TLG 2865 002 :: OLYMPIODORUS Diaconus :: Commentarii in Ecclesiasten OLYMPIODORUS Diaconus Scr. Eccl., Diaconus Commentarii in Ecclesiasten Citation: Volume — page — (line) | ||
93.477(22t) | ΟΛΥΜΠΙΟΔΩΡΟΥ | |
23t | ΥΠΟΜΝΗΜΑΤΑ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ. | |
---|---|---|
34t | Ὑπόθεσις τοῦ πρώτου κεφαλαίου. | |
35 | Τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ δεξάμενος ὑπὸ Θεοῦ Σολομὼν, ὁ τοῦ Δαβὶδ υἱὸς, οὐ μόνον κατὰ σάρκα, ἀλλὰ κατ’ ἀρετὴν, τριχῆ τὰ ὄντα διεῖλεν· εἰς ἠθικὰ, καὶ φυσικὰ, καὶ νοητά. Καὶ τὰ μὲν ἠθικὰ διὰ τῶν Παροιμιῶν παρέδωκε· τὰ δὲ φυσικὰ διὰ τῶν τοῦ | |
40 | Ἐκκλησιαστοῦ· τὰ δὲ νοητὰ, διὰ τοῦ ᾌσματος τῶν ᾀσμάτων. Ἔστι δὲ εὑρεῖν κατεσπαρμένην διδα‐ σκαλίαν ἐν τῷ Ἐκκλησιαστῇ περὶ ἠθικῶν· καὶ ἐν ταῖς Παροιμίαις, περὶ φυσικῶν· πλὴν αἱ πραγμα‐ τεῖαι ἰδικῶς ἀφωρισμέναι τυγχάνουσι. Τὸ δὲ Ἆσμα | |
45 | τῶν ᾀσμάτων ὅλον δι’ ὅλου περὶ νοητῶν διαλέγεται, | 477 |
93.480 | καὶ πρὸς ἀλληγορίαν βλέπει. Πλὴν καὶ ἐν τῷ Ἐκ‐ κλησιαστῇ, καὶ ἐν ταῖς Παροιμίαις ὁμοίως ἔστιν εὑ‐ ρεῖν περὶ νοητῶν πραγμάτων. Ἐκκλησιαστὴν δὲ ἑαυτὸν ἐκάλεσεν ὁ Σολομὼν, ὡς πάντας ἀνθρώπους | |
5 | ἐκκλησιάζων, καὶ δεσμεύων εἰς ὁμόνοιαν, καὶ ἐν κοινῷ παραδιδοὺς τὴν φυσικὴν θεωρίαν. Ἰστέον δὲ καὶ τοῦτο, ὡς ὁ σοφὸς Ἐκκλησιαστὴς ποτὲ μὲν ἐξ οἰκείου προσώπου τὸν λόγον φέρει, ποτὲ δὲ ἐκ προσ‐ ώπου τοῦ περὶ τόνδε τὸν κόσμον ἐπτοημένου. Καὶ | |
10 | ταῦτα μὲν ὡς ἐν προθεωρίᾳ. Τὸ δὲ πρῶτον κεφά‐ λαιον περιέχει τάδε· Γένος τοῦ Ἐκκλησιαστοῦ φησι, καὶ ἀξίωμα, καὶ πόλιν, ἐν ᾗ τὸ βασίλειον ἵδρυτο. Ἀποφαίνεται δὲ ματαιότητα πάντα τὰ ἐν τῷδε τῷ κόσμῳ· οὐ τὰ πάντα μεμφόμενος, ἀλλὰ τὴν πονηρὰν | |
15 | τῶν ἀνθρώπων προαίρεσιν, τῶν εἰς τόνδε τὸν κόσμον τὴν ἐλπίδα ἐχόντων. Διδάσκει δὲ καὶ περὶ τῆς τοῦ ἡλίου πορείας, κατὰ μὲν τὸ πρόχειρον φυσιολογῶν· πρὸς δὲ διάνοιαν εἰς ἀλληγορίαν θεολογικὴν βλέπων. Τὸ δὲ αὐτό φησι καὶ περὶ χειμάῤῥων εἰς τὴν θά‐ | |
20 | λασσαν εἰσβαλλόντων, καὶ μὴ πληρούντων αὐτήν. Διδάσκει δὲ κἀντεῦθεν τῶν ποιημάτων οὐδὲν πρόσ‐ φατον εἶναι· ἀλλ’ οὕτω μένειν ὡς πρώην ἐτάγησαν ὑπὸ τοῦ Δημιουργοῦ· καὶ ὅτι οὐ πληρωθήσεται ὀφθαλμὸς ἀπὸ ὁράσεως, καὶ ὅτι οὔτε τὰ πρῶτα τῶν | |
25 | γεγονότων, οὔτε τῶν ἐσομένων τὰ ἔσχατα πρὸς ἀκρί‐ βειαν ἵσμεν οἱ ἄνθρωποι, καὶ ὅτι περισπασμὸν ἐπί‐ πονον ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων· καὶ ὡς προαιρέσει πνεύματος, τουτέστι τοῦ αὐτεξουσίου, καὶ οὐκ ἀνάγκῃ τινὶ πράττουσιν ἃ πράττουσιν οἱ | |
30 | ἄνθρωποι· καὶ ὅτι τὸ διεστραμμένον, ὅτε ἐστὶν ἐν τῇ διαστροφῇ, ἐπικοσμηθῆναι οὐ δύναται. Ἀξιόπιστον δὲ τὸν ἑαυτοῦ παρασκευάζων γενέσθαι λόγον, ὡς μάταια τὰ ἐν κόσμῳ ἀποφαινόμενος, διδάσκει, ὅτι καὶ σοφὸς, καὶ βασιλεὺς καὶ πλούσιος γέγονε, ἵνα | |
35 | εὐπερίδεκτος ᾖ, ματαιότητα πάντα ἀποφαινόμενος. Διδάσκει καὶ ἐν πλήθει σοφίας πλῆθος γνώσεως· δι‐ δάσκει καὶ περὶ τῆς ἐν κόσμῳ χαρᾶς. καὶ διαγυ‐ μνάζει, εἰ καὶ ἐνδεχόμενον, ἀνασώζεσθαι ὑπὸ τῆς ἐν ἡμῖν λογικῆς οὐσίας, τὴν σάρκα. | |
43t | ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. | |
44 | «Ῥήματα Ἐκκλησιαστοῦ, υἱοῦ Δαβίδ.» Πάντα | |
45 | τὰ ῥήματα τοῦ σοφοῦ Ἐκκλησιαστοῦ, διδάσκοντα ἡμᾶς καταφρονεῖν τῆς τοῦ βίου ματαιότητος, εἰς τὸ ῥῆμα τῆς εἰς Χριστὸν πίστεως προτρέπει τὸν ἀκροα‐ τήν. Ἐκκλησιαστοῦ. Ὡς τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ φυλαττομένων τῶν τῆς σοφίας ῥημάτων, ὁ Σολομὼν | |
93.480(50) | Ἐκκλησιαστὴν ἑαυτὸν ἐκάλεσε. Υἱοῦ Δαβίδ. Γένος ἑαυτοῦ καὶ ἀξίωμά φησιν ὁ Ἐκκλησιαστὴς, ἵνα τῇ ἀξιοπιστίᾳ τοῦ προσώπου προσέχοντες προθυμότεροι περὶ τὴν διδασκαλίαν γενώμεθα. Πρὸς δὲ διάνοιαν, τοῦτο νοήσεις· Δαβὶδ, ἑρμηνεύεται ἱκανὸς χειρί· | |
55 | ἱκανὸς δὲ χειρὶ ὁ ἐπὶ πάντων Θεός, Ὁ τούτου δὲ Υἱὸς | |
ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἐκ πάντων τῶν | 479 | |
93.481 | ἐθνῶν καὶ τῶν δύο λαῶν μίαν Ἐκκλησίαν ἑαυτοῦ συστησάμενος, ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἱσραήλ· Ἰσραὴλ δὲ ἑρμηνεύεται, νοῦς ὁρῶν Θεὸν, ἐν τῇ ὁράσει τῆς εἰρήνης ἔχων τὸ βασίλειον, κατὰ τὸ, | |
5 | Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Ἱερουσαλὴμ γὰρ ὅρασις εἰρηνικὴ μεταλαμβάνεται. Αὐτὸς ἀπο‐ φαίνεται πᾶσαν τὴν κοσμικῶν τῶν ἀνθρώπων προ‐ αίρεσιν ματαιότητα εἶναι· ἣν καὶ ἐπιτεταμένως ματαιότητα ματαιοτήτων ἀποκαλεῖ. | |
11 | «Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐ‐ τοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;» Πάντες ἄνθρωποι ὑπὸ τὸν αὐτὸν ἥλιόν ἐσμεν· τῶν δὲ μοχθούντων οἱ μὲν μοχθοῦσι διὰ τὰ ὑπὲρ τὸν ἥλιον, ἵνα τὴν ἐν οὐ‐ | |
15 | ρανῷ βασιλείαν κληρονομήσωσιν· οἱ δὲ διὰ τὰ ὑπὸ τὸν ἥλιον, ἵνα τὴν κενὴν δόξαν, ἢ χρήματα περι‐ ποιήσονται, ἢ ἀξιώματα. Τί οὖν περισσὸν ἔχει ἄν‐ θρωπος ἀνθρώπου ἐν τῷ μοχθεῖν τὰ ὑπὸ τὸν ἥλιον, ὅπου πάντες τὴν ἐνθάδε καταλελοιπότες ζωὴν, τὸν | |
20 | κοινὸν ὑπομένομεν θάνατον; | |
23 | «Γενεὰ πορεύεται, καὶ γενεὰ ἕρχεται, ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκε.» Τῶν γεγονότων τὰ μὲν ἀδιά‐ | |
25 | δοχα, συμπαρεκτεινόμενα τῷ ἐνεστῶτι αἰῶνι, ὡς οὐ‐ ρανὸς, καὶ γῆ, καὶ ἥλιος, καὶ ἄστρα· τὰ δὲ φθειρό‐ μενα τῇ διαδοχῇ τῆς γενεᾶς σώζεται, ὡς ἄνθρωποι, καὶ πετηνὰ, καὶ νηκτὰ, καὶ φυτά. Τί οὖν μοχθεῖτε, ὦ ἄνθρωποι, περὶ τὰ ἐπίγεια; ὅπουγε τὸ μὲν ἀναί‐ | |
30 | σθητον στοιχεῖον ἡ γῆ εἰς μακρὸν διατείνεται χρό‐ νον, ὑμεῖς δὲ κατὰ γενεὰν ἀπόλλυσθε; Ἢ οὔτως· Ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν, κατήγορος ὑμῶν γι‐ γνομένη, ἐφ’ ἧς τὰς ἀθεμίστους εἰργάσασθε πρά‐ ξεις. Πρὸς δὲ διάνοιαν, Γενεὰ πορεύεται, ἡ τῶν | |
35 | Ἰουδαίων, ἐκβαλλομένη· γενεὰ δὲ ἔρχεται, ἡ τῶν εἰς Χριστὸν πιστευσάντων. Ἡ δὲ θεία Γραφὴ, γῆ ὀνομαζομένη, διὰ τὸ ἀκίνητον, καὶ καρποφόρον, καὶ πάνδεκτον· ἡ ἐπὶ τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης εἰς τὸν αἰῶνα μένει, ἀκινήτους ἔχουσα τάς τε τῶν | |
40 | δικαίων ἐπαγγελίας, καὶ τὰς κατὰ τῶν ἁμαρτωλῶν ἀπειληθείσας κολάσεις. | |
44 | «Ἀνατέλλει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλ‐ | |
45 | κει.» Τὸν εὔτακτον δρόμον τοῦ ἡλίου διδάσκει, προ‐ πέμπων ἡμᾶς ἐπὶ τὴν κατανόησιν τοῦ τὸν ἥλιον δη‐ μιουργήσαντος. Κινεῖται δὲ κυκλοφορικῶς, ὥς τινες ἐκ τοῦ Ἔσδρα ἐσημειώσαντο, οὕτως εἰρηκότος· Μεγάλη ἡ γῆ, καὶ ὑψηλὸς ὁ οὐρανὸς, καὶ ταχὺς | |
93.481(50) | τὸν δρόμον ὁ ἥλιος, καὶ στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ ἐν μιᾷ ἡμέρᾳ εἰς τὸν τόπον αὐ‐ τοῦ ἔρχεται. Καὶ οὗτος οὖν, ἔφη, ὁ μέγας ἥλιος πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον παραβαλλόμενος, ματαιότης ἐστί. Πρὸς δὲ διάνοιαν, οὕτω νοήσεις· | |
55 | Ἀνατέλλει ὁ ἥλιος ἐν ταῖς τῶν πιστῶν καρδίαις, | |
ὁδηγῶν εἰς τὰ πρακτέα τοὺς ἄρτι προκόπτοντας· | 481 | |
93.484 | ἀλλὰ καὶ δύνει ἐν αὐτοῖς· ὅταν τὰ βάθη τῶν δογμά‐ των ἐρευνῶσι, μείζονα τὸν πόθον τῆς γνώσεως ἐρ‐ γαζόμενος. Ἄλλως, Ἀνατέλλει ὁ ἥλιος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκ πατρῴων κόλπων· δύνει ἐπ’ | |
5 | ἐσχάτων ἡμερῶν, πρὸς δυσμαῖς τοῦδε τοῦ βίου σαρ‐ κωθεὶς, καὶ τὴν ἑαυτοῦ πως ὑποκρύπτων θεότητα. Τοῖς μὲν γὰρ πιστοῖς Θεὸς ἐγνωρίζετο, καὶ ἄνθρω‐ πος ἀτρέπτως γεγονώς· τοῖς δὲ ἀπίστοις ψιλὸς ἄν‐ θρωπος ἐνομίζετο. Πάλιν ἀνατέλλει ἐκ τῆς Θεοτόκου | |
10 | Μαρίας τὸ κατὰ σάρκα· δύνει δὲ ἐν τῷ ᾅδῃ παρα‐ γενόμενος· ἀλλὰ καὶ πάλιν ἀνατέλλει ἐκ νεκρῶν ἀν‐ ιστάμενος. Κατὰ δὲ πάντα τὸν τρόπον τῆς θεωρίας, πάντας τοὺς πιστοὺς ἕλκει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀψευδῶς εἰρηκὸς, Ὅταν ὑψωθῶ, πάντα | |
15 | ἑλκύσω πρὸς ἐμαυτόν. «Ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς Νότον, καὶ κυκλοῖ πρὸς Βοῤῥᾶν.» Τὰ κλίματα ἔφη, δι’ ὧν ὁ ἥλιος ὁδεύει. Κατὰ δὲ θεωρίαν συμβολικῶς, Νότον ἐνδέχεται νοεῖν θερμὸν ὄντα, τὴν ἐν ἡμῖν φρόνησιν· | |
20 | πυρώδης γὰρ καὶ θερμὴ ἡ φρόνησις· Βορέαν δὲ τὴν ἀνδρείαν· σκληρὸς γάρ ἐστι καὶ ἐπιδέξιος· Λίβαν δὲ τὴν σωφροσύνην, τὴν ψύχουσαν καὶ ξηραίνουσαν τὰς τοῦ σώματος ἡδονάς. Ἀπηλιώτην δὲ τὴν δικαιοσύνην, τὴν διὰ πασῶν χωροῦσαν ἀρετῶν. Πάντα οὖν, φησὶ, | |
25 | τὰ κλίματα τῆς ψυχῆς καταυγάζων, ἐναστράπτει ὁ τῆς δικαιοσύνης Ἥλιος. Ἄλλως· Ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, τὰς κώμας καὶ τὰς πόλεις τὰς ἐν τῷ Νότῳ κειμένας δι’ ἑαυτοῦ περιενόστει· διὰ δὲ τῶν ἀποστόλων, τὰ βόρεια μέρη· τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν | |
30 | συνάγων, καὶ τὰ πάντα ἐκπεριερχόμενος, πάντας εἰς σωτηρίαν προτρέπει. | |
34 | «Κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ | |
35 | κύκλου αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.» Κατὰ μὲν ἱστορίαν πνεῦμα καλεῖ τὸν ἥλιον, διὰ τὸ ταχὺ τῆς κινήσεως. Τινὲς δέ φασιν ἐκ τῶν ἔξωθεν λόγων ἡγούμενοι, ὅτι καὶ ἔμψυχον ζῶόν ἐστι. Πρὸς δὲ διά‐ νοιαν, τὸ ἅγιον Πνεῦμα συνὸν τοῖς θείοις ἀποστόλοις | |
40 | περινοστεῖν αὐτοὺς ἐποίει πανταχοῦ, καὶ κηρύττειν τὸ Εὐαγγέλιον· ἀλλὰ καὶ ἐξ ὑποστροφῆς ἐπαναλύον‐ τας ἐπισκέπτεσθαι τοὺς προκατηχηθέντας τὸν λόγον παρεσκεύαζεν, ὡς ἐν τοῖς Πράξεσι τῶν ἀποστόλων εὑρήσεις. | |
45 | «Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασ‐ σαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιμπλαμένη.» Ἔθος τῇ θείᾳ Γραφῇ, πάντας, τοὺς πλείονας καλεῖν· κατὸ τὸ, Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐχ οἱ δίκαιοι, οὐχ οἱ προφῆται ἐξέκλιναν. Θαυμάσαι οὖν | |
93.484(50) | ἕστι τοῦ Δημιουργοῦ τὴν σοφίαν, πῶς τῶν πλείστων ποταμῶν εἰς τὴν θάλασσαν εἰσρεόντων, αὕτη ἐπὶ τῶν οἰκείων ἵσταται ὅρων. Πρὸς δὲ διάνοιαν, χεί‐ μαῤῥοί εἰσιν οἱ ἀπόστολοι, κατὰ τὸ, Καὶ τὸν χει‐ μάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Θά‐ | |
55 | λασσα δὲ νοεῖται ὁ παρὼν βίος· κατὰ τὸ, Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Οἱ οὖν εὐαγ‐ | |
γελικοὶ καὶ οἱ ἀποστολικοὶ λόγοι καταγλυκαίνουσι | 483 | |
93.485 | τοῦδε τοῦ βίου τὴν ἁλμυρότητα· ἀλλ’ οὐκ ἐμπίπλα‐ ται ἡ νοηθεῖσα θάλασσα· οὐ γὰρ πάντων ἡ πίστις. Τροπικῶς δὲ διὰ τοῦ ὑποδείγματος αἰνίττεται τοὺς τὴν ἄπληστον φιλαργυρίαν νοσοῦντας ἀνθρώπους· τὸ | |
5 | γὰρ ἄπληστον τῆς αὐτῶν ἐπιθυμίας οὐ πληροῦται, κἂν δίκην χειμάῤῥων πανταχόθεν εἰς αὐτοὺς ὁ πλοῦ‐ τος συῤῥέῃ. «Εἰς τὸν τόπον, οὗ οἱ χείμαῤῥοι πορεύονται, ἐκεῖ αὐτὸν ἐπιστρέφουσι τοῦ πορευθῆναι.» Ἄμως ὁ προ‐ | |
10 | φήτης φησὶν, Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς. Ἔοικε οὖν φυσιολογεῖν ἐνταῦθα· ὅτι τὸ ὕδωρ τῆς θαλάσσης διὰ τῶν νεφῶν ἀνιμώμενον, καὶ εἰς γῆν προχεόμενον, ποιεῖ τοὺς χειμάῤῥους. Ἐκ θα‐ | |
15 | λάσσης οὖν, φησὶ, τὴν γένεσιν ἐσχηκότες οἱ χείμαῤ‐ ῥοι, πάλιν εἰς αὐτὴν πορεύονται. Πρὸς δὲ διάνοιαν, Εἰς τὸν τόπον ὅπου ἐπορεύθησαν οἱ ἀπόστολοι, ἐκεῖ παρεσκεύασαν τοὺς πιστεύσαντας ἐπιστρέφειν πρὸς Θεὸν, τοῦ πορευθῆναι τῷ φωτὶ Κυρίου. Ἄλλως· Οἱ | |
20 | ἐξ ἀρετῆς εἰς κακίαν καταπίπτοντες, χειμάῤῥων δί‐ κην ἐξ ὑψηλοῦ τινος, ἐπὶ τὸ πρανὲς καὶ κοῖλον καὶ γεῶδες καταφέρονται· ἀλλὰ δύνανται καὶ ἐν τῷ τόπῳ τῆς κακίας γενόμενοι ἀνανῆψαι, καὶ μετανοῆσαι, καὶ δι’ ἐπιστροφῆς πορευθῆναι πάλιν τὴν ὁδὸν τὴν ἄγου‐ | |
25 | σαν ἐπὶ τὸν παράδεισον, ὅθεν ὁ πρῶτος ἄνθρωπος ἐκβέβληται. «Πάντες οἱ λόγοι ἔγκοποι, οὐ δυνήσεται ἀνὴρ τούτους λαλεῖν.» Οἱ περὶ τῆς τῶν ὄντων ἀκριβοῦς γνώσεως λόγοι ἔγκοποι τυγχάνουσι, διὰ τὸ μὴ δύνα‐ | |
30 | σθαι μηδὲ τοὺς σφόδρα ἀνδρείους τῇ ψυχῇ, πᾶσαν τῆς γνώσεως ἔχειν τὴν κατάληψιν. Ἄλλως, Πάντες οἱ λόγοι, καὶ οἱ τῆς ἐξωτικῆς, καὶ οἱ τῆς θείας σο‐ φίας, μετὰ κόπου τὴν διδασκαλίαν ἔχουσιν· ἀλλ’ οἱ μὲν ἔξωθεν ὡς τὰ πολλὰ καὶ βλάβης αἴτιοι γίγνονται | |
35 | τοῖς πειθομένοις. Ὁ δὲ θεῖος λόγος ἀεὶ ὠφέλιμος· ὃν οὐδὲ δύναταί τις ἀξίως λαλεῖν, κἂν σφόδρα συν‐ ετὸς ᾖ, μὴ τὸ διδασκαλικὸν χάρισμα, καὶ τὸν τῆς σο‐ φίας δεξάμενος λόγον. Ἄλλως· Κοπιῶσιν ἀεὶ οἱ δι‐ δάσκαλοι περὶ τὸν θεῖον λόγον, καὶ ὡς τὰ πολλὰ | |
40 | ἀναχαιτίζονται, κόπον μόνον κερδαίνοντες, διὰ τὸ τῶν ἀκροατῶν ῥᾴθυμον. Πλήττει οὖν ὁ λόγος τοὺς ἠμελημένως ἀκροωμένους. Ἄλλως· Δεῖ πρῶτον ποιῆσαι, εἶτα διδάξαι. Κόπος οὖν ἐστι, καὶ οὐχ ὁ τυ‐ χὼν, ἀλλ’ ἐπικίνδυνος, τὸ ἐκεῖνα διδάσκειν ἃ μὴ | |
45 | πρότερος αὐτὸς κατώρθωσας. Διὰ τοῦτο καὶ ὁ τέ‐ λειος τὸ τοῦ πράγματος ὑφορώμενος μέγεθος ἀναχαι‐ τίζεται τοῦ λαλεῖν. | |
51 | «Καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πληρωθήσεται τὸ οὖς ἀπὸ ἀκροάσεως.» Κατὰ μὲν τὴν φυσιολογίαν, οὔτε τὴν πᾶσαν αἰσθητὴν κτίσιν δύναται περιλαβεῖν ὀφθαλμὸς, οὔτε τοὺς περὶ αὐτῆς | |
55 | ἅπαντας λόγους ὑποδέξασθαι, ἐπεὶ μηδέ ἐστιν ἀνὴρ ὁ λαλῶν καὶ διδάσκων. Ἄλλως· Εὐόλισθος ὢν ὁ ὀφ‐ | |
θαλμὸς ἀεὶ ἐπιθυμητικῶς καὶ ἀκορέστως ἔχει. Ἀλλὰ | 485 | |
93.488 | καὶ οἱ τὴν ἀκοὴν κνηθόμενοι, πάντοτε μανθάνειν θέλουσι καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἔρχε‐ σθαι· διὸ καὶ οἱ λόγοι κοπιῶσιν ἐπὶ τῷ σώφρονας ἐργάσασθαι τοὺς ὀφθαλμοὺς καὶ τὰς ἀκοὰς τῶν | |
5 | μανθανόντων. Ἄλλως· Κυριώταται καὶ βασιλίδες εἰσὶ τῶν αἰσθήσεων, καὶ λογικώτεραι, ἀκοὴ καὶ ὅρα‐ σις· αὗται τὴν ἑαυτῶν ἐνέργειαν ἀναγκαῖαν οὖσαν ἀκορέστως ἐκτελοῦσι. Γεῦσις δὲ, καὶ ὄσφρησις, καὶ ἁφὴ ταχύτερον κάμνουσι, καὶ κόρον δέχονται. | |
13 | «Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. Καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον.» Τῶν | |
15 | κτισμάτων τὰ μέν εἰσι μονογενῆ, καὶ ἀδιάδοχα, οἷον ἥλιος, καὶ σελήνη, καὶ τὰ τῷ αἰῶνι συμπαρεκτεινό‐ μενα· τὰ δὲ τῇ διαδοχῇ σώζεται ὑπὸ τὸν ἥλιον ὅντα, οἷον ζῶα καὶ φυτά· τὰ δὲ γενέσει καὶ φθορᾷ ὑπο‐ κείμενα. Περὶ τῶν ἐκ διαδοχῆς οὖν σωζομένων ὁ λό‐ | |
20 | γος· ἄνθρωπος γέγονε ἀπ’ ἀρχῆς· ἐκείνου τελευτή‐ σαντος ἄλλος γεννᾶται. Φυτὸν γέγονε, φυτὸν γεννᾶται. | |
24 | «Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον· ὃς | |
25 | λαλήσει καὶ ἐρεῖ, Ἴδε τοῦτο καινόν ἐστι· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν.» Ὁ αἰὼν ποτὲ μὲν ἀνθρώπινον βίον σημαίνει. κατὰ τὸ εἰρημένον, Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἀντὶ τοῦ δι’ ὅλου μου τοῦ βίου. Καὶ πάλιν, Ἔσται | |
30 | σοι δοῦλος εἰς τὸν αἰῶνα, ἀντὶ τοῦ, ἄχρι τελευ‐ τῆς· ποτὲ δὲ καὶ τὴν χρονικὴν παρέκτασιν τοῦδε τοῦ παντὸς, τὴν ἀπὸ τῆς κτίσεως τοῦ κόσμου μέχρι συντελείας. Εἴρηται μὲν οὖν ὅτι οὐδὲν καινὸν ἐν ταῖς τῶν ἀνθρώπων, καὶ ζώων, καὶ φυτῶν διαδοχαῖς. Καὶ | |
35 | ἄλλως δὲ, Οἱ ἐνάρετοι ἐν τῷδε τῷ βίῳ, ἐν τῷ μέλ‐ λοντι αἰῶνι στεφανοῦνται· οἱ δὲ κακοὶ κολάζον‐ ται. «Τί οὖν τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον.» Ἀντὶ τοῦ, Ἀρετήν τις μετῆλθε; ἆθλα ἀρετῆς ἀπο‐ | |
40 | λήψεται· κακίαν τις μετῆλθε; κακίας ἀποτίσει δί‐ κην. Τὰ οὖν ἐν τῷ μέλλοντι αἰῶνι γενησόμενα ἐπίχειρα τυγχάνουσι τῶν ἐν τῷδε τῷ βίῳ προγεγο‐ νότων. «Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς | |
45 | ἐσχάτοις γενησομένοις οὐκ ἔστιν αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὰ ἔσχατα.» Τὰ καθ’ ἕκαστον ὑπὸ τῶν ἀνθρώπων γενόμενα ἐν ὅλῳ τῷ παρελθόντι βίῳ, ἄπειρα τυγχάνουσιν· καὶ οὐ δυνατὸν ἡμᾶς μνη‐ μονεύειν. Ἀλλ’ οὐδὲ τί πράξουσιν οἱ μεθ’ ἡμᾶς, | |
93.488(50) | ἴσμεν· οἷον, τί ἔπραξαν οἱ ἀπὸ κτίσεως πάντες ἄν‐ θρωποι ἰδίᾳ ἕκαστος. Οὕτε γενόμενοι ἡμῖν, οὕτε ἐπιστάμεθα· ἀλλ’ οὐδὲ τῶν μεθ’ ἡμᾶς πραξομένων τὴν αἴσθησιν ἔχομεν. Τὰ μὲν γὰρ καθόλου ἴσως που καὶ ἐννοεῖν· τὰ δὲ καθ’ ἕκαστον, πάντως ἀδύνατον. | |
55 | Οὐκ ἔστι οὖν μνήμη τοῖς πρώτοις, καὶ τοῖς ἐσχάτοις γενησομένοις. Ἄλλως, Οἱ ἐν ἀρετῇ ζήσαντες, καὶ βα‐ | |
σιλείας οὐρανῶν ἀξιούμενοι, ὅταν ἐκεῖ γένωνται, οὐκ | 487 | |
93.489 | ἐπαισθητικῶς μνήμην λαμβάνουσι τῶν ἐν τῷδε τῷ βίῳ ἐπιπόνων· ἀλλ’ οὐδὲ ἐπαισθάνονται αἰσθητικῶς τῶν κολαζομένων τὴν κόλασιν· οὐκ ἔσται οὖν αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην, τουτ‐ | |
5 | έστι τῶν τότε κολαζομένων· οὐχ ὅτι λήθῃ κρατοῦν‐ ται αἱ ψυχαὶ, ἀλλ’ ὅτι παρούσης τῆς ἀπολαύσεως ἀμνηστία γίνεται, κατὰ τὸ εἰρημένον, Ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνηστία κακῶν. | |
11 | «Ἐγὼ Ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς Ἰσραὴλ ἐν Ἱερουσαλήμ.» Ἐπειδὴ παραινεῖται αἰσθητῶν καταφρονεῖν πραγμάτων, εὐπαράδεκτος δὲ σύμβου‐ λος, ὃς κτησάμενος καὶ ὑπερφρονήσας, τέθεικε ἑαυ‐ | |
15 | τοῦ τὸ ἀξίωμα, ἵνα μετὰ προσοχῆς τῶν λεγομένων ἀκούωμεν. «Καὶ ἔδωκα τὴν καρδίαν μου, τοῦ ἐκζητῆσαι, καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν ἥλιον.» Καὶ θεοδώρητον, φησὶν, | |
20 | ἐσχηκὼς σοφίαν, ὅλον μου τὸν νοῦν εἰς τὴν ἐπίσκε‐ ψιν δέδωκα τῶν ὑπὸ τὸν ἥλιον πραγμάτων. Καὶ ση‐ μειοῦ ὅτι ὁ Ἐκκλησιαστὴς οὐ τὰ ὑπὲρ τὸν οὐρανὸν ἀν‐ έφικτα κατασκέπτεται, ἀλλὰ τὰ ὑπὸ τὸν ἥλιον. Οὐκ ἀνθρωπίναις οὖν, φησὶν, ἐννοίαις περιεσκεψάμην, | |
25 | ἀλλὰ τῇ δωρηθείσῃ μοὶ θεόθεν σοφίᾳ χρώμενος. «Ὅτι περισπασμὸν πόνηρον ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτῷ.» Υἱοὺς ἀνθρώπων τοὺς περὶ τὰ μάταια κεχηνότας φησὶ, κατὰ τὸ ἐν ψαλμῷ, Υἱοὶ ἀνθρώπων, ἕως πότε βα‐ | |
30 | ρυκάρδιοι; [πόνηρον δὲ προπαροξυτόνως ἀνά‐ γνωθι.] Ἐθεώρησα οὖν διὰ τῆς σοφίας, ὅτι ἐπίπο‐ νον περισπασμὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀν‐ θρώπων· τὸ γὰρ, ἵνα τις πλουτίσῃ, ἢ δόξαν κτήση‐ ται διάκενον, ἢ γαστρὶ χαρίσηται, πάντα κάματον | |
35 | ὑπομείνειν χρησίμως δέδοται τοῖς ἀνθρώποις. Εἰ γὰρ ἵνα τὰ μάταια καὶ παρερχόμενα κτησώμεθα, πονοῦ‐ μεν, ποῦ ἂν κακίας οὐκ ἠλαύνομεν, εἰ ἀκαμάτως ταῦτα ἡμῖν προσεγίνετο; Χρησίμως οὗν δέδοται τοῖς ἀνθρώποις ὁ ἐπίπονος περισπασμός. Εἰ δὲ καὶ ἀρετὴ | |
40 | μετὰ πόνων κατορθοῦται, καὶ τοῦτο χρήσιμον. Εἰ γὰρ δεῖ πονεῖν περί τε τὸ φαῦλον, καὶ τὸ ἀγαθόν· ἐκδέχεται δὲ τὸ μὲν φαῦλον κόλασις, τὸ δὲ ἀγαθὸν ἄῤῥητος ἀπόλαυσις· ἀσυγκρίτως προκριτέος ὁ περὶ τὸ καλὸν πόνος. Ἄλλως τε, ὁ ἐνάρετος οὐδὲ πολλὰ | |
45 | περισπᾶται, κατὰ τὸ εἰρημένον, Μάρθα, Μάρθα, μεριμνᾷς, καὶ τυρβάζῃ περὶ πολλά· ὀλίγων δέ ἐστι χρεία, ἣ ἑνός· λέγει δὲ, τῶν ἐντολῶν, ἢ τῆς πασῶν συνεκτικῆς ἀγάπης. Καθόλου τοίνυν χρησί‐ μως δέδοται τοῖς ἀνθρώποις ὁ ἐπίπονος περισπασμός. | |
53 | «Εἶδον σύμπαντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ | |
55 | προαίρεσις πνεύματος.» Ὅσα, φησὶν, ποιοῦσιν οἱ ἄνθρωποι, οὐ τῶν ὑπὲρ τὸν ἥλιον χάριν, τουτέστι | |
τῶν οὐρανίων ἀγαθῶν ἕνεκα, ἀλλὰ τῶν ὑπὸ τὸν | 489 | |
93.492 | ἥλιον, τῶν γηΐνων καὶ φθαρτῶν, πάντα εἶδον ὅτι εἰσὶ ματαιότης· πρὸς γὰρ τῷ παρατρέχειν, καὶ τὴν μὲν ταῦτα κόλασιν παρασκευάζουσι, διότι προαιρετι‐ κῶς ταῦτα πράττουσι, καὶ οὐκ ἀναγκαστικῶς. | |
5 | Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν καλεῖ, τὴν λογικὴν, τὴν καὶ τῷ αὐτεξουσίῳ τετιμημένην. | |
9 | «Διεστραμμένον οὐ δυνήσεταί που κοσμηθῆναι, | |
10 | καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι.» Εἰ μὲν ἐκ προσώπου τοῦ σοφοῦ ὁ λόγος, οὕτω νοήσεις· Ὁ διεστραμμένος καὶ εἰς κακίαν πεσὼν, ἐν ὅσῳ ἐστὶ ἐν τῇ κακίᾳ, ἀρετὴν ἀναλαβεῖν οὐ δύναται· εἰ δὲ ταύτης ἀποστῇ, τότε λαμβάνει τὴν ἀρετὴν, κατὰ τὸ, | |
15 | Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἀλλ’ οὐδὲ ὁ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ ὑστερούμενος, ἕως ἐστὶ ἐν τῷ ὑστερήματι, καὶ οὐ μετανοεῖ, δύναται ἐν τοῖς θεοσεβέσιν ἀριθμεῖσθαι. Ἄλλως· Γεγόνασί τινες οἳ αὐτομάτως τὸν κόσμον ἔφασαν γενέσθαι, καὶ ἀτε‐ | |
20 | λῆ τυγχάνειν· πρὸς οὓς ἐρεῖ ὁ σοφὸς, Τί ὁρᾶται ἀτελὲς ἐν τῷ κόσμῳ, ἢ διεστραμμένον, ἵνα καὶ ἐπικοσμηθῇ; Τί δὲ ὑστερεῖ τοῦ παντὸς, ἵνα καὶ προστεθῇ καὶ ἐπαριθμηθῇ; εἰ δὲ ἐκ προσώπου τῶν τὰς φύσεις ἡγουμένων ὁ λόγος, τῶν λεγόντων ὅτι | |
25 | εἰσί τινες φύσει κακοὶ, μὴ δυνάμενοι ἐπικοσμηθῆναι· ἐλέγχομεν αὐτῶν διὰ πλειόνων τὸν λόγον. Οὐδεὶς γὰρ φύσει κακός. Διὸ καὶ Ματθαῖος ἐκ τελώνου εἰς εὐαγ‐ γελιστὴν ἐκλήθη. Ἀλλὰ καὶ τὰ δοκοῦντα ἐν κόσμω εἶναι κακὰ, οἷον ὄφεις, καὶ λέοντες, καὶ τὰ παρα‐ | |
30 | πλήσια, εἰς σωτηριώδη φάρμακα τοῖς ἀνθρώποις χρησιμεύουσι· καὶ εἰς τὸ ἐντρέπεσθαι τὸν ἄνθρωπον τῇ αὐτῶν παραθέσει, ὅταν ἀκούῃ, Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ· καὶ αἰσχύνεσθαι, ὅταν αὐτοῖς παραβάλληται, ἀκούων, Παρασυνεβλήθη τοῖς κτή‐ | |
35 | νεσιν τοῖς ἀνοήτοις. Οὐδὲν οὖν ἐν κόσμῳ κακὸν, ἀλ‐ λὰ πάντα λυσιτελῆ καὶ χρήσιμα. Εἶδεν γὰρ, φησὶν, ὁ Θεὸς, πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Μὴ λέγετε οὖν, ὧ οὗτοι, ὅτι διεστραμμένον οὐ δυνήσεται τοῦ κοσμηθῆναι, καὶ ὑστέρημα τοῦ ἀρι‐ | |
40 | θμηθῆναι. | |
43 | «Ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου, τῷ λέγειν· Ἰδοὺ ἐγὼ ἐμεγαλύνθην, καὶ προστέθηκα σοφίαν ἐπὶ πᾶ‐ | |
45 | σιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλὴμ, καὶ καρδία μου εἶδε πολλὴν σοφίαν, καὶ γνῶσιν, παρα‐ βολὰς καὶ ἐπιστήμας. Ἔγνων ἐγὼ ὅτι καί γε τοῦτο προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλ‐ | |
93.492(50) | γημα.» Λαλεῖ τις ἐν καρδίᾳ ἑαυτοῦ, ὅτε τῷ νῷ πρὸς τὴν νόησιν χρώμενος, ἑαυτῷ διαλέγεται. Ἐλογισά‐ μην οὖν, φησὶν, ὅτι σοφίαν προσέθηκα ὑπὲρ τοὺς ἔμπροσθέν μου. Τὸ δὲ, προσέθηκα κατὰ προκοπὴν δείκνυσιν ἐν ἑαυτῷ τὴν σοφίαν ἐπαύξεσθαι. Σοφία | |
55 | δέ ἐστι γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν· γνῶσις δέ ἐστι θεωρία τῆς | |
φύσεως τῶν ὄντων. Καὶ οἱ μὲν ἔχοντες γνῶσιν, ἑαυ‐ | 491 | |
93.493 | τοὺς παιδεύουσι, τῆς ἀγνοίας ἐλευθερωθέντες· οἱ δὲ λαβόντες τὸν λόγον σοφίας, λόγους ἀληθείας καὶ ἑτέ‐ ρους διδάσκουσι. Τὴν δὲ σοφίαν καὶ τὴν γνῶσιν οὐκ ἔτι εἶπε ματαιότητα, ἀλλὰ προαίρεσιν πνεύματος, | |
5 | διδάσκων ὅτι οὐ κατά τινα εἱμαρμένην οἱ σοφοὶ γί‐ νονται σοφοὶ, ἀλλὰ σοφίαν ἐπιθυμήσαντες, καὶ πο‐ νήσαντες, καὶ αἰτήσαντες παρὰ Θεοῦ, καὶ λαβόντες. Ἐὰν δέ τις, φησὶ, πλείονος γνώσεως ἐρᾷ, προστιθέτω καὶ τοὺς κατὰ ἀρετὴν πόνους. Ἢ καὶ οὕτως, ὁ ἐν | |
10 | γνώσει ἁμαρτάνων, μειζόνως κολάζεται· διὸ ὁ προσ‐ τιθεὶς γνῶσιν, προστίθησιν ἄλγημα. Ὡς περιλη‐ πτικωτέρας δὲ οὔσης τῆς σοφίας τῆς γνώσεως, εἷπε ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως. | |
17t | ΚΕΦΑΛ. Βʹ. | |
18 | «Εἶπον ἐγὼ ἐν καρδίᾳ μου, Δεῦρο δὴ, πειράσω σὲ ἐν εὐφροσύνῃ, καὶ ἐν ἀγαθοῖς· καὶ ἰδοὺ καί γε | |
20 | τοῦτο ματαιότης. Τῷ γέλωτι εἶπον περιφορὰν, καὶ τῇ εὐφροσύνῃ, Τί τοῦτο ποιεῖς;» Τὴν κοσμικὴν, φησὶ, χαρὰν ἀναλογιζόμενος κατεσκεψάμην, εἰ ἀγα‐ θόν τι ἔχει· καὶ εἶδον ὅτι καὶ αὐτὸ τὸ χαίρειν διὰ πλούτου, τυχὸν περιουσίαν, ἢ δόξαν, ἤ τι τῶν ἐν τῷ | |
25 | κόσμῳ, ματαιότης ἐστί· ἀμέλει, εἶπον τῇ τοιαύτῃ χαρᾷ (γέλωτα γὰρ τὴν χαράν φησι) καὶ τῇ τοιαύτῃ εὐφροσύνῃ, Περιφέρου, καὶ ἀπόστα ἀπ’ ἐμοῦ, τί τοῦτο ποιεῖς; ἀντὶ τοῦ, Τί παρασκευάζεις με ἐπὶ τοῖς τοιούτοις χαίρειν; Καὶ γὰρ ματαιότης ἐστὶ, | |
30 | καὶ οὐδὲν ἕτερον ἡ διὰ τῶν τοιούτων ἐγγινομένη ἡδονή. «Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου.» Τὸ πόμα ὑπὸ τοῦ πίνοντος καταποθὲν ἀφανές. Ἐλογισάμην οὖν, φησὶν, εἰ ἐν | |
35 | ταῖς ἀνθρωπίναις εὐημερίαις καὶ ἀπολαύσεσι δύνα‐ ται ὁ νοῦς οὕτως ἀνδρεῖος εἶναι, ὡς ἐξαφανίζειν οἷά τινα οἶνον καταποθέντα, τὴν σαρκικὴν ἐπιθυμίαν. | |
39 | «Καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ, καὶ τοῦ | |
40 | κρατῆσαι ἐπὶ εὐφροσύνῃ, ἕως οὗ εἰδῶ ποῖον τὸ ἀγα‐ θὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν.» Ὁ Σολομὼν σοφίαν δεξάμενος παρὰ Θεοῦ, καὶ χύσιν καρδίας, ὡς τὴν ψάμμον τῆς θαλάσσης, ὀξυδερκέστατος γέγονε | |
45 | τὴν διάνοιαν· ἠδύνατο μὲν γὰρ θείων ἅπτεσθαι λό‐ γων, καὶ μεγάλα λαλεῖν μυστήρια, ὅπερ δὴ καὶ ποιῶν φαίνεται. Ἠδύνατο δὲ καὶ τῇ τῆς νοήσεως ὀξύτητι, περὶ πάντα ἃ ἐβούλετο, δεξιῶς τῇ νοήσει χρήσασθαι· ὥσπερ γάρ τις ὡραίους ἔχων ὀφθαλμοὺς | |
93.493(50) | τῇ αὐτῇ τῶν ὀφθαλμῶν ἐνεργείᾳ, ποτὲ μὲν εἰς δέον κέχρηται, ποτὲ δὲ ἀκολάστως ὁρᾷ, οὐ τῆς ἐνεργείας τῶν ὀφθαλμῶν αἰτίας οὔσης, ἀλλὰ τῆς κατὰ ψυχὴν διαθέσεως· οὕτω καὶ ὁ λαμπρυνθεὶς ὑπὸ Θεοῦ τὴν διάνοιαν, εἰ μὲν εἰς δέον χρήσοιτο τῷ δώρῳ, θεῖα | |
55 | πράγματα περιαθρεῖ· εἰ δὲ καθελκυσθῇ περὶ τὰ γήϊνα, ἀμαυροῖ περὶ τὴν δωρεάν· πλὴν εὐφυῶς καὶ περὶ ταῦτα ἐπιβάλλεται. Οὐ γὰρ ἡ ὀξύτης τοῦ νοῦ, ἀλλ’ ἡ διάθεσις τῆς ψυχῆς, ἡ καὶ ἐπαινετῶς ἢ ψεκτῶς | |
κεχρημένη τῷ δώρῳ, ἐπαινεῖται ἢ ψέγεται. Δέδωκα | 493 | |
93.496 | οὖν, ἔφη, τὴν καρδίαν μου, τουτέστι τὸν νοῦν μου, καὶ ἐλογισάμην ποῖον ἄρα εἴη τὸ ἐν ἀνθρώποις ἀγα‐ θὸν, καὶ τί ποιοῦντες οἱ ἐν κόσμῳ, δύνανται δι’ ὅλης τῆς ἑαυτῶν ζωῆς ἐν ἡδονῇ εἶναι, καὶ εὐφροσύνῃ. | |
5 | Οἷα τοίνυν ἀνθρώπινα λογισάμενος, καὶ ψυχικῇ τινι τῇ σοφίᾳ χρώμενος, ἐπιδέδωκε ἑαυτὸν εἰς τὸ ποιῆσαι ἃ ἑξῆς καταλέγει. | |
10 | ................. ................. Ἐμεγάλυνα ποίημά μου, οὐ τὸ τοῦ Θεοῦ ποίημα, ἀλλὰ τὸ ἐμαυτοῦ. Οὐδεὶς γὰρ τοῖς θείοις ποιήμασι προσθεῖναί τι δύναται. ᾨκοδόμηκά μοι οἴκους, | |
15 | Ἰδίωμα εὑρὼν ἐν διαλέκτῳ, τὸ ᾨκοδόμηκά μοι, καὶ τὸ Ἐποίησά μοι, κέχρηται αὐτῷ ἐν τῇ τῆς λέ‐ ξεως ἀπαγγελίᾳ. Ἐφύτευσά μοι ἀμπελῶνας. Ἐξουσίᾳ βασιλικῇ χρώμενος, καὶ πλούτου περιου‐ σίᾳ, διὰ παντὸς εἴδους κτημάτων ἤρχετο. Ἐποίησά | |
20 | μοι κήπους καὶ παραδείσους. Κῆπος κυρίως ὁ λά‐ χανα φέρων λέγεται· παράδεισος δὲ, ὁ δένδροις δια‐ φόροις καταπεφυτευμένος. Διό φησιν, Καὶ ἐφύ‐ τευσα ἐν αὐτοῖς ξύλον πάγκαρπον. Ἐποίησά μοι κολυμβήθρας ὑδάτων, τοῦ ποτίσαι ἀπ’ αὐτῶν | |
25 | δρυμὸν βλαστῶντα ξύλα. Φιλοτίμως τοὺς παρα‐ δείσους ἀπεργαζόμενος, τὰ ὑψίκομα φυτὰ, ἅπερ ἡ γῆ τοῖς ὄρεσιν αὐτομάτως τρέφει, οἷον ἐλάτας, ἡ ἰτέας, ἢ δρῦς, ἢ πεύκας, ταῦτα τοῖς παραδείσοις περιεφύτευε. Διὸ καὶ δρυμοῦ μέμνηται χειροποιήτου, | |
30 | ἐφ’ ᾧ καὶ πλείστων ὑδάτων ἐδεῖτο | |
33 | «Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκο‐ γενεῖς ἐγένοντό μοι.» Ὡς γὰρ οὐκ ἀρκούντων τῶν | |
35 | οἰκογενῶν εἰς τὴν τῶν κτισμάτων αὐτοῦ ὑπηρεσίαν, ἀναγκαίως καὶ ἀργυρωνήτους οἰκέτας ἐκτήσατο. «Καί γε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ.» Ὑπερηκόντισα, φησὶ, πάντας | |
40 | τοὺς πρὸ ἐμοῦ βασιλεῖς ἐν ποιμνίοις καὶ βουκολίοις, ἢ καὶ ἐν πᾶσι τοῖς προειρημένοις· ἑκάτερος γὰρ δύναται νοεῖσθαι. «Συνήγαγόν μοι καί γε ἀργύριον, καί γε χρυ‐ σίον.» Ὡς πολλῶν κτῆσιν μὲν ἐχόντων, ἀπόθετα | |
