.649 | «Καὶ ἐπὶ πάντα περικειρόμενον.» Τοὺς τὸ φαι‐ νόμενον καλλωπίζοντας. Λέγει δὲ τοὺς μόρφωσιν ἔχοντας εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνη‐ μένους. | |
5t | ΚΕΦΑΛ. Ιʹ. | |
6 | «Καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι.» Τὰς ἡλιακὰς, φησὶν, ἀνακυκλώσεις ὁρῶντες, καὶ σελήνην φθίνουσαν καὶ αὐξανομένην, καὶ ἀστέρων σχέσιν καὶ ἀπόστασιν, καὶ τὰς κατὰ καιρὸν αὐτῶν | |
10 | ἐκφάνσεις καὶ ἀποκρύψεις, καὶ τὴν εὐάρμοστον αὐτῶν κίνησιν, μὴ φοβηθῆτε αὐτὰ ὡς θεοὺς, ἀλλὰ τὸν ταῦτα ποιήσαντα. «Ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ.» Ἐν τῷ Υἱῷ· ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα. | |
15 | «Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατ‐ ῃσχύνθη ... ὅτι ψευδῆ ἐχώνευσεν.» Ὁ μὴ τὴν γνῶσιν ἔχων ταύτης τῆς θεολογίας, μωρός ἐστιν. «Μάταιά ἐστιν ἔργα ... ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται.» Ὅταν ὁ Θεὸς ἐπισκέψηται τὴν γῆν, | |
20 | ἐν τῇ παρουσίᾳ δηλονότι τοῦ Χριστοῦ. «Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασιν αὐτοῦ κατ‐ οικοῦσαν.» Ὦ γνῶσις Θεοῦ, ἡ ἐν τοῖς ἐκλεκτοῖς κατ‐ οικοῦσα, ἀπὸ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ποιη‐ μάτων καταλαμβάνεταί σου ἡ ὑπόστασις. Καὶ ἡ | |
25 | Ἐκκλησία δὲ ἔξωθεν, τουτέστιν ἐκ τῶν ἐθνῶν συν‐ ήχθη. «Καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.» Οὐκ ἐῶντες ἐντρέφεσθαι τῇ πίστει καὶ ταῖς καλαῖς διδασκα‐ λίαις· ἢ ἄρδην ἀνελόντες, ἢ εἰδωλολατρεῖν ἀναγκά‐ | |
30 | σαντες. | |
31t | ΚΕΦΑΛ. ΙΑʹ. | |
32 | «Τάδε λέγει Κύριος· Ἐπικατάρατος ὁ ἄνθρωπος, ὂς οὐκ ἀκούσεται τῶν λόγων.» Ὁ Θεὸς καταρᾶται, ἀλλ’ οἱ τοὺς θείους παραβαίνοντες νόμους ἑαυτοῖς | |
35 | ἐπισπῶνται τὰ δεινά. «Τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα, καὶ μέλι.» Πρὸς μὲν ἱστορίαν, τὴν Παλαιστίνην· πρὸς δὲ διά‐ νοιαν, τὴν Ἐκκλησίαν· γάλα μὲν ποτίζουσαν τοὺς ἀρ‐ τιφύτους, μέλι δὲ τοὺς δυναμένους ἀπογεύσασθαι | |
40 | τῶν τελειοτέρων μαθημάτων. «Καθὼς ἡ ἡμέρα αὕτη. Καὶ ἀπεκρίθην, καὶ εἶπα, Γένοιτο, Κύριε.» Τὴν θεοφάνιον ἡμέραν τοῦ Σωτῆ‐ ρος ὁ προφήτης προβλέπει, καθ’ ἣν ταῦτα τοῖς πι‐ στοῖς δέδοται, ἣν καὶ εὐχόμενος παραγενέσθαι, | |
45 | φησὶ, Γένοιτο, Κύριε. «Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα.» Συμ‐ φωνία πάντων ἐπὶ τὸ χεῖρον. «Τί ἡ ἠγαπημένη;» Ἀντὶ τοῦ, Πῶς ἡ ἠγαπη‐ μένη; | |
93.649(50) | «Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει.» Ὅτε τοὺς πατριάρχας ἐκλεξάμενος ἐφύτευσεν. «Εἰς φωνὴν περιτομῆς αὐτῆς, ἀνήφθη πῦρ ἐπ’ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σέ.» Ὅτε, φησὶν, ἔδει καλλιεργηθῆναι τὴν Συναγωγὴν, τότε πυρὸς ἑαυτὴν | |
55 | ἀξίαν κατέστησεν· ἔδει δὲ αὐτὴν καλλιεργηθῆναι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ. | |
«Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι.» Θείαν | ||
93.652 | ἀποκάλυψιν αἰτεῖ λαβεῖν περί τε τῶν καθ’ ἑαυτὸν, καὶ τῶν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ. «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον.» Ὡς γὰρ πρόβατον ἐπὶ σφαγὴν ἤχθη ὁ Κύριος, κατὰ τὸν Ἡσαΐαν. Οὐκ | |
5 | ἀντέστη. «Οὐ γὰρ ἐρίσει, φησὶν, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.» | |
8 | «Ἐμβάλωμεν ξύλον.» Πρὸς μὲν τὸν προφήτην, βοτάνην τινὰ θανάσιμον, ἵνα ἐσθίων ὀδυνᾶται. Τῷ | |
10 | δὲ τιμίῳ σταυρῷ τὸν ἄρτον τῆς ζωῆς ἐνέπηξαν. | |
12 | «Καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι.» Ὅρα πῶς καὶ ἀνώνυμον αὐτὸν ποιῆσαι θέλουσιν, οὐδὲ μνήμην | |
15 | τινὰ αὐτοῦ εἶναι βουλόμενοι. Οὐ γὰρ δὴ μόνον ζῶν‐ τας, ἀλλὰ καὶ τελευτήσαντας βαρύνονται τοὺς δι‐ καίους οἱ ἁμαρτωλοί. Ὁρᾷς Ἡρώδην, πῶς τὸν Ἰωάννην ἀνελὼν, ὡς ζῶντος εἶχεν ἐν ἑαυτῷ φόβον; τοσοῦτόν ἐστιν ἀρετὴ, τοσοῦτον κακία, οὕτως ἐκείνη | |
20 | δειλὴ καὶ ἄνανδρος, [ἄλ. δειλὸν καὶ ἄνανδρον,] οὕ‐ τως αὕτη ἀνδρεία καὶ πεπαῤῥησιασμένη. «Πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.» Λοιδο‐ ρούμενος γὰρ οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, | |
25 | κατὰ τὸν ἱερὸν ἀπόστολον. «Ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ.» Τοὺς πολίτας τοῦ προφήτου, οἳ καὶ ἐπεβούλευον αὐτῷ. | |
28t | ΚΕΦΑΛ. ΙΒʹ. | |
29 | «Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ. | |
30 | Πλήν.» Οἶδα, φησὶν, ὅτι δίκαιος εἶ· λόγον δὲ ἀπο‐ λογίας ἐπὶ τῶν σῶν κριμάτων ἐπιζητῶ. Ἢ καὶ οὕ‐ τως· Χρή με πρότερον ἀπολογήσασθαί σοι, Κύριε, ὅτι δίκαιος εἶ, εἶτα ζητῆσαι τῶν ἀπορουμένων τὴν αἰτίαν. | |
35 | «Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;» Οἶδας ὅτι οὐ φθονῶν λαλῶ, ἀλλ’ ἐρωτῶν. | |
38 | «Ἐφύτευσας αὐτούς.» Ἀντὶ τοῦ, ἐδημιούργησας αὐτοὺς, ὡς πάντων ποιητὴς, καὶ οὐκ ἐξεκόπησαν | |
40 | ἁμαρτάνοντες. «Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.» Οἶδας, φησὶν, ὅτι μέχρι χειλέων τιμῶσί σε, καὶ οὐκ ἐπάγεις αὐτοῖς πειρα‐ σμοὺς, ἵνα δοκιμάσῃς αὐτῶν τὰ βάθη τῆς διανοίας. | |
45 | «Ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς.» Οὐ κατ‐ ευχόμενος αὐτῶν τοῦτό φησιν, ἀλλὰ πληροφορούμε‐ νος, ὅτι εἰ καὶ βραδὺ, πλὴν ἥξει ἡ τιμωρία αὐτοῖς. Τὸ δὲ, ἅγνισον, ἀντὶ τοῦ, Ἑτοίμασον, εὐτρέπι‐ σον, ὡς ἐπὶ τῶν μελλόντων θύεσθαι. | |
93.652(50) | «Ἠφανίσθησαν κτήνη καὶ πετεινά.» Διὰ τὴν ἀφορίαν τῆς γῆς. Πρὸς δὲ διάνοιαν, κτήνη ἂν καὶ πετεινὰ νοήσῃς ἀφανιζομένους ἀνθρώπους, τῶν μὲν οὐρανίων ἐπιθυμοῦντας, τῶν δὲ ἐπιγείων μὴ ἀφιστα‐ μένους. | |
55 | «Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε.» Πρὸς τοὺς ἁμαρτάνοντας ὁ λόγος· Τρέχοντες γὰρ, φησὶν, | |
ἐπὶ τὰ πονηρὰ, ἐκλύετε τοὺς τόνους τῆς ἀρετῆς. | ||
93.653 | «Πῶς παρασκευάσῃ ἐφ’ ἵππους.» Πῶς προσ‐ κρούων Θεῷ, δι’ ἱππικῆς βοηθείας πιστεύεις σώζε‐ σθαι; Πρὸς δὲ διάνοιαν, ἵπποι τὸν θεῖον ἔχοντες ἐποχούμενον λόγον, ἀπόστολοι καὶ προφῆται. Πῶς | |
5 | οὖν δύνασαι, φησὶ, παρασκευάζεσθαι εἰς τὴν τούτων ὠφέλειαν, τὰ τῆς κακίας ἔργα μεταδιώκων; | |
8 | «Καὶ ἐν γῇ εἰρήνης σου πέποιθας;» Μὴ θάῤ‐ ῥει, φησὶν, ἐπὶ τῇ νῦν εἰρήνῃ τῆς γῆς· ἥξει γὰρ | |
10 | πάντως ὁ πόλεμος, σοῦ πλημμελοῦντος. Πρὸς δὲ διάνοιαν· Πῶς δύνῃ, φησὶν, ἐπὶ τῇ γνώσει τῆς εὐ‐ σεβείας θαῤῥεῖν ἁμαρτάνων; Γῆ γὰρ εἰρήνης ἐστὶν ἡ εὐσέβεια, δι’ ἧς πρὸς Θεὸν εἰρηνεύομεν. «Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;» | |
15 | Καύχημα τοῦ Ἰορδάνου, τὸ θεῖον βάπτισμα. Πῶς οὖν δύνῃ καυχᾶσθαι ἐπὶ τῷ βαπτίσματι ἁμαρ‐ τάνων; «Ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν, μὴ πιστεύ‐ σῃς ἐν αὐτοῖς.» Εἰ μὲν πρὸς τὸν προφήτην ὁ λόγος, | |
20 | περὶ τῶν ἐν Ἀναθὼθ πολιτῶν αὐτοῦ φησιν, οἵ τινες ἐβούλοντο αὐτὸν ἀνελεῖν. Εἰ δὲ πρὸς τὸν ἁμαρτωλόν· Οἱ πάλαι, φησὶ, διὰ τὴν εὐσέβειαν προσῳκειωμένοι σοι, νῦν βδελύσσονταί σε, καὶ πολέμιοί σοι γεγόνασι, καὶ ἐκδιώκουσί σε. | |
25 | «Μὴ σπήλαιον ὑαίνης.» Τὸ τῆς ὑαίνης σπήλαιον μεστόν ἐστιν ἀκαθαρσίας, καὶ ὀστέων νεκρῶν ἐκ διαφόρων σωμάτων. Τοιοῦτοι δὲ ἦσαν οἱ τῶν Ἰου‐ δαίων καθηγηταὶ, τάφοι κεκονιαμένοι, ἔσωθεν δὲ γέ‐ μοντες ὀστέων νεκρῶν, τουτέστι πάσης ἀκαθαρσίας | |
30 | πεπληρωμένοι. «Ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.» Πάντα δι’ ἁμαρ‐ τίαν πολεμοῦντα τὸν ἄνθρωπον· πρὸς δὲ ἱστορίαν τοὺς Ῥωμαίους φησίν. «Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου» | |
35 | Ἡ κατὰ Θεὸν ποιμαντικὴ μία ἐστίν. Οἱ δὲ πολλοὶ ποιμένες, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε αἱρε‐ τικοὶ, διαφόρους εἰσηγοῦνται διδασκαλίας, καὶ ἔκα‐ στος τὴν ἑαυτοῦ κρατῦναι βούλεται· ὅθεν καὶ διάφο‐ ροι τῶν διδασκομένων οἱ τρόποι. | |
40 | «Δι’ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ.» Ἐκ μὲν τοῦ προσώπου τοῦ Κυρίου λεγόμενον δηλοῖ, ὅτι διὰ τὴν εἰς αὐτὸν σφαγὴν ἠφανίσθη τῶν Ἰουδαίων ἡ χώρα· ἐκ δὲ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος λεγόμε‐ νον σημαίνει, ὅτι διὰ τὸν ἄνθρωπον τὸν ἐνδεδωκότα | |
45 | ἑαυτὸν πάσῃ διδασκαλίᾳ ἠφανίσθη ἡ γῆ. Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ἐννοῶν, ὅτι ὁ Θεός ἐστιν ὁ τῶν ἀνθρώπων κύριος, καὶ οὐκ ὀφείλουσιν αὐτοὶ διὰ τῆς οἰκείας διδασκαλίας κλῆρον ἑαυτῶν ποιεῖσθαι τοὺς διδασκομένους, ἵνα κυριεύσωσιν αὐτῶν. | |
93.653(50) | «Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ.» Οἱ τῶν Ἰουδαίων αἰχμάλωτοι. Πρὸς δὲ διάνοιαν, οἱ τὴν ἄκαρπον τῶν πολλῶν ποιμένων παραδεχόμενοι δι‐ δασκαλίαν. «Ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ’ | |
55 | ἄκρου τῆς γῆς.» Πρὸς μὲν ἱστορίαν, ἡ τῶν Ῥω‐ μαίων χεὶρ πορθοῦσα τὴν Ἰουδαίων γῆν· πρὸς δὲ | |
διάνοιαν, τὴν συγχώρησιν τοῦ Κυρίου, διὰ τὸ | ||
93.656 | αὐτεξούσιον τῶν τε ποιμένων, καὶ ποιμαινομένων, μάχαιραν Κυρίου νοήσεις διαφθείρουσαν τοὺς ἐν πάσῃ γῇ ταῖς ποικίλαις διδασκαλίαις πειθομένους, οἵτινες οὐδὲ εἰρηνεύουσι πρὸς ἀλλήλους. | |
5 | «Ἐσπείρετε πυροὺς, καὶ ἀκάνθας ἐθερίσατε.» Πρὸς τοὺς πολλοὺς ποιμένας ὁ λόγος, οἵτινες διὰ τῆς πιθανολογίας, τρόφιμον δοκοῦντες εἰσηγεῖσθαι διδα‐ σκαλίαν, ὄλεθρον ἑαυτοῖς ἀποθερίζουσιν. «Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς.» | |
10 | Τοὺς ποιμένας οὐδὲν οἱ ποιμαντικοὶ ὠφελήσουσι κλῆροι. «Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν.» Αἰσχύνης, φησὶ, καὶ ὀνειδισμοῦ ἀξία ἐστὶν ἡ καύχησις παρὰ τῷ Θεῷ. | |
15 | «Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γει‐ τόνων τῶν πονηρῶν.» Γείτονες πονηροὶ οἱ τὸν θεῖον λόγον παραχαράττοντες, οἵτινες καὶ διεκβολὰς ἐρ‐ γάζονται, παροχετεύοντες τὴν θείαν διδασκαλίαν. | |
20 | «Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτούς.» Ἀνασπῶ, φησὶ, τοὺς σωζομένους τοῦ λαοῦ μου ἀπὸ τῆς γῆς τῶν πο‐ νηρῶν γειτόνων· τουτέστι, τῆς εἰδωλολατρείας καὶ ψευδοῦς διδασκαλίας. Ἰούδαν δέ φησι τὸν ἐξομολο‐ γούμενον καὶ σωζόμενον λαὸν, ὃν καὶ ἐκβαλεῖν ὑπ‐ | |
25 | ισχνεῖται ἀπὸ τῆς πονηρᾶς γῆς. «Καὶ ἔσται, μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἀναστρέψω, καὶ ἐλεήσω αὐτούς.» Καὶ αὐτοὺς δὲ, φησὶν, ἐλεήσω τοὺς ἐθνικοὺς, τὴν τοῦ ἁγίου λουτροῦ ἄφεσιν χαρι‐ ζόμενος αὐτοῖς. | |
30 | «Καὶ ἔσται ..., τοῦ ὀμνύειν τῷ ὀνόματί μου.» Ἵνα μηκέτι τὰ εἴδωλα, ἀλλὰ τὸν Δεσπότην Χριστὸν ὅρ‐ κιον ἔχωσιν. | |
33t | ΚΕΦΑΛ. ΙΓʹ. | |
34 | «Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν.» | |
35 | Περίζωμα λινοῦν τὸ πολλάκις πλύνεσθαι δυνάμενον· σημαίνει δὲ τοὺς πολλάκις συγχωρηθέντας, καὶ μὴ μετανοήσαντας. «Καὶ ἐπορεύθην. Καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ.» Τὸ ὕδωρ διέφθειρε τὸ περίζωμα· ὕδωρ δὲ ἡ ἁμαρ‐ | |
40 | τία, κάθυγρος οὖσα, καὶ διαῤῥέουσα, καὶ τοὺς αὐτῇ χρωμένους ἀχρείους ἀπεργαζομένη. «Τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων.» Ὕβρις εἰς Θεὸν, τὸ τὴν αὐτοῦ προσκύνησιν εἰδώλοις | |
45 | προσφέρειν. «Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου.» Ἀσκοῖς αὐτοὺς παρεικάζει, ἢ διὰ τὸ διάκενον καὶ σχῆμα μόνον ἔχειν ἀνθρώ‐ πων, ἢ ὅτι εἰ βουληθεῖεν, δύνανται καὶ αὖθις δέξα‐ | |
93.656(50) | σθαι θεῖα μαθήματα τὰ τῆς εἰς Χριστὸν πίστεως. «Ἰδοὺ ἐγὼ πληρῶ τοὺς ἱερεῖς μεθύσματι.» Τῇ τιμωρίᾳ τῆς ἀδικήσεως. «Δότε τῷ Κυρίῳ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτά‐ σαι.» Ὁ Κύριος ὑμῶν Ἰησοῦς Χριστὸς φῶς ἐστιν· | |
55 | Ἕως οὖν ἔχετε, φησὶ, τὸ φῶς, πιστεύσατε εἰς αὐτό. | |
«Καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν.» | ||
93.657 | Ὅρη σκοτεινὰ αἱ πονηραὶ δυνάμεις, καὶ αἱ διαβολι‐ καὶ ἐνέργειαι. Πρὸ τῆς οὖν παῤῥησίας τοῦ διαβόλου, φησὶ, πιστεύσατε εἰς τὸ φῶς. «Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, | |
5 | καὶ τεθήσονται εἰς σκότος.» Αἱ γὰρ ψευδεῖς διδα‐ σκαλίαι φῶς ὑπισχνούμεναι, θανάτου τυγχάνουσι πρόξενοι. «Κεκρυμμένως κλαύσεται ἡ ψυχή.» Ἢ πρὸς τοὺς διδασκάλους ὁ λόγος, ὅτι Αἰσχυνόμενοι οὓς ἠπα‐ | |
10 | τήσατε, κεκρυμμένως κλαύσατε· ἢ καὶ πρὸς τοὺς αἰχμαλώτους, ὅτι Τοιαύτη ὑμῶν ἔσται ἡ αἰχμαλω‐ σία, εἴτε νοητὴ, εἴτε αἰσθητὴ, ὡς μηδὲ τολμᾷν φα‐ νερῶς δεικνύειν. «Πόλεις αἳ πρὸς νότον συνεκλείσθησαν.» Αἱ κατ’ | |
15 | εὐσέβειαν πολιτεῖαι, αἱ ἀντικείμεναι τῷ νοουμένῳ βοῤῥᾷ. «Ἀπῳκίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τε‐ λείαν.» Μετὰ τῶν αἰσθητῶν νοεῖ, ὅτι τῶν κατ’ εὐ‐ σέβειαν ἠθῶν μετέστη. | |
20 | «Ἀνάλαβε τοὺς ὀφθαλμούς σου, Ἱερουσαλήμ.» Τοῦτ’ ἔστι, κατανόησον. «Τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε;» Ὅταν ἐφι‐ στῶσί σοι οἱ αἰσθητοὶ, ἢ καὶ νοητοὶ πολέμιοι. | |
