TLG 2865 001 :: OLYMPIODORUS Diaconus :: Commentarii in Job

OLYMPIODORUS Diaconus Scr. Eccl., Diaconus
(Alexandrinus: A.D. 6)

Commentarii in Job

Source: Hagedorn, U., Hagedorn, D. (eds.), Olympiodor Diakon von Alexandria. Kommentar zu Hiob [Patristische Texte und Studien 24] Berlin: De Gruyter, 1984: 1–398.

Citation: Page — (line)

1

(1t)

ΥΠΟΘΕΣΙΣ
2 Πολλὰ τοῖς παλαιοτέροις ἔδοξε περὶ τῆς προκειμένης συγγραφῆς· οἱ μὲν γὰρ τοῦ ἀνδρὸς ὑπεραπολογούμενοι λέγουσιν, ὅτι πρὸ τῆς χάριτος γεγονὼς καὶ μηδὲν ἐλπίζων ἔσεσθαι μετὰ τόνδε τὸν βίον, ἐπειδὴ τῆς τῶν ὁρωμένων εὐδαι‐
5μονίας ἀφῃρέθη χρημάτων καὶ παίδων, καὶ τῇ ἀνηκέστῳ περιβεβλημένος νόσῳ εἰκότως ἐδυσχέραινεν. οὐδὲν γὰρ ἑαυτῷ συνειδὼς ἄδικον οὐ δίκαια πάσχειν νομίζων ἐταράττετο. καὶ οὐδὲν μὲν εἰς θεὸν ἐδυσφήμησεν, ὅπερ μάλιστα τῷ διαβόλῳ διὰ σπουδῆς ἦν· πλὴν οὐκ ἐφύλαξε τὸ πρὸς θεὸν ἀκρότατον σέβας τῷ ὅλως ἀμφισβητῆσαι περὶ τὴν αὐτοῦ πρόνοιαν, διὰ τί μὴ τὸ κριτικὸν αὐτῷ ἐφύ‐
10λαξε ὁ θεός, ἀλλ’ εἴασε παρὰ τὴν ἀξίαν κακοῦσθαι, καὶ διὰ τί μὴ φιλανθρωπί‐ ας κατηξίωσεν, εἴπερ ἄρα πονηρίαν εἶδεν ἐν αὐτῷ. οὐκ ἀποδεδώκασιν οὖν οἱ ταῦτα λέγοντες τῷ δικαίῳ Ἰὼβ τὴν τελείαν ἀρετήν, ἀλλ’ ἔφασαν, ὅτι καλὸν ἡ‐ μῖν ὑπόδειγμα γέγονεν ὁ Ἰὼβ οὕτω πρὸ τῆς χάριτος ἀγωνισάμενος, ἵνα ἡμεῖς οἱ τῆς χάριτος ἀπολελαυκότες ἐπὶ τὰ τελειότερα λοιπὸν ὁδεύωμεν, τὸ τοῦ
15θειοτάτου Παύλου κατὰ νοῦν λαμβάνοντες ὃς πρὸς τοὺς ἀμφισβητοῦντας ταῖς θείαις κρίσεσιν ἔφησεν ὅτι· ὦ ἄνθρωπε, μενοῦν γε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; καὶ ταῦτα μὲν οὗτοι. ἕτεροι δὲ ἀπετόλμησαν εἰπεῖν, ὡς τὸ μὲν ἀγώνισμα τὸ κατὰ τὸν Ἰὼβ ἀληθὲς τυγχάνει, οὐκ ἔστι δὲ τῶν
20θεοπνεύστων βιβλίων ἡ συγγραφή, ἀλλά τις ἀνὴρ τῶν παρ’ Ἑβραίοις λογίων τῆς θείας παιδεύσεως τὴν ἐπίδειξιν ποιούμενος ἀκοῇ τὰ κατὰ τὸν δίκαιον παρειληφὼς συνέγραψε τὸ βιβλίον, καὶ ὅσα τοῦ δικαίου φέρονται τραχύτερα δοκοῦντα ῥήματα, ἁμαρτήματα τοῦ συγγραφέως τυγχάνουσιν· οὐ γὰρ Ἰὼβ ἐφθέγ‐ ξατο ταῦτα. φασὶ δὲ ὅτι καὶ τὴν τοῦ θεοῦ ῥῆσιν ὁ συγγραφεὺς ἀνέπλασεν ἑαυ‐
25τῷ καὶ τὸ κῆτος, καὶ δι’ ὅλων ἁπλῶς ἐκωμῴδησαν τὴν συγγραφὴν ὡς πεπλασμέ‐ νην οὖσαν καὶ ἐξ ἀνθρωπίνης ἐπινοίας συντεθειμένην. ἕτεροι δὲ ταῦτα μὲν οὐκ εἶπον, τοὺς δὲ θαυμαστοὺς ἄνδρας τοὺς ἑβδομήκοντα διαβεβλήκασι τοὺς μεταβεβληκότας ἐκ τῆς Ἑβραίων φωνῆς εἰς τὴν Ἑλλάδα τὰ γεγραμμένα. οὐ γὰρ
καλῶς, φασίν, νοήσαντες τὰ Ἑβραϊκά, ἀλλὰ τῇ ὁμωνυμίᾳ τῶν λέξεων πεπλανημέ‐1