45 | δὲ οὐκ ἐχόντων χρήματα, προστέθηκεν καὶ τὴν τούτων εὐπορίαν. «Καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν.» Ἀλλὰ καὶ βασιλεῖς, φησὶν, ὑποφόρους ἔσχον, καὶ χώρας γεννήματα ποιούσας· αἱ γὰρ χῶραι ἐν τῇ | |
93.496(50) | Γραφῇ, αἱ καρποφόροι ὠνομάσθησαν, κατὰ τὸ ἐν Εὐαγγελίοις· Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμόν. Καὶ ἐντεῦθεν οὖν, φησὶ, πολλὴν ἔσχον τὴν εὐπορίαν. | |
55 | «Ἐποίησά μοι ᾄδοντας, καὶ ᾀδούσας, ἐν τρυφή‐ | |
ματι υἱοῦ τοῦ ἀνθρώπου.» Ἀλλ’ οὐδὲ τοῦ θέλγειν, | 495 | |
93.497 | φησὶ, διὰ τῶν ᾀσμάτων τὴν ἀκοὴν ἠμέλησα· ἐντρυ‐ φῶσι γὰρ καὶ διὰ τούτων οὐχ υἱοὶ τοῦ Θεοῦ, ἀλλ’ υἱοὶ τοῦ ἀνθρώπου. Οἰνοχόους, καὶ οἰνοχόας.» Ἢ ἵνα διὰ τῆς τῶν προ‐ | |
5 | πινόντων ἐξαλλαγῆς τὴν ὄρεξιν ὑπερερεθίσῃ, ἢ καὶ ὡς σφόδρα ἁβρὸς, καὶ φιλογύνου διαγράφων πρόσ‐ ωπον. | |
9 | «Καὶ ἐμεγαλύνθην, καὶ προστέθηκα παρὰ πάντας | |
10 | οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καί γε σοφία ἐστάθη μοι.» Οὕτως δὲ, φησὶν, ὑψωθεὶς, οὐδὲ περὶ ὧν ἐβουλευσάμην, καὶ ἐσοφισάμην, ἠστόχησα. | |
14 | «Καὶ πᾶν ὃ ᾔτησαν ὀφθαλμοί μου, οὐκ ἀφεῖλον | |
15 | ἀπ’ αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης.» Ὥστε, φησὶν, πᾶσαν τῶν ὁφθαλμῶν τὴν ἐπιθυμίαν, καὶ τῆς ψυχῆς τὴν ὄρεξιν τὴν περὶ τὴν ἡδονὴν, ἣν δὴ καὶ εὐφροσύνην καλεῖ, εἰς πέρας ἤγαγον. | |
20 | «Ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου.» Παρὰ τῶν προειρημένων, φησὶ, μόχθων ταύ‐ την εὕρισκον μερίδα καὶ κλῆρον, τὸ τῆς ἐξ αὐτῶν ἐπιτυγχάνειν ἀπολαύσεως. | |
25 | «Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου· καὶ ἐν μόχθῳ ᾧ ἐμό‐ χθησα τοῦ ποιεῖν· καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.» Ταῦτα, φησὶ, πάντα κατα‐ πραξάμενος διὰ τῶν δραστικῶν μου καὶ ποιητικῶν | |
30 | δυνάμεων, εὗρον ὅτι πάντα ἀνθρώπινα ἐπιτηδεύματα ματαιότης εἰσὶ, καὶ οὐδὲν περισσόν ἐστι τοῖς περὶ τὰ βλεπόμενα καὶ ὑπὸ τὸν ἥλιον ὄντα ἐνταλαιπω‐ ροῦσι, διὰ τὸ πάντας τὸν κοινὸν ὑφίστασθαι θάνατον, πλουσίους τε ἅμα καὶ πένητας. Οἱ γὰρ διὰ τὰ ὑπὲρ | |
35 | τὸν ἥλιον πονοῦντες, καὶ ὑπερπηδήσαντες τὰ ὁρώμενα, ἔχουσί τι περισσὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, φήσαντος· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ πε‐ ρισσὸν ἔχωσιν· οἷον δὴ τοῦτο, ἐκτὸς γενέσθαι κολά‐ σεως, καὶ ἐν ἀπολαύσει τῶν ἐπηγγελμένων ἀγαθῶν. | |
40 | Σημείωσαι δὲ πάλιν, ὅτι τὸ σπουδάζειν περὶ τὰ μά‐ ταια, καὶ ἡδοναῖς σχολάζειν, οὐ φορᾶς ἀλόγου τύχης, οὐδὲ εἱμαρμένης ἀνάγκη, ἀλλὰ τῆς ἡμῶν προαιρέ‐ σεως, καὶ τοῦ ἐν ἡμῖν αὐτεξουσίου κινήματα τυγχά‐ νουσι. | |
45 | «Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν, καὶ περι‐ φορὰν, καὶ ἀφροσύνην, ὅτι τίς ἄνθρωπος, ὃς ἐπ‐ ελεύσεται ὀπίσω τῆς βουλῆς, ὅσα ἐποίησεν αὕτη;» Γυμνώσας τὸ τοῦ πολυκτήμονος καὶ περὶ τὰ γήϊνα στρεφομένου πρόσωπον, ἐπιστρέφει ἐπὶ τὴν σοφίαν, | |
93.497(50) | καὶ δοκιμάζει παράλληλα θεὶς τήν τε σοφίαν καὶ τὴν ἀφροσύνην, ἣν δὴ καὶ περιφορὰν καλεῖ, ἢ διὰ τὸ συμπεριφέρεσθαι παντὶ ἀνέμῳ· ἢ παραφοράν τινα οὖσαν, τουτέστι μανίαν. Καί φησιν, Ζητήσωμεν εἰ ὅλως δύναται ὁ αἱρούμενος τὴν ἀφροσύνην, πλη‐ | |
55 | ρῶσαι τὰ θελήματα ἑαυτοῦ· τοῦτο γὰρ σημαίνει τὸ, ἐπελεύσεται ὀπίσω τῆς βουλῆς. Εἶτα εὑρίσκει ὅτι | |
σπανίως τις ἐπιτυγχάνει τούτου. Διὸ τέθηκε τὸ, Τίς | 497 | |
93.500 | σπάνιος. Οὕτε γὰρ ὁ θέλων πλουτῆσαι, πάντως πλουτεῖ· οὔτε ὁ δόξης ἐρῶν, πάντως ἐπιτυγχάνει· καὶ ἐπὶ τῶν ἄλλων ὀμοίως· ὁ δὲ τῆς σοφίας ἐρῶν ὁδηγούμενος ὑπὸ Θεοῦ, πάντως ἐπελεύσεται ὀπίσω | |
5 | τῆς βουλῆς, τουτέστι, εὑρίσκει τὸ σπουδαζόμενον. Ἄλλως· Ἐκπληττόμενος, φησὶν, ὅτι Τίς ἄρα ἐστὶν ὁ δυνάμενος ὑποστρέφειν ἀεὶ ἐκ τῶν ἰδίων θελημά‐ των, καὶ ἐπισκέπτεσθαι τὴν τῆς προθέσεως ὁρμὴν, ἵνα δυνηθῇ διακρῖναι εἰ ἐν σοφίᾳ πράττει, ἢ ἀφρο‐ | |
10 | σύνῃ; Ἄλλως, Ἔξω γεγονὼς, φησὶ, τῶν σωμάτων, καὶ θεωρήσας διὰ τῆς σοφίας, ὅτι μετὰ τὴν τοῦ βίου τελευτὴν οὐδεὶς δύναται ὑποστρέφειν ἐν τῷδε τῷ βίῳ, καὶ πάλιν ἐν ἀπολαύσει γίνεσθαι, ὧν κατὰ πρόθεσιν ἐν αὐτῷ εἰργάσατο (τὸ γὰρ, τίς, πολλάκις | |
15 | ἀντὶ τοῦ, οὐδεὶς, κεῖται), προέκρινα τὴν σοφίαν τῆς ἀφροσύνης. | |
22 | «Καὶ εἶδον ἐγὼ ὅτι περισσεία ἑστὶ τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος.» Τὸ σκότος κατὰ στέρησιν γίνεται τοῦ | |
25 | φωτός· ὥστε τὸ μὲν ἐν ὑπάρξει εἶναι τὸ φῶς, τὸ δὲ ἀνύπαρκτον τὸ σκότος. Οὕτως οὖν, φησὶν, ἐστὶ καὶ ἐπὶ τῆς σοφίας, καὶ ἐπὶ τῆς ἀφροσύνης· τὰ μὲν γὰρ τῆς ἀφροσύνης ἔργα παρέρχονται, κόλασιν διη‐ νεκῆ προξενήσαντα τοῖς αὐτὰ μετελθοῦσι· τὰ δὲ | |
30 | τῆς σοφίας μένει διηνεκῆ, τοὺς τῆς σοφίας ἐραστὰς ἀϊδίως εὐφραίνοντα. Τὸ δὲ, περισσεία ἐστὶ τῇ σο‐ φίᾳ ὑπὲρ τὴν ἀφροσύνην, οὐ συγκριτικῶς κεῖται· τὰ γὰρ ἀλλήλων ἀναιρετικὰ, ὡς τὸ φῶς καὶ τὸ σκό‐ τος, καὶ ἡ σοφία καὶ ἡ ἀφροσύνη, οὐ συγκρίνονται. | |
35 | Οὐδὲ γὰρ τῶν κακῶν εὐφροσύνη, ἀλλὰ τῇ αἱρέσει τοῦ αἱρουμένου, τὸ περιττὸν συνῆψε, ἀντὶ τοῦ, μᾶλ‐ λον, καὶ ἀσυγκρίτως καλῶς ποιεῖ ὁ τὴν σοφίαν προ‐ κρίνων τῆς ἀφροσύνης. | |
40 | «Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ· καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται.» Ἡ κεφαλὴ ἐξοχὴ τυγχάνει, καὶ τὸ ἀνώτερον παντὸς τοῦ σώματος· οἱ δὲ πόδες κατώτατοί εἰσιν, καὶ τῆς γῆς προσάπτον‐ ται. Ὅταν τοίνυν ὁ ἡγεμὼν νοῦς κεκαθαρμένος ᾖ, | |
45 | τὰ ἄνω σκοπεῖ, καὶ οὐ τὰ ἐπὶ τῆς γῆς, ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχων· ὅταν δὲ περὶ τὰ γήϊνα ὁ λο‐ γισμὸς στρέφηται, ἐν τοῖς ποσὶν ἔχει καὶ τοὺς ὀφθαλ‐ μοὺς, περὶ τὴν γῆν ἰλυσπώμενος. Ἄλλως· Κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· πρὸς ἣν εἰ ὁ σοφὸς | |
93.500(50) | ἀτενίζει, περιπατῶν καθὼς κἀκεῖνος περιεπάτησε, ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχει· ὁ δὲ ἄφρων ἐν σκότει πορεύεται, κάτω νεύων ἀεὶ, καὶ ἐσκοτισμένον ἔχων τὸ ἡγεμονικόν. «Καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναν‐ | |
55 | τήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, Ὡς συνάντημα τοῦ ἄφρονος καί γε συναντήσε‐ ταί μοι· καὶ ἵνα τί ἐσοφισάμην;» Πάντα καθ’ ἑαυ‐ τὸν γυμνάζων ὁ σοφὸς, τὴν τῶν ἐναντίων ἀντίθεσιν | |
ἐξ οἰκείου λέγει προσώπου. Εὑρὼν τοίνυν διάφορα | 499 | |
93.501 | κοινὰ τυγχάνοντα, ἃ δὴ καὶ συναντήματα καλεῖ, οἷον τὸ νοσεῖν, τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τὸ πένε‐ σθαι, καὶ ἐξαιρέτως τὸν ἐπὶ πάντων θάνατον, τοῦ ἀντιδίκου τὸ πρόσωπον ὑποδὺς, φησί· Εἰ ταῦτα | |
5 | κοινὰ τοῖς τε σοφοῖς καὶ ἄφροσι, τίς ἡ χρεία τοὺς τῆς ἀρετῆς μετιέναι πόνους, καὶ γίνεσθαι σοφόν; Εἶτα ἀπελέγχων τὸν λόγον, καὶ δεικνὺς τὸ τῆς σοφίας κέρδος, ἐπάγει, καί φησι· | |
10 | «Καὶ ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης.» Τεθεικὼς τοῦ ἄφρονος τὴν ἀντί‐ θεσιν ὡς ἐξ οἰκείου προσώπου, ἐξ ἑαυτοῦ πάλιν ἐπιλύει, καί φησι, Καὶ ἐγὼ περισσὸν ἐλάλησα ἐν | |
15 | καρδίᾳ μου· ἀντὶ τοῦ, Ἔγνων ὅτι ματαία καὶ πε‐ ριττὴ ἡ τοιαύτη ἔννοια, καὶ ἄφρονος λογισμοῦ τὸ τοιαῦτα φθέγγεσθαι. Ὁ γὰρ ἄφρων ἐκζέσας καὶ ὑπο‐ θερμήνας τὴν διάνοιαν, διὰ στόματος τοὺς τῆς ἀφρο‐ σύνης ἐκφέρει λόγους· διότι ἄφρων ἐκ περισσεύμα‐ | |
20 | τος λαλεῖ, τουτέστιν, ἐκ τῆς πλεοναζούσης ἐν αὐτῷ ἀνοίας. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, ἀπελέγχων τοῦ ἄφρονος τὴν ἀντίθεσιν· καί φησι· «Ὅτι οὐκ ἔστι μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρο‐ νος εἰς τὸν αἰῶνα.» Εἰ γὰρ καὶ τὰ ἐν τῷδε, φησὶ | |
25 | τῷ βίῳ διάφορα, κοινὰ τυγχάνουσι σοφῶν καὶ ἀφρό‐ νων· ἀλλ’ εἰς τὸν μέλλοντα αἰῶνα ὁ μὲν σοφὸς ἀείμνη‐ στον ἔχει καὶ ἀτελεύτητον τὴν ἀπόλαυσιν· τοῦ δὲ ἄφρονος καὶ ἡ μνήμη ἐξαλείφεται, κατὰ τὸ ἐν Ψαλ‐ μοῖς εἰρημένον· Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν | |
30 | μετ’ ἤχου· ἀντὶ τοῦ, Οὐδὲ μνήμης ἄξιοι παρὰ Θεῷ τυγχάνουσι. «Καθότι ἤδη ταῖς ἡμέραις ταῖς ἐπερχομέναις τὰ πάντα ἐπελήσθη.» Ἐν τῷ αἰῶνι, φησὶ, τῷ ἐπερχομένῳ, πάντα τὰ ἐν τῷδε τῷ βίῳ συναντήματα, εἴτε νόσος, | |
35 | εἴτε ὑγεία, εἴτε πλοῦτος, εἴτε πενία, εἰς λήθην ἔρ‐ χονται. Εἶτα τὸ συμπέρασμα τῆς λύσεως ἐπάγων, φησί· «Καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρο‐ νος;» Πῶς οὖν, φησὶν, ἐρεῖτε, ὦ ἄφρονες, ὅτι διὰ | |
40 | τὴν κοινὴν πάντων ἀνθρώπων τελευτὴν, οὐδὲ πλέον ἔχει ὁ σοφὸς τοῦ ἀνοήτου; ὅπου γε τοῦ μὲν σοφοῦ ἡ μνήμη διηνεκὴς παρὰ τῷ Θεῷ, τοῦ δὲ ἄφρονος οὐκέ‐ τι; Εἰ γὰρ καὶ τὰ ἐν τῷδε τῷ βίῳ συμπτώματα κοινὰ, ἀλλ’ ἐν τῷ μέλλοντι τὸ ἑκάστου ἔργον ἐπακο‐ | |
45 | λουθήσει. «Καὶ ἐμίσησα ἐγὼ τὴν ζωὴν, ὅτι πονηρὸν ἐπ’ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος.» Διὰ τοῦτό φησιν ὁ Σοφὸς, Ἐμίσησα τὴν ἐπίμοχθον ζωὴν, καὶ | |
93.501(50) | τὸν ἐμὸν πόνον, ὃν μοχθῶ διὰ τὰ ὑπὸ τὸν ἥλιον· πο‐ νηρὸν γὰρ ποίημά φησι τὴν ἐπίπονον καὶ μοχθηρὰν τῶν ἁμαρτωλῶν ζωήν. Ἐνταῦθα δὲ καὶ ὁ Σοφὸς μι‐ σεῖ τὴν ἐπίκηρον ζωὴν, καὶ τὴν ἀεὶ μένουσαν ἐπι‐ ζητεῖ· καὶ τὸ τοῦ ἄφρονος ὑποδὺς πρόσωπον, ἔφη, | |
55 | ὅτι Πονηρὸν ἐπ’ ἐμὲ τὸ ποίημα, τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· οὐ γὰρ ὁ σοφὸς ἀνέχεται μοχθεῖν διὰ τὰ ὑπὸ | |
τὸν ἥλιον. Εἰ γὰρ καὶ διὰ τὴν βιοποριστικὴν χρείαν | 501 | |
93.504 | κάμνει, ἀλλ’ οὐ προηγουμένως τὴν πᾶσαν σπουδὴν περὶ τὰ ὁρώμενα καταναλίσκει, ἀλλ’ ὅσα διὰ τὴν ἀναγκαίαν τροφὴν κάμνει· τὴν δὲ ὅλην σπουδὴν εἰς ἀρετὴν καταδαπανᾷ, τῶν οὐ μενόντων καὶ προσκαί‐ | |
5 | ρων καταφρονῶν· τῶν δὲ αἰωνίων καὶ μὴ φαινομένων ἀντιποιούμενος. | |
9 | «Καὶ ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν | |
10 | ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφιῶ αὐτὸν τῷ ἀν‐ θρώπῳ τῷ γινομένῳ μετ’ ἐμέ. Καὶ τίς οἶδ’ εἰ σοφὸς ἔσται, ἢ ἄφρων; καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης.» Μισήσας ὁ Σοφὸς | |
15 | τὴν τῶν κτημάτων καὶ χρημάτων ἐπίμοχθον συλλο‐ γὴν, καὶ τὸν ἐπὶ ταύτῃ καταβαλλόμενον πόνον μετὰ ἀποδείξεως τοῦ μίσους τὸ εὔλογόν φησι· πρῶτον μὲν, ὅτι οὐ διηνεκής ἐστι τῷ ἔχοντι ἡ κτῆσις· ἀλλ’ αὐτὸς μὲν ἔξεισι τοῦ βίου μηδὲν ἐπαγόμενος· τὰ δὲ | |
20 | μετὰ πόνου αὐτῷ κτηθέντα ἕτερος διαδέχεται. Δεύ‐ τερον, ὅτι οὔτε οἶδε τίς ὁ διαδεχόμενος· ἐν ἀσωτίᾳ ζῶν, ἢ ἐν φρονήσει, τὸν πλοῦτον διοικῶν. Τρίτον, ὅτι εἰ καὶ δῶμεν φρόνιμον εἶναι τὸν τὴν οὐσίαν παρα‐ λαμβάνοντα, ἄδηλον εἰ κύριος ἔσται ταύτης, τῶν | |
25 | χρημάτων ἀεὶ ἄλλοτε εἰς ἄλλους μεταπιπτόντων, κατὰ πολλὰς καὶ διαφόρους αἰτίας. Εἰ δὲ καὶ δῶμεν, φησὶν, ὅτι καὶ φρόνιμός τις ἔσται ὁ κληρονόμος, καὶ ἐγκρατὴς τῆς οὐσίας γενήσεται, ἀλλὰ καί γε τοῦτο ματαιότης. Τὸ δὲ διὰ τί, ἡμῖν ἀφῆκε σκοπεῖν, ὅτι | |
30 | ἄμεινον ἡμᾶς αὐτοὺς διαθέντας τὸν πλοῦτον, καὶ εἰς τὴν τῶν δεομένων καὶ πενήτων δαπανήσαντας χρείαν, θησαυρὸν ἔχειν ἐν οὐρανοῖς ἀνελλιπῆ, ἢ εἰς ἑτέρους τὰ χρήματα παραπέμψαι, ὁποῖοί ποτε τυγχάνουσιν ὄντες. | |
38 | «Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον.» | |
40 | Καταγνοὺς τῶν προειρημένων ὁ σοφὸς, ἐπὶ τὸν εὐαγ‐ γελικὸν τρέχει βίον, μονονουχὶ καὶ αὐτὸ κατὰ τὸν Πέτρον λέγων τῷ Σωτῆρι· Ἰδοὺ ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Εἶτα τὴν προειρημένην αἰτίαν ἀναλαμβάνει, τοῦ μίσους τοῦ πρὸς τὰ πρόσ‐ | |
45 | καιρα. Καί φησιν· «Ὅτι ἐστὶ ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ, καὶ ἐν γνώσει, καὶ ἐν ἀνδρείᾳ· καὶ ἄνθρωπος ᾧ οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει μερίδα αὐτοῦ· καί γε τοῦτο ματαιότης, καὶ πονηρία μεγάλη.» Τί γὰρ, | |
93.504(50) | φησὶν, ὄφελος ἀνθρώπῳ ἐν ἀνθρωπίνῃ σοφίᾳ, καὶ φρονήσει, καὶ ἀνδρείᾳ μοχθοῦντι, καὶ πονηρευομένῳ, τοῦτ’ ἔστι οὐ μεταδιδόντι, ἀλλ’ ἀεὶ τοῖς οὖσι προσ‐ τιθέντι, ὁπόταν ἅλλος μήτε καμὼν, μήτε μοχθή‐ σας, τὸν αὐτοῦ διαδέχεται πλοῦτον; ἔστι δὲ καὶ οὕ‐ | |
55 | τως νοῆσαι· Ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου, ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα | |
ὑπὸ τὸν ἥλιον, ἐννοήσας ὅτι ἕτερος ἐμὸν πλοῦτον δια‐ | 503 | |
93.505 | δέξεται, ἐγὼ δὲ τὴν φροντίδα ὑφέξω. Διὰ μέσου δὲ παρενθεὶς τὸ, Ὅτι ἐστὶ ἄνθρωπος, ὅτι ὁ μόχθος αὐτοῦ ἐν σοφίᾳ, καὶ ἐν συνέσει, καὶ ἐν ἀνδρείᾳ, τοῦτο διδάσκει· κατεφρόνησα τοῦ περὶ τὰ μάταια | |
5 | μόχθου, φησὶ, λογισάμενος ὅτι ἐστὶ ἕτερος μόχθος ἐπαινούμενος, τὸν ἐξ ἀρετῆς, καὶ ἀεὶ μένοντα συλλέ‐ γων πλοῦτον. Ἔστι δὲ οὗτος ὁ μόχθος, ὃν μοχθεῖ ἄνθρωπος, ἵνα κτήσηται σοφίαν, καὶ γνῶσιν, καὶ ἀν‐ δρείαν. Τοῦτον οὖν ἐκείνου προκρίνας τὸν μόχθον, | |
10 | ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ ἐν παντὶ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, τουτέστι περὶ τὰ μάταια. | |
14 | «Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐ‐ | |
15 | τοῦ, καὶ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημά‐ των καὶ θυμοῦ περισπασμὸς αὐτοῦ. Καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιό‐ της ἐστί.» Γίνεται, φησὶ, τῷ ἀνθρώπῳ ὁ μόχθος ὃν | |
20 | μοχθεῖ προαιρετικῶς, ἢ καλὸς, ἢ κακός. Εἰ μὲν γὰρ περὶ τὰς ἀρετὰς ὁ μόχθος καταβάλλεται, ἐπαινετός· τοῦ δὲ μὴ διὰ τὸ καλὸν μοχθοῦντος πᾶσαι αἱ ἡμέραι ὀδυνῶν, καὶ θυμοῦ, καὶ περισπασμοῦ, καὶ ἀγρυπνίας εἰσὶ μεσταί. Ταῦτα γὰρ ἃ πάντα παρέπεται τοῖς | |
25 | περὶ τὴν κενοσπουδίαν τοῦδε τοῦ βίου περισπωμένοις· διὸ καί γε τοῦτο ματαιότης ἐστί. «Καὶ οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ εἰ μὴ ὃ φάγεται καὶ πίεται, καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς | |
30 | Θεοῦ ἐστι, ὅτι, τίς φάγεται καὶ πίεται πάρεξ αὐτοῦ;» Καὶ τὰ μέσα ἀδιάφορα ἐκ Θεοῦ τοῖς ἀνθρώποις χο‐ ρηγοῦνται, οἷον πλοῦτος, ὑγεία, εὐδοξία. Τὸ τοῦ ἀν‐ θυποφέροντος οὖν πρόσωπον ἀναλαβὼν ὁ Ἐκκλησια‐ στὴς, φησὶ, ὅτι εἰ ἀπὸ Θεοῦ δίδοται ταῦτα τοῖς ἀνθ‐ | |
35 | ρώποις, οὐδὲν ἄρα ἐν ἀνθρώποις ἀγαθὸν, εἰ μὴ ἡ τῶν βρωμάτων καὶ τῶν πομάτων ἀπόλαυσις. Εἶτα πάλιν ἐπιλύων τὴν ἀντίθεσιν, ἐπάγει· | |
39 | «Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐ‐ | |
40 | τοῦ ἔδωκε γνῶσιν, καὶ σοφίαν, καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν, τοῦ προσθεῖ‐ ναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.» Μὴ λέγετε, φησὶν, ὦ οὖτοι, | |
45 | ὅτι ἡ ἐμπαθὴς τῶν βρωμάτων ἀπόλαυσις ἀγαθή ἐστι· τῷ γὰρ ἀνθρώπῳ τῷ ἀγαθῷ ὁ Θεὸς γνῶσιν καὶ σοφίαν ἔδωκε, ἵνα ἐν τούτοις εὐφραίνηται πρὸ προσώπου τοῦ Θεοῦ· τουτέστι ὑπὸ τῆς ἐπισκοπικῆς δυνάμεως τοῦ Θεοῦ σκεπόμενος. Τῷ δὲ ἀνθρώπῳ | |
93.505(50) | τῷ ἁμαρτωλῷ τὸν περὶ τὰ αἰσθητὰ περισπασμὸν ἔδωκεν, ἵνα ταλαιπωρῇ ἐν τῷ μοχθεῖν καὶ συνάγειν. Καὶ ἐὰν μείνῃ μοχθῶν καὶ συνάγων, καί γε τοῦτο ματαιότης, καὶ προαίρεσις πνεύματος. Ἰστέον δὲ ὡς τὸν περισπασμὸν ἔδωκεν ὁ Θεὸς τῷ ἁμαρτάνοντι, καὶ | |
55 | συνάγοντι, οὐχ ἵνα ἁμαρτάνῃ καὶ συνάγῃ· ἀλλ’ ἵνα ἐνθυμούμενος καὶ ἀποκάμνων περὶ ταύτην τὴν μα‐ ταιοσπουδίαν, εἰς αἴσθησιν ἔλθῃ τῆς ἐπιμόχθου ταύ‐ της ζωῆς, καὶ ποθήσῃ τὸν ἀγήρω καὶ ἄλυπον βίον, | |
τὸν ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἁγίοις τεταμιευμένον | 505 | |
93.508(1t) | ΚΕΦΑΛ. Γʹ. | |
2 | «Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγ‐ ματι ὑπὸ τὸν ἥλιον.» Τῶν ὄντων τὰ μέν εἰσι πρόσ‐ καιρα, τὰ δὲ αἰώνια· τὰ μὲν οὖν αἰώνια καὶ ἀό‐ | |
5 | ρατα τυγχάνουσι, καὶ ὑπὲρ τὸν ἥλιον. Περὶ τούτων ὁ λόγος τῶν ὑπὸ τὸν ἥλιον, ὑπὸ χρόνον ὄντων· ἐπειδὴ καὶ ἀπὸ χρόνου ἤρξαντο, ἐν καιρῷ τῷ καθήκοντι γι‐ γνομένων. Καὶ χρόνος μέν ἐστι τὸ διάστημα καθ’ ὃ πράττεταί τι. Καιρὸς δὲ, ὁ ἐπιτήδειος τῆς ἐργασίας | |
10 | χρόνος. Ὥστε ὁ μὲν χρόνος καὶ καιρὸς εἶναι δύναται· ὁ δὲ καιρὸς χρόνος· ἀλλ’ εὐκαιρία τοῦ πραττομένου ἐν χρόνῳ γινομένη. Καὶ τὰ μὲν ἐκ Θεοῦ πάντα εὐ‐ καίρως γέγονε ὡς θέρος, καὶ μετόπωρον, καὶ χειμὼν, καὶ ἕαρ· τὰ δὲ ἡμέτερα εἰ μὲν εὐκαίρως γίγνοιντο, | |
15 | ἐπαινετά· παρὰ δὲ τὸν καιρὸν, ἢ ὑπὲρ τὸν καιρὸν, ψεκτά. Ἐν καιρῷ τις μίγνυται τῇ ἱδίᾳ γυναικὶ, παι‐ δοποιίας ἐρῶν· παρὰ καιρὸν, ὅταν δι’ ἡδονῆς τοῦτο ποιῇ. Ὁ ἐν θέρει σπείρων, πρὸ καιροῦ σπείρει· ὁ ἐν χειμῶνι ἀμῆσαι σπουδάζων, παρὰ καιρὸν τοῦτο | |
20 | ἐπιχειρεῖ. Ἐκ δὲ τούτου τοῦ μαθήματος διδασκό‐ μεθα ἐν παντὶ φεύγειν τὰς ἐλλείψεις καὶ τὰς ὑπερ‐ βολὰς, διὰ τὰς παρακειμένας ἀμετρίας ἑκάστῳ πράγματι. Ἀνδρείας ἔλλειψις δειλίαν ἐργάζεται, ὑπερβολὴ θρασύτητα. Νόησον οὖν τὸν χρόνον καὶ | |
25 | καθ’ ἑτέραν νόησιν, συμμετρίαν τινὰ ὅντα· καιρὸν δὲ, τὴν εὐκαιρίαν· ὁ γὰρ συμμέτρως καὶ εὐκαίρως ἅπαντα πράττων, ὥσπερ τινὶ τούτων κανόνι καὶ στάθμῃ χρώμενος, κατορθώσει ῥᾳδίως τὴν ἅπασαν ἀρετήν. | |
34 | «Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν.» | |
35 | Πολλάκις ἐπὶ τῶν ἐναντίων διάφοροί εἰσιν οἱ καιροί· συμβαίνει δὲ ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἑκάτερα γίνεται· ἡ μὲν οὖν σωματικὴ γέννησις, ὡς ἐπὶ τὸ πλεῖστον ἕτερον ἔχει καιρὸν, καὶ ὁ σωματικὸς θάνα‐ τος ἕτερον· ἡ δὲ πνευματικὴ γέννησις ἡ διὰ τοῦ λου‐ | |
40 | τροῦ τῆς παλιγγενεσίας ἕνα καὶ τὸν αὐτὸν καιρὸν ἔχει, τοῦ τῆς γεννήσεως καὶ τοῦ θανάτου. Οἱ γὰρ ἐν τῷ θείῳ λουτρῷ ἀναγεννώμενοι συνετάφησαν τῷ Χριστῷ ἐν τῷ βαπτίσματι· καὶ ὁ μὲν σωματικὸς τόκος ἢ θάνατος οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ | |
45 | ἐξουσίᾳ καὶ τικτόμεθα, καὶ ἀποθνήσκομεν· ὁ δὲ πνευματικὸς ἐφ’ ἡμῖν· μετὰ γὰρ τῆς τοῦ Θεοῦ συν‐ εργείας, καὶ τῆς ἡμετέρας προαιρέσεως χρεία, ἵνα ἀποθάνωμεν τῇ ἁμαρτίᾳ, τεχθῶμεν δὲ τῇ δικαιοσύνῃ. Θαυμαστῶς δὲ ὁ Ἐκκλησιαστὴς ἀπὸ τόκου ἤρξατο | |
93.508(50) | καὶ θανάτου, τῆς προσκαίρου ταύτης ἡμῶν ζωῆς ἐπαναμιμνήσκων. Διὰ τοῦτο (φησὶ) καὶ μωσῆς Γένε‐ σιν ἐπιγράψας τὸ πρῶτον βιβλίον, τὸ δεύτερον εὐθὺς Ἔξοδον προσηγόρευσε, διὰ τῆς ἱστορίας συμβολικῶς τὴν ἐν τῷδε τῷ βίῳ πρόσκαιρον ἡμῖν ὑπογράφων | |
55 | ζωήν. «Καιρὸς τοῦ φυτεῦσαι, καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον.» Μετὰ τὸ αἰσθητὸν, πρὸς διάνοιαν· πολλάκις μὲν κατὰ τὸν αὐτὸν καιρὸν ἐκτίλλει τις καὶ | |
φυτεύει, ὡς ὅταν ἐκτίλλει μὲν τὰ τοῦ ἐπισπορέως | 507 | |
93.509 | ζιζάνια, καταφυτεύει δὲ τὰ γνήσια τοῦ λόγου σπέρ‐ ματα· ἐκκόπτων μὲν τὴν κακίαν, ἐμφυτεύων δὲ τὴν ἀρετήν· πολλάκις δὲ καθ’ ἕτερον καὶ ἕτερον· ὡς ὅταν ὁ Παῦλος ἐκκόπτῃ μὲν τῆς Ἐκκλησίας τὸν | |
5 | πορνεύσαντα, φυτεύῃ δὲ αὐτὸν πάλιν μετανοοῦντα. | |
8 | «Καιρὸς τοῦ ἀποκτεῖναι, καὶ καιρὸς τοῦ ἰάσα‐ σθαι.» Ἀποκτεῖναι τὴν ἁμαρτίαν, ἰάσασθαι δὲ τὴν | |
10 | ἑαυτοῦ ψυχὴν τοῖς τῆς μετανοίας φαρμάκοις. Ἡ δὲ τοιαύτη πράξις ἀεὶ καιρὸν ἔχει, καὶ ἀεὶ εὐκαίρως γίνεται· νῦν δὲ μάλιστα, τοῦ Παύλου βοῶντος, «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέ‐ ρα σωτηρίας. Ἐπὶ δὲ τῶν σωματικῶν, τῷ ἄρχοντι | |
15 | καιρὸς ἀποκτείνειν τὸν ἀνδροφόνον, ἰᾶσθαι δὲ καὶ θεραπεύειν τὸν ἀγαθοποιὸν, ἢ καὶ διὰ μετριω‐ τέρας ἐπιστροφῆς τὸν μετριώτερα ἁμαρτήσαντα. | |
20 | «Καιρὸς τοῦ καθελεῖν, καὶ καιρὸς τοῦ οἰκοδομεῖν.» Ἡ θεία οἰκοδομὴ τέμνεται εἰς πρακτικὴν καὶ θεωρη‐ τικὴν ἀρετήν. Ὁ μὲν οὖν τὴν ἀρετὴν ἐνεργῶν, οἰκο‐ δομεῖ τὴν ἠθικήν. Ὁ δὲ τὰ νοητὰ κάλλη περιαθρῶν, οἰκοδομεῖ τὴν θεωρίαν· ἀεὶ οὗτος καλῶς οἰκοδομεῖ | |
25 | ἑαυτῷ οἰκίαν ἀχειροποίητον ἐν τοῖς οὐρανοῖς. Ὁ δὲ μετανοῶν, τὴν προϋπάρξασαν ἁμαρτίαν καθαίρει· καὶ καθαιρεῖσθαι μὲν καλὸν ἡμᾶς ἐκ τῆς κακίας, ἐποικοδομεῖσθαι δὲ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. | |
32 | «Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελᾶσαι.» Ἔστι τις καιρὸς οὐχ ὁ χρονικὸς, ἀλλ’ ὁ ἐκ τοῦ πρά‐ γματος λαμβανόμενος. Ὁ γὰρ μὴ ἐν βάθει κλαίων, | |
35 | ἀλλ’ ἐπιπολαίως, ἀκούσεται κατὰ τὴν Ἱερουσαλήμ· Ὀψὲ φωνῆς αὐτῆς ὠλόλυξε, καὶ τὰ δάκρυα αὐ‐ τῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς. Ὁ δὲ καιρίως κλαίων, καὶ ἐκ διαθέσεως μετανοῶν, ἐπακουσθήσεται ἀκούων, Κλαυθμὸν ἔκλαυσε Ἱερουσαλὴμ, τὴν κραυγὴν | |
40 | τῶν δακρύων σου ἡνίκα εἶδε, ἠλέησέ σε. Ἔστι δὲ καὶ ἐν καιρῷ χρονικῷ κλαίειν ἐν τῷδε ἡμῶν τῷ βίῳ, ἵνα ἐν τῷ μέλλοντι γελάσωμεν· καὶ ἐπὶ τοῖς παρα‐ πτώμασι δὲ τῶν μαθητῶν, ἢ καὶ τῶν ἀδελφῶν εὐ‐ καίρως κλαίομεν, ἐπὶ δὲ τῶν προκοπῶν αὐτῶν εὐ‐ | |
45 | καίρως γελῶμεν. | |
48 | «Καιρὸς τοῦ κόψασθαι, καὶ καιρὸς τοῦ ὀρχήσα‐ σθαι.» Κόπτονται οἱ μετανοίᾳ σχολάζοντες, ὀρχοῦν‐ | |
93.509(50) | ται οἱ σωφροσύνῃ ζωσθέντες, καὶ φρονήσει κοσμού‐ μενοι, καὶ ἀνδρείᾳ κινούμενοι, καὶ δικαιοσύνῃ τε‐ λειούμενοι. Ὠρχεῖτο καὶ Δαβὶδ, καὶ οὐχ ἁπλῶς, ἐνώ‐ πιον Κυρίου. Διὸ καὶ οἱ προφῆται παιδία ὄντες ἐν ἀγορᾷ ἐν τῷδε τῷ βίῳ, διὰ τὸ τῇ κακίᾳ νηπιάζειν, | |
55 | ἔλεγον τοῖς Ἰουδαίοις· Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε· τουτέστι, προελέγομεν ὑμῖν τὰ σκυθρω‐ | |
πὰ, καὶ οὐ μετενοήσατε. Καὶ οἱ ἀπόστολοι δὲ πρὸς | 509 | |
93.512 | αὐτοὺς λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχή‐ σασθε· τουτέστι, βασιλείαν οὐρανῶν ἐκηρύξαμεν, αὐλοῦ δίκην βοῶντες ἐξάκουστον, καὶ οὐκ ὠρχήσασθε, οὐδὲ ἐσκιρτήσατε χαίροντες ἐπὶ τῷ δώρῳ. Ταῦτα | |
5 | γὰρ ἡμᾶς διδάσκει ἡ εὐαγγελικὴ τοῦ Σωτῆρος παρα‐ βολή. | |
8 | «Καιρὸς τοῦ βαλεῖν λίθους, καὶ καιρὸς τοῦ συν‐ αγαγεῖν λίθους.» Ὁ ἀνίατα ἁμαρτήσας ἐκβάλλεται | |
10 | ἐκ τῆς πνευματικῆς οἰκίας, ὡς ὁ ψωριῶν λίθος κατὰ τὸ παρὰ Μωσεῖ κείμενον συμβολικῶς· ὁ δὲ ἰάσιμα ἁμαρτάνων συνάγεται διὰ μετανοίας εἰς τὴν οἰκοδο‐ μὴν τῶν ἀποστόλων καὶ προφητῶν. Καὶ πᾶς δὲ λιθο‐ κάρδιος ἐκβάλλεται· οἱ δὲ τίμιοι συνάγονται λίθοι. | |
15 | Καὶ ὁ νόμος δὲ ἐκέλευσε βάλλεσθαι λίθοις τὴν πορ‐ νεύσασαν. Καὶ ὁ διδάσκαλος βάλλει μὲν τοὺς ἁμαρ‐ τάνοντας λίθοις, τουτέστι λόγοις ἐλεγκτικοῖς· αὐτάρ‐ κως δὲ παιδεύσας διὰ τῶν ἐλέγχων, συνάγει τοὺς ἐκβληθέντας λίθους, τῶν πληκτικῶν λόγων παυόμε‐ | |
20 | νος. | |
22 | «Καιρὸς τοῦ περιλαβεῖν, καὶ καιρὸς τοῦ μακρυν‐ θῆναι ἀπὸ περιλήψεως.» Κατὰ μὲν τὸ ῥητὸν, και‐ ρὸς τοῦ περιλαβεῖν τὴν ἑαυτοῦ γυναῖκα, ὅταν μήτι | |
25 | προσευχὴ ἐμποδίζῃ, καὶ ἡ χρεία καλή· ἢ διὰ παιδο‐ γονίαν, ἢ κατὰ συγγνώμην, διὰ τὴν ἡμῶν ἀκρασίαν, ἵνα μὴ πειραζώμεθα εἰς πορνείαν ὑπὸ τοῦ Σατανᾶ. Καιρὸς δὲ τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως, ἢ διὰ προσευχῆς, ἢ διὰ τὸ ἐγκύμονα εἶναι τὴν γυναῖκα. | |
30 | Ἄλλως· Καιρὸς τοῦ περιλαβεῖν ἦν ἐν ἀρχῇ τοῦ κό‐ σμου, ἵνα αὐξηθῶμεν, καὶ πληθυνθῶμεν, καὶ πλη‐ ρώσωμεν τὴν γῆν· νῦν καιρὸς τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως, ὅτε ἐσχάτη ὥρα ἐστὶ, καὶ πρὸς τὸ τέ‐ λος ὁ κόσμος ἐλαύνει. Πρὸς δὲ διάνοιαν, Τίμησον, | |
35 | φησὶ, τὴν σοφίαν, ἵνα σε περιλάβῃ· ἡ τοιαύτη περί‐ ληψις ἀεὶ καιρὸν ἔχει. Καὶ τοῦ νόμου δι’ ἀριστερᾶς λεγομένου, τοῦ δὲ νοῦ κεφαλῆς ὀνομαζομένου, καὶ τῆς μὲν εὐαγγελικῆς παιδεύσεως δεξιᾶς καλουμένης, σώματος δὲ ὅλης τῆς Ἐκκλησίας ὀνομαζομένης, ᾖδε | |
40 | Νύμφη ἐν τῷ ᾌσματι λέγουσα· Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περι‐ λήψεταί με. Τουτέστι, ὁ μὲν νόμος τῶν σοφωτέρων μόνον ὠφελεῖ τὸν νοῦν. Ἡ δὲ εὐαγγελικὴ παίδευσις θείᾳ περιλήψει τὴν ὅλην Ἐκκλησίαν περιλαμβάνει· | |
45 | ταύτης τῆς περιλήψεως οὐδέποτε καιρὸς τοῦ μακρυν‐ θῆναι. Ἐπὶ δὲ τῆς κιβωτοῦ τῶν δεινῶν ἐπικειμένων, καιρὸς ἦν τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως· διὸ καὶ οἱ ἄῤῥενες καθ’ ἑαυτοὺς εἰσῆλθον, αἱ δὲ γυναῖκες καθ’ ἑαυτὰς διαιρεθεῖσαι. Ἐν δὲ τῇ ἐξόδῳ τῇ ἐκ τῆς κι‐ | |
93.512(50) | βωτοῦ, μετὰ τῆς γυναικὸς ἐξῆλθεν ὁ Νῶε· καιρὸς γὰρ ἦν περιλήψεως. Καθόλου δὲ, καιρὸς μὲν τοῦ μακρύνεσθαι ἀπὸ τῆς κακίας, προσκολλᾶσθαι δὲ τῷ Θεῷ. | |
57 | «Καιρὸς τοῦ ζητῆσαι, καὶ καιρὸς τοῦ ἀπολέσαι.» | 511 |
93.513 | Κατὰ μὲν τὴν προφορὰν ἀνάπαλιν κεῖται τὸ ῥητόν· οὐδεὶς γὰρ ζητεῖ ὃ μὴ ἀπώλεσε. Κατὰ δὲ τὴν νόησιν, ὁ ἐν ἀγνοίᾳ ὢν, καιρὸν ἔχει τοῦ ζητῆσαι τὸ ἀληθές. Εὐρὼν δὲ τοῦτο, εὐκαίρως ὀφείλει τὸ τῆς ἀγνοίας | |
5 | ἀπολέσαι σκότος. Ἄλλως· Ζητεῖ τις τὴν ἀπολομένην αὐτοῦ ψυχὴν, εὑρὼν δὲ αὐτὴν, καὶ ἀνανήψας ἐκ τῆς πλάνης, ὀφείλει, τὸ ὅσον ἐπὶ τῇ κακίᾳ, ἀποθανεῖν καὶ ἀπολέσθαι· ἐπὶ δὲ τοῦ μαρτυρίου καιρὸς τοῦ ἀπολέ‐ σαι τὴν ψυχὴν, ἵνα εὕρωμεν αὐτήν. | |
12 | «Καιρὸς τοῦ φυλάξαι, καὶ καιρὸς τοῦ ἐκβαλεῖν.» Ὁ μὲν τῶν χρημάτων οἰκονόμος οἷδε πότε μὲν φυ‐ λάξει χρήματα, πότε δὲ δαπανήσει. Πρὸς δὲ διάνοιαν, | |
15 | καιρὸς τοῦ φυλάξαι, καὶ μὴ εἰς τοὺς τυχόντας ῥί‐ πτειν τὴν θείαν διδασκαλίαν· καιρὸς δὲ τοῦ ἐκβα‐ λεῖν, ὅταν ἐπιτηδείως ἔχωσιν οἱ ἀκούοντες. Ἔδει γάρ σε, φησὶ, βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, μὴ βαλεῖν δὲ τὰ ἅγια τοῖς κυσὶ, μηδὲ τὰς μαργαρί‐ | |
20 | τας ἕμπροσθεν τῶν χοίρων. Ἄλλως· Καιρὸς τοῦ φυ‐ λάξαι τὰς εὐαγγελικὰς ἐντολάς· αὐτὸς δὲ καιρὸς καὶ τοῦ ἐκβαλεῖν τὰς τοῦ νόμου σκιάς. | |
24 | «Καιρὸς τοῦ ῥῆξαι, καὶ καιρὸς τοῦ ῥάψαι.» Ὁ τοὺς | |
25 | μαχομένους εἰρηνεύων, ἐν καιρῷ συῤῥάπτει· ὁ δὲ τὸν τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκότα τῆς Ἐκκλησίας ἐκβάλλων, εὐκαίρως ἔῤῥηξε. Ἄλλως· Ὁ διαῤῥήσσων τὴν καρδίαν ἐνώπιον τοῦ Χριστοῦ διὰ τῆς μετανοίας, συῤῥάπτει ἑαυτὸν τῇ τῶν πρωτοτόκων Ἐκκλησίᾳ. | |
32 | «Καιρὸς τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν.» Ὁ ἐν σιγῇ καὶ ἐν ἀσκήσει τὰ θεῖα παραδεξάμενος μαθή‐ ματα, ὄταν ἀξιωθῇ τοῦ λέγειν, Κύριος γλῶσσαν δια‐ | |
35 | δίδωσι παιδείας ἐν καιρῷ, τοῦ γνῶναι ἡνίκα δεῖ εἰ‐ πεῖν λόγον· τότε καὶ ἐν καιρῷ λαλεῖ. Ὁ μὲν γὰρ δι‐ δασκόμενος ἀκούεται ἐκ τοῦ νόμου· Ἄκουε Ἰσραὴλ, καὶ σιώπα· ὁ δὲ πρεσβύτερος ὁ ἐσχηκὼς φρόνησιν, ἐπιτραπήσεται τοῦ λαλεῖν, ἀκούων· Λάλει, πρεσβῦ‐ | |
40 | τα, πρέπει γάρ σοι. | |
42 | «Καιρὸς τοῦ φιλῆσαι, καὶ καιρὸς τοῦ μισῆσαι.» Φιλοῦσα ἡ ἁμαρτωλὸς τοῦ Ἰησοῦ τοὺς πόδας, τουτέστι κατ’ εὐσέβειαν ἀγαπῶσα, πορείαν ὁλοτρόπως τῆ | |
45 | κακίας ἐμίσει, ὡς ἕνα ὄντα τὸν ἀμφοτέρων καιρόν. Ἄλλως· Ἀεὶ ὀφείλει ἡ ψυχὴ καὶ φιλεῖν καὶ μισεῖν· τὸν μὲν ἑαυτῆς νυμφίον φιλεῖν λόγον δι’ ἔργων, λέ‐ γουσα· Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· μισεῖν δὲ τὸν ἐχθρὸν καὶ ἐπισπορέα διάβο‐ | |
93.513(50) | λον. | |
53 | «Καιρὸς πολέμου, καὶ καιρὸς εἰρήνης.» Ὅταν μάχην ἔχων πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, εἰ‐ | |
55 | ρηνεύει πρὸς Θεόν. Καὶ ἐν μὲν τῷδε τῷ βίῳ καιρὸς | |
τοῦ πολέμου τοῦ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας· καὶ ὁ | 513 | |
93.516 | νικήσας, ἐν τῷ μέλλοντι εὐκαίρως κατατρυφᾷ ἐπὶ πλήθει εἰρήνης. «Τίς περισσεία τοῦ ποιοῦντος ἐν αὐτοῖς οἷς αὐτὸς μοχθεῖ;» Μετὰ τὰ περὶ καιρῶν, πάλιν ἄνεισιν ἐπὶ | |