25 | «Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν.» Ἐὰν μὴ γὰρ ἐκδῶμεν ἑαυτοὺς τῇ ἁμαρ‐ τίᾳ, οὐκ ἄρχει ἡμῶν. «Τὰς πτέρνας σου.» Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτη‐ δεύματα γήϊνα. | |
30 | «Εἰ ἀλλάξεται Αἰθίοψ.» Φυσικῷ πράγματι παρ‐ εικάζει, τὴν ἐκ πολλῆς συνηθείας ἁμαρτίαν, ἵνα δείξῃ ἀναγκαίαν εἶναι τὴν χάριν τοῦ λουτροῦ τῆς παλιγγενεσίας. «Καὶ ὁ χρεμετισμός σου.» Διὰ τοῦ χρεμετισμοῦ, | |
35 | σημαίνει, τὴν πρὸς τὴν θήλειαν μίξεως τὴν ἔφεσιν. Τοῦτο οὖν φησιν, ὅτι Καὶ ἐν συγκαταθέσει, καὶ ἐν αὐτῇ τῇ πράξει τὴν ἁμαρτίαν εἰργάσασθε. «Ἐπὶ βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου.» Ἀντὶ τοῦ, κατὰ πολλοὺς τρόπους. | |
40 | Πλὴν ἐπὶ τούτων ἔθυον. | |
41t | ΚΕΦΑΛ. ΙΔʹ. | |
42 | «Ἐπένθησεν ἡ Ἰουδαία.» Μετὰ τὸ αἰσθητὸν ἡ γνῶσις τῆς εὐσεβείας. «Καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν.» Αἱ εἰσ‐ | |
45 | αγωγαὶ καὶ διδασκαλίαι οὐκ ἔχουσαι τοὺς διδασκο‐ μένους. «Καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς.» Τῆς γὰρ κα‐ κίας ἐπικρατούσης ἡ ἀρετὴ καλύπτεται. «Καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη.» Οὐχ | |
93.657(50) | ὡς ἡ Σοδόμων· οὐ γὰρ τελείως ἠφανίσθη· ἀλλὰ τοῦ ὀδυρμοῦ αὐτῆς ἡ κραυγή. «Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεω‐ τέρους αὐτῶν ἐφ’ ὕδωρ.» Οἱ θρόνοι οἱ ἱερατικοὶ ἔπεμψαν ἐπερωτῆσαι ἀπὸ Θεοῦ τὰ συμφέροντα. | |
55 | Νεωτέρους δὲ αὐτοὺς ἐκάλεσε, διὰ τὸ κοσμικαῖς καὶ νεωτερικαῖς αὐτοὺς ἐπιθυμίαις ἐνέχεσθαι. «Ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕρησαν ὕδωρ.» | |
Τοῦτο εἰ μὴ ἐκ θείας ὀργῆς, οὐκ ἄν ποτε συνέβη. | ||
93.660 | Ἄλλως· Οὐ γὰρ εὗρον τὸ ὕδωρ τὸ ζῶν τὸ ἐκ Θεοῦ διδόμενον. «Οἱ γεωργοί.» Οἱ ὀφείλοντες ἐργάζεσθαι. «Καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.» Οὐ γὰρ | |
5 | ἦσαν οἱ ἀκούοντες. Τροφὴ γὰρ τῶν ἁγίων οἱ αὐτῶν μαθηταί. «Ὄναγροι ἔστησαν ἐπὶ νάπας.» Ἐστέναξαν ἐπὶ τοῖς ἀπολλυμένοις. Ὄναγροι. Οἱ τῶν κοσμικῶν πραγμάτων ἐλεύθεροι. | |
10 | «Ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς.» Ἵνα τί, φησὶν, οὐ κήδῃ ἡμῶν ὡς Δεσπότης, ἀλλὰ παρορᾷς ὡσεὶ πάροικος; «Ἐκκλίνων εἰς κατάλυμα.» Ὁ ἐπειγόμενος εἰς κατάλυμα φθάσαι, κἂν ἴδῃ τινὰς ὁπωσοῦν χρῄζοντας | |
15 | βοηθείας, παρορᾷ, καὶ παρατρέχει. | |
17 | «Ἠγάπησαν κινεῖν πόδας αὐτῶν.» Ἀτάκτως κινεῖσθαι, τρέχειν εἰς τὰ κακά. «Ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι.» Ὡς | |
20 | ὑπεραπολογούμενος τοῦ λαοῦ ὁ προφήτης φησὶν, ὅτι Οἱ ψευδοπροφῆται αὐτοὺς ἀπατῶσι· καὶ δύο ἐντεῦ‐ θεν πραγματεύεται· μετάγει τὴν ὀργὴν ἐπὶ τοὺς προφήτας, καὶ προτρέπει λέγειν Θεὸν, ὅτι Οὐκ ἐγὼ αὐτοὺς ἀπέστειλα. | |
25 | «Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται.» Ἐν παρατε‐ ταμένῃ νόσῳ, ὡς τοῦ συντόμου θανάτου αἱρετωτέ‐ ρου τυγχάνοντος. «Καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς διόδοις Ἱερου‐ σαλήμ.» Δίοδοί εἰσιν αἱ αἴσχιστοι ὁδοί. | |
30 | «Μὴ ἀποδοκιμάζων.» Δέησις τοῦ προφήτου πρὸς Θεὸν, καὶ ἐξομολόγησις ὑπὲρ τοῦ λαοῦ, καὶ Θεοῦ πρὸς αὐτὸν ἀπόκρισις. «Καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου;» Ὥσπερ ἀνθρωπίνως διαμορφοῖ τὸν Θεὸν ἡ Γραφὴ τὸν ἀσχη‐ | |
35 | μάτιστον, οὕτως καὶ ὡς ἐπὶ ἀνθρώπου, Ἡ ψυχή σου τέθνηκεν. Ἢ προφητικῶς, ὅτι ἔμελλεν ὁ Θεὸς Λόγος δι’ ἡμᾶς ἄνθρωπος γίγνεσθαι. «Καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ αὐτός;» Οὐδὲ αἱ οὐράνιαι, φησὶ, δυνάμεις δίχα | |
40 | τῆς σῆς ἐπιτροπῆς δύνανται χορηγεῖν ἀγαθά. «Καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα.» Σὺ εἶ, φησὶ, καὶ οὐχ ἕτερός τις ὁ καὶ τὸν αἰσθητὸν ἡμῖν καὶ τὸν πνευματικὸν χορ‐ ηγῶν ὑετόν. | |
45t | ΚΕΦΑΛ. ΙΕʹ. | |
46 | «Καὶ εἶπε Κύριος πρός με, Ἐὰν στῇ Μωυσῆς, καὶ Σαμουήλ.» Μωυσῆς ὁ λέγων, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ταύτης, ἧς ἔγραψας· καὶ Σα‐ | |
93.660(50) | μουὴλ ὁ καὶ τὴν τοῦ Σαοὺλ ἁμαρτίαν πενθῶν. «Ἐξαπόστειλον αὐτοὺς, καὶ ἐξελθέτωσαν.» Οὐχ ὁ Θεὸς ἐκβάλλει, ἀλλ’ αἱ ἡμῶν ἁμαρτίαι διιστῶσιν, ἀναμέσον ἡμῶν καὶ αὐτοῦ. «Μάχαιραν εἰς σφαγὴν, καὶ τοὺς κύνας.» Μετὰ | |
55 | [ἀλ. μετὰ τὸ αἰσθητόν] τὴν αἰσθητὴν, μάχαιραν νοητὴν, ψευδώνυμον γνῶσιν. Κύνας δὲ περὶ ὧν εἶπεν | |
ὁ Ἀπόστολος· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς | ||
93.661 | κακοὺς ἐργάτας. Θηρία δὲ γῆς, τοὺς τὰ γήϊνα φρο‐ νήματα ἡμῖν ἐνσπείροντας· πετεινὰ δὲ τοῦ οὐρανοῦ τοὺς τὰ ὑψώματα ἡμῖν ἐπισπείροντας μετὰ τῆς γνώσεως τοῦ Θεοῦ. | |
5 | «Διὰ Μανασσήν.» Οὖτος ἔπεισεν ἐκτόπως εἰδωλο‐ λατρεῖν τοὺς Ἰουδαίους. Λέγεται δὲ καὶ τὸν προφή‐ την Ἡσαΐαν αὐτὸς πρῖσαι. «Ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι;» Τίς ἔχει φοβηθῆναι εἰς τὸ κακῶσαί σε; ἀντὶ τοῦ, Οὐδείς. Ἢ | |
10 | τίς, φησὶ, μέλλει σοι εἰρηνεύειν, ἐμοῦ σοι πολεμοῦν‐ τος; «Καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς.» Τὸ, σέ, καὶ, αὐτούς, κατὰ τοῦ αὐτοῦ κεῖται· φησὶ δὲ τὴν Ἰερουσαλὴμ, καὶ τοὺς ἀπειλουμένους. | |
15 | «Ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν.» Αἱ πολυ‐ οχλοῦσαι πόλεις ἔρημοι γεγόνασιν. «Ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης.» Ὑπερβολι‐ κὸς ὁ λόγος. «Ταλαιπωρίαν ἐν μεσημβρίᾳ.» Τοῦ Χρυσοστόμου | |
20 | [ἄλ. Ὀλυμπιοδώρου]. Ὅρα πῶς τὴν τιμωρίαν ἐπ‐ ήγαγεν, ὥστε μὴ νομισθῆναι ταύτας εἶναι τὰς συνήθεις, ἀλλ’ ὄντως θεηλάτους τινάς. «Ἀπέῤῥιψα ἐπ’ αὐτὴν ἐξαίφνης τρόμον.» Ἀπροσ‐ δοκήτως. | |
25 | «Ἐκενώθη. Ἐπέδυ ὁ ἤλιος ἐπ’ αὐτῇ, ἔτι μεσού‐ σης τῆς ἡμέρας.» Ὑπὸ τοῦ πλήθους τῶν πολεμίων· ᾒ ὅτι αἰφνιδίως συμφοραῖς καταλαμβανόμενοι, οὐδὲ τὸν ἥλιον ὑπὸ τῆς ταραχῆς βλέπουσιν. «Οἵμοι ἐγὼ, ὡς τίνα, μῆτερ, μὲ ἔτεκες ἄνδρα δι‐ | |
30 | καζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ;» Πρὸς μὲν ῥητὸν, ὅτι τοῖς ψευδοπροφήταις ἀντέλεγε, καὶ πρὸς τοὺς παρανομοῦντας ἐδικάζετο· πρὸς δὲ διά‐ νοιαν, διὰ τὸ τὴν ἁμαρτίαν πολυμερῶς περισύρειν τὴν ἀγαθότητα. | |
35 | «Οὔτε ὠφέλησέν με οὐδείς.» Ὅτι οὐδὲν ὁ προ‐ φητικὸς λόγος τῆς ἁμαρτίας ἀπήλλαξεν, ὡς ἐξ ἀνάγ‐ κης δεῖσθαι τῆς διὰ Χριστοῦ ἀπολυτρώσεως. «Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.» Τοῖς ἐπιβουλεύουσί μοι. | |
40 | «Γένοιτο, Δέσποτα, κατευθυνόντων αὐτῶν.» Εἴθε, φησὶ, κατηύθυναν, καὶ ἐπέστρεψαν πρὸς σὲ, ὡς πά‐ λιν ἐδεόμην ὑπὲρ αὐτῶν, καὶ ᾔτουν αὑτοῖς ἀγαθὰ, καὶ ταῦτα ἐχθρῶν μοι ὄντων αὐτῶν, καὶ πολε‐ μίων. | |
45 | «Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβόλαιον χαλ‐ κοῦ ἡ ἰσχύς σου;» Ἐκ Θεοῦ πρὸς τὸν λαὸν ὁ λόγος. Κἂν ἰσχυρὸς ᾖς, φησὶν, ὡς σίδηρος ἢ χαλκὸς, περιέσο‐ μαί σου. «Καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντ‐ | |
93.661(50) | άλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου.» Τί ἐστιν ἀντάλλαγμα; Ἀντὶ τῶν ἁμαρτιῶν σου δώσω τὰ χρή‐ ματά σου καὶ τὴν ἰσχύν σου, ἐπειδὴ αὐτοῖς ἐθάῤ‐ ῥουν. «Γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμόν.» Ταχὺ, | |
55 | μὴ βραδύνῃς. «Καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου.» Ἵνα μετὰ χαρᾶς προφέρω | |
τὰ σὰ λόγια, μηκέτι ὑπ’ αὐτῶν ἀντιλεγόμενος. | ||
93.664 | «Παιζόντων, κ.τ.λ.» Καταγέλωτος ἄξια ἐργαζο‐ μένων. «Ἡ πληγή μου στερεά.» Θεοδωρίτου [ἄλ. Ὀλυμπιοδώρου]. Μὴ γὰρ εἰς ὠφέλειαν αὐτῶν ἡ | |
5 | ἐμὴ πληγή; Τίνος οὖν ἕνεκεν συγχωρεῖς αὐτούς; «Πόθεν ἰαθήσομαι;» Ὀλυμπιοδώρου. [ἄλ. Θεο‐ δωρήτου.] Ἀπὸ κοινοῦ τῆς ἀνθρωπότητος φέρει τὸν λόγον, οὐδαμόθεν δυναμένης ἰαθῆναι, εἰ μὴ ὑπὸ μό‐ νου τοῦ Σωτῆρος ἡμῶν. | |
10 | «Γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν.» Ἡ τῶν ψευδοπροφητῶν ἀπάτη ἡ καὶ πλή‐ ξασα τὸν λαόν· ἢ αὐτὴ ἡ ἁμαρτία ἄπιστος οὖσα, καὶ ἐοικυῖα ὕδατι ἀποπνίγοντι τοὺς ἀπολαμβανομένους. Ἔστι δὲ ψευδὲς ὕδωρ οὐκ ἔχον πίστιν τὰ τῶν | |
15 | αἱρετικῶν βαπτίσματα. «Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· καὶ πρὸ προσώπου μου στήσῃ.» Ἐὰν γὰρ, φησὶν, ἀπο‐ στῇς τῆς ἁμαρτίας, ἔσῃ ὡς ἀπ’ ἀρχῆς ὁ Ἀδὰμ, τῆς ἐμῆς θεωρίας ἀξιούμενος. | |
20 | «Καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ.» Ἐὰν ἐξαγάγῃς ῥῆμα τίμιον, τουτ‐ έστι τὸ τῆς πίστεως ὁμολόγημα, ἀπὸ τοῦ ποτε ἀν‐ αξίου καὶ ἀπίστου, καὶ παρασκευάσῃς αὐτὸν πιστεῦ‐ σαι, ὡς στόμα ἔσῃ τοῦ εἰπόντος Σωτῆρος· Ὦ γύναι, | |
25 | μεγάλη σου ἡ πίστις. «Καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀποστρέψεις πρὸς αὐτούς.» Σπούδασον, φησὶν, ὧ προφῆτα, τοιοῦτος εἶναι, ὡς ἕλκειν αὐτοὺς πρὸς ἀρετὴν, καὶ μὴ ὑπὸ τῆς αὐτῶν κακίας καθέλκε‐ | |
30 | σθαι. | |
31t | ΚΕΦΑΛ. Ιϛʹ. | |
32 | «Καὶ σὺ μὴ λάβῃς.» Ἱστορεῖται ὁ προφήτης παρθένος εἶναι, ὡς ὑπὸ Θεοῦ κελευσθεὶς μὴ γῆμαι. «Μὴ εἰσέλθῃς εἰς θίασον.» Εἰς ἑστίασιν εὐφρο‐ | |
35 | σύνης ἢ καὶ πένθους. «Οὐ μὴ κόψονται.» Ἀμυχὰς, κατατρύσματα. «Καὶ φωνήν.» Τὴν τελείαν ἀφαίρεσιν τῆς χαρᾶς φησι. Βορειοτέρα ἐστὶν ἡ Βαβυλὼν ὡς πρὸς τὴν Ἱερου‐ | |
40 | σαλήμ· τῆς οὖν αἰσθητῆς Βαβυλῶνός φησι καθ’ ἱστορίαν, ἢ καὶ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλω‐ σίας. «Ἰδοὺ ἐγὼ ἀποστέλλω.» Τοὺς ἀποστόλους λέγει. «Ἀποστέλλω τοὺς πολλούς.» Τοὺς προέδρους τῶν | |
45 | Ἐκκλησιῶν. Ἐκ τῶν διαβολικῶν ἐνεργειῶν. «Καὶ θηρεύσωσιν.» Τῶν δαιμόνων, ἢ καὶ τῶν τῆς κακίας τρόπων. «Καὶ ἐπάνω παντός.» Τῶν ἀφανῶν καὶ δυσκα‐ τανοήτων τῆς κακίας ἐνεργειῶν. | |
93.664(50) | «Καὶ ἀνταποδώσω.» Εἰ μὲν κατὰ τῶν δαιμόνων, καὶ αὐτῶν καὶ ἡ ἐπιφερομένη διπλῆ τιμωρία, ὅτι καὶ ἀπέστησαν τοῦ ἀληθοῦς Θεοῦ τοὺς ἀνθρώπους, | |
καὶ ἑαυτοὺς ἐθεοποίησαν· εἰ δὲ κατὰ τῶν ἀνθρώ‐ | ||
93.665 | πων μετὰ τὴν γνῶσιν ἁμαρτανόντων, διὸ διπλοῦν τιμωροῦνται. «Ἐν τοῖς θνησιμαίοις.» Ἐν τοῖς νεκροῖς τῆς ἁμαρτίας ἔργοις· βδελύττεται δὲ καὶ τὰ θνησιμαῖα ὁ | |
5 | νόμος. «Πρὸς σὲ ἔθνη.» Πρὸς τὸν Κύριον Ἰησοῦν, περὶ οὗ γέγραπται· Καὶ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. | |
9 | «Εἰ ποιήσει.» Τὸ τῆς ἐνανθρωπήσεως. | |
10 | «Καὶ γνωριῶ.» Ὁ Πατήρ ἐστιν ὁ λέγων περὶ τοῦ Μονογενοῦς. | |
12t | ΚΕΦΑΛ. ΙΖʹ. | |
13 | «Ἐπικατάρατος.» Ἐφ’ ἑαυτὸν, ἢ καὶ ἕτερόν τι‐ να· ἢ καὶ ὁ νομίζων ψιλὸν ἄνθρωπον εἶναι τὸν Σω‐ | |
15 | τῆρα Χριστὸν, καὶ μὴ Θεὸν ἐνανθρωπήσαντα. «Καὶ στηρίσει.» Καὶ πεποιθὼς ᾖ ἐπὶ τῇ δυνάμει αὐτοῦ. «Καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη.» Τοῦτο τὸ φυτὸν καὶ ἐν τῷ ζῇν ἡμιθανές ἐστι καὶ κεκαυμένον· λέγε‐ | |
20 | ται δὲ ἀποθνήσκειν, ὅταν ὑετὸς ἔλθῃ ἐπ’ αὐτῷ. Ὁ μὴ πιστεύων ὅτι Θεός ἐστιν ἐνανθρωπήσας ὁ Χριστὸς, τῶν τῆς παρουσίας αὐτοῦ ἀγαθῶν οὐκ ἀπολαύσει. «Καὶ κατασκηνώσει.» Ἅλιμα βοτάνη ἐστὶν, εἶτα πολλῶν. | |
25 | «Καὶ οὐ φοβηθήσεται.» Ἐν καιρῷ πειρασμοῦ, φησίν. «Καὶ ἔσται.» Εὐθαλεῖς καρποὶ τῆς ἀρετῆς, πε‐ ρισκέποντες αὐτὸν ἐν τοῖς πειρασμοῖς. «Ἐν ἐνιαυτῷ.» Ὁ ἐνιαυτὸς κύκλος ἐστίν· ἐν | |
30 | καιρῷ οὖν, φησὶ, καθολικοῦ πειρασμοῦ οὐ φοβηθή‐ σεται. «Βαθεῖα ἡ καρδία.» Τὸ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον βαθύ ἐστι, καὶ ἀκατάληπτον. Καὶ γὰρ μετὰ τοῦ εἶναι Θεὸς, ἄνθρωπος γέγονε. | |
35 | Τίς οὖν γνώσεται, φησὶν, ἢ τὴν ἐκ Πατρὸς αὐ‐ τοῦ γέννησιν, ἢ τὴν μετὰ σαρκὸς ἄφραστον οἰκονο‐ μίαν; «Ἐφώνησε πέρδιξ.» Ὁ πέρδιξ, ὥς φασιν, ὑπερή‐ φανος ὢν, διὰ τῆς φωνῆς τοὺς ἀλλοτρίους προσκαλεῖ‐ | |
40 | ται νεοττούς. Οἵτινες γνόντες ὕστερον ὅτι οὐκ εἰσὶν αὐτοῦ, καταλιμπάνουσιν αὐτόν· οὕτω καὶ οἱ ἄνθρω‐ ποι οἱ ἀπατηθέντες ὑπὸ τοῦ διαβόλου, ὅταν γνῶσι τὸν ἑαυτῶν Δημιουργὸν καὶ Δεσπότην Θεὸν, ἀφίστανται ἀπ’ αὐτοῦ. | |
45 | «Καὶ οὐκ ἐπ’ ἐσχάτου.» Ἐπειδὴ ἀκρίτως τῶν ἀλλοτρίων ἐπεθύμησεν, ὕστερον ἐλεγχόμενος δειχθή‐ σεται ἄφρων. «Θρόνος.» Σὺ εἶ, φησὶ, Κύριος, ὁ τὸν θρόνον τῆς δόξης ἔχων τὸν ὑψηλὸν, καὶ τὸ εἶναι ἡμῖν, καὶ τὸ δια‐ | |
93.665(50) | μένειν παρέχων. «Καταισχυνθήτωσαν.» Οἱ Θεοῦ ἀφεστηκότες, φησὶ, μὴ ἐν οὐρανῷ, ἀλλ’ ἐν γῇ γραφήτωσαν, κατὰ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. | |
55 | «Καὶ ἡμέραν.» Ἀντὶ τοῦ, οὐδενὸς τῶν ἀνθρωπί‐ νων. | |
«Μὴ γενηθῇς μοι.» Ἐν τῇ ἐπιπόνῳ καὶ ἐταστικῇ | ||
93.668 | τῆς κρίσεως ἡμέρᾳ μὴ ὡς ἀλλότριος καὶ ἀντί‐ δικος ἀντικαταστῇς μοι, ὦ Κύριε, ἀλλὰ φειδόμενός μου συγχώρησόν μοι τὰ ἁμαρτήματα. «Καὶ καταισχυνθήτωσαν.» Τοὺς δαίμονας καταρᾶ‐ | |
5 | ται· οὐ γὰρ βούλεται ὁ ἅγιος ἀνθρώπους τῇ διηνεκεῖ παραδοῦναι κολάσει· ὅτι καὶ τῆς κακίας εἰσὶν ἐφευ‐ ρεταὶ καὶ ἐπαναγκασταὶ τοῖς ἀνθρώποις καὶ διδά‐ σκαλοι. «Τοῦ μὴ εἰσφέρειν.» Μέτρον φανερὸν ἐβάδιζον· | |
10 | τὸ γὰρ εἰς μῆκος ὁδεύειν, ἔργον εἶναι ἐδόκει, καὶ τοῦτό ἐστι τὸ ἐν ταῖς Πράξεσι, Σαββάτου ἔχων ὁδόν. «Καὶ ἀνάψω.» Ἀσβέστου πυρὸς μνημονεύσας ὁ λόγος, εἰς θεωρίας ἡμᾶς παραπέμπει, ὅτι τὴν μὴ | |