2

νοι εἰς πολλοὺς τόπους ἕτερα ἀνθ’ ἑτέρων ἐκδεδώκασιν. οἱ δὲ ταῦτα φήσαντες Ἑβραίῳ τινὶ πεισθέντες ὑπορύττειν ἐπιχειρήσαντι καὶ παραλύειν τῶν ἑβδο‐ μήκοντα τὴν ἑρμηνείαν ἕτερα ἀντὶ τῶν γεγραμμένων παρενέβαλον ῥήματα τῷ συγγράμματι. ἄλλοι δὲ τὴν μὲν συγγραφὴν ἀπεδέξαντο ὡς θεόπνευστον οὖσαν,
5τοὺς δὲ φίλους τοῦ Ἰὼβ ἰσχυρῶς διέσυραν ὡς βασκάνους αὐτοὺς φήσοντες καὶ ὑπὸ βασκανίας οὕτως ἐπιθέσθαι τῷ Ἰώβ. ἕτεροι δὲ τὰ ἱστορικῶς ἐγγεγραμμένα ἀφέντες σχεδὸν ἅπαντα τὰ ῥητὰ πρὸς ἀλληγορίας ἔτρεψαν. καὶ ταῦτα μὲν περὶ τῆς τοῦ βιβλίου συγγραφῆς. περὶ δὲ αὐτοῦ τοῦ ἀνδρὸς οὐδὲν ἧττον διεφώνησαν οἱ μὲν πρὸ τοῦ νόμου τοῦτον γεγονέναι λέγοντες, οἱ
10δὲ μετὰ νόμον, ἕτεροι δὲ καὶ ἐπὶ τῶν χρόνων αὐτῶν τῶν βασιλέων τοῦ τε Ἰουδὰ καὶ τοῦ Ἰσραὴλ γεγονέναι φασίν. ἐγὼ δὲ θεῷ πειθόμενος τῷ καὶ μετὰ δικαίων καὶ μετὰ προφητῶν τὸν ἄνδρα συντάξαντι καὶ διὰ τοῦ θεοφόρου στόματος Ἰεζε‐ κιὴλ τοῦ προφήτου φήσαντι περὶ αὐτοῦ· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται
15πειθόμενος δὲ καὶ τῷ λέγοντι· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε, τὸν μὲν ἄνδρα θαυμαστόν τινα καὶ ἀποστολικὸν εἶναι πείθομαι καὶ προφητικῆς ἀξιωθέντα χάριτος, εἴτε καὶ πρὸ τῶν παλαισ‐ μάτων εἴτε καὶ ἐν αὐτοῖς μέσοις τοῖς ἀγωνίσμασιν· καὶ γὰρ οὐδὲν αὐτῷ τῆς ἀκριβείας παραλέλειπται. τέλειος οὖν ἦν τὴν ἀρετὴν καὶ τῆς τοῦ θεοῦ
20μαρτυρίας ἄξιος. πάλιν τε τοῖς τε ἱεροῖς ἀποστόλοις ἀκολουθῶν καὶ τοῖς ἁγιωτάτοις ἡμῶν πατράσιν, οἵτινες ἐκ τῶν ἀποστόλων τὸ βιβλίον παρειληφότες κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκδεδομένον ἐν τοῖς ἐνδιαθέτοις τῆς θεοπνεύστου γραφῆς κατέλεξαν, οὔτε ἐξ ἀνθρωπίνης ἐννοίας συντεθεῖσθαι λέγω τὴν γραφήν,
25ἀλλὰ καὶ τοὺς ἑβδομήκοντά φημι ὑπὸ ἁγίου πνεύματος ὁδηγηθέντας καὶ καλῶς νενοηκότας τὰ Ἑβραϊκὰ αὐτό τε τοῦτο τὸ βιβλίον καὶ πάντα τὰ τῆς Παλαιᾶς Διαθήκης εἰς τὴν Ἑλλάδα μεταβαλεῖν γλῶτταν πρὸ τῆς τοῦ κυρίου ἐπιδημίας ἐπὶ τῶν Πτολεμαίων τῶν Αἰγύπτου βασιλευσάντων θεοῦ τοῦτο οἰκονομήσαντος, ἵνα μή τις εἴπῃ, ὡς χάριν Χριστιανοῖς κατατιθέμενοι οὕτω τὰς γραφὰς οἱ
30ἑβδομήκοντα διηρμήνευσαν. καὶ οἱ μὲν λοιποὶ τῶν ἑρμηνευτῶν μετὰ τὴν ἐπι‐2