5 | τὸ ἀνθρώπινον πρόσωπον· καὶ διδάσκει ὅτι ὁ περὶ τὰ ἀνθρώπινα μοχθῶν οὐδὲν πλέον ἔχει τῶν λοιπῶν, τῶν τε ἡδέων καὶ λυπηρῶν κοινῶν πᾶσι τυγχανόν‐ των, καὶ διαφερόντως τοῦ ἐπὶ πάντων θανάτου. Μό‐ νος οὖν ὁ σοφὸς ἔχει τὶ περιττόν. | |
12 | «Εἶδον οὖν τὸν περισπασμὸν, ὂν ἔδωκε ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν αὐτῷ· τὰ σύμπαντα ἃ ἐποίησε, καλὰ ἐν καιρῷ αὐτῶν.» Ἥδη | |
15 | λέλεκται ὡς τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ οὐχὶ τοῖς σοφοῖς πρὸς Θεοῦ δέδοται ὁ περισπασμός· ἵνα περὶ τὰ μέσα ἀδιάφορα ἐνασχολούμενοι μὴ τελείως εἰς κακίαν ἀποκλίνωσι. Πάντα οὖν καὶ τὰ μέσα ἀδιάφορα καλὰ, ἐν καιρῷ μέν τοι πραττόμενα, καὶ διὰ τὴν | |
20 | ἀναγκαίαν χρείαν, ὡς τὸ γεωργεῖν, τὸ πλουτεῖν, τὸ ἐσθίειν καὶ πίνειν· τῆς μέν τοι τοῦ ἀγαθοῦ πράξεως ἀεὶ καιρὸς, ὡς καὶ τῆς τοῦ κακοῦ ἀποχῆς. Ἄλλως· Καιρὸν τὴν κατὰ τὸ δέον καὶ κατὰ φύσιν χρῆσιν λέ‐ γει. Φησὶ οὖν ὁ Ἐκκλησιαστὴς, ὅτι θεωρήσας τὸν | |
25 | ἄνθρωπον πῶς περιεσπάσθη, καὶ περιετράπη ἐκ τῶν κατὰ φύσιν ἐπὶ τὰ παρὰ φύσιν, σοφῶς κατανενοη‐ κὼς, εἶδον ὅτι οὐδὲν τῇ φύσει κακὸν, ἀλλὰ πάντα καλὰ κατὰ φύσιν κινούμενα καὶ γιγνόμενα. Ὀφθαλμοὶ καλοὶ ὀρθὰ βλέποντες, περισπασθέντες δὲ καὶ περι‐ | |
30 | τραπέντες τῆς φυσικῆς ἐνεργείας περιέργως ὁρῶν‐ τες, οὐκέτι καλοὶ τυγχάνουσι. Πάντα οὖν καλὰ ἐν καιρῷ αὐτῶν, τουτέστι εἰ κατὰ φύσιν καὶ κατὰ τὸ δέον γίγνοιτο. | |
39 | «Καί γε σὺν τὸν αἰῶνα ἔδωκε ἐν καρδίᾳ αὐτῶν, | |
40 | ὅπως μὴ εὕροι ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ Θεὸς ἀπ’ ἀρχῆς, καὶ μέχρι τέλους.» [Τὸ σύν ἰδίωμα Ἑβραϊκὸν, παρεῤῥιμμένως κείμενον ἐν τῇ Ἑβραϊκῇ φωνῇ. Ὁ δὲ νοῦς οὗτος·] Συνεχώρησεν ὁ Θεὸς περι‐ σπᾶσθαι τοὺς τὰ ἀνθρώπινα φρονοῦντας, ἵνα μὴ | |
45 | ἀθρόως τῷ ποιήματι προσεσχηκότες, καὶ εἰς ἔννοιαν τῆς καλλονῆς τῶν γεγονότων ἐλθόντες, Θεὸν ἢ θεοὺς εἶναι τὰ ὁρώμενα νομίσωσι. Πλὴν οὐκ ἀνεπικουρή‐ τους εἴασεν τοὺς περισπωμένους· ἀλλὰ δέδωκε τῇ φύσει κοινὸν μάθημα τὸ τοῦ θανάτου, ἵνα εἰδότες ὅτι | |
93.516(50) | οὐ διαιωνίζομεν ἐν τούτῳ τῷ αἰῶνι, ἀνανήψαντες φροντίσωμεν τῆς μετὰ ταῦτα ζωῆς. Ἄλλως· Ὁ αἰὼν, διαστήματος χρονικοῦ σημαντικὸς ὢν, συμπεριλαμ‐ βάνει πάντα τὰ ἐν αὐτῷ γεγονότα. Τοῦ αἰῶνος οὖν, φησὶ, τοῦ παρόντος δέδωκεν ὁ Θεὸς τὴν γνῶσιν τοῖς | |
55 | υἱοῖς τῶν ἀνθρώπων, ὅτι τε ἀπὸ χρόνου ἤρξατο οὐ‐ ρανὸς, καὶ γῆ, καὶ τὰ ὁρώμενα· καὶ ὅτι χρόνῳ λύε‐ ται. Τῶν μέν τοι γεγονότων πρὸ τούτου τοῦ αἰῶνος, ἢ τῶν μετὰ ταῦτα ἐσομένων σαφῆ τὴν γνῶσιν οὐκ | |
εἰλήφαμεν· ἐφ’ ᾧ καὶ ἀκούομεν παρ’ ἑτέρας Γραφῆς, | 515 | |
93.517 | Ὑψηλότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα. «Ἔγνων ὅτι οὐκ ἔστι ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι, καὶ τοῦ ποιῆσαι ἀγαθὸν ἐν ζωῇ αὐτοῦ.» | |
5 | Ὁ σοφὸς οἶδε τὸ φύσει ἀγαθόν. Φύσει δὲ ἀγαθὸν μό‐ νος ὁ Θεὸς, ὁ πάντα ποιῶν ἀγαθότητι. Ὁ κατὰ τὸ ἐφικτὸν οὖν ἀγαθοποιῶν, καὶ τὴν πρὸς Θεὸν καὶ τὸν πλησίον σώζων ἀγάπην, οὗτος εὐφραίνεται τὴν ἀν‐ εκλάλητον εὐφροσύνην. Ἔγνων οὖν, φησι, ὅτι οὐδέν | |
10 | ἐστι ἀγαθὸν ἐν βίῳ, εἰ μὴ αὐτὸ τὸ ποιεῖν τὸ ἀγαθὸν, καὶ ἐν τῇ τοῦ ἀγαθοῦ πράξει εὐφραίνεσθαι. | |
14 | «Καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται, | |
15 | καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα Θεοῦ ἔστι.» Ὁ μὲν σοφὸς ἔγνω τί τὸ ὄντως ἀγαθόν· ὁ δὲ πᾶς ἄνθρωπος, τουτέστι ὁ πολὺς καὶ χυδαῖος ἄνθρωπος ἀποσφαλεὶς τῆς τοῦ ἀληθῶς ἀγαθοῦ γνώ‐ σεως, ἐν τῇ ἡδονῇ τὸ ἀγαθὸν ὁριζόμενος, τὸ ἐσθίειν | |
20 | καὶ πίνειν ἀγαθὸν ὑπολαμβάνει. Καὶ ὅτι μὲν ἡ τῶν αἰσθητῶν ἡ χορηγία ἐκ Θεοῦ τοῖς ἀνθρώποις δίδοται, πρόδηλον· οὐ μέν τοι ἵνα καταχρώμεθα τοῖς ὑπὸ Θεοῦ χορηγουμένοις, ἀλλ’ ἵνα κοινωνικοὶ ὦμεν, καὶ εὐμε‐ τάδοτοι συμμέτρως, καὶ μετ’ εὐχαριστίας τῶν ὑπὸ | |
25 | Θεοῦ δεδομένων μεταλαμβάνοντες. Ἔπλεξε τοιγαροῦν τὰ πρόσωπα τοῦ τε σοφοῦ, καὶ τοῦ κυρίως εἰδότος ἀγαθὸν, καὶ τοῦ πεπλανημένως τὴν τοῦ ἀγαθοῦ γνῶ‐ σιν ἔχοντος. | |
30 | «Ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ Θεὸς αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ Θεὸς ἐποίη‐ σεν αὐτὰ, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ.» Τῶν ὄντων τὰ μέν εἰσιν ὁρατὰ, τὰ δὲ ἀόρατα. Ὁ δὲ λόγος | |
35 | νῦν περὶ τῶν ὁρατῶν· τούτων δὲ τὰ μὲν ἀεὶ τὰ αὐτὰ εἰσὶν, ὡς γῆ, καὶ οὐρανὸς, καὶ ἥλιος, καὶ σελήνη· τὰ δὲ ταῖς διαδοχαῖς τὰ αὐτὰ μένουσιν, ὡς ἄνθρωπος, καὶ φυτὰ, καὶ τὰ ὅμοια. Ἔγνων οὖν, φησὶν, ὅτι οὐ‐ δέν ἐστι προσθεῖναι τῇ τοῦ Θεοῦ διακοσμήσει τελείως | |
40 | ἐχούσῃ, καὶ ἀνελλιπῶς· ἀλλ’ οὐδὲ ἀφελεῖν τι τῶν ἁπάντων ὡς περιττόν. Οἱ δὲ τῇ τῶν γεγονότων θεω‐ ρίᾳ ἐπιβάλλοντες, καὶ τὸν λόγον ἑκάστου κατὰ τὸ δυ‐ νατὸν εὑρίσκοντες, φόβῳ θείῳ συνέχονται, καὶ εἰς ἔκπληξιν χωροῦσι τοῦ γενεσιουργοῦ τὴν σοφίαν ἀπο‐ | |
45 | θαυμάζοντες. Ἀπόκειται τοιγαροῦν φυσικῶς ἐν ταῖς κοιναῖς ἐννοίαις Θεοῦ φόβος, ἢ νόμος ἀπὸ τῆς τῶν γεγονότων εὐαρμοσίας ἐπὶ τὴν τοῦ ποιήσαντος δύ‐ ναμιν τοὺς πιστοὺς ἀνακινῶν. Χρὴ δὲ εἰδέναι ὡς τὰ ὁρώμενα νοητῶν τινων τυγχάνουσι σύμβολα· ὥστε | |
93.517(50) | κατὰ τὸν λόγον δι’ ὃν γεγόνασιν, ἀνελλιπῆ τυγχάνου‐ σι. Εἴτε γάρ τι προηγουμένως γέγονε ὑπὸ Θεοῦ. εἴτε κατὰ δεύτερον λόγον, οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Πάντα τοίνυν καλὰ, πάντα | |
τέλεια, καὶ ἀπέριττα τοῦ Θεοῦ τὰ ποιήματα. | 517 | |
93.520 | «Τὸ γενόμενον, ἤδη ἐστί· καὶ ὅσα τοῦ γίνεσθαι. ἤδη γέγονε· καὶ ὁ Θεὸς ζητήσει τὸν διωκόμενον.» Εἰ τι, φησὶ, προγέγονε, νῦν ἐστί· ἄνθρωπος γέγονε, ἄνθρωπος ἐστί· φυτὸν γέγονε, φυτὸν ἐστί· ἀλλὰ καὶ | |
5 | τὰ μέλλοντα γενέσθαι ἤδη γεγόνασιν. Ἄνθρωποι μέλ‐ λουσι γενέσθαι μεθ’ ἡμῶν, ἤδη πρὸ αὐτῶν ἄλλοι γε‐ γόνασιν. Τὸ δὲ, Ὁ Θεὸς ζητήσει τὸν διωκόμενον, καὶ βλάβην μὴ ἐνεργοῦντα ζητήσει, καὶ σώσει αὐ‐ τόν. | |
10 | «Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον κρίσεως, ἐκεῖ ὁ ἀσεβής· καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶπεν ἐγὼ ἐν τῇ καρδίᾳ μου· Σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ Θεὸς, ὅτι καιρὸς τῷ παντὶ ποιήματι.» Ἐκ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ ἡμᾶς ἀνάγων δι‐ | |
15 | δάσκει, ὅτι προγνωστικῶς καὶ καθαρῶς διανοίας ὄμ‐ ματι ἐθεώρησε τὸν τόπον τῆς κρίσεως τοῦ ἀσεβοῦς ὑπὸ τὸν ἥλιον ὄντα, ἵνα εἴπῃ ἐν τῷ ᾅδῃ· ἀλλὰ καὶ τὸν τόπον τεθεωρηκέναι λέγει τοῦ δικαίου. Προσέθηκε δὲ ἐπὶ τούτῳ, ὑπὸ τὸν ἥλιον. Εἰ μὲν ἁπλῶς τοῦτο | |
20 | νοηθῇ, εὔδηλον ὅτι ἐν παραδείσῳ καὶ ἐν τοῖς οὐρα‐ νοῖς μέλλουσιν εἶναι οἱ δίκαιοι. Εἰ δὲ κατὰ κοινοῦ ἐκληφθῇ τὸ, ὑπὸ τὸν ἥλιον, ἐπί τε τοῦ δικαίου καὶ ἀσεβοῦς, τοὺς νῦν τοῦ βίου μεταστάντας ἐθεώρησε, οὔπω τὴν βασιλείαν ἀπολαβόντας τῶν οὐρανῶν. Ζη‐ | |
25 | τῆσαι δὲ προσήκει, ποῦ ὑπὸ τὸν ἥλιον τυγχάνουσιν οἱ εὐσεβεῖς. Εὔδηλον ὅτι ἐν τῷ παραδείσῳ, κατὰ τὸν εἰρηκότα Σωτῆρα τῷ λῃστῇ· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Καὶ δεῖ εἰδέναι ὅτι ἡ μὲν ἱστορία τὸν παράδεισον ἐπὶ γῆς εἶναι διδάσκει. Τινὲς | |
30 | δὲ ἔφησαν ὅτι καὶ ὁ παράδεισος ἐν τῷ ᾅδῃ τυγχάνει. Διό φησι, Καὶ ὁ πλούσιος εἶδε τὸν Λάζαρον, ἀλλ’ αὐ‐ τός που κάτω τυγχάνων, ἐκεῖνον ἄνω που Ἀβραὰμ ἐθεώρησε. Ὅπως δ’ ἂν ἔχῃ ταῦτα, διδασκόμεθα καὶ ἐκ τοῦ παρόντος ῥητοῦ, καὶ ἐκ πάσης τῆς θείας Γρα‐ | |
35 | φῆς, ἐν εὐπαθείαις εἶναι τὸν εὐσεβῇ, τὸν δὲ ἄδικον ἐν ταῖς καταλλήλοις κολάσεσιν. Ἑτέροις δὲ ἔδοξε τὸν παράδεισον ἐν οὐρανῷ εἶναι· ὁ δὲ ἀπλοῦς Ἐκκλησια‐ στὴς ἀκολουθήσει μᾶλλον τῇ ἱστορίᾳ. Εἶτα καὶ συν‐ εξετάζων ἐπάγει, φησὶ, ὅτι | |
42 | «Εἶπον κατ’ ἐμαυτόν· Ἆρα μὴ σὺν τῷ ἀσεβεῖ καὶ ὁ δίκαιος κατακρίνεται;» τοῦτο δὲ ἐξεταστικῶς, οὐκ ἀποφαντικῶς εἰπών. Ἅπαξ γὰρ ἐδίδαξε ἕτερον εἶναι | |
45 | τὸν τόπον τοῦ δικαίου, καὶ ἕτερον τοῦ ἀσεβοῦς· εἶτα ἡμᾶς ἐπαναμιμνήσκει ἐνάγων εἰς φόβον, ὅτι πάντας ἄξει εἰς κρίσιν ὁ Θεὸς, καὶ πάντα ἡμῶν τὰ πράγματα κατεξετάσει. Καιρὸς γὰρ, φησὶ, τῷ παντὶ πράγμα‐ τι, καὶ ἐπὶ παντὶ ποιήματι. Ἀντὶ τοῦ, Ἔσται καὶ τῆς | |
93.520(50) | καθόλου κρίσεως ὁ καιρός. Πρὸς δὲ διάνοιαν οὕτω νοήσεις· Εἶδον ὑπὸ τὸν τῆς δικαιοσύνης Ἥλιον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, τὸν τόπον τοῦ ἀσεβοῦς, τὴν ἐξ ἀριστερᾶς στάσιν· καὶ τοῦ δικαίου τὸν τόπον, τὴν | |
55 | ἐκ δεξιᾶς· καὶ εἶπον ἐγὼ ἐν καρδίᾳ μου, ὅτι πάντας ἄξει εἰς κρίσιν ὁ Θεὸς, τὸ κατ’ ἀξίαν ἀπονέμων ἑκά‐ | |
στῳ, ἐκεῖνον ὁρίσας τὸν καιρὸν, καθ’ ὃν πᾶν πρᾶγμα | 519 | |
93.521 | ἡμῶν καὶ ποίημα σὺν ἀκριβείᾳ ἐξετασθήσεται. | |
3 | «Ἐκεῖ εἶπον ἐγὼ ἐν καρδίᾳ μου, περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ Θεός.» | |
5 | Ὅμοιον τῷ ἐν Εὐαγγελίῳ, ὅτι Πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὑτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Νόει δέ μοι λαλιὰν καὶ αὐτὴν τὴν ἔννοιαν, ἐπεὶ καὶ τῶν ἐννοιῶν ἀπαιτού‐ μεθα δίκην. | |
12 | «Καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν, καί γε συναντήματα υἱῶν τοῦ ἀνθρώπου, καὶ συνάντημα τοῦ κτήνους· συνάντημα ἓν αὐτοῖς. Ὡς ὁ θάνατος | |
15 | τούτου, οὕτως ὁ θάνατος τούτου. Καὶ πνεῦμα ἐν πᾶσι· καὶ οὐδὲν περιέσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος.» Διὰ τοῦτο, φησὶν, εἶδον καὶ ἐσοφισάμην ὑπὸ Θεοῦ τοὺς τῆς κρίσεως λόγους, ἵνα ἐπιδείξω, τουτέστι ἵνα διδάξω τοὺς ἀνθρώπους, ὅτι οὐδὲν κτη‐ | |
20 | νῶν διαφέρουσι, κατὰ τὸν τοῦ σώματος δηλονότι καὶ τὸν τῆς φιλοσωμάτου ζωῆς· λόγον. Τὸν γὰρ αὐτὸν ἀέρα τοῖς κτήνεσιν ἀναπνέομεν ἅπαντες, τὸν αὐτὸν ὑφιστάμεθα θάνατον, καὶ οὐδὲν ἐν τούτῳ πλέον ἔχει τοῦ κτήνους ὁ ἄνθρωπος. Διὸ ἡ κτηνώδης καὶ φιλό‐ | |
25 | σαρκος ζωὴ ματαιότης ἐστί. Διδάσκει δὲ ἡμᾶς ἐκ τούτων ὁ Ἐκκλησιαστὴς, μὴ τῇ σαρκὶ ἡμῶν, ἀλλὰ τῇ λογικῇ οὐσίᾳ προσέχειν, καθ’ ἣν τοῖς ἀγγέλοις κοινωνοῦμεν· κατὰ μὲν γὰρ τὴν αἰσθητὴν ἡμῶν οὐ‐ σίαν ὅμοιοι τοῖς κτήνεσίν ἐσμεν· κατὰ δὲ τὴν ἀόρα‐ | |
30 | τον καὶ λογικὴν, τοῖς ἁγίοις ἀγγέλοις. | |
32 | «Τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένοντο ἀπὸ τοῦ χοός· καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν. Καὶ τίς οἶδε τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώ‐ | |
35 | που, εἰ ἀναβαίνει αὐτὸ εἰς τὰ ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους, εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν γῆν;» Μανιχαῖοι μετεμψύχωσιν λέγοντες, τὴν ἀθάνατον ψυχὴν πάντα λέγουσιν ἐνδύεσθαι σώματα, καὶ λογι‐ κῶν, καὶ ἀλόγων, καὶ φυτῶν, καὶ ἑρπετῶν. Χριστια‐ | |
40 | νοὶ δὲ ἐκ τῶν θείων Γραφῶν παιδευόμενοι, διδασκό‐ μεθα κτήνη νοεῖν τοὺς ἀλογωτέρους, τοὺς παρα‐ βληθέντας τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ἀνθρώπους δὲ πρὸς ἀντιδιαστολὴν τῶν κτηνωδεστέρων τοὺς λο‐ γικωτέρους. Τίς οὖν οἶδ’ εἰ οἱ δοκοῦντες εἶναι παρὰ | |
45 | τοῖς πολλοῖς λογικώτεροι, ἐν τῷ καιρῷ τῆς κρίσεως τῆς τῶν οὐρανῶν ἀξιοῦνται βασιλείας, καὶ οὐκ εἰς τὰ κάτω ἀποῤῥίπτονται; Ἢ καὶ τὸ ἔμπαλιν, εἰ δο‐ κοῦντες εἶναι ἀλογώτεροι οὐκ ἄνω προσλαμβάνονται κατὰ τὰ ἀνέφικτα τοῦ Θεοῦ κρίματα; Ὅτι γὰρ ἡ | |
93.521(50) | μὲν ἀνθρώπου ψυχὴ ἀθάνατος, ἡ δὲ τῶν ἀλόγων συμφθείρεται τῷ σώματι, παντί που πρόδηλον, τῷ γε καὶ κατὰ μικρὸν λόγου μετέχοντι. Ἄλλως· Ἐν πολλοῖς ὁ Ἐκκλησιαστὴς τὸ τοῦ φιλοσάρκου πρόσ‐ ωπον ὑποδυόμενος, ὡς ἐξ ἐκείνου τοῦ προσώπου | |
55 | προφέρει τὰ ῥήματα, λέγοντος· Τίς οἶδε τὰ ἐσόμενα; Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. | |
Διατρανῶν δὲ τὰ περὶ τῆς ἐνταῦθα ζωῆς ὁ Ἀπόστο‐ | 521 | |
93.524 | λος ἔφη· Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐν Χρι‐ στῷ ἐσμεν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώ‐ πων ἐσμέν. Πανταχοῦ τοιγαροῦν ὁ Ἐκκλησιαστὴς τοῦτο ἡμᾶς διδάσκων δι’ αἰνιγμάτων, εἰς ἑτέραν | |
5 | ἡμᾶς παραπέμπει ζωήν. | |
8 | «Καὶ εἶδον ὅτι οὐκ ἔστι ἀγαθὸν, εἰ μὴ ᾦ εὐ‐ φρανθήσεται ἄνθρωπος ἐν ποιήμασιν αὐτοῦ· ὅτι | |
10 | αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ’ αὐτόν;» Εἰ μὲν ἐκ προσώπου τοῦ φιλοσάρκου ὁ λόγος, οὕτω νοήσεις· Εἶδον, φησὶν ὁ τοιοῦτος, ὅτι οὐδὲν ἀγαθὸν ἐν τῷ βίῳ, εἰ μὴ τὸ εὐ‐ φραίνεσθαι ἐν τοῖς ἰδίοις ποιήμασί τε καὶ θελήμασι· | |
15 | καὶ τοῦτό ἐστι μερὶς καὶ εὐκληρία τοῦ ἀνθρώπου. Εἶτα ὁ Ἐκκλησιαστὴς διδάσκει, πόθεν αἱ τοιαῦται ἔννοιαι τοῖς φιλοσωμάτοις ἐγγίνονται· ὅτι, φησὶν, οὐδεὶς δύναται τούτοις ἐπιδεῖξαι ἀποτυφλωθεῖσι τὴν διάνοιαν, τὰ μέλλοντα καὶ μετὰ ταῦτα γίνεσθαι, | |
20 | τουτέστι τὰς αἰωνίους κολάσεις. Εἰ δὲ ἐκ τοῦ Σοφοῦ ὁ λόγος, ὑψηλότερον θεωρήσεις. Οὐκ ἔστι, φησὶν, ἀγαθὸν ἀνθρώπῳ, εἰ μὴ ἡ μέλλουσα αὐτὸν διαδέχε‐ σθαι εὐφροσύνη, ἐκ τῶν αὐτοῦ ἐνταῦθα ἀγαθῶν ποιημάτων. Ἣ γὰρ εὐφραντικὴ αὐτοῦ πρᾶξις, τουτ‐ | |
25 | έστι ἡ ἐνάρετος, αὕτη ἔσεται μερὶς αὐτοῦ. Τὸν γὰρ μὴ κατὰ ἀρετὴν βιοῦντα οὐκ ἔστι μετὰ τὴν ἐνθάδε ζωὴν πάλιν ἐπαναλῦσαι, καὶ εἰς μετάνοιαν ἐλθεῖν. | |
31t | ΚΕΦΑΛ. Δʹ. | |
32 | «Καὶ ἐπέστρεψα ἐγὼ, καὶ εἶδον τὰς συκο‐ φαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δά‐ κρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοὺς ὁ | |
35 | παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχὺς, καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν.» Εἰς ἑτέραν, φησὶν, ἐτράπην ἐξέτασιν, καὶ θεωρῶν τοὺς ἀνθρώπους, ἐθεασάμην τοὺς συκοφάντας ἀδικοῦντας, καὶ τοὺς συκοφαντουμένους δακρύοντας ἐξ ἀδυνα‐ | |
40 | μίας, διὰ τὸ μηδένα ἐνισχύειν αὐτοῖς, καὶ διὰ τοῦ ἐπαμύνειν ποιεῖν αὐτοῖς παράκλησιν. Συκοφαντοῦσι δὲ οἱ μὲν ἐπὶ χρήμασιν, οἱ δὲ ἐπὶ δόγμασιν, ὡς οἱ αἱρετικοὶ τοὺς ὀρθοδόξους. Καὶ ὁ ἀρχέκακος δὲ δαί‐ μων, καὶ αἱ ἀποστατικαὶ δυνάμεις συκοφαντοῦσιν | |
45 | ἀεὶ ψευδόμεναι. | |
47 | «Καὶ ἐπῄνεσα ἐγὼ τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας, οἳ αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν. Καὶ ἀγα‐ θὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο, ὃς οὐκ | |
93.524(50) | οἶδε [σὺν] τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον.» Τοὺς τεθνηκότας μακαρίζει ὑπὲρ τοὺς ζῶντας. Διὰ τί; Ὅτι οἱ μὲν δίκαιοι ἔληξαν τῶν πόνων· οἱ δὲ ἁμαρτωλοὶ ἀνεκόπησαν τῆς ἐπὶ τὸ ἁμαρτάνειν ὁρμῆς. Συμφερόντως γὰρ ἑκατέροις ὁ | |
55 | κοινὸς ἐπάγεται θάνατος. Πρὸς δὲ διάνοιαν, Οἱ τεθνη‐ | 523 |
93.525 | κότες τῇ ἁμαρτίᾳ, καὶ ζῶντες ἐν Χριστῷ, ἀσυγ‐ κρίτως ἀμείνονές εἰσι τῶν ἐν ἁμαρτίαις ζώντων. Εἶτα ἐπάγει· «Καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους, ὃς οὔπω | |
5 | ἐγένετο,» οὐδὲ εἶδε τὴν ἐπίπονον ταύτην ζωὴν, ἣν δὴ καὶ ποίημα καλεῖ. Ἐντεῦθέν τινες προϋπεῖναι τὴν ψυχὴν λέγουσι τοῦ σώματος. Πῶς γὰρ, φησὶν, ἐνδέ‐ χεται λέγεσθαι ἀγαθὸν τὸν μηδὲ ὄντα; πρὸς οὓς ἐροῦμεν· Εἰ προϋποῦσα ἡ ψυχὴ, διὰ τὴν ἐν ἀσωμάτῳ | |
10 | διαγωγῇ ἁμαρτίαν, ὡς εἰς δεσμωτήριον ἐνεβλήθη εἰς τὸ σῶμα, ἵνα παιδευθῇ (ταῦτα γάρ φατε), πῶς μα‐ καρία ἦν ἡ ἁμαρτάνουσα, καὶ μὴ παιδευομένη; Καί‐ τοι γε ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ δὲ τὸ ἀγαπᾶσθαι | |
15 | ὑπὸ Θεοῦ τοῦτο ἀγαθὸν, ἀγαθὸν δὲ τὸ παιδεύεσθαι, ἔρχεται δὲ εἰς σῶμα ἡ ψυχὴ ἵνα παιδεύηται, ἀγαθὸν ἄρα ἡ ἐν σώματι ζωὴ ὑπὲρ τῆς ἐν τῇ προβιοτῇ ἁμαρτανούσης ψυχῆς, καὶ θείας ἐπιστροφῆς μὴ ἀξιουμένης. Ἀνατέτραπται οὖν οὗτος ὁ λόγος, οὐδὲ | |
20 | προϋπέστη ἡ ψυχὴ τοῦ σώματος. Τὸ οὖν ἀγαθὸν ὑπὲρ τοὺς δύο τούτους, ὅστις οὔπω ἐγένετο, περὶ τοῦ μηδὲ ὅλως εἰς ὕπαρξιν ἐλθόντος ἀνθρώπου φησὶ, ἵνα εἴπῃ κατὰ τὸν τοῦ Σωτῆρος λόγον· Καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγένετο. Διαδέχεται δὲ ἡμᾶς ἐντεῦθεν ἕτερον | |
25 | ζήτημα, εἰ ἄμεινον τὸ μὴ γενέσθαι τοῦ γενέσθαι, πρὸς κακοῦ ἄρα τοῖς ἀνθρώποις τὸ εἰς ὕπαρξιν ἐλ‐ θεῖν· κακῶν οὖν ἄρα αἴτιος ὁ τὸν ἄνθρωπον δημιουρ‐ γήσας. Πῶς οὖν εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν; Πρὸς δὴ τοῦτό φαμεν, ὅτι δύο | |
30 | πρόσωπα τεθεικὼς ὁ Ἐκκλησιαστὴς, τοῦ μὲν συκο‐ φαντοῦντος, τοῦ δὲ συκοφαντουμένου, οὐχ ἁπλῶς τέ‐ θεικε τὸ τοῦ συκοφαντουμένου, ἀλλὰ δάκρυον αὐτῷ ὑπεστήσατο, ἐφ’ οἷς ἀδικεῖται. Οὐκοῦν οὐ φιλοσόφου πρόσωπον, οὐδὲ ὄντως Χριστιανοῦ τὸ εἰσαχθὲν, ἀλλά | |
35 | τινος καὶ αὐτὸ φιλοκόσμου. Ὁ γὰρ φιλόσοφος ἀδι‐ κούμενος οὐ δακρύει, τὸ δὲ ἐναντίον χαίρει καὶ ἥδε‐ ται· ὡς καὶ ἔγραφεν ὁ Ἀπόστολος· Καὶ τὴν ἁρπα‐ γὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσεδέξασθε. Ὁ οὖν Ἐκκλησιαστὴς δύο ὑποστησάμενος πρόσωπα | |
40 | ἀφιλόσοφα, ἓν μὲν τὸ τοῦ ἀδικοῦντος, ἕτερον δὲ τὸ τοῦ ἀδικουμένου, καὶ ὑπὸ τῆς ἄγαν ἀνίας καὶ ἀπαι‐ δευσίας δακρύοντος, ἐπήγαγε, ὅτι τούτων τῶν δύο ἀφιλοσόφων ἀνδρῶν πρὸς σύγκρισιν, καλὸν μηδὲ εἰς ὕπαρξιν ἐλθεῖν· μαρτυρήσει δὲ τῷ εἰρημένῳ αὐτὴ | |
45 | τῶν πραγμάτων ἡ πεῖρα. Εἰ γάρ τις ἔροιτο τοὺς ἁγίους μάρτυρας, ἢ προφήτας, ἢ ἀποστόλους, ἢ καὶ πάντας τοὺς ἐν ἀρετῇ βιοτεύσαντας· Εἴπατε ἡμῖν, ἄνδρες ἅγιοι, αἱρέσεως ὑμῖν κειμένης τοῦ γενέσθαι ὑπὸ Θεοῦ, ἢ μὴ γενέσθαι, τί ἂν εἵλεσθε; οὐ παρα‐ | |
93.525(50) | χρῆμα οἴει αὐτοὺς ἀποκρίνασθαι, ὅτι Δῆτα χάριν ἔχομεν τῷ ἀγαθότητι ἡμᾶς πεποιηκότι Θεῷ, καὶ εἰς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἐπαλείψαντι, καὶ τούτους ἡμῖν τοὺς μακαρίους στεφάνους πλέξαντι; Δέδεικται τοίνυν ὡς περὶ τῶν ἁμαρτωλῶν ὁ λόγος τοῦ Ἐκκλη‐ | |
55 | σιαστοῦ. | 525 |
93.528(5) | «Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον, καὶ σύμ‐ πασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὶ, τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.» Ἀν‐ δρεία ψεκτὴ, τὸ ἐπιβάλλεσθαι εἰς τὰ μάταια, καὶ περιγίνεσθαι τοῦ σκοποῦ. Ὁ δὲ ζῆλος ὁ ψεκτὸς, ὃς | |
10 | τὸν φθόνον ἔχει γείτονα. Εἶδον οὖν, φησὶ, τὸν περὶ τὰ μάταια ποιήματα τῶν ἀνθρώπων μόχθον, καὶ ἑτέρους ζηλοῦντας αὐτοῖς, ἤτοι φθονοῦντας. Οἷον πλουτεῖ τις ἐξ ἀδικίας, ἕτεροι τούτῳ φθονοῦντες, ἣ καὶ τῶν παραπλησίων τυχεῖν βουλόμενοι, ζηλοῦσι | |
15 | τὴν ὁμοιοτροπίαν. Καὶ τὰ περὶ τούτων οὗν ἐστι μα‐ ταιότης, καὶ προαίρεσις πνεύματος. | |
19 | «Ἄφρων περιέλαβε τὰς χεῖρας αὐτοῦ, καὶ ἔφαγε | |
20 | τὰς σάρκας αὐτοῦ.» Αἱ χεῖρες εἰς τὸ ἐνεργεῖν τοῖς ἀνθρώποις τὰ καθήκοντα δέδονται. Ὁ οὖν κατέχων τὰς ἑαυτοῦ χεῖρας, τουτέστι ὁ ἀργὸς, ὕστερόν ποτε μεταμελόμενος ἢ καὶ τηκόμενος, τὰς ἑαυτοῦ σάρκας λέγεται κατεσθίειν. Πρὸς δὲ διάνοιαν, Ὁ τὰς ἐνερ‐ | |
25 | γείας τῆς ψυχῆς μὴ ἐξαπλῶν περὶ τὰς ἀρετὰς, τὰς ἑαυτοῦ σάρκας κατεσθίει, κολάσεως ἑαυτῷ γιγνόμε‐ νος πρόξενος. Ἄλλως· Περιλαβεῖν λέγεται καὶ τὸ φιλεῖν καὶ κατασπάζεσθαι. Ὁ ἄφρων οὖν τὰς δια‐ βεβλημένας ἑαυτοῦ πράξεις ἀγαπῶν. τὰς ἑαυτοῦ | |
30 | σάρκας κατεσθίει, αὐτὸς ἑαυτῷ τὴν ἐκ τοῦ δικαίου τιμωρίαν εὐτρεπίζων. | |
33 | «Ἀγαθὸν πλήρωμα δρακὸς μετ’ ἀναπαύσεως, ὑπὲρ πλήρωμα δύο δρακῶν μετὰ μόχθου καὶ προ‐ | |
35 | αιρέσεως πνεύματος.» —«Κρεῖσσον ὀλίγον τῷ δι‐ καίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν.» Πρὸς δὲ διά‐ νοιαν, δρὰξ ἡ ἀνελλιπὴς πίστις, ἡ εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν. Δύο δὲ δράκες, τὸ καὶ Θεῷ δου‐ λεύειν καὶ μαμμωνᾷ, καὶ ὀνειδίζεσθαι ὑπὸ τοῦ | |
40 | προφήτου λέγοντος, Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ἰγνύαις; Ἀγαθὸν οὖν ἀναμφιβόλως τὸ πρότερον. Ἄλλως· Δρὰξ μία ἡ ἑνὰς ἡ ἄϋλος· δράκες δύο, τὰ ὑλικὰ τὰ τεμνόμενα. Καὶ ἀκάθαρτον δὲ ἡ δυάς. Τὰ γὰρ ἀκάθαρτα δύο εἰσῄεσαν εἰς τὴν κιβω‐ | |
45 | τόν. Ἀγαθὸν οὖν τὸ μεταδιώκειν τὴν ἑνάδα, καὶ τὸν κατ’ ἀρετὴν τρίβειν βίον μετὰ ἀναπαύσεως, τουτ‐ έστι, ἀκενοδόξως· ἢ περὶ τὴν δύαδα, τουτέστι τὰ ὑλικὰ, περισπᾶσθαι. Ἄλλως· Δράκα τις ἐθεώρησε τὸν ἄνδρα, ἐπειδὴ λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, | |
93.528(50) | τουτέστι δραξάμενος, ἔπλασε τὸν ἄνθρωπον. Δρὰξ δὲ καὶ ἡ γυνή· ἀπὸ τῆς πλευρᾶς γὰρ τοῦ Ἀδὰμ δρα‐ ξάμενος ὁ Θεὸς ταύτην ἔπλασε. Ἀγαθὴ τοίνυν, φησὶ, ἐστὶν ἡ ἀγαμία ὑπὲρ τὰς δύο δράκας, τουτέστι τὴν συζυγίαν καὶ τὸν γάμον. Εἰ γὰρ καὶ τὸ δεύτερον οὐ | |
55 | ψεκτὸν, ἀλλὰ τὸ πρότερον ἐπαινετὸν καὶ ἀνεπίμοχθον. | 527 |
93.529 | «Καὶ ἐπέστρεψα ἐγὼ, καὶ εἶδον ματαιότητα ὑπὸ τὸν ἥλιον.» Ἐν κύκλῳ, φησὶ, περιφέρων τὸν τῆς καρδίας ὀφθαλμὸν, οὐδὲν ἕτερον εἶδον πραττόμενον τῶν ὑπὸ τὸν ἥλιον χάριν, ὃ μὴ ματαιότης ἐστί· λέ‐ | |
5 | γει δὲ τὰ ἔργα τὰ πονηρά. | |
7 | «Ἔστιν εἷς, καὶ οὐκ ἔστι δεύτερος, καί γε υἱὸς, καί γε ἀδελφὸς, οὐκ ἕστι πέρας τῷ παντὶ μόχθῳ αὐ‐ τοῦ· καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλού‐ | |
10 | του· καὶ τίνι ἐγὼ μοχθῶ, καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθοσύνης; καί γε τοῦτο ματαιότης, καὶ περισπασμὸς πονηρός ἐστι.» Ἔτι, φησὶ, περισκο‐ πῶν τὰ ἀνθρώπινα, εἶδόν τινας μηδὲ τοὺς ἐκ νόμου κληρονόμους ἔχοντας, καὶ ἀκορέστως περὶ πλοῦτον | |
15 | διακειμένους, ὀφθαλμὸν ἔχοντας διάκενον καὶ ἄπλη‐ στον. Εἶτα τοῦτο θεωρήσας, εἰσάγει τὸ τοῦ ἀπλήστου τούτου πρόσωπον ἐν μετανοίᾳ γινόμενον, καὶ φά‐ σκον, Καὶ τίνι ἐγὼ μοχθῶ, καὶ στερίσκω τὴν ψυ‐ χήν μου ἀπὸ ἀγαθοσύνης; Ἐπιφέρει δὲ καὶ τούτῳ | |
20 | τῷ μόχθῳ τὸ μάταιον. Ἄλλως· Κατὰ διάνοιαν, Ἔστιν εἶς. Ἕνα φησὶ τὸν φίλαυτον, τὸν μὴ θέλοντα ἔχειν τινὰ ἀδελφὸν, ἢ υἱόν. Τοῖς γὰρ βουλομένοις, καὶ κατὰ Θεὸν ζῶσι, κἂν μὴ κατὰ σάρκα προσγενεῖς τυγχάνωσιν, ἀλλ’ οὖν πάντες εἰσὶν αὐτοῖς ἀδελφοὶ | |
25 | καὶ υἱοί· κατὰ τὸ, Γίνου ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Οὗτος οὖν ὁ εἶς, ὃς μηδένα θέλων ἔχειν ἢ ἀδελφὸν, ἢ υἱὸν, διὰ μοχθηρὰν προαίρεσιν στερίσκει τὴν ψυχὴν αὐτοῦ ἀπὸ ἀγαθο‐ σύνης, μήτε τῶν μελλόντων τῶν ἀγαθῶν ἐφιέμενος, | |
30 | μήτε τι πράττων ἐν βίῳ ἀγαθόν. Πρόσκειται τοίνυν καὶ τούτῳ τὸ μάταιον. | |
34 | «Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς | |
35 | μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν.» Ἐπαινεῖ τῶν δύο τὴν ὁμόνοιαν, τὴν ἐπ’ ἀγαθῷ γινομένην· αὕτη γὰρ καὶ ἔμμισθος τυγχάνει παρὰ Θεῷ. Καὶ τοὺς μὲν ἀποστόλους καλῶς ὁμονοοῦντας δύο ἀπέστελλεν ὁ Σωτήρ. Τοὺς δὲ ἐν τῇ πυργοποιΐᾳ κακῶς συμφωνή‐ | |
40 | σαντας διεῖλεν ὁ Θεός. Πρὸς δὲ διάνοιαν· Ἀγαθὴ ἡ ἐπὶ καλῷ συμφωνία ψυχῆς καὶ σώματος· ἢ καὶ ἔμ‐ μισθος παρὰ Θεῷ. Πῶς δὲ ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα; Ἐὰν τὸ σῶμα σωφρονῇ, κενοδοξῇ δὲ ἡ ψυχὴ, ματαία τοῦ σώματος ἡ σωφροσύνη. Καὶ ἔμπαλιν, | |
45 | Ἐὰν ἡ ψυχὴ ταπεινοφρονῇ, πορνεύῃ δὲ τὸ σῶμα, μα‐ ταία ἡ ταπεινοφροσύνη. Ἑνὸς γὰρ μέρους ἁμαρτά‐ νοντος, ψυχῆς ἢ σώματος, ἀναγκαίως καὶ τὸ ἕτερον συμπεριλαμβάνεται. | |
52 | «Ἀγαθὴ οὖν τῶν δύο ἡ συμφωνία, εἰς τὸν ἔμμι‐ σθον τῆς ἀρετῆς λόγον, ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. Καὶ οὐαὶ τῷ ἑνὶ ὅταν πέσῃ, καὶ | |
55 | μὴ ᾖ δεύτερος τοῦ ἐγεῖραι αὐτόν.» Οἱ ἐπ’ ἀγαθῷ συμφωνοῦντες, ἀλλήλοις τυγχάνουσι βοήθεια. Κἂν γὰρ ὁ εἷς ὡς ἄνθρωπος παρίδῃ τι τῶν δεόντων, ἕξει | |
τὸν ἕτερον ἐπανορθούμενον. Τὸ δὲ, ὅταν πέσωσιν, | 529 | |
93.532 | οὐκ ἄμφω κατὰ τὸν αὐτὸν καιρὸν, ἀλλὰ ποτὲ μὲν οὗτος, ποτὲ δὲ ἐκεῖνος. | |
5 | «Καί γε ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐ‐ τοῖς, καὶ ὁ εἷς πῶς θερμανθῇ;» Ἐκ τοῦ σωματικῶς συμβαίνοντος πνευματικόν τι διδάσκει. Οἱ γὰρ κατὰ συζυγίαν καθεύδοντες μᾶλλον τοῦ μόνου θερ‐ μαίνονται· οὕτω καὶ οἱ κατὰ πνεῦμα συμφωνοῦντες· | |
10 | Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, φησὶν ὁ Κύριος, τὴν τοῦ ἁγίου δὲ δηλονότι δωρούμενος Πνεύματος θέρμην. | |
15 | «Καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, καὶ οἱ δύο συστή‐ σονται κατέναντι αὐτοῦ.» Πάλιν ἐκ τῶν αἰσθητῶν συμβαινόντων πνευματικὸν ἡμᾶς διδάσκει θεώρημα. Ὥσπερ γὰρ ἐὰν ἐν ἀγορᾷ ἢ ἐν ἐρήμῳ ὁμοψύχως δύο βαδιζόντων ἐπέλθοι τις αὐτοῖς, ἀσφαλέστεροι | |
20 | τυγχάνουσιν οἱ δύο πρὸς τὸ ἀποκρούσασθαι τὸν ἐπ‐ ελθόντα· οὕτω νοήσεις καὶ κατὰ τὴν θεωρίαν. Διδά‐ ξας γὰρ τὰ περὶ ψυχῆς καὶ σώματος, ἐπειδή περ ὁ Ἀπόστολος τριῶν μέμνηται λέγων· Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ τηρηθείη· ἐντελέ‐ | |
25 | στερον τὰ τοῦ θεωρήματος ἐκτίθεται, καί φησιν, ὅτι ἐὰν ὁ εἶς ἐπικρατηθῇ, τουτέστι τὸ φρόνημα τῆς σαρκὸς, ἡ ψυχὴ συναπτομένη τῷ πνεύματι, χαλινα‐ γωγῇ τὸ σῶμα, ἐφ’ ᾧ καὶ αὐτὸ πείθεσθαι τοῖς πνευματικοῖς τῆς ψυχῆς κινήμασιν. Ἰστέον δὲ ὡς | |
30 | ἄνθρωπος λέγεται ἐκ τριῶν συνεστάναι, ψυχῆς, καὶ σώματος, καὶ πνεύματος, οὐχ ἑτέρου τινὸς ὄντος τοῦ πνεύματος παρὰ τὴν ψυχὴν κατ’ οὐσίαν· οὐδὲ γὰρ δύο λογικὰ ἐν τῷ ἀνθρώπῳ· ἀλλὰ κατ’ ἐπίνοιαν ἄλλο λέγομεν εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχὴν, τὸ εὐκι‐ | |
35 | νητότερον καὶ ἀνώτερον τῆς ψυχῆς πνεῦμα καλοῦν‐ τες. Τοῦτο, οἷμαι, ἐστὶ καὶ ὁ νοῦς, ὡς ἐν τῷ Ἔσδρᾳ ἐσημειωσάμεθα. Ἢ καὶ οὕτως, Πνεῦμά ἐστι τὸ πνευματικὸν χάρισμα τὸ καταυγάζον καὶ διαλαμ‐ πρῦνον ἡμῶν τὴν ψυχήν· ὅπερ ἐκ τῆς θείας ἐμφυ‐ | |
40 | σήσεως ἐλάβομεν. Καὶ σώζοντες μὲν τὸ κατ’ εἰκόνα, ὁλόκληρον ἔχομεν καὶ τὸ πνευματικὸν χάρισμα· ἁμαρτάνοντες δὲ ζημιούμεθα τὸ δῶρον. Τοῦτο οὖν, οἶμαι, ἐπεύχεται ὁ Ἀπόστολος, μένειν ἡμᾶς ὁλο‐ κλήρους, ὡς ἐξ ἀρχῆς ἐγενόμεθα, ἁγνὸν ἔχοντας | |
45 | σῶμα καὶ ψυχὴν, καὶ καθαρὸν τὸ πνευματικὸν δια‐ σώζοντας χάρισμα. Ἄλλως· Εἰς λογιστικὸν, καὶ θυμικὸν, καὶ ἐπιθυμητικὸν διαιρεῖται τῆς ψυχῆς τὰ κινήματα. Ἐὰν οὖν ἐπαινετῶς ὁμονοῶσι ταῦτα, καὶ ὁ θυμὸς κατὰ φύσιν κινεῖται κατὰ παθῶν καὶ δαι‐ | |
93.532(50) | μόνων, καὶ ἡ ἐπιθυμία τῶν κρειττόνων ὀρεγομένη. Ἐφ’ ᾧ καὶ Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν ἐκαλεῖτο. Καὶ τὸ λογιστικὸν ἕκαστα μετὰ τοῦ δικαίου πράττει, θυμὸν καὶ ἐπιθυμίαν εὐτέχνως ἡνιοχούμενος. Εἰ δὲ συμβῇ διὰ τὸ τέρπον τῆς φύσεως τὸν θυμὸν ἢ τὴν ἐπιθυ‐ | |
55 | μίαν ἀτάκτως κινηθῆναι, τὰ δύο καθαρεύοντα καὶ συμφωνοῦντα, τὸ λογιστικὸν, φέρε εἰπεῖν, καὶ τὸ | |
ἐπιθυμητικὸν περιγίγνονται τοῦ θυμικοῦ· ἢ καὶ τὸ | 531 | |
93.533 | ἔμπαλιν. Οὕτως οὖν οἱ δύο καλῶς ὁμονοοῦντες τὸν κακῶς ἀντιπράττοντα καταδουλοῦνται. | |
9 | «Καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥα‐ | |
10 | γήσεται.» Πάλιν ἐκ τοῦ τριπλόκου σχοινίου πνευ‐ ματικὰ παραπέμπει θεωρήματα· καὶ πρῶτον μὲν ἀγάπην ἐκδιδάσκει, συνδέων ἡμᾶς εἰς ὁμόνοιαν. Ψυχὴ, καὶ σῶμα, καὶ πνεῦμα ὁμονοοῦντα οὐ ταχέως ὑπὸ τῆς τοῦ ἐχθροῦ προσβολῆς διαῤῥήγνυνται. Ἄλ‐ | |