15 | ἀποτιθεμένην τὰ φορτία τῆς ἁμαρτίας ψυχὴν, πῦρ αἰώνιον δέχεται. | |
17t | ΚΕΦΑΛ. ΙΗʹ. | |
18 | «Καὶ πάλιν.» Τὴν διὰ τοῦ βαπτίσματος ἀνάπλα‐ σιν αἰνίττεται. | |
20 | «Καθὼς ἤρεσεν.» Οὐ καλὸν τὴν γνώμην, ἣ κα‐ κόν. Τοῦτο γὰρ τῆς προαιρέσεως, καὶ τοῦ αὐτεξου‐ σίου· ἀμέλει καὶ ἁμαρτάνοντες μετανοεῖν κελεύον‐ ται· ἀλλὰ τοιόνδε τὴν πλάσιν. Διδασκόμεθα οὖν μὴ πολυπραγμονεῖν τοὺς ἀνεφίκτους τῆς δημιουργίας | |
25 | τρόπους. «Καὶ πέρας λαλήσω.» Ἐὰν ἀποφαίνωμαι. | |
28 | «Ἰδοὺ ἐγὼ πλάσσω.» Κατὰ τὰς κακώσεις τὰς τι‐ μωρητικὰς, φησὶν, καὶ ἐπειδήπερ οἱ ἄνθρωποι οὐ | |
30 | πάντων τῶν ἁμαρτημάτων αὐτῶν μέμνηνται. Πλάτ‐ τω, φησίν· αὐτὰ ἐπ’ ὄψεσιν ὑμῶν ἄγω, ἵνα διὰ τῶν τιμωριῶν ἀναμνησθῆτε, ὧν ἡμαρτήκατε. «Καὶ εἶπαν.» Ἀναιδῶς ἐφθέγξαντο λέγοντες, Ἰσχυρῶς ἐπιμενοῦμεν, οἷς πράττομεν. Σὺ λέγεις, φη‐ | |
35 | σὶν, ὅτι Ἀποστραφέντες ἀπὸ τῶν καλῶν ἔργων, ἠκο‐ λουθήσαμεν τοῖς φαύλοις· ὀπίσω αὐτῶν τῶν φαύ‐ λων ἀκολουθήσομεν. «Μὴ ἐκλείψωσιν.» Πέτρα ὁ Χριστὸς, μαστοὶ δὲ ὁ τρόφιμος λόγος· χιὼν δὲ, ἡ τῶν ἁμαρτημάτων | |
40 | κάθαρσις. Νοοῦνται δὲ μαστοὶ καὶ ἡ νέα, καὶ ἡ πα‐ λαιὰ διαθήκη. Μή τι οὖν ἐνέλειψα εὖ ποιῶν αὐτοῖς, καὶ διατρέφων αὐτῶν τὰς ψυχάς; «Μὴ ἐκκλίνει.» Τί δέ φησιν; Οὐκ εἰσὶν ἐν τῷδε τῷ βίῳ κλυδωνιζόμενοι, ὥσπερ ὕδωρ ὑπὸ βιαίου | |
45 | ἀνέμου φερόμενον; καὶ ὅμως οὔτε τὰς ἐμὰς εὐερ‐ γεσίας ἐλογίσαντο, οὔτε τοῦ παρόντος βίου τὸ ἄστα‐ τον· ἀλλ’ οὕτως εἰσὶ ἐν τούτῳ τῷ βίῳ πορευόμενοι, καὶ τὴν ἀνώμαλον τοῦ βίου βαδίζοντες πορείαν ὡς νομίζοντες, ὅτι τὸν αἰῶνα ἐνταῦθα μενοῦσι. Διὸ καὶ | |
93.668(50) | ἀσθενήσουσιν, ἐν ταῖς ὁδοῖς αὐτῶν, εἰς μάτην θυ‐ μιῶντες Θεῷ μετὰ φαύλης γνώμης. Τρίβους δὲ καὶ σχοίνους, τὸ αὐτό φησιν, ἀντὶ τοῦ, τὰς ὁδούς. «Καὶ σύριγμα.» Ὅτι θαυμάζοντες ἢ χλευάζοντες οἱ ἄνθρωποι, συρίζειν πεφύκασιν. | |
56 | «Ὡς ἄνεμον.» Πάντας ὁμοίως θλίψω. Ὁ γὰρ καύσων ἄνεμος ἐπίσης ἅπαντας καταφλέγει. | |
Ἴδιον τῶν δορυαλώτων τὸ κύπτειν εἰς γῆν, ὡς | ||
93.669 | αὐχένα δεικνύναι μᾶλλον ἢ πρόσωπον. Ἢ ὅτι τῶν ἀπεστραμμένων οὐ τὸ πρόσωπον, ἀλλὰ τὸν αὐχένα ὁρῶμεν, ὅπερ τοῦ Θεοῦ δηλοῖ τὴν ἀποστροφήν. | |
5 | «Ὅτι οὐκ ἀπολεῖται.» Ἐβουλεύσαντο λέγοντες· Ὁ Ἱερεμίας ἱερεύς ἐστι, καὶ ἀναγκαίως οἶδε τὸν νόμον, καὶ προφήτης ὢν, οἶδε τὸ ἐσόμενον· καὶ συν‐ ετὸς ὢν οἶδε τὸ δέον. Δεῦτε οὖν, φησὶν, ἐρεθίσωμεν αὐτὸν λόγοις, καὶ πάντως ἐρεῖ ἡμῖν τὰ ἐκβησόμενα. | |
11 | «Καὶ τὴν κόλασιν.» Ἄλλα διὰ γλώττης προφέ‐ ροντες, τὴν κατ’ ἐμοῦ ἀπώλειαν κρυπτῶς ἐμηχα‐ νῶντο. | |
14t | ΚΕΦΑΛ. ΙΘʹ. | |
15 | «Ἠχήσει τὰ ὦτα αὐτοῦ.» Τουτέστι θορυβηθή‐ σεται. Ἦχος γὰρ ἐμπίπτων ἀκοαῖς θόρυβον ἐμποιεῖ. | |
18 | «Πολυάνδριον.» Πολυάνδριον τάφος, καὶ ἐπειδὴ ἴσως κατεῤῥυηκὼς ἦν, οὕτως ἐκαλεῖτο ἡ διάπτω‐ | |
20 | σις, ὁ τάφος υἱοῦ Ἐννόμ. «Καὶ σφάξω.» Ἀντὶ τοῦ, τοὺς βουλευσαμένους τὴν κακὴν βουλήν. «Ἐν τῇ περιοχῇ.» Ἐν τῷ περισχεῖν τοὺς πολε‐ μίους τὴν πόλιν· τουτέστι, πολιορκῆσαι. | |
25 | «Καθὼς ὁ τόπος.» Ἐν τοῖς διαπίπτουσι τόποις τὰς ἀκαθαρσίας ῥίπτειν πεφύκασιν. Οὕτως οὖν, φησὶ, παρασκευάσω γενέσθαι τὴν πόλιν, καὶ τὰς οἰκίας, ἐν αἷς εἰδωλολάτρουν. «Ταφέθ.» Τὸ Ταφὲθ, διάπτωσις ἑρμηνεύεται, | |
30 | ὅθεν ἐλθὼν ὁ προφήτης τὰ αὐτὰ προλέγει κακά· ἐσκλήρυναν δὲ τὸν τράχηλον, καθάπερ τὰ ὑποζύγια ἀνανεύοντα πρὸς ζυγόν. | |
33t | ΚΕΦΑΛ. Κʹ. | |
34 | «Καὶ ἤκουσε Πασχώρ.» Πασχὼρ, ἱερεὺς ἦν οὗ‐ | |
35 | τος, καὶ πρῶτος τῶν ψευδοπροφητῶν. «Εἰς τὸν κατάῤῥακ.» Ἐν ἰδιάζοντι τόπῳ τοῦ ναοῦ. «Σὺν πᾶσι τοῖς φίλοις.» Τοῖς συμπράττουσί σοι ἐν τῷ ψευδοπροφητεύειν. | |
40 | «Ἠπάτησάς με.» Ἔτι μὲν ἀπάτην καλεῖ [ἀπάτη καλὴ] ἡ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβολή. Ὁ δὲ Ἀκύλας· Ἔθελξάς με, καὶ ἐθέλχθην, ἐξ‐ έδωκεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑπέσχου μοι, Κύριε, ὑπερασπίζειν μου, καὶ ἐᾷς με ἐν ταῖς τοιαύ‐ | |
45 | ταις περιστάσεσιν. Φησὶ δὲ τοῦτο, οὐ Θεὸν αἰτιού‐ μενος, ἀλλ’ ὅπερ καὶ Παῦλός φησιν, Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα. Ἢ καὶ οὕτως· Ἠπα‐ τήθην, νομίζων αὐτοὺς βελτίους γενέσθαι διὰ τῶν προῤῥήσεων τῶν σῶν, καὶ οὐ γεγόνασι. | |
93.669(50) | «Ὅτι πικρῷ λόγῳ μου γελάσομαι ἀθεσίαν.» Ἔστι γὰρ γέλως πικρὸς, ὑπὸ συνοχῆς ψυχῆς ἐκφερόμενος. Καὶ διὰ τοῦ γέλωτος τούτου, φησὶν, ὑποδείκνυμι, ὅτι ταλαιπωρῶ ὑπ’ αὐτῶν. «Οὐ μὴ λαλήσω ἔτι.» Διὰ τὸ μηδένα εἶναι τὸν | |
55 | πειθόμενον. «Καὶ ἐγένετο ὡς πῦρ.» Ὁ ὑπὲρ τοῦ Θεοῦ ζῆλος. | |
58 | «Ἐπισυστῆτε.» Ταῦτα ἔλεγον οἱ ἐπιβουλεύοντες | |
τῷ προφήτῃ, ὅτι Τηρήσατε αὐτοῦ πάντας τοὺς λό‐ | ||
93.672 | γους, εἰ σύμφωνοί εἰσιν· ἵνα ἐὰν εὑρεθῇ κατά τι αὐτῷ ἐναντιούμενος, ἀνέλωσι αὐτὸν ὡς ψεύστην. | |
4 | «Διὰ τοῦτο ἐδίωξαν.» Ὅτι Θεὸς μετ’ ἐμοῦ ἐστι, | |
5 | καὶ ὅτι ἀτιμίας ἄξια πράττουσιν. «Ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου.» Ὡς ὀλιγωρῶν ἐπὶ τὰ ἀνυπόστατα καὶ ἤδη παρῳχηκότα, τὰ μὴ δυνάμενα κατάραν δέξασθαι ἐκφέρει τοὺς λόγους· ἵνα δείξῃ μόνον τὴν συμβᾶσαν αὐτῷ περί‐ | |
10 | στασιν. «Ἐπικατάρατος.» Φασὶν τὸν Ἰοῦλον ἐν οἰκείοις συγγράμμασιν εἰρηκέναι, ὡς Ἀνανίας ὁ ψευδοπρο‐ φήτης αὐτὸς πρῶτος εἶπε τῷ Χελκίᾳ τῷ πατρὶ τοῦ Ἱερεμίου, ὅτι ἐτέχθη αὐτῷ παιδίον ἄῤῥεν. Ἐνδίκως | |
15 | οὖν αὐτῷ καταρᾶται ὡς αἴτιον τῷ λαῷ γενόμενον ἀπωλείας. Πρὸς διάνοιαν δὲ οὕτω νοήσῃς· Ἄνθρω‐ πον ἡ Γραφὴ πολλαχοῦ τὸν διάβολον καλεῖ. Ἐπι‐ κατάρατος οὖν, φησὶν, ἔστω ὁ διάβολος, ὃς εἴρηκεν τῷ Πατρὶ ἡμῶν τῷ Θεῷ, Ἰδοὺ ἄρσεν ἐστὶν ὁ ἄν‐ | |
20 | θρωπος, τουτέστιν ἀνδρεῖος· δὸς ἵνα πειράσω αὐτόν. «Ἀκουσάτω κραῦγος.» Πρὸς μὲν τὸ ῥητὸν, ταχύ· πρὸς δὲ διάνοιαν, Πτοηθείη, φησὶν, ὁ διάβολος ἐν τῇ ἐπιφανείᾳ, καὶ ἐν τῇ ἀνατολῇ τοῦ ἀληθινοῦ ἡλίου Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. | |
25 | «Καὶ ἀλαλαγμοῦ.» Πρὸς μὲν τὸ ῥητὸν, Ἔτι, φησὶν, εὐθυνούμενος ὁ Ἀνανίας ἀκούσει τῆς φωνῆς τῶν πολεμίων· πρὸς δὲ διάνοιαν, Ἐν μεσημβρίᾳ σταυ‐ ροῦται ὁ Κύριος· ὅτε καὶ τελείως ἡττήθη ὁ διά‐ βολος· ἀλαλαγμὸς γὰρ, βοὴ κατὰ πεπτωκότων πολε‐ | |
30 | μίων. «Ὅτι οὐκ ἀπέκτεινέ με.» Τοῦτο ποιεῖν Ἀνανίας οὐκ ἠδύνατο· ὡς δικαιότερον εἰς θεωρίαν ἰδεῖν. Φησὶν οὖν, ὅτι Οὐκ ἀνέκοψε τὴν ὁρμὴν τῆς προαιρέσεως, πρὶν τὴν ἐπὶ τὸ φαῦλον δέξασθαι τροπὴν, φανερώ‐ | |
35 | σας μοι τὴν κακίαν τῆς ἁμαρτίας, καὶ μὴ μετὰ δι‐ καιωμάτων καὶ ἐπικρύψεως ταύτην μοι ἐγκατα‐ σπείρας. «Καὶ ἐγένετό μοι ἡ μήτηρ μου.» Ἵνα τί, φησὶν, ἐν αὐτῇ προθέσει ἐναπέμεινε, καὶ διελύθη ὁ λογι‐ | |
40 | σμὸς, καὶ μὴ εἰς ἔργον ἤνεγκα τὸ βούλημα; «Ἵνα τί τοῦτο; Ἐξῆλθον.» Ἡ ἁμαρτία τῶν πό‐ νων καὶ τῶν μόχθων αἰτία γέγονε· ποιεῖ δὲ καὶ μετάμελον τῷ ἁμαρτάνοντι. Ὀδύρεται οὖν τὴν τρο‐ πὴν ὁ λόγος. | |
46t | ΚΕΦΑΛ. ΚΑʹ. | |
47 | «Ὅτε ἀπέστειλε πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδε‐ κίας.» Ὁ Σεδεκίας αἰχμάλωτος γεγονὼς ὑπὸ τοῦ Βαβυλωνίου, πάλιν ὑπ’ αὐτοῦ κατεστάθη βασιλεύειν | |
93.672(50) | τῆς Ἱερουσαλὴμ, ὅρκους αὐτῷ δεδωκὼς, μὴ ἀθετή‐ σειν αὐτόν· παραβάντος δὲ αὐτοῦ τὰς συνθήκας, πάλιν ἐπιστρατεύει ὁ Βαβυλώνιος. «Καὶ ὁ ἐμπορευόμενος.» Ὡς μὴ ἀντιταττόμενος τῷ θείῳ κρίματι, τῷ δικαιώσαντι παραδοθῆναι αὐ‐ | |
55 | τοὺς τοῖς Βαβυλωνίοις. «Καὶ ἔσται ἡ ψυχή.» Ἀντὶ τοῦ, Κερδανεῖ τὴν ψυχὴν αὐτοῦ.» «Κρίνατε πρωΐ.» Τὸ πρωῒ, ἀντὶ τοῦ, ταχέως | |
μετανοήσατε. | ||
93.673 | «Καὶ καυθήσεται.» Τὴν τροφήν φησιν, εἶλε γὰρ καὶ αὐτὴν ὁ Βαβυλώνιος. | |
3t | ΚΕΦΑΛ. ΚΒʹ. | |
4 | «Καὶ ἐπάξω ἐπὶ σέ.» Ἐπειδὴ κέδρων ἑξῆς μνη‐ | |
5 | μονεύει, σημαίνων τοὺς ἐν ὑπεροχῇ, ἀναγκαίως καὶ πέλεκυν εἶπεν. «ᾨκοδόμησας.» Ὑπερῷα νόει, τὰ ὑψώματα, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὁ ὑφαί‐ νων οὖν, φησὶν, ἑαυτῷ ψευδοδοξίας δόγματα. | |
11 | «Μὴ βασιλεύσεις.» Ἐζήλωσας, φησὶ, τὸν πα‐ τέρα σου Ἄχαζ, καὶ ἐσπούδασας νικῆσαι αὐτὸν ἐν ἀσεβείᾳ. «Ταφὴν ὅνου ταφήσεται.» Ἀντὶ τοῦ, Τάφος αὐτῷ | |
15 | γενήσονται αἱ τῶν σαρκοφάγων ὀρνίθων καὶ κυνῶν γαστέρες· ἵνα εἴποι, ὅτι ὁ τάφος παραῤῥιφήσεται. Πρὸς δὲ διάνοιαν, ταφὴν ὄνου θάπτεται ὁ ἀλογίᾳ συζῶν καὶ ταύτῃ συναποθνήσκων. | |
20 | «Ὅτι συνετρίβησαν.» Ἐραστὰς τῆς Ἱερουσαλὴμ νοήσεις μὲν καὶ τοὺς δαίμονας, νοήσεις δὲ καὶ τοὺς ψευδοπροφήτας, οἵτινες δοκοῦντες αὐτῆς ἐρᾷν, ἠπά‐ των αὐτήν. «Ἐλάλησα πρὸς σέ.» Οἱ ἀληθεῖς προφῆται, ὧν | |
25 | οὐκ ἤκουσας λεγόντων σοι τὰ σὰ παραπτώματα. «Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος.» Ἀντὶ τοῦ, εἰς διασκορπισμὸν ἔσονται. «Κατοικοῦσα ἐν τῷ Λιβάνῳ.» Ἐν τῇ γῇ τῆς ἐπ‐ αγγελίας. | |
30 | «Ἐννοσσεύουσα ἐν ταῖς κέδροις.» Πιστεύουσα, καὶ καταφεύγουσα τοῖς παρὰ σοὶ δυνατοῖς. «Ζῶ ἐγὼ, λέγει Κύριος.» Ἐὰν οὕτως ὑποκρινό‐ μενος ἀπαρτήσῃ ἑαυτὸν εἰς θεοσέβειαν, καὶ ἀγαθὰς ἐργάσηται πράξεις, τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῆς χει‐ | |
35 | ρὸς τῆς δεξιᾶς μου, ἐγὼ ὁ Θεὸς εἰδὼς, ὅτι τὸν και‐ ρὸν ὑποκρίνεται, οὐ φείσομαι αὐτοῦ. Ἀποσφράγισμα δὲ, δακτύλιον φησί. Δακτύλιον δὲ ἐν χειρὶ Θεοῦ, πρᾶξις ἀγαθὴ κακῶν ἀμέτοχος. Ἢ καὶ οὕτως· Ἐὰν εἰς τὸν οὐρανὸν ἀναβῇ φεύγων, ὅπερ ἀμήχανον, | |
40 | ἐκεῖθεν αὐτὸν ἐκσπάσας παραδώσω τοῖς πολε‐ μίοις. «Γῆ, γῆ, ἄκουσον» Τὴν γῆν μαρτύρεται, ἐφ’ ἢν τὰς ἀδικίας ἐποιεῖτο. | |
44t | ΚΕΦΑΛ. ΚΓʹ. | |
45 | «Καὶ ἐξώσατε.» Ἐκ τῆς θεοσεβοῦς πολιτείας. | |
47 | «Καὶ καταστήσω.» Εἰς τὸ πάλιν τὰ θεῖα δρέ‐ πεσθαι δόγματα. «Καὶ ἀναστήσω.» Τοὺς τῶν ἐκκλησιῶν προ‐ | |
93.673(50) | έδρους. «Οὐδὲ πτοηθήσονται.» Ἰουδαῖοι οὐδὲν ἔχουσι πρὸς τοῦτο λέγειν. Μετὰ γὰρ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τελείως τῆς γῆς μετανάσται γεγόνασιν. Ἀμφίβολος [ἀναμφίβολος] οὖν αὕτη ἡ προφητεία | |
55 | περὶ Χριστοῦ. «Ἰδοὺ ἡμέραι ἔρχονται.» Τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς, καὶ ἐκ Δαβὶδ κατὰ σάρκα. | |
«Ἐν ταῖς ἡμέραις ... σωθήσεται.» Ἰούδας, ὁ κατὰ | ||
93.676 | τὸ κρυπτὸν Ἰουδαῖος· ὁ τὴν ἐν πνεύματι λαμβάνων περιτομὴν, Ἰσραὴλ ὁ πνευματικὸς, ὁ διὰ Χριστὸν νοῦν κτησάμενος ὁρῶντα Θεόν. «Ἰωσεδέκ.» Ἰωσεδὲκ ἑρμηνεύεται, Ἰωὰ δίκαιος, | |
5 | τουτέστι δικαιοσύνη ἡμῶν· ἢ Ἰωὰ, ὢν καὶ ἐσόμενος, Ἰωσεδέκ· καὶ διὰ τὴν ὁμωνυμίαν υἱοῦ τοῦ Ἰωσε‐ δὲκ, τοῦ ἡγησαμένου τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῆς αἰχ‐ μαλωσίας. Πολλάκις γὰρ ἡ Γραφὴ καὶ ἀπὸ ὀνομά‐ των τὰ πράγματα κρίνει· ὡς ἐπὶ τοῦ Μελχισεδὲκ, | |
10 | ὃς ἑρμηνεύεται βασιλεὺς εἰρήνης. Ἐν τοῖς προ‐ φήταις ἐπειδὴ καὶ προφήτης ἠξίωσε κληθῆναι, καθὸ γέγονεν ἅνθρωπος, ὁ τοῦ Θεοῦ Υἱὸς, ὁ τῶν προφη‐ τῶν Δεσπότης, κατὰ τὸν διὰ Μωσέως χρησμὸν λέ‐ γοντα, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ | |
15 | Θεὸς ὑμῶν ὡς ἐμέ· κατὰ πάντα αὐτοῦ ἀκού‐ σεσθε. «Συνετρίβη ἡ καρδία μου.» Ἐπτοήθη ὁ προφή‐ της, ἐν αἰνίγματι τὸ κατὰ Χριστὸν θεωρήσας μυστή‐ ριον. | |
20 | «Ὅτι ἀπὸ προσώπου.» Τῶν ψευδοπροφητῶν καὶ ψευδοδιδασκάλων. «Ἐξηράνθησαν.» Αἱ διδασκαλίαι, δι’ ὧν τὰ λο‐ γικὰ τρέφονται ποίμνια. «Καὶ ἡ ἰσχὺς αὐτῶν.» Οὐ τοσοῦτον, φησὶν, | |
25 | ἴσχυσαν, ὅσον καὶ ἐβουλεύσαντο. Ἐβούλοντο γὰρ εἰ ἠδύναντο καὶ χείρονα ποιεῖν. «Καὶ ἐν τῷ οἴκῳ μου.» Ἐν γὰρ τῷ θείῳ ναῷ εἴδωλα ἀπέθεντο, ὡς καὶ Ἰεζεκιὴλ ἐθεώρησεν. «Διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν.» Ἐπειδὴ | |
30 | τοῦ φωτὸς ἔξω ἑαυτοὺς κατέστησαν, ἐν σκοτίᾳ καὶ γνόφῳ πορεύονται. «Ὅτι ματαιοῦσιν ἑαυτοῦ ὅρασιν;» Τὰς ματαίας καὶ δαιμονικὰς ὁράσεις ὡς ἀληθεῖς προσφέρουσι. «Ὅτι τίς ἔσται ἐν ὑποστήματι;» Οὐ μόνον, φησὶ, | |
35 | ψευδῆ προεφήτευον, ἀλλὰ καὶ διαβάλλοντες τοὺς ἀληθεῖς προφήτας, ἔλεγον· Ψεύδονται. Τίς γὰρ ἐπλησίασε τῷ Θεῷ, ἵνα καὶ ἀκούσῃ τῶν λόγων αὐ‐ τοῦ; «Καὶ ἕως ἂν στήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος.» | |
40 | Ἕως ἂν, φησὶν, ὃ προεχειρίσατο βούλευμα ὁ Θεὸς, τουτέστιν, ὃ ἠθέλησεν, εἰς ἔργον ἀγάγῃ. «Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου.» Ἀντὶ τοῦ, Εἰ ἐπλησίασάν μοι· ἢ οὕτως· Εἰ τὴν ὑπόστασιν τῆς προφητείας παρ’ ἐμοῦ ἔσχον, τουτέστι, εἰ παρ’ | |
45 | ἐμοῦ ἦσαν σοφισθέντες, τὸν λαόν μου ἀπέστρεφον ἂν ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. «Ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι.» Ἐπειδή εἰσι καὶ ἐκ Θεοῦ ἐνύπνια, δεῖγμα πάλιν ποιεῖται τῶν ψευ‐ δῶν καὶ ἀληθινῶν ἐνυπνίων τὰ ἀποτελέσματα, ὅτι | |
93.676(50) | τὰ μὲν ἐκ Θεοῦ ἐνύπνια, πάντως ἀληθεύει, τὰ δὲ ἐκ δαιμόνων, οὐ πάντως. Πρὸς ἑκατέρους οὖν τοὺς προ‐ φήτας ἁρμόζει ὁ λόγος, τούς τε ἀληθεῖς, καὶ ψευ‐ δεῖς. «Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;» Ἄχυρον τροφὴ | |