3

δημίαν γεγονότες καὶ οὐκ ὄντες Χριστιανοὶ πρὸς τὸν ἴδιον σκοπὸν τὴν ἑρ‐ μηνείαν ἐποιήσαντο καὶ εἷς ἕκαστος καθ’ ἑαυτὸν ὡς ἠβουλήθησαν· οἱ δὲ καὶ πρὸ τῆς ἐπιδημίας καὶ διῃρημένως ἡρμήνευσαν κατὰ συζυγίας ὑπὸ τοῦ Πτολε‐ μαίου διαιρεθέντες, καὶ πάντες συνεφώνησαν ἀλλήλοις ὡς ἐκ μιᾶς γλώττης
5φθεγξάμενοι καὶ μήτε πρὸς χάριν μήτε πρὸς ἀπέχθειάν τινος τὴν μεταβολὴν τῶν Ἑβραϊκῶν ποιησάμενοι. διόπερ αὐτὴν ὡς ἀνύποπτον οὖσαν καὶ ὑπὸ πολ‐ λῶν καὶ πρεσβυτέρων τοῦ Ἰσραὴλ σὺν ἀληθείᾳ ἐκδεδομένην οἱ τῆς ἀληθείας μυσταγωγοὶ θεῖοι ἀπόστολοι τῇ ἐκκλησίᾳ παραδεδώκασιν, ὥστε περιτταὶ τῶν μυθολόγων Ἑβραίων αἱ παρεξηγήσεις. εἰ γὰρ καὶ κατὰ τὸ σπάνιον χρησόμεθα
10λέξει τινι κειμένῃ παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, σαφηνείας καὶ μόνης χά‐ ριν τοῦτο ποιοῦμεν, κατὰ τῶν αὐτῶν μέντοι νοημάτων ἐρχόμεθα· οἷόν ἐστι παρ’ Ἕλλησιν ἀκοῦσαι λεγομένους ἐρέτας τοὺς κωπηλάτας, καὶ διὰ τὸ μὴ εἰδέναι τοὺς ἀκροωμένους, τίνες εἰσὶν ἐρέται, φαμὲν πρὸς αὐτούς, ὅτι οὗ‐ τοί εἰσιν οἱ κωπηλάται. οὕτως καὶ ἐὰν εὕρωμεν παρὰ τοῖς ἑβδομήκοντα ἀσα‐
15φεστέραν λέξιν σαφέστερον εἰρημένην παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, συγ‐ χρώμεθα τῇ σαφεστέρᾳ διὰ τὴν σαφήνειαν. οὐ γάρ φαμεν, ὅτι ἐκεῖνοι τούτων ἄμεινον ἡρμήνευσαν· τοῦτο γὰρ παντελῶς ἀνόητον καὶ Ἰουδαϊκῆς ἢ καὶ Σα‐ μαρείτιδος τόλμης παρεγχείρημα. καὶ ταῦτα μὲν περί τε τοῦ ἀνδρειοτάτου Ἰὼβ καὶ τῆς συγγραφῆς, ἣν ἅπασαν δεχόμεθα μετὰ τῶν ἐν τῷ τέλει γεγραμμέ‐
20νων, ἐν οἷς καὶ ἡ γενεαλογία φέρεται τοῦ Ἰώβ, δι’ ἧς δηλοῦται πρὸ νόμου τυγχάνων. ὅλην γὰρ τὴν συγγραφὴν οὕτω γεγραμμένην ἄνωθεν ἐκ τῶν ἀπο‐ στόλων ἡ ἐκκλησία παρείληφεν. πείθομαι δὲ καὶ τοὺς αὐτοῦ φίλους δικαίους εἶναι· οὐ γὰρ ἦν τὸν δί‐ καιον μὴ δικαίους κεκτῆσθαι φίλους· ἐπειδὴ δὲ μέγας ἦν ἀθλητὴς καὶ ὁ τῶν
25ἀποστατικῶν δυνάμεων ἄρχων διάβολος δι’ ἑαυτοῦ κατέβη πρὸς τὸν ἀγῶνα, ὁ τοὺς ἑαυτοῦ στεφανίτας ἀνακηρύττων θεὸς πάντα παθεῖν συγκεχώρηκε τὸν δίκαιον καὶ πάσας ἐνέγκαι τοῦ πολεμίου τὰς πληγάς, ὡς ἂν μή τις αὐτῷ πρό‐ φασις ὑπολειφθῇ. διὸ πρὸς πᾶσι τοῖς ἀλγεινοῖς συνεχωρήθησαν καὶ οἱ αὐ‐ τοῦ φίλοι ἀντὶ παραμυθίας φαρμάκου δεινοτέρους αὐτῷ τῶν τραυμάτων
30λόγους ἐπιθεῖναι.
ἡ δὲ συγχώρησις γέγονεν οὕτως· πολλοὶ τῆς ἐγκαταλείψεώς εἰσιν οἱ3