15 | λως· Τὸ λογιστικὸν, καὶ θυμικὸν, καὶ ἐπιθυμητικὸν ἑνότητι καθαιρόμενα ἀβλαβῆ τὴν ψυχὴν διασώζου‐ σιν. Ἄλλως· Οἱ εἰς τὴν ὁμοούσιον Τριάδα πιστεύον‐ τες, Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἄμαχοί τινες τοῖς ἀνθεστηκόσι τυγχάνουσιν. | |
22 | «Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι· ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται βασιλεῦ‐ | |
25 | σαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης.» Ὁ παῖς κατὰ τὸ φαινόμενον οὐχ οὕτως ἔντιμος ὡς ὁ πρεσβύτης· ἀλλ’ οὐδὲ ὁ πένης ὡς ὁ βασιλεύς. Παρα‐ βάλλων τοίνυν σοφίαν καὶ ἀφροσύνην, τὸ ἀσύγκριτον τῆς σοφίας δήλως, φησὶν, ὅτι καλὸν τὸ εἶναι καὶ | |
30 | παῖδα καὶ πένητα, σοφὸν δὲ ὅμως, ἢ γέροντα καὶ βασιλέα, ἄφρονα δέ. Ὁ γὰρ ἄφρων οὐκ ἐπέγνω ὅτι δυνατή ἐστι σοφία, καὶ οἰκέτην ὄντα, καὶ δεσμώτην, βασιλέα ἀναδεῖξαι. Καὶ ἡ ἀπόδειξις ἐκ τοῦ Ἰωσὴφ, ὃν καὶ νέον ὄντα, καὶ ἀργυρώνητον γενόμενον, καὶ | |
35 | δεσμώτην, ἡ προσοῦσα θεόσδοτος σοφία Αἰγύπτου δυνάστην ἀνέδειξε. Αὕτη δὲ ἡ σοφία βασιλεύοντα τὸν σοφὸν μετριόφρονα παρασκευάζει, καὶ οὔτε ἐπαίρε‐ σθαι, οὔτε τυφοῦσθαι ἐκ τοῦ ἀξιώματος. Ὁ γὰρ κατὰ Θεὸν πένης, οὔτε ἐν βασιλείοις, οὔτε ἐν περιουσίᾳ | |
40 | πλούτου ἐξίσταται τοῦ εἶναι πένης, μακάριος ὢν καὶ πτωχὸς τῷ πνεύματι. Ἄλλως· Τοῦ πρεσβυτέρου καὶ ἄφρονος τῶν Ἰουδαίων λαοῦ, ὁ νεώτερος λαὸς ὁ ἐξ ἐθνῶν σοφὸς ὢν, καὶ ῥυσθεὶς ἐκ τῶν διαβολικῶν δεσμῶν, διὰ τῆς εἰς Χριστὸν πίστεως, γέγονε βασί‐ | |
45 | λειον ἱεράτευμα· τῷ πνεύματι πτωχὸς ἐν Εὐαγγε‐ λίοις μακαριζόμενος. Τύπος δὲ τῶν τοιούτων πτω‐ χῶν γέγονε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· σοφία μὲν ὢν τοῦ Πατρὸς, νέος δὲ τὴν κατὰ σάρκα ἡλι‐ κίαν, καὶ βασιλεὺς μὲν τυγχάνων κατὰ τὸ θεϊκὸν | |
93.533(50) | ἀξίωμα, πτωχεύσας δὲ δι’ ἡμᾶς πλούσιος ὢν, καὶ ἐξελθὼν μὲν ἐκ τῶν δεσμῶν τοῦ θανάτου, λύσας τοῦ ᾅδου τὸ δεσμωτήριον, ἡμᾶς δὲ διδάσκων τῷ ὑποδεί‐ γματι μετριοφρονεῖν. Δι’ ὧν ἔλεγε· Μάθετε ἀπ’ | |
ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. | 533 | |
93.536(3) | «Εἶδον σύμπαντας τοὺς ζῶντας, τοὺς περιπα‐ τοῦντας ὑπὸ τὸν ἥλιον, μετὰ νεανίσκου τοῦ δευτέ‐ | |
5 | ρου, ὃς ἀναστήσεται ἀντ’ αὐτοῦ· οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν οἳ ἐγένοντο ἔμπροσθεν αὐτῶν. Καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐ‐ τῷ· καί γε τοῦτο ματαιότης, καὶ προαίρεσις πνεύ‐ ματος·» τοῦ παντὸς ῥητοῦ πρὸς ἀλληγορίαν βλέ‐ | |
10 | ποντος. Οὐδὲ γάρ τις αἰσθητοῖς ὀφθαλμοῖς δύναται πάντας ἀνθρώπους ἰδεῖν. Ἑτέρως δὲ καὶ ἑτέρως τῆς εἰς τὸ ῥητὸν ἑρμηνείας φερομένης (οἱ μὲν γὰρ εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν, οἱ δὲ εἰς τὸν Ἀντίχριστον τὸν νεανίσκον τὸν δεύτερον ἐξειλήφασιν)· ἑκατέραν | |
15 | οὖν παραθήσομεν ἑρμηνείαν. Εἶδον, φησὶ, σύμπαντας τοὺς ζῶντας, τοὺς περιπατοῦντας ὑπὸ τὸν αἰσθητὸν ἥλιον, τουτέστι τοὺς ἁμαρτωλοὺς, μετὰ τοῦ νεανί‐ σκου τοῦ δευτέρου· λέγει δὲ τοῦ Ἀντιχρίστου, ὃς ἀναστήσεται ἀντ’ αὐτοῦ· φησὶν, ἀντὶ τοῦ Κυρίου | |
20 | ὑμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οὐκ ἦν περασμὸς τοῦ πλήθους τῶν ἁμαρτωλῶν, ἀντὶ τούτων ἐξ αἰῶνος γε‐ γονότων. Ἀλλὰ καὶ οἱ ἔσχατοι, τουτέστι οἱ ἐν τῇ παρουσίᾳ τοῦ Ἀντιχρίστου, πιστεύοντες εἰς αὐτὸν, οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, οὐδὲ διασώσει ἀσέβεια | |
25 | τοὺς παρ’ αὐτῆς. Εἶτα διδάσκων ὅτι καὶ οὗτοι προ‐ αιρετικῶς, καὶ οὐκ ἀναγκαστικῶς ταύτην ὑπομέ‐ νουσι τὴν πλάνην, ἐπήγαγε, ὅτι Καί γε τοῦτο μα‐ ταιότης, καὶ προαίρεσις πνεύματος. Ἄλλως· Εἰ‐ δέναι λέγει τοὺς ὑπὸ τὸν ἥλιον τῆς δικαιοσύνης, | |
30 | τουτέστι ἀληθινὴν ζωὴν ζῶντας. Οὗτος δέ ἐστι ὁ νεα‐ νίσκος ὁ δεύτερος ἐξ οὐρανοῦ, ὃς ἀνέστη ἀντὶ τοῦ πρώτου τοῦ ἐκ γῆς χοϊκοῦ· φησὶ δὲ τοῦ Ἀδάμ. Καὶ ἀπέραντοι, φησὶν, ἧσαν οἱ ὑπὸ τοῦτον τὸν νεανίσκον ἔμπροσθεν ἑαυτῶν ὁδεύοντες, τουτέστι τῶν ὄπισθεν | |
35 | ἐπιλανθανόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι· αὕτη γὰρ τῶν πιστῶν ἡ πολιτεία. Τίνες δέ εἰσιν οἱ ἔσχατοι τούτων, οἱ μὴ εὐφραινόμενοι ἐπὶ τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ, ἢ ὁ τῶν Ἰουδαίων λαὸς, ὅστις πρῶ‐ τος ὢν γέγονε ἔσχατος· ἢ οἱ πρὸς τῇ συντελείᾳ τῷ | |
40 | Ἀντιχρίστῳ πιστεύοντες· ἢ καὶ πάντες, οἱ μετὰ τοὺς ἐναρέτους ἔσχατοι λεγόμενοι διὰ τὸ τοῦ βίου χυδαῖον. Εἶτα διδάσκων ὡς αὐτεξουσίας προαιρέσεως ῥοπῇ οἱ εἰρημένοι ἔσχατοι οὐκ εὐφραίνονται ἐπὶ τῷ δευτέρῳ νεανίσκῳ, ἐπήγαγεν, ὅτι Καί γε τοῦτο μα‐ | |
45 | ταιότης, καὶ προαίρεσις πνεύματος. Ἰστέον δὲ, διὰ τὰ προειρημένα, ὅτι καὶ νεανίσκος ὁ Ἀδὰμ κα‐ λεῖται, ἔτι ὢν ἐν παραδείσῳ, καὶ ἀκμαίως τὰς ἀρε‐ τὰς ἐργαζόμενος. Καλεῖται δὲ νεανίσκος καὶ ὁ Κύ‐ ριος Ἰησοῦς διὰ τὸ παναλκὲς τῆς θεϊκῆς δυνάμεως· | |
93.536(50) | καλεῖται δὲ νεανίσκος καὶ ὁ Ἀντίχριστος διὰ τὸ νεωτεροποιὸν, καὶ τὸ νεάζειν ἀεὶ τῇ κακίᾳ. | |
«Φύλαξον τὸν πόδα σου ἐν ᾧ ἂν πορεύῃ εἰς οἶκον | 535 | |
93.537 | τοῦ Θεοῦ· καὶ ἐγγὺς τοῦ ἀκούειν.» Ὁμωνύμως τὰ τοῦ ἔξωθεν ἀνθρώπου μέλη λέγονται καὶ ἐπὶ τῆς ψυχῆς, ὡς ὀφθαλμὸς, καὶ χεὶρ, καὶ ποὺς, καὶ τὰ λοιπά. Οὐκ ἔστι δὲ καὶ τὰ λεγόμενα ἐπὶ τῆς ψυχῆς | |
5 | λέγεσθαι ἐπὶ τοῦ σώματος· λέγονται γὰρ ἐπὶ τῆς ψυχῆς πτέρυγες, κατὰ τὸ, Εἰ κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρω‐ μέναι. Φύλαξον οὗν τῆς ψυχῆς σου πόδα ἐν παντὶ πράγματι, ἐν ᾧ ἂν πορεύῃ, ἐπὶ τῷ καταντῆσαί σε | |
10 | ἐπὶ τὸν τοῦ Θεοῦ οἶκον, τουτέστι τὴν ἐπουράνιον Ἱερουσαλήμ. Ὁ δὲ φυλάττων τὸν πόδα τῆς ψυχῆς, ἐγγύς ἐστι τοῦ ἀκούειν, τουτέστι τοῦ ὑπακούειν τῷ λόγῳ, καὶ κατορθοῦν τὰς θείας ἐντολάς. Εἰ δὲ καὶ περὶ τοῦ αἰσθητοῦ ποδὸς ἐκλάβοις τὸ εἰρημένον, | |
15 | Φύλαξον, φησὶ, τὸ ὅλον σῶμα· μερικῶς γὰρ ἐκ τοῦ ποδὸς τὸ ὅλον ἐσήμανε, ἵνα μὴ διὰ τῶν αὐτῶν τῇ τε ἀρετῇ καὶ τῇ κακίᾳ ἐξυπηρετῇ. Οἷον· Διὰ τῶν αὐτῶν ποδῶν μὴ ἐν ἐκκλησίᾳ καὶ ἐν θεάτροις κοσμι‐ κοῖς βάδιζε. Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Οἱ γὰρ εἰς | |
20 | οἶκον Θεοῦ πορευόμενοι, ἀμέτοχοι τῶν ἐναντίων ὀφεί‐ λουσιν εἶναι. | |
24 | «Ὑπὲρ δόμα τῶν ἀφρόνων θυσία σου, ὅτι οὐκ | |
25 | εἰσὶν εἰδότες τοῦ ποιῆσαι κακόν.» Ἐπειδή εἰσι καὶ ἄφρονες πολλάκις προσφέροντες, ὡς οἱ διὰ κενοδο‐ ξίας τὴν ἐλεημοσύνην ἐργαζόμενοι· καὶ ὁ Κάϊν ὀρθῶς μὲν προσενεγκὼν, μὴ ὀρθῶς δὲ διελών· ἡ σὴ, φησὶν, θυσία κεκριμένως καὶ μετὰ γνώσεως γινέ‐ | |
30 | σθω. Οἱ γὰρ ἄφρονες οὐδὲ ἴσασιν ὅτι κακῶς προσφέ‐ ρουσι, διὰ τὸ μὴ ἔχειν γνῶσιν καὶ διάκρισιν. Ὁ γὰρ μετὰ γνώσεως τὸ καλὸν ἐνεργῶν, μετὰ γνώσεως καὶ τοῦ ἐναντίου ἀπέχεται. Ὁ δὲ τὸ πρῶτον ἀγνοῶν, καὶ τὸ λοιπὸν ἀγνοήσει. Τὸ οὖν, Ὅτι οὐκ εἰσὶν εἰ‐ | |
35 | δότες τοῦ ποιῆσαι κακὸν, ἀντὶ τοῦ, Ἀγνοίᾳ συν‐ έχονται, καὶ ἐσκοτισμένοι, τυγχάνουσι τὴν διάνοιαν. Κυριολέκτως δὲ ἐνταῦθα τὸ μὲν τῶν ἀφρόνων δόμα ἐκάλεσε, ἐπὶ δὲ τῶν φρονίμων θυσίαν εἶπε. | |
41t | ΚΕΦΑΛ. Εʹ. | |
42 | «Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς | |
45 | γῆς κάτω.» Τὴν προπετῆ γλῶτταν ἀναστέλλεσθαι παραινεῖ· εἶτ’ ἐπειδὴ ἐκ καρδίας προπετοῦς ἡ γλῶττα τοῖς ἀσόφοις ὑπηρετεῖται νοήμασιν, αὐτὴν ἐμφράττων τὴν πηγὴν τῶν ἀκαίρων λόγων, ἐπάγει, Ἡ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενεγκεῖν λόγον | |
93.537(50) | πρὸ προσώπου τοῦ Θεοῦ· ἀντὶ τοῦ, Διὰ τὸ τὸν Θεὸν ἐφορᾷν πάντα, καὶ τὰ ἐν τῇ ψυχῇ συνιστάμενα νοήματα, κἂν μὴ διὰ λόγων ἐμφέρωνται· τὴν γὰρ ὑψηλοτάτην τῶν οὐρανῶν περιωπὴν οἰκῶν ὁ Θεὸς, τὰ ἐν τῷ βάθει πάντα κατοπτεύει. Ἄλλως· Μὴ ταχὺ | |
55 | περὶ θεολογίας λάλει, μηδὲ ὡς ἔτυχε· οὐ γὰρ δύνῃ θνητὸς ὢν καὶ σάρκα φορῶν, καὶ κάτω περικείμε‐ | |
νος, οὐσίαν Θεοῦ τοῦ ἀοράτου καὶ ὑπερουρανίου | 537 | |
93.540 | καταλαβεῖν. Ἐπὶ τούτων ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. Διὰ οὖν τὰ προειρημένα πάντα, ἔστωσαν οἱ λόγοι σου οὐ μόνον ἀριθμῷ, ἀλλὰ καὶ ἀκρι‐ βείᾳ. | |
7 | «Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρα‐ σμῶν, καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων.» Εἰ μὲν παροιμιακῶς καὶ ἀπολύτως ταῦτα λέγει, οὕτω νοή‐ | |
10 | σεις· Ὥσπερ, φησὶν, οἱ μεθ’ ἡμέραν πολλοὺς πει‐ ρασμοὺς ὑπομένοντες, καὶ δι’ ἐνυπνίων ἐκταράττον‐ ται· οὕτω καὶ ἐν τῇ πολυλογίᾳ διὰ τῆς ἑαυτοῦ φωνῆς ὁ ἄφρων ἐλέγχεται. Ἄλλως· Ὥσπερ ἐνύπνιον πει‐ ράσαν τινὰ εἰς πορνείαν τυχὸν, ἢ φιλαργυρίαν, | |
15 | ἀφίπταται, καὶ οὐδὲν τῶν κατ’ ὄναρ δοκούντων πράττεσθαι ἀληθὲς τυγχάνει· οὕτω καὶ ἡ φωνὴ τοῦ ἄφρονος οὐδεμίαν ὄνησιν ἢ πρᾶγμά τι ἐπωφελὲς ἐργασαμένη, ἐνυπνίῳ ἔοικε. Ἵνα εἴπῃ, ὅτι Ὀνείροις ἐοίκασιν οἱ τοῦ ἄφρονος λόγοι. Εἰ δὲ ὡς αἰτίαν ἀπο‐ | |
20 | διδοὺς τῶν ἀνωτέρω, ἐπήγαγε τὸ, ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ, καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων, οὕτω νοήσεις· Μὴ ἔσο, φησὶ, φλύαρος, μηδὲ τὴν ἑαυτοῦ ἀφροσύνην διὰ τῶν οἰκείων ἐπιδείκνυε λόγων, ὅτι τοῖς φλυαροῖς πολλοὶ συμβαί‐ | |
25 | νουσι πειρασμοί· οὐ μόνον αἰσθητῶς, καὶ μεθ’ ἡμέραν, ἀλλὰ καὶ καθ’ ὕπνον αὐτοὺς ἐκδειματοῦν‐ τες. | |
30 | «Καθὼς ἂν εὔξῃ εὐχὴν τῷ Θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτὴν, ὅτι οὐκ ἔστι θέλημα ἐν ἄφροσι· σὺ οὖν ὅσα ἂν εὔξῃ, ἀπόδος.» Προσευχή ἐστιν αἴτη‐ σις ἀγαθῶν παρὰ Θεοῦ· εὐχὴ δὲ ἡ ἐπαγγελία· ἐπαγ‐ γέλλεταί τις Θεῷ οὐ μόνον χρήματα, ἀλλὰ καὶ | |
35 | νηστείαν, καὶ ἁγνείαν, καὶ ὅσα τοιαῦτα. Ἐπεὶ οὖν οἱ ἄφρονες μετὰ τὸ ἐπαγγείλασθαι μεταμέλονται, οὐ θέλοντες πληρῶσαι τὴν εὐχὴν, παραινεῖ μετὰ πολλοῦ τοῦ τάχους ἐκπληροῦν τὰς ἐπαγγελίας. | |
41 | «Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαί σε, καὶ μὴ ἀποδοῦναι.» Κακὸν τὸ μὴ ὅλως θέλειν τι διδόναι Θεῷ· χεῖρον δὲ τὸ ἐπαγγείλασθαι διδόναι, καὶ μὴ ἀποδιδόναι. Ἐν δυσὶ τοίνυν κακοῖς ἀγαθὸν | |
45 | εἶπε τὸ ἧττον κακόν. Καὶ τοῦτό ἐστι καθ’ ἑτέραν νόησιν· τὸ μὴ ταχῦναι τοῦ ἐξενεγκεῖν πρὸ προσώ‐ που τοῦ Θεοῦ ὅτι μετὰ τὸ τάξασθαι, πλῆθος ἐπ‐ ανίσταται πειρασμῶν, ἐμποδίζον τῇ εὐχῇ, ὡς καὶ καθ’ ὕπνον ἐκταράττεσθαι. Οἷον φιλάργυρος χρήματα | |
93.540(50) | ταξάμενος διδόναι Θεῷ, οὐ μόνον μεθ’ ἡμέραν ἀγω‐ νιᾷ καὶ ἀναχαιτίζεται, πενίαν αὐτῷ καὶ ἀπορίαν τῶν λογισμῶν ὑπογραφόντων· ἀλλὰ καὶ ἐν νυκτὶ, ὡς εἰκὸς, ταῖς ὁμοίαις φαντασίαις παρενοχλούμενος, ἀνακόπτεται τοῦ πληρῶσαι τὴν εὐχήν. Ὅσον δὲ | |
55 | τὸ ἐπιτίμιον τῶν μὴ πληρωσάντων τὰς εὐχὰς, δηλοῦσιν Ἀνανίας καὶ Σάπφειρα θανάτῳ καταδι‐ | |
κασθέντες. | 539 | |
93.541 | «Μὴ δῷς τὸ στόμα σου ἐξαμαρτάνειν τὴν σάρκα σου.» Φλύαρος γλῶττα ὅλον τὸ σῶμα σπιλοῖ, μά‐ λιστα δὲ ἡ πρὸς γυναῖκας ἀφύλακτος ὁμιλία ἐρεθίζει τὴν σάρκα πρὸς τὴν ἁμαρτίαν. | |
6 | «Καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι ἄγνοιά ἐστι.» Ἁμαρτάνων, φησὶ, ἐξ ἀχαλίνου στόματος, μετανόει, καὶ μὴ προφασίζου, καὶ λέγε ὅτι Κατὰ ἄγνοιαν ἥμαρτον. Ἄλλως· Οἱ πρὸς βάθος | |
10 | κακῶν ἐλάσαντες, καὶ εἰς καταφρόνησιν ἐλθόντες, Οὐκ ἀξιοῖ, φασὶν, ὁ Θεὸς εἰδέναι τὰ ἐν ἀνθρώποις ἁμαρτήματα· σὺ οὖν, φησὶ, μὴ τοῦτο εἰπέ· οὐδὲν γὰρ λέληθεν τὸν θεῖον ὀφθαλμόν. | |
15 | «Ἴνα μὴ ὀργισθῇ ὁ Θεὸς ἐπὶ φωνῇ σου, καὶ διαφθείρῃ τὰ ποιήματα τῶν χειρῶν σου.» Μὴ ἁμάρ‐ τανε, φησὶ, διὰ γλώττης, ἴνα μὴ καὶ τὰς κατὰ ἀρε‐ τὴν πράξεις διαφθείρῃς. Ὀργιζόμενος γὰρ ὁ Θεὸς ἐπὶ τοῖς προπετέσι λόγοις, καὶ εἴ τι καλὸν ἡμῖν | |
20 | εἰργάσθαι δοκεῖ, ἐξαφανίζει. Ἄλλως· Μὴ λέγε, ὅτι Ἀγνοεῖ ὁ Θεὸς τὰ ἐν ἀνθρώποις ἁμαρτήματα· ὀργίζε‐ ται γὰρ ὁ Θεὸς ἐπὶ τῇ τοιαύτῃ φωνῇ, καὶ οὐ συνευ‐ δοκεῖ ταῖς ἡμῶν πράξεσι. Τοὺς δὲ παχυτέρους φονεύων, ἔσθ’ ὅτε καὶ πενίαν αὐτοῖς ἐπάγει, δια‐ | |
25 | φθείρων ποιήματα χειρῶν αὐτῶν. | |
27 | «Ὅτι ἐν πλήθει ἐνυπνίων, καὶ ματαιοτήτων, καὶ λόγων πολλῶν.» Τρία τινὰ ἑαυτοῖς ἐοικότα παρ‐ έθηκε· τὰ ἀνύπαρκτα τῶν ὀνείρων φαντάσματα, τὰς | |
30 | τῶν ἀνθρώπων ματαιοπονίας, καὶ τὴν τῶν πολλῶν λόγων ἄκαιρον φλυαρίαν. Ἐοίκασι γὰρ οἱ τοῦ φλυ‐ άρου λόγοι ὀνείροις· οὐδὲν δὲ ὀνείρων διαλλάττουσιν, οὐδὲ αἱ τῶν ἀνθρώπων ματαιοσπουδίαι. Ἐν πλήθει οὖν ἐνυπνίων, τουτέστι τῶν ἐνυπνιαζομένων ἀν‐ | |
35 | θρώπων, καὶ ματαιοπονούντων, καὶ φλυαρούντων, ὁ Θεὸς ὀργίζεται. Πλῆθος δὲ λόγων μὴ τὴν πολυ‐ επείαν νόμιζε, ἀλλὰ τὴν ἀργολογίαν· καὶ γὰρ ὁ Παῦλος τὸν λόγον παρατείνων μέχρι μεσονυκτίου, ἀκόρεστος ἦν τοῖς ἀκούουσιν. Ὁ δὲ πολλὰ λέγων, καὶ | |
40 | τὸ πρᾶγμα μὴ ὡς θεῖον δηλώσας, οὐδὲν εἰρηκέ‐ ναι λέγεται· ὁ γὰρ παρὰ τὸ δέον φθεγγόμενος, καὶ ἕως ἑνὸς λόγου φλύαρος εἶναι λέγεται. Γενικὴν δὲ φυλακὴν πασῶν τῶν ἀρετῶν ἐκδιδάσκων, ἐπάγει, ὅτι Τὸν Θεὸν φοβοῦ. Ὁ γὰρ φόβος Κυρίου | |
45 | πάντα ὑπερέβαλε. | |
48 | «Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρί‐ ματος ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι, | |
93.541(50) | ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάσσει, καὶ ὑψηλοὶ ἐπ’ αὐτοῖς· καὶ περισσεία γῆς.» Ἁρπαγὴν κρίματός φησι τὸ τοὺς πλουσίους ἐξωνεῖσθαι παρὰ τῶν δι‐ καζόντων τὰς ἀδίκους ψήφους· καὶ ἄλλως δὲ ἁρπα‐ γὴν κρίματος ἐργάζεται, ὁ τὰς μηδὲν ἑαυτῷ προσ‐ | |
55 | ηκούσας κρίσεις ἁρπάζων. Ἐὰν οὖν, φησὶν, ἴδῃς ὑπὸ τῶν πλουσίων καὶ συκοφαντῶν τοὺς πένητας | |
καταδυναστευομένους, μὴ θαυμάσῃς, ἀντὶ τοῦ, μὴ | 541 | |
93.544 | δυσχεράνῃς, μηδὲ ἀποδυσπετήσῃς, μηδὲ ἀπρονόητον εἶναι τὸν κόσμον νομίσῃς. Ὁ γὰρ ὑψηλότερος ἁπάν‐ των Θεὸς, ἐπάνω πάντων ὢν, καὶ ἐπιτηρῶν ἕκαστα τῶν πραττομένων ὑπὸ τοῦ δοκοῦντος ὑψηλοῦ, καὶ | |
5 | πλουσίου, καὶ μεγαλαύχου, ἑκάστῳ τὸ κατ’ ἀξίαν ὧν ἔπραξεν ἀπονέμει. Καὶ οἱ ὑψηλοὶ ἐπ’ αὐτοῖς, τουτέστι οἱ ἐφ’ ἑαυτοῖς μεγαλοφρονοῦντες, οὐδὲν ἕτερόν εἰσιν εἰ μὴ περισσεία γῆς, ἀντὶ τοῦ, ἀχρεῖος γῆ. Τί γὰρ ὑπερηφανεύῃ, φησὶ, γῆ καὶ σποδός; | |
12 | «Ἐπὶ παντί ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμέ‐ νου.» Καὶ γενικῶς, φησὶ, λέγων· ὥσπερ τινὰ παρά‐ δεισον τὸν ἑαυτοῦ κόσμον ὁ Θεὸς καλλιτεχνήσας, τοῦ | |
15 | ἑαυτοῦ ἀγροῦ βασιλεύει καὶ προνοεῖ. Ὥστε οὐ προσήκει διὰ τὰς ἐν ἀνθρώποις ἀνωμαλίας, ἀβασί‐ λευτον ἢ ἀπρονόητον τὸν κόσμον νομίζειν. Προσ‐ ήκει δὲ εἰδέναι, ὡς τοῦ κόσμου τούτου ἀγροῦ ὠνο‐ μασμένου, κατὰ τὴν ἐν Εὐαγγελίοις παραβολὴν, | |
20 | τὸν ἄνθρωπον ὁ Θεὸς βασιλέα κατέστησε, κατὰ τὸ, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἀναμιμνήσκει τοίνυν τοῦ ἀξιώματος, ἵνα τιμῶντες ἡμᾶς στεφανώσαντα, τὰς ἀρετὰς ἐργασώμεθα. Ἄλλως; Ἐπειδή ἐστι βασιλεὺς ὁ Θεὸς τοῦ θεωρη‐ | |
25 | θέντος ἀγροῦ τοῦ ἀκροφυῶς εἰργασμένου, μὴ διαφθείρωμεν αὐτοῦ τὴν ἀμπελῶνα, ἢ πράξεσιν ἀθέσμοις, ἢ δόγμασιν ἀθέοις, ἢ διδασκαλίαις ὀλεθρο‐ φόροις. Ἐπὶ πᾶσι γάρ ἐστι βασιλεὺς τοῦ ἀγροῦ. εἰργασμένου. Ἄλλως· Ἡ θεία Γραφὴ ἀγρός τίς | |
30 | ἐστιν εὐώδης, εὔκαρπος, παράδεισος σύμφυτος, ἔχων θησαυρὸν κεκρυμμένον. Καὶ προσήκει τοῦτον ἀνα‐ ζητοῦντα σπουδάζειν ἀρέσκειν τῷ βασιλεῖ τοῦ ἀγροῦ, τουτέστι τῷ Θεῷ, ἀποβαλλόμενον τὰ ἐν κόσμῳ πάντα, μήτε δὲ τῷ γράμματι μόνον προσέχειν Ἰου‐ | |
35 | δαϊκῶς, μήτε ὅλα ἐξ ὅλων ἀλληγορεῖν, καὶ ἐκριζοῦν τὰ φυτὰ, τὴν ἐκ τοῦ γράμματος ὠφέλειαν παρα‐ τρέχοντες· ἀλλὰ μετὰ πίστεως δεῖ ἐρευνᾷν τὰ ῥητὰ, καὶ διασκαλιδεύειν σὺν ὁδηγίᾳ τοῦ Πνεύματος, ὡς ἂν ἀρέσωμεν. τῷ βασιλεῖ τοῦ ἀγροῦ, νοητὸν αὐτοῦ | |
40 | παράδεισον ἐργαζόμενοι. | |
46 | «Ἀγαπῶν ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου· καί τις ἠγάπησεν ἐν πλήθει αὐτοῦ γεννήματα· καί γε τοῦτο ματαιότης.» Τὸ, Καί τις ἠγάπησε ἐν πλή‐ θει αὐτοῦ γεννήματα, ἀντὶ τοῦ, καὶ ὅστις ἠγάπησεν· | |
93.544(50) | ἑαυτῷ, καὶ οὐκ εἰς κοινωφελῆ χρείαν, συναγαγεῖν τὰ γεννήματα· ἵνα ᾖ οὕτως· Ὁ φιλάργυρος, εἴτε ἄργυ‐ ρον, εἴτε γέννημα συναγάγῃ, οὐκ ἐμπίπλαται, ἀεὶ τοῦ πλείονος ἐφιέμενος, δοῦλος μᾶλλον ἢ δεσπότης χρημάτων τυγχάνων. | |
56 | «Ἐν πλήθει ἀγαθοσύνης ἐπληθύνθησαν οἱ ἐσθίον‐ | |
τες αὐτήν· καὶ τίς ἀνδρεία τῷ παρ’ αὐτῇ; ὅτι ἀρχὴ | 543 | |
93.545 | τοῦ ὁρᾷν ὀφθαλμοῖς αὐτοῦ.» Σύμμαχος τὸν τελευταῖον στίχον οὕτως ἐκδέδωκε· Τί γὰρ ἀνδραγάθημα τῷ ἔχοντι αὐτὴν, μὴ εἰ μόνον θεωρία ὀφθαλμῶν αὐτοῦ; Ὁ δὲ νοῦς οὕτως· Ἔστι τις τὸ κακὸν ἰσχυρῶς μετιὼν, | |
5 | ὡς ὁ φιλάργυρος ἐκ παντὸς τρόπου συνάγων χρήμα‐ τα· καί ἐστι αὕτη ἀνδρεία ψεκτή. Οἱ δὲ οὕτως ἰτα‐ μῶς φιλάργυροι τοῦτο νομίζουσιν εἶναι ἀγαθὸν, βρῶ‐ σιν, καὶ πόσιν, καὶ τὸ τὰ χρήματα βλέπειν αὐτά· ἐν πλήθει οὖν ἀγαθοσύνης, τουτέστι ἐν περιουσίᾳ χρη‐ | |
10 | μάτων ἀεὶ πληθυνομένῃ εὐφραίνονται, ὡσανεὶ ἐσθίον‐ τες αὐτὴν οἱ φιλάργυροι. Καὶ τίς ὄνησις τῆς τοιαύτης ἀνδρείας; μέχρι γὰρ τοῦ ὁρᾷν τὴν ἀρχὴν τῶν χρη‐ μάτων ὁ τοιοῦτος ἔχει· ἀντὶ τοῦ, εἰς οὐδὲν ἕτερον δεσπόζει αὐτῶν, εἰ μὴ εἰς μόνον τὸ προσέχειν αὐ‐ | |
15 | τοῖς. Ἄλλως· Ὧν καλῶς πληθύνονται τὰ ἀγαθὰ, πληθύνονται οἱ ἔσθοντες αὐτά. Οἱ γὰρ ἀληθῶς θέ‐ λοντες πληθύνειν ἑαυτοῖς τὴν ἀγαθότητα, πολλοὺς ἔχουσι τοῦ πλούτου κοινωνοὺς, τουτέστι τοὺς πένητας. Τί οὖν ὠφέλησε, φησὶ, τὸν ἰταμὸν, καὶ ἀμετάδοτον ἡ | |
20 | τοιαύτη ἀνδρεία, μέχρι μόνου τοῦ βλέπειν τὴν ἐπὶ τοῦ πλούτου ἡδονὴν χαριζομένη; | |
26 | «Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, καὶ εἰ πο‐ λὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ὁ ἀφιεὶς τοῦ ὑπνῶσαι αὐτόν.» Κατὰ σύγκρισιν ἄμεινον ἀποφαίνεται τὸν δοῦλον ὄντα ἀνθρώπου τοῦ | |
30 | τῇ φιλοχρηματίᾳ δουλεύοντος. Ὁ μὲν γὰρ οἰκέτης ἄφροντις ὢν, ὅπως ἂν διατραφῇ, γλυκὺν ἔχει τὸν ὕπνον. Ὁ δὲ τῶν χρημάτων δοῦλος ἔχει δεσπότην μὴ ἐῶντα αὐτὸν ὑπνῶσαι, τὸν φιλοκερδῆ καὶ πολυμέ‐ ριμνον λογισμόν. Πρὸς δὲ διάνοιαν, οἱ Θεῷ δουλεύον‐ | |
35 | τες, γλυκεῖαν ἔχουσι τοῦ βίου τὴν μετάστασιν· ἣν δὴ καλῶς καὶ ὕπνον ἐκάλεσε. Τοὺς δὲ φιλαργύρους οὐχ ὕπνος, ἀλλὰ θάνατος διαδέχεται, οὐκ ἐῶν διαναπαύ‐ εσθαι, ἀλλὰ τῇ αἰωνίῳ κολάσει παραδιδούς. | |
41 | «Ἔστιν ἀῤῥωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦ‐ τον φυλασσόμενον τῷ παρ’ αὐτῷ, εἰς κακίαν αὐτοῦ, καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πο‐ νηρῷ.» Πάντα τὰ τῆς κακίας εἴδη ψυχῆς εἰσιν ἀῤ‐ | |
45 | ῥωστήματα. Οὕτω δὲ ἐπιτεταμένον ἀῤῥώστημα, τῆς φιλαργυρίας τὸ νόσημα, ὡς καὶ ῥίζαν αὐτὴν πάντων τῶν κακῶν ὀνομάζεσθαι. Εἶδον οὖν, φησὶ, πλοῦτον φυλασσόμενον ἐπὶ κακῷ τοῦ ἔχοντος· ἢ γὰρ καὶ περιὼν ἀπόλλει τοῦτον ὁ φιλάργυρος, ἔσθ’ ὅτε δι’ | |
93.545(50) | αὐτὸν καὶ ἐπιβουλευόμενος· ἢ πάντως τελευτῶν ἀλ‐ λοτριοῦται τούτου, ἄστατα καὶ ἀβέβαια πονέσας ἐπὶ τῷ τοῦτον συναγαγεῖν. Τοῦτο γάρ ἐστι τὸ ἐν περι‐ σπασμῷ πονηρῷ. Εἶτα ἐπειδὴ πολλοὶ προφασιζό‐ μενοι παῖδας, συνάγουσι χρήματα, ἀκολούθως ἐπ‐ | |
55 | άγει· | 545 |
93.548 | «Καὶ ἐγέννησεν υἱὸν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. Καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ, γυμνὸς ἐπιστρέψει, τοῦ πορευθῆναι ὡς ἥκει.» Ἀλλ’ εἰ προφασίζεται τοὺς παῖδας ὁ φιλάργυρος, διερευνη‐ | |
5 | σάτω τοῦ τικτομένου παιδίου τὴν χεῖρα, καὶ ὅταν εὕ‐ ρῃ μὴ μετὰ χρημάτων αὐτὸν τεχθέντα, ζητείτω τοῦ‐ τον καὶ τελευτῶντα· καὶ γὰρ εὑρήσει πάλιν γυμνὸν μὲν ἐξελθόντα ἐκ κοιλίας μητρὸς, γυμνὸν δὲ καὶ τοῦ βίου μεθιστάμενον. Εἶτα ἐπάγει· | |
12 | «Καὶ οὐδὲν λήψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ· καί γε τοῦτο πονηρὰ ἀῤῥωστία. Ὥσπερ γὰρ παρεγένετο, οὕτω καὶ ἀπελεύσεται. Καὶ | |
15 | τίς ἡ περισσεία αὐτοῦ, ᾗ μοχθεῖ εἰς ἄνεμον; Καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ ἐν πένθει, καὶ θυμῷ πολλῷ, καὶ ἀῤῥωστίᾳ, καὶ χόλῳ.» Εἰ μήτε τοίνυν αὐτὸς ὁ φιλάργυρος, μήτε ὁ τούτου παῖς, καθόλου δὲ μηδεὶς ἀνθρώπων δύναταί τι συνεξάγειν | |
20 | ἑαυτῷ τῶν αἰσθητῶν χρημάτων, ἆρα οὐ πονηρὰ ψυχῆς ἀῤῥωστία ἡ φιλοχρηματία; Τί οὖν εἰς ἄνεμον μοχθεῖς, σκεδαστοῦ καὶ ἀποφυσωμένου τοῦ ἀστάτου πλούτου τυγχάνοντος; Ὄπου γε καὶ αὐτὴ ἡ ζωὴ τῶν φιλοχρημάτων ἐν σκότει τυγχάνει, τουτέστι ἐν | |
25 | ἀγνωσίᾳ καὶ ἐν πένθει. Καὶ γὰρ πρὸς ἑαυτούς εἰσιν ἀνελεήμονες, φειδωλῶς τῶν ὄντων μεταλαμβάνοντες· ἀλλὰ καὶ ἐν θυμῷ πολλῷ, ἀεὶ παροξυνόμενοι, καὶ περὶ βραχέων φιλονεικοῦντες καὶ ὀργιζόμενοι, καὶ τὴν ψυχὴν ἀῤῥωστοῦντες. Θεώρει δὲ ὅσα συνεισέρ‐ | |
30 | χεται τῷ φιλαργύρῳ πάθη, πρὸς τῷ, καὶ μετὰ τόνδε τὸν βίον σκότος αὐτὸν διαδέχεσθαι, ὑπὸ θείας ὀργῆς καὶ ἀποστροφῆς κολαζόμενον. | |
34 | «Ἰδοὺ εἶδον ἐγὼ ἀγαθὸν, ὅ ἐστι καλὸν, τοῦ φα‐ | |
35 | γεῖν καὶ τοῦ πιεῖν, καὶ τοῦ ἰδεῖν ἀγαθοσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἂν μοχθήσῃ ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ, ὧν ἔδωκεν ὁ Θεὸς αὐτῷ. Πλοῦτον, καὶ ὑπάρχοντα, καὶ ἐξουσίαν ἐν αὐ‐ τῷ, τοῦ φαγεῖν ἀπ’ αὐτοῦ, καὶ λαβεῖν τὸ μέρος αὐ‐ | |
40 | τοῦ, καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ· τοῦτο δόμα Θεοῦ ἐστι, ὅτι οὐ πολλὰς μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ὅτι ὁ Θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ.» Φιλαργύρου πρόσ‐ ωπον προθεὶς ὁ Ἐκκλησιαστὴς, καὶ καταδρομῇ κατ’ | |
45 | αὐτοῦ χρησάμενος, ἐπειδὴ σφόδρα ἔπληξε, θερα‐ πεύειν πειρᾶται, καὶ ἠρέμα τοῦ πάθους ὑπεξαγα‐ γεῖν. Εἶτα ἐπειδὴ τὴν ἄκραν ἀρετὴν ἀκούειν οὐ χωρεῖ, μετὰ πολλῆς τῆς σοφίας τὰ ἀνθρώποις ἡδέα εἰσηγούμενος διαπράττεσθαι, παραμίσγει τῇ διδα‐ | |
93.548(50) | σκαλίᾳ, ὅτι δεῖ μὴ πάντα τῇ γαστρὶ χαρίζεσθαι, καὶ ὅτι ὀλίγος ὁ ἐνθάδε βίος. Παραινεῖ τοίνυν τῷ φιλαρ‐ γύρῳ τέως χρήσασθαι τοῖς ὑπάρχουσιν, ἵνα διὰ τοῦ δοκοῦντος ἡδέος, ὑπεξαγάγῃ τοῦ τῆς φιλαργυρίας πάθους, λέγων, ὅτι Ἀγαθόν σοί ἐστιν, ὦ φιλάργυρε | |
55 | πλούσιε, τὸ ἐσθίειν, καὶ πίνειν, καὶ εὐφραίνεσθαι, ἕως ὅτε τὰ ὑπὸ τὸν ἥλιον λογίζῃ· δεῖ γάρ σε καὶ ἐν‐ θυμεῖσθαι ὅτι ἀριθμητὰς ἡμέρας εἴληφας παρὰ Θεοῦ, καὶ ὃν δέδωκέ σοι χρόνον τῆς ζωῆς ὁ Θεὸς, οὕτως | |
σοι ἐμερίσθη, ἀντὶ τοῦ, ἀφωρίσθη. Εἰληφὼς οὖν | 547 | |
93.549 | παρὰ Θεοῦ πλοῦτον, καὶ τὴν ἐξουσίαν τοῦ χρήσα‐ σθαι τούτῳ, φρόντισον τοῦ μὴ μόνον ἐσθίειν καὶ πίνειν, ἀλλὰ καὶ τοῦ λαβεῖν τὸ μέρος τὸ σόν· καὶ ὅρα θαυμαστὴν διδασκαλίαν, μετὰ τὸ ἐξελκύσαι τοῦ | |
5 | πάθους τὸν φιλάργυρον, διὰ τῆς τῶν βρωμάτων ἀπολαύσεως, τότε ἠρέμα διδάσκει, ὡς οὐχ αὕτη με‐ ρὶς ἀνθρώπου ἡ τῶν βρωμάτων ἀπόλαυσις, ἀλλὰ τὸ λαβεῖν τὸ μέρος αὐτοῦ, τουτέστι τὸ συμπαραμένον αὐτῷ· σκορπίσαι τὸν πλοῦτον τοῖς πένησι, καὶ ἀλη‐ | |
10 | θῶς εὐφραίνεσθαι ἐν τῇ τοιαύτῃ διακονίᾳ. Τοῦτο γὰρ ὄντως δόμα Θεοῦ ἐστι, τὸ ἐλεημονικὴν καὶ φιλό‐ πτωχον ἕξιν ἀναλαβεῖν. Εἶτα ἐνάγων εἰς τὸ πεισθῆ‐ ναι, καὶ λαβεῖν τὸ μέρος αὐτοῦ, τουτέστι καλῶς δα‐ πανῆσαι τὰ χρήματα, ἵνα γένωνται αὐτοῦ, ἀναμι‐ | |
15 | μνήσκει τοῦ τῆς ζωῆς ὀλιγοχρονίου, λέγων, ὅτι οὐ πολλὰς μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. Ὁ δὲ τοιοῦτος περισπασμὸς καὶ ἡ ἀσχολία Θεῷ τέ ἐστι προσφιλὴς, καὶ τὴν τῶν ἐλεημόνων εὐφραίνει καρ‐ δίαν. Ὅτι δὲ πρὸς τὸν φιλάργυρον ἡ παραίνεσις, | |
20 | πάλιν κατὰ φιλαργύρων ἑξῆς ἐπάγει· καὶ ταῦτα μὲν ὡς πρὸς τὸ ῥητόν. Ὁ δὲ θειοτέρως ἀκούειν τοῦ μεγάλου Ἐκκλησιαστοῦ δυνάμενος, ἀκούων ἐν Εὐαγγελίοις· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω· οἷδε τίς ὁ μόνος ἀγαθὸς, ὅτι ὁ Θεός· καὶ ὅτι ὁ ἐσθίων | |
25 | καὶ πίνων τὴν σάρκα τοῦ Κυρίου, οὗτος τῶν μελλόν‐ των ἀγαθῶν ἐν ἀπολαύσει γίνεται. Καὶ καλῶς πονεῖ, καὶ ἐξασκεῖται τὰς ἀρετὰς, ἐν ὅσῳ ἐστὶ ὑπὸ τὸν ἥλιον, τουτέστι ἐν τῇ ἐνθάδε ζωῇ· λογιζόμενος ὅτι ἀριθμηταί εἰσιν αἱ ἡμέραι αὐτοῦ, καὶ οὐ προσήκει | |
30 | οὐδεμίαν αὐτῶν ζημιοῦσθαι, καὶ ἄκαρπον παρατρέ‐ χειν. Ὁ γὰρ περὶ τὴν ἀρετὴν μόνον, αὐτὸς κυρίως τοῦ ἀνθρώπου μερὶς, προξενῶν ἡμῶν μερίδα γενέ‐ σθαι τὸν Θεὸν, κατὰ τὸ, Μερίς μου εἶ σὺ, Κύριε, ὑπὸ τοῦ πατρὸς τοῦ Ἐκκλησιαστοῦ λεχθέν. Καὶ ὅτι | |
35 | οὗτος ἀληθῶς πλοῦτος, περὶ οὗ εἶπε ὁ Ἀπόστολος, ὅτι Ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ. Ὁ γὰρ τὰ πνευματικὰ ταῦτα ἀγαθὰ ἐσθίων καὶ πίνων, καὶ εὐφραινόμενος, οἶδεν ὅτι Θεοῦ εἰσι ταῦτα τὰ χαρίσματα, καὶ ἐρᾷ τῆς αἰω‐ | |
40 | νίου ζωῆς, τῆς ὀλιγοχρονίου ταύτης παραφρονῶν. Οἱ γὰρ διὰ τῆς τοῦ Θεοῦ χάριτος περὶ τὰ πνευμα‐ τικὰ ἐνασχολούμενοι, καὶ ἀποπερισπώμενοι τῇ δια‐ νοίᾳ, τῶν τῇδε καταφρονοῦσιν. Ὅτι γὰρ οὐ προ‐ ηγουμένως ἀγαθὸν ὁ αἰσθητὸς πλοῦτος, τί δή ποτε | |
45 | μὴ πᾶσιν αὐτὸν ὁ Θεὸς δωρεῖται ἀπροσωπόληπτος ὤν; Καί τοί γε τὰ ὄντως ἀγαθὰ πᾶσιν ἐπίσης ἁπλώ‐ σας, φημὶ δὴ τὸ τὰς ἀρετὰς ἐργάζεσθαι. Ὥστε εἰ καὶ κατά τι περιεπόμενον τοῖς ἐναρέτοις ὁ πλοῦτος δέδοται, οὐ κατὰ φύσιν ἀγαθός τις ἢ φαῦλος τυγχά‐ | |
93.549(50) | νει. Ἀλλὰ τῶν μέσων ἀδιαφόρων ὄντων, πρὸς τὴν τῶν καλῶς ἢ κακῶς αὐτὸν μεταχειριζομένων ἕξιν | |
μετασκευάζεται. | 549 | |
93.552(8t) | ΚΕΦΑΛ. ϛʹ. | |
9 | «Ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ | |
10 | πολλή ἐστι ἐπὶ τῶν ἀνθρώπων· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον, καὶ ὑπάρχοντα, καὶ δόξαν· καὶ οὐκ ἔστι ὑστεροῦν τῇ ψυχῇ αὐτοῦ, ἀπὸ παντὸς οὗ ἐπιθυ‐ μήσει· καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ’ αὐτοῦ· ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν. Καί γε | |
15 | τοῦτο ματαιότης καὶ ἀῤῥωστία πονηρά ἐστι.» Πρὸς μὲν τὸ ῥητὸν, κατὰ τῶν φιλαργύρων καὶ φειδωλῶν ὁ λόγος. Τὸ δὲ, Καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ’ αὐτοῦ, ὅμοιον τῷ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· οὐ Θεοῦ τὴν φιλαργυρίαν | |
20 | ἢ τὴν ἀκολασίαν μετιέναι καταναγκάζοντος, ἀλλὰ τῶν ἀνθρώπων τοῦτο ἑλομένων συγχωροῦντος, διὰ τὸ τῶν προαιρέσεων αὐτεξούσιον. Πρὸς δὲ διάνοιαν, Πολλά‐ κις τις ἐπλούτησεν ἐν λόγῳ καὶ ἐν δόγμασι· καὶ ἐπειδὴ πράξεις καταλλήλους οὐκ ἔσχε, τοῖς μὲν συγ‐ | |
25 | γράμμασιν αὐτοῦ τινες συντυχόντες ὠφελήθησαν, αὐτὸς δὲ οὐκ ἀπώνατο, διὰ τὸ μὴ ἔχειν συμφωνού‐ σας τὰς πράξεις τοῖς λόγοις. Περὶ τῶν τοιούτων ἔλεγεν ὁ Σωτήρ· Τῶν μὲν λόγων αὐτῶν ἀκούετε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἄλλως· | |
30 | Πλούσιος ἦν ὁ τῶν Ἰουδαίων λαὸς νόμῳ τιμηθεὶς, προφήταις, ἱερατείᾳ, καὶ οὐκ ἀπέλαυσε τοῦ πλού‐ του, μεγάλην ἀῤῥωστίαν νοσήσας, τὴν εἰς τὸν Κύ‐ ριον παρανομίαν· διὰ τοῦτο καὶ ὁ ξένος ἔφαγεν αὐτοῦ τὰ ἀγαθὰ, ὁ ἐξ ἐθνῶν λαός. Περὶ οὗ γέγραπται· | |
35 | Ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. | |
42 | «Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν, καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅτι ἔσονται αἱ ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ τῆς ἀγαθω‐ | |