55 | πυρὸς, τῶν ψευδοπροφητῶν ὁ λόγος· σῖτος δὲ ἀνθρώ‐ πῳ ζωτικὴν χαρίζεται δύναμιν, ὁ λόγος τοῦ ἀληθοῦς προφήτου. Ποία γὰρ κοινωνία τῷ ψεύδει πρὸς τὴν | |
ἀλήθειαν; | ||
93.677 | «Οὐκ ἰδοὺ οἱ λόγοι.» Τουτέστιν, ἐνεργεῖς καὶ δυνατοί. «Καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν.» Τουτέστι, νήψεως μὴ μετέχοντες. | |
5 | «Τί τὸ λῆμμα Κυρίου.» Λῆμμα ὀργὴ μετὰ θυ‐ μοῦ, ἐκ τοῦ τὸν ἰσχυρότερον λαβόντα τὸν ἀσθενέστε‐ ρον καταῤῥηγνύναι. Καλεῖται δὲ λῆμμα, καὶ ὁ χρη‐ ματισμός. «Καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον.» Ἀντὶ τοῦ, | |
10 | τιμωρήσομαι, κεῖται. «Καὶ λῆμμα Κυρίου.» Ἡ ὀργὴ, φησὶ, τῷ ἀν‐ θρώπῳ ἐκ τοῦ αὐτῶν στόματος κατασκευάζεται· ὁ γὰρ Θεὸς ἀόργητός ἐστιν, ἐπεὶ καὶ ἀπαθής· διὰ τοῦτο κελεύει, μὴ λέγεσθαι λῆμμα Κυρίου. Οὐ γὰρ | |
15 | Θεὸς ὀργίζεται, ἀλλ’ ἑαυτοῖς τὴν ὀργὴν κατασκευά‐ ζομεν. | |
17t | ΚΕΦΑΛ. ΚΔʹ. | |
18 | «Ἔδειξέ μοι Κύριος δύο καλάθους.» Οἰκειότερον ἐπὶ τῆς τοῦ Χριστοῦ ἐλευθερίας [ἴς. ἐλεύσεως] νοή‐ | |
20 | σεις τοῦτο. «Καὶ στηριῶ τοὺς ὀφθαλμούς.» Σημείωσαι, ὅτι τὸ στηρίζειν τὸν Θεὸν τοὺς ὀφθαλμοὺς, ἐπὶ ἀμφοτέρων κεῖται, ἀγαθοῦ καὶ κακοῦ· καὶ γὰρ ἐν τοῖς ἀνωτέρω εἶπε· Στηριῶ τοὺς ὀφθαλμούς μου εἰς κακά. | |
25t | ΚΕΦΑΛ. ΚΕʹ. | |
26 | «Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία.» Εἴκοσι καὶ τρία ἔτη, φησὶ, σπουδαίως διαμαρτύρομαι ὑμᾶς ἀπέχεσθαι τῆς εἰδωλολατρείας, καὶ οὐκ ἠκούσατε· διὸ παραδώσω ὑμᾶς τοῖς Χαλδαίοις ἑβδομήκοντα | |
30 | ἔτη. «Καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων.» Τὸ ὀρθρίζων, ἀντὶ τοῦ, μετὰ σπουδῆς· ὡς ἤδη λοιπὸν τοῦ χρόνου, τῆς ὀργῆς πλησιάζοντος. «Πατριὰν ἀπὸ Βοῤῥᾶ.» Τοὺς Βαβυλωνίους. | |
35 | «Ὀσμὴν μύρου.» Τὸν τέλειον τῆς λαμπρότητος αὐτῶν, καὶ πάσης χαρᾶς καὶ εὐημερίας ἀφανισμὸν ἐδήλωσεν. «Οὕτως εἶπε Κύριος ... λάβε τὸ ποτήριον.» Τὸ ποτήριον ἐπὶ ἐκδικήσεως κεῖται. | |
40 | «Καὶ ἐπότισα.» Ἀντὶ τοῦ πληροφορίαν ἐδεξάμην, ὅτι πάντως ἔσται αὐτοῖς ἡ τιμωρία. «Καὶ πάντα περικεκαρμένον κατὰ πρόσωπον αὐ‐ τοῦ.» Τουτέστι, τοὺς μόρφωσιν εὐσεβείας ἔχοντας τοῖς δὲ οἰκείοις θελήμασι πορευομένους. | |
45 | «Καὶ πάντας τοὺς συμμίκτους.» Μετὰ τὴν ἱστο‐ ρίαν, τοὺς μὴ οἰκείους τῆς πίστεως νόει. | |
48 | «Καὶ ἔσται, ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτή‐ ριον.» Ἐπειδή εἰσί τινες μὴ εὐχαρίστως δεχόμενοι | |
93.677(50) | τὴν θείαν παιδείαν. «Ὅτι ἐν πόλει.» Τὴν πόλιν, φησὶν, ἐφ’ ἣν ὠνο‐ μάσθη τὸ ὅνομά μου, ἁμαρτάνουσαν τιμωροῦμαι· πόσῳ μᾶλλον τοὺς μὴ εἰδότας με; «Ὑπὸ τοῦ οἰκητηρίου.» Δῆλον δὲ, ὅτι τοῦ οὐ‐ | |
55 | ρανοῦ. «Ἐπὶ τοῦ τόπου.» Ἐν τῷ τόπῳ ἑαυτοῦ, ᾧ χρη‐ ματίζει. Οἱ ἄξιοι, φησὶ, τοῦ σώζεσθαι, οἷς ἂν χρημα‐ | |
τίσῃ Θεὸς, ἀποκριθήσονται, παρακαλοῦντες ἐνδο‐ | ||
93.680 | θῆναι αὐτοῖς, ἕως ὅτε τελείως καρποφορήσωσι· τρυγῶντας γάρ φησι τοὺς καρποφοροῦντας. «Ἥκει ὄλεθρος.» Οὐ γὰρ συμπαραλαμβάνονται οἱ ἅγιοι τῇ πανωλεθρίᾳ. Ταῦτα δὲ ἀρμόζει νοεῖν καὶ | |
5 | ἐπὶ τῆς καθολικῆς τοῦ Θεοῦ κρίσεως. «Ἰδοὺ κακά.» Μετὰ τὰ ἐπὶ τοῦ Βαβυλωνίου γε‐ γονότα, καὶ τὰ ἐπὶ τῆς συντελείας φησίν· Ἐγερθή‐ σεται γὰρ ἔθνος ἐπὶ ἔθνος. «Καὶ λαίλαψ.» Σύγχυσις μεγάλη καὶ ταραχὴ ἐπ’ | |
10 | ἐσχάτοις τοῖς τοῦ αἰῶνος καιροῖς. «Καὶ ἔσονται.» Μετὰ τὸ αἰσθητὸν, καὶ τοὺς ὑπὸ τῆς ἁμαρτίας τετραυματισμένους νόει. | |
14 | Ἀλαλάξατε.» Ἀλαλαγμὸν ἐνταῦθα οὐκ ἐπὶ νίκῃ | |
15 | τῶν πολεμίων, ἀλλ’ ἐπὶ ταῖς οἰμωγαῖς φησιν. Ποιμέ‐ νες δὲ οἱ ἡγούμενοι τοῦ λαοῦ. «Οἱ κριοὶ τῶν.» Οἱ κατ’ ἐξοχὴν ἐν τῷ λαῷ. | |
19 | «Καὶ πεσεῖσθε.» Ἐπειδὴ ὁ σφάζων τὸ εὐτραφὲς | |
20 | σφάξει. «Ὅτι ὠλόθρει.» Ἐπὶ μὲν Ἰουδαίων τὰς θυσίας, καὶ πάντα τὰ ἄλλα νόμιμα· ἐπὶ δὲ τοῦ καθόλου τὰς διαγωγὰς αὐτῶν. «Ἐγκατέλιπεν.» Ἐπὶ μὲν Ἰουδαίων ὁ Κύριος | |
25 | τὸν ἑαυτοῦ ναὸν καταλέλοιπεν· ἐπὶ δὲ τῆς συν‐ τελείας, ὡς λέων καταλελοιπὼς κατάλυμα, οὕτως συγχωρεῖται ὁ Σατανᾶς ἐξελθεῖν κατὰ τῶν ἀνθρώ‐ πων. «Ὅτι ἐγενήθη.» Ἐπειδὴ οἱ ἄνθρωποι κτηνώδεις | |
30 | γεγόνασιν, ὁ δὲ Σατανᾶς ἐστι θηρίον, ὡς ἐν ἐρήμῳ συγχωροῦνται ἅμα νέμεσθαι, διὰ τὸ ψυγῆναι τὴν ἀγάπην. | |
32t | ΚΕΦΑΛ. Κϛʹ. | |
33 | «Οὕτως εἶπε Κύριος· Στῆθι ἐν αὐλῇ οἵκου Κυ‐ ρίου.» Διαμαρτύρασθαι κελεύει Θεὸς τῷ προφήτῃ | |
35 | τοὺς Ἰουδαίους, ἐπὶ τῷ φυλάττειν τὰ θεῖα νόμιμα, ἵνα μὴ ἐπέλθῃ αὐτοῖς ἡ ὀργή. «Καὶ τὴν πόλιν δώσω εἰς κατάραν.» Ἵνα ᾖ ἐπικατάρατος, καὶ τοὺς αὐτῶν δὲ ἐχθροὺς οἱ ἄνθρω‐ ποι ἵνα ἔχωνται [εὔχωνται] τὰ ὅμοια παθεῖν. | |
40 | «Καὶ ἤκουσαν.» Ὁρᾷς, πῶς ἀγριαίνουσι καὶ ἀγανακτοῦσι; καὶ μὴν δι’ αὐτὸ τοῦτο ἀναιρεθῆναι οὐκ ἐχρῆν. Εἰ γὰρ Θεὸς ἐπέταξε, πεισθῆναι δεῖ. Τοῦτο ὑμᾶς λυπεῖ τὸ ῥῆμα, τὸ δὲ τὸν τοῦ ναοῦ τι‐ μιώτερον ἐνυβρίζειν, οὐ πονηρὸν, οὐκ ἀσεβές; Πάνυ | |
45 | αὐτοὺς ἔδακνε τὸ ῥηθέν. | |
47 | «Καὶ ἐξεκκλησιάσθη.» Συνήχθη πᾶς ὁ λαὸς τῶν πρεσβυτέρων τῆς γῆς τῆς περιχώρου. «Καὶ τὸ ὄρος.» Τὸ ὄρος, ἐφ’ ᾧ κεῖται ὁ ναὸς, | |
93.680(50) | εἰς ἐρήμωσιν. «Πλὴν χεὶρ Ἀχεικάμ.» Ἀχεικὰμ εἷς ἦν οὗτος τῶν δυνατῶν, προϊστάμενος Ἱερεμίου. | |
54t | ΚΕΦΑΛ. ΚΖʹ. | |
55 | «Οὕτως εἷπε Κύριος· Ποίησον σεαυτῷ δεσμούς.» | |
Κελεύει ὁ Θεὸς τῷ προφήτῃ κλοιοὺς ἐμβαλεῖν εἰς | ||
93.681 | τὸν τράχηλον ἑαυτοῦ, καὶ πέμψαι τούτους πρὸς τοὺς βασιλεῖς, ὧν μέμνηται. «Καὶ τὰ θηρία.» Θηρία ἐνταῦθα ἀγροῦ, τὰ πρὸς γεωργίαν ἐπιτήδεια κτήνη φησίν. | |
5 | «Εἰ προφῆταί εἰσι.» Εἰ μὲν ἐκ τοῦ Θεοῦ ὁ λόγος, οὕτω νόησον· Εἰ ἐγὼ αὐτοὺς ἀπέστειλα, δυνηθῶσι διαφυγεῖν με, φύγωσι τὴν ὀργήν· εἰ δὲ ἐκ τοῦ προ‐ φήτου ὁ λόγος, Ἔλθωσι, φησὶ, καὶ διακριθῶσι μετ’ ἐμοῦ. | |
10t | ΚΕΦΑΛ. ΚΗʹ. | |
11 | «Ἀληθῶς οὕτω ποιήσαι Κύριος.» Ἀντὶ τοῦ, Γέ‐ νοιτο οὕτως, ὡς σὺ φὴς, γενέσθω. «Ἐπιγνώσονται.» Τουτέστι, τὸ πέρας τῶν πρα‐ γμάτων δείξει τῶν λόγων τὴν ἀλήθειαν. | |
15 | «Βάδιζε καὶ εἰπὸν πρὸς Ἀνανίαν.» Ἐπ’ ἐλέγχῳ τῆς ἀσεβείας ὑπηρετεῖ τῷ προστάττοντι, μηδένα κίνδυνον ὑφορώμενος. Οὐδεὶς γὰρ λόγος τῆς προσ‐ καίρου τοῖς ἁγίοις ζωῆς, ὅταν κελεύσῃ Θεός· τὸν δὲ Θεὸν εἰς δίκην ἐκίνησεν Ἀνανίας ἐναντιούμενος. | |
20 | Ἕτερα δὲ λέγειν ὁ προφήτης παρὰ τὰ προσταχθέντα δοκεῖ. Ἰσοδυναμοῦντα λέγων ἐσύστερον ὁ Πέτρος, Ἀνανία, φησὶ, διατί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαι τὸ Πνεῦμα τὸ ἄγιον; Ὅθεν σὺν τῷ ἐλέγχῳ, ἡ τῆς κολάσεως ἀπειλὴ, τὸ | |
25 | δίκαιον τῆς τιμωρίας ἐμφαίνουσα. Ἐκ Θεοῦ τοίνυν οἱ παρὰ τοῦ προφήτου λόγοι· καὶ μαρτυρεῖ τῆς προ‐ φητείας ἡ ἔκβασις. | |
28t | ΚΕΦΑΛ. ΚΘʹ. | |
29 | «Ὕστερον ἐξελθόντος Ἰεχονίου.» Μετὰ τὸ ἀποι‐ | |
30 | κισθῆναι τὸν Ἰεχονίαν. «Ἐν χειρὶ Ἐλεάσαμ.» Διὰ τούτων ἐπέμφθη ἡ ἐπιστολή. «Οὕτως εἶπε Κύριος.» Τοιαύτη τῆς ἐπιστολῆς ἡ ἀρχή. Ἀναιρῶν τοίνυν τὴν τούτων ἀπάτην, μακρότα‐ | |
35 | τον αὐτοῖς γενήσεσθαι λέγει τῆς ἀποικίας τὸν χρόνον. Κελεύει δὲ καὶ ὑπὲρ τῶν πολεμίων προσεύχεσθαι. Τοῦτο γὰρ ἔσται, φησὶ, καὶ ὑπὲρ τῆς ὑμετέρας εἰρήνης. Οὕτω καὶ Παῦλος ὑπὲρ πάντων τῶν ἐν ὑπεροχῇ κελεύει προσεύχεσθαι, ἵνα ἤρεμον, φησὶν, | |
40 | καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ὁ αὐτὸς γάρ ἐστι Θεὸς, ὃς ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Πῶς οὖν πονη‐ ρὸς ὁ Δημιουργός; ἢ τί παραλλάττει τοῦτο τοῦ ἐν Εὐαγγελίῳ ῥηθέντος· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, | |
45 | καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς; Ἆρ’ οὖν οὐκ ἐπηρεάσθησαν ἀπὸ [ἴς. οἱ ἀπὸ] Ἱερου‐ σαλὴμ ὑπὸ Βαβυλωνίων; ἁλλ’ ὅμως προσεύχονται ὑπὲρ αὐτῶν. «Καὶ ζητήσατε εἰς εἰρήνην.» Προσεύξασθε, φη‐ | |
93.681(50) | σὶν, εἰρήνην τοῖς Βαβυλωνίοις, ἵνα καὶ ὑμεῖς εἰρη‐ νεύητε. Σημείωσαι, ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῶν κρατούντων, κἂν Ἕλληνες ὦσιν. «Καὶ ἐπιστήσω.» Τουτέστιν, Ὄψεσθε τῶν ἐμῶν λό‐ γων τὴν ἀλήθειαν. | |
55 | «Ὅτι εἴπατε· Κατέστησεν ἡμῖν Κύριος προφή‐ | |
τας.» Ψευδοπροφῆται ἦσαν καὶ ἐν τῇ Ἱερουσαλὴμ | ||
93.684 | ἀπατῶντες τὸν λαόν. Ἦσαν δὲ καὶ ἐν τῇ αἰχμαλωσίᾳ ἀπατῶντες τοὺς ἐν τῇ ἀποικίᾳ. «Ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν.» Οὗτοι λέγονται οἱ κατὰ Σωσάνναν πρεσβύτεροι. | |
6 | «Κύριος ἔδωκέ σε ἱερέα.» Πρὸς τὸν Σαμέα φησὶ ὁ Θεὸς, ὅτι Οὐκ ἐγώ σε κατέστησα εἰς προφήτην, οὐδὲ ἐγώ σοι ἐνετειλάμην γράψαι τῷ Σοφονίᾳ κατὰ Ἱερεμίου. | |
10 | «Ἰδοὺ ἐγὼ ἐπισκέψομαι.» Ἡ προθεσμία τῆς ἀνακλήσεως. Τὸ γραφὲν παρ’ αὐτοῦ τοῦ Σαμέα. | |
12t | ΚΕΦΑΛ. Λʹ. | |
13 | «Φωνὴν φόβου ἀκούσεσθε.» Τὴν τῶν εὐαγγελικῶν προσταγμάτων. | |
15 | «Καὶ οὐκ ἔστιν εἰρήνη.» Οὐ γὰρ ἦλθον, φησὶν ὁ Κύριος, βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μά‐ χαιραν. «Ἐρωτήσατε.» Ἐρωτήσατε, φησὶ, τὰς Γρα‐ φὰς, καὶ μάθετε ἐξ αὐτῶν, εἰ γεννηθήσεται ὑμῖν | |
20 | ἄρσεν, τουτέστιν ὁ Κύριος. Ἐπειδὴ γὰρ δι’ ἑνὸς τοῦ Ἀδὰμ ὁ κόσμος ἐφ’ ἁμαρτίαν ἦλθεν, εἰκότως περὶ τοῦ δευτέρου Ἀδὰμ προφητεύει, δι’ οὗ ἡ ἀπολύ‐ τρωσις. «Καὶ περὶ φόβου.» Φυσικῶς οἱ φοβούμενοι τὴν | |
25 | ὀσφὺν κρατεῖν πεφύκασιν. Φόβος οὖν, φησὶ, ἔσται τῶν εὐαγγελικῶν προσταγμάτων, δι’ οὗ φόβου ἕξει τὴν ἰσχὺν, καὶ σωθήσεται. «Διότι ἑώρακα.» Πάντες γὰρ ἔφριξαν τὴν ἀκρί‐ βειαν τῶν εὐαγγελικῶν προσταγμάτων, καὶ ὑπὸ τῆς | |
30 | φρίκης τὰ ἐντὸς ταραττόμενοι τὰς ὀσφῦς ἐκράτη‐ σαν. Πρὸς δὲ διάνοιαν, κρατεῖ ὀσφύος ὁ περισφίγ‐ γων τὰ σπερματικὰ, καὶ ἀπεχόμενος συνουσια‐ σμοῦ. «Ὅτι μεγάλη ἡ ἡμέρα.» Ἡ τοῦ χρόνου τῆς τοῦ | |
35 | Κυρίου ἐνανθρωπήσεως, καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως· ὅλην γὰρ αὐτοῦ τὴν οἰκονομίαν ἡμέραν καλεῖ. «Ἀνέστησα σύντριμμα.» Ἐπειδὴ, φησὶν, με‐ γάλη σου ἡ πληγὴ, καὶ οὐδείς σοι ἠδυνήθη ἐπ‐ | |
40 | αμῦναι, ἀλλὰ καὶ οἱ φίλοι σου ἐπελάθοντό σου διὰ τὴν ἁμαρτίαν σου· φίλους δὲ τῆς ψυχῆς νοήσεις τὸν νόμον, καὶ τοὺς προφήτας, καὶ ἁγίους ἀγγέλους. Ἐπειδὴ οὖν, φησὶν, οὐδείς σοι ἠδυνήθη ἐπαμῦναι, ἐγὼ διὰ τοῦ ἐμαυτοῦ Υἱοῦ, τοῦ κατὰ σάρκα Δαβὶδ, | |
45 | ἀναστήσω σου τὸ σύντριμμα. «Ὅτι πληγὴν ἐχθροῦ.» Ἐπειδὴ διὰ τὰς ἁμαρ‐ τίας σου, φησὶν, ἐγκατέλιπόν σε, διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἰῶμαί σε. «Διὰ τοῦτο πάντες οἱ ἐσθίοντές σε.» Οἱ ἐχθροί | |
93.684(50) | σου, φησὶ, δαίμονες τὰς ἑαυτῶν κατέδονται σάρκας· ἐμφαίνει δὲ διὰ τούτων τὸ πικρὸν τῆς κατ’ αὐτῶν τιμωρίας. «Ἐπὶ πλῆθος.» Συνεπέθεντο, φησὶ, τῷ πλήθει τῶν ἁμαρτιῶν σου. | |
55 | «Καὶ ἔσονται.» Οἱ περιφέροντές σε σκορπισθή‐ σονται. «Ὅτι ἀνάξω.» Γεγονὼς γὰρ ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος ἰάσατο τὴν ἀνθρωπότητα. | |
«Θήρευμα ὑμῶν ἐστιν.» Ὅτι διεσκόρπισάν σε | ||
93.685 | ἀπὸ Θεοῦ. Ὁ βουλόμενος, φησὶν, ἐθήρευσεν αὐτὴν, ὡς μὴ ἔχουσαν ποιμένα. «Οὕτως εἶπε Κύριος.» Ἔχει μὲν ὁ λόγος ἀγγε‐ λίαν τῆς ἐκ Βαβυλῶνος ἐπανόδου· προθεσπίζει δὲ | |
5 | τὴν διὰ Χριστοῦ ἀπολύτρωσιν τῶν ἐθνῶν. «Καὶ οἰκοδομηθήσεται.» Πρὸς μὲν τὸ ῥητὸν, ἡ κατεστραμμένη Ἱερουσαλήμ· πρὸς δὲ διάνοιαν, ἡ Ἐκ‐ κλησία. «Καὶ ὁ λαός.» Κατὰ τὰ νόμιμα πολιτεύσεται· | |
10 | ὁ μὲν ἐκ τῆς αἰσθητῆς αἰχμαλωσίας, κατὰ τὰ Μω‐ σαϊκά· ὁ δὲ τῆς Ἐκκλησίας λαὸς, κατὰ τὰ εὐαγγε‐ λικά. «Καὶ ἐξελεύσονται ἀπ’ αὐτῶν ᾄδοντες.» Τοῖς μὲν αἰχμαλώτοις ἐπαγγελίαν χαρᾶς ἔχει ὁ λόγος. | |
15 | Ἄδοντας δὲ, τοὺς Θεὸν ἐν τῇ ἐκκλησίᾳ ὑμνολογοῦν‐ τάς φησι· παίζοντας δὲ, τοὺς τῶν δαιμόνων κατα‐ παίζοντας. «Καὶ ὁ ἄρχων.» Οὐκ ἔτι, φησὶν, ἀλλότριοι ἄρξουσι τοῦ λαοῦ. Ἢ καὶ οὕτως, Ἐξέλιπον γὰρ οἱ | |
20 | Ἰουδαίων ἄρχοντες· φησὶ ὅτι ὁ πάλαι ἄρχων διάβο‐ λος τῶν ψυχῶν ἐξελεύσεται, ἀντὶ τοῦ ἀποστήσεται τοῦ τῆς Ἐκκλησίας λαοῦ. | |
23t | ΚΕΦΑΛ. ΛΑʹ. | |
24 | «Εὗρον θερμόν.» Ἐπειδὴ οἱ πλείονες ὑπὸ τῆς | |
25 | ἁμαρτίας τεθνήκασι, καὶ ὡς ἐν ἐρήμῳ κεῖνται ἐῤῥιμ‐ μένοι· εὗρον, φησὶν, ἐν τοῖς κειμένοις θερμὸν, τουτ‐ έστιν ἡμιθανῆ, ἐλπίδα ἔχοντα μετανοίας καὶ ζωῆς· φησὶ δὲ ἢ τὸν Ἰσραὴλ, ἢ καὶ πάντα δυνάμενον σώ‐ ζεσθαι. | |
30 | «Κύριος πόῤῥωθεν.» Ὁ νῦν πόῤῥωθεν, ὕστερον ὀφθήσεται αὐτῷ. «Ἔτι λήψῃ τύμπανον.» Μετὰ τὴν αἰσθητὴν Ἱερουσαλὴμ, τὴν Ἐκκλησίαν νόει. «Ὅτι ἔστιν ἡμέρα.» Τοῦτο σημεῖον οἰκήσεως. | |
35 | Ὅτι δέδωκε, φησὶν, ὁ Θεὸς καιρὸν μετανοίας, ἐν ᾧ ἀπολογούμενοι κληθήσεσθε εἰς σωτηρίαν. | |
38 | «Ἐν ὄρεσιν Ἐφραίμ.» Τὸν κατὰ χάριν φησί. Διαφόρως δὲ ἡ Γραφὴ καλεῖ τοῦτον τὸν λαόν. Διὸ | |
40 | καὶ Ἐφραὶμ, ἐκ τῶν πολλῶν φυλῶν· ἐκ πάντων γάρ εἰσιν οἱ σωζόμενοι. «Ἀνάστητε καὶ ἀνάβητε.» Διεγέρθητε, φησὶν, ἐκ τῶν γηΐνων φρονημάτων, καὶ ἀνέλθετε εἰς τὰ οὐράνια, τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι. | |
45 | «Ἰδοὺ ἐγὼ ἄγω.» Γαυριάσατε, φησὶ, πατοῦντες ἐπὶ τὰς κεφαλὰς τῶν ἐθνῶν. Ἰδοὺ γὰρ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, εἶπεν ὁ Κύριος. Τοὺς ἐξ ἐθνῶν φησι, καὶ τοὺς ἐξ Ἰσραὴλ τοὺς εἰς πάντα τὰ ἔθνη διεσπαρμέ‐ | |