4

τρόποι, καὶ ὁ μέν τις πάσχει δι’ ἁμαρτίας, ὡς ἐκεῖνος πρὸς ὃν ἔλεγεν ὁ σωτήρ· ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ὁ δέ, ἵνα δοξασθῇ ὁ θεός, ὡς ὁ ἐκ γεννητῆς τυφλός, περὶ οὗ πάλιν ἔφησεν ὁ κύριος· οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτο, ἀλλ’ ἵνα
5δοξασθῇ ὁ θεός. καὶ ἄλλοι πάσχουσι κατ’ ἄλλην οἰκονομίαν, ὡς οἱ παῖδες οἱ ἀναιρεθέντες ὑπὸ Ἡρώδου καὶ ἄλλοι πολλάκις, ἵνα κακίας προσδοκωμένης ἀνασταλῶσιν ἢ ἵνα ἀπὸ κακίας εἰς ἀρετὴν ἐπιστρέψωσιν. καὶ ἁπλῶς εἰπεῖν ποικίλοι καὶ πολλοὶ τῆς τοῦ θεοῦ προνοίας καὶ τῆς ἐξ αὐτοῦ παιδεύσεως ἡμῖν ἐπιφερομένης οἱ τρόποι, πάντες δὲ συμφέρον‐
10τες καὶ ὠφέλιμοι, κἂν ἡμεῖς τούτων ἀγνοῶμεν τοὺς λόγους. εἷς δὲ τῶν τρόπων τυγχάνει καὶ οὗτος ὃς τοῖς δικαίοις ἐπιφέρεται, ἵνα αὐτῶν ἡ κεκρυμμένη ἀρετὴ διαλάμψῃ καὶ ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθέντες ἐκλάμψωσιν. κατὰ τοῦτον τὸν τρόπον συνεχώρει ὁ θεὸς τὸν τῆς ὑπομονῆς ἀνδριάντα τὸν μέγαν Ἰὼβ ὑπὸ τοῦ διαβόλου πειράζεσθαι. καὶ ἠγνόει
15μὲν τέως αὐτὸς τοῦτο, ὡς ἂν καὶ περιφανεστέρως ἀνδρεῖος ἀναδειχθῇ, ἠγνόουν δὲ καὶ οἱ τούτου φίλοι. ἐπεὶ δὲ ἤκουσαν αὐτοῦ τὸν θάνατον ἐπευχομένου, δέον ἑτέροις παραμυθήσασθαι λόγοις, συνεχωρήθησαν, ὡς ἤδη φθάσαντες εἴπομεν, τοῦτο μὲν μὴ ποιῆσαι, ἐκ δέ τινος δικαιώματος, ἴσως δὲ καὶ τοῦ διαβόλου λάθρᾳ αὐτοῖς τοῦτο ὑποσπείροντος, τὸν ὑπὲρ
20θεοῦ δῆθεν ζῆλον ἀναλαβεῖν, καὶ νομίσαντες, ὅπερ οὐκ ἦν ἀληθές, βλασ‐ φημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ σώμα‐ τος, τὴν ὑπὲρ θεοῦ δῆθεν συνηγορίαν ἀναδεξάμενοι οἱ πρὸς θεραπείαν ἥκοντες πικρότεροι τῶν ἀλγηδόνων τῷ δικαίῳ κατέστησαν. ὅτι δὲ οὐκ ἦν ἀληθὴς ἡ ὑπόνοια, ἐξὸν ἦν αὐτῷ διαχειρίσασθαι ἑαυτὸν καὶ ὑπεξαγαγεῖν
25τοῦ σώματος, ἀλλ’ οὐκ ἠνέσχετο τοῦτο ποιεῖν διὰ τὸν θεὸν τὸν συνδή‐ σαντα τὴν ψυχὴν τῷ σώματι. καὶ ἤρα μὲν τοῦ θανάτου, εἰλικρινὲς δὲ τὸ πρὸς τὸν θεὸν φυλάττων σέβας, καίτοιγε ἐπ’ ἐξουσίας ἔχων, οὐχ ἑαυτὸν ἀνεῖλεν. εἴ τις τοιγαροῦν τοῖς ἴχνεσιν ἠκολούθησε τοῦ μεγάλου Ἰὼβ καὶ
30παρῆλθε μὲν τὸν ἐμπαθῆ φόβον, τὴν δὲ τελείαν ἀγάπην ἔφθασεν, οἶδεν4