45 | σύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπον ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, ὅτι ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὅνομα αὐτοῦ καλυφθή‐ σεται· καί γε ἥλιον οὐκ εἶδε, καὶ οὐκ ἔγνω· ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον.» τὸ, Ἐὰν γεννήσῃ ἀνὴρ | |
93.552(50) | ἑκατὸν, ὑπερβολικῶς εἴρηται. Κέχρηται δὲ τούτῳ ἡ Γραφὴ, ἵνα τὸ ἔλαττον φύγῃ· ὑπερβολὴ δέ ἐστι λόγος ἐμφάσεως χάριν ὑπερβαίνων τὸ ἀληθές· ὡς καὶ ὁ Ἀπόστολός φησι· Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων | |
55 | λαλῶ, καὶ ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν, καὶ εἴδω τὰ μυστήρια, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦ‐ | |
μαι. Καίτοι γε ἐκτὸς ἀγάπης ἐκεῖνα σχεῖν ἀδύνα‐ | 551 | |
93.553 | τον· ἀλλὰ φθάσας εἶπε ὅτι ὑπερβολῇ κέχρηται. Κἄν τε οὖν, φησὶ, τοσοῦτος γένηται ἐν πολυτεκνίᾳ, ὅπερ ἀδύνατον· κἂν πολυετίαν ἐπιμείνῃ ζῶν, μοχθηρῶς δὲ διάγῃ, καὶ οὐκ ἐναρέτως, ἴσως δὲ μηδὲ ταφῆς | |
5 | ἀξιωθῇ (πολλὰ γὰρ τοιαῦτα συμβαίνει), λέγω ὅτι ἀγαθόν ἐστι ὑπὲρ τὸν τοιοῦτον τὸ ἔκτρωμα. Οὗτος γὰρ ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, ἐν ἀγνωσίᾳ διάγων· καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυ‐ φθήσεται, ἐξαλειφομένου ἐκ βίβλου ζώντων, καὶ μὴ | |
10 | ἀξιουμένου τοῦ τῆς δικαιοσύνης Ἡλίου. Τὸν δὲ περὶ τῶν ἐκτρωμάτων λόγον, διὰ τί τὰ μὲν νεκρὰ γεννῶνται, τὰ δὲ μίαν ἡμέραν ζῶσιν, ἢ δύο, τῇ ἀνεφίκτῳ τοῦ Θεοῦ δικαίᾳ προνοίᾳ καταλειπτέον. Πρὸς δὲ διάνοιαν, Ἀπόστολος ἦν ὁ Ἰούδας, καὶ τῇ | |
15 | διδασκαλίᾳ αὐτοῦ πολλοὺς ἐγέννησε· καὶ ἐπειδὴ μὴ ἐπληρώθη ἀγαθοσύνης παρατραπεὶς, ἀλλὰ πνεύμα‐ τος διαβολικοῦ, ταφὴ αὐτοῦ οὐκ ἐγένετο αὐτῷ, τουτ‐ έστι, οὐκ ἐναπέθανε τῇ ταφῇ τοῦ Σωτῆρος. Οἱ γὰρ συνθαπτόμενοι τῷ Σωτῆρι ἐν τῷ βαπτίσματι, καὶ | |
20 | διατηροῦντες τὴν δωρεὰν ἐν ἀρετῇ πολιτευόμενοι, οὗτοι καλῶς αὐτῷ καὶ συνανίστανται. Ἐὰν οὖν ὁ τοιοῦτος διδάσκαλος πολλοὺς τελειώσας μαθητὰς (τοῦτο γὰρ σημαίνει, ὁ ἑκατὸν ἀριθμὸς), καὶ πολὺν ἐν τῇ διδασκαλίᾳ διαμείνας χρόνον, μὴ ἀξιωθῇ τῆς | |
25 | εἰρημένης ταφῆς, διὰ τὸ μὴ περιγράψαι τὰ φαῦλα, ἐν σκότει πορεύεται, καὶ τὸν ἥλιον τῆς δικαιοσύνης οὐκ ὄψεται. Ὁ δὲ θεσπέσιος Παῦλος ὁ λέγων· Ὕστερον δὲ πάντων ὥσπερ τῷ ἐκτρώματι ὤφθη κἀμοὶ, ταφῆς ἠξιώθη, τὸν καλὸν ἀγῶνα ἀγωνισάμε‐ | |
30 | νος, τὴν ἐπιθυμίαν ἔχων ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι. Περὶ δὲ τοῦ κακῶς βιώσαντος καὶ ὁ Ἱερεμίας ἔγραψε, Ταφὴν ὄνου ταφήσεται, ἀντὶ τοῦ, Οὐκ ἀξιωθήσεται τῆς τῶν λογικῶν ἀναπαύσεως, ἐν ἀλο‐ γίᾳ τὸν βίον καταλύσας. | |
41 | «Καὶ εἰ ἔζησε χιλίων ἐτῶν, καθόδου ἀγαθωσύνης οὐκ εἶδε· μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται;» Εἰ καὶ πρὸς τῇ πολυπαιδίᾳ, φησὶ, καὶ τῷ πλούτῳ, ζήσει τις καὶ χίλια ἔτη, μὴ μετέλθῃ δὲ τὸ ἀληθῶς | |
45 | ἀγαθὸν, τουτέστι τὴν ἀρετήν· τί ὁ τοιοῦτος ὤνησε, μετὰ τῶν ἐκτρωμάτων καὶ τῶν ὀλιγοβίων εἰς ἕνα τόπον πορευόμενος, καὶ τὸ Γῆ εἶ, καὶ εἰς γῆν ἀπ‐ ελεύσῃ; | |
51 | «Πᾶς μόχθος ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ· καί γε ψυχὴ οὐ πληρωθήσεται.» Ἐπειδὴ περὶ βρωμάτων καὶ πομάτων ἐν τοῖς ἄνω διέλαβεν, ἵνα μή τις νομίσῃ γαστριμαργίαν αὐτὸν εἰσηγεῖσθαι, φησὶν, ὅτι εἰ καὶ | |
55 | ὡς τὰ πολλὰ διὰ γαστέρα μοχθοῦσιν οἱ ἄνθρωποι, ὅσα ἂν ταύτῃ χαρίσωνται, οὐδὲν ἡ ψυχὴ προσείληφε, | |
ἀλλ’ ἔστι διάκενος καὶ ἀπλήρωτος, τὴν κατάλληλον | 553 | |
93.556 | ἑαυτῇ τροφὴν, τὴν ἐκ τοῦ λόγου καὶ τῶν ἀρετῶν μὴ προσλαμβάνουσα. Ἄλλως· Ἡ κακία ἀτελές ἐστί τι καὶ ἀπλήρωτον· ψυχὴ τοίνυν ἡ ταύτῃ συζῶσα, ἀεὶ τὰ μοχθηρὰ διὰ στόματος προφέρει, λοιδοροῦσα, δό‐ | |
5 | λους πλέκουσα, καὶ ὅμως οὐ κορέννυται, διὰ τὸ ἀτε‐ λὲς καὶ ἀπλήρωτον τῆς κακίας. | |
9 | «Ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; | |
10 | Διότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς.» Τί οὖν περισσὸν, φησὶ, τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; Πολὺ κατὰ πάντα τρόπον· ὅτι ὁ μὲν ἄφρων ἡδοναῖς ἐκδίδοται· ὁ δὲ σοφὸς πένης, ὁ πτωχὸς τῷ πνεύματι, κατέναντι τῆς ζωῆς πορεύεται, ἀντὶ τοῦ, διὰ τῶν | |
15 | ἀρετῶν ὁδεύει, ἕως καταντήσει εἰς τὸ ἔσχατον ὀρ‐ εκτόν· τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ γενέσθαι· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ ἡ αἰώνιος. Ἄλλως· Ὁ ἄφρων τῶν Ἰουδαίων λαὸς, ἐπὶ ξύλου τὴν Ζωὴν ἡμῶν ἐκρέμασε· ὁ δὲ ἐξ ἐθνῶν ὁ πάλαι | |
20 | πένης, προσέδραμε τῷ σταυρωθέντι, κατέναντι τῆς Ζωῆς πορευθεὶς, καὶ τὴν εἰς αὐτὸν πίστιν ἐπλού‐ τησε. | |
25 | «Ἀγαθὸν ὅραμα ὀφθαλμοῦ ὑπὲρ πορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύ‐ ματος.» Ὁ Ἀπόστολός φησι· Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. Ψυχικὸς δέ ἐστι ὁ θυ‐ μῷ καὶ ἐπιθυμίᾳ παρὰ τὸ δέον χρώμενος. Ἐν Εὐ‐ | |
30 | αγγελίοις δὲ γέγραπται· Ἐὰν ὁ ὀφθαλμός σου φω‐ τεινὸς ᾖ, ὅλον τὸ σῶμα φωτεινὸν ἔσεται· τουτέστι, Ἐὰν τὸ λογιστικόν σου, τουτέστι ὁ νοῦς, πεφωτισμέ‐ νον ᾖ, δύναται καὶ τῷ θυμικῷ καὶ τῷ ἐπιθυμητικῷ εἰς δέον καὶ κατὰ φύσιν χρήσασθαι. Ἀσυγκρίτως | |
35 | οὖν ἀγαθὸν, τὸ διορατικοὺς ἔχειν τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς, καὶ πεφωτισμένους ὑπὸ τοῦ ἁγίου Πνεύ‐ ματος, ὑπὲρ τὸ πορευόμενον ψυχῇ, τουτέστι τὸν ψυ‐ χικὸν ἄνθρωπον καὶ ἀφώτιστον. Ἀληθῶς γὰρ ὁ τοι‐ οῦτος οὐδὲν ἕτερόν ἐστι εἰ μὴ ματαιότης, προαιρετι‐ | |
40 | κῶς ψυχικὸς γενόμενος. Πῶς δὲ ἐν Εὐαγγελίοις ἑνὸς ὀφθαλμοῦ ῥηθέντος, ἐνταῦθα δύο μέμνηται; Καί φα‐ μεν ὅτε ἐκεῖ τὸν νοῦν ὀφθαλμὸν εἶπε, ἐνταῦθα δὲ τὰς πνευματικὰς τοῦ νοῦν ἐνεργείας, τήν τε πρακτικὴν, καὶ θεωρητικὴν, ὀφθαλμοὺς ἐκάλεσε, ἃς ὁ κατορθῶν | |
45 | ἀγαθὸν ὅραμα ἔχει ὀφθαλμῶν. Ἰστέον δὲ ὡς ἡ θεία Γραφὴ ἐξ ἑνὸς πολλάκις μέρους ὅλην τὴν ψυχὴν καλεῖ· καὶ ἐκ μὲν τοῦ ἐπιθυμητικοῦ, ὡς ὅταν λέγει, Καὶ φάγῃ σταφυλὴν ὅσον ἐμπλῆσαι ψυχὴν, ἀντὶ τοῦ, τὴν ὄρεξιν. Ἐκ δὲ θυμικοῦ, ὅταν φάσκῃ· Ψυχὴ | |
93.556(50) | εὐλογημένη πᾶσα ἀπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐ‐ σχήμων. Ἀπὸ γὰρ τοῦ θυμοῦ τὸ ὅλον ψυχὴν εἶπε. Ὅταν δὲ φάσκῃ, Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ἐπειδὴ τὸ ἐν ἡμῖν λογικὸν διὰ ἁγιασμοῦ ἁγνίζεται, ἀπὸ τούτου τὸ ὅλον ψυχὴν ἐκά‐ | |
55 | λεσε· ὅταν δὲ τὸ ὅλον ψυχὴν καλῇ, μετὰ τῶν μερῶν λέγει, Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑπο‐ | |
τασσέσθω. Καὶ ἐνταῦθα τοίνυν ἀπὸ τοῦ λογικοῦ, | 555 | |
93.557 | τουτέστι τῶν ὀφθαλμῶν ἀγαθὸν εἶπε τὸν πνευματικὸν ἅνθρωπον, ἢ τὸν ψυχικόν. | |
8 | «Εἴ τι ἐγένετο, ἥδη κέκληται ὅνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος· καὶ οὐ δυνήσεται τοῦ | |
10 | κριθῆναι μετὰ τοῦ ἰσχυροτέρου ὑπὲρ αὐτόν· ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα.» Εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα· οἱ ἀντιφερό‐ μενοι τῇ τοῦ Δημιουργοῦ προνοίᾳ. Οἷον εἰσὶν οἱ ἀπαιδεύτως λέγοντες, Διὰ τί ὁ Θεὸς τὸν μὲν ἐποίησε | |
15 | πένητα, τὸν δὲ πλούσιον; καὶ τὸν μὲν ἀπρεπῆ, τὸν δὲ καὶ λίαν εὐπρεπῆ; καὶ ὅσα τοιαῦτα· ταύτας τὰς φλυάρους ζητήσεις ἀναστέλλων ὁ Ἐκκλησιαστὴς, φησὶν ὅτι πάντων τῶν γεγονότων αὐτὸς οἶδε ὁ ποιη‐ τὴς τοὺς λόγους, καθ’ οὓς αὐτὰ παρήγαγε· οὐ γὰρ | |
20 | μόνον ἠπίστατο πάντα πρὸ γενέσεως αὐτῶν, ἀλλὰ καὶ τὰ τούτων ὀνόματα ἐν τοῖς τῆς θεϊκῆς προγνώ‐ σεως ἐναπέκειτο λόγοις. Εἴ τι γὰρ εἰς γένεσιν ἤγα‐ γεν ὁ Θεὸς, ἤδη τούτου καὶ τὸν λόγον καὶ τὴν προσ‐ ηγορίαν κεφαλαιωδῶς εἶχε παρ’ ἑαυτῷ. Εἰδὼς οὖν | |
25 | καὶ τὰ ἑκάστῳ ἀνθρώπῳ συμφέροντα, οὕτως αὐτὸν εἰς τὸν βίον παρήγαγε, καὶ προέγνωστο αὐτῷ τὰ κατὰ τὸν ἄνθρωπον, ὅτι καὶ τρεπτὸς, καὶ θνητὸς, καὶ ἀσθενής. Μηδεὶς οὖν ἀντιφθεγγέσθω τῷ πάντα εἰδότι πρὸς γενέσεως αὐτῶν, καὶ ἐν κόσμῳ τῷ | |
30 | προσήκοντι, καθ’ οὓς οἶδε αὐτὸς λόγους, ἕκαστα παράγοντι. Οὐ γὰρ δυνήσεταί τις μετὰ τοῦ ὄντως ἰσχυροῦ κρίνεσθαι· νικήσει γὰρ πάντως ὁ ἰσχυρὸς, κατὰ τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον, Ὄπως ἂν δικαιω‐ θῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρί‐ | |
35 | νεσθαί σε. | |
39t | ΚΕΦΑΛ. Ζʹ. | |
40 | «Τί περισσὸν τῷ ἀνθρώπῳ, ὅτι τίς οἶδε τί ἀγαθὸν τῷ ἀνθρώπῳ; τί ἔσται αὐτῷ; Καὶ ἐποίησε αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;» Οὐ τὴν ἐνάρετον, ἀλλὰ τὴν ματαίαν τῶν ἀνθρώπων διαβάλλων ζωὴν, φησὶν, ὅτι | |
45 | Τί πλέον ἔχει ὁ περὶ τὰ μάταια ἀσχολούμενος; Γυ‐ ναῖκα εὐπρεπῆ; Τῷ δῆλον εἰ δι’ αὐτὴν ἀνιάσεται, πορνευομένην τυχὸν, ἢ καὶ ἄλλως αὐτὸν λυποῦσαν; Χρήματα; ταῦτα δὲ τὸν Ἰούδαν ἐκρέμασαν. Ἀμπε‐ λῶνα; Ναβὼθ διὰ τοῦτον ἐπεβουλεύθη. Τίς γὰρ ἀπ‐ | |
93.557(50) | αγγελεῖ τῷ ἀνθρώπῳ τί συμβήσεται αὐτῷ, ἐν ὅσῳ ἐστὶ ἐν τῷδε τῷ βίῳ; Ἡ δὲ παροῦσα λέξις καὶ μαντι‐ κὴν καὶ γενεθλιαλογίαν ἀναιρεῖ. Οὐδεὶς γὰρ τούτων σαφὲς οὐδὲν εἰπεῖν δύναται. Εἰ δὲ καὶ πάντα κατα‐ θυμίως ἐν ταύτῃ τῇ ζωῇ τινι προσγένοιτο, ἀριθμη‐ | |
55 | τὸς ὢν ὁ βίος θᾶττον ὡς σκιὰ παρατρέχει. Ζῇν τοίνυν προσήκει κατὰ ἀρετὴν, εἰς τὸν μέλλοντα καὶ ἀπέ‐ | |
ραντον καὶ ἄσκιον ἀφορῶντα αἰῶνα· περὶ οὗ καὶ | 557 | |
93.560 | διὰ προφητῶν, καὶ διὰ ἀποστόλων, καὶ διὰ τοῦ Κυ‐ ρίου ἡμῶν μεμαθήκαμεν. Τὰ μὲν γὰρ ἐν τῷδε τῷ βίῳ ἡμῖν συμβησόμενα παντελῶς ἄδηλα· τὰ δὲ ἐν τῷ μέλλοντι καὶ λίαν πρόδηλα· ὅτι τοὺς μὲν ἁμαρτω‐ | |
5 | λοὺς αἱ κολάσεις, τοὺς δὲ δικαίους ἡ αἰώνιος ζωὴ ἀπ‐ εκδέχεται. | |
12 | «Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν, καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως αὐτοῦ.» Σύμ‐ μαχος, ἀντὶ τοῦ, ὑπὲρ ἔλαιον ἀγαθὸν, ὑπὲρ μύρον | |
15 | εὐῶδες, ἐκδέδωκε. Ἐκ δὲ τοῦ μύρου, ὄλην τὴν ἐν ἀνθρώποις ἡδονὴν ἐσήμανε. Ἀγαθὸν οὖν, φησὶν, ἐστὶ, ἐκ τῶν ἀρετῶν φήμην καλὴν καρπώσασθαι, καὶ ἔχειν ὄνομα ἀπογεγραμμένον ἐν οὐρανοῖς διὰ τῆς κατὰ Θεὸν πολιτείας, ἢ πᾶσαν ἀνθρωπίνην ἡδονήν. | |
20 | Ἀγαθὸν δὲ ἀποφαίνεται καὶ τὴν τῆς ἐξόδου ἡμέραν ὑπὲρ τὴν τῆς γεννήσεως. Ἡ μὲν γὰρ τῆς γεννήσεως εἰς τὴν τοῦ βίου θάλατταν εἰσάγει, ἔνθα ὁ δράκων ἐμφωλεύει· ἡ δὲ ἐξάγει τοῦ σταδίου. Καὶ εἰ μέν τις ἁμαρτωλὸς ᾖ, παύεται τοῦ πλείονα ἁμαρτάνειν· εἰ | |
25 | δὲ δίκαιος, τῆς αἰωνίου κατατρυφήσει ζωῆς. Πρὸς δὲ διάνοιαν, Ἀγαθόν ἐστι τὸ κτήσασθαι ὄνομα καλὸν, τουτέστι τὸ μερίδα σχεῖν τὸν Χριστὸν διὰ τῆς πί‐ στεως, καὶ ἐπικληθῆναι τῷ ὀνόματι αὐτοῦ, τουτέστι καλεῖσθαι Χριστιανὸν, ἢ τὸ διδόναι ἁπλῶς ἐλεημοσύ‐ | |
30 | νην. Πολλοὶ γὰρ καὶ ἐθνικῶν παρέχουσιν, ἀλλ’ οὐδὲν ὤνησαν, ἐὰν μὴ σχῶσι τὸ ὄνομα τὸ ἀγαθόν· εἰ δὲ ἐκ διαθέσεως ἐλεημονικῆς τοῦτο ποιήσουσι, κτήσονταί που πάντως καὶ τὸ ἀγαθὸν ὄνομα, κατὰ τὸν ἑκατοντ‐ άρχην Κορνήλιον. Ἀγαθὴ δὲ καὶ ἡ ἡμέρα τοῦ θανά‐ | |
35 | του, καθ’ ἣν τῷ Χριστῷ συνθαπτόμεθα, καὶ τῇ ἁμαρτίᾳ ἀποθνήσκομεν, ὑπὲρ τὴν ἡμέραν τῆς κοι‐ νῆς γεννήσεως, καθ’ ἣν ἡμᾶς ὁ Ἀδὰμ ἐγέννησε. | |
41 | «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευ‐ θῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου.» Τὰ ἐν πότῳ παροράματα καὶ ὁ μακά‐ ριος Ἰὼβ ὑφορώμενος, ὑπὲρ τῶν δι’ ὁμόνοιαν συμ‐ | |
45 | ποσιαζόντων πρὸς ἀλλήλους παίδων, θυσίας ἔφερε. Ἐν δὲ τῷ πένθει τὸ κοινὸν τῆς φύσεως διενθυμού‐ μενοι, συμπαθεῖς τε γινόμεθα, καὶ τὸν ἑαυτῶν διορ‐ θούμεθα βίον. Τοῦτο τάρ ἐστι, | |
52 | «Καὶ ὁ ζῶν δώσει ἀγαθὸν εἰς καρδίαν αὐτοῦ. Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία.» Τὸ κατὰ φύσιν θυμοῦσθαι, | |
55 | οἶον κατὰ παθῶν ἢ δαιμόνων, ἀγαθόν· καὶ περὶ τού‐ του φησὶ, Ἀγαθὸν θυμός· τὸ δὲ, ὀρέξει καὶ ἐπιθυμία | |
ἀμύνασθαι τὸν ἀδικήσαντα, ψεκτόν. Ἄμεινον οὖν τὸ | 559 | |
93.561 | ἐπαινετῶς θυμοῦσθαι ἐν γέλωτι. Τὸ γὰρ σεμνὸν, καὶ μὴ διακεχυμένον πρόσωπον ἀγαθύνεσθαι παρασκευά‐ ζει καὶ χαίρειν τοῦ ἀνθρώπου τὴν ψυχήν. Ἄλλως, θυμοῦσθαι λέγεται ὁ λόγῳ ἐπιπληκτικῷ χρώμενος. | |
5 | Ἀγαθὸν οὖν καὶ διδασκάλῳ καὶ δεσπότῃ τοιούτοις κεχρῆσθαι λόγοις πρὸς τοὺς ὑποχειρίους, ἢ προσ‐ μειδιᾶν καὶ χαυνοῦν αὐτῶν τὰς ψυχάς. Ἐν γὰρ τῇ τοῦ προσώπου αὐστηρίᾳ, ἣν δὴ κακίαν φησὶ, αὐτός τε ἀγαθυνθήσεται, καὶ τοὺς ὑπὸ χεῖρα ἀγαθοὺς ἀπ‐ | |
10 | εργάσεται. | |
13 | «Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης.» Ὁ σοφὸς τὰ ἔνθεν | |
15 | πένθη λογιζόμενος, ὅτι ἐκ φθορᾶς, καὶ ὅτι ῥᾳ‐ δίως τὰ τῇδε μεταπίπτει καὶ περιτρέπεται, γίνεται μὲν συμπαθὴς τοῖς ταῦτα ὑπομένουσι· περιφρονεῖ δὲ τῶν ὁρωμένων, καὶ οὐχ ἑστώτων. Ὁ δὲ ἄφρων πάγια εἶναι τὰ ἐν κόσμῳ νομίζων, καὶ τὸ ἄστατον | |
20 | αὐτῶν μὴ λυγιζόμενος, μηδὲ τὸ μέλλον ὑφορώμενος, τρυφῇ καὶ διαχύσει σχολάζει, καὶ ἡδοναῖς. Σημειοῦ δὲ ἐντεῦθεν τοῦ Ἐκκλησιαστοῦ τὴν γνώμην, διὰ τὸ πολλάκις αὐτὸν τὸ τοῦ φιλοκόσμου πρόσωπον ὑπο‐ θέμενον ἐν τῷ ἐσθίειν καὶ πίνειν ὁρίζεσθαι τὸ ἀγα‐ | |
25 | θόν. | |
31 | «Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ, ὑπὲρ ἄν‐ δρα ἀκούοντα ᾆσμα ἀφρόνων.» Τὸ μὲν γὰρ θηλύνει τὴν ψυχήν· ἡ δὲ τῶν σοφῶν ἐπιτίμησις ἐπιστύφει καὶ ἐπιῤῥώννυσιν. | |
35 | «Ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕ‐ τως γέλως τῶν ἀφρόνων.» Ὁ βρασμὸς, φησὶ, καὶ ὁ καγχασμὸς τῶν ἀφρόνων ἔοικε ἀκάνθαις ὑποκαιού‐ σαις λέβητα· πρῶτον μὲν ὅτι ὥσπερ ὁ κτύπος ὁ ἐκ πυρὸς τῶν ἀκανθῶν πρόδηλός ἐστι καὶ τοῖς μὴ ὁρῶ‐ | |
40 | σιν, ἀκούουσι δέ· οὕτω καὶ τοὺς ἄφρονας ἡ τοῦ γέ‐ λωτος ἐξήχησις χαρακτηρίζει· εἶτα ἐκεῖ καπνὸς ἐκ τῆς πυρκαϊᾶς· ἐνταῦθα σκότωσις ψυχῆς ἐκ τοῦ τοι‐ οῦδε γέλωτος. Ἐκεῖ ἄκανθαι ὑποκαίουσαι λέβητα· ἐνταῦθα ἁμαρτίαι τὸ αἰώνιον πῦρ ὑφάπτουσαι τῷ | |
45 | ἄφρονι· Ὁ γὰρ σοφὸς μόγις ἡσυχῇ μειδιάσει. | |
48 | «Καί γε τοῦτο ματαιότης, ὅτι ἡ συκοφαντία περι‐ φέρει σοφὸν, καὶ ἀπολλύει τὴν καρδίαν εὐτονίας αὐ‐ | |
93.561(50) | τοῦ.» Ἕτερον εἶδος ἐκδιδάσκει ματαιότητος. Σοφὸν δὲ εἰ μὲν τὸν τέλειόν φησι, οὕτω νοήσεις· Οἱ τῶν ἀνθρώπων ἀνόητοι οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ Θεὸν συκοφαντοῦσιν, ὡσεὶ μὴ ἐφορῶντα τὰ ἀνθρώπινα, ἢ κακῶς ἐπιτροπεύοντα, διὰ τὸ ἀσεβεῖς πολλάκις εὐ‐ | |
55 | θηνῆσαι, δικαίους δὲ στενοχωρῆσαι. Ἐπὶ τούτοις καὶ Δαβὶδ ἔλεγε· Παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά | |
μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἀμαρ‐ | 561 | |
93.564 | τωλῶν θεωρῶν. Ὁρᾷς πῶς παρελύθη τοὺς τόνους τῆς ψυχῆς, καὶ πέπονθέ τι μάταιον; Ἀλλ’ ἐπειδὴ τέ‐ λειος ἦν σοφὸς, πληρωθεὶς ὑπὸ τοῦ πνεύματος, τὰ ἔσχατα τῶν ἁμαρτανόντων ἐπήγαγε, πῶς ἐγένοντο | |
5 | εἰς ἐρήμωσιν, ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Εἰ δὲ τὸν τῆς ἄρτι θείας παι‐ δείας ἐπειλημμένον, νόει ὡς τοῦ νεοπαγοῦς τούτου, καὶ αἱρετικῶν συκοφαντίαι, καὶ διαβολικοὶ πειρασμοὶ, καὶ τὰ ἀνωτέρω δὲ προειρημένα τοὺς τῆς ψυχῆς | |
10 | ἐκλύουσι τόνους· καὶ εἰ μὴ ταχέως ἐκνήψας ἀναῤῥω‐ σθῇ, προσκείσεται καὶ τούτῳ τὸ μάταιον. | |
17 | «Ἀγαθὴ ἐσχάτη λόγου ὑπὲρ ἀρχὴν αὐτοῦ.» Τῶν λόγων τῶν κατὰ ἀρετὴν τὸ τέλος ἄμεινον· οὐ γὰρ τὸ ἄρξασθαι μόνον καλὸν, ἀλλὰ καὶ τὸ τέλος ἐπιθεῖναι | |
20 | τῷ σπουδαζομένῳ. | |
22 | «Ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι.» Ἐν τοῖς προλαβοῦσι λέλεκται ὡς τὰ ἐναντία οὐ συγ‐ κρίνεται. Οὐ συγκριτικῶς οὖν φησιν, ἀλλὰ τὸ ὂν δι‐ | |
25 | δάσκει, ὡς ὁ μὲν μακρόθυμος ἀγαθός· τῷ δὲ ἐξ ὑπερηφανείας κουφιζομένῳ τῷ πνεύματι, τουτέστι τῇ διανοίᾳ, ὁ Θεὸς ἀντιτάσσεται. | |
30 | «Μὴ σπεύσῃς ἐν πνεύματί σου θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται.» Τὸ, Μὴ σπεύσῃς, Μὴ ἕξιν ἀναλάβῃς θυμικὴν ἐν τῇ γνώμῃ· ἀλλὰ κἂν δεήσῃ προσποιήσασθαι θυμὸν, μὴ εἰς τὸ πάθος ἐμπέσῃς· καὶ γὰρ ψεκτὸς θυμὸς ἐν τῷ ἡγε‐ | |
35 | μονικῷ τῶν ἀφρόνων κόλπῳ καλούμενος οἰκεῖ καὶ ἐπαναπαύεται. Καὶ ἄλλως δὲ τὸ, ἐν κόλπῳ, νοήσεις, ἀντὶ τοῦ, Μὴ κολάκευε, μηδὲ θεράπευε, τὸν θυμὸν, τῷ σπουδάζειν ἀμύνασθαι τοὺς λελυπηκότας. | |
43 | «Μὴ εἴπῃς· Τί ἐγένετο ὅτι αἱ ἡμέραι πρότεραι ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώ‐ | |
45 | τησας περὶ τούτου.» Πολυτρόπως τοῦτό φασιν οἱ τῶν ἀνθρώπων ἄσοφοι· Ὅτι, φησὶ, κατὰ τὸ παλαιὸν ὁ Θεὸς διὰ προφητῶν καὶ ἀγγέλων τοῖς ἀνθρώποις ἐλάλει, ὅτι ἐξὸν ἦν τοῖς παλαιοῖς πολυγαμεῖν, κτη‐ μάτων ἔχειν περιουσίας· νῦν δὲ ταῦτα περικόπτει | |
93.564(50) | ὁ εὐαγγελικὸς λόγος. Καὶ ἄλλοι δέ εἰσι λέγοντες, ὅτι Πάλαι μοι ὁ Θεὸς ἐβοήθει, νῦν δὲ ἐγκαταλέλειμμαι, διὰ τοῦτο οὐ δύναμαι ἀγαθοεργεῖν. Ταῦτα δὲ πάντα ἀφρόνων ῥήματα. Καὶ γὰρ καὶ ἄλλων ἔστι ἀκοῦσαι, λεγόντων· Νῦν ὁ κόσμος ἐπληρώθη κακῶν· καὶ | |
55 | ἕτεραι μὲν αἱ ἡμέραι κακαὶ, ἕτεραι δὲ καλαί. Ὁ δὲ κατ’ ἀρετὴν ζῶν ἀεὶ ἐκ ζωῆς εἰς ζωὴν μεταβαίνων, | |
καὶ ἐκ πίστεως εἰς πίστιν ταῖς ἀρεταῖς προκόπτων, | 563 | |
93.565 | οὕτε ἡμερῶν οἶδε διαφορὰν, ἀλλὰ καὶ τῶν προαπο‐ ρηθέντων τοὺς λόγους ἐπίσταται. | |
5 | «Ἀγαθὴ σοφία μετὰ κληροδοσίας· καὶ περισσεία τοῖς θεωροῦσι τὸν ἥλιον, ὅτι ἐν σκιᾷ αὐτοῦ ἡ σοφία, ὡς σκιὰ τοῦ ἀργύρου· ὅτι περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τοὺς παρ’ αὐτῆς.» ᾯ δίδοται λόγος σοφίας διὰ τοῦ Πνεύματος, οὗτος σοφίαν ἔχει | |
10 | μετὰ κληροδοσίας, ἀντὶ τοῦ, τὴν ἐκ τοῦ ἁγίου Πνεύ‐ ματος. Οὗτος καὶ περισσείαν ἔχει ἐν τῷ θεωρεῖν τὸν ἥλιον· οὕτε γὰρ ἀπατᾶται, καὶ Θεὸν τοῦτον νομίζει· οὔτε μέχρι τοῦ θαυμάζειν αὐτὸν, ἢ ἐπιτέρπεσθαι μένει· ἀλλὰ ἀναλόγως τὸν γενεσιουργὸν αὐτοῦ θεω‐ | |
15 | ρῶν, τῷ θείῳ καταλάμπεται φωτί· καὶ ποιεῖ μὲν ἡ σοφία ὃ ποιεῖ καὶ τὸ ἀργύριον, ἀπὸ κινδύνων ἁρπά‐ ζει, πόλεις οἰκοδομεῖ, σκέπει τὸν ἔχοντα· σκιὰν γὰρ τὴν σκέπην λέγει. Ἔχει δὲ ἡ σοφία τὸ περιτ‐ τὸν, τὴν γνῶσιν τὴν ζωοποιόν· πείθουσα μὲν κατα‐ | |
20 | φρονεῖν τῶν ὁρωμένων, εἰς μόνην δὲ ἀποβλέπειν τὴν αἰώνιον ζωήν. Ἄλλως· Ἡ σοφία, φησὶν, ἡ μετὰ κληροδοσίας, τουτέστι ἡ πίστις μετὰ τῶν ἔργων, περιττόν τι ἔχει παρὰ τοὺς ἄλλους, τὸν ἥλιον· ποῖον τὸ περιττόν; Ἀργύριον δὲ κατὰ τὴν θεωρίαν ὁ Λόγος | |
25 | παρείληπται. Ὥσπερ οὖν ἡ σκιὰ τοῦ ἀργυρίου, τουτέστι ὁ διεξοδικὸς καὶ προφανὴς λόγος, διδάσκει ἡμᾶς τὰ περὶ σοφίας μαθήματα· οὕτως ἡ σκιὰ τῆς σοφίας, τουτέστι ἡ εἰσαγωγικὴ καὶ πρακτικὴ ἀρετὴ σκιὰ οὖσα, παραπέμπει ἡμᾶς εἰς τὴν τελείαν σοφίαν, | |
30 | τὴν τῶν θειοτέρων θεωρίαν καὶ κατανόησιν. Ἡ δὲ τοιαύτη τῆς σοφίας κτῆσις τὴν ζωὴν ἡμῖν χαρίζεται τὴν αἰώνιον. | |
44 | «Ἴδε τὰ ποιήματα τοῦ Θεοῦ, ὅτι τίς δυνήσεται τοῦ | |
45 | κοσμῆσαι ὃν ἂν ὁ Θεὸς διαστρέψῃ αὐτὸν, ἐν ἡμέρᾳ ἀγαθωσύνης αὐτοῦ; Ἐκ τῆς περὶ τὸν βίον ἀνωμαλίας ἐτόλμησαν εἰπεῖν τινες ὡς ὑπεραπολογούμενοι τοῦ Θεοῦ, ἵνα μὴ αὐτὸν εἴπωσι τῶν κακῶν αἴτιον· ὅτι οὔτε τὸν κόσμον ἐποίησε, οὔτε προνοεῖ αὐτοῦ· Εἰ | |
93.565(50) | γὰρ προενόει, φησὶν, ὁ Θεὸς, διὰ τί μὴ πάντες πλού‐ σιοι; Διὰ τί μὴ πάντες ὑγιεῖς; Ταύτην τὴν δόξαν ἐκβάλλων ὁ Ἐκκλησιαστὴς, φησὶν ὅτι καὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐδεὶς δύναται ἀνορθῶσαι τὰ δι‐ εστραμμένα πλὴν αὐτοῦ, τὸν χωλὸν ὑγιάσαι· καὶ τὰ | |
55 | ὅμοια. Εἰ δὲ θέλεις, φησὶ, γνῶναι ὅτι πάντα κατὰ τὸ | |
συμφέρον ἡμῖν ὁ Θεὸς διοικεῖ, πρόσεχε τοῖς ἑξῆς· | 565 | |
93.568(3) | «Ζῆθι ἐν ἀγαθῷ, καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε, καί γε τοῦτο σύμφωνον. Τούτῳ ἐποίησεν ὁ Θεὸς περὶ | |
5 | λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ μηδέν.» Ζῆθι, φησὶ, κατὰ ἀρετὴν, καὶ ἐπιτήρει ἐν τοῖς συμβαίνουσι πειρασμοῖς, εἰ μὴ συμφώνως καὶ ἐν‐ αρμονικῶς πάντα ἐποίησεν ὁ Θεὸς, καὶ τὴν περὶ τού‐ των καλῶς ἀπέκρυψε διδασκαλίαν. Ἣν δὴ καὶ λα‐ | |
10 | λιάν φησι, ἵνα μὴ γνῷ ἅνθρωπος τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι. Συμφώνως γὰρ καὶ τὸ δοκοῦν εἶναι κακὸν ἐπάγεται, μετὰ τὸ δόξαν εἶναι καλόν· καὶ τὸ ἐναντίον· οἷον ὑγιαίνει τις, καὶ ταῦτα κατὰ ἀρετὴν ζῶν· ὕστερον νοσεῖ· πλουτεῖ, εἶτα πένεται. Καὶ τίς | |
15 | ὁ τούτου λόγος; ὅτι εἰ προείδοιμεν οἱ ἄνθρωποι τὰ μέλλοντα ἡμῖν ἔσεσθαι, οὐκ ἂν ὁ θεῖος ὑφίστατο φόβος. Τῇ δὲ ἀδηλίᾳ συγκλειόμενοι, καὶ Θεὸν φο‐ βούμεθα, καὶ ἴσμεν ὅτι παρ’ αὐτοῦ καὶ μόνου ἡ τῶν κακῶν λύσις. Καὶ οὐδεὶς δύναται τὴν ἐν ἀνθρώποις | |
20 | διαστροφὴν ἰάσασθαι, εἰ μὴ μόνον αὐτός. Σύμφωνος οὖν ἐστιν ἡ δοκοῦσα ἀσυμφωνία, καὶ ἰσότης ἡ ἀνισό‐ της, πάντας ὁμοίως τῇ ἀδηλίᾳ πρὸς τὸν θεῖον συν‐ ελαύνουσα φόβον. Εἶτα ἐπάγει· | |
31 | «Σύμπαντα εἶδον ἐν ἡμέρᾳ ματαιότητός μου.» Ταῦτα, φησὶ, κατεσκεψάμην οἷα σοφὸς, ἐν ταῖς τῆς ματαιότητος ἡμέραις. Ἡμέραν δὲ ματαιότητος τὸν παρόντα βίον καλεῖ· πρῶτα μὲν, διὰ τὸ τοὺς πολ‐ | |
35 | λοὺς τῶν ἀνθρώπων ἐν αὐτῷ τὸ δίκαιον μὴ μετα‐ διώκειν· ἔπειτα ὅτι καὶ παρέρχεται. Διὰ τοῦτο εἰς πόθον ἡμᾶς ἐρεθίζων τοῦ μέλλοντος αἰῶνος καὶ ἀτελευτήτου, φησὶ, «Μὴ γίνου δίκαιος πολὺ, καὶ μὴ σοφίζου περισ‐ | |
40 | σὰ, μήποτε ἐκπλαγῇς· μὴ ἀσεβήσῃς πολὺ, καὶ μὴ γίνου σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.» Ἑκάστῃ ἀρετῇ συμμέτρως οὔσῃ κατ’ ἔλλειψιν καὶ ὑπερβολὴν αἱ κακίαι παράκεινται. Μὴ γίνου οὖν, φησὶ, δίκαιος πολὺ, ἀντὶ τοῦ, Μὴ δι’ ὑπερβολὴν | |
45 | τοῦ πρὸς τὸ κακὸν μίσους, ἀσυμπαθὴς γένῃ πρὸς τοὺς ἁμαρτάνοντας, καὶ σκληρὸς, καὶ ἀπάνθρωπος. Ἀλλὰ μηδὲ σοφίζου περισσὰ, μήποτε ἐκπλαγῇς. Περιττὰ δέ εἰσι τὰ ἔξωθεν τῆς θείας διδασκαλίας. Ὅσα οὖν, φησὶ, συμφερόντως ἡμῖν ὁ θεῖος ἀπέκρυ‐ | |
93.568(50) | ψε Λόγος, μὴ ἐπιζητήσωμεν. Τὸ γὰρ ταῦτα ζητεῖν, ἔκπληξις καὶ μανία φρενός. Ἀλλὰ μηδὲ περὶ δόγ‐ ματα πολὺ ἀσεβήσῃς, ἀντὶ τοῦ. ἐπιπολύ. Ἀλλὰ σπούδαζε τὸ ἀληθὲς εὑρεῖν, καὶ τῇ μετανοίᾳ λυ‐ τροῦσθαι τὰ πταίσματα. Καὶ μὴ γίνου, φησὶ, σκλη‐ | |
55 | ρὸς, τουτέστιν ἀμάλακτος, καὶ ἀντιπίπτων τῇ τοῦ Πνεύματος διδασκαλίᾳ. Εἶτα κατὰ κοινοῦ ἐπάγει, Ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. Ἐν οὐ καιρῷ | |
ἀποθνήσκει ὁ μὴ τετελειωμένος ταῖς ἀρεταῖς, ἀλλὰ | 567 | |
93.569 | κακίᾳ συζήσας καὶ ἀποθανών. Τελευτᾷ δὲ ὥσπερ σῖτος ὥριμος ὁ ταῖς ἀρεταῖς τελεσφορηθείς. | |
7 | «Ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ· καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι ὁ φοβού‐ μενος τὸν Θεὸν, ἐξελεύσεται τὰ πάντα.» Περὶ κα‐ | |
10 | κίας καὶ ἀρετῆς διδάξας ἐπήγαγε, ὅτι ἀγαθὸν ἀντ‐ έχεσθαι τῆς ἀρετῆς, μὴ μιαίνειν δὲ τὴν πρᾶξιν (χεῖρα ὀνομαζομένην) ἀπὸ τῆς κακίας. Εἶτα περὶ τοῦ ἁγνοῦ καὶ ἁγνοποιοῦ φόβου τοῦ Θεοῦ φησι, ὅτι Ὁ φοβούμενος τὸν Θεὸν ἐξελεύσεται τὰ πάντα, | |
15 | πᾶσαν πρᾶξιν κατὰ ἀρετὴν διεξερχόμενος, καὶ ταῖς προκοπαῖς τελειούμενος, καὶ πάντα διεκδύνων πει‐ ρασμόν. | |
19 | «Ἡ σοφία βοηθήσει τῷ σοφῷ, ὑπὲρ δέκα ἐξου‐ | |
20 | σιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει, ὅτι ἄνθρωπος δίκαιος οὐκ ἔστιν ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσει.» Ἡ αὐτοσοφία ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῷ εἰς αὐτὸν πιστεύοντι, καὶ διὰ πίστεως σοφῷ γινομένῳ, βοηθεῖ, ὑπὲρ τὰς δέκα ἐντο‐ | |
25 | λὰς τὰς οὔσας ἐν τῇ πόλει τῶν Ἰουδαίων. Εἰ γὰρ καὶ τὰς δέκα τις ἐφύλαξε νομικὰς ἐντολὰς, ἀλλ’ οὐκ ἦν ἄνθρωπον ὄντα μὴ παρολισθαίνειν· καὶ ὁ νόμος οὐδένα ἐδικαίου· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς αὐτὸς γέγονεν ἡμῖν σοφία, δικαιοσύνη τε, καὶ ἁγια‐ | |
30 | σμὸς, καὶ ἀπολύτρωσις. Ἄλλως· Μικρός τίς ἐστι κόσμος ὁ ἄνθρωπος, πόλις νῦν ὀνομαζόμενος, πέντε μὲν αἰσθήσεις ἔχων ἐν σώματι, πέντε δὲ ἐν ψυχῇ. Κἂν φιλονεικήσῃ τοίνυν ὁ ἄνθρωπος διὰ τῶν δέκα αἰσθήσεων τῶν ἐξουσιαζουσῶν αὐτοῦ βοηθῆσαι | |
35 | ἑαυτῷ, τὴν δὲ ἀπὸ τοῦ Χριστοῦ τῆς ἀληθινῆς σοφίας μὴ ἔχει ἐπικουρίαν, ἀδυνατήσει τοῦ σώζεσθαι. Ἄνθρωπος γὰρ ὢν οὐ δυνήσεται μὴ ἁμαρτά‐ νειν. | |
41 | «Καί γε εἰς πάντας λόγους οὓς λαλήσουσιν ἀσε‐ βεῖς, μὴ θῇς τὴν καρδίαν σου· ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε· ὅτι πλειστάκις πονηρεύσεταί σε, καὶ καθόδους πολλὰς κακώσει | |
45 | καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους.» Ἐνταῦθα τὸ ἀμνησίκακον εἰσηγεῖται, ἀσεβεῖς κοι‐ νότερον τοὺς λοιδοροὺς καὶ ἁμαρτωλοὺς ἀποκαλῶν. Εἶτα ἐκ περιουσίας κατασκευάζων τὸ μὴ δεῖν προσ‐ έχειν ταῖς λοιδορίαις, φησὶν ὅτι μηδ’ ἂν ὁ δοῦλός σου | |
93.569(50) | καταράσηταί σε, κινηθῇς εἰς θυμόν· μάλιστα μὲν γὰρ καὶ ποικίλως δύναταί σοι ἐπιβουλεύειν. Τοῦτο γάρ ἐστι τὸ, Καθόδους πολλὰς κακώσει καρδίαν σου. Ἢ καὶ οὕτως· Ἡ λοιδορία πολλάκις κακοῖ τὴν ψυχήν. Ἐὰν γάρ τις καθ’ ἕκαστον τῶν λοιδορούντων | |
55 | ὀργίζηται, πολλὰς ὑπομένει καθόδους, καθελκόμε‐ νος εἰς τὸ πάθος τοῦ θυμοῦ, καὶ κακίας πληροῖ τὴν | |
ἑαυτοῦ ψυχήν. Ἐνθυμοῦ δὲ, φησὶν, ὅτι πολλάκις | 569 | |
93.572 | καὶ σὺ ἑτέρους κατηράσω, καὶ κοτόρθου τὸ ἀμνησί‐ κακον. | |
6 | «Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ. Εἶπα· Σοφισθήσομαι· καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ ἐμοῦ μα‐ κρὰν, ὑπὲρ ὃ ἦν· καὶ βαθὺ βάθος· τίς εὑρήσεται αὐτήν;» Νοητῶν καὶ αἰσθητῶν πραγμάτων ἐφ‐ | |
10 | αψάμενος ὁ Ἐκκλησιαστὴς, καὶ ἐκ μέρους γνοὺς τὰ τῆς σοφίας μυστήρια, εἶτα ἐμβλέψας εἰς τὸ ἀχανὲς αὐτῆς πέλαγος, καὶ ὅτι ὅ τις καταλαμβάνει, τοσοῦτον ἀπολιμπάνεται, τὰς παρούσας ἀφῆκε φωνάς. Ὅπερ καὶ ὁ Παῦλος ὕστερον πεπονθὼς, ἔφη θαυμαστικῶς, | |
15 | Ὢ βάθους πλούτου καὶ σοφίας Θεοῦ! Ὡς ἀνεξ‐ ερεύνητα κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! | |
19 | «Ἐκύκλωσα ἐγὼ, καὶ ἡ καρδία μου, τοῦ γνῶναι, | |
20 | καὶ τοῦ κατασκέψασθαι, καὶ ζητῆσαι σοφίαν, καὶ ψῆφον· καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην, καὶ ὀχληρίαν, καὶ περιφοράν. Καὶ εὑρίσκω αὐτὴν ἐγὼ πικροτέραν ὑπὲρ θάνατον τὴν γυναῖκα, ἥτις ἐστὶ θή‐ ρευμα, καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας | |
25 | αὐτῆς. Ἀγαθὸς πρὸ προσώπου τοῦ Θεοῦ ἐξαιρεθήσεται ἀπ’ αὐτῆς· καὶ ὁ ἁμαρτάνων, συλληφθήσεται ἐν αὐτῇ. Ὁ σοφὸς κύκλῳ συνάγων τὸν ἑαυτοῦ νοῦν περὶ τὴν νόησιν, καὶ ἑαυτὸν θεωρῶν, καὶ τὸ νοού‐ μενον, οὔτε διεστραμμένα κατανοεῖ, οὔτε κατ’ | |
30 | εὐθὺ βλέπων πρὸς τὰ αἰσθητὰ ἀφορᾷ· ἀλλὰ πάσας συγκλείσας τὰς αἰσθήσεις, καὶ ἐν τοῖς ἑαυτοῦ γενό‐ μενος, ἐν κύκλῳ θεωρεῖ αὐτὸς ἑαυτὸν ὁ νοῦς, καὶ τὸ νοούμενον. Οὕτως οὖν, φησὶ, συνάγων ἑαυτὸν, ἐζή‐ τησα γνῶναι τίς ἄρα ἐστὶν ἡ ἔξωθεν σοφία, καὶ ἡ | |
35 | περὶ αὐτὴν ψῆφος· εἶτε ἡ κατὰ τὴν τῶν ἀριθμῶν ἀναλογίαν, εἴτε ἡ κατὰ τὴν γενεθλιαλογίαν, καὶ ἁπλῶς ὅπως ποτὲ ψηφίζουσιν Ἑλλήνων παῖδες· καὶ εἰδέναι τίς ἐστι αὕτη ἡ τῶν πολλῶν σοφιστῶν ἀφρο‐ σύνη, καὶ ὀχληρία, καὶ ἄστατος περιφορά. Καὶ εὗ‐ | |