93.685(50) | νους, ὕστερον δὲ καὶ αὐτοὺς τευξομένους σωτηρίας. «Ἐν ἑορτῇ Φασέκ.» Φασὲκ, ἀφέσεως ἑρμηνεύε‐ ται. Φησὶν οὖν ὅτι ἐν τῇ Χριστοῦ ἀφέσει τῶν ἁμαρ‐ τημάτων σωθήσονται. «Ἐν κλαυθμῷ.» Ὅτι ἁμαρτία, κλαυθμοῦ αἰτία, | |
55 | ἡ δὲ ἐπιστροφὴ σωτηρίας καὶ παρακλήσεως. | |
93.688 | «Αὐλίζων ἐπὶ διώρυγας.» Ἐπὶ τὰ τοῦ βαπτίσμα‐ τος νάματα κατασκηνῶν αὐτούς. «Ἀκούσατε λόγον.» Καὶ γὰρ διὰ Χριστοῦ ἐδι‐ δάχθημεν λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. | |
5 | «Ὡς ὁ βόσκων.» Ὁ λέγων Κύριος· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. «Καὶ ἥξουσι.» Ἐπὶ τὴν Ἐκκλησίαν, ἔνθα τὸ τί‐ μιον σῶμα καὶ αἷμα Χριστοῦ προσφέρεται. «Καὶ κτηνῶν.» Ταῦτα σημεῖα εἰρήνης. | |
10 | «Καὶ πρεσβύται.» Αἱ Ἐκκλησίαι ἐν τῇ συν‐ αγωγῇ τῶν κατὰ Χριστὸν ἀκμαζουσῶν ψυχῶν, καὶ τῶν ἐν φρονήσει πολιῶν. «Μεθύσω.» Θείων λόγων πληρώσω τοὺς ἱερεῖς, ὡς δύνασθαι εὐφραίνειν τὸν λόγον [fort. λαὸν] ἐν δι‐ | |
15 | δασκαλίᾳ. «Ὅτι ἔστι μισθός.» Ἢ ὅτι ἔμμισθον τὸ ἀποθα‐ νεῖν ὑπὲρ Χριστοῦ, ἢ ὅτι ἕξεις τὸν Παῦλον πολὺν φέ‐ ροντα καρπόν. «Καὶ ἐπιστρέψουσι.» Ἢ οἱ τελευτήσαντες παῖδες | |
20 | ἀνιστάμενοι, καὶ ἐν Χριστῷ ὅντες, ἢ ὅτι ὁ Παῦλος πολλοὺς ἐξ ἐθνῶν ἐπέστρεψεν. «Μόνιμον τοῖς σοῖς τέκνοις.» Καὶ ἔσται, φησὶ, διαρκὴς ὁ μισθὸς τοῖς σοῖς τέκνοις ἀνῃρημένοις, ἢ καὶ τῷ Παύλῳ. Ἀεὶ δὲ ἡ Ῥαχὴλ εἰς πρόσωπον τῆς | |
25 | Ἐκκλησίας ἐκλαμβάνεται, ἢν καὶ ὀδυρομένην ὁ λό‐ γος παραμυθεῖται ἐπὶ τοῖς διωγμοῖς καὶ ταῖς ἀναι‐ ρέσεσι ταῖς διὰ Χριστόν. «Ἀκούων ἤκουσα, Ἐφραὶμ.» Ἐφραὶμ, τὸν ἐξ ἐθνῶν λαόν φησι. | |
30 | «Ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην.» Ὡς μό‐ σχος, φησὶ, ταῖς ἐμαῖς ἁμαρτίαις ἐντρεφόμενος οὐκ ἐδιδάχθην τὰ θεῖα λόγια. «Ἐπίστρεψόν με.» Τίνα, γὰρ, φησὶ, καρπὸν ἔχετε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; ἡμέρας οὖν | |
35 | αἰσχύνης τὰς τῆς ἁμαρτίας φησί. «Καὶ ὑπέδειξά σοι.» Τοῦτο διὰ μέσου κεῖται· Ὥσπερ τὸν σωζόμενον λαὸν ἐκ τοῦ Θεοῦ· ἀντὶ τοῦ, Ἀγαθόν σε ὑπόδειγμα ποιήσω, ἵνα διὰ τοῦ σοῦ ὑποδείγματος καὶ ἄλλοι σωθῶσιν. | |
40 | «Στῆσον σεαυτὴν, Σιών.» Διανάστηθι ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος. Ἀνάστηθι διὰ τοῦ τροπαίου σταυροῦ. Ἢ οὕτως· Στῆσον σεαυτήν· ἀκριβολογή‐ θητι τὰ κατὰ σεαυτήν· πρὸς ἑαυτὴν κρίθητι, καὶ δοκίμασον σεαυτήν. | |
45 | «Ποίησον τιμωρίαν.» Διὰ τῆς ἐν Χριστῷ πίστεως καὶ τῆς μετανοίας τιμώρησαι τὰ φαῦλα, καὶ αὐτοὺς τοὺς αὐτὰ ἐνεργοῦντας δαίμονας. «Δὸς καρδίαν.» Ἀνάλαβε, φησὶ, τοῦ Κυρίου τὸν σταυρὸν ἐπὶ τῶν ὤμων. Ἄλλως· Μὴ κρύπτε τὰ φαῦ‐ | |
93.688(50) | λα, ἀλλὰ φανέρωσον αὐτὰ δι’ ἐξομολογήσεως. Ἄλλως· Ἐπίδος αὐτὴν εἰς τὸν κάματον τῆς μετανοίας. «Ὁδὸν ᾗ ἐπορεύθης.» Ἐπειδὴ πεπόρευσαι ἐπὶ τὰ φαῦλα, ὑπόστρεψον ἐπὶ τὰ ἀγαθά. «Ἀποστράφηθι.» Ὑπόστρεψον εἰς τὴν ἐξ ἀρχῆς | |
55 | ἐπαινουμένην πολιτείαν, καὶ πένθησον ἐπὶ ταῖς προ‐ | |
τέραις ἁμαρτίαις τὸ πένθος τὸ μακαριζόμενον. | ||
93.689 | «Ἕως πότε ἀποστρέψεις;» Μέμφεται αὐτῇ ὡς βραδυνούσῃ εἰς τὴν ὑπακοήν. «Ὅτι ἔκτισέ με Κύριος σωτηρίαν.» Ἀκύλας καὶ Σύμμαχος, ὅτι ἔκτισε Κύριος καινὸν ἐν τῇ | |
5 | θηλείᾳ, ἐκδεδώκασιν· σαφῶς δὲ διὰ τούτων ὁ και‐ νὸς ἄνθρωπος, ὁ σαρκωθεὶς Λόγος, ὁ ἐκ Παρθένου τεχθεὶς προκατηγγέλθη. «Ἐν σωτηρίᾳ.» Διὰ Χριστοῦ, φησὶν, ἐπανήξου‐ σιν ἄνθρωποι εἰς παράδεισον, ὅθεν ἐξέπεσον. Τοιαύ‐ | |
10 | την τινὰ δοξολογίαν καὶ οἱ παῖδες ἀνέπεμψαν ἐπὶ τῷ Σωτῆρι. «Εὐλογημένος Κύριος ἐπὶ δίκαιον.» Ταύτην φη‐ σὶ τὴν ὑμνῳδίαν ἀναπέμψουσιν οἱ τῆς Ἐκκλησίας λαοὶ ἅμα τοῖς διδασκάλοις· καὶ εἰς ὕψος ἀρθή‐ | |
15 | σεται ἡ τοιαύτη φωνὴ ἐν τοῖς τῆς Ἐκκλησίας ποι‐ μνίοις. «Διὰ τοῦτο ἐξηγέρθην.» Ὅτι πιστῶς, φησὶν, ὁ προφήτης ἐδεξάμην τὸ ὅραμα, διὰ τοῦτο ὡς παρόντα τὰ πράγματα ἐθεασάμην. | |
20 | «Καὶ ὁ ὕπνος μου.» Ὁ τῆς ἀναστάσεως τρόπος. Δηλοῖ δὲ καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἐλευθερίαν. Ἀνα‐ φέρεται δὲ καὶ εἰς τὸν Κύριον ἡ προφητεία· τῷ τὸν θάνατον ὕπνον ἐργασαμένῳ, καὶ θεωροῦντι τῶν πι‐ στῶν τὸ πλῆθος, καὶ χαίροντι ἐπὶ τῷ ἑκουσίως αὐτῷ | |
25 | γεγονότι θανάτῳ. «Ἰδοὺ ἡμέραι ἔρχονται.» Ἴσως τὴν τῶν αἱρέσεων φύρσιν φησὶ, καὶ τῶν κτηνώδεις τρόπους αἱρουμέ‐ νων. Ἐγὼ μὲν γὰρ σπερῶ, τοῦ σίτου ἀντιποιούμενος. τούτους δὲ ὁ ἐχθρὸς ἐπισπείρει. Κατὰ δὲ τὸ τῆς Γρα‐ | |
30 | φῆς ἰδίωμα, ἐπειδὴ ἃ συγχωρεῖ Θεὸς τοὺς ἀνθρώπους προαιρετικῶς ποιεῖν, αὐτὸς ποιεῖν λέγεται, ὡς τὸ, Παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας, οὐ Θεοῦ τοῦτο ποιήσαντος, ἀλλ’ αὐτῶν τοῦτο ἑλομένων· οὕτω καὶ ἐνταῦθα κεῖται τὸ, Σπερῶ σπέρμα κτήνους. | |
35 | Ἔτι [fort. Ἔστι] δὲ καὶ οὕτω νοῆσαι· Ἄνθρωποί εἰσιν οἱ σοφώτεροι καὶ τελειότεροι, οἱ μετὰ λόγου καὶ γνώσεως τὴν πίστιν κατέχοντες, κτήνη δὲ οἱ μετὰ ἁπλότητος καὶ ἀπεριέργως τῇ πίστει προσδεδραμη‐ κότες. Ἐγὼ οὖν, φησὶ, καὶ τούτους κἀκείνους ἐν τῇ | |
40 | Ἐκκλησίᾳ καταφυτεύσω. | |
42 | «Ἀλλ’ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.» Ἡ τοῦ Ἀδὰμ ἁμαρτία διελθοῦσα εἰς τὸ ἔθνος, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, ἦλθεν, ὡς εἶπεν ὁ Ἀπό‐ | |
45 | στολος. Χριστοῦ οὖν συγχωρήσαντος ταύτην διὰ τοῦ λουτροῦ τῆς ἀφέσεως, ἐκαθαρίσθη μὲν ἡ προπατορικὴ ἁμαρτία, ἕκαστος δὲ τῶν οἰκείων ἁμαρτημάτων ὑπ‐ έχει λόγον. «Καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ.» Διαθήκην, | |
93.689(50) | τὴν εὐαγγελικήν. Τούτοις δὲ ἐχρήσατο καὶ ὁ Ἀπόστο‐ λος εἰς ἀπόδειξιν τοῦ [μὴ] ἐκβεβλῆσθαι τὴν νομικὴν λατρείαν. «Διδοὺς δώσω.» Τὰς διὰ τοῦ πνεύματος ὑπομνή‐ σεις. | |
55 | «Ἐὰν ὑψωθῇ.» Ὡς ἀμήχανον, φησὶν, ἀνωτέρω τὸν οὐρανὸν ἀνελθεῖν, ἢ τὴν γῆν κατωτέρω κατελθεῖν· | |
οὕτως ἀμήχανόν με ἀποδοκιμάσαι τὸν Ἰσραήλ· Ἀμε‐ | ||
93.692 | ταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ, ὥς φησιν ὁ Ἀπόστολος. «Ἐὰν παύσωνται.» Οὐ δύνανται, φησὶν, [ἴς. Οὐ δύνανται, φησὶ, μὴ εἶναι], οἱ ὅροι ἡλίου καὶ | |
5 | σελήνης, οὐδὲ τὸ γένος Ἰσραὴλ τὸ νῦν κατὰ χάριν [τοῦ] εἶναι ἔμπροσθέν μου. «Ἀπὸ πύργων.» Ἀπὸ χάριτος Θεοῦ· οὕτως γὰρ ἑρμηνεύεται τὸ Ἀναμεήλ. «Ἕως τῆς πύλης.» Ἕως τῆς συντελείας. Φθάσας | |
10 | γὰρ ἕως γωνίας, τελειοῦται ὁ τοῖχος. | |
12 | «Ἐξ ἐκλεκτῶν λίθων.» Τὴν ἐκ πάντων τῶν ἐθνῶν συνισταμένην Ἐκκλησίαν ἐδήλωσεν, ἐκ λίθων ἐκλε‐ κτῶν οἰκοδομουμένην, προφητῶν, καὶ ἀποστόλων, | |
15 | καὶ τῶν καθεξῆς ἁγίων. «Ἕως χειμάῤῥου.» Ἕως, φησὶ, κλίματος ἀνατο‐ λικοῦ ὁ διαγραφεὶς οἶκος, ἔσται ἁγίασμα τῷ Κυρίῳ. Ἵπποι δὲ Ἀνατολῆς οἱ ἀπόστολοι. Ἐδήλωσεν οὖν, ὡς ἀπὸ χάριτος Θεοῦ καὶ τῶν ἁγίων ἀποστόλων οἰκοδο‐ | |
20 | μεῖται ἡ Ἐκκλησία. Τῶν γὰρ θείων Γραφῶν ἀναγινω‐ σκομένων οἰκοδομούμεθα. | |
22t | ΚΕΦΑΛ. ΛΒʹ. | |
23 | «Καὶ λαλήσει.» Ὁ Σεδεκίας πρὸς τὸν Βαβυλώ‐ νιον. | |
25 | «Οὕτως εἶπε.» Τὰ ὠνιακὰ, φησὶ, γραφῆναι παρ‐ εσκεύασα· ἴσως δὲ τότε καὶ ὠνούμενοι ὑπεσημει‐ οῦντο ἐν τοῖς ὠνιακοῖς. Ἵνα καὶ οἱ μετὰ ταῦτα μάθωσιν ὥστε μὴ διαφθαρῆναι. Διὰ τοῦτο ἐν ἀγγείῳ ὀστρακίνῳ, ἵνα ἐπανελθόντες ἴδωσιν, ὅτι ἄνωθεν | |
30 | ταῦτα προελέγετο, ἵνα μὴ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ τὰ πράγματα μαρτυρήσῃ. «Ποιῶν ἔλεος.» Ὅτι πολλαπλάσιόν ἐστι τὸ ἔλεος αὐτοῦ. | |
35 | «Καὶ ἀποδιδούς.» Ἀπὸ Ἀδὰμ ἕως τῆς παρου‐ σίας Χριστοῦ οἱ μιμούμενοι τὰς ἁμαρτίας τῶν πα‐ τέρων, ταῖς τιμωρίαις ὑπέπιπτον, διὰ τὸ μήπω τὴν ἀπολύτρωσιν τῆς ἁμαρτίας γεγενῆσθαι. Μετὰ δὲ τὴν παρουσίαν τοῦ Χριστοῦ, ἕκαστος λοιπὸν ὃ | |
40 | σπείρῃ, καὶ θερίσει, διὰ τὸ μὴ ὁμοίως ἐκτείνεσθαι ἐκ πατροπαραδότου ἀναστροφῆς ἐπὶ [ἐπὶ uidetur abundare] τὴν παράβασιν. «Καὶ ἐν τοῖς γηγενέσι.» Τοῖς ἀσεβέσι, τοῖς τὰ γήϊνα φρονοῦσιν· ἢ καὶ αὐτοῖς τοῖς Αἰγυπτίοις τοῖς | |
45 | ἐξ αὐτῆς τῆς γῆς. «Καὶ ἐποίησας.» Ἕως σήμερον, φησὶν, ὀνομα‐ στὸς, ἢ ἐπὶ τοῖς πάλαι τεραστίοις. «Ἐγὼ Κύριος.» Ὁ μέλλων πάντας κρίνειν, καὶ ἑκάστῳ ἀποδιδόναι κατὰ τὰς πράξεις. | |
93.692(50) | «Ὅτι ἦσαν.» Ὡς μὲν ἐπὶ τὸ πολὺ πᾶσα μὲν ἡ γῆ τότε ἀθέων ἦν· μόνοι δὲ οὖτοι λέγονται ἁμαρτά‐ νειν, ἐπειδὴ τοῖς θείοις νόμοις πεπαιδευμένοι ἐν γνώσει ἡμάρτανον. «Ὅτι ἐπὶ τὴν ὀργήν μου.» Ὡς ἐπὶ τούτῳ, φησὶν, | |
55 | ἐστὶ κτισθεῖσα ἡ πόλις αὕτη, ἐπὶ τῶ παροργίζειν με, ἵνα διὰ τοῦτο ἀφανίσω αὐτὴν, μὴ θέλων αὐτὴν | |
ὁρᾶν. | ||
93.693 | «Καὶ ἔστρεψαν πρός με νῶτον.» Τοῦτο δεῖγμα τελείας ὕβρεως καὶ καταφρονήσεως. «Καὶ ἐδίδαξα αὐτούς.» Ἀντὶ τοῦ, κατὰ πᾶσαν σπουδήν. | |
5 | «Ἃ οὐ συνέταξα αὐτοῖς.» Ἔστω, φησίν. Ἐμοὶ τὰς θυσίας προσφέρειν ὀφείλοντες, δαίμοσι προσφέ‐ ρουσι· διατί καὶ ἀνθρωποκτονίας ἐργάζονται; ἀν‐ θρώπους δὲ οὐδὲ ἐμαυτῷ θύεσθαι ὅσιον ἔκρινα. Ὡς οὐκ ἀρκούμενοι τοίνυν, φησὶ, τοῖς πρότερον ἁμαρτή‐ | |
10 | μασι, καὶ τοῦτο ἐπεξεῦρον τὸ ἀτόπημα. «Ἰδοὺ ἐγὼ συνάγω αὐτούς,» Ἐπαγγέλλεται Θεὸς ἐπανάγειν ἐκ τῆς αἰχμαλωσίας τοὺς υἱοὺς Ἰσραήλ· ὁμοῦ δὲ καὶ προλέγει τὴν Χριστοῦ παρου‐ σίαν, καὶ τὴν τοῦ Πνεύματος χάριν. | |
15 | «Καὶ ἔσονταί μοι εἰς λαόν.» Τοῦτο κοινὸν περὶ πάντων πιστῶν. «Καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν.» Τὴν Κυρίου πα‐ ρουσίαν. Αὐτὸς γάρ ἐστιν ἡ ὁδός. «Καὶ καρδίαν ἑτέραν.» Τὴν τοῦ Πνεύματος χά‐ | |
20 | ριν. Πάλιν φησὶν πρὸς αὐτόν· ἐπειδὴ δύσπιστος ὁ λό‐ γος ἦν. «Καὶ διαθήσομαι.» Τὴν περὶ τῆς ἐκ νεκρῶν ἀνα‐ στάσεως. Ἥτις οὐκ ἀλλαγήσεται. | |
24t | ΚΕΦΑΛ. ΛΓʹ. | |
25 | «Οὕτως εἶπε Κύριος ποιῶν γῆν.» Κατὰ τὴν ἐξ ἀρχῆς δημιουργίαν, ἀπὸ γῆς ποιῶν τὸν ἄνθρωπον. | |
28 | «Καὶ πλάσσων αὐτήν. Ἀναπλάσσων διὰ τοῦ λου‐ τροῦ τῆς παλιγγενεσίας. | |
30 | «Τοῦ ἀνορθῶσαι αὐτήν.» Διὰ τοῦ τιμίου σταυροῦ, ἐπειδὴ ἔκειτο βεβλημένη ὑπὸ τῆς ἁμαρτίας. «Κύριος ὄνομα.» Περὶ οὗ εἶπεν ὁ Ἀπόστολος· Εἶς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα. | |
35 | «Καὶ κράξον πρός με.» Ἐκτενῶς δεήθητί μου. «Καὶ ἀπαγγελῶ σοι.» Τὰ διὰ τῆς Χριστοῦ παρου‐ σίας γεγενημένα. «Τῶν καθῃρημένων.» Δέον ἀκολουθῆσαι τοὺς Ἰου‐ | |
40 | δαίους τῷ Βαβυλωνίῳ, ἐπειδὴ τοῦτο κρῖμα ἦν τοῦ Θεοῦ, καθελόντες τὰς οἰκίας αὐτῶν, χάρακας ἐποίη‐ σαν καὶ προμαχῶνας ἐπὶ τῷ μάχεσθαι τοῖς Χαλ‐ δαίοις. Διὰ τοῦτο θανάτῳ καταδικάζονται. «Ἰδοὺ ἐγὼ ἀνάγω.» Μετὰ τὴν ἱστορίαν, διὰ τῆς | |
45 | Χριστοῦ παρουσίας. «Καὶ ποιήσω εἰρήνην.» Διὰ τὴν εἰς ἐμὲ πίστιν δωροῦμαι αὐτοῖς τὴν εἰρήνην. «Καὶ εἰς μεγαλειότητα.» Οὐδέποτε γὰρ τοιαύτη μεγαλειότης γέγονεν, ὡς ἡ διὰ τῆς τοῦ Θεοῦ Λόγου | |
93.693(50) | ἐνσάρκου παρουσίας. «Καὶ φοβηθήσονται.» Ἢ οἱ δαίμονες ἐπὶ τοῖς γενομένοις ἀγαθοῖς τοῖς ἀνθρώποις, ἢ καὶ αὐτοὶ οἱ εὖ πάσχοντες, ἐφ’ οἷς τοιοῦτον πρότερον ἠγνόησαν Δεσπότην. | |
55 | «Φωνὴ νυμφίου.» Τοῦ τῆς ψυχῆς νυμφίου Λό‐ γου λέγοντος· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες | |
καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. | ||
93.696 | «Φωνὴ λεγόντων.» Τῆς εὐφραινομένης καὶ λε‐ γούσης· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. «Ὅτι ἐπιστρέψω.» Καθὼς ἦν Ἄβελ, καὶ Σὴθ, καὶ Ἐνὼχ, καὶ Νῶε, καὶ Ἀβραὰμ, ἐκ πίστεως, καὶ | |
5 | οὐκ ἐκ νόμου δικαιούμενοι. «Καταλύματα.» Ἐν αἷς Ἐκκλησίαι· ἐν αἷς οἱ τούτων ποιμένες διαναπαύουσι τὰ λογικὰ ποί‐ μνια. «Ἐν πόλεσι.» Μετὰ τὴν ἱστορίαν, τὰς Ἐκκλησίας | |
10 | νόει· ὀρεινὴν, διὰ τὴν ἐξ ἐθνῶν καλεῖ, διὰ τὸ πάλαι αὐτῆς ἄκαρπον. | |
13 | «Ἔτι παρελεύσεται πρόβατα.» Τοῦ ἐπισκεπτο‐ μένου, καὶ μὴ ἀμελοῦντος, ἀλλὰ ἀριθμοῦντος καὶ | |
15 | ἐπιζητοῦντος, μή τι τῶν λογικῶν προβάτων ἀπ‐ ώλετο. | |
17t | ΚΕΦΑΛ. ΛΔʹ. | |
18 | «Βάδισον πρὸς Σεδεκίαν.» Ἐμοῦ παραδιδόντος, φησὶν ὁ Θεὸς, καὶ οὐ τῇ δυνάμει τοῦ Βαβυλωνίου πα‐ | |
20 | ραδοθήσεται ἡ πόλις. «Καὶ ἕως ᾅδου κόψονταί σε.» Καταπαίζει τοῦ Σεδεκίου, ἵνα ἐκεῖνος ὑπονοήσῃ τὴν ἐκ τῶν πολε‐ μίων ἄφεσιν. Ἔλεγε δὲ ὁ χρησμὸς, ὅτι οὐχ ὡς ἀνὴρ ἐν παρατάξει, ἀλλ’ αἰχμάλωτος ληφθεὶς ἐν εἰρηνευού‐ | |
25 | σῃ πόλει τῇ Βαβυλῶνι τὸν κοινὸν ὑποίσει θάνατον. Τὸ δὲ, ἕως ᾅδου κόψονταί σε, ἀντὶ τοῦ, πικρὸν οἷα βασιλέα ἐν αἰχμαλωσίᾳ ἀποθανόντα. «Ὁ λόγος ὁ γενόμενος.» Μετὰ τὸ συγγράψασθαι τὴν περὶ τῆς ἀφέσεως διαθήκην. | |
30 | «Καὶ ὑπεστρέψατε.» Οἱ ἀπολύσαντες αὐτοὺς ἐλευθέρους, πάλιν εἵλκυσαν αὐτοὺς εἰς δουλείαν. | |
33 | «Οὓς ἐξαπεστείλατε.» Τῇ προαιρέσει, τῷ θελή‐ ματι. Τοῦτο γὰρ τῆς ἐλευθερίας ἴδιον. | |
35 | «Τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ.» Ἀντὶ τοῦ, διὰ τὸν μόσχον· τουτέστι διὰ τὴν εἰδωλο‐ λατρείαν παραδώσω αὐτούς. Μόσχον καλεῖ τὸν Αἰ‐ γύπτιον, διὰ τὸν τῶν Αἰγυπτίων θεὸν τὸν Ἄπιν. Καὶ αὐτοὺς οὖν, φησὶ, καὶ Αἰγύπτιον ὃν εἰς συμμα‐ | |