5

ἐκ ποίας παρρησίας οὕτω διαλέγεται καὶ ὅτι οὐκ ἂν ἐθάρρει κρίνεσθαι πρὸς θεόν, εἰ μὴ τῇ ἀγάπῃ τῇ πρὸς αὐτὸν συνεδέδετο καὶ σφόδρα ἐθάρρει τῇ τοῦ κυρίου δικαιοκρισίᾳ· διὸ καὶ ὁ θεὸς αὐτὸν ἀπεδέξατο εἰδώς, ἐκ ποίας γνώμης καὶ ποίας ἀγάπης τοὺς λόγους προέφερεν. εἰ δὲ καί
5τις ἀλγηδόνων πεπείραται, διαφερόντως καταπλαγήσεται τὴν ἐν ταῖς βα‐ σάνοις τοῦ ἀνδρὸς φιλοσοφίαν. ἀλλ’ ἰτέον λοιπὸν ἐπὶ τὴν τῶν ῥητῶν ἑρμηνείαν. λέξομεν δὲ ὅσα καὶ τῇ ἱστορίᾳ συμβαίνει καὶ ὅσα πρὸς ἀλληγορίαν βλέπει οὐδὲν τῇ ἱστορίᾳ λυμαινόμενα, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν ἁγίων βιβλίων. οὕτω γὰρ ἡμᾶς
10οἱ πατέρες ἐδίδαξαν, μήτε ἐκριζοῦν τὰ ἐγγεγραμμένα καὶ πάντα πρὸς ἀλληγορίαν στρέφειν μήτε Ἰουδαϊκῶς ἐναπομένειν μόνῳ τῷ γράμματι, ἀλλὰ διασκαλιδεύειν καὶ καλλιεργεῖν τὸν νοητὸν τῶν θείων γραφῶν πα‐ ράδεισον καὶ τὰ μὲν τῇ ἱστορίᾳ, τὰ δὲ τῇ θεωρίᾳ ἀποδιδόναι, καὶ δια‐ φερόντως ἐπὶ τῶν προφητῶν, ὧν ἕνα ἡγοῦμαι τὸν ἁγιώτατον Ἰώβ. εἰ μὲν
15γὰρ ἑκάτερα δέχεται τὸ ῥητὸν ἀβιάστως, καὶ τὴν ἱστορίαν καὶ τὴν θεω‐ ρίαν, χρηστέον ἀμφοτέροις· εἰ δὲ τὴν ἱστορίαν μόνην, μείνωμεν ἐπὶ τοῦ γράμματος· εἰ δὲ πρὸς διάνοιαν μόνην ὁρᾷ, ἀνακουφιστέον τὸν λό‐ γον εἰς τὴν ἀλληγορίαν. χωρήσωμεν τοιγαροῦν, ὡς ἔφην, ἐπὶ τὴν τῶν ῥητῶν σαφήνειαν αὐτήν,
20πρότερον αἰτήσαντες τοῦ μακαρίου Ἰὼβ τὴν ἁγίαν ψυχήν, ἱκετεῦσαι θεὸν
δοῦναί τι καὶ ἡμῖν ἐπάξιον εἰπεῖν τῆς τοῦ ἀνδρὸς μεγαλοψυχίας.5

6

(1t)

〈ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ〉
2Ἀρχὴ τοῦ ῥητο·〉 Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ.
4t〈Προθεωρία τοῦ κεφαλαίου〉
5 ὄνομα τοῦ δικαίου καὶ χώραν φησὶν ἡ γραφὴ καὶ διαγράφει τὴν ὥραν αὐτοῦ τῆς ψυχῆς, προασφαλιζομένη τὸν ἀκροατήν, ἵνα κατὰ ταύτην τοῦ ἀνδρὸς τὴν ὑπόληψιν ἀκούσῃ καὶ τὰ ὑπ’ αὐτοῦ λεγόμενα μηδὲν θορυβούμενος, ἀλλὰ ἀσφαλῶς πεπεισμένος περὶ τῆς αὐτοῦ δι‐ καιοσύνης. εἶτά φησιν, ὡς καὶ πολύπαις ἦν καὶ καλλίπαις καὶ βρύ‐
10ων πᾶσι τοῖς τῆς ἀνθρωπίνης εὐδαιμονίας. διδάσκει δὲ καὶ τῶν παί‐ δων αὐτοῦ τὴν ὁμόνοιαν καὶ φιλαδελφίαν καὶ τοῦ πατρὸς τὴν ἐπιμέ‐ λειαν καὶ τὸ περὶ θεὸν σέβας καὶ μεθ’ ὅσης ἐπιμελείας τοὺς παῖδας ἀνέτρεφεν, πολλὴν ποιούμενος πρόνοιαν καὶ τὰς κατὰ διάνοιαν αὐτῶν ἀκουσίους ἁμαρτίας ἐξαλείφειν διὰ θυσιῶν καὶ τῆς εἰς θεὸν δεήσε‐
15ως.6

7

(1t)

Fr. 1
1μέχρι σήμερον ἐν τῇ Ἀραβίᾳ καὶ τὸ μνημεῖον τοῦ ἀνδρείου Ἰὼβ φαί‐ νεται καὶ ἡ τῆς κοπρίας παλαίστρα, ἐν ᾗ τοὺς λαμπροὺς ἀνεδήσατο στεφάνους, καὶ τὰς δι’ ἔτους αὐτῷ τιμὰς ἄγουσιν οἱ ἐπιχώριοι, ὡς ἐκεῖθεν ἡμῖν ἀφικόμενοί τινες τῶν ἀδελφῶν ἐξηγήσαντο. τὴν δὲ Αὐ‐
5σίτιδα χώραν οἱ μὲν τὴν τοῦ Σιὼν εἶναι ἔφησαν, οἱ δὲ τὴν Ἰδουμαί‐ αν, ἄλλοι δὲ ἐν μέσῳ τινὰ κειμένην τῆς Ἰδουμαίας καὶ τῆς Ἀραβί‐ ας, ἕτεροι δὲ αὐτὴν τὴν Ἀραβίαν, ἐν ᾗ καὶ τὸ μνῆμα τοῦ δικαίου κεῖται. ἀλλ’ ὅτι μὲν Ἰδουμαῖος ἦν, εὔδηλον ἐκ τῶν πρὸς τῷ τέλει τοῦ βιβλίου γεγραμμένων. ποῦ δὲ κατῴκει καὶ ποῦ ἠγωνίσατο, πρόδη‐
10λον ἐκ τῶν μέχρι νῦν ὁρωμένων.7