40 | ρον ὅτι ἡ τοιαύτη σοφία ἔοικε γυναικὶ πόρνῃ. Ὥσπερ γὰρ ἐκείνη θηρεύει τοὺς νέους λόγοις ἀπατηλοῖς. οὕτω καὶ αὕτη τοὺς ἄφρονας, συλλογισμῶν σαγήνας πλέκουσα· καὶ ὥσπερ ἐκείνη ἁφῇ μαλακῇ τὴν ψυ‐ χὴν ἐκλύσασα καταδεσμεῖ· οὕτω καὶ αὕτη ταῖς τῆς | |
45 | καλιῤῥημοσύνης εὐεπείαις. Ὁ μὲν οὖν ἁμαρτωλὸς ἀβοήθητος ἁλίσκεται ὑπ’ αὐτῆς· ὁ δὲ ἀγαθὸς καὶ ὑπὸ Θεοῦ βοηθούμενος τῶν αὐτῆς ἐξαιρεῖται δεσμῶν. Ἀποφαίνεται δὲ καὶ χείρονα θανάτου εἶναι τὴν τοιαύ‐ την σοφίαν, ἤγουν ἀφροσύνην· ὅσῳ ὁ μὲν διαλύει | |
93.572(50) | ψυχὴν ἀπὸ σώματος, ἡ δὲ αὐτὴν τὴν ψυχὴν θανατοῖ. | 571 |
93.573 | «Ἰδοὺ καὶ τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστὴς, μιᾷ τῇ μιᾷ τοῦ εὑρεῖν λογισμὸν, ὃν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον· καὶ ἕνα ἄνθρωπον ἀπὸ χιλίων εὗρον· καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗ‐ | |
5 | ρον. Πλὴν ἴδε, τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ Θεὸς, σὺν τὸν ἄνθρωπον εὐθῆ· αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς.» Ὅλον τὸ ῥητὸν πρὸς ἀλληγορίαν βλέπει. Ὁ δὲ νοῦς οὗτος· Κατεξετάζων, φησὶν, ἅπαν τὸ γυ‐ ναικεῖον γένος, οὐ τὸ σωματικὸν, ἀλλὰ τὸ τῶν ἐκλύ‐ | |
10 | των καὶ γυναικοπρεπῶν ψυχῶν, οὐχ εὗρον ἐν οὐδε‐ μιᾷ αὐτῶν λογισμὸν, ὃν ἐπεζήτησε ἡ ψυχή μου, τουτ‐ έστι ἀνδρεῖον· τοῦτον γὰρ ζητεῖ ὁ σοφός· ἀλλὰ καὶ τῶν δοκούντων μὴ γυναικίζεσθαι, ἐξέτασιν ποιούμε‐ νος, σπάνιον εὗρον τὸν ὄντως ἄνθρωπον καὶ ἐνάρε‐ | |
15 | τον. Εἶτα λογισάμενος πόθεν ἡ τοσαύτη διαφορὰ, εὗρον ὅτι ὁ μὲν Θεὸς πάντα ἄνθρωπον εὐθῆ καὶ ἀδιάστροφον ἐποίησε, αὐτοὶ δὲ ὑπὸ πολλῶν διεμε‐ ρίσθησαν λογισμῶν· ὡς τὸν μὲν πορνείᾳ, τὸν δὲ φιλαργυρίᾳ, καὶ ἄλλον ἄλλῳ κατακρατηθῆναι πάθει. | |
25t | ΚΕΦΑΛ. Ηʹ. | |
26 | «Τίς οἶδε σοφούς; καὶ τίς οἶδε λύσιν ῥήματος; σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ τιμωρηθήσεται.» Ἀδύ‐ νατον σοφοὺς διαγνῶναι, τοὺς ὄντως σοφοὺς, μὴ τὸν | |
30 | κατὰ σοφίαν τυπωθέντα, καὶ τοῦτο τὸ χάρισμα ἐκ Θεοῦ εἰληφότα· ὁ γὰρ τὸ χάρισμα τῆς διακρίσεως ταύτης εἰληφὼς, οἶδε τίνες οἱ ὄντως σοφοὶ, καὶ τίνες οἱ οὐκ ὄντες μὲν, νομιζόμενοι δέ. Οὗτος καὶ ἐπιλύει προβλήματα, καὶ στροφὰς λόγων. Οὗτος καὶ πεφω‐ | |
35 | τισμένον ἔχει τὸ τῆς ψυχῆς πρόσωπον ὑπὸ τῆς λαμπηδόνος τῆς θείας σοφίας· ὁ δὲ οὐκ ὢν μὲν σο‐ φὸς, ἀναιδιζόμενος δὲ τῷ προσώπῳ, τουτέστι ἐρι‐ στικοὺς προσφέρων λόγους, ἐλεγχόμενος μισεῖται. | |
41 | «Στόμα βασιλέως φύλαξον, καὶ περὶ λόγου ὅρκου Θεοῦ μὴ σπουδάσῃς· ἀπὸ προσώπου δὲ αὐτοῦ πο‐ ρεύσῃ.» (Ἄλλα δὲ βιβλία ἔχουσι, πορευθῆναι.) Κα‐ λὸν μὲν καὶ τῷ ἐπιγείῳ βασιλεῖ ὑποτάττεσθαι· τοῦ | |
45 | δὲ παμβασιλέως Θεοῦ στόμα φυλάττειν ἡ Γραφὴ παρ‐ εγγυᾷ, τουτέστι ἐχεμυθεῖν αὐτοῦ τὰ μυστήρια, καὶ μὴ εἰς τοὺς ἀναξίους ἐκφέρειν· διατηρεῖν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς. Καλὸν δὲ φυλάττεσθαι, καὶ τὸ μὴ ὀμνύναι κατὰ Θεοῦ, μηδὲ σπουδάζειν ἔξω τοῦ θείου | |
93.573(50) | προσώπου πορευθῆναι, ἀλλὰ πάντα πράττειν ὡς Θεοῦ ἐφορῶντος. Κατὰ δὲ τὴν ἑτέραν γραφὴν οὕτως ἀνάγνωθι· | |
57 | «Καὶ περὶ λόγου ὅρκου Θεοῦ μὴ σπουδάσῃς,» ἀντὶ τοῦ, Μὴ ἐπίτρεχε τοῖς ὄρκοις, ἀλλὰ καὶ ἀπὸ | |
προσώπου αὐτοῦ, τουτέστι τοῦ ὅρκου, πορεύσῃ, | 573 | |
93.576 | τουτέστι πορεύθητι, τουτέστι φύγε, μὴ ἀνάσχῃ ὀμόσαι. | |
4 | «Μὴ στῇς ἐν λόγῳ πονηρῷ, ὅτι πᾶν ὃ ἐὰν θελήσῃ, | |
5 | ποιήσει. Καθὼς βασιλεὺς ἐξουσιάζων λαλεῖ καὶ τίς ἐρεῖ αὐτῷ, Τί ἐποίησας;» Καθόλου μὲν καλὸν τὸ μηδεμιᾷ προλήψει κακῇ κατέχεσθαι, μηδὲ ἐνίστα‐ σθαι τοῖς ὁπωσοῦν φαύλοις, ἢ λαληθεῖσιν, ἢ δόξασιν· ἐπειδὴ δὲ τὸ ἐφεξῆς ῥητὸν ἐντολῶν μέμνηται, οὕτω | |
10 | νοήσεις· Ἐπειδὴ ὁ παμβασιλεὺς Θεὸς ὁ πάντων ἐξουσιάζων ἐνομοθέτησε, καὶ οὐκ ἔστιν αὐτῷ ἀντει‐ πεῖν, μὴ στῇς λογοθετῶν τὰς ἐντολὰς, διὰ τί τόδε, καὶ μὴ τόδε ἐνομοθέτησε· τοῦτο γὰρ πονηρία ἐστί· φόβῳ δὲ μᾶλλον καὶ πίστει πλήρου τὰ προστεταγμένα. | |
18 | «Ὁ φυλάσσων ἐντολὴν, οὐ γνώσεται ῥῆμα πο‐ νηρόν.» Καὶ, «Καιρὸν κρίσεως γινώσκει καρδία | |
20 | σοφοῦ, ὅτι παντὶ πράγματί ἐστι καιρὸς καὶ κρίσις.» Ὁ τὴν θείαν, φησὶν, ἐντολὴν φυλάσσων, οὐ γνώσε‐ ται ῥῆμα πονηρὸν, ἀντὶ τοῦ, οὐ πράξει πρᾶγμα πονηρόν. Ἡ γὰρ γνῶσις διττή· ἡ μὲν ἐν ψιλῇ τῇ Εὔαν τὴν γυναῖκα αὐτοῦ· οὐκ ἠγνόει μὲν γὰρ | |
25 | αὐτὴν οὐδὲ πρότερον· ὅτε δὲ αὐτῇ ἐπλησίασε, τότε λέγεται αὐτὴν ἐγνωκέναι πράγματι. Κατὰ οὖν τὴν ἐν ἔργῳ γνῶσιν ὁ τὴν ἐντολὴν φυλάττων, ἀγνοεῖ τὸ πονηρὸν, ἀντὶ τοῦ, οὐ πράττει. Κατὰ δὲ τὴν ψιλὴν εἴδησιν ὁ εἰδὼς τί ἐστι καλὸν, οἶδε τί ἐστι φαῦλον· | |
30 | καὶ κατὰ τὸ ἐναντίον, ὁ εἰδὼς τί τὸ φαῦλον, οἶδε τί καὶ τὸ ἀγαθόν. (Τῶν γὰρ ἐναντίων ἡ αὐτὴ γνῶσις, οὐ κατὰ χρῆσιν, ἀλλὰ κατ’ ἐπιστήμην.) Ὁ τοίνυν σοφὸς, φησὶν, ὁ πᾶν πρᾶγμα ἐν κρίσει καὶ καιρῷ τῷ καθήκοντι διαπραττόμενος, οἶδε ὅτι ἔσται καιρὸς | |
35 | καὶ τῆς καθόλου κρίσεως, καθ’ ὃν ὁ δίκαιος κριτὴς ὁ Θεὸς ἑκάστῳ τὸ κατ’ ἀξίαν ἀπονέμει. | |
40 | «Ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπ’ αὐτόν· ὅτι οὐκ ἕστι γινώσκων ἐσόμενον. Ὅτι καθὼς ἔσται, τίς ἀναγγελεῖ αὐτῷ;» Πολλὴ, φησὶν, οὖσα ἡ γνῶσις στενοχωρεῖ τὸν ἄνθρωπον· καὶ ἐὰν θέλῃ γνῶναι πάντα, πολλὴ ἐπελθοῦσα ἐπ’ αὐτὸν, ἀποστενοῖ αὐτοῦ | |
45 | τὴν διάνοιαν. Ἃ μὲν οὖν ἀνάγκη αὐτὸν εἰδέναι, ταῦτά ἐστι, ὅτι ζῶον λογικὸν, ὅτι θνητὸν, ἀθάνατον ἔχει τὴν ψυχὴν, ὅτι καλῶν εἰσι καὶ κακῶν ἀνταπο‐ δόσεις. Τὰ ὅσα εἰς πίστιν συντείνει, ὅτι κατ’ εἰκόνα Θεοῦ γέγονε, καὶ ὀφείλει σώζειν τὴν εἰκόνα. Τὰ δὲ | |
93.576(50) | μετ’ αὐτὸν ἐσόμενα μόνου Θεοῦ ἐστιν εἰδέναι, καὶ γνωρίσαι οἷς ἂν ἐθελήσῃ. Ἐπειδὴ δὲ περὶ κρίσεως ὁ λόγος, οὕτω νοήσεις· Πολλὴ ἡ γνῶσις ἡ περὶ τῶν λόγων τῆς κρίσεως· καὶ οὐδεὶς ἀπήγγειλε τῷ ἀνθρώπῳ ἀκριβεῖς τοὺς περὶ αὐτῆς λόγους· οἷον | |
55 | πότε ἐστὶ, ἢ ποῦ τὸ κριτήριον συνίσταται, ἢ πῶς ἐξετάζει τὸν ἑκάστου βίον ὁ Θεός· ἢ πῶς οἱ περὶ | |
τὴν ἑνδεκάτην ὥραν πρῶτοι τὸν μισθὸν λαμβάνου‐ | 575 | |
93.577 | σιν· ἢ οὒς νομίζομεν ἡμεῖς κακοὺς, τῷ Θεῷ καλοὶ γνωρίζονται· καὶ τὸ ἀνάπαλιν. Διὰ ταῦτα τοίνυν πάντα μὴ σοφίζου περισσὰ, ἵνα μὴ ἐκπλαγῇς. | |
10 | «Οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα· καὶ οὐκ ἔστιν ἐξουσιά‐ ζων ἐν ἡμέρᾳ θανάτου.» Ἡ τοῦ πνεύματος σημα‐ σία κατὰ πολλῶν φέρεται· καὶ γὰρ ἡ ψυχὴ πνεῦμα καλεῖται, καὶ ὁ ἄνεμος, ὁ ἀὴρ, ὃν ἀναπνέομεν· καὶ | |
15 | ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος. Κατὰ πάντα δὲ τὰ εἰρημένα, οὐδεὶς ἐξουσιάζει πνεύματος, εἰ μὴ μόνος ὁ Θεός. Οὔτε γὰρ ψυχῶσαι, ἢ ἐξαγαγεῖν ψυχὴν ἀπὸ σώματος· οὔτε ἄνεμον κινῆσαι, νότον τυχὸν ἢ βοῤ‐ ῥᾶν· οὔτε πνευματικὸν δωρήσασθαι χάρισμα, ἢ | |
20 | ἀφελέσθαι· οὔτε ἀέρα φθεῖραι, ἢ εὐκραῆ ἀπεργά‐ σασθαι, ἑτέρου τινὸς εἰ μὴ μόνου Θεοῦ. | |
23 | «Οὐκ ἔστιν οὖν ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλῦσαι αὐτό. Καὶ οὐκ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ | |
25 | θανάτου. Καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν ἡμέρᾳ πολέ‐ μου.» Πρὸς μὲν τὸ ῥητὸν, πολέμου κατειληφότος, οὐκ ἐστιν εὔκαιρον τὸ ἀποστέλλεσθαι καὶ πλεῖν ἐκδημίας. Πρὸς δὲ διάνοιαν, Τὸν ἐν πολέμῳ κελευ‐ σθέντα ἀποθανεῖν ὑπὸ Θεοῦ οὐκ ἔστιν ὁ πάλιν ἀπο‐ | |
30 | στέλλων εἰς τὴν ἐνθάδε ζωήν. Ἄλλως· Ὅταν ἐν κρίσει ἄρξηταί τις ὑπὸ τῶν ἰδίων πολεμεῖσθαι ἁμαρτημάτων, οὐκ ἔστιν ὁ δυνάμενος λέγειν, Ἀπό‐ στειλόν με εἰς τὸν βίον ἵνα μετανοήσω. Ἀλλ’ οὐδὲ μέλλων τελευτᾷν δύναται λέγειν· Συγχώρησόν μοι | |
35 | ζῆσαι, ἵνα μετανοήσω. Οὐ γὰρ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου. | |
39 | «Καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ’ αὐτῆς.» | |
40 | Ἀντὶ τοῦ, τὸν ὑπὸ σῆς ἀσεβείας τυραννούμενον καὶ κρατούμενον. Εἰδότες οὖν ὡς οὐκ ἔστι ἐξουσιά‐ ζων ἐν ἡμέρᾳ θανάτου, καὶ οὐκ ἔστι ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου, μὴ ἀσεβήσωμεν. «Καὶ σύμπαντα ταῦτα εἶδον ἐγώ.» Ταῦτα ἀκρι‐ | |
45 | βῶς ἐγνωκὼς ἀπαγγέλλει ὁ διδάσκαλος, ἐφ’ ᾧ πάν‐ τας ἡμᾶς πείθεσθαι τοῖς αὐτοῦ λόγοις. | |
48 | «Καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ | |
93.577(50) | ἄνθρωπος ἐν ἀνθρώπῳ, τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου.» Ἀπερισπάστως, φησὶ, δέδωκά μου τὸν νοῦν, εἰς τὸ εἰδέναι τῶν ἀνθρώπων τὰ ποιήματα, καὶ κατὰ τίνα λόγον ἄνθρωπος ἄνθρωπον κακοῖ. | |
55 | Εἶτα ἐπειδὴ ἄδικον νομίζεται τὸ πολλάκις ἀσεβεῖς εἶναι τοὺς δυνατοὺς, καὶ εὐθηνουμένους, βαθύτερον ἐπισκεψάμενος, εἶδον τῶν ἀσεβῶν τὴν πτῶσιν, καὶ τῆς ψυχῆς τὴν νεκρότητα. Τὸ γὰρ, εἰς τάφους, νῦν | |
ἀντὶ τοῦ, εἰς τὰς κολάσεις. Καὶ οὐδὲν αὐτοὺς ὠφέ‐ | 577 | |
93.580 | λησεν ἡ δύναμις, ἢ τὸ νομισθῆναι ἁγίους εἶναι, καὶ κατέχεσθαι ἐν λειτουργοῖς Θεοῦ. Διδάσκει. τοιγαροῦν μὴ σκανδαλίζεσθαι ἐπὶ τῇ τοῦ παρόντος βίου δο‐ κούσῃ ἀνωμαλίᾳ, ἀποβλέποντας εἰς τὴν τῶν μελ‐ | |
5 | λόντων ἀνταπόδοσιν. | |
9 | «Καὶ ἐπορεύθησαν, καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, | |
10 | ὅτι οὕτως ἐποίησαν.» Οὗτοι οἱ δόξαντες μὲν εἶναι εὐσεβεῖς καὶ ἅγιοι, πορευθέντες δὲ ἐν ἀσεβείᾳ, ἐπῃνέθησαν ἐν τῇ ζωῇ ἑαυτῶν, ἢ λαθόντες, ἢ κολα‐ κευθέντες ἐφ’ οἷς ἔπραττον. Ἀλλ’ οὐδὲν αὐτοὺς ὠφέ‐ λησε τῆς εὐσεβείας τὸ πρόσχημα, ἢ ὁ παρὰ τῶν | |
15 | κολάκων ἔπαινος· ματαιότης δὲ καὶ τούτοις ἀπέβη τὸ πρᾶγμα εἰς τάφους εἰσαγομένοις. Τὸ δὲ, Καί γε τοῦτο ματαιότης, δύναται καὶ τοῖς ἑξῆς ἐφαρμόζε‐ σθαι στίχοις, ἵνα ᾖ οὕτως· | |
21 | «Καί γε τοῦτο ματαιότης, ὅτι οὐκ ἔστι γινομένη ἀντίῤῥησις ἀπὸ τῶν ποιούντων τὸ πονηρὸν ταχύ· διὰ τοῦτο ἐπληροφορήθη καρδία υἱῶν τοῦ ἀνθρώπου ἐν αὐτοῖς, τοῦ ποιῆσαι τὸ πονηρόν.» Τοῦτο, φησὶ, | |
25 | τὴν ἐν βίῳ ματαιότητα εἰργάσατο, ὅτι οὐκ εἰσὶν οἱ ἀντιλέγοντες καὶ ἐλέγχοντες τοὺς τὰ πονηρὰ διαπρατ‐ τομένους, ταχύ· ἀντὶ τοῦ, οὐ κατὰ σπουδὴν τοῦτο ποιοῦντες, καὶ τοῖς ἐλέγχοις ἀνακόπτοντες τὴν πονη‐ ρίαν, ἢ τὸ ταχὺ, ἀντὶ τοῦ, ἐν σπουδῇ καὶ ἐπιμελῶς | |
30 | τὰ πονηρὰ διαπραττομένους. Διὰ τοῦτό φησιν· Ἐκ τοῦ μὴ ἐξελέγχεσθαι τοὺς φαύλους, ἀλλὰ καὶ ἐπαι‐ νεῖσθαι, ἐπληροφορήθη καὶ ἐν ἕξει γέγονε ἡ καρδία τῶν υἱῶν τοῦ ἀνθρώπου, διαπράττεσθαι τὰ πονηρά. Ὅρα δὲ ὅτι, υἱῶν ἀνθρώπου, εἶπε. Οἱ γὰρ υἱοὶ τοῦ | |
35 | Θεοῦ τὰ πονηρὰ οὐ διαπράττονται. | |
37 | «Ὃς ἥμαρτε, ἐποίησε τὸ πονηρὸν ἀπὸ τότε, καὶ ἀπὸ νεότητος αὐτοῦ.» Ἡ ἁμαρτία ἐκ τῆς ἀπάτης τοῦ πονηροῦ εἰσκεκόμισται· διὸ εὐχόμενοι λέγομεν· | |
40 | Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Τὸ τοῦ διαβόλου τοίνυν πληροῖ θέλημα ὁ ἁμαρτάνων, τοῦ ἀπὸ τότε καὶ ἀπὸ νεότητος αὐτοῦ, ἀντὶ τοῦ ἐξ ἀρχῆς ἡγησα‐ μένου τὰ φαῦλα. Ἄλλως· Οὐ νεωτέρα, φησὶν, ἐστὶν ἡ ἁμαρτία, ἀλλὰ παλαιά. Διὸ καὶ ἤκουσε ὁ Νῶε | |
45 | παρὰ Θεοῦ, ἐγκεῖσθαι τὴν τῶν ἀνθρώπων διάνοιαν ἐπιμελῶς ἐπὶ τὰ πονηρά. Νεότητος δὲ, οὐ τῆς καθ’ ἡλικίαν, ἀλλ’ ἤθους νεαροῦ, καὶ μὴ παγίου. Ἄλλως· Ὁ ἕξιν ἔχων ἁμαρτητικὴν, καὶ συγκαταθέμενος ἐν διανοίᾳ τοῦ ἁμαρτῆσαι, ἀπὸ τότε ἄρχεται ἁμαρτάνειν, | |
93.580(50) | ἀφ’ οὗ συγκατέθετο, κἂν μετὰ πολὺ τὴν πρᾶξιν ἐρ‐ γάσηται, ἢ καὶ μὴ ὅλως ἐργάσηται, κωλυθεὶς οὐ προαιρετικῶς, ἀλλ’ ὑπό τινος περιστάσεως. Ἄλλως· Ὁ ἁμαρτάνων καὶ ποιῶν τὸ πονηρὸν, εἰ καὶ ἐκ τοῦ ἀποτελέσματος ἡμῖν ἐγνώσθη, ἀλλὰ τοῖς προγνώ‐ | |
55 | σεως Θεοῦ λόγοις ἐκ παλαιοῦ ἐγνωρίζετο εἶναι ἁμαρ‐ | |
τωλός. | 579 | |
93.581(3) | «Ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν Θεὸν, ὅπως φοβῶνται ἀπὸ προσ‐ | |
5 | ώπου αὐτοῦ. Καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ, καὶ οὐ μακρυνεῖ ἐν σκιᾷ, ὃς οὐκ ἔστι φοβούμενος ἀπὸ προσ‐ ώπου τοῦ Θεοῦ.» Μετὰ τὸ διελέγξαι τὴν ἐν κόσμῳ ματαιότητα, τὸν ἁγνοποιὸν τοῦ Θεοῦ τοῖς ἐκκλησια‐ ζομένοις παραδίδωσι φόβον. Ὃς τοῖς εὐσεβέσιν ὡς | |
10 | ἐν προσώπῳ τοῦ Θεοῦ διάγουσι, καὶ πᾶσαν ἑαυτῶν πρᾶξιν καὶ διανόημα φυλάττουσιν ὡς ὁρῶντος Θεοῦ, πάντων τῶν ἀγαθῶν αἴτιος γίνεται· τῷ δὲ ἀσεβεῖ οὐκ ἔστι ἀγαθόν. Τὸ δὲ, οὐ μακρυνεῖ ἡμέραν ἐν σκιᾷ, ἀντὶ τοῦ, ἐπειδὴ ἐνόμισε τὸν ἐν τῷδε τῷ βίῳ | |
15 | χρόνον, κἂν πολὺς ᾖ, μὴ σκιὰν εἶναι, ἀλλὰ τῶν μὴ ἑστώτων καὶ προσκαίρων ὡς ἀεὶ μενόντων ἀντέσχετο ὁ ἁμαρτωλός. Ἢ οὕτως· Κἂν ἐν τῷ βίῳ τῷδε διὰ τὴν ἀνοχὴν τοῦ Θεοῦ σκεπασθῇ ὁ ἁμαρτωλὸς, καὶ μὴ τιμωρηθῇ, ἀλλὰ μικρὸν ὕστερον τῇ αἰωνίῳ κολά‐ | |
20 | σει παραδοθήσεται. | |
23 | «Ἔστι ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶ δίκαιοι, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν | |
25 | ἀδίκων· εἶπον ὅτι καί γε τοῦτο ματαιότης.» Νῦν τὸ τοῦ σφαλλομένου πρόσωπον εἰσάγων ὁ Ἐκκλησια‐ στής φησιν, ὅτι Εἶδον ἐν τῷ βίῳ τὰ τοῖς ἀσεβέσιν ἐποφειλόμενα τοὺς δικαίους κατειληφότα, οἷον νόσον, ἢ πενίαν, ἤ τινα ἑτέραν ὀδυνηρὰν ἐπαγωγήν· καὶ τὸ | |
30 | ἔμπαλιν, ἃ τοῖς εὐσεβέσιν ὠφείλετο, τοῖς ἀσεβοῦσι συμβεβηκότα. Διὸ ὡς ὀλίγωρος ὁ τοιοῦτός φησι, καί γε τοῦτο ματαιότης. Ὁ δὲ σοφὸς τὰς τῶν πραγ‐ μάτων ἐκβάσεις θεωρῶν, καὶ τὰς ἑκάστου ἀνταπο‐ δόσεις, οἶδε ὡς οὐκ εἰκῆ ταῦτα συγχωρεῖ γενέσθαι | |
35 | Θεός. Ἀλλ’ ἵνα οἱ μὲν δίκαιοι μειζόνων στεφάνων τύ‐ χωσιν· οἱ δὲ ἀσεβεῖς ἐπιτεταμένως σχῶσι τὰς τιμω‐ ρίας. Πάλιν δὲ τὴν ματαιότητα ἐπὶ τῆς γῆς εἶπε· οὐδὲν γὰρ ἐν οὐρανῷ μάταιον. | |
41 | «Καὶ ἐπῄνεσα ἐγὼ σὺν τῇ εὐφροσύνῃ, ὅτι οὐκ ἔστιν ἀγαθὸν τῷ ἀνθρώπῳ ὑπὸ τὸν ἥλιον, ὅτι εἰ μὴ τοῦ φαγεῖν, καὶ τοῦ πιεῖν, καὶ τοῦ εὐφρανθῆναι, καὶ αὐτὸ συμπροσέσεται αὐτῷ ἐν μόχθῳ αὐτοῦ, ἡμέρας | |
45 | ζωῆς αὐτοῦ, ἃς ἔδωκε αὐτῷ ὁ Θεὸς ὑπὸ τὸν ἥλιον· ἐν οἷς ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι σοφίαν, καὶ τοῦ ἰδεῖν περισπασμὸν τὸν πεποιημένον ἐπὶ τῆς γῆς· ὅτι καὶ ἐν ἡμέρᾳ, καὶ νυκτὶ ὕπνον ἐν ὀφθαλ‐ μοῖς αὐτοῦ οὐκ ἔστι βλέπων.» Εἰ μὲν ἔτι τὸ τοῦ φι‐ | |
93.581(50) | λοκόσμου πρόσωπον φθέγγεται, ἐν τῇ τῶν αἰσθητῶν ἡδονῇ τὴν πᾶσαν εὐφροσύνην ὁρίζεται· εἰ δὲ τηλι‐ καῦτά τις ὦτα κέκτηται, ὡς ἀκούειν λαλοῦντος τοῦ σοφοῦ Ἐκκλησιαστοῦ, οἶδε τίς ἡ ἀληθινὴ βρῶσις καὶ πόσις· καὶ ὅτι τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος | |
55 | ἔτι ὄντες ὑπὸ τὸν ἥλιον ἐν τῷ βίῳ τούτῳ εἰλήφαμεν. Ἀπὸ δὲ τοῦ,» Ἐν ὅσῳ δέδωκα τὴν καρδίαν μου τοῦ γνῶναι τὴν σοφίαν,» οἶδε ὁ Σοφὸς ὀξυωπεστάτῳ τῆς διανοίας θεωρήσας τῷ ὄμματι, ὅτι οὐδείς ἐστι ἀπερί‐ | |
σπαστος, καὶ ὅτι οὐκ ἔστι ὁ βλέπων ὕπνον· ἀλλ’ ὁ | 581 | |
93.584 | μὲν ἐπαινετῶς περισπᾶται περὶ τὰ θεῖα ἐνασχολού‐ μενος· ὁ δὲ ψεκτῶς, περὶ τὰ ἀνθρώπινα μοχθῶν. Καὶ ὁ μὲν δίκαιος οὐ δίδωσι τοῖς ὀφθαλμοῖς ὕπνον, οὐδὲ τοῖς βλεφάροις νυσταγμὸν, ἀλλὰ γρηγορεῖ ὡς ἡμέρα | |
5 | ἐστὶ, καὶ οὐκ ἐκπίπτει εἰς τὸ τῆς ἀγνοίας σκότος· οὕτε ἐν ἡμέρᾳ, τουτέστι ἐν καιρῷ εὐθηνίας· οὔτε ἐν νυκτὶ, τουτέστι ἐν καιρῷ πειρασμῶν. Ὁ δὲ ἄδικος τὰς νύκτας ταῖς ἡμέραις συνάπτων, ἡδὺν ὕπνον οὐ κοιμᾶται, φροντίζων ἢ ὅπως κτήσηται τὰ | |
10 | ὧν ἐπιθυμεῖ, ἢ δεδοικὼς τῶν ἤδη κτηθέντων τὴν ἀφαίρεσιν. | |
13 | «Καὶ εἶδον σύμπαντα τὰ ποιήματα τοῦ Θεοῦ, ὅτι οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν σὺν τὸ ποίημα τὸ | |
15 | πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἐὰν μοχθήσῃ ἄν‐ θρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει· καί γε ὅσα ἂν εἴπῃ ὁ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσεται τοῦ εὑ‐ ρεῖν.» Ἡ τοῦ Θεοῦ γνῶσις, καθ’ ἣν τὰ πάντα γέγονε, αὐτῷ μόνῳ τυγχάνει περιληπτή. Ἡμεῖς δὲ κἄν τι | |
20 | γράφωμεν καὶ γνῶμεν, ἐκ μέρους γινώσκομεν, ὑπὸ τῆς αὐτοῦ χάριτος σοφιζόμενοι. Οὐδεὶς οὖν σοφὸς οὔτε τῶν ἔξωθεν, οὔτε τῶν ἐν τῇ ἀληθινῇ σοφίᾳ ἀρ‐ ξαμένων προκόπτειν, οὔτε τῶν κατὰ ἀνθρώπους ἐφικτῶν, τελείως δύναται παντὸς τοῦ ποιήματος τὴν | |
25 | γνῶσιν ἔχειν· οὔτε γὰρ τὰς οὐσίας, οὔτε τὰ μέτρα, οὐρανοῦ τυχὸν, ἢ γῆς, ἢ θαλάττης, ἢ πῶς πεπήγα‐ σιν, ἢ ἐπὶ τίνων ἵστανται, εὑρεῖν δυνατόν. Ἀλλὰ κἂν εἴπῃ σοφὸς λόγους πιθανοὺς, τινὰ ἀλήθειαν παντελῶς ἀδυνατεῖ τοῦ εὑρεῖν. | |
31t | ΚΕΦΑΛ. Θʹ. | |
32 | «Ὅτι σύμπαν τοῦτο ἔδωκα εἰς καρδίαν μου, καὶ καρδία μου σύμπαν εἶδε τοῦτο, ὅτι οἱ δίκαιοι καὶ οἱ σοφοὶ, καὶ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ.» Εἶπε | |
35 | τίνων ἡ γνῶσις ἀποκέκρυπται, ἵνα ἡμᾶς ἀποκωλύσῃ τοῦ ματαιοπονεῖν περὶ τὰς τοιαύτας ζητήσεις· λέγει νῦν, τί ἀκριβῶς πεπληροφόρηται ὁ τοῦ σοφοῦ ὀφθαλ‐ μὸς, ὅτι οἱ δίκαιοι καὶ οἱ σοφοὶ, καὶ αἱ τούτων πρά‐ ξεις ὑπὸ τὴν σκέπην τῆς χειρὸς τοῦ Θεοῦ τυγχάνου‐ | |
40 | σιν· οὐ συγχωρουμένου ὑπὸ τῶν ἐπηρεαζόντων ἐχθρῶν καταβλάπτεσθαι. Οἱ γὰρ ἐνάρετοι, καὶ αἱ κατὰ ἀρετὴν ἐργασίαι ὑπὸ τοῦ Θεοῦ σκέπονται· περὶ δὲ τῶν ἀσεβῶν γέγραπται· Καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. | |
45 | «Καί γε ἀγάπην καὶ μῖσος οὐκ ἔστιν εἰδὼς ἄν‐ θρωπος· τὰ πάντα πρὸ προσώπου αὐτοῦ· ματαιότης ἐν πᾶσι.» Σύμμαχος ἀντὶ τοῦ, ἐν τοῖς πᾶσι μα‐ ταιότης, τὰ πάντα ἔμπροσθεν αὐτῶν ἄδηλα, ἐκ‐ δέδωκε· ἀντὶ τοῦ, οὐκ οἶδε ἄνθρωπος, εἰ ὃν μισεῖ, | |
93.584(50) | εὐεργέτην ἄξει, καὶ ὃν ἀγαπᾷ, ἐπίβουλον. Κατὰ δὲ ὑψηλοτέραν διάνοιαν, ὁ ἔτι ἄνθρωπος ὢν, καὶ οὔπω γεγονὼς Θεοῦ, οὐκ οἶδε τί τὸ ἀγάπης ἄξιον, ἢ τί τὸ μίσους ἄξιον. Ἡ μὲν γὰρ ἐπίπονος ἀρετὴ ἀγάπης ἀξία· ἡ δὲ ἐν τοῖς αἰσθητοῖς ἡδονὴ, μίσους. Ὁ δὲ | |
55 | πεπλανημένως καὶ ἀντιστρόφως νοῶν τὰ πράγματα. πάντα μάταια πρὸ προσώπου ἔχει, μὴ ὡς τὸ ἀλη‐ | |
θὲς, ἀλλ’ ὡς ἡ ἡδονὴ ὑποβάλλει, τὰ ὄντα νοῶν. | 583 | |
93.585(4) | «Συνάντημα ἒν τῷ δικαίῳ, καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ | |
5 | καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυ‐ σιάζοντι καὶ τῷ μὴ θυσιάζοντι, ὡς ὁ ἀγαθὸς, ὡς ὁ ἁμαρτάνων, ὡς ὁ ὀμνύων, ὡς ὁ τὸν ὅρκον φοβούμε‐ νος. Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι.» Πολλάκις ἐν | |
10 | τοῖς ἀνωτέρω τέτακται, ὡς τὰ μέσα ἀδιάφορα, νόσος καὶ ὑγεία, πλοῦτος καὶ πενία, καὶ τὰ ὅμοια, κοινὰ τυγχάνουσι τῷ τε δικαίῳ καὶ τῷ ἁμαρτωλῷ, ᾗ ζῶα θνητὰ πάντες· ᾗ γὰρ λογικὰ, διαφορὰν ἔχουσι· καθ’ ὃ οἱ μὲν εὖ ποιοῦσιν, οἱ δὲ ἀσεβοῦσιν αὐτεξουσίῳ προ‐ | |
15 | αιρέσει, Σημειοῦ δὲ ὅτι καὶ τὸν ὀμνύοντα μετὰ τῶν ἁμαρτωλῶν ἔταξε. Πονηρὸν δὲ ἐκάλεσε τὸ τῶν κοι‐ νῶν συμπτωμάτων, ὡς ἐκ προσώπου τῶν σφαλλομέ‐ νων, καὶ διὰ τὰ κοινὰ συμπτώματα μὴ νομιζόντων πλέον ἔχειν τὸν δίκαιον τοῦ ἀσεβοῦς, ἢ ἐπίπονον. | |
20 | Κοινῶς γὰρ πονοῦσιν ἑκάτεροι, ἕως εἰσὶν ὑπὸ τὸν ἤλιον· μετὰ δὲ τὴν ἐντεῦθεν ἐκδημίαν, ἑκάστῳ τὸ κατ’ ἀξίαν ἀποδίδοται. | |
26 | «Καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ· καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν, καὶ ὀπίσω αὐτοῦ, πρὸς τοὺς νεκρούς. Ὅτι τίς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας;» Ἡ τῶν υἱῶν τοῦ ἀν‐ | |
30 | θρώπου καρδία πεπλήρωται πονηροῦ, τῇδε κἀκεῖσε περιφερομένη· καὶ μοχθοῦσι μέχρις ἂν καὶ αὐτοὶ τοὺς νεκροὺς καταλάβωσιν· οὐδεὶς γὰρ δύναται κοι‐ νωνίαν ἔχειν διηνεκῆ μετὰ τῶν ζώντων. Πάντως γὰρ αὐτὸν τὸ κοινὸν διαδέχεται τέλος. Ἄλλως· Υἱοὶ τοῦ | |
35 | ἀνθρώπου, ἀντὶ τοῦ, οἱ ἀγελαῖοι, ὁρῶντες τὰ κοινὰ συμπτώματα τῶν δικαίων, πληροῦνται πονηρίας, καὶ περιφέρεται ἡ καρδία αὐτῶν ἐν μόχθοις, ἕως ἂν νεκροὶ ὄντες ταῖς πράξεσι συγκατατελῶσι τοῖς νε‐ κροῖς, μηδεμίαν ἔχοντες κοινωνίαν πρὸς τοὺς ἐν | |
40 | ἀρετῇ ζήσαντας, οἵτινες καὶ κυρίως ζῶντες καλοῦν‐ ται, τῆς αἰωνίου ζωῆς ἀπολαύοντες. | |
44 | «Ἔστιν ἐλπὶς, ὅτι ὁ κύων ὁ ζῶν αὐτὸς ἀγαθὸς ὑπὲρ | |
45 | τὸν λέοντα τὸν τεθνηκότα.» Ὁ πτωχὸς, καὶ ζῶν κατὰ Θεὸν, ὑπὲρ τὸν γαῦρον καὶ ἀλαζόνα, καὶ ὑπὸ τῆς ἁμαρτίας νεκρωθέντα, ἐλπίδα ἔχει ἀγαθήν. Ἄλλως· Ὁ ἐξ ἐθνῶν λαὸς, ὁ πάλαι κύων καὶ ἀκάθαρτος, προσελθὼν δὲ τῇ πίστει, καὶ ζωοποιηθεὶς ὑπὲρ τὸν | |
93.585(50) | βασιλικὸν τῶν Ἰουδαίων λαὸν ἐλπίδα ἔχει ἀγαθήν. | |
52 | «Οἱ ζῶντες γνώσονται ὅτι ἀποθανοῦνται· καὶ οἱ νεκροὶ οὐκ εἰσὶ, γινώσκοντες οὐδέν.» Οἱ ἔχοντες ἰκμάδα ζωτικὴν ἐν τῇ ἑαυτῶν διανοίᾳ, τῆς παρούσης | |
55 | ζωῆς τὸ πρόσκαιρον λογιζόμενοι, ἐν ἀρετῇ ζῶσι διὰ τὰς μελλούσας ἐλπίδας· οἱ δὲ τῇ ἁμαρτίᾳ νεκρω‐ θέντες, ἀγνωσίᾳ συνεχόμενοι ἀλόγων δίκην βιοτεύ‐ ουσι. | |
«Καὶ οὐκ ἔστιν αὐτοῖς ἔτι μισθὸς, ὅτι ἐτελέσθη ἡ | 585 | |
93.588 | μνήμη αὐτῶν.» Ποῖος γὰρ μισθὸς τοῖς ἁμαρτωλοῖς. ὧν οὐδὲ μνημονεύειν λέγεται ὁ Θεός; Μόνους γὰρ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Τοῦτο δὲ ἐκλάμβανε καὶ εἰς τὸν Ἰουδαίων λαόν. | |
6 | «Καί γε ἀγάπη αὐτῶν, καί γε μῖσος αὐτῶν, καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο.» Οἱ νεκροὶ τοῖς πα‐ ραπτώμασιν, ὦν ἐστι καὶ ὁ τῶν Ἰουδαίων λαὸς, οὔτε τὴν ἀγάπην ἔτι πρὸς Θεὸν διασώζουσιν, οὔτε τὸ μῖ‐ | |
10 | σος τὸ πρὸς τὴν κακίαν· οὔτε δύνανται λέγειν κατὰ τὸν Φινεὲς, Ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ. «Καί γε με‐ ρὶς οὐκ ἔστιν αὐτοῖς εἰς τὸν αἰῶνα. ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον.» Τὴν γῆν τῆς ἐπαγγε‐ λίας, κλῆρον τῶν Ἰουδαίων οὖσαν, καὶ αὐτὴν τὴν | |
15 | Ἱερουσαλὴμ, καὶ τῆς ἱερατείας ἀπώλεσαν τὸ ἀξίω‐ μα, ὥστε αὐτοὺς μήτε ἐν τούτῳ τῷ βίῳ μερίδα ἔχειν ἐπὶ τῆς γῆς. «Δεῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου, καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι εὐδόκησεν ὁ Θεὸς τὰ | |
20 | ποιήματά σου.» Πρὸς μὲν ῥητὸν, ἐν εὐφροσύνῃ καὶ καρδίᾳ ἀγαθῇ μεταλαμβάνει τις τῶν τοῦ Θεοῦ κτισμάτων, συμμέτρως καὶ κατὰ χρείαν αὐτοῖς χρώ‐ μενος· ἴδιον γὰρ τοῦτο τῶν λογικῶν. Διὸ καὶ εἶπε, τὸν ἄρτον σου. Τὸ γὰρ ἄπληστον καὶ γαστρίμαργον | |
25 | ἀλόγων ἴδιον. Πρὸς δὲ διάνοιαν, ἄρτος καὶ οἷνος τῶν λογικῶν αἱ ἀρεταὶ, καταλλήλως τὰς ψυχὰς ἐκτρέ‐ φουσαι. Διὸ καὶ εὐδοκεῖ Θεὸς, τουτέστι συντίθεται καὶ ἐφήδεται ταῖς τοιαύταις αὐτῶν πράξεσιν. Ἄλ‐ λως· Προτρέπεται ὁ σαρκωθεὶς Λόγος τῶν ἀνθρώπων | |
30 | τὸ γένος εἰς τὴν μυστικὴν μετάληψιν, ἥτις κυρίως δι’ ἡμᾶς γέγονε· διὰ γὰρ τὴν ἡμῶν σωτηρίαν ὁ ἄσαρ‐ κος ἐσαρκώθη. Καὶ εὐδοκεῖ, καὶ συγχαίρει τοῖς τῆς Ἐκκλησίας ποιήμασιν. «Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά.» | |
35 | Αἱ κατὰ ἀρετὴν πράξεις, καὶ τὸ διὰ τῆς τοῦ λου‐ τροῦ παλιγγενεσίας διδόμενον ἔνδυμα, φυλαττόμενον δὲ λευκὸν ἐν παντὶ καιρῷ διὰ τῆς ἀναμαρτησίας, ἱμάτια κέκτηται λευκά. Καὶ ὁ λούων καθ’ ἑκάστην νύκτα τὴν κλίνην, καὶ ἐν δάκρυσι τὴν στρωμνὴν βρέ‐ | |
40 | χων, καὶ ἀποσμήχων διὰ τῆς μετανοίας τὰς τῆς ἁμαρτίας κηλῖδας. | |
44 | «Καὶ ἔλαιον ἐπὶ κεφαλῇ σου μὴ ὑστερησάτω.» | |
45 | Πρὸς μὲν ῥητὸν, ἀνθηροὺς εἶναι βούλεται ὁ λόγος τοὺς τῆς ἀρετῆς ἀσκητὰς, καὶ μὴ ἀφανίζειν τὰ πρόσωπα τῷ σκυθρωπῷ τῆς ὑποκρίσεως. Πρὸς δὲ διάνοιαν, τὸ ἔλαιον φωτός ἐστι θρεπτικὸν, καὶ καμάτων λυτήριον. Φωτίζει δὲ ἡμῶν τὸν νοῦν, καὶ διαναπαύει ἡ χρίσις | |
93.588(50) | τοῦ ἁγίου Πνεύματος, ἣν ἔχειν ὀφείλομεν διὰ παν‐ τὸς, μὴ λυποῦντες τὸ Πνεῦμα τὸ ἅγιον. Ἄλλως· Κε‐ φαλὴ ἡμῶν ὁ Χριστὸς εἴρηται· οἰκειοῦται δὲ αὐτὸς τὰς εἰς τοὺς πένητας ἐλεημοσύνας. Μὴ διαλείπωμεν τοιγαροῦν ἀλείφοντες ἡμῶν τὴν κεφαλὴν, τουτέστι | |
55 | ἐλεημονικὴν ἕξιν εἰς τοὺς δεομένους ἀναλαμβάνον‐ | |
τες. | 587 | |
93.589(3) | «Καὶ ἴδε ζωὴν μετὰ γυναικὸς, ἧς ἠγάπησας.» Εἰ μὲν ἁπλῶς, μετὰ γυναικὸς ἀγαπωμένης, τῆς Ἐκ‐ | |
5 | κλησίας φησὶ τῆς νύμφης τοῦ Χριστοῦ, ἐν ᾗ εὑρίσκε‐ ται ἡ ζωὴ ἡ αἰώνιος. Εἰ δὲ μετὰ γυναικὸς τῆς τοῦ διδασκομένου, πρὸς μὲν ῥητὸν μονογαμίαν διδάσκει, καὶ σεμνὸν εἰσηγεῖται γάμον· ἡ δὲ ἐν γάμῳ ἁγνεία, τῆς αἰωνίου ζωῆς γίνεται πρόξενος. Ἴδε οὖν ζωὴν | |
10 | μετὰ γυναικὸς ἧς ἠγάπησας, ἀντὶ τοῦ, Μὴ ἀπατηθῇς ὑπ’ αὐτῆς, ὡς ὁ Ἀδὰμ ὑπὸ τῆς Εὔας. Σπούδασον δὲ σὺ τὸ ἀσθενέστερον μέρος χειραγωγῆσαι πρὸς τὴν ζωήν. Πρὸς δὲ διάνοιαν, ἡ σοφία γυνὴ κέκληται, μεθ’ ἧς βιοτεύοντες τῆς αἰωνίου κατατρυφῶμεν | |
15 | ζωῆς. | |
18 | «Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου, ποίησον· ὅτι οὐκ ἔστι ποίημα, καὶ | |
20 | λογισμὸς, καὶ γνῶσις, καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύση ἐκεῖ.» Τὴν πρακτικὴν ἀρετὴν κατὰ πᾶσαν δύναμιν παραινεῖ μετιέναι, ἀλλ’ οὐχ ὑπὲρ δύναμιν. Ὁ γὰρ κατὰ δύναμιν ταύτην ἐργαζόμενος, καὶ λο‐ γισμοὺς ἀγαθοὺς γεωργεῖ, καὶ γνώσεως ἀξιοῦται, | |
25 | καὶ σοφίας, ὡς ἂν ὁ Θεὸς ἐπιμερίσῃ κατὰ τὸ συμφέ‐ ρον· ἐν δὲ τῷ ᾅδῃ ἐπειδὴ τὰ πρακτικὰ αἰσθητὰ ὄντα οὐ δύνανται ὑπάρχειν, οἱ ἐν ἁμαρτίαις ζήσαντες, ἐν τῷ ᾅδῃ, τὴν πρακτικὴν ἀρετὴν μὴ δυνάμενοι μετ‐ ελθεῖν, ἀναγκαίως οὔτε σοφοὶ γενέσθαι δύνανται, | |
30 | οὔτε ἄλλως ἐνάρετοι, ταῖς αἰωνίοις παραδοθέντες βα‐ σάνοις. | |
34 | «Ἐπέστρεψα, καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς | |
35 | κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τοῖς σοφοῖς ὁ ἄρτος, καί γε οὐ τοῖς συν‐ ετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσι χάρις, ὅτι καιρὸς καὶ συνάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς· καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐ‐ | |
40 | τοῦ.» Ἐπέστρεψα, φησὶ, ἀντὶ τοῦ, Ἄλλο τι πάλιν ἐθεώρησα, ὅτι οὐ πάντως τοῖς κούφοις τὸ νικᾷν ἐν δρόμῳ, οὐδὲ τοῖς δυνατοῖς τὸ κατορθοῦν πόλεμον, οὐδὲ τοῖς σώφροσι καὶ συνετοῖς ὁ πλοῦτος. Ἀλλ’ οὐδὲ πάντως οἱ πολλὰ εἰδότες καὶ χάριν ἔχουσι· τὰ γὰρ | |
45 | συναντήματα πᾶσι κοινὰ, τουτέστι αἱ τῶν πραγμά‐ των ἐκβάσεις. Καὶ οὐδὲ παρὰ ἀνθρώποις αὔταρκες. ἢ ὁμαλὸν, ἢ εἰς τέλος ὅμοιον, τῶν πάντων περιτρεπο‐ μένων καὶ χωρούντων κατὰ τὰ ἀνέφικτα τοῦ Θεοῦ κρίματα. Ἀλλ’ οὐδὲ οἶδε ἄνθρωπος, φησὶ, τὸν καιρὸν | |
93.589(50) | τῆς ἑαυτοῦ τελευτῆς· διὸ γρηγορεῖν προσήκει, καὶ τὴν ἀρετὴν ἐργάζεσθαι. Καὶ πρὸς διάνοιαν δὲ, Οὐκ ὀφείλουσιν οἱ ἐνάρετοι, κοῦφοι, ἢ δυνατοὶ, ἢ πλούσιοι, ἐφ’ ἑαυτοῖς πεποιθέναι· τὸ δὲ ἐναντίον, ὅπερ δὴ καὶ ποιοῦσιν οἱ οὕτως σοφοὶ, λέγειν, Ἐὰν μὴ Κύριος οἰ‐ | |
55 | κοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο‐ μοῦντες· καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατίθεσθαι. Οὐ γὰρ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ | |
ἐλεοῦντος Θεοῦ τῆς νίκης τὸ κατόρθωμα. Οὔτε | 589 | |
93.592 | γὰρ χάριν ἄνθρωπος ἔχει, κἂν πολλὰ γινώσκῃ, εἰ μὴ ἐκ Θεοῦ δέξηται τὴν χάριν, οὔτε οἶδε πράξεως και‐ ρὸν, εἰ μὴ ὑπὸ Θεοῦ φωταγωγηθῇ. | |
6 | «Ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ, καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι, ὡσαύ‐ τως παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνθρώπου, εἰς καιρὸν πονηρὸν, ὅταν ἐμπέσῃ ἐπ’ αὐτοῖς ἄφνω.» Ἀμφίβλη‐ | |
10 | στρον κακὸν, τὸ ἐκ τῆς πολυμεροῦς κακίας πλακὲν δίκτυον. Ἔστι δὲ καὶ καλὸν, ὡς ἡ σαγήνη ἡ πλακεῖσα ἐκ τῶν παλαιῶν καὶ νέων τοῦ Σωτῆρος ἡμῶν διδα‐ γμάτων. Οἱ τοίνυν τῶν ἀνθρώπων τὸν ὑγρὸν καὶ διαῤ‐ ῥέοντα μετερχόμενοι βίον, δίκην ἀλόγων ἰχθύων, τοῖς | |