40 | χίαν ἐκάλεσαν, παραδώσω τοῖς Βαβυλωνίοις. «Καὶ δύναμις βασιλέως.» Ἴσως ἀναζεύξαντας αὐτοὺς, καὶ ἀρξαμένους ἀποτρέχειν, ἀπειλεῖ Θεὸς ἐπιστρέφειν. | |
44t | ΚΕΦΑΛ. ΛΕʹ. | |
45 | «Παστοφόριον.» Παστοφόριον, ἤγουν γαζοφυλά‐ κιον. «Ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν.» Σημείωσαι ὑπ‐ ακοὴν τέκνων καὶ γυναικῶν ἐπὶ παραφυλακῇ τοσαύτης ἀκριβείας. | |
93.696(50) | «Οὐ μὴ λάβητε παιδείαν.» Οὐκ ἐντρέπεσθε λοι‐ πὸν, καὶ μεταπορεύεσθε εἰς τὸ ἀκούειν τῶν λόγων μου; | |
53t | ΚΕΦΑΛ. Λϛʹ. | |
54 | «Λάβε σεαυτῷ χαρτίον βιβλίου.» Χάρτην βιβλίου, | |
55 | ἢ βιβλίον χάρτινον, ἢ καὶ ἐν τόμοις ἔγραφον τὸ πα‐ λαιὸν, καὶ τοῖς τόμοις ἀντὶ τῶν βιβλίων ἐχρῶντο. | |
«Πάντα τὰ κακά.» Τὰ ἐπίπονα, τὰ κακωτικά· τὰ | ||
93.697 | διὰ τῆς παιδείας προσκαλούμενα αὐτοὺς εἰς διόρθω‐ σιν. «Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου.» Καὶ ἀνωτέρω μὲν ἠπείλησε τῷ Ἰωακείμ· Ταφὴν ὄνου | |
5 | ταφήσεται· καὶ νῦν δὲ αὐτῷ ἀπειλεῖ, ὅτι τὸν χάρ‐ την κατέκαυσεν. «Καὶ προσετέθησαν αὐτῷ λόγοι πλείονες.» Ἐπειδὴ ἐνόμισεν ὁ Ἰωακεὶμ ἐξαφανίζειν τὴν προ‐ φητείαν διὰ τοῦ ἐμπρησμοῦ τοῦ βιβλίου, κελεύει | |
10 | Θεὸς καὶ τὰ πρῶτα γραφῆναι, καὶ ἕτερα προστί‐ θησι. | |
12t | ΚΕΦΑΛ. ΛΖʹ. | |
13 | «Καὶ ἐὰν πατάξητε.» Οὐχ ὅτι τοῦτο γέγονεν, ἀλλ’ ἐκ δειγμάτων αὐτοῖς τὴν παντελῆ ἀνελπιστίαν | |
15 | τοῦ δυνηθῆναι διαφυγεῖν προλέγει. «Τοῦ ἀγοράσαι ἐκεῖ.» Ἢ ἀγοράσαι τόπον εἰς οἴκησιν, ἢ ἀγοράσαι ἀντὶ τοῦ, ἀγοράσαι, καὶ ἐπὶ τῆς ἀγορᾶς προφητεῦσαι· ἢ κἀκεῖ παρακινδυνεῦσαι, καὶ τοῖς οἰκείοις κινδύνοις ὠνήσασθαι τὴν σωτηρίαν | |
20 | τῶν σωζομένων. «Πεσέτω τὸ ἔλεος.» Ὅτι Γενοῦ ἐλεήμων εἰς ἐμέ. «Καὶ συνέταξεν.» Τοῦτο λέγει, ὅτι ῥυπαρὸν ἄρ‐ τον ἔξωθεν τοῦ πεττομένου τοῖς ἐλευθέροις, ἵνα εἴπῃ | |
25 | τὸν τοῖς οἰκέταις παρεχόμενον, ἢ καὶ τοῖς κυσίν· ἢ ἐπειδὴ σιτοδεία ἦν ὡς ἐν τῷ πολέμῳ, καὶ ἕκαστος φανερόν τι ἐλάμβανεν, λάθρα ἔπεμπεν ὁ βασιλεὺς τῷ προφήτῃ, ἵνα μή τις αὐτῷ συντύχῃ· ἐφοβοῦντο γὰρ τὴν αὐτοῦ διδασκαλίαν. | |
31t | ΚΕΦΑΛ. ΛΗʹ. | |
32 | «Ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτού.» Ἀντὶ τοῦ, κερδᾶναι τὴν ψυχὴν αὐτοῦ. Δῆλος οὖν ἐστι θέλων μὴ ἀναιρεθῆναι τὸν προφήτην, ὡς οὐδὲ | |
35 | Πιλάτος τὸν προφητῶν Κύριον Ἰησοῦν. «Καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον.» Γίνεται τύπος ὁ προφήτης τοῦ κατὰ Χριστὸν μυστηρίου, τοῦ δεδομένου μὲν εἰς χεῖρας Ἰουδαίων ὑπὸ Πιλάτου, κατελθόντος δὲ πρὸς τὸν δυσώνυμον καὶ ἀηδέστατον | |
40 | ᾄδην, καὶ ἐκ τῶν νεκρῶν ἀναστάντος· ὥσπερ ἀμέλει καὶ ὁ προφήτης ἐκ τοῦ λάκκου πάλιν ἀνέβη· λάκκον δὲ ἡ Γραφὴ πολλαχοῦ τὸν ᾅδην καλεῖ. «Ἐπονηρεύσω ἃ ἐποίησας.» Ἀβδεμελὲχ ὁ Αἰθίοψ βουλόμενος σῶσαι τὸν Ἱερεμίαν μέμφεται τῷ βασι‐ | |
45 | λεῖ λέγων· Οὐ καλῶς ἐβουλεύσω ἀποκτεῖναι τὸν ἄν‐ δρα ἐν τῷ λάκκῳ. Ἔδει γὰρ αὐτὸν, τὸν οἴκτιστον σὺν ἡμῖν ὑπομεῖναι θάνατον τὸν διὰ τοῦ λιμοῦ. | |
49 | «Ζῇ Κύριος.» Σημεῖον καὶ ἐντεῦθεν, ὅτι κτιστὴ | |
93.697(50) | ἡ ψυχή. «Ἐγὼ λόγον ἔχω.» Τῶν Ἰουδαίων τινὲς πρὸς τοὺς Χαλδαίους αὐτομολήσαντες, ὑπισχνοῦντο τῷ Σε‐ δεκίᾳ, μὴ συγχωρήσειν τοὺς πολεμίους συλλαβεῖν αὐτόν· καὶ ἐπείθετο μᾶλλον τούτοις, ἢ Θεῷ λέγοντι, | |
55 | δεῖν ἀκολουθῆσαι τῷ Βαβυλωνίῳ. Ἔλεγε δὲ τοῦτο Θεὸς, βουλόμενος αὐτοὺς σωθῆναι· εἰ γὰρ ἔζησαν | |
ἀκολουθήσαντες τῷ πολεμίῳ, γνόντες τὸν παραδόντα | ||
93.700 | Θεὸν, μετενόουν, καὶ τὰς αὑτῶν ἐκέρδαινον ψυχάς. | |
3 | «Ἄνδρες εἰρηνικοί σου.» Ἀντὶ τοῦ, οἱ φίλοι σου. | |
5 | «Καὶ δυνήσονταί σοι.» Τουτέστιν, Ἴσχυσαν παρα‐ τρέψαι σε τῆς εὐθείας ὁδοῦ· κατισχύσουσιν. | |
7t | ΚΕΦΑΛ. ΛΘʹ. | |
8 | «Καὶ ἐν τῷ δεκάτῳ ἔτει τοῦ Σεδεκία.» Πολιορκή‐ σαντες ἐπὶ χρόνον οἱ Βαβυλώνιοι τὴν Ἱερουσαλὴμ | |
10 | εἷλον, καὶ ἐξαγαγόντες ἐκ τῆς φυλακῆς τὸν Ἱερε‐ μίαν παραδεδώκασι τῷ Γοδολίᾳ, καὶ ἐκάθισαν αὐτὸν ἐν μέσῳ τοῦ λαοῦ. «Καὶ ἐξήγαγον.» Ἴσως ἀκούσαντες παρὰ τῶν αὐτομολησάντων οἱ Χαλδαῖοι, ὅτι προὔλεγε τοῖς | |
15 | Ἰουδαίοις μὴ ἀντιστῆναι αὐτοῖς ὁ Ἱερεμίας, ἐτίμη‐ σαν αὐτόν. «Καὶ πρὸς Ἱερεμίαν.» Εἰπὼν τῆς πόλεως τὴν ἅλωσιν, ἐπειδὴ ἀναγκαῖον ἦν μνημονεῦσαι, ὡς ἐτί‐ μησεν ὁ Θεὸς τὸν Ἀβδεμέλεχ, καὶ ὑπέσχετο αὐτῷ διὰ | |
20 | τοῦ προφήτου μὴ παραδώσειν αὐτὸν εἰς χεῖρας ἐχ‐ θρῶν, ἐπειδὴ καὶ αὐτὸς τὸν προφήτην περιεποιή‐ σατο, ἀνέδραμεν εἰς τὰ πρὸ τῆς ἁλώσεως. | |
24 | «Πορεύου.» Οὐκ ἀπὸ τόπου εἰς τόπον κελεύει | |
25 | ὁ Θεὸς μεταβῆναι τῷ προφήτῃ· ἐν φυλακῇ γὰρ ἦν· ἀλλὰ τὸ, Πορεύου, ἐνταῦθα ἀντὶ τοῦ, Διακόνησον τοῖς ἐμοῖς λόγοις, καὶ μήνυσον ταῦτα τῷ Ἀβδεμέλεχ. Τὴν ἀποστολικὴν οὖν διακονίαν νόει. «Ὅτι ἐπεποίθεις.» Ἡ γὰρ εἰς τὸν προφήτην τιμὴ, | |
30 | εἰς τὸν Θεὸν ἔχει τὴν ἀναφορὰν, καὶ Θεῷ πιστεύων, τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐτίμα. | |
32t | ΚΕΦΑΛ. Μʹ. | |
33 | «Ναβουζαρδάν.» Ἀρχιστράτηγος ἦν, οὗ ἐκτὸς οὐδεὶς ἀνῃρεῖτο· διὸ καὶ ἀρχιμάγειρος καλεῖται, ὡς | |
35 | ἐπὶ τῶν φόνων. | |
37 | «Ἅπαντα τὰ ἀγαθά.» Ἀντὶ τοῦ, ὃ ἡδύ σοί ἐστι, τοῦτο πρᾶξον. «Καὶ ἤκουσαν.» Ἐγὼ, φησὶν, ἀποκωλύω αὐτοὺς, | |
40 | τοῦ ἐπηρεάσαι τινὰ ὑμῶν. «Καὶ ὑμεῖς συνάγετε οἶνον.» Ἀπολαύσατε τῶν τῆς εἰρήνης ἀγαθῶν, καὶ Θεῷ τῷ δοτῆρι τούτων προσκομίσατε τὰς ἀπαρχάς. | |
44t | ΚΕΦΑΛ. ΜΑʹ. | |
45 | «Ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας.» Πενθοῦντες ἐπὶ τῇ καθαιρέσει τοῦ ναοῦ. «Ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ.» Ἀντὶ τοῦ, Λάβε ὅσα ἔχομεν, καὶ μὴ ἀνέλῃς ἡμᾶς. | |
50t | ΚΕΦΑΛ. ΜΒʹ. | |
51 | «Ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς.» Ἀντὶ τοῦ, Ἐπληρώθη μου ἡ καθ’ ὑμῶν ὀργή. «Ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα.» Οἱ τῇ ἁμαρτίᾳ προστρέχοντες, νομίζουσιν ἐκφεύγειν τοῦ | |
55 | βίου τὰ ἐπίπονα, οὐ θέλοντες ἀκούειν πολέμους. Ἀγνοοῦσι δὲ τὴν ὕστερον αὐτοὺς καταληψομένην | |
ὀργήν. | ||
93.701 | «Καὶ ὁ λιμός.» Οὗ πολὺν ποιεῖσθε λόγον δεδοικό‐ τες αὐτόν. «Καθὼς ἔσταξεν.» Ἀντὶ τοῦ, ἀφείθη. «Μὴ εἰσέλθητε.» Προβλέπων τὰ ἐν τῇ καρδίᾳ | |
5 | τῶν Ἰουδαίων τῷ προφητικῷ πνεύματι ὁ Ἱερεμίας, πρὶν ἐκείνους ἀποκρίνασθαι, φησὶ πρὸς αὐτοὺς, ὅτι Οὐκ ἀκούσεσθε τοῦ Θεοῦ. «Ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν.» Ἕτερα ἐν ταῖς διανοίαις ὑμῶν κεκρικότες, ἀπεστείλατέ με | |
10 | ἐρωτῆσαι Θεὸν πειράζοντες αὐτόν. | |
11t | ΚΕΦΑΛ. ΜΓʹ. | |
12 | «Ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων.» Ἴσως ὑπώπτευσαν τὸν Βαροὺχ, ὡς πρότερον πεμφθέντα ὑπὸ τοῦ βασιλέως τῶν Ἰουδαίων δῶρα κομίσαι τῷ | |
15 | Βαβυλωνίῳ, καὶ φίλον αὐτῷ γεγενημένον. Προφασί‐ ζονται γὰρ τοῦτο εἰς τὸ παρακοῦσαι Θεοῦ. Τῇ γὰρ κακίᾳ οὐ λείπει πρόφασις. «Ἐν Τάφναις λέγων.» Καὶ αὕτη βασιλικὴ πό‐ λις τῶν Αἰγυπτίων ἐτύγχανεν. | |
20 | «Οὓς εἰς θάνατον.» Κατ’ ἐξουσίαν, φησὶν, ὃ θέ‐ λει διαπράξεται. «Ὥσπερ φθειρίζει.» Ἐν τοῖς τῶν δαιμόνων ἱε‐ ροῖς. Ἀκριβῶς ἐξερευνήσει. «Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως.» | |
25 | Ἔστιν Ἡλιούπολις, ἐν ᾗ περιφανὲς ἦν τὸ ἱερὸν, πάντων δαιμόνων καταγώγιον. | |
27t | ΚΕΦΑΛ. ΜΔʹ. | |
28 | «Ἐφίστημι τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς εἰς κακά.» Κατελθόντες οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ, πάλιν εἰδώ‐ | |
30 | λοις ἔθυον. Προλέγει οὖν αὐτοῖς πάλιν Θεὸς διὰ τοῦ προφήτου, ὅτι Ἀναμνήσατε ἑαυτοὺς τῶν ἐπενεχθέν‐ των κακῶν τῇ Ἱερουσαλὴμ καὶ τῇ Ἰουδαίᾳ. «Καὶ ἵνα γένησθε εἰς κατάραν.» Οἱ γὰρ ἐθνικοὶ ὀνειδίζοντές τισι, καταρώμενοι, ἔλεγον, Οὕτως γε‐ | |
35 | νέσθω σοι ὡς Ἰσραηλίταις. «Οὐ μὴ ἐπιστρέψωσι.» Οἱ ἐν Βαβυλῶνι, καὶ οἱ σποράδην καθ’ οἱουσδήποτε τόπους σωθέντες. «Θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ.» Ταύτην δὲ ἴσως τὴν καλουμένην Ἀφροδίτην ὑπενόουν εἶναι, ἣν | |
40 | καὶ Σελήνην, καὶ Ἑκάτην ἐκάλουν οἱ βδελυροί. «Καὶ ἐπλήσθημεν ἄρτων.» Ἀπὸ γυναικῶν οἱ λόγοι· οὐδὲ ἐν αὐτοῖς οὖσαι τοῖς κακοῖς, τῶν κακῶν ἐπαισθάνονται. «Καὶ ἐγενόμεθα χρηστοί.» Χρηστοὺς λέγει καὶ | |
45 | εὐτραφεῖς τινας, καὶ εὐθηνουμένους, καὶ ἱλαρούς. «Καὶ εἶπεν Ἱερεμίας.» Συμφώνως φασὶν ἅπαν‐ τες· Εἱλόμεθα τὸ θύειν εἰδώλοις. «Ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι.» Ἐνταῦθα φανερῶς πάντας εἰσάπαξ μετὰ τῶν ἐθνι‐ | |
93.701(50) | κῶν ἀπέῤῥιψεν. «Καὶ γνώσονται.» Πένητες καὶ γέροντες, οὓς οὐκ ἀξιοῦσιν ἀνελεῖν οἱ πολέμιοι, ὑπολιμπάνονται δὲ ἵνα μηνυταὶ γένωνται τῶν συμφορῶν. «Οἱ καταστάντες.» Οἱ ἑλόμενοι οἰκῆσαι ἐν Αἰ‐ | |
55 | γύπτῳ. | |
56t | ΚΕΦΑΛ. ΜΕʹ. | |
57 | «Οὕτως εἶπε Κύριος.» Ὀλιγωροῦντι [πολυω‐ | |
ροῦντι] καὶ στένοντι τῷ Βαροὺχ, φησὶ διὰ τοῦ Ἱερε‐ | ||
93.704 | μίου ὁ Θεὸς, ὅτι Περισώσω σου τὴν ψυχὴν ἐν παντὶ τόπῳ. Μὴ ζήτει δὲ, ἄνθρωπος ὢν, ἀπαλλαγῆ‐ ναι πόνων. Τοὺς νομομαθεῖς, φησὶν, εἰς πάντα σεμνὰ ἐχαρίσατο. Ἐπὶ τὴν Ἀραβίαν φεύγοντες οἱ | |
5 | ἀμφὶ τὸν Σεδεκίαν, εἰς τὴν νῦν καλουμένην Δάφνην. «Καὶ σὺ ζητήσεις.» Μὴ ζητήσῃς· τὰ γὰρ με‐ γάλα καὶ ἀξιάγαστα οὐκ ἐνταῦθα, ἀλλ’ ἐν τῷ μέλ‐ λοντι αἰῶνι. | |
9t | ΚΕΦΑΛ. Μϛʹ. | |
10 | «Ἐν Χαρμεῖς.» Πόλις ἐστὶν ἡ Χαρμὶς ἐν τῇ Μεσοποταμίᾳ. «Διὰ τοῦτο αὐτοὶ πτοοῦνται.» Ὁ προφήτης φησὶν, ὅτι οἱ παρασκευαζόμενοι εἰς πόλεμον Αἰγύ‐ πτου [ἴς. Αἰγύπτιοι], αὐτοὶ πτοοῦνται. | |
15 | «Τίς οὗτος ὡς ποταμός;» Ὁ Βαβυλώνιος. | |
17 | «Καὶ ἡ ἡμέρα.» Μετὰ τὴν ἰστορίαν τὴν Χριστοῦ παρουσίαν νόει, ὅτε τελείως οἱ ἐχθροὶ τοῦ Θεοῦ κατ‐ ηγορήθησαν δαίμονες. | |
20 | «Ἀνάβηθι Γαλαάδ.» Ἡ Γαλαὰδ ἔχει μὲν τὴν ῥητίνην, ἰατρικὴν οὖσαν τραυμάτων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ Γαλαὰδ ἐπηγγέλλετο ἐπαμύνειν τῷ Αἰγυπτίῳ· καὶ αὕτη πρώτη ἑάλω. Ἡ οὖν, φησὶν, ὑπισχνουμένη ἄλλοις βοηθεῖν, σαυτῇ βοήθησον. Παρ‐ | |
25 | θένον δὲ τὴν Αἴγυπτόν φησιν, ὡς τότε πρῶτον αἰ‐ σχρῶς ὑπὸ πολεμίων ἡττηθεῖσαν, καὶ ὡς ἂν εἴποι τις διαπαρθενευθεῖσαν· θυγατέρα δὲ Αἰγύπτου, τὴν περίχωρον ὀνομάζει. «Ἐπὶ τὸ αὐτὸ ἔπεσαν.» Ὁ Νεχαὼ Φαραὼ σὺν | |
30 | τοῖς ὑπηκόοις· ἢ καὶ Γαλαὰδ σὺν τῇ Αἰγύπτῳ. «Ἃ ἐλάλησε Κύριος.» Λέγεται Θεὸς ἐν χειρὶ λα‐ λεῖν τῶν προφητῶν, ἐπειδὴ πάντα ὅσα ἤκουσαν οἱ προφῆται ποιεῖν, ἐποίουν. Χειρὶ γὰρ ἡ πρᾶξις. Ἢ καὶ ἐπειδὴ πάντα τὰ μηνυόμενα ὑπὸ τοῦ Θεοῦ, ὑπὸ | |
35 | τῶν προφητῶν εἰς ἔργον ἐχώρει. «Ἀναγγείλατε εἰς Μαγδωλόν.» Μέμφις, καὶ Τά‐ φνας, καὶ Μαγδωλὸς, πόλεις ὑπῆρχον Αἰγυπτίων περιφανεῖς καὶ βασιλικαί. «Καὶ παραγγείλατε εἰς Μέμφιν.» Ἑτοίμασον | |
40 | σεαυτὴν εἰς σφαγὴν, ἐπίστηθι, ἀντὶ τοῦ, γνώσῃ ὅτι ὡς σμίλακα, οὕτως ἐκκόψει σου τὸν βασιλέα ἡ μά‐ χαιρα τοῦ Βαβυλωνίου. «Καὶ ἕκαστος.» Οἱ ἐν τῇ Αἰγύπτῳ Ἰουδαῖοι λέ‐ γοντες, Ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν. | |
46 | «Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς.» Οἱ ἀπὸ Ἴωνος Ἕλληνες ὄντες, ὑπόφοροι ἦσαν κατὰ τὸ πα‐ λαιὸν τῶν Βαβυλωνίων, καὶ συνεμάχουν αὐτῷ ἐν τοῖς πολέμοις. Ἀπὸ μαχαίρας οὖν Ἑλληνικῆς, ἀντὶ τοῦ, | |
93.704(50) | τῶν συμμάχων τοῦ Βαβυλωνίου. «Ὅτι ὡς τὸ Ἰταβύριον.» Τοῦτο τὸ ὄρος τῇς Γα‐ λιλαίας ὂν, ἔρημον ἦν πρὸ τῆς Χριστοῦ παρουσίας. Ὁ δὲ Κάρμηλος καὶ αὐτὸς ἔρημος ἦν, ἔγκειται δὲ τῇ θαλάσσῃ, καὶ τοὺς θαλαττίους δέχεται κλύδωνας. | |
55 | Ἔσται οὖν, φησὶν, ἡ Μέμφις θορύβου μεστὴ, καὶ ἔρημος ἐκ τῆς ἐφόδου τῶν Βαβυλωνίων. «Δάμαλις κεκαλλωπισμένη Αἴγυπτος.» Ὅτι | |
μέρος τι τῆς δυνάμεως πέμψας ὁ Βαβυλώνιος, εἷλεν | ||
93.705 | αὐτήν. —Στρατιῶται, τουτέστι τὸ σιτηρέσιον· ἢ καὶ οἱ ξένοι οὓς ἐμισθώσαντο εἰς συμμαχίαν. «Φωνὴ αὐτῶν, ὡς ὅφεως.» Ἢ στεναζόντων φησὶ καὶ φευγόντων· ἐπειδὴ, φεύγων ὁ ὄφις συ‐ | |
5 | ρίζει. Ὅτι ἐν ἄμμῳ.» Ἕρπονται χαμαὶ κείμενοι, συρό‐ μενοι αἰχμάλωτοι. «Ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς.» Τὸ ἀνείκαστον, καὶ ὑπὲρ ἀκρίδα πλῆθος αὐτῆς. | |
10 | «Ἰδοὺ ἐγὼ ἐκδικῶ. Ἀμμωνᾶν Δία ἐτίμων Αἰγύ‐ πτιοι, καὶ αὐτὸ οὖν, φησὶν, αὐτῶν τὸ εἴδωλον τιμω‐ ρήσομαι· τοῦτο δὲ πέπονθεν ὁ Σατανᾶς ἐπὶ τῆς Χρι‐ στοῦ παρουσίας. Καὶ παιδεύσω σε.» Ἐπὶ μὲν τῆς ἱστορίας, ὅτι | |
15 | καὶ ἀνελθόντες ἐξ Αἰγύπτου εἰς Ἱερουσαλὴμ, πάλιν ἐπαιδεύοντο· πρὸς δὲ διάνοιαν, τῷ κατὰ Χριστὸν Ἰακὼβ σωζομένῳ, φησὶν, ὅτι Λυτρώσομαί σε τῆς δαιμονικῆς δουλείας, καὶ παιδεύσω σε κρίματα, τουτέστι δόγματα εὐαγγελικὰ, ἐὰν δὲ ἁμάρτῃς τι‐ | |
20 | μωρήσομαί σε. | |
21t | ΚΕΦΑΛ. ΜΖʹ. | |
22 | «Τάδε λέγει Κύριος· Ἰδοὺ ὕδατα.» Πρὸς μὲν ἱστορίαν, τὰ πλήθη τῶν Βαβυλωνίων· πρὸς δὲ διάνοιαν, ἡ τοῦ Ἀντιχρίστου παρουσία κατασημαί‐ | |
25 | νεται. «Ἕως τίνος, ἡ μάχαιρα τοῦ Κυρίου;» Προορᾷ ὁ προφήτης τὴν πρὸς τῷ τέλει τοῦ Θεοῦ ἐκδίκησιν κα‐ τὰ τῶν δαιμόνων καὶ πάντων τῶν ἀπίστων. «Ἀποκατάστηθι εἰς τὸν κολεόν σου.» Εὔχεται | |