8

(1t)

Fr. 2
1ἡ χώρα ἡ Αὐσῖτις χώρα ἦν τοῦ Ἠσαύ· ἀπὸ γὰρ Ἠσαὺ Αὐσῖτις ἐκλήθη ἤτοι ἀπὸ Αὖς ἑνὸς τῶν υἱῶν Ἠσαύ. βούλεται δὲ εἰπεῖν, οἷον ἤνεγκεν εἰς εὐσέβειαν ἡ τοῦ βεβήλου καὶ ἀθέσμου χώρα. αὕτη δὲ ἡ Αὐσῖτις ἐν ὁρίοις Ἰουδαίας καὶ Ἀραβίας, ὡς Εὐσέβιος φάσκει οὕτω
5τὸν Ἀρισταῖον ἐν τῷ περὶ Ἰουδαίων ἐκλαβεῖν.
6tFr. 3
6ἀληθινὸς μὲν καὶ οὐκ ἐπίπλαστος, ἄμεμπτος δὲ καὶ δίκαιος, ὡς δι‐ καίως τὸ δίκαιον μεταδιώκων δι’ αὐτὸ τὸ καλὸν καὶ οὐ δι’ ἕτερόν τι, θεοσεβὴς δὲ ὡς πρὸ ὀφθαλμῶν τὸν θεὸν ἔχων καὶ διὰ τοῦτο ἀπεχόμε‐ νος ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν φυσικὴν καὶ ἀπ’ ἀρχῆς
10ἔννοιαν τὸν θεῖον νόμον καὶ φόβον γραπτὸν ἐν τῇ διανοίᾳ ἔχων· οὔ‐ πω γὰρ ἦν ὁ ἔγγραφος ὁ διὰ Μωσέως. θαυμαστὸν οὖν, ὅτι πρὸ νόμου καὶ πρὸ χάριτος νομικῶς τε ὁμοῦ καὶ εὐαγγελικῶς ἐπολιτεύσατο, καὶ ταῦτα ἐν ἀλλοφύλοις ἀναστρεφόμενος, διδάσκαλον αὐτὸν ἀρετῆς τοῖς περὶ τοὺς τόπους ἔθνεσιν ὁμοίως τοῦ πάντων κηδομένου θεοῦ κατα‐
15στήσαντος.
16tFr. 4
16καταλέγει ταῦτα, ἵνα δείξῃ, ὅτι ἐν τοσαύτῃ εὐδαιμονίᾳ τυγχάνων οὐκ8

9

ἀπαιδαγώγητος ἦν οὐδὲ περιεσπᾶτο τὸν νοῦν ἀπὸ τῆς εὐσεβείας.
2tFr. 5a
2ἐντεῦθεν καὶ πλούσιοι παιδευέσ‐ θωσαν, μὴ διὰ τὸν κόρον ὑβρίζειν, καὶ πένητες εὐχαριστείτωσαν ἢ τὴν
5ἀρχὴν μὴ κτησάμενοι ἢ κτησάμενοι καὶ εἰς πενίαν ἀποπεπτωκότες. πα‐ ραμυθείσθωσαν δὲ καὶ οἱ παῖδας ἀποβεβληκότες πρὸς τὴν θαυμαστὴν εἰκόνα τοῦ δικαίου βλέποντες.
10ὑπηρεσίαν δὲ τὴν διὰ τῶν οἰκετῶν φησιν· ὁ γὰρ Ἀκύλας δουλεία πολλὴ σφόδρα ἐκδέδωκεν. ἔργα δὲ μεγάλα τὰ τῶν κατ’ ἀγροὺς καὶ κατ’ οἴκους οἰκοδομημάτων, δια‐
15φερόντως δὲ τὰ τῆς εὐσεβείας.
16tFr. 5b
16ἀντὶ τοῦ· ἀγροὶ παντοδαποὶ καὶ φυτεῖαι μεγάλαι. διαφερόντως δὲ τὰ τῆς εὐσεβείας ἔργα φησίν, διὸ οὐδὲ ὁ διάβολος πεποίηκέ τι τοῖς
20τοιούτοις ἔργοις.9

10

(1t)