15 | τῆς κακίας ἐννηχόμενοι ῥεύμασιν, τοιούτοις δικτύοις ἁλίσκονται. Οἱ δὲ τὴν ψευδώνυμον μετερχόμενοι γνῶ‐ σιν, καὶ δοκοῦντες ὑψηλοί τινες εἶναι, καὶ ἀεροπόροι, ὡς τὰ ὄρνεα τὰ πετόμενα, ταῖς διαβολικαῖς παγίσιν ἀγρεύονται, καὶ ἐμπίπτουσιν εἰς καιρὸν πονηρὸν τὸν | |
20 | τῆς κολάσεως, ὅταν αὐτοῖς ὁ αἰφνίδιος ὄλεθρος ἐπι‐ στῇ. «Καί γε τοῦτο εἶδον, σοφίαν ὑπὸ τὸν ἥλιον· καὶ μεγάλη ἐστὶ πρός με πόλις μικρὰ, καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι· καὶ ἔλθῃ ἐπ’ αὐτὴν βασιλεὺς μέγας, | |
25 | καὶ κυκλώσῃ αὐτήν· καὶ οἰκοδομήσῃ χάρακας μεγά‐ λους ἐπ’ αὐτήν· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σο‐ φὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐ‐ τοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ | |
30 | δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη· καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι.» Ὡς πρὸς ἐαυτὸν ὁ προσκόπτων μεγάλην φησὶ σοφίαν ἑωρακέναι ὑπὸ τὸν ἥλιον, πόλιν τινὰ μικρὰν καὶ ὀλιγάνθρωπον, ὑπὸ μεγάλου βασιλέως πολιορκουμένην, καὶ σωζομένην | |
35 | ὑπό τινος τῶν ἔνδον, πένητος μὲν, ἀλλὰ σοφοῦ· καὶ νικώμενα τὰ ἔξωθεν ὅπλα τῇ τοῦ ἔνδον πένητος εὐ‐ βουλίᾳ, καὶ οὐκ εὐχαριστούμενον τὸν ἄτυφον ἐκεῖνον καὶ ἀκτήμονα σοφόν. Πεφύκασι γὰρ οἱ ἄνθρωποι τῶν εὐεργετῶν ἀμνημονεῖν ὡς τὰ πολλὰ, καὶ καταφρο‐ | |
40 | νεῖν τῶν λόγων τῶν ταπεινῶν, κἂν ὦσι χρήσιμοι· κολακεύειν δὲ μόνους τοὺς πλουσίους καὶ δυνατοὺς, καὶ τοὺς αὐτῶν ἐπαινεῖν λόγους. Ἀλλ’ ἐγὼ, φησὶν ὁ σοφὸς, οὔτε αὐτὸ πεποιθὼς τοῖς πολλοῖς ἐρῶ, ὅτι «Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν.» Καὶ πρὸς μὲν ῥητὸν, | |
45 | τάδε. Πρὸς δὲ ἀναγωγήν· Μικρὰ πόλις ἡ ἐπὶ γῆς Ἐκκλησία, συγκρίσει τῆς ἐπουρανίου· ἄνδρες ὀλίγοι ἐν αὐτῇ. οἱ ἅγιοι καὶ ἐκλεκτοί· ὁ δὲ τὴν κακίαν μέ‐ γας ὁ ἀρχέκακος διάβολος. Ταύτην ἀεὶ κυκλοῖ τὴν πόλιν, ἑλεῖν βουλόμενος τοὺς ἐν αὐτῇ. Ὁ δὲ πένης | |
93.592(50) | καὶ σοφὸς ὁ διασώζων τὴν πόλιν, Χριστός ἐστιν ὁ Σω‐ τὴρ, Πατρὸς Θεοῦ σοφία, καὶ λέγων, Θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. Καὶ οἱ μὲν τούτου λόγοι παρὰ τοῖς ἀσόφοις Ἕλλησι καὶ Ἰουδαίοις οὐκ ἀκούον‐ ται· ὁ δὲ σοφὸς κατανενοηκὼς τῇ δυνάμει τοῦ μυ‐ | |
55 | στηρίου, ὡς οὐ θεϊκῇ ἐξουσίᾳ καὶ ῥώμῃ, ἀλλὰ σοφίᾳ χρησάμενος, καὶ ἄνθρωπος γεγονὼς ὁ λόγος, κατ‐ | |
επάλαισε τὸν τύραννον, μηδεμίαν αὐτῷ πρόφασιν | 591 | |
93.593 | ὑπολιμπανόμενος· ἵνα ὥσπερ ἄνθρωπον ἐνίκησε τὸν ἀρχαῖον Ἀδὰμ, οὕτω καὶ ὑπὸ ἀνθρώπου καταῤῥαχθῇ τοῦ νέου Ἀδὰμ, τοῦ ἐκ τῶν οὐρανῶν· περὶ τούτου προανεφώνησε κεκραγώς· | |
9 | «Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν. Λόγοι σοφοῦ ἐν | |
10 | ἀναπαύσει ἀκούονται, ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύνῃ.» Μὴ συγκριτικῶς ἐκλάβῃς τὸ εἰρημέ‐ νον· οὐ γὰρ συγκρίνονται σοφία καὶ ἀφροσύνη. Τῶν γὰρ ὁμοίων, οὐ τῶν ἐναντίων ἡ σύγκρισις. Οἱ λόγοι οὖν, φησὶ, τῶν σοφῶν ἀκούονται ἐν ἀναπαύσει, | |
15 | τουτέστιν, ὅταν οἱ ἀκροαταὶ ἡδέως τὰ λεγόμενα κατα‐ δεξάμενοι τύχωσιν, ἀνάπαυσις γίνεται ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς· ἡ δὲ κραυγὴ τῶν ἀφρόνων, κατα‐ γνώσεως ἀξία τυγχάνει, κἂν ὦσί τινες δυνάσται· πληρωθεῖσα γὰρ ἡ ψυχὴ τῆς ἀνοίας, μετὰ κραυγῆς | |
20 | καὶ τεταραγμένως ἐκφέρει τοὺς λόγους, οὐ μεθ’ ἡσυχίας, ἤ τινος τάξεως, ἢ καταστάσεως. Ἄλλως· Οἱ τῆς σοφίας ὑπηρέται θεῖοι ἀπόστολοι τῶν ἀκουόντων ἀνέπαυσαν τὰς ψυχάς· ἡ δὲ τῶν ἀφρόνων Ἰουδαίων ἔκτοπος κραυγὴ, τῶν φασκόντων, Ἆρον, ἆρον, | |
25 | σταύρωσον αὐτὸν, αὐτούς τε ἐκείνους ἀπώλεσε, καὶ τοὺς αὐτοῖς ἀκολουθήσαντας. | |
28 | «Ἀγαθὸν σοφία ὑπὲρ σκεύη πολέμου.» Ἀγαθὸν μὲν καὶ πᾶν τὸ συνετοῦ βούλευμα, ὑπὲρ τὴν ἐκ τῶν | |
30 | ὅπλων ἐπικουρίαν. Πρὸς δὲ ἀναγωγὴν, Ἐδείχθη τῆς αὐτοσοφίας ἡ δύναμις, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ καὶ Θεοῦ, τὰ τοῦ πολέμου σκεύη, τουτέστι τὸν διάβολον, καὶ τὰς δαιμονικὰς φάλαγγας καθελοῦσα· καὶ πάντα τὰ τῆς κακίας εἴδη ἄπρακτα δείξασα. | |
36 | «Καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολ‐ λήν.» Ἀδὰμ ἥμαρτε, καὶ τῷ παντὶ γένει τὴν ἁμαρ‐ τίαν καὶ τὸν θάνατον διαδόσιμον γενέσθαι παρ‐ εσκεύασε, αὐτός τε τοῦ ἀγαθοῦ Θεοῦ τὴν εἰκόνα | |
40 | παραπολέσας, καὶ πολλοὺς τοιούτους ἀπεργασάμενος. Καὶ εἶς δὲ ἁπλῶς ἁμαρτάνων, τήν τε ἑαυτοῦ ἀγα‐ θωσύνην ἀπόλλει, ἢν τυχὸν καὶ διὰ προτέρων ἀρε‐ τῶν ἐκτήσατο, καὶ πολλοὺς ἐπὶ τὴν ὁμοίαν ἐφέλκεται μίμησιν. | |
45t | ΚΕΦΑΛ. Ιʹ. | |
46 | «Μυῖαι θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαίου ἡδύματος.» Ἔλαιον σκευαστὸν, τὸ μύρον, ὡς καὶ Ἀκύλας ἐκδέδωκε· ἡ δὲ μυῖα ζῶον ἀκάθαρτον, τοῖς τραύμασι καὶ ταῖς σηπεδόσιν ἐφεζόμενον, καὶ τὰς | |
93.593(50) | τοῦ σώματος τομὰς ἐπιζητοῦν. Θανατοῖ δὲ ἡ μυῖα εἰς ἔλαιον μυρεψικὸν ἑαυτὴν ἐπιῤῥίπτουσα. Αὐτή τε γὰρ ἀποθνήσκει, καὶ τὸ ἔλαιον ἀφανίζει. Οἱ οὖν Ἰουδαῖοι τῶν ἰδίων ψυχῶν παραφρονήσαντες, μυῖαι θανατοῦσαι τυγχάνουσι, τὸν ἡδύπνοον τοῦ Σωτῆρος | |
55 | λόγον σαπρίσαι σπουδάσαντες, καὶ λαβὰς ἐφευρίσκειν | |
κατ’ αὐτοῦ ποθοῦντες | 593 | |
93.596(3) | «Τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης.» Πολλοὶ ἐν ἀφροσύνῃ ἐδοξάσθησαν· ὁ δεινὸς | |
5 | τὴν γλῶτταν, ἐν ἀδίκῳ συνηγορίᾳ· ὁ ἐν κόσμῳ πλούσιος περιφανὴς γενόμενος· οἱ τῆς ἔξωθεν σο‐ φίας περὶ τὰ μάταια πονήσαντες. Ἀλλ’ ἀσυγκρίτως ἀμείνων ὁ ἐναρχόμενος τῆς κατὰ Θεὸν σοφίας, καὶ εἰς ταύτην εἰσαγόμενος, καὶ θιγγάνειν αὐτῆς ἀρχό‐ | |
10 | μενος, καὶ τῆς ἐν ἀφροσύνῃ δόξης παραφρονῶν. | |
13 | «Καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ· καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ.» Καρδίαν τὸν νοῦν | |
15 | ἐκληπτέον· ἡ γὰρ σωματικὴ καρδία πάντως ἐν ἑνὶ τόπῳ κεῖται, ἐν τῷ καλουμένῳ διαφράγματι. Ὁ τοί‐ νυν τοῦ σοφοῦ νοῦς ἀεὶ ἐπὶ τὰ δεξιὰ καὶ ἐπαινετὰ νεύει· ὁ δὲ τοῦ ἄφρονος ἐπὶ τὰ σκαιὰ καὶ ψεκτῶς ἕχοντα. | |
21 | «Καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται, καὶ καρ‐ δία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφρο‐ σύνη ἐστί.» Ἐν τῷ βίῳ τούτῳ ὁδῷ καλουμένῳ, ὁ ἄφρων ἐν ἀριστεροῖς ἔχων τὴν καρδίαν, ἀεὶ ὑστερεῖ, | |
25 | μὴ κατὰ σκοπὸν διώκων πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως· μηδὲ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, μηδὲ πρὸς τὸ τέλος ἐπειγόμενος. Ἀλλὰ κἂν δόξῃ πορεύε‐ σθαι, ὑστερήσει, πάντα ἀτελῆ καὶ ἄλογα καὶ πράτ‐ των, καὶ λογιζόμενος. Εἰ δὲ καὶ τὴν ὁδὸν τῶν δι‐ | |
30 | καιωμάτων ἐπιχειρήσει, ἢ προσποιήσεται μελετᾷν, τουτέστι τὰς θείας ἐντολὰς, ἐπειδὴ τὴν καρδίαν οὐκ εἰς τὰ δεξιὰ κέκλικε, ὑστερεῖ μήτε νοῶν τὰ ἐντετα‐ γμένα, μήτε τι πράττων κατὰ τὸ τοῦ νομοθέτου βούλημα. | |
36 | «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Πνεῦμα τοῦ ἐξουσιάζοντος τοῦ αἰῶνος τούτου, τῶν υἱῶν τῆς ἀπειθείας, οἵτινες οὐκ ἀναγ‐ | |
40 | καστικῶς, ἀλλὰ προαιρετικῶς ὑπέταξαν ἑαυτοὺς τῇ τοῦ διαβόλου ἐξουσίᾳ καὶ τυραννίδι. Ἐὰν οὖν, φησὶ, τὰ ἄνω σοῦ φρονοῦντος, καὶ πρὸς τὰ ἄνω ὁδεύοντος, ἀναπηδήσῃ ἐπὶ σὲ πνεῦμα τοῦ ἐξουσιάζοντος, κατα‐ σπάσαι σου τὴν διάνοιαν τῆς πρὸς τὰ ἄνω πορείας | |
45 | βουλόμενος, ἀποκώλυσον, ἀπόκλεισον αὐτῷ τὰς ἀναβάσεις, μηδαμόθεν αὐτὸν εἰσδεχόμενος, πάσας αὐτῷ τὰς αἰσθήσεις ἀποφράττων, καὶ μήτε δι’ ὀφθαλμῶν, μήτε δι’ ὤτων, μήτε διὰ γλώττης, μήτε δι’ ἄλλης αἰσθήσεως εἴσοδον αὐτῷ παρέχων. Τῶν | |
93.596(50) | γὰρ πρωτοπαθειῶν ἀναιρουμένων, ἀνυπόστατα τὰ ἀποτελέσματα. Εἰ δὲ καὶ κατὰ διάνοιάν τι ὑποβάλλῃ, τόπον σου μὴ ἀφῇς, ἀποκλείων μὲν τὴν πορνείαν διὰ σωφροσύνης, διὰ δὲ ἀγάπης τὸ μῖσος ἀπο‐ κρουόμενος· καὶ ὁμοίως ἕκαστον τόπον τῶν ἀρετῶν | |
55 | ἀσφαλιζόμενος. Ἐὰν γὰρ, φησὶν, ἐάσῃς καταπαύσας εἰς σὲ τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος, τουτέστι ἐπανα‐ παύσασθαι, πολλὰς καὶ μεγάλας ἁμαρτίας ἐπισω‐ ρεύσεις σου τῇ ψυχῇ. Ἄλλως, Ἐὰν προθεραπεύσῃς | |
σου τὴν ψυχὴν διὰ τῆς τῶν ἀρετῶν ἐπιμελείας, | 595 | |
93.597 | παλλὰς καταπαύσεις ἁμαρτίας· τοῦτο τὸ ἴαμα, οὐ συγχωροῦν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῆναι ἐπὶ σέ. | |
6 | «Ἔστι πονηρία, ἢν εἶδον ὑπὸ τὸν ἤλιον, ὡς ἀκού‐ σιον ἐξῆλθε ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος. Ἐδόθη ὁ ἄφρων ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθίσονται.» Πρὸς μὲν ῥητὸν, ἑτέραν ὁρᾷ πονηρίαν | |
10 | ἐν τοῖς ἀνθρωπίνοις πράγμασι· τοὺς ἄρχοντας πολ‐ λάκις καὶ ἀκουσίως ἀποφαινομένους διὰ φόβον τινὸς μείζονος δυναστείας, καὶ δοξάζοντας μὲν τοὺς ἄφρο‐ νας, τῶν δὲ πλουσίων τὰς οὐσίας δημεύοντας διὰ τῶν ἀποφάσεων τῶν ἀκουσίων. Πολλάκις γὰρ βασι‐ | |
15 | λικαῖς προστάξεσιν ἄρχοντες ἀκουσίως ὑπηρετή‐ σαντο. Πρὸς δὲ διάνοιαν, Ἑκουσίως ἑαυτοὺς οἱ ἄν‐ θρωποι εἰς φιληδονίαν ἐπιδεδωκότες, ἀκούσιόν τι λοιπὸν πράττειν ἀναγκάζονται, συνωθούμενοι ἐκ τοῦ ἐξουσιάζοντος τῶν υἱῶν τῆς ἀπειθείας, τουτέστι | |
20 | τοῦ διαβόλου· καταψηφίζεσθαι ὡς ἀδίκου τῆς δι‐ καίας τοῦ Θεοῦ προνοίας, καὶ λέγειν, Διὰ τί οἱ ἄφρονες ὑψηλοί τινες καὶ ἀπόβλεπτοι γίνονται, οἱ δὲ ἄνωθεν ἴσως που καὶ ἐκ γένους πλούσιοι εἰς πενίαν μεταβάλλουσιν; Ἡμῶν οὖν τινα πρὸς αὐτῷ ἑκουσίως | |
25 | οἷον μεθυόντων, ὁ εἰρημένος ἐξουσιάζων ὑποβάλλει καὶ τὰ ἀκούσια, τὸ ἐκ τῆς μέθης σκοτούμενον πορ‐ νεύειν καὶ τύπτειν· οὐδὲ γὰρ πάντως ἴνα ταῦτα πράξωμεν, μεθυσκόμεθα· ἀλλ’ ἐπειδήπερ ἐμεθύ‐ σθημεν, καὶ ἄκοντες εἰς ταῦτα συνωθούμεθα· οὕτω | |
30 | καὶ φιληδονοῦντες περὶ τὰς ἀνέφικτα τοῦ Θεοῦ κρί‐ ματα πολλάκις σκανδαλιζόμεθα. | |
35 | «Εἶδον δούλους ἐφ’ ἵπποις, καὶ ἄρχοντας πορευο‐ μένους ὡς δούλους ἐπὶ τῆς γῆς.» Τὸ ἄστατον καὶ ἀγχίστροφον τῆς τοῦ βίου μεταβολῆς ἐδίδαξε, προ‐ τρέπων ἡμᾶς ἐπὶ τὰ μένοντα καὶ ἱστάμενα. | |
40 | «Ὁ ὀρύσσων βόθρον, ἐν αὐτῷ ἐμπεσεῖται.» Πρὸς διάνοιαν μόνην βλέπει τὸ ῥητόν. Οὐ γὰρ πάντως καθ’ ἱστορίαν συμβαίνει. Φησὶ δὲ, ὅτι Ὁ ἁμαρτάνων αὐτὸς πρῶτος τὴν ἑαυτοῦ ψυχὴν τιμωρεῖται· Ὁ γὰρ ἀγα‐ πῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· δι’ | |
45 | ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται. Φησὶ δὲ ὁ νομοθέτης Μωσῆς περὶ τοῦ φονέως, Ποιήσατε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο κατὰ τοῦ πλησίον. | |
93.597(50) | «Καὶ καθαιροῦντα φραγμὸν, δήξεται αὐτὸν ὁ ὄφις.» Φραγμὸς τῆς ψυχῆς ὁ θεῖος νόμος καὶ φόβος, καὶ ἡ τῶν δογμάτων ἀληθὴς γνῶσις. Ὁ τοίνυν καταφρονήσας τοῦ θείου φόβου, καὶ τὰς ἐντολὰς παραβαίνων, ἢ καὶ ψευδωνύμῳ γνώσει περιπίπτων | |
55 | ὑπὸ τῆς ἁμαρτίας, καὶ ταύτην ἐνεργοῦντος τοῦ ὄφεως, ἀφύλακτος ὢν καὶ γυμνὸς τῆς θείας χάριτος, | |
δηχθήσεται. | 597 | |
93.600 | «Ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς.» Ὁ τὴν οἰκίαν αὐτοῦ οἰκοδομῶν διὰ τῶν ἀρετῶν, λίθους συνάγει, καὶ καλῶς οἰκοδομεῖ· ὁ δὲ καταλύων τὰ ἤδη κτισθέντα, διὰ ῥᾳστώνης καὶ χαυνώσεως ἐξαιρεῖ | |
5 | λίθους, καὶ πονεῖ, καὶ κινδυνεύει. Ἄλλως, Λίθοι ἅγιοι παρὰ τῷ προφήτῃ Ζαχαρίᾳ οἱ ἅγιοι ἄνδρες κέ‐ κληνται. Ὁ τούτους ἐξαίρων, τουτέστι διώκων, ἢ καὶ ἀποκτείνων, διαπονεῖ, ἀντὶ τοῦ, ὄλεθρον ἐπισπᾶται καθ’ ἑαυτοῦ, ὡς ὁ Ἡρώδης τὸν Ἰωάννην φονεύσας. | |
12 | «Σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δυ‐ νάμεις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σο‐ | |
15 | φία.» Διὰ συμβόλων καὶ διὰ τῶν αἰσθητῶν ἐπὶ τὰ νοούμενα ἡμᾶς χειραγωγεῖ. Ὁ τῷ λόγῳ τοίνυν τῷ διδασκαλικῷ ὥσπερ σιδήρῳ χρώμενος, καὶ διασχί‐ ζειν τὰς θείας Γραφὰς, τὰ εὐώδη ξύλα, πειρώμενος, ἐὰν ἐκπέσῃ τοῦ σκοποῦ τοῦ ἁγίου Πνεύματος, καὶ | |
20 | μὴ κατὰ τὸ τοῦ νομοθέτου βούλημα ὀρθοδοξαστικῶς διερμηνεύσῃ, ἀλλὰ διαπέσῃ αὐτοῦ λόγος, κινδυνεύει εἰς αἱρέσεις ἐμπίπτων, καὶ συγχέει τὸ πρόσωπον τῆς ἑαυτοῦ διδασκαλίας, καὶ τὰς ψυχὰς τῶν ἀκουόν‐ των. Καὶ δυνάμεις δὲ δυναμώσει, ἀντὶ τοῦ, τοὺς | |
25 | ἑαυτῷ ἀντιλέγοντας ἐῤῥωμενεστέρους ποιεῖ· δι’ ὧν γάρ τις ἀστοχεῖ περὶ τὸν λόγον, οἱ ἀντιδιατιθέμενοι τῇ αὐτοῦ διδασκαλίᾳ ἐπικρατέστεροι γίνονται. Ὁ δὲ ἀνδρεῖος ἐν λόγῳ καὶ ἕργῳ, μετὰ σοφίας τὸν λόγον προφέρων, ἔχει τι περισσὸν, τὸ μὴ κινδυνεύειν ἐν | |
30 | τῷ σχίζειν τὰ ξύλα. Ὁ γὰρ δυνατὸς μὲν ἐν λόγῳ, καὶ εὔστροφον ἔχων τὴν γλῶτταν, σοφιστικὸς δὲ, καὶ οὐ τὴν θείαν πλουτήσας σοφίαν, ἐκπίπτοντος τοῦ σιδήρου, κινδυνεύσει ἐν τῇ τῶν εἰρημένων ξύλων τομῇ. | |
38 | «Ἐὰν δὲ δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περισσεία τῷ ἐπᾴδοντι.» Ὁ λάθρα καὶ οὐ μετά | |
40 | τινος φωνῆς, τουτέστι παῤῥησίας, ἢ ἐν πράξεσιν ἁμαρτάνων, ἢ δόγμα ἀσεβείας περιλαμβάνων, οἷα μὴ φανερῶς ἀπαναισχυντήσας, δύναται διορθώσεως τυχεῖν. Καὶ οὐ περιττῶς κάμνει ὁ διδάσκαλος κατ‐ επᾴδων αὐτῷ τὰ τῆς σωτηρίας. Ἢ καὶ οὕτως· Ἐὰν | |
45 | δάκῃ ὁ τῆς ἁμαρτίας ὄφις ἐν οὐ ψιθυρισμῷ, τουτ‐ έστι μὴ θέλοντος εἰς ἐξομολόγησιν ἐλθεῖν τοῦ ἁμαρ‐ τάνοντος, οὐδέν τι πλέον ὀνήσει τὸν μὴ βουλόμενον ἐξομολογεῖσθαι καὶ μετανοεῖν, κατεπᾴδειν ἐπιχει‐ ρῶν. | |
51 | «Λόγοι στόματος σοφοῦ, χάρις· καὶ χείλη ἄφρο‐ νος καταποντιοῦσιν αὐτόν. Ἀρχὴ λόγων στόματος αὐτοῦ, ἀφροσύνη, καὶ ἐσχάτη αὐτοῦ περιφέρεια πο‐ νηρά· καὶ ὁ ἄφρων πληθυνεῖ λόγους.» Σοφοὺς εἶ‐ | |
55 | ναι θέλων τοὺς παιδευομένους ὁ Παῦλος ἕλεγε, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος. Ὁ γὰρ τοῦ σοφοῦ λόγος οὔτε αὐστηρός ἐστι, καὶ | |
ἄχρηστος, οὔτε χαῦνος, καὶ ἔκλυτος· ἀλλὰ καὶ χα‐ | 599 | |
93.601 | ρίεις, καὶ ἐπιστύφων, καὶ οὐκ ἐῶν διαῤῥεῖν τοὺς παιδευομένους· τὰ δὲ χείλη τοῦ ἄφρονος, ἀντὶ τοῦ, οἱ λόγοι θανάτου αὐτῷ γίνονται πρόξενοι. Τήν τε γὰρ ἑαυτοῦ βλάπτει ψυχὴν, καὶ τῶν πειθομένων. Ὁ | |
5 | γὰρ καταποντισμὸς ἐπὶ κολάσεως κεῖται, ὡς τὸ, Καταπόντισον, Κύριε, καὶ δίελε τὰς γλώσσας αὐτῶν. Ἀρχόμενος δὲ ὁ ἄφρων ἐκ τῶν τῆς ἀφρο‐ σύνης λόγων, καὶ περιφερόμενος τῇ ἑαυτοῦ ἀφρο‐ σύνῃ, τότε λόγον ἔχει πονηρόν. Ἀλλὰ καὶ ὁ ἄφρων, | |
10 | φησὶ, πληθυνεῖ λόγους· τουτέστι μάτην φλυαρεῖ, εἴτε πολλὰ, εἴτε ὀλίγα λαλήσει. Τὸ γὰρ πλῆθος ἐν‐ ταῦθα ἀντὶ τῆς φλυαρίας κεῖται· φλυαρεῖ δὲ κἂν ὀλίγα λέγῃ, ὁ μηδὲν ἀγαθὸν διαλεγόμενος. Εἰ δὲ καὶ δόξει τι χρήσιμον λέγειν, πράξεις οὐκ ἔχων συμφω‐ | |
15 | νούσας τοῖς λόγοις, καὶ οὕτως φλυαρεῖ, μὴ εἰδὼς μήτε τί λέγει, μήτε περὶ τίνων διαβεβαιοῦται. Δεῖ γὰρ τὸν λέγοντα πρῶτον ποιεῖν, εἶτα διδάσκειν. Τὸ οὖν, πληθυνεῖ λόγους ἀντὶ τοῦ, κἂν πολλὰ, κἂν ὁλίγα εἴπῃ, ὀχληρός ἐστι διαλεγόμενος. | |
22 | «Οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον, ὅ τι ὀπίσω αὐτοῦ, τίς ἀπαγγελεῖ αὐτῷ; Μόχθος τῶν ἀφρόνων κακώσει αὐτούς· οὐκ ἔγνω | |
25 | τοῦ πορευθῆναι εἰς πόλιν.» Καίτοι πολλὰ τῶν προ‐ γεγονότων ἴσμεν, ἐκ τῶν θεοφόρων ἀνδρῶν ἀκού‐ σαντες, ὡς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ πλεῖστα ἕτερα· ἀλλὰ καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἔχομεν, περὶ δικαίων | |
30 | καὶ ἀδίκων, εἰδότες ὡς ἀναστήσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὖτοι εἰς κόλασιν αἰώνιον· ἀλλ’ εἰ καί τινα ἴσμεν, οὐ πάντα· Ἐκ μέρους γὰρ, φησὶν ὁ Παῦλος, γινώσκομεν, καὶ ἐκ μέρους προφητεύο‐ μεν. Τίς δὲ καὶ ἀπαγγελεῖ ἡμῖν τὰ ὀπίσω, ἀντὶ τοῦ, | |
35 | τὰ ἐσόμενα; οἷον εἰ παιδοποιήσομεν, εἰ τοὺς ὄντας ἀποβαλοῦμεν παῖδας, εἰ ἐν τῇ πατρίδι, ἢ ἐν ἀλλο‐ δαπῇ τελευτήσομεν, εἰ ἐν πολλοῖς ἔτεσιν, ἢ ἐν ὀλί‐ γοις βιωσόμεθα· ὥστε οἱ ταῦτα πολυπραγμονοῦντες, διὰ τῶν αἰώνων, καὶ γενεθλιαλόγων, καὶ ψευδομάν‐ | |
40 | τεων, ἢ ἑτέρων μαθεῖν σπουδάζοντες, ὡς τὴν γνῶσιν οὐκ εἰλήφαμεν, εἰς κενὸν μοχθοῦσι, καὶ ματαιοπο‐ νοῦσι ἀνήνυτα. Ταῦτα δὲ πάσχουσιν οἱ ἄφρονες, ἐπεὶ μὴ ἔγνωσαν τοῦ πορευθῆναι εἰς πόλιν, τουτέστι ἀρίστην πολιτείαν ἀναλαβεῖν, καὶ τὴν ἁπλῆν τῆς | |
45 | Ἐκκλησίας μεταδιῶξαι πίστιν, καὶ ἐπὶ τὴν καλλί‐ πολιν ὁδεῦσαι τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἧς τε‐ χνίτης καὶ δημιουργὸς ὁ Θεός. | |
93.601(50) | «Οὐαί σοι πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος, καὶ οἱ ἄρχοντές σου ἐν πρωΐᾳ ἐσθίουσι. Μακαρία σὺ γῆ, ἦς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων, καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει, καὶ οὐκ αἰ‐ σχυνθήσονται.» Πρὸς μὲν ῥητὸν, ταλανίζει πόλιν, | |
55 | ἦς ὁ βασιλεὺς ἄστατον ἔχει τὸ ἦθος, καὶ νεώτερον· καὶ οἱ ἄρχοντες ἀφέμενοι τῶν πολιτικῶν φροντίδων, | |
ἐκ πρώτης ἀκτῖνος γαστρὶ σχολάζουσιν. Οἱ γὰρ | 601 | |
93.604 | ἐσκοτωμένοι τῇ μέθῃ, καὶ τῷ κόρῳ βαρούμενοι, ἢ καὶ τὸ ἦθος ἄστατον ἔχοντες, οὔτε πρὸς βασιλείαν, οὕτε πρὸς ἄλλην ἀρχὴν εἰσὶν ἐπιτήδειοι. Μακαρίζει δὲ τὴν γῆν ἐκείνην, ἧς ὁ βασιλεὺς ἐλευθέρων, τουτ‐ | |
5 | έστιν ἐλευθερίως τραφεὶς, καὶ διασώζων τὸ ἐλεύθε‐ ρον φρόνημα, καὶ οὐδέ τι ἀγεννὲς ἢ ἀνελεύθερον, ἢ δουλοπρεπὲς κεκτημένος· καὶ ἧς οἱ ἄρχοντες τὴν μὲν πᾶσαν φροντίδα περὶ τὰ τῷ ὑπηκόῳ συμφέ‐ ροντα ἀπασχολοῦσιν. Εὔτακτα δὲ καὶ κατὰ καιρὸν | |
10 | τρέφονται, οὐχ ὅσα γαστέρα κολακεύει, ἀλλ’ ὅσα τὴν τοῦ σώματος διακρατεῖ δύναμιν, τουτέστι τὰ πρὸς τὴν χρείαν. Οἱ γὰρ τοιοῦτοι ἔμψυχοι ὄντες δίκαιοι, καὶ δικαίως τὸ δίκαιον μεταδιώκοντες, οὐ καται‐ σχυνθήσονται. Πρὸς δὲ διάνοιαν, πόλις τροπικῶς ἡ | |
15 | ψυχή· ἧς ὁ βασιλεὺς νοῦς· ἐὰν ᾖ τὸ ἦθος νεαρώτε‐ ρον, καὶ τὰς ὁρμὰς τῶν λογισμῶν οἱονεὶ ἄρχοντας ἔχων, γαστριμαργίᾳ καὶ ἡδοναῖς σχολάζοντας, τὸ οὐαὶ προσκείμενον ἕξει· εἰ δὲ ἡ ψυχὴ, καὶ ὁ ταύτης νοῦς, τοῖς θείοις ἐντραφῇ μαθήμασιν, υἱός ἐστι | |
20 | ἐλευθέρων, καὶ ὁρμὰς ἔχει λογισμῶν κατὰ καιρὸν πάντα πραττούσας, τά τε σώματι καθήκοντα, καὶ ὅσα τῇ ψυχῇ κατάλληλα. Οὕτω δὲ τραφεῖσα, καὶ οὕτως ἑαυτῆς ἄρχουσα, καὶ ταῖς προκοπαῖς δυνα‐ μουμένη ἡ τοιάδε ψυχὴ, γῆ καὶ πόλις τροπικῶς ὀνο‐ | |
25 | μασθεῖσα οὐκ αἰσχυνθήσεται. | |
29 | «Ἐν ὁλοκληρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ | |
30 | ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία· εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνος εὐφραίνει ζῶντας· καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα.» Παραβολικῶς ἡμᾶς ἐκδιδάσκει μὴ ἀργοὺς εἶναι περὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, ἵνα μὴ τῆς νοητῆς ἡμῶν οἰκίας, τουτέστι | |
35 | τῆς ψυχῆς, ἡ δόκωσις, οἱ εὔτονοι λογισμοὶ, ταπεινω‐ θῶσι, καὶ στάξῃ οἰκία ὑπὸ τῶν τῆς κακίας ῥευμάτων παρενοχλουμένη, ἵνα μὴ καὶ τὰς κτηθείσας ἀρετὰς ἀπολέσωμεν ἐξ ἀμελείας. Χρὴ τοιγαροῦν συνεχῶς ἐπισκέπτεσθαι τὴν εἰρημένην οἰκίαν, καὶ μὴ πρὸς τὰ | |
40 | ἤδη κατορθωθέντα βλέπειν, ἀλλὰ τῆς δοκώσεως, τουτέστι τοῦ τέλους, ἐπιμελεῖσθαι. Οἱ γὰρ ὀκνηροὶ περὶ τὰς ἀρετὰς, εἰς ἡδονὴν μόνην βλέποντες, καὶ τὴν νομιζομένην εὐφροσύνην παρὰ ἀνθρώποις σχο‐ λάζουσι. Καί φασιν ὅτι δεῖ χρήματα ἔχειν· τῷ γὰρ | |
45 | ἀργυρίῳ ὑποταγήσεται τὰ πάντα. Ἄλλως· Οἱ μὲν οὖν ὀκνηροὶ καταστάζειν ἐῶσι τὴν ἑαυτῶν οἰκίαν· οἱ δὲ τοῖς τῆς Ἐκκλησίας ἀγόμενοι νόμοις, ἄρτον τινὰ μυστικὸν, καὶ οἶνον πρὸς τὸ καταγελᾷν τῶν δαιμόνων διὰ τῆς τοῦ μυστηρίου δυνάμεως ἔχουσιν· | |
93.604(50) | εἰδότες ὅτι τοῦ ἀργυρίου οὕτως τοῦ θείου Λόγου ὀνομαζομένου, τοῦ δι’ ἡμᾶς σαρκωθέντος, πᾶσα ἡ κτίσις ὑπακούει. Χρὴ δὲ εἰδέναι, ὡς κατὰ τὸν αἰσθη‐ τὸν ἄρτον πολλαχοῦ ἡ Γραφὴ πᾶσαν ξηρὰν τροφὴν λέγει· οἶνον δὲ ἢ ὕδωρ, ὑγράν. Τοῦτο σημαίνων ὁ | |
55 | Μωσῆς, ὅτε τὸν νόμον ἐδέχετο, ἔλεγε, Τεσσαράκον‐ τα ἡμέρας ἄρτον οὐκ ἔφαγον, καὶ ὕδωρ οὐκ ἔπιον· ἀντὶ τοῦ, οὐδεμιᾶς ἢ ξηρᾶς, οὔτε ὑγρᾶς | |
τροφῆς μετέλαβον. | 603 | |
93.605(3) | «Καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτῶνός σου μὴ καταράσῃ πλού‐ | |
5 | σιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων πτέρυγας ἀπαγγελεῖ λόγον σου.» Πετεινὸν τοῦ οὐρανοῦ οἱ μὲν τὴν ψυχὴν αὐτὴν εἶπον, ἢ τὸ συνὸν πνεῦμα τῷ ἀνθρώπῳ· τὸν δὲ ἔχοντα πτέρυγας, ἢ τὸ ἅγιον Πνεῦμα τὸ ἐν εἴδει περιστερᾶς | |
10 | φανὲν, καὶ τὰ πάντα πληροῦν, καὶ πάντα ἐπιστάμε‐ νον· ἢ τοὺς ἁγίους ἀγγέλους. Ἕτεροι δὲ ἐξ ἐναντίας, τὸν μὲν ἔχοντα πτέρυγας, τὸν διάβολον ἐξειλήφασι· πετεινὰ δὲ τοῦ οὐρανοῦ, τοὺς αὐτοῦ δαίμονας ἀερίους. Κατὰ δὲ τὰς πάντων ὑπολήψεις ὁ νοῦς τοιοῦτός ἐστι· | |
15 | Μὴ καταράσῃ, φησὶ, βασιλέα ἢ πλούσιον, μηδὲ ἐν παραβύστῳ· ἡ γὰρ φήμη διατρέχουσα εἰς ἀκοὰς φέρει τοῦ καταραθέντος τὴν λοιδορίαν τὴν σήν· κατάρα δέ ἐστι αἴτησις κακῶν, ἢ ἑαυτῷ, ἢ τῷ πλησίον. | |
21t | ΚΕΦΑΛ. ΙΑʹ. | |
22 | «Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν.» Γέγραπται, Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου. | |
25 | Διὰ δὲ τοῦ ἄρτου τὴν πᾶσαν ἐλεημοσύνην ἐσήμανε. Φησὶν οὖν, ὅτι Μετὰ δακρύων, τουτέστι μετὰ ἐλεημο‐ νικῆς καὶ συμπαθοῦς διαθέσεως ποίει τὴν ἐλεημο‐ σύνην· αὕτη γάρ σοι καὶ συνδιαιωνίζει. Ἄλλως· Ὕδατα ἡ Γραφὴ πολλάκις καὶ τὰς τῶν ἀνθρώπων | |
30 | συναγωγὰς εἴωθε καλεῖν, κατὰ τὸ, Ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Ὦ οὖν, φησὶ, τῶν θείων μαθημάτων διδάσκαλε, τὸν θρεπτικόν σου λόγον ὃν εἴληφας ἐκ τῆς δωρεᾶς τοῦ Πνεύματος, ἀεὶ τοῖς δεομένοις χορήγει, μισθὸν ἔχων | |
35 | τῆς ἐργασίας, τὸ τῷ Θεῷ Λόγῳ συνεῖναι διηνε‐ κῶς. «Δὸς μερίδα τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτὼ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν.» Ὁ τὴν Παλαιὰν προσιέμενος Διαθήκην, διὰ τὸν ἐν αὐτῇ σαβ‐ | |
40 | βατισμὸν τὸν ἐν πνεύματι τελούμενον, τουτέστι τὴν τῶν κακῶν ἀργίαν, δέδωκε μερίδα τοῖς ἑπτά. Ὁ δὲ τὴν Νέαν καθ’ ἣν ἡ Κυριακὴ τοῦ Σωτῆρος ἀνά‐ στασις, ἡ ὀγδόη καὶ πρώτη ἀρχὴν ἔχουσα τοῦ μέλλοντος αἰῶνος, δέδωκε μερίδα τοῖς ὀκτώ. Ἑκα‐ | |
45 | τέρας οὖν, φησὶ, τὰς Διαθήκας δέχου. Ἄλλως· Εἰς ἑβδομάδα ὁ παρὼν κατατέμνεται βίος. Κατ‐ έπαυσε γὰρ, φησὶν, ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔρ‐ γων αὐτοῦ ὧν ἐποίησε, ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. Ἀρχὴ δὲ τοῦ μέλλοντος αἰῶνος ἡ ὀγδόη· ἧς σύμ‐ | |
93.605(50) | βολον ἡ Κυριακὴ ἀνάστασις. Εὐσχημόνως οὖν, φη‐ σὶ, δίαγε ἐν τῷ παρόντι βίῳ, καὶ ἀποθησαύριζε σεαυτῷ εἰς τὸν μέλλοντα δι’ ἔργων ἀγαθῶν, καὶ τοῖς ἑπτὰ, καὶ τοῖς ὀκτὼ μερίδα παρέχων. Ἄλλως· Ἑπτὰ τοῦ Πνεύματος ἐνεργείας οἶδε Ἡσαΐας. | |
55 | Δύναται οὖν καὶ ἐξ ἀντιστρόφου ἑπτὰ καλεῖσθαι ὁ τῶν Χριστιανῶν λαὸς, διὰ τὸ πλουτῆσαι τοῦ Πνεύ‐ | |
ματος τὰς ἐνεργείας. Ὀκτὼ δὲ ὁ τῶν Ἰουδαίων, | 605 | |
93.608 | διὰ τὸ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι. Ποίει τοι‐ γαροῦν, φησὶ, τὴν ἐλεημοσύνην πρὸς πάντας ἀνθρώ‐ πους. Τὸ δὲ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν, κατὰ πάσας νοήσεις τὰς ἐκδοχάς. | |
5 | Δέχου τὰς δύο Διαθήκας, ἵνα τὸ τῆς ἀγνοίας καὶ πονηρίας ἀποβάλῃς σκότος. Εὐσχημόνως πράτ‐ τε τὰ ἐν τῷδε τῷ βίῳ καθήκοντα, ἐν φροντίδι τιθέ‐ μενος καὶ τὸν μέλλοντα αἰῶνα· οὐ γὰρ οἶσθα ποῖαι ἐπίπονοι κολάσεις ἀπόκεινται τοῖς μὴ παρέχουσι | |
10 | μερίδα τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτώ. Ποίει ἐλεημο‐ σύνας πρὸς πάντας ἀνθρώπους μετὰ ἁπλότητος καρ‐ δίας· οὐ γὰρ ἐπίστασαι τίς ὁ ἀληθῶς χρῄζων, ἢ τίς ὁ κατὰ πονηρίαν καὶ πλεονεξίαν αἰτῶν. | |
18 | «Ἐὰν πληρωθῶσι τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσι· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ, καὶ ἐὰν | |
20 | ἐπὶ τῷ Βοῤῥᾷ, τόπῳ οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἕσται.» Πρὸς μὲν ῥητὸν, ἡ πρώτη λέξις δύναται καὶ περὶ ἐλεημοσύνης νοεῖσθαι· ὅτι ὥσπερ τὰ νέφη κε‐ λεύσει θείᾳ τὸν ὄμβρον ἐπὶ πάντας ἀνθρώπους ῥαί‐ νουσι, τὸν αὐτὸν τρόπον δεῖ καὶ τὴν ἐλεημοσύνην γίνε‐ | |
25 | σθαι. Πρὸς δὲ διάνοιαν, νεφέλαι οἱ ἅγιοι ἄνδρες εἴ‐ ρηνται, ὧν εἷς ἦν Μωσῆς ὁ λέγων, Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου. Οὗτοι πληρωθέντες τοῦ θείου λόγου, τοῦ γινομένου πρὸς Ὠσηὲ, καὶ τοὺς λοι‐ ποὺς ἁγίους ἐκχέουσι τὸν κάρπιμον ὑετὸν, οὐκ ἐπὶ | |
30 | τὴν Ἰουδαίαν μόνην, ἀλλὰ καὶ ἐπὶ πᾶσαν τὴν γῆν, εἰς ἣν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Καὶ ταῦτα μὲν περὶ τοῦ ὑετοῦ. Ξύλα δὲ εἴρηνται παρὰ τῇ Γραφῇ καὶ οἱ ἅγιοι καὶ οἱ ἁμαρτωλοί· νότος δὲ ἐκλαμβάνεται ὁ φωτεινὸς τόπος, καὶ αὐτὸ τὸ φῶς τὸ ἀληθινὸν, ὁ | |
35 | Κύριος ἡμῶν Ἰησοῦς Χριστός· βοῤῥᾶς δὲ ὁ ζοφώ‐ δης καὶ σκότους πλήρης διάβολος. Ἐν ᾧ δ’ ἂν τοιγαρ‐ οῦν τόπῳ, εἴτε τοῦ φωτὸς, εἴτε τοῦ σκότους, εἴτε τῷ τῆς κακίας ἔργῳ, εἴτε τῷ τῆς ἀρετῆς, καταλη‐ φθῇ ἐν τῇ τελευτῇ ὁ ἄνθρωπος, ἐν ἐκείνῳ μένει τῷ | |
40 | βαθμῷ καὶ τῇ τάξει, ἢ ἐν φωτὶ μετὰ τῶν δικαίων, καὶ τοῦ παμβασιλέως Χριστοῦ, ἢ ἐν τῷ σκότει μετὰ τῶν ἀδίκων καὶ τοῦ κοσμοκράτορος. | |
45 | «Τηρῶν ἄνεμον οὐ σπείρει, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει. Ἐν οἷς οὐκ ἔστι γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος, ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφο‐ ρούσης· οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ ὅσα ποιήσει τὰ σύμπαντα.» Οἱ τοὺς ἀνέμους ἐπιτηροῦν‐ | |
93.608(50) | τες οὐ σπείρουσι. Πολλάκις γὰρ ὁ σήμερον πνέων αὔριον οὐ πνεῖ· καὶ τὸ ἐναντίον· καὶ πολλάκις σή‐ μερον μὲν ὕει, αὔριον δὲ ἀνέχει τὸν ὄμβρον ὁ Θεός. Ὥστε οὐ δεῖ παρατηρεῖσθαι, ἀλλ’ ἐπ’ ἐλπίδι σπείρειν, τῇ τοῦ Θεοῦ ἀγαθότητι θαῤῥοῦντας. Ἐὰν δὲ παρα‐ | |
55 | τηρούμενοι ὑπερθώμεθα τὸν καιρὸν τοῦ σπόρου, οὐ θερίζομεν. Ἐπιτηρεῖν δὲ ἀκριβῶς οὐ δυνάμεθα τοῦ | |
ἀέρος τὴν κατάστασιν, ἐπειδὴ ἀγνοοῦμεν τοῦ πνεύ‐ | 607 | |
93.609 | ματος τὴν ὁδὸν, σοφῶς καὶ ποικίλως τοῦ Θεοῦ τὰ καθ’ ἡμᾶς πάντα διέποντος. Οὕτως τε ἀγνοοῦμεν τὰς περὶ ἡμᾶς τοῦ Θεοῦ διοικήσεις, ὡς τὰ κυοφορούμενα ὀστᾶ τῆς ἐν γαστρὶ ἐχούσης. Τίς γὰρ οἶδε πότερον | |
5 | ἄῤῥεν ἢ θῆλυ τὸ κυοφορούμενον, ἢ ἄρτιον ἢ κατά τι μέρος κολοβόν; Εἰ δὲ τὸ μορφωθὲν οὐκ ἴσμεν τί ποτέ ἐστι, πολλῷ πλέον ἀγνοοῦμεν πῶς τὸ ἔμβρυον συν‐ ίσταται, πῶς τὰ ὀστᾶ συντίθενται, πῶς εὐθετίζεται τοῦ παντὸς σώματος ἡ ἁρμονία. Καὶ σὺ τοίνυν, φησὶ, | |
10 | μὴ πολυπραγμονῶν καὶ ἀναζητῶν τίνι δοῦναι, ἢ τίνι μὴ δοῦναι ὀφείλεις, καὶ πότερον πιστὸς, ἢ ἄπι‐ στος, ἢ δίκαιος, ἢ ἄδικος, ἀπολέσῃς τοῦ σπεῖραι τὸν καιρὸν, καὶ οὐχ εὑρήσῃς ἐν καιρῷ θερίσαι· ἀλλ’ ἀνυπερθέτως καὶ ἐν ἁπλότητι καρδίας τὴν ἐλεημο‐ | |
15 | σύνην ἐργάζου· οὐ γὰρ οἶδας εἰ ὃν σὺ νομίζεις ἄδι‐ κον, τὸ πνεῦμα δικαιοῖ. Καὶ τὸ ἀνάπαλιν. | |