30 | λοιπὸν ἡσυχάσαι τῆν ὀργὴν, ἵνα εἰρηνεύσῃ ἡ κτίσις. —Πληροφορίαν δέχεται, ὅτι οὐχ ἡσυχάσει ἡ τοῦ Κυρίου μάχαιρα, ἕως οὗ τελείως ἀνέλῃ τὴν πλάνην, καὶ ἔσχατος ἐχθρὸς καταργηθῇ ὁ θάνατος· πρὸς οὖν τῇ ἱστορίᾳ, νόει καὶ τὰ τῆς θεωρίας. | |
35t | ΚΕΦΑΛ. ΜΗʹ. | |
36 | «Οὐαὶ ἐπὶ Ναβαῦ.» Ναβαῦ, πόλις Μωαβιτῶν, ἐν ᾗ τὸ Δευτερονόμιον ἐγράφη. «Ἀλαώθ.» Ἀλαὼθ, πόλις Μωαβιτῶν, ὡς αἱ λοι‐ παί. | |
40 | «Καὶ ἐξελεύσεται Χαμώς.» Χαμὼς, εἴδωλον Μωαβιτῶν. «Καὶ ἀπολεῖται ὁ αὐλών.» Ὁ αὐλὼν τὰ παρα‐ κείμενα τῷ ποταμῷ. «Δότε σημεῖα τῇ Μωάβ.» Ἀντὶ τοῦ, Προσημάνατε | |
45 | αὐτῇ. «Ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ’ αἵματος.» Μωαβῖ‐ ται καὶ Ἀμμανῖται κωλύωνται ἐκ τοῦ νόμου εἰσιέναι εἰς οἶκον Θεοῦ. Πρὸς μὲν οὖν τὴν ἱστορίαν, καταρᾶ‐ ται τοὺς μὴ ἀναιροῦντας αὐτούς· ἐκ δὲ τῆς ἀφορ‐ | |
93.705(50) | μῆς ταύτης γενικὸν ἐξέθετο λόγον καί φησιν· Ἐπι‐ κατάρατός ἐστιν ὁ ἀφαιρούμενος τὴν μάχαιραν αὐτοῦ ἀπὸ τοῦ ἀναιρεῖν τὰ φαῦλα· ἡ γὰρ μάχαιρα τοῦ πνεύματος ὀφείλει φονεύειν τᾶ κακὰ πάντοτε. «Καὶ πεποιθώς.» Ὁ μὴ ἔχων πρόσωπον εἰς οἶ‐ | |
55 | κον Θεοῦ εἰσιέναι Μωαβίτης, πέποιθε τῇ δόξῃ τοῦ αἰῶνος τούτου. —Μετὰ τὴν ἱστορίαν νόησον, | |
ὅτι ἠμέλησεν τὰς νεωτερικὰς ὁρμὰς ἀνακόψαι. | ||
93.708 | «Οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον.» Πρὸς μὲν ἰστορίαν, Οὐδέποτε, φησὶν, ἀπῳκίσθη, οὐδὲ ἀπώλεσέ τι τῶν ἑαυτοῦ. Πρὸς δὲ διάνοιαν, ἀγγεῖόν φησιν ἐν‐ ταῦθα τὸ ποτήριον. Ἔστι δὲ ποτήριον ὀργῆς, καὶ | |
5 | ποτήριον σωτηρίου· οὐκ ἔκλινεν οὖν, φησὶ, τὸ τῆς ὀργῆς ποτήριον εἰς τὸ τοῦ σωτηρίου, ἀντὶ τοῦ, οὐκ ἐξιλεώσατο τὴν θείαν ὀργήν. | |
9 | «Καὶ διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ.» Τὸ πικρὸν | |
10 | τῆς ἁμαρτίας γεῦμα· ὀσμὴν δὲ αὐτοῦ φησι τὴν θα‐ νατηφόρον. «Καὶ διὰ τοῦτο ἰδοὺ ἡμέραι.» Ἐνέμεινε τῇ τροπῇ, φησὶ δὲ αἰχμαλωτίζοντας. «Τὰ κέρατα αὐτοῦ.» Τὴν δόξαν αὐτοῦ. | |
15 | «Ἀπὸ Βαιθήλ.» Ἐν ᾗ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοάμ. Ἔχει ἀναφορὰν ὁ λόγος κατὰ τῆς δια‐ βολικῆς κακίας. «Πῶς ἐρεῖτε· Ἰσχυροί ἐσμεν;» Ὅτι ἐμεγαλαύ‐ χησε κατὰ τοῦ Θεοῦ, καὶ οὐδὲν αὐτὸν ἀδικήσαντας | |
20 | τοὺς Ἰσραηλίτας, τουτέστιν ἡμᾶς, καταπολεμεῖ. | |
22 | «Βακτηρία.» Ἡ ἔνδοξος βασιλεία. «Ῥάβδος μεγαλώματος.» Ἡ τῆς μεγαλωσύνης ἰσχύς. | |
25 | «Καθημένη ἐν Ἀράρ.» Ἐν σήψει, ἐν σαπρίᾳ. | |
27 | «Καὶ ἐπ’ οἶκον.» Τὴν βασιλικὴν αὐτῶν πόλιν φη‐ σίν. —Αὕτη λέγεται ἡ νῦν καλουμένη Δάφνη. «Κατεάχθη κέρας Μωάβ.» Ἀντὶ τοῦ, καὶ ἡ δόξα | |
30 | αὐτοῦ, καὶ ἡ ἰσχὺς αὐτοῦ· χεὶρ γὰρ ἡ πρᾶξις. | |
32 | «Μεθύσατε αὐτόν.» Ἐν τῇ ἰσχύϊ αὐτοῦ συντρι‐ βήσεται. «Καὶ μὴν εἰς γελοιασμὸν ἦν.» Ὅτι καὶ σὺ | |
35 | ἐχλεύαζες τὸν Ἰσραὴλ, ὡς οὐ δι’ ἁμαρτίας, ἀλλὰ δι’ ἀδυναμίαν τοῦ Θεοῦ αὐτῶν τιμωρούμενον. «Καὶ ἐν κλοπαῖς σου.» Κλέπτοντας, φησὶν, εὗρες τὰ σὰ, ὅτι ἐπολέμεις τὸν Ἰσραήλ. Τοῦτο γὰρ ἁρμό‐ σει καὶ κατὰ δαιμόνων, τῶν μηδὲν μὲν προαδικηθέν‐ | |
40 | των, δωρεὰν δὲ ἡμῖν πολεμούντων. «Στόματι βοθύνου.» Ἐν σχήματι φάραγγος. — Ἔτι ἀπειλεῖ κατὰ τῆς Μωαβίτιδος, ὡς εἰς αὐτὸν ἐξυβρισάσης τὸν Θεὸν διὰ τοῦ λέγειν· Οὐκ ἰσχύει σώ‐ ζειν ὁ Θεὸς τὸν Ἰσραήλ. | |
45 | «Οὐχὶ τὸ ἱκανόν;» Οὐχ ὡς προσδοκῶν, ὅτι ἀντα‐ πόδοσίς ἐστιν, οὕτως ἔπραξεν, ἢ οὕτως; οὐ πᾶσαν τὴν ἑαυτοῦ δύναμιν εἰσήνεγκεν εἰς τὴν κατ’ ἐμοῦ ὕβριν; «Βοήσατε ἐπ’ ἄνδρας κειράδας αὐχμοῦ.» Ἐπὶ | |
93.708(50) | τοὺς κεκαλλωπισμένους ἄνδρας τῆς Μωαβίτιδος· αὐχμώδης γὰρ ἡ χώρα. Ἢ οὕτως, ἐπὶ τοὺς ὀφείλον‐ τας αὐχμώδεις εἶναι, καὶ πενθεῖν διὰ τὰς ἁμαρτίας· κειρομένους δὲ καὶ τρυφῶντας διὰ καταφρόνη‐ σιν. | |
55 | «Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαι.» Ὡς τὴν Ἰαζὴρ, φησὶν, οὕτως καὶ τὴν Σεβαμὴν ποιήσω. Ἀμ‐ πέλων δὲ ἐμνήσθη, διὰ τὸ τοὺς πολεμίους δῃοῦν | |
τοὺς καρπούς. | ||
93.709 | «Κλήματά σου διῆλθε θάλασσαν.» Ὑπὸ τοῦ πλή‐ θους τῶν πολεμίων κατεκλείσθησαν. «Πόλις Ἰαζήρ.» Ὁ αὐτὸς τρόπος ὁ ἁψάμενος Ἰαζὴρ, καὶ σοῦ ἥψατο. | |
5 | «Συνεψήσθη.» Συνεκόπη, φησὶ, χαρὰ τῆς Μωα‐ βίτιδος. Ἅμα γὰρ τυχὸν ἤρχοντο εὐφραίνεσθαι, ἐπετίθετο ἡ ὀργή. «Καὶ οἶνος ἦν.» Ἀλλ’ οὐδὲ οἶνος, φησὶν, ἀποστά‐ ζων ἐκ τῆς σταφυλῆς τῆς ἀποτεθείσης ἐν τῷ ληνῷ, | |
10 | ἔφθασε πατηθῆναι· ἅμα γὰρ ἤρχοντο πατῆσαι, καὶ ἡ ἀκοὴ τῶν πολεμίων ἀνέκοπτεν αὐτούς. «Πρωῒ οὐκ ἐπάτησαν.» Ἀντὶ τοῦ ξηρανθήσον‐ ται· θεήλατον δέ φησιν ὀργήν. «Διὰ τοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοί.» Ὁ | |
15 | αὐλὸς ὑπὸ τῆς βίας τοῦ πνεύματος ἑτέρου φυσῶντος βοᾷ. Βιαζόμενοι τοιγαροῦν ὑπὸ τῶν πολεμίων βοή‐ σουσι, κἀγὼ δὲ ὑπὸ τῆς ἑαυτῶν ὕβρεως συνωθούμε‐ νος κεκράξομαι ἐπ’ αὐτούς. «Πῶς κατήλλαξε;» Ἀντὶ τοῦ, πως ἀντεστράφη; | |
21 | «Ἰδοὺ ὡς ἀετός.» Ἀετῷ παρείκασε τὸν Ναβου‐ χοδονόσορ καὶ Ἰεζεκιὴλ διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, καὶ τοῦ κινδύνου τὸ ἄφυκτον, μηδὲν εἰς τοῦτο τῶν ὀχυρωμάτων συναιρομένων, πάσης δὲ γιγνομένης | |
25 | μετὰ πλείστου δέους ἐκλύσεως, γυναικὸς δίκην μελ‐ λούσης τίκτειν | |
27t | ΚΕΦΑΛ. ΜΘʹ. | |
28 | «Τοῖς υἱοῖς Ἀμμών.» Ἀμμανίταις, ἀπὸ τοῦ Ἀμ‐ μὰν ὄντες. | |
30 | «Ἢ παραληψόμενος.» Παραληψόμενος, ἀντὶ τοῦ, κληρονόμος, φησίν. Οὐκ ἔστιν ἐν υἱοῖς Ἰσραὴλ ὁ ὀφεί‐ λων κληρονομῆσαι τὰς πόλεις τῆς φυλῆς τοῦ Γαλαὰδ ὅτι ταύτας εἰλήφασιν οἱ Ἀμμανῖται. «Διατί παρέλαβε Μελχόλ;» Μελχὸλ καὶ εἴδωλον, | |
35 | καὶ βασιλεὺς Ἀμμανιτῶν οὕτω καλούμενος. Ῥαβ‐ βὰθ, πόλις Ἀμμανιτῶν. «Περιζώσασθε σάκκους.» Ταῖς πόλεσι τῶν Ἀμ‐ μανιτῶν παρεγγυᾷ τὰς ἀλλήλων ὀλοφύρεσθαι συμφο‐ ράς. | |
40 | «Τί ἀγαλλιᾶσθε;» Μανικῶς καὶ ἐλεεινῶς κόψασθε. | |
42 | «Θύγατερ ἰταμίας.» Ὁ Ἐνακεὶμ κατ’ ἀρχὰς ἐκείνην ᾤκει τὴν γῆν. Ὀλίγον οὖν, φησὶ, μέλλετε χαί‐ ρειν ἐν ἐκείνῃ τῇ γῇ, μετ’ οὐ πολὺ δὲ αἰχμαλωτί‐ | |
45 | ζεσθε. Ἀντὶ τοῦ, Ἀπηνὴς καὶ ἀπάνθρωπε· πρὸς δὲ τὴν γῆν τῶν Ἀμμανιτῶν ὁ λόγος. «Καὶ διασπαρήσεσθε.» Ἀντὶ τοῦ, ὅπου ἂν ἕκαστος δυνηθῇ. | |
93.709(50) | «Τάδε λέγει Κύριος.» Δι’ ἧς δύναται σωθῆναι· πρὸς δὲ διάνοιαν, ὅτι Ἀπολῶ, φησὶν, τὴν σοφίαν τῶν σοφῶν. «Ἠπατήθη.» Ἐν ᾧ ἐπεποίθεισαν ὡς ἀσφαλεῖ, εὑρεθήσεται ἀνωφελής. | |
55 | «Βαθύνατε εἰς κάθισιν.» Εἰς βάθος καθίσατε, ἀντὶ τοῦ. Ἐκδέξασθε, καὶ μανθάνετε τὰ συμβησόμε‐ | |
να. Δαιδὰν δὲ πόλις τῆς Ἰδουμαίας. | ||
93.712 | «Ὅτι δύσκολα ἐποίησεν.» Τὸν μέλλοντα αὐτῇ πολεμεῖν. «Ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ.» Οἱ πολέμιοι. Πρὸς δὲ διάνοιαν, οἱ ἀπόστολοι, καὶ οἱ κατὰ καιροὺς | |
5 | τῶν Ἐκκλησιῶν προεστῶτες κατὰ τῆς εἰδωλολα‐ τρίας. «Ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν.» Τὸν Σατανᾶν. Τὰ δι’ ὧν τοὺς ἀνθρώπους ἠπάτων οἱ δαίμονες. «Καὶ αἱ χῆραι.» Αἱ ἀποστᾶσαι τῶν ἐθνικῶν ψυ‐ | |
10 | χαί. «Καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε.» Τοὺς διεγεί‐ ροντας κατὰ τῆς Ἰδουμαίας τὸν πόλεμον. Κατὰ δὲ τὴν θεωρίαν, τοὺς ἁγίους ἀποστόλους. «Ἡ παιγνία σου.» Τὸ στρῆνός σου, ἡ ἀναξία | |
15 | σου. «Συνέλαβεν ἰσχύν.» Καὶ οἱ βουνοὶ ἐν ἀνάγκαις ὀχυρώματά εἰσιν· ἐπ’ αὐτῶν γὰρ ἱστάμενοι, λίθους κατὰ τῶν πολεμίων πέμπουσιν. «Καὶ οὐ μὴ κατοικήσει.» Ταῦτα πάντα οὕτως | |
20 | τῇ ἱστορίᾳ ἁρμόζει. Ἤρξατο δὲ κατὰ τῆς δαιμονι‐ κῆς πλάνης γίνεσθαι ἀπὸ τῆς παρουσίας Χριστοῦ, καὶ πέρας ἕξουσιν ἐν τῇ συντελείᾳ. «Ἰδοὺ ὥσπερ λέων ἀναβήσεται.» Ὁ Κύριος ἀνελ‐ θὼν ἐκ τοῦ βαπτίσματος. | |
25 | «Καὶ τοὺς νεανίσκους ἐπ’ αὐτὴν ἐπιστήσατε.» Κερὶ ὧν εἴρηται· Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν· τὰ νήπια αὐτῶν. «Ἐὰν μὴ ἀβατωθῇ.» Ἵνα μηκέτι ἔχωσι ποῦ κα‐ ταλῦσαι οἱ δαίμονες, τῶν ἀνθρώπων ἐλευθερουμέ‐ | |
30 | νων, καὶ τῶν εἰδωλίων καταστρεφομένων. «Ἰδοὺ ὥσπερ ἀετός.» Ὁ μέλλων αὐτὴν κατα‐ λύειν. «Τῇ Δαμασκῷ.» Τῆς Δαμασκοῦ προλέγει τὴν ἅλωσιν. | |
35 | «Κατῃσχύνθη. Ἡμὰθ καὶ Ἀρφὰθ, ἡ νῦν Ἀντιό‐ χεια, τότε ἐκαλεῖτο. Ἐβασιλεύον[το] δὲ ἐκεῖνα τὰ χωρία τότε ὑπὸ τῆς Δαμασκοῦ· αὕτη γὰρ ἦν τότε ἡ τῶν Σύρων βασιλικὴ χώρα. «Πῶς οὐχὶ ἐγκατέλιπε πόλιν;» Ἐν ταῖς τῶν πολε‐ | |
40 | μίων ἀκοαῖς καταλιμπάνοντες τὰς πόλεις, εἰς τὰς κώμας ἔφευγον. Πῶς οὖν, φησὶν, ἐπὶ τοιαύταις ἀκοαῖς οὐκ ἔμελλον καταλιμπάνειν τὴν πόλιν, καὶ ἀπιέναι εἰς τὰς κώμας; Πόλιν δὲ ἐμὴν, φησὶν, ἐπειδὴ αἱ πᾶσαι πόλεις τοῦ Θεοῦ εἰσιν. | |
45 | «Ἄμφοδα.» Ὡς βασιλεῖς Σύρων, Ἄδερ ἐκαλοῦντο, ὡς καὶ οἱ Αἰγύπτιοι Φαραώ. «Λίαν ἐμβαθύνατε εἰς κάθισιν.» Ἐνομίσατε ἀσφαλῶς καθῆσθαι, τουτέστιν οἰκεῖν. «Ἐν τῇ αὐλῇ.» Ἐν τῇ ἐρήμῳ. Αὐλὴ δὲ διὰ τὸ | |
93.712(50) | αἴθριον. «Ἀνάστηθι καὶ ἀνάβηθι.» Καθήμενον εἰς ἀναψυ‐ χὴν, ἡσυχάζον, εὐσταθοῦν. | |
54 | «Οἷς οὐκ εἰσὶ θύραι.» Βάλανοι, αἱ κλεῖδες, διὰ τὸ | |
55 | αἰθρίους οἰκεῖν. «Μόνοι καταλύουσι.» Ἀντὶ τοῦ, διεσπαρμένοι. «Κεκαρμένους.» Ἀντὶ τοῦ, τὴν εὐπρέπειαν ἀφ‐ ῃρημένους· ἄλλα δὲ βιβλία ἔχουσι, κεκραμένους, | |
ἀντὶ τοῦ, συγκεχυμένους. | ||
93.713 | «Ἐκ παντός.» Ἐκ παντὸς τρόπου τροπὴν αὐτοῦ ποιήσω. «Ἃ ἐπροφήτευσεν Ἱερεμίας.» Ὃ καὶ γέγονε Κύ‐ ρου τοῦ Πέρσου καθελόντος τὴν βασιλείαν Χαλδαίων, | |
5 | καὶ τοὺς Ἰουδαίους εἰς τὴν ἰδίαν ἀποστείλαντος. | |
7 | Αἰλὰμ ἢ τῆς Βαβυλῶνος, ἢ καὶ πάσης χώρας ἧς ἦρξε Κῦρος. Χρὴ εἰδέναι ὅτι ὁ ἅγιος Ἰωάννης ὑπο‐ μνηματίζων τὸν Ἱερεμίαν, μέχρι τῶν ὦδε ἀκολούθως | |
10 | ὑπεμνημάτισεν. Ἐάσας δὲ τὰ μετὰ ταῦτα, ἄρχεται ὑπομνηματίζειν ἀπὸ τῆς ἀρχῆς τῆς βασιλείας Ἰωα‐ κείμ· ἔνθα καὶ τὸ ὑποκείμενον σημεῖον κεῖται, καὶ οὕτω τὰ λοιπὰ ὑπεμνημάτισεν. «Καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους.» | |
15 | Ἐπαγωγὴν κυκλόθεν, ἢ καὶ τὰ πανταχόθεν ἔθνη σημαίνει, τὰ συνελθόντα Ἀλεξάνδρῳ εἰς τὸν κατὰ Δαρείου πόλεμον. «Καὶ ἀποστελῶ ὀπίσω αὐτῶν μάχαιράν μου.» Τὴν ἀποτομίαν. | |
20 | «Καὶ θήσω τὸν θρόνον μου.» Ἀντὶ τοῦ, μετὰ ἐξου‐ σίας ἐπελεύσομαι αὐτοῖς, ἢ περὶ Ἐκκλησίας προθε‐ σπίζει μελλούσης ἔσεσθαι παρ’ αὐτοῖς. | |
23t | ΚΕΦ. Νʹ. | |
24 | «Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι.» Μετὰ τὴν ἱστο‐ | |
25 | ρίαν πρὸς τοὺς ἀποστόλους ὁ λόγος. «Παρεδόθη Μαιρωδάχ.» Ἡ μὲν ὅλη χώρα ὡς πρὸς τὴν Ἱερουσαλὴμ, Βοῤῥᾶς καλεῖται. Ἡ δὲ Βα‐ βυλὼν ὡς πρὸς τὴν θέσιν τῶν τόπων, νοτιωτέρα ἐστὶ τῶν Μήδων. Φησὶν οὖν, ὅτι ὁ Μαιρωδὰχ μετὰ | |
30 | τῶν Μήδων ἀνιὼν λήψεται τὴν Βαβυλῶνα. «Ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι.» Ἀντὶ τοῦ, Ἐνταῦθα ἐν τῇ Σιὼν, ὅπου ὁ προφήτης προεφή‐ τευσεν. «Διαθήκη γὰρ αἰώνιος.» Ἡ πρὸς τὸν Ἀβραὰμ | |
35 | ἐπαγγελία, ἥτις ἐπληρώθη διὰ Χριστοῦ. «Οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς.» Οἱ ἱερεῖς καὶ βασιλεῖς, νομοδιδάσκαλοι, ψευδοπροφῆται. Ἀπὸ κακίας εἰς κακίαν· ἔθυον δὲ καὶ ἐπὶ τοιού‐ των τοῖς δαίμοσι. | |
40 | «Πάντες οἱ εὑρίσκοντες αὐτοὺς ἀνήλισκον αὐτούς.» Τοῦ νοῦ, καὶ τῶν θείων μαθημάτων, οἷς ἐπαν‐ επαύοντο. —Οἱ ἀλιτήριοι δαίμονες. Μετὰ τὴν ἱστορίαν, πρὸς τοὺς πιστοὺς ὁ λόγος. Αὐτοὶ δὲ, φησὶν, εἰσὶ νομὴ τοῦ Θεοῦ ἐπὶ δικαιοσύνῃ | |
45 | ὑπὸ Θεοῦ ἐκλεχθεῖσα. Ἐπειδὴ γὰρ Θεὸς τοὺς πατέ‐ ρας αὐτῶν ἐκλεξάμενος ἐξήγαγεν ἐξ Αἰγύπτου, εἰκότως καὶ πρόβατα καλοῦνται, καὶ νομὴ Θεοῦ ὡσανεὶ κτήτορος. «Καὶ ἐξέλθετε.» Ἀσύμφωνοι γένεσθε τοῖς Βαβυ‐ | |
93.713(50) | λωνίοις, καὶ φοβεροὶ τοῖς δαίμοσιν. «Ὅτι ἰδοὺ ἐγὼ ἐγείρω.» Τὰ κατεψυγμένα τῇ ἁμαρτίᾳ ἔθνη, αὐτὰ διὰ τῆς εἰς Χριστὸν πίστεως στρατεύουσι κατὰ τῆς εἰδωλολατρείας. «Καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν.» Ἡ τῶν | |
55 | Χαλδαίων χώρα, ἡ Βαβυλών. «Ἀνετράπη.» Ἡ Βαβυλὼν, ἥτις ἐπὶ δόξῃ καὶ | |
πλούτω ἐγέννησεν ὑμᾶς. | ||
93.716 | «Πάντες τείνοντες τόξον.» Πρὸς τοὺς ἀποστό‐ λους ὁ λόγος, ἐπὶ τὴν νοητὴν Βαβυλῶνα. «Ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς.» Οἱ ἀλιτήριοι δαίμονες. | |
5 | «Καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς.» Αὐτὸς ὁ ἀρχέκακος Σατανᾶς. «Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς.» Τῷ Κύρῳ Ἕλληνες συνεμάχησαν· νικησάσης οὖν τῆς Ἑλληνικῆς μαχαίρας, ἀφεθέντες ὑπὸ τοῦ Κύρου οἱ | |
10 | αἰχμάλωτοι εἰς τὴν ἰδίαν ἐπαναστρέψουσιν. «Ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ.» Ἀσσύριος ὢν ὁ Σεναχηρεὶμ πρῶτος τὰς δέκα φυλὰς, σάρκας οὔσας ἔφαγε, τουτέστιν ᾐχμαλώτισεν. «Καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ.» Ὁ Ναβου‐ | |
15 | χοδονόσορ. Ὀστᾶ δὲ καλεῖ τὸν Ἰούδα, ὡς σύστασιν ὄντα τοῦ παντὸς σώματος. «Ζητήσουσι.» Ὅτι πᾶσι τοῖς πιστεύσασιν τὴν ἀμνηστίαν τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐδωρήσατο. | |
20 | «Πικρῶς ἐπίβηθι ἐπ’ αὐτήν.» Πρὸς μὲν τὴν ἱστορίαν ἐπὶ τὴν Βαβυλῶνα, πρὸς δὲ διάνοιαν ἐπὶ τὴν εἰδωλολατρείαν. «Πῶς συνεκλάσθη.» Ἡ σφύρα πάσης τῆς γῆς, ἡ τὴν οἰκουμένην συντρίψασα, Βαβυλὼν ἢ καὶ εἰδω‐ | |