Fr. 6
1ἀλλήλους, φησίν, ἐκ διαδοχῆς συνεκάλουν ἕκαστος τὴν ἑαυτοῦ ἡμέραν· οὕτω γὰρ Ἀκύλας ἐκδέδωκεν. τοῦτο δὲ φιλαδελφίας καὶ ὁμονοίας ἔρ‐ γον καὶ τῆς πατρῴας παιδεύσεως γνώρισμα. θαυμασιώτατα δὲ ἐπὶ μὲν τῶν ἀρρένων ἔφη τὸ συμπορευόμενοι πρὸς ἀλλήλους (τουτέ‐
5στι παρ’ οὐδενὶ αὐτῶν περὶ πρωτείων ἡ αἵρεσις, μέγιστον δὲ ἕκαστος ἔκρινε τὸ πρὸς τὸν ἀδελφὸν ἐπείγεσθαι) ἐπὶ δὲ τῶν θηλειῶν τὸ συμ‐ παραλαμβάνειν· οὐ γὰρ ταύτας ἀπῄτουν τὴν περὶ τῶν τοιούτων φροντίδα, ἀλλὰ κοινωνοὺς μόνον τῆς εὐωχίας ἐλάμβανον. καὶ οἱ μὲν ἄρρενες περὶ ταύτην τὴν διακονίαν ἠσχολοῦντο, αἱ δὲ θήλειαι σεμ‐
10νῶς καὶ ἀπερισπάστως συνῆσαν τοῖς ἀδελφοῖς.
11tFr. 7
11συμπορευόμενοι· καὶ ἐν τούτῳ τὸ φιλάλληλον, ὅπως ἀπερισπάσ‐ τους φυλάξουσι τὰς θηλείας.
13tFr. 8a
13ἡνίκα ἡ περίοδος τῶν ἑπτὰ ἡμε‐ ρῶν ἐπληροῦτο, ἅπαξ τῆς ἑβδο‐
15μάδος ἔθυεν.
16tFr. 8b
16καὶ ἐγένετο ὡς ἂν συνε‐ τελέσθησαν· ἡνίκα ἡ περίοδος
τῶν ἑπτὰ ἡμερῶν ἐπληροῦτο.10

11

(1t)

Fr. 9
1τὸ μὲν ὡς συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου ἢ ὅτι καθ’ ἑκάστην ἡμέραν τοῦτο ἐποίει ὑπὲρ τῆς παρελθούσης ἡμέρας προσ‐ φέρων τὴν θυσίαν, ἢ ὅτι μετὰ τὴν περίοδον τῶν ἑπτὰ ἡμερῶν ἅπαξ τῆς ἑβδομάδος. τὸ δὲ ἀπέστειλε τὴν ἐπιμέλειαν δείκνυσι τοῦ
5πατρός· οὐ γὰρ ἐκ τύπου τινὸς τοῦτο ἐγίνετο, ἀλλ’ ἐξ ἀγρύπνου φροντίδος. τὸ δὲ ἐκαθάριζεν καθαρσίοις ὡς ἔοικε τοῖς δι’ ὑδά‐ των, οἷς φυσικῶς τε οἱ ἄνθρωποι χρῶνται καὶ κατὰ νόμον οἱ Ἰου‐ δαῖοι. καὶ τὰς μὲν οὖν θυσίας ὑπὲρ τῆς αὐτῶν σωτηρίας προσέφερεν, τὸν δὲ μόσχον ὑπὲρ τῶν κατὰ διάνοιαν ἁμαρτημάτων.
10tFr. 10
10ηὐλαβεῖτο γὰρ τὴν συνεζευγμένην τοῖς δείπνοις τοῦ λογισμοῦ ταρα‐ χὴν καὶ καθαίρειν ταῖς θυσίαις τὰς μόνῳ θεῷ γινωσκομένας πράξεις ἠπείγετο πρὸς τὴν χάριν βλέπων καὶ παρατρέχων τὰ νομικὰ παραγγέλ‐ ματα. ὁρᾷς ἀκρίβειαν εὐαγγελικήν· τοῦ γὰρ εὐαγγελικοῦ νόμου κε‐ λεύοντος μήτε κατὰ διάνοιαν πορνεύειν ἢ θυμοῦσθαι εἰκῆ ὁ ἅγιος
15Ἰὼβ καὶ ὑπὲρ τῶν κατ’ ἔννοιαν ἁμαρτημάτων τῶν παίδων τὸν θεὸν ἐξ‐
ιλεοῦτο διὰ τῆς θυσίας.11

12

(1t)

Fr. 11
1τὰ γὰρ ὁρώμενα αὐτῶν εἰδὼς καθαρὰ διενοεῖτο, μήπως τι ἦν ἐν αὐ‐ τοῖς κρυπτὸν παρολίσθημα, καὶ ἔθυεν ὑπὲρ τῶν κρυφίων κατὰ τὸν λέγοντα προφήτην· ἐκ τῶν κρυφίων μου, τουτέστι τῶν κατ’
ἄγνοιαν συμβαινόντων, καθάρισόν με.12