22 | «Ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρμα σου· καὶ ἐν ἑσπέρᾳ μὴ ἀφιέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοι‐ χήσει, τοῦτο ἢ τοῦτο· καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ, | |
25 | ἀγαθόν.» Ὁ τὸ σκότος τῆς ἀγνοίας τῆς ἑαυτοῦ δια‐ νοίας ἀπελάσας, ἐναρχόμενος τῶν ἀρετῶν ἐν πρωΐᾳ σπείρει, κατὰ τὸ, Ἕως ἡμέρα ἐστὶ, ἐργάζεσθε. Ἐὰν δὲ καὶ διαμένῃ μέχρι τέλους τὴν πρακτικὴν μετιὼν ἀρετὴν, ἕως ἑσπέρας οὐκ ἀφῆκε, οὐδὲ ἠπράκτησεν | |
30 | ἡ χεὶρ αὐτοῦ ἀγαθοεργοῦσα. Ἀρχόμενος οὖν ἀρετῆς μέχρι τέλους διάμενε· οὐκ οἶδας ποῖά σου ἔργα ἀγαθὰ ἀρέσει τῷ κριτῇ, τὰ ἐν ἀρχῇ, ἢ τὰ πρὸς τῷ τέλει. Εἰ δὲ ἑκάτερα ἐπὶ τὸ αὐτὸ ἀρέσοι, πλήρης ἀγαθότητος ἡ τοιαύτη ἐργασία. Ἢ καὶ οὕτως· Ἐκ πρώτης ἡλικίας | |
35 | ἐργάζου τὴν ἀρετὴν, καὶ μὴ λέγε, Νῦν μὲν νεώτερος ὣν ἀπολαύσω τῶν τοῦ βίου τερπνῶν, ἐν δὲ τῷ γήρᾳ μετανοῶ· οὐκ οἶδας τί σοι ἀκολουθήσει, ἢ πότε ἐπι‐ στήσεταί σοι ἡ τελευτή· ὥστε καλὸν ἀεὶ ἐργάζεσθαι τὴν ἀρετὴν, καὶ τὴν ἑαυτῷ πᾶσαν δύναμιν ποιεῖν· | |
40 | Θεὸν δὲ παρακαλεῖν, ἐφ’ ᾧ τὰ παρ’ ἡμῶν ταττόμενα ἀρεστὰ τῇ αὐτοῦ ἀγαθότητι καταφανῆναι. | |
46 | «Καὶ γλυκὺ τὸ φῶς, καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τὸ βλέπειν σὺν τὸν ἥλιον· ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσε‐ ται ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται, καὶ μνησθήσεται τὰ ἔργα τοῦ σκότους, ὅτι πολλὰ ἔσον‐ | |
93.609(50) | ται· καὶ πᾶν τὸ ἐρχόμενον ματαιότης.» Διδάσκει ποίαν πρωΐαν ἔφησε σπείρειν, ἤγουν, τὴν ἡδεῖαν καὶ γλυκεῖαν τοῖς νοητοῖς ὀφθαλμοῖς, ἣν ἐργάζεται ὁ τῆς δικαιοσύνης ἥλιος, καταυγάζων ἡμῶν τὰς ψυχάς. Ὥσπερ γὰρ οἱ τὸν αἰσθητὸν ἥλιον βλέποντες, δι’ αὐ‐ | |
55 | τοῦ βλέπουσι καὶ τὰ ὁρατὰ, καὶ οὕτω τὰς αἰσθητὰς ἐργασίας μετέρχονται· οἱ δὲ μὴ βλέποντες τὸν ἥλιον, | |
οὐδὲ ἐνεργεῖν δύνανται, τῷ μὴ ὁρᾷν τὰ ὑπ’ αὐτοῦ | 609 | |
93.612 | φωτιζόμενα· οὕτως καὶ οἱ τὸν νοητὸν ἥλιον ἐνοπτρι‐ ζόμενοι δι’ αὐτοῦ καταφωτίζονται, πρὸς τὸ ὁρᾷν καὶ βλέπειν ἃ δεῖ πράττειν κατὰ τὸ αὐτοῦ θέλημα, καὶ ὦν ἀπέχεσθαι. Ὁ δὲ κατὰ τὸ τοῦ λόγου βούλημα ζῶν, | |
5 | κἂν πολυετίαν διαγένηται ἐν τῷδε τῷ βίῳ τῷ ἐπι‐ μόχθῳ εἶναι δοκοῦντι, κατευφραίνεται τὴν ψυχὴν, τά τε πρακτέα καὶ τὰ νοητὰ κάλλη περιαθρῶν, διὰ τῶν φωτεινῶν τοῦ προρηθέντος ἡλίου μαρμαρυγῶν ἐκλαμ‐ πόμενος. Ἀναλογίζεται δὲ ὁ τοιοῦτος καὶ τὰς ἡμέρας | |
10 | τοῦ σκότους τοῦ μέλλοντος τοὺς ἀσεβεῖς διαδέχεσθαι, καὶ μνημονεύων ὅτι ἀτελεύτητοι τυγχάνουσι· καὶ ὅτι ματαιότης ἐκδέχεται τοὺς ἁμαρτωλοὺς, τουτέστι κόλασις, κατὰ κράτος ἐκτρέπεται τὴν κακίαν. | |
19 | «Εὐφραίνου, νεανίσκε, ἐν νεότητί σου, καὶ ἀγαθυ‐ | |
20 | νάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ ἐν ὁρά‐ σει ὀφθαλμῶν σου.» Τῷ εἰπεῖν, Καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, ἔδειξε ὅτι τὴν πνευμα‐ τικὴν εὐφροσύνην παραινεῖ τῷ νεανίσκῳ εὐφραίνε‐ | |
25 | σθαι. Νεανίσκον δὲ τὸν κατὰ ψυχὴν ἀκμαῖον καὶ δυ‐ νάμενον ἐπαποδύεσθαι κατὰ τοῦ πονηροῦ φησι, τὸν ἀπεκδυσάμενον τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσά‐ μενον τὸν νέον, τὸν κατ’ εἰκόνα Θεοῦ. Ὁ δὲ τοιοῦτος ἐν ὁδοῖς καρδίας περιπατῶν ἄμωμος, τουτέστι αὐτὴν | |
30 | τὴν ψυχὴν ἀσφαλιζόμενος, καὶ καθαρεύων τὴν διά‐ νοιαν, ἔχει μὲν ἀναγκαίως καθαρὰ καὶ τὰ τοῦ σώμα‐ τος αἰσθητήρια. Πλὴν γίνεται διορατικὸς, καὶ θεωρεῖ κάλλη θαυμάσια, εὐφραινόμενος ἐν τῇ αὑτοῦ πνευ‐ ματικῇ νεότητι, καὶ τῇ τῶν νοητῶν ὀμμάτων θεωρίᾳ. | |
35 | Ἐπειδὴ δὲ τῷ τοῦ ἄῤῥενος ὀνόματι συνεχῶς ἡ Γραφὴ μέμνηται, ἔνθα κοινὰς ποιεῖται τὰς παραινέσεις· ἰστέον ὡς ἐκ τοῦ κυριωτέρου μέρους (Κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνὴρ) ποιεῖται τὸν λόγον. Ἐπεὶ ἡ τῆς ψυχῆς οὐσία μία, καὶ εἷς ἐσμεν πάντες ἐν Κυρίῳ· τὸ | |
40 | γὰρ τῆς θηλείας καὶ τοῦ ἄῤῥενος, σωμάτων μόνον ἐστὶ διαφορά. Ὥστε κἂν νεανίσκον ἀκούσῃς παραι‐ νούμενον, ἄνδρας ὁμοῦ καὶ γυναῖκας νόει. Κἂν ὁ Παῦλος εἴπη, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθέ‐ νον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, πάλιν ὁμοίως | |
45 | ἄνδρας τε καὶ γυναῖκας ἐκλάμβανε. Καὶ γνῶθι ἐπὶ πᾶσι τούτοις, ὅτι ἄξει σε ὁ Θεὸς ἐν κρίσει. | |
50t | ΚΕΦΑΛ. ΙΒʹ. | |
51 | «Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ παρ‐ άγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι καὶ ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης. Καὶ μνήσθητι τοῦ Κτίσαντός σε, ἐν ἡμέραις νεότητός σου, ἕως οὗ μὴ ἔλθωσιν αἱ | |
55 | ἡμέραι τῆς κακίας, καὶ φθάσωσιν ἔτη, ἐν οἷς ἐρεῖς. | 611 |
93.613 | Οὐκ ἔστι μοι ἐν αὐτοῖς θέλημα.» Νῦν ἀναμιμνήσκει τοῦ θείου κριτηρίου, καί φησιν, Οἷα αὐτεξούσιος, ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου· δύνασαι γὰρ τῷ λογικῷ χρώμενος χαλινοῦν τὸν θυμόν. Πονηρίαν | |
5 | δὲ σαρκός φησι πᾶσαν μὲν ἁμαρτίαν. Τὰ γὰρ τῆς ἁμαρτίας ἔργα, ἕργα φησὶ σαρκὸς ὁ Ἀπόστολος. Δια‐ φερόντως δὲ πονηρία σαρκὸς ἡ πορνεία· τὰ δὲ πάθη νεωτέρας εἰσὶ διανοίας καὶ ἀστάτου κινήματα. Τῇ δὲ νέᾳ ταύτῃ διανοίᾳ καὶ ἡ ἄνοια παρέζευκται, οὐδὲν | |
10 | ἕτερον οὖσα ἢ ματαιότης. Εἰ δὲ θέλεις, φησὶ, ἐκβα‐ λεῖν ταύτην τὴν διάνοιαν, καὶ χαλινῷ δῆσαι τῆς νεω‐ τερικῆς φρονήσεως τὴν ὁρμὴν, ἄληστον ἔχε τοῦ Θεοῦ τὴν μνήμην. Ἡμέρας δὲ νεότητος, τὸν παρόντα αἰῶνά φησι, ὡς πρὸς τὴν τοῦ μέλλοντος τελειότητα. Ἐὰν | |
15 | γὰρ ἐν τῷ παρόντι ἐκβάλῃς τὴν μνήμην τοῦ Θεοῦ, καὶ τὰ καθ’ ἡδονὴν πράξῃς, ἐφίσταται ὁ καιρὸς τῆς κολάσεως, ὃν δὴ καὶ ἡμέραν κακίας φησὶ, τῆς τῶν ἁμαρτωλῶν κολάσεως. Καὶ τότε λέξεις, ὅτι Οὐκ ἔστι μοι θέλημα ἐν αὐτοῖς. Οὐδεὶς γὰρ ἐν βασάνοις ὧν | |
20 | θέλημα ἔχει τοῦ βασανίζεσθαι. Ἰστέον τοιγαροῦν ὡς ὁ νῦν τοῖς ἰδίοις θελήμασιν ἐξακολουθῶν ὑπὸ ἀνοίας καὶ ἀτελοῦς διανοίας, καὶ οὐ ταῖς τοῦ Κυρίου ἐντο‐ λαῖς, ἐν τῷ καιρῷ τῆς κολάσεως, ὡς οὐ θέλει, βασα‐ νίζεται. | |
26 | «Ἕως οὐ μὴ σκοτισθῇ ὁ ἥλιος, καὶ τὸ φῶς, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ, ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, | |
30 | καὶ ἤργησαν αἱ ἀλήθουσαι ὅτι ὠλιγώθησαν, καὶ σκο‐ τάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς, καὶ κλείσουσι θύραν ἐν ἀγορᾷ ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης.» Ἤκουσά τινος καὶ περὶ τῆς μερικῆς ἑκάστου συντε‐ λείας διηγουμένου τὰ εἰς τὸν τόπον· καὶ ἑτέρου περὶ | |
35 | τῆς καθόλου συντελείας· καὶ ἄλλου πρὸς ὑψηλοτέραν θεωρίαν ἀνάγοντος τὰ γεγραμμένα. Ἅπαντα δὲ ὑμῖν συντόμως ἐκθήσομαι. Φρόντισον, φησὶν, ὦ νουθε‐ τούμενε, ἕως ἔχεις αὐτεξούσιον θέλημα, καὶ δύνῃ πρὸς ἀρετὴν ῥέψαι τῆς σαυτοῦ σωτηρίας. Μετὰ γὰρ | |
40 | τὸν παρόντα βίον οὐχ ὡς θέλεις, ἀλλ’ ὡς οὐ βούλει, κολάζῃ. Φρόντισον οὖν σαυτοῦ πρὸ τῆς σῆς τελευτῆς, πρὶν ἂν σκοτωθῇ σοι ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ τὰ «ἄστρα, ἅπερ ἐν τῇ ἑκάστου τελευτῇ συμβαίνει, ἀορα‐ σίᾳ κατεχομένου, καὶ πρὶν εἰς τὸ συγγενὲς ὕδωρ καὶ | |
45 | εἰς τὴν γῆν ἀναλυθῇς. Τὸ γὰρ νῦν οἷα νέφος ἐπικεί‐ μενον τῇ ψυχῇ σῶμα εἰς τὰ συγγενῆ στοιχεῖα ἀνα‐ λύεται, τὴν γῆν καὶ τὸ ὕδωρ. Ἐν δὲ τῇ ἡμέρᾳ τῆς τελευτῆς, καὶ τῆς οἰκίας οἱ φύλακες, τουτέστι τῆς ψυχῆς, σαλεύονται, καὶ διαστρέφονται οἱ εὔτονοι | |
93.613(50) | λογισμοί· ἄνδρες τῆς δυνάμεως ὀνομασθέντες, ἀγω‐ νιῶντες τὴν φοβερὰν τοῦ σώματος ἔξοδον. Δυνατὸν δὲ καὶ φύλακας οἰκίας τοὺς αἰσθητοὺς ὀφθαλμοὺς νοῆ‐ σαι, ἀποτιθεμένους τὴν ὀπτικὴν δύναμιν ἐν καιρῷ τελευτῆς. Τότε καὶ αἱ ἀλήθουσαι ἀργοῦσιν, οἱ ὀδόν‐ | |
55 | τες οἱ καταλεαίνοντες τὴν τροφήν· οὐχ ὅτι πάντως κατὰ ἀριθμὸν ὀλιγοῦνται, ἀλλ’ ἀντὶ τοῦ, τὴν οἰκείαν | |
ἐνέργειαν ἀποθήσονται. Καὶ αἱ κόραι δὲ τῶν ὀφθαλ‐ | 613 | |
93.616 | μῶν αἱ ὡς δι’ ὀπῶν βλέπουσαι, σκότῳ περιβάλλονται, ἀποκλειομένης πάσης πορείας ἐν τῷδε τῷ βίῳ, ὅταν ἄρξηται ἀσθενῆ καὶ ἀμυδρὰ φθέγγεσθαι, διὰ τῆς φωνῆς τῆς διὰ τῶν ὀδόντων ἐξηχουμένης, ὁ τὰ τελευ‐ | |
5 | ταῖα ἀναπνέων. Πρὶν οὖν ἐν τῇ τελευτῇ ταῦτά σε καταλαβεῖν, ἐργάζου τὴν ἀρετήν. Ἄλλως· Ἐν τῇ γε‐ νικῇ συντελείᾳ, ὥσπερ διὰ τοῦ λόγου τοῦ Θεοῦ ἡ κτί‐ σις συνέστη, οὕτω καὶ διὰ τοῦ θείου προστάγματος ἀναλύεται. Συντελουμένου γὰρ τοῦ αἰσθητοῦ κόσμου, | |
10 | περιττὴ τῶν φωστήρων ἡ χρεία· τότε δὴ, τότε οὐδὲ τῶν ὑετῶν ἐστι χρεία τῶν κάτω δευόντων τὴν γῆν· ἀλλὰ τρόπον τινὰ ἀποστρέφουσιν αἱ νεφέλαι ὀπίσω τοῦ ὑετοῦ, ἀντὶ τοῦ, οὔτε ὀμβροτοκοῦσιν, οὔτε τὸν ὑετὸν καταστάζουσιν, ἢ καὶ αὐτῷ συναναλύονται τῷ | |
15 | ὑετῷ· οὔτε γὰρ ὑετῶν οὔτε νεφελῶν χρεία. Εἰ δὲ εἰς ἑτέραν τῷ Δημιουργῷ χρείαν ὑπηρετοῦσιν, ἴσως ὀχή‐ ματα τοῖς ἁγίοις γινόμενα· τότε καὶ σαλεύονται οἱ φύλακες τῆς οἰκίας, ἅγιοι ἄνδρες τῆς δυνάμεως λεχθέντες, διαστρεφόμενοι μὲν ὑπὸ τοῦ Ἀντιχρίστου, | |
20 | οὐ μὴν ἐξατονοῦντες ἢ καταπίπτοντες. Αὐτοὶ γάρ εἰσιν οἱ φύλακες τῆς τε Ἐκκλησίας, καὶ τοῦδε τοῦ κόσμου, δι’ οὓς καὶ συνίσταται. Τότε ὀλιγοῦνται καὶ αἱ ἀλήθουσαι· ἀληθούσας δὲ τοὺς Ἰουδαίους ἐκληπτέον, τοὺς τὸν βαρὺν καὶ ἐπίμοχθον ζυγὸν ἕλ‐ | |
25 | κοντας τοῦ νόμου. Ὀλιγοῦνται δὲ, διὰ τὸ πάντας, πλὴν ὀλίγων, δεδραμηκέναι τῇ πίστει τοῦ Χριστοῦ. Τότε γὰρ πᾶς Ἰσραὴλ σωθήσεται, ἀντὶ τοῦ, οἱ πλείονες. Τότε αὐτοὶ οἱ ὀλίγοι οἱ μὴ προσδεδραμηκότες τῇ πίστει, οἱ νῦν ὡς δι’ ὀπῶν διὰ τοῦ νομικοῦ γράμμα‐ | |
30 | τος βλέποντες, τελείως σκοτίζονται, τῇ ἐνεργείᾳ τῆς πλάνης πεισθέντες, καὶ ἀποκλείσαντες ἑαυτοῖς ἐν τῷ‐ δε τῷ βίῳ τὴν θύραν τῆς σωτηρίας. Ἀγορὰ γὰρ ὁ παρὼν ὠνομάσθη βίος. Τοῦτο δὲ πάσχουσι διὰ τὸ ἐναπομεῖναι ἐν τῇ ἀσθενείᾳ τῆς φωνῆς τῆς ἀληθού‐ | |
35 | σης, τουτέστι τοῦ νομικοῦ γράμματος. Βαρὺς γὰρ ὁ νόμος καὶ ἀσθενὴς, μηδένα δυνάμενος τελειῶσαι, ὡς καὶ ὁ Ἀπόστολός φησι· Τὸ γὰρ ἀσθενὲς τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· καὶ τὰ ἑξῆς. | |
46 | «Καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου, καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ἄσματος καί γε ἀπὸ ὕψους ὄψονται καὶ θάμβους ἐν τῇ ὁδῷ. Ἐνταῦθα σοφὸς περὶ τῆς καθόλου ἀναστάσεώς φησι, | |
93.616(50) | ὅτε οἱ νεκροὶ ἀνίστανται ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου. Κελεύσματι δὲ τοῦ στρουθίου, τοῦ ἐν‐ ανθρωπήσαντος Λόγου, ὃς διὰ τὴν ἐν σταυρῷ μόνω‐ σιν ἔλεγε, Ἐγενήθην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Τότε ταπεινοῦνται αἱ θυγατέρες τοῦ | |
55 | ᾄσματος, αἱ ἐν τῷδε τῷ βίῳ τρυφήσασαι, καὶ σπα‐ | |
ταλήσασαι καὶ τῇ φωνῇ τῶν ὀργάνων καὶ τῶν ᾀσμά‐ | 615 | |
93.617 | των ἐπικροτήσασαι ψυχαὶ, ἢ καὶ αἱ τῶν ψευδοδιδα‐ σκάλων, αἳ τῇ καλιῤῥημοσύνῃ καὶ ἀπάτῃ δίκην ᾄσμα‐ τος τοῖς λόγοις χρώμεναι, ἡδονὴν ὀλεθρίαν ἐποίουν τοῖς ἀκούουσι. Καὶ αἱ τῶν Ἰουδαίων δὲ ψυχαὶ, θυγα‐ | |
5 | τέρες οὖσαι τοῦ ᾄσματος, ταπεινοῦνται, ὅτι μὴ ἤκου‐ σαν ᾀδόντων τῶν προφητῶν· ᾌσω δὴ τῷ ἠγαπημέ‐ νῳ ᾆσμα τοῦ ἀγαπητοῦ· καὶ ὅσα τοιαῦτα. Αὗται δὲ πᾶσαι αἱ προειρημέναι τῶν ἁμαρτωλῶν ψυχαὶ, τάχα δὲ αἱ τῶν δικαίων ἔκθαμβοι γίνονται, ὅταν | |
10 | ἀπάγωνται ἐν τῇ ὁδῷ· καὶ ὁρῶντες ἀπὸ τοῦ ὕψους ἐρχόμενον ἐπὶ τῶν νεφελῶν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξᾳ τοῦ Πατρὸς αὐτοῦ. | |
15 | «Ἀνθήσει τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρὶς, καὶ διασκεδασθῇ ἡ κάππαρις.» Τὸν ἐνεστῶτα βίον νοήσας ὁ Σολομὼν, κατὰ τὸ ἐν τοῖς ᾌσμασι φερό‐ μενον. Ὁ χειμὼν παρῆλθε. Ἔαρ, τοῖς δικαίοις ἀναλάμποντα τὸν μέλλοντα βίον ἔφη, ἐν οἷς ἐπάγει· | |
22 | «Τὰ ἄνθη ὤφθησαν ἐν τῇ γῇ ἡμῶν.» Τὸ αὐτὸ τοίνυν κἀνταῦθα ἐπορεύθη ἑαυτῷ, καί φησιν ὅτι τότε ἀνθεῖ τὸ ἀμύγδαλον, καὶ παχύνεται ἡ ἀκρὶς, | |
25 | καὶ διανοίγεται ἡ κάππαρις· οὕτω γὰρ ἕτερος τῶν ἑρμηνευτῶν ἐκδέδωκε. Ταῦτα δὲ πέφυκε ἐν τῷ ἔαρι γίγνεσθαι. Φησὶ οὖν ὅτι ὁ μέλλων βίος ἔαρι ἔοικε. Ἄλλως· Φασὶν οἱ περὶ ταῦτα ἠσχολημένοι, πρὸ πάν‐ των δένδρων ἀνθεῖν τὸ ἀμύγδαλον, καὶ μετὰ πάντα | |
30 | ἀποβάλλειν τὰ φύλλα, ὡς εἶναι τρόπον τινὰ τὸ φυ‐ τὸν ἀειθαλές. Ἴσμεν δὲ ὅτι τὸ ἀμύγδαλον τοῦτο δὴ τὸ κάρυον τριπλοῦν ἐστι τὴν φύσιν· τότε γὰρ ἔξωθεν ἔχει λέπος, καὶ μετὰ τοῦτο τὸ ὀστρακῶδες, εἶτα ἔν‐ δοθεν τὸ ἐδώδιμον. Τοιοῦτος δὲ καὶ ὁ ἄνθρωπος, ἐκ | |
35 | σώματος, καὶ πνεύματος, καὶ ψυχῆς συνεστώς. Τότε οὖν, φησὶ, ἀνθοῦσιν οἱ δίκαιοι, δίκην ἀμυγδάλων, ὁλόκληρα διασώζοντες καὶ ψυχὴν, καὶ σῶμα, καὶ πνεῦμα. Ἄλλως· Ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καρυΐνη τε ἦν, καὶ κάρυά γε ἔφερε, τῆς ῥάβδου τῆς | |
40 | ἐκ τῆς ῥίζης Ἰεσσαὶ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ τύπον ἐπέχουσα. Φησὶ οὖν ὅτι ἐν τῷ μέλλοντι αἰῶνι ὁ ἱερατικὸς ἀνθεῖ λόγος, τὰ τέλεια μαθήματα τοῖς ἀξίοις παραδιδούς. Τῶν δὲ δικαίων ἐν τούτοις ὄντων, φησὶ, ἡ ἀκρὶς παχύνεται· ἀντὶ τοῦ, τροφὴν | |
45 | ἡ κόλασις δέχεται τοὺς ἁμαρτωλοὺς, καὶ τρόπον τινὰ παχύνεται. Ἡ γὰρ ἀκρὶς κολάσεως φέρει σύμβολον· διὰ γὰρ ταύτης ὁ Θεὸς τοὺς Αἰγυπτίους ἐκόλασε. Τού‐ των δὲ οὕτως πραττομένων, καὶ τῶν μὲν δικαίων ἀνθούντων τότε, κολαζομένων δὲ τῶν ἁμαρτωλῶν, | |
93.617(50) | διασκεδάννυται καὶ ἐξαφανίζεται ἡ κάππαρις, πικρά τις οὖσα, καὶ σύμβολον τῆς ὀδυνηρᾶς ἁμαρ‐ τίας. Ἡ γὰρ κακία ἀνύπαρκτος οὖσα, καὶ εἰς ἀν‐ υπαρξίαν πάντως χωρήσει. | |
56 | «Ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐ‐ | |
τοῦ.» Οἴμοι, φησὶν ὁ Δαυῒδ, ὅτι ἡ παροικία μου | 617 | |
93.620 | ἐμακρύνθη. οὐκ οἴκησιν, ἀλλὰ παροικίαν τὸν ἐνεστῶτα βίον λέγων. Τότε οὖν, φησὶ, μεταστὰς ἐκ τῆσδε τῆς παροικίας ὁ ἄνθρωπος, εἰς τὸν αἰώνιον αὐτοῦ οἶκον, τὸν αἰῶνα τὸν μέλλοντα, πορεύεται. | |
6 | «Καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι.» Τότε καὶ οἱ ἐν τῷδε τῷ βίῳ ἁμαρτωλοὶ κλαίουσι καὶ κό‐ πτονται. Ἀγορὰ δὲ ὅδε ὁ βίος ἐλέχθη, διὰ τὰ ἐν αὐ‐ τῷ συναλλάγματα. | |
11 | «Ἕως οὗ μὴ ἀνατραπῇ σχοινίον τοῦ ἀργυρίου.» Πρὸς τὸν παραινούμενον ὁ λόγος. Σπούδασον, φη‐ σὶ, ὦ νεανίσκε, ἀγαθοεργίᾳ μειλίξασθαι τὸν κριτὴν, πρὶν ἀνατραπῆναι τὸν πλοῦτον, καὶ τὸ τῆς φιλαρ‐ | |
15 | γυρίας σχοινίον, τὸ πάσαις ἁμαρτίαις καταδεσμεῦον· ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία. Πρὶν οὖν τόνδε τὸν βίον παρελθεῖν, ἐν ᾧ χρημάτων ἀπά‐ τη, καὶ φιλαργυρίας ἔρως, εὐτρέπισόν σου τὰ ἔργα πρὸς τὴν ἔξοδον. | |
22 | «Καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου.» Ἀν‐ θέμιον, ἢ τὸ ἄνθος, καὶ ἡ ὡραιότης τοῦ χρυσίου, ἢ καὶ ἡ θήκη, ἐν ᾗ πεφύκαμεν ἀποτίθεσθαι τὸ χρυ‐ | |
25 | σίον. Πρὶν οὖν, φησὶ, τὰ τῇδε παρέλθῃ πράγματα, μέτελθε τὴν ἀρετήν. Ἄλλως· Ἀργύριον πολλαχοῦ τῆς Γραφῆς ὁ θεῖος εἴρηται λόγος· χρυσὸν δὲ ἐκλαμ‐ βάνομεν τὸν νοῦν· ἀνθέμιον δὲ χρυσίου τὸ ἐν ἡμῖν ἡγεμονικόν. Πρὶν οὖν, φησὶ, παύσηται ὁ λόγος ὁ δι‐ | |
30 | δασκαλικὸς, ὁ δίκην τριπλόκου σχοινίου, ἤτοι φρα‐ γελλίου τὰ ἐν ἡμῖν ἀπελαύνων πάθη, δι’ οὖ δύνῃ καθᾶραι τὸ ἐν σοὶ ἡγεμονικόν· ἀντὶ τοῦ, ἕως εἷ ἐν τῷδε τῷ βίῳ, πολλὴν σαυτοῦ ποίησον ἐπιμέλειαν. | |
36 | «Καὶ συντριβῇ ἡ ὑδρία ἐπὶ τῆς πηγῆς.» Ἐνταῦ‐ θα φιλοσοφεῖ περὶ τοῦ ἀνθρωπίνου φυράματος. Ἵνα γὰρ μή τις νομίσῃ εἰς ἀνυπαρξίαν χωρεῖν τὸ σῶμα διαλυόμενον, διὰ συμβόλου διδάσκει τὴν αὐτοῦ πα‐ | |
40 | ραμονήν. Ὥσπερ γὰρ ὑδρίας πρὸς τῇ πηγῇ συντρι‐ βομένης, τὸ ὕδωρ οὐκ ἀπόλλυται, ἀλλ’ εἰς τὴν ἑαυ‐ τοῦ πηγὴν ἔρχεται· καὶ πάλιν ὅταν τις ἐθέλῃ, τοῦτο ἐξαντλεῖ· οὕτω καὶ τὸ σῶμα διαλυόμενον ἐπὶ τὴν ἑαυτοῦ πηγὴν (τὴν γῆν) ἐπάνεισιν, ἕτοιμον ὂν πάλιν | |
45 | συστῆναι, ὅταν ὁ τὴν ἀρχὴν αὐτὸ διαπλάσας βούλη‐ ται. Ἄλλως τὸ τῆς ὑδρίας ὕδωρ εἰς τὴν πηγὴν ἐκ‐ χεόμενον οὐκ ἀπόλλυται, ἀλλὰ μετὰ τοῦ πληρώμα‐ τός ἐστι τοῦ ἐν τῇ πηγῇ. Ὅταν οὖν ἐκ τοῦ μέρους καταργηθῇ, κατὰ τὸν Ἀπόστολον, τότε τὸ τέλειον | |
93.620(50) | ἔρχεται. Ἡ οὖν μερικὴ γνῶσις ἡ νῦν ἐν ἡμῖν οὖσα, τότε τὴν τελειότητα προσλαβοῦσα, ὡς ὕδωρ ἐστὶ ὑδρίας ἐν ὅλῃ πηγῇ, τὸ μέρος προσλαβοῦσα, ἤγουν τὴν τελειότητα. | |
56 | «Καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον.» Κα‐ | |
τὰ ἑτερολεξίαν τὸ αὐτὸ νόημα ἔφησε. Συντροχάσαι | 619 | |
93.621 | γάρ ἐστι τὸν τροχὸν ἐπὶ τὸν λάκκον, τὸ κλασθῆναι τὸν τροχὸν, καὶ πεσεῖν ἐν τῷ λάκκῳ, μετὰ τοῦ κε‐ ραμίου τοῦ ὕδατος. Τροχὸν δὲ λέγει τὸν ἐπικείμενον τῷ λάκκῳ, δι’ οὗ ποιοῦνται τὴν ἀνίμησιν. Ὁμοίως | |
5 | δὲ κἀνταῦθα τὸ ὕδωρ ἐπὶ τὸν λάκκον ἐκχεῖται. Ἄλ‐ λως· Τροχὸς ὅδε ὁ βίος καλεῖται, διὰ τὸ κινεῖσθαι, καὶ κυλίεσθαι, κατὰ τό· Φωνὴ τῆς βροντῆς ἐν τῷ τροχῷ. Πρὶν οὖν, φησὶ, κυλιόμενος οὗτος ὁ τροχὸς, ἀντὶ τοῦ, ὁ βίος, ἀποκυλίσῃ ἡμᾶς εἰς τὸν λάκκον, | |
10 | τῆς ἑαυτῶν σωτηρίας φροντίσωμεν. Λάκκος δὲ ὁ ᾅδης ὠνομάσθη, κατὰ τό· Ἔσωσάς με ἐκ λάκκου κατω‐ τάτου, καὶ ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. | |
14 | «Καὶ ἐπιστρέψῃ ὁ χοῦς εἰς τὴν γῆν, ὡς ἦν.» | |
15 | Πρὸς γὰρ τὸ συγγενὲς στοιχεῖον ἀναλύεται τὸ σῶμα, κατὰ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. | |
18 | «Καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεὸν, ὃς ἔδωκεν αὐτό.» Τὸ πνεῦμα εἰ μὲν λέγοιτο μετὰ ψυ‐ | |
20 | χῆς, τὸ συνεζευγμένον τῇ ψυχῇ τὸ πνεῦμα νοοῦμεν· εἰ δὲ ἁπλῶς οὕτως ὥσπερ νῦν, αὐτὴν τὴν ψυχὴν νοοῦμεν τὸ πνεῦμα. Τοῦ οὖν σώματος, φησὶ, εἰς τὴν γῆν ἀναλυομένου, ἡ ψυχὴ πρὸς τὸν Θεὸν ἐπανέρχε‐ ται, τῶν βεβιωμένων τοὺς λόγους ἀποδώσουσα, ὃς | |
25 | ἐποίησεν αὐτήν. Οὐ γὰρ ἀπὸ γῆς ἡ τοῦ ἀνθρώπου ψυχή· ἀλλ’ ὡς αὐτὸς οἶδε μόνος ὁ ταύτης Δημιουρ‐ γὸς, καὶ συνίσταται, καὶ συνδεσμεῖται τῷ χοϊκῷ τούτῳ σώματι, ὡσπεροῦν καὶ ἐξάγεται ὑπὸ μόνου τοῦ συνδήσαντος. | |
32 | «Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστὴς, τὰ πάντα ματαιότης· καὶ περισσὸν ὅτι ἐγένετο Ἐκ‐ κλησιαστὴς σοφὸς, καὶ ὅτι ἐδίδασκε γνῶσιν σὺν τὸν | |
35 | ἄνθρωπον. Καὶ οὗς ἐξιχνιάσεται κόσμιον παραβολῶν.» Τὸν πολλάκις ἀνωτέρω λόγον ἀναλαμβάνει, καὶ ἀπο‐ φαίνεται τὰ ἐν κόσμῳ πάντα ματαιότητα· καί φη‐ σιν, ὅτι τοῦτο περισσὸν ἔσχεν ὁ Ἐκκλησιαστὴς, ἀντὶ τοῦ, κατεξαίρετον καὶ ἴδιον, κτῆμα τῆς σοφίας· κτῆ‐ | |
40 | μα γὰρ ὄντως μόνου τοῦ σοφοῦ ἡ σοφία. Καὶ ὅτι ἐσχηκὼς ταύτην ἐφθόνησε τοῖς λοιποῖς ἀνθρώποις· ἀλλ’ ἅπερ ἔμαθε ἐξ αὐτῆς, ταῦτα τοῖς ἀνθρώποις παρέδωκε· τήν τε γνῶσιν δηλαδὴ τῶν τε αἰσθητῶν καὶ νοητῶν. Εἶτά φησι, Καὶ ὁ ἔχων οὖς κεκαθαρμέ‐ | |
45 | νον, δηλονότι οἷος ἦν ὁ λέγων, Προσέθηκέ μοι ὠτὶ τοῦ ἀκούειν, δύναται ἀνιχνεύειν τὰ κόσμια ἐν Πα‐ ραβολαῖς λεγόμενα. Ἢ καὶ οὕτως· Ὁ ἔχων κόσμιον οὖς, κεχρυσωμένον ὑπὸ τοῦ λόγου, οἷον ἦν τὸ τῆς Ῥεβέκκας, τὸ δεξάμενον τὰ ἐνώτια τοῦ παιδὸς Ἀ‐ | |
93.621(50) | βραὰμ, δύναται ἀκούειν τὰ παραβολικῶς λεγόμενα. | |
54 | «Πολλὰ ἐζήτησεν ὁ Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λό‐ | |
55 | γους θελήματος, καὶ γεγραμμένους εὐθύτητος λόγους ἀληθείας. Λόγοι σοφῶν ὡς τὰ βούκεντρα. καὶ ὡς | |
ἧλοι πεπυρωμένοι, οἳ παρὰ τῶν συνταγμάτων ἐδόθη‐ | 621 | |
93.624 | σαν, ἐκ ποιμένος ἑνός· καὶ περισσὸν ἐξ αὐτῶν.» Λό‐ γους θελήματος φησὶ τοὺς τοῦ θελήματος τοῦ Θεοῦ, καθ’ οὓς πολιτευόμενος ἄνθρωπος τῆς αἰω‐ νίου ζωῆς ἐπιλαμβάνεται· ἢ καὶ τοὺς μυστηριώδεις | |
5 | λόγους, περὶ ὧν ἔφησε ἐν ψαλμοῖς ὁ Σωτὴρ, Τοῦ ποιῆσαι, ὦ Θεὸς, τὸ θέλημά σου ἐβουλήθην. Θέλη‐ μα δὲ ἦν τοῦ Πατρὸς ἡ τοῦ Μονογενοῦς ἐνανθρώπη‐ σις. Τοῦ θείου τοίνυν βουλήματος τοὺς λόγους, καὶ αὐτῆς τῆς σοφίας, ἥ τις εὐθύτης καὶ ἀλήθεια καλεῖ‐ | |
10 | ται, ἐκ τῶν γεγραμμένων παρὰ τοῖς προφήταις, ἀνεζήτουν, φησίν· οὐ γὰρ ἀπλῶς θελῆσαι δεῖ μόνον, ἀλλὰ καὶ ἐπὶ πολὺ ζητῆσαι. Ὁ γὰρ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Ταῦτα οὖν ζητῶν ὁ Ἐκκλησιαστὴς, ἔγνω ὅτι οἱ λόγοι τῶν θεοσεβῶν ἐοί‐ | |
15 | κασι βουκέντροις. Ὥσπερ γὰρ τὰ βούκεντρα πλήτ‐ τουσι τοὺς βόας, ἐπὶ τῷ τὴν αὔλακα τῷ ἀρότρῳ τέμνειν· οὕτω καὶ οἱ τῶν θεοσόφων ἀνδρῶν λόγοι διεγείρουσιν ἡμᾶς τοὺς ἐπ’ ἐλπίδι ἀροτριῶντας, ἀνα‐ τέμνειν τῆς ψυχῆς τὴν αὔλακα, καὶ διακαθαίρειν, | |
20 | καὶ καταφυτεύειν τὰ καλὰ τῆς ἀρετῆς μοσχεύματα. Ἐοίκασι δὲ καὶ ἥλοις πεπυρωμένοις, οἵ τινες βαθύ‐ τερον καὶ εὐμαρέστερον τοῖς ξύλοις προσπήγνυνται· οὕτω καὶ οἱ τούτων λόγοι εἰς τὸ βαθὺ τῆς διανοίας ἡμῶν ἐγκαταπήγνυνται. Οὗτοι δὲ οἱ λόγοι, φησὶν, | |
25 | παρὰ τῶν συνταγμάτων ἐδόθησαν· ἕτερα δὲ βι‐ βλία παρὰ τῶν συνθεσμάτων ἔχουσι. Συντάγματα δὲ νόει, ἢ συνθέσματα, τὰ τοῦ Θεοῦ ποιήματα, τὰ ἀκροφυῶς συντεταγμένα, καὶ ἐναρμονίως συν‐ τεθέντα, ἐξ ὧν ἀναλόγως τὸν γενεσιουργὸν αὐ‐ | |
30 | τῶν καταλαμβάνομεν· καὶ συντάγματα, τὰς δύο Διαθήκας, Παλαιὰν καὶ Καινήν. Πόθεν δὲ ἡμῖν ἡ γνῶσις ἐδόθη τῆς τῶν αἰσθητῶν θεωρίας, καὶ τῆς τῶν νοητῶν καταλήψεως; Ἐκ ποιμένος ἑνός. Ποίου ποιμένος; τοῦ καὶ τὰ ἐν οὐρανοῖς, καὶ τὰ ἐπὶ | |
35 | γῆς λογικὰ ποιμαίνοντος, τοῦ φήσαντος· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἀλλὰ, Καὶ περισσὸν, φησὶ, ἐξ αὑτῶν. Ποῖον τὸ περισσόν; ἐκ τῆς τούτων γνώσεως, ὅτι ζωὴν αἰώνιον κληρονομοῦμεν, ὅτι καὶ αὐτὸν ἀξιούμεθα τὸν καλὸν Ποιμένα ἔχειν διδάσκαλον, καὶ | |
40 | ὅτι οἱ ταύτης τῆς γνώσεως ἐν τῷδε τῷ βίῳ κατα‐ ξιωθέντες, καὶ τῆς τελείας γνώσεως ἐν τῷ μέλλοντι καταξιοῦνται, καθαροὶ καθαρῶς ὑπὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἐλλαμπόμενοι. | |
48 | «Υἱὲ, φυλάσσου τοῦ ποιῆσαι βιβλία πολλὰ, ὅτι οὐκ ἔστι περασμός· καὶ μελέτη πολλὴ, κόπωσις σαρκός.» | |
93.624(50) | Πολλὰ βιβλία, καὶ λόγοι πολλοὶ οἱ μὴ πρὸς τὸν αὐτὸν σκοπὸν νενευκότες, οἱ τοιοῦτοι λόγοι καὶ ὀχληροὶ τυγχάνουσιν. Ὅταν μὲν γάρ τις τὸν περὶ ἀληθοῦς θεοσεβείας ἐκτιθῆται λόγον, κἂν ἐν πολλῷ τῷ χρόνῳ διαλέγηται, ὡς ὁ ἱερὸς ἀπόστολος ἐν τῇ | |
55 | σχολῇ τυράννου ἐπὶ τρεῖς νύκτας ἐδίδασκε τὰ περὶ | |
τοῦ Κυρίου· οὗτος οὔτε πολλὰ λέγει, οὔτε ὀχληρός | 623 | |
93.625 | ἐστι, ἀλλὰ καὶ ἀκόρεστος τοῖς ἀκούουσιν. Οὕτω καὶ τὰ τῶν θείων Γραφῶν βιβλία πολύστιχα τυγχάνοντα, οὐ πολλὰ λέγονται, ἀλλὰ νόμος Κυρίου· ἐπειδὴ εἷς ἀμφοτέρων τῶν Διαθηκῶν ὁ νομοθέτης, καὶ πρὸς | |
5 | ἕνα σκοπὸν ἅπαντα βλέπουσιν, ὡς καὶ αὐτὸς ἡμῶν ὁ Κύριος ἐδίδαξε, ὁ μέγας Ἐκκλησιαστὴς, ἡ σοφία τοῦ Πατρὸς, Ἀγαπήσεις, λέγουσα, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐν γὰρ ταύταις ταῖς δυσὶν ἐντο‐ | |
10 | λαῖς ὅλος ὁ νόμος, καὶ οἱ προφῆται κρέμανται. Ὁρᾷς ἐν ἑνὶ λόγῳ τὰ πολυεπῆ βιβλία συγκεφαλαιού‐ μενα, καὶ διὰ τοῦτο μὴ ὄντα πολλά; Ποῖα τοιγαροῦν ὁ Ἐκκλησιαστὴς ἀποτρέπει βιβλία ποιεῖν; Τὰ τῶν Ἑλλήνων, τῶν τὰς ἀλλήλων ἀνατρεπόντων δόξας, | |
15 | καὶ ἀκήρυκτον πρὸς ἑαυτοὺς ἐχόντων πόλεμον· τὰ τῶν αἱρετικῶν, τῶν ἀλλήλοις ἀντιμαχομένων· τὰς τῶν Ἰουδαίων δευτερώσεις τὰς ἀπεράντους καὶ μυ‐ θικάς. Ἑρμηνεύειν γὰρ σχηματιζόμενοι τὰς Γραφὰς, εἰς μύθους καὶ γενεαλογίας ἐξετράπησαν, καὶ παρα‐ | |
20 | δόσεις τινὰς οὐ κατὰ τὸ τοῦ νομοθέτου βούλημα. Ἡ ἐν τοῖς τοιούτοις βιβλίοις πολλὴ μελέτη κόπωσίς ἐστι σαρκὸς, μόνον τὸ σῶμα ταλαιπωροῦσα, καὶ καρπὸν μηδένα φέρουσα. Ἡ δὲ περὶ τὰ θεῖα βιβλία μελέτη περὶ ἣν ἡμᾶς ἐνασχολεῖσθαι ἡμέρας καὶ | |
25 | νυκτὸς ὁ ἅγιος [Δαυῒδ] ἐγκελεύεται λέγων· Καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετῆσαι ἡμέρας καὶ νυκτός· οὐ κό‐ πωσις ὑπάρχει σαρκὸς, ἀλλὰ ψυχῆς ἀγαλλίασις. Κἂν γὰρ ἐν ἱδρῶσι καὶ δάκρυσι σπείρωμεν, φιλοπονοῦντες περὶ τὸ καλὸν, ἐν ἀγαλλιάσει θερίσομεν τὸν εὐκλέα | |
30 | τῆς ἀρετῆς καρπόν. Ἀγαθῶν γὰρ πόνων εὐκλεὴς ὁ καρπός. Υἱὸν δὲ ἑαυτοῦ τὸν νουθετούμενον ὁ Ἐκ‐ κλησιαστὴς καλεῖ· διὸ προσήκει τὸ πατρικὸν ἡμᾶς φυλάττειν ἀξίωμα, μὴ παραβαίνοντας τὰς πατρικὰς ἐντολάς. Τὸ δὲ, Οὐκ ἔστι περασμὸς, ἀντὶ τοῦ, | |
35 | πέρας τῶν πόνων περὶ τὰ μάταια· ἢ ὅτι τινὰ ἐξ αὐτῶν καρπὸν οὐκ ἔστιν εὑρεῖν· ἢ ὅτι ἀναρίθμητοι αἱ μυριάδες τῶν ἐν τῷ κόσμῳ φερομένων βιβλίων τυγχάνουσιν. | |
44 | «Τέλος λόγου τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ | |
45 | τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς ἐν κρίσει, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν.» Ἐγὼ δέ σοι, φησὶ, κεφαλαιώδη καὶ ἐπιτομωτάτην σωτηρίας ὁδὸν ὑποδείκνυμι· Τὸν Θεὸν φοβοῦ, καὶ | |
93.625(50) | τὰς ἐντολὰς αὐτοῦ φύλασσε· φόβον οὐ τὸν εἰσ‐ αγωγικὸν καὶ ἐμπαθῆ διὰ τὰς κολάσεις, ἀλλὰ τὸν ἁγνὸν καὶ ἁγνοποιὸν, τὸν διὰ τὴν στοργὴν τοῦ προσ‐ τάξαντος πατρὸς ὀφειλόμενον. Εἰ μὲν γὰρ διὰ τὸ δέος τῆς κολάσεως μὴ πορνεύσωμεν, εὔδηλον ὡς εἰ | |
55 | μὴ προέκειτο τὰ τῆς τιμωρίας, ἐπορνεύσαμεν ἂν, πορνικὴν ἔχοντες προαίρεσιν. Καὶ οὕτως ἐφ’ ἑκάστου τῶν ἀπηγορευμένων νόει. Ἐὰν δὲ μὴ διὰ τὴν ἀπει‐ | |
λὴν τῆς κολάσεως, ἀλλ’ αὐτὰ μισήσαντες τὰ φαῦλα, | 625 | |
93.628 | τούτων ἀποσχώμεθα, φιλίᾳ τῇ πρὸς τὸν τοῦτο νομο‐ θετήσαντα, ἐργαζόμεθα τὰς ἐντολὰς, καὶ φοβούμεθα μὴ παραῤῥυῶμεν. Ἐν γὰρ τῷ φοβεῖσθαι τὸ ἐργά‐ ζεσθαι, καὶ ἐν τῷ ἐργάζεσθαι τὸ φοβεῖσθαι μή τι | |
5 | τῶν ἐντεταγμένων παρίδωμεν. Οὗτος ὁ φόβος ἁγνὸς τυγχάνει δι’ αὐτὸ τὸ καλὸν γινόμενος, καὶ ἀφανίζει τὰς ἡμετέρας ψυχὰς, ἰσοδύναμος ὢν τῇ ἀγάπῃ. Ὁ δὲ τοῦτον ἔχων τὸν φόβον, καὶ τὰς ἐντολὰς φυλάσ‐ σων, οὗτός ἐστι σοφὸς πᾶς ἄνθρωπος, ἀντὶ τοῦ, ὁ | |
10 | τέλειος καὶ ἀνελλιπής. Ταῦτα δὲ, φησὶ, ποίει ἀσφα‐ λῶς, ἐπιστάμενος ὅτι πᾶν τὸ λογικὸν ποίημα, τὸ καὶ αὐτεξουσίῳ προαιρέσει τετιμημένον, ἄξει ὁ Θεὸς εἰς κρίσιν, λόγους ἡμᾶς ἀπαιτῶν τῶν πεπραγμένων, ἢ καὶ παρεωραμένων, ἐάν τε ἀγαθῶν, ἐάν τε πονη‐ | |
15 | ρῶν. Παρεωραμένα δέ εἰσι πολλάκις μὲν καὶ τὰ ἑκούσια, πολλάκις δὲ καὶ τὰ ἀκούσια. Ἔσθ’ ὅτε δυ‐ νάμενος εὖ ποιῆσαι, παρορῶ καὶ ὑπερτίθεμαι· καί‐ τοι γε ἐν εἰδήσει τοῦ καλοῦ τοῦτο ἑκούσιον παρ‐ όραμα· εἰ δυνάμενος εὖ ποιῆσαι, κατὰ ἄγνοιαν οὐκ | |
20 | ἐποίησα, τοῦτο ἀκούσιον. Ἔσθ’ ὅτε καὶ ἄκοντες εὖ ποιοῦμεν, πολλάκις δὲ καὶ ἑκόντες, καὶ πάλιν ἐκ τῶν ἐναντίων· ἔσθ’ ὅτε φαῦλόν τι ἐργαζόμεθα ἐν συνειδήσει, ἀθετοῦντες ἑαυτῶν τὸ συνειδός· τοῦτο ἑκούσιον παρόραμα. Ἔσθ’ ὅτε καὶ κατὰ ἄγνοιαν | |
25 | ἐργαζόμεθά τι τῶν ἀπηγορευμένων· τοῦτο ἀκούσιον παρόραμα. Περὶ τῶν τοιούτων καὶ ὁ μακάριος Δαυῒδ ηὔχετο λέγων· Παραπτώματα τίς συνήσει; Ἐκ τῶν κρυφίων μου καθάρισόν με, τῶν κατὰ ἄγνοιαν δηλονότι πλημμεληθέντων. Ταῦτα οὖν ἐγνωκότες, τὸν | |
30 | Θεὸν φοβηθῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν κατὰ τὴν ἑαυτῶν δύναμιν. Τὸ γὰρ ὅλον ἡμῶν τῆς σωτηρίας ἐν οἰκτιρμοῖς κεῖται, καὶ τῇ τοῦ κριτοῦ φιλανθρωπίᾳ· δι’ οὗ, καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
35 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 627 |