25 | λολατρεία. «Ἐπιθήσονταί σοι.» Πρὸς μὲν τὴν ἱστορίαν, διὰ τὸ τῶν πολέμων αἰφνίδιον· πρὸς δὲ διάνοιαν, διὰ τὸ κρυπτὸν τοῦ βάθους τοῦ κατὰ Χριστὸν μυστη‐ ρίου. | |
30 | «Ἤνοιξε Κύριος.» Διὰ τὸ κεκρυμμένον ἀπὸ τῶν αἰώνων μυστήριον. «Ἐρευνήσατε αὐτήν.» Ἐξ αὐτῶν τῶν λογισμῶν ἀναμοχλεύσατε τὴν εἰδωλολατρείαν. «Ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς.» | |
35 | Πρὸς μὲν τὴν ἱστορίαν, τοὺς τυράννους τῆς Βαβυ‐ λῶνος· πρὸς δὲ διάνοιαν, τοὺς τῆς ἁμαρτίας καρ‐ ποὺς, πορνείαν, καὶ ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς. «Φωνὴ φευγόντων.» Τῶν εἰς τὸν Κύριον ἡμῶν καταφευγόντων. | |
40 | «Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν.» Δύναται ταῦτα καὶ κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς λαμ‐ βάνεσθαι. «Καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς.» Δρυμῷ μὲν, τῷ πλήθει. Ἰστέον δὲ ὅτι καὶ τὸ θεῖον πῦρ | |
45 | ἐμπίπτον εἰς ψυχὰς, ὥσπερ φλὸξ ἐν δρυμῷ ξύλων, πάντα καταναλίσκει τῆς κακίας τὰ εἴδη. «Τάδε λέγει Κύριος.» Περὶ τῆς αἰσθητῆς αἰχμα‐ λωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς τῶν ψυχῶν νοητῆς αἰχμαλωσίας, καὶ τῆς αὐτῶν διὰ τοῦ Κυρίου ἀπολυ‐ | |
93.716(50) | τρώσεώς φησιν. «Κρίσιν κρίνει.» Διὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ· Νῦν κρίσις τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβέβληται. «Ἐπὶ τῷ ὕδατι αὐτῆς.» Καθ’ ἱστορίαν μὲν, ἐπὶ | |
55 | τῷ πλήθει· πρὸς δὲ διάνοιαν, ἐπὶ τῷ ὑγρῷ, καὶ ἀνειμένῳ, καὶ ἁμαρτωλῷ βίῳ. «Καὶ ἐν ταῖς νήσοις.» Ὡς καὶ τούτων κρατοῦντες | |
οἱ Βαβυλώνιοι· πρὸς δὲ διάνοιαν, ἐν τοῖς εἰδώλοις. | ||
93.717 | «Διὰ τοῦτο κατοικήσουσιν.» Ὁμοιώματα ἀνθρώ‐ πων, οὐκ ἄνθρωποι, ἵνα εἴπῃ τὴν ἀσθένειαν τῶν συμμαχούντων τοῖς βασιλείοις. Καὶ γὰρ καὶ τοὺς ἀντιπράξαντας τῶν νησιωτῶν εἷλεν ὁ Κύρος. Τὴν | |
5 | δὲ τούτων ἐρημίαν σημαίνει διὰ τῶν Σειρήνων, ὡς ἀνθρωπομόρφων λοιπὸν δαιμονίων, ἢ καὶ ᾠδικῶν ὀρνέων, διὰ τὴν ἐρημίαν οἰκούντων τοὺς τόπους. «Ἰδοὺ λαὸς ἔρχεται.» Οἱ ἐξ ἐθνῶν πιστεύ‐ σαντες. | |
10 | «Καὶ βασιλεῖς πολλοί.» Ἔθνος γάρ εἰσιν ἄγιον, βασίλειον ἱεράτευμα· ταῦτα δὲ ἑνοῖ μετὰ τὴν ἱστο‐ ρίαν. Ὁ ἐν τῷ Ἰορδάνῃ βαπτιζόμενος λαός. Ὁ τὴν νοητὴν Βαβυλῶνα καταπολεμῶν. | |
15 | «Εἰς Γαιθάμ.» Γαιθὰμ τόπος τοῦ Ἰορδάνου, ἐν ᾧ πολλοὶ λέοντες. «Ὅτι ταχέως ἐκδιώξω αὐτούς.» Τοὺς Χαλδαίους ἐκ τῆς Βαβυλῶνος. «Καὶ τίς οὗτος ποιμήν.» Τοῦ γὰρ ἀγαθοῦ ποι‐ | |
20 | μένος ἐξαιρουμένου ἡμᾶς, οὐδὲν ἡμῖν ποιεῖν δύναται ὁ πολέμιος. «Ἐὰν μὴ διαφανισθῇ νομὴ ἀπ’ αὐτῶν.» Ἀντὶ τοῦ, φίλτατα τέκνα· δεῖγμα δὲ τοῦτο πικρᾶς αἰχμα‐ λωσίας. | |
25t | ΚΕΦ. ΝΑʹ. | |
26 | «Ἄνεμον καύσωνα διαφθείροντα.» Μετὰ τὴν ἱστορίαν νόει τοὺς ὑπὸ τοῦ ἁγίου Πνεύματος βοη‐ θουμένους, τοὺς ξηραίνοντας καὶ διαφθείροντας τῆς κακίας τὰ ῥεύματα. | |
30 | «Καὶ μὴ φείσεσθε.» Ἀντὶ τοῦ, μὴ πτοηθῆτε τὴν ἀπειλὴν τῶν δαιμόνων. Ἐγὼ γάρ εἰμι μεθ’ ὑμῶν. «Ὅτι ἡ γῆ αὐτῶν.» Πλήρωμα γὰρ, φησὶ, τῆς ἀδικίας τῶν Χαλδαίων, τὸ καὶ τὰ σκεύη τὰ ἅγια καὶ ἁγίους ἄνδρας μετάγειν εἰς Βαβυλῶνα. | |
35 | «Φεύγετε ἐκ μέσου Βαβυλῶνος.» Φεύγειν ὁ προ‐ φήτης κελεύει ἐκ μέσου τῆς Βαβυλῶνος τοὺς σωζο‐ μένους, εἴτε τῆς αἰσθητῆς, εἴτε καὶ τῆς τοῦ κόσμου συγχύσεως. «Ποτήριον χρυσοῦν Βαβυλών.» Ποτήριον πολλα‐ | |
40 | χοῦ παρὰ τῇ θείᾳ Γραφῇ ὠνόμασται ἡ λεγομένη ὀργὴ τοῦ Θεοῦ. Ἐπειδὴ οὖν τοὺς προσκυνοῦντας αὐτῷ Θεὸς διὰ Βαβυλωνίων ἐτιμωρεῖτο, ποτήριον μεθύσκον αὐ‐ τὴν κέκληκεν· χρυσοῦν δὲ, διὰ τὸν ἐν αὐτῇ πλοῦ‐ τον. | |
45 | «Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων.» Προφητῶν ἡ φωνὴ εὐχαριστούντων, ὅτι ἐλυτρώθη ὁ λαὸς τῆς τε καθ’ ἱστορίαν αἰχμαλωσίας, καὶ τῆς ἐκ τοῦ κόσμου συγχύσεως διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. | |
93.717(50) | «Κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς.» Τοῦ Κύ‐ ρου· φασὶ δὲ ἕτεροι Δαρείου. Καθ’ ἱστορίαν, τῇ πο‐ λυπληθείᾳ τῶν ἀνδρῶν, πρὸς δὲ διάνοιαν, τοῖς τῆς καρδίας ῥεύμασιν. «Ὅτι ὤμοσε Κύριος κατὰ τοῦ βραχίονος.» Κατὰ | |
55 | τῆς ἑαυτοῦ δυνάμεως. «Καὶ φθέγξονται ἐπὶ σέ.» Ἀντὶ τοῦ, ὀνειδίζοντές | |
σε. | ||
93.720 | «Κύριος ποιῶν γῆν.» Ἀπὸ τῆς δημιουργίας ἀνα‐ λόγως θεωρεῖσθαι διδάσκει τὸν Θεόν. Ἐν τῷ οὐρανῷ, εἰς τὸ ἀποτελεῖν βροντάς. «Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.» Μὴ | |
5 | νοήσας ἀπὸ τῆς καλλονῆς τῶν κτισμάτων τὸν αὐτῶν δημιουργὸν, ἢ καὶ καθόλου. ὅτι νῦν ἐκ μέρους γινώ‐ σκομεν. «Διασκορπίζεις σύ μοι σκεύη πολέμου.» Αἰσθη‐ τῶς μὲν, ὡς πρὸς τὴν Βαβυλῶνα ὁ λόγος· ἀληθέστε‐ | |
10 | ρον δὲ πάντα ἐφεξῆς πρὸς τὸν Σατανᾶν εἴρηται· ὡς ἐκ τοῦ Θεοῦ. Σὺ, φησὶν, ἐπιχειρεῖς διασκορπίζειν τοὺς ἀνθρώπους τοὺς θεοσεβεῖς τοὺς δυναμένους σοι πολεμεῖν· ἐγὼ δὲ διασκορπίζω σου πᾶσαν δαιμονιώ‐ δη πληθὺν, καὶ τοὺς αὐτῶν ἐν κακίᾳ ἐπικρατεστέ‐ | |
15 | ρους. Ἡδονὴν τὴν θηλυμανῆ, καὶ τὸν ταύτην ἐνεργοῦντα δαίμονα. «Καὶ διασκορπιῶ ἐν σοὶ ἵππον.» Τὰς φιλοδοξίας, τὰς φιλοχρηματίας καὶ τοὺς αὐτὰς ἐνεργοῦντας δαί‐ | |
20 | μονας. «Καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον.» Τοὺς ἀγό‐ νους εἰς ἀρετήν. «Καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα.» Τὴν φιληδονίαν. | |
25 | «Καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα.» Τοὺς τῆς ψευ‐ δωνύμου γνώσεως διδασκάλους σὺν τοῖς πειθομέ‐ νοις. «Καὶ διασκορπιῶ ἐν σοὶ γεωργόν.» Τοὺς τῶν εἰδώλων ἱερουργοὺς, καὶ τὰς τελετὰς αὐτῶν, καὶ τὰ | |
30 | εἴδωλα. «Καὶ διασκορπιῶ ἡγεμόνας.» Τοὺς ἄρχοντας ἐν κακίᾳ δαίμονας. «Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸ ὄρος τὸ διεφθαρμένον.» Αἰσθητῶς μὲν τὸν Ναβουχοδονόσορ, πρὸς δὲ διάνοιαν | |
35 | τὸν Σατανᾶν διεφθαρμένον, ὅτι εἷς καὶ αὐτὸς γε‐ γονὼς τῶν ἀρχαγγέλων, αὐτοπροαιρέτως τῆς οἰκείας ἐξέπεσεν ἀρετῆς. «Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ.» Ἐξώσω ἀπὸ τῶν πεπιστευκότων, τῶν ἁγίων λίθων, τῶν κυλιομέ‐ | |
40 | νων ἐπὶ τῆς γῆς, ἢ καὶ ὁμωνύμως τῇ πέτρᾳ, τουτέστι Χριστῷ, καὶ οἱ πιστοὶ πέτραι ἐκλήθησαν διὰ τὴν εἰς αὐτὸν πίστιν, καὶ τὸ ἀκλόνητον τῆς πίστεως. | |
44 | «Καὶ δώσω σε ὡς ὅρος ἐμπεπυρισμένον.» Ἀντὶ | |
45 | τοῦ, ἄκαρπον, ἀχρεῖον. «Καὶ οὐ μὴ λάβωσι ἀπὸ σοῦ λίθον.» Οἱ στερεοὶ καὶ ἐῤῥωμένοι λίθοι εἰς τοὺς θεμελίους καταβάλλον‐ ται, καὶ εἰς γωνίας. Ἔσῃ οὖν ἀσθενὴς, φησὶ, καὶ ἀχρεῖος, καὶ ἀνωφελής. | |
93.720(50) | «Ἅρατε σημεῖον ἐπὶ τῆς γῆς.» Τὴν σάλπιγγα σημεῖόν φησι. Κελεύει δὲ τοῦτο Θεὸς ἴσως ἀγγελι‐ καῖς τισι δυνάμεσιν, ἐπὶ τῷ διεγεῖραι τὰς ψυχὰς τῶν μελλόντων πολεμεῖν τῇ Βαβυλῶνι Κελεύει δὲ καὶ τοῖς ἀποστόλοις συνάγειν τοὺς πιστοὺς, τοὺς μέλλον‐ | |
55 | τας πολεμεῖν τῇ εἰδωλολατρείᾳ. «Ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη.» Ἀφορίσατε τοὺς μέλλοντας ἐπ’ αὐτῇ πολεμεῖν. «Ἄρατε παρ’ ἐμοῦ.» Τῆς Ἀρμενίας ὄρη τὰ Ἀρα‐ | |
ράτ. | ||
93.721 | «Καθήσονται ἐκεῖ.» Ἀντὶ τοῦ, πολιορκήσουσιν αὐτήν. «Διώκων εἰς ἀπάντησιν διώκοντος.» Ἕκαστος τῷ πλησίον εὐαγγελιζόμενος· ἐποίουν δὲ τοῦτο οἱ ἅγιοι | |
5 | ἀπόστολοι, ἐκδιώκοντες μὲν τὴν δαιμονικὴν πλάνην, ἑαυτοῖς δὲ τὴν σωτηρίαν τῶν πιστῶν εὐαγγελιζόμε‐ νοι. «Καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος.» Ἀπαντῶν ὁ πρῶτος, καὶ ἀπαγγέλλων τῷ ἀποστελλο‐ | |
10 | μένῳ δευτέρῳ. «Διότι τάδε λέγει Κύριος.» Τὴν εἰς λεπτὸν συν‐ τριβὴν τῶν οἰκημάτων ἐδήλωσεν· ὡς ἀπὸ Ἱερουσα‐ λὴμ δὲ οἱ λόγοι, τὸ Κατέφαγέ με, καὶ τὰ ἐπ’ αὐτῷ. Διὰ μὲν οὖν τὸ θηριῶδες κατέφαγε, διὰ δὲ τὰ λάφυρα | |
15 | καὶ τὰ σκύλα ἐμέρισε. Σκότος δὲ λεπτὸν τὴν ὑπερ‐ βάλλουσαν ἀθυμίαν δηλοῖ· ὁ λεπτὸς γὰρ ἀὴρ μᾶλλον τῶν ἡμετέρων καθικνεῖται σωμάτων. | |
19 | «Κατέφαγέ με.» Ἱερουσαλὴμ προσερχομένη τῷ | |
20 | Θεῷ κατὰ τοῦ Βαβυλωνίου ταῦτά φησιν, ἀληθέστερον δὲ ἡ Ἐκκλησία τῷ ἑαυτῆς νυμφίῳ κατὰ τοῦ Σατανᾶ. Τὸ δὲ ἐμερίσατο, ὁ μέν τις δαίμων εἰς πορνείαν, ὁ δὲ εἰς φιλαργυρίαν, καὶ ἄλλος εἰς ἄλλην ἀπειρημένην ἐνάγοντες πρᾶξιν. Τὸ δὲ κατέφαγεν, ἐπειδὴ καὶ Θεοῦ | |
25 | ἀποστήσαντας ἑαυτοῖς προσκυνεῖν ἀνέπεισαν. | |
27 | «Κατέλαβέ με σκότος.» Ἡ ἐξ ἁμαρτιῶν προδο‐ σία. Τὸ γὰρ πολὺ [ἴς. πρωῒ] ἀφεγγὲς λεπτόν ἐστιν. | |
30 | «Ἔπλησε τὴν κοιλίαν αὐτοῦ.» Ἐξείλκυσάς με τῆς ἐμῆς τρυφῆς, τουτέστι τῶν θείων μαθημάτων. Ἢ καὶ οὕτως, Ἐντρυφῶν ἐν ἐμοὶ ἐπλήρωσε τὴν κοιλίαν αὐτοῦ. «Ἔξωσάν με οἱ μόχθοι μου.» Τὰ μοχθηρὰ καὶ | |
35 | ταλαίπωρα ἐπιτηδεύματα. «Καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλ‐ δαίους. Ἀντὶ τοῦ, αἴτιοί μοι τῆς σφαγῆς οἱ Χαλδαῖοι γεγόνασιν. Ἢ καὶ οὕτως· Ἐκδικήσω μου τὸ αἷμα ἀπὸ τῶν Χαλδαίων. | |
40 | «Καὶ ἔσται.» Τὴν χορηγίαν τῶν κακῶν. «Ὅτι ὡς λέοντες.» Οἱ βασιλεῖς αὐτῆς. «Ἐν τῇ θερμασίᾳ.» Ἐν τῇ αὐτῶν θρασύτητι. «Δώσω πότημα αὐτοῖς.» Τουτέστι τὴν ἀνταπό‐ δοσιν τῶν κακῶν. | |
45 | Καὶ καταβίβασον αὐτούς.» Ἢ ὁ προφήτης τοῦτο ἐπεύχεται κατὰ τῶν δαιμόνων, ἢ καὶ Θεὸς τῇ ἐκδι‐ κήσει τοῦτο ποιεῖν προστάσσει κατὰ τῆς αἰσθητῆς τῆς νοητῆς Βαβυλῶνος. «Πῶς ἑάλω.» Ἐκπλήττονται οἱ ἅγιοι ἐπὶ τῇ πτώ‐ | |
93.721(50) | σει τῆς Βαβυλῶνος καὶ ἐρημώσει. «Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα.» Ἐπὶ μὲν τὴν αἰσθητὴν Βαβυλῶνα, τὸ πλῆθος τῶν πολεμίων· ἐπὶ δὲ τὴν νοητὴν, τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ ἐξαφανίζον τὴν ἁμαρτίαν. | |
55 | «Ἐγενήθησαν.» Τὰ τῆς βασιλείας πολιτεύματα. | |
57 | «Καὶ ἐν Βαβυλῶνι.» Αἰσθητῶς μὲν τὰ λάφυρα, ἂ πρώην νικῶσα τοὺς πολεμίους ἐλάμβανε. Πρὸς δὲ | |
διάνοιαν, ὅτι κατέπιεν ὁ θάνατος ἰσχύσας. Καὶ πάλιν | ||
93.724 | ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς. | |
3 | «Ἀνασωζόμενοι ἐκ γῆς.» Οἱ τῶν γηΐνων, φησὶν, ἀποστάντες, ἀεὶ προκόπτετε εἰς ἀρετὴν, καὶ μὴ | |
5 | ἵστασθε, ἀλλὰ τρέχετε, ἵνα καταλάβητε. «Οἱ μακρόθεν.» Οἱ πάλαι τοῦ Θεοῦ μακρόθεν εἰ‐ δωλολάτραι. «Καὶ Ἱερουσαλήμ.» Ἐν μὲν τῇ Ἱερουσαλὴμ ἔθυον Ἰουδαῖοι· κελεύει δὲ τὴν ὅρασιν τῆς εἰρήνης· τοῦτο | |
10 | γὰρ ἑρμηνεύεται Ἱερουσαλήμ· ἀναβαίνειν εἰς τὰς τῶν πιστῶν καρδίας, ἵνα εἰρηνεύωσι πρὸς Θεὸν τὰ ἀρεστὰ αὐτῷ ποιοῦντες. «Κατεκάλυψεν ἀτιμία.» Πρὸς μὲν τὸ ῥητὸν, ὅτι εἰς τὸν θεῖον ναὸν εἰσῆλθον οἱ πολέμιοι· πρὸς δὲ | |
15 | διάνοιαν, ὅτι εἰς τὰ ἄδυτα τῆς ψυχῆς ἔσκηψαν οἱ ἀκάθαρτοι δαίμονες. «Καὶ ἀπώλεσεν.» Πρὸς μὲν τὸ ῥητὸν, τῆς ἐκ τῶν ἀνθρώπων πολυθεΐας· πρὸς δὲ διάνοιαν, ὅτι ἀνέκρα‐ ζον ἐκβακχευόμενοι ὑπὸ τῶν δαιμόνων. | |
20 | «Τάδε λέγει Κύριος.» Ὁ Σατανᾶς καθ’ ὅλης τῆς οἰκουμένης τὰ τεμένη εἰδώλων ἱδρύσας. | |
23 | «Καὶ αἱ πύλαι.» Αἱ ἀπάγουσαι εἰς τὴν ἀπώλειαν· τοῦτο δὲ τελείως γίνεται ἐν τῇ καθόλου συντελείᾳ. | |
26 | «Οὐ κοπιάζουσι.» Τῷ Βαβυλωνίῳ, ἢ καὶ τῇ πλάνῃ δουλεύοντες. —Οὐκ ἐκλείψουσι, φησί· τὸ γὰρ, οὒ, κατὰ κοινοῦ κεῖται· ὑπὸ τῆς ἀρχῆς τῶν Βαβυλωνίων τυραννούμενοι, ἢ καὶ τοῦ Σατανᾶ. Ἐν γὰρ Χριστῷ | |
30 | Ἰησοῦ πάντες ζωοποιηθήσονται. «Εἰπεῖν τῷ Σαραίᾳ.» Ἔπεμψεν ὁ Σεδεκίας τὸν Σαρέαν πρεσβευτὴν, δῶρα κομίζοντα τῷ Ναβουχοδο‐ νόσορ. Οὗτος λέγεται εἶναι ὁ Βαρούχ. «Καὶ εἶπεν Ἱερεμίας πρὸς Σαραίαν.» Οὗτος λέ‐ | |
35 | γεται εἶναι ὁ Βαροὺχ, κατὰ χάριν μετωνομασμένος. | |
37t | ΚΕΦΑΛ. ΝΒʹ. | |
38 | «Θυγάτηρ Ἱερεμίου.» Οὐ τοῦ προφήτου. Παρθέ‐ νος γὰρ ἱστορεῖται εἶναι ὁ προφήτης, ὡς κελευσθεὶς | |
40 | ὑπὸ τοῦ Θεοῦ μὴ γῆμαι. Καὶ ὁ μὲν πατὴρ αὐτῆς ἐκ Λοβενὰ, ὁ δὲ προφήτης ἐξ Ἀναθώθ· ταύτην εὑρή‐ σεις καὶ ἐν τῷ τέλει τῆς τετάρτης τῶν Βασιλειῶν. | |
44 | «Καὶ ἐλάλησεν αὐτῷ.» Ἐνδίκως αὐτὸν ἔκρινεν, | |
45 | ὡς παραβεβηκότα τὰς ἐν τῷ θείῳ ναῷ ὁρκωμοσίας. | |
47 | «Καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε.» Ἐρ‐ γάζεσθαι ἐν τῷ μύλωνι. «Καὶ τὰς βάσεις.» Δοχεῖον ἦν ὕδατος, διὰ τὸ πο‐ | |
93.724(50) | λυχώρητον θάλασσα καλούμενον. «Καὶ τοὺς τρεῖς.» Τοὺς ἐπιστάτας τῶν θυρω‐ ρῶν. «Καὶ τὸν γραμματέα.» Τὸν ἀπογραφόμενον τὰ τέλη, καὶ τοὺς εἰσιόντας καὶ τοὺς ἐξιόντας εἰς τὸν πόλε‐ | |
55 | μον. Κατακαύσας δηλονότι καὶ τὰ ἄλλα πάντα σκεύη τὰ ἱερὰ τὰ δυσκατακόμιστα. Τοσοῦτον δηλοῦται τὸ | |
πάχος τοῦ στύλου. | ||
93.725 | «Ἐν γῇ Ἡμάθ.» Ἡμάθ ἡ νῦν καλουμένη Ἀντιό‐ χεια· Δεβλαθὰ δὲ τὸ ταύτης προάστειον ἡ Δάφνη. | |
4 | «Ἔλαβεν Οὐλαιμαδάχαρ.» Ἐπειδὴ δὲ οἱ αἰχμάλω‐ | |
5 | τοι κάτω νεύουσιν ὑπὸ τῆς συμφορᾶς, ἔλαβε, φησὶ, τὴν κεφαλὴν αὐτοῦ, ἀντὶ τοῦ, ἀνώρθωσεν, ὕψωσεν, ἄνω βλέπειν παρεσκεύασεν. Ὡς καὶ Δαβὶδ λέγει· Ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ’ ἐχθρούς μου. Τὸ, ἔλαβεν ἀντὶ τοῦ, ὕψωσεν, ὡς ἐν τῷ τέλει τῆς τε‐ | |
10 | τάρτης τῶν Βασιλειῶν φησιν. |