13

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΔΕΥΤΕΡΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν μετ’ αὐτῶν.
5tΠροθεωρία τοῦ κεφαλαίου
6 ὁ κοινὸς τῶν ἀνθρώπων ἀλιτήριος διάβολος οὐ φέρων τοῦ δι‐ καίου τὴν ἐπ’ ἀρεταῖς ἀνδραγαθίαν, ἀλλ’ οὐδὲ ἔχων τινὰ ἐξουσίαν καθ’ ἡμῶν, ὅπουγε οὔτε χοίρων ἔσχεν εἰ μὴ παρὰ τοῦ σωτῆρος εἴλη‐ φε, διαβάλλει πρὸς θεὸν τὸν δίκαιον ὡς οὐ δι’ ἀρετὴν μετιόντα τὸ
10δίκαιον, ἀλλ’ ὡς ἀντιμισθίαν εἰσφέροντα τῷ θεῷ ἐφ’ οἷς αὐτὸν εὐ‐ ηργέτησεν, ἐπεί φησιν· περίελε τὴν εὐδαιμονίαν καὶ ὄψει τοῦ τρό‐ που τὴν φαυλότητα· ὁμοῦ γὰρ τῇ τῶν χρημάτων ἀφαιρέσει καὶ εἰς πρόσωπον ἐξοίσει κατὰ σοῦ τὴν βλασφημίαν. ἐπὶ τούτοις θεὸς εἰδὼς τοῦ δικαίου τὴν κατὰ ψυχὴν ἀνδρείαν, βουλόμενος δὲ αὐτὸν καὶ διὰ
15τῶν ἀγωνισμάτων λαμπρότερον ἀναγορεῦσαι, δίδωσι τῷ διαβόλῳ τὴν κατὰ τῆς περιουσίας τοῦ Ἰὼβ ἐξουσίαν· ὁ δὲ οὕτως ἐπεξῆλθεν αὐτῷ τῇ τῶν ὑπαρχόντων ἀπωλείᾳ, ὡς ἀκριβῶς αὐτοῦ πᾶσαν ἐκκόψαι τὴν πε‐ ριουσίαν καὶ μόνους ἀγγέλους ὑπολείψασθαι τῶν συμφορῶν ἀλλεπαλλή‐ λοις αὐτὸν καὶ πικροτάταις βάλλοντας ταῖς ἀπαγγελίαις.
20 ἐπειδὴ δὲ τὰ τιμιώτατα τῶν πατέρων κτήματα παῖδες τυγχάνουσιν, ἀπολαβὼν ὁ διάβολος τὴν ἀρίστην δεκάδα τῶν παίδων συνεστιωμένην
ἀθρόον ἅπασι τὴν οἰκίαν ἐπέσεισε καὶ πολυάνδριον αὐτοῖς τὸν οἶκον13

14

εἰργάσατο, ἄπαιδα τὸν πολύπαιδα ἐν μιᾷ καιροῦ καταστήσας ῥοπῇ. τότε ὁ ἀδάμας ἐκεῖνος Ἰὼβ ἀποδιδοὺς τῇ φύσει τὸ χρέος τὴν μὲν στολὴν ἔρρηξεν· ἐκείρατο δὲ καὶ τὴν κόμην πενθικῶς· φθέγγεται δὲ οὐδὲν ἀγεννὲς οὐδὲ ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοψυχίας, ἀλλ’ ὁμοῦ τῇ
5ὑστάτῃ καὶ μεγίστῃ πληγῇ τὰς πολυυμνήτους ἐκείνας ἀφῆκε φωνάς· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα κυρίου εὐ‐ λογημένον. ταύταις ταῖς φωναῖς τὰς καιριωτάτας πληγὰς δεξάμε‐ νος ὁ διάβολος καὶ διαφερόντως διὰ τῶν εἰς τὸν δίκαιον ἐπαίνων
10τοῦ θεοῦ οὐκ αἰσχύνεται μέν (ἀναιδὲς γὰρ τὸ θηρίον), τὸν δὲ εἰς τὸ δέρμα τοῦ δικαίου προστίθησιν ἀγῶνα καὶ αἰτεῖ τὸν θεὸν ἐξουσί‐ αν λαβεῖν τῷ σώματι χρήσασθαι τοῦ Ἰώβ. πάλιν δὲ ὁ φιλάνθρωπος θεὸς ὁ τοὺς οἰκείους στεφανίτας ἀγγέλοις καὶ ἀνθρώποις δημοσιεύ‐ ειν βουλόμενος ἐπιτρέπει καὶ τοῦτο.
15 ἐπειδὴ δὲ τὴν ἀνήκεστον πληγὴν εἴληφεν ὁ ἀνὴρ καὶ οὐδὲν ἧττον ἔμεινεν ἀκαμπὴς καὶ ἀκατάσειστος, ἐπὶ τὴν συνήθη τρέπεται πανουρ‐ γίαν ὁ δράκων καὶ ὑποδραμὼν αὐτοῦ τὴν σύνευνον δι’ αὐτῆς παραινεῖ τῷ δικαίῳ λέγων· εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύ‐ τα. ἀλλὰ καὶ πάλιν κατὰ κόρρης εἴληφε τὴν πληγὴν ἀκούσας· εἰ
20τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; οὕτω τοῦ διαβόλου πολλάκις ὑπὸ τοῦ ἀθλητοῦ καὶ ἐν πολλαῖς ταῖς προσβολαῖς περιτραπέντος καὶ καταραχθέντος τρεῖς ἔνδοξοί τινες φίλοι τοῦ Ἰὼβ τῆς φήμης αὐτοῦ πανταχοῦ τὰς συμφορὰς περιαγγελλού‐
25σης ἀκούσαντες τὰ συμβεβηκότα ἦλθον αὐτοῦ πρὸς τὴν ἐπίσκεψιν. πα‐ ραμυθίας δὲ οὐχ εὑρίσκοντες φάρμακον διὰ τὴν τῶν κακῶν ὑπερβολὴν
σιωπῇ παρεκαθέζοντο τῇ προσεδρείᾳ τὴν συμπάθειαν ἐπιδεικνύμενοι.14

15

(1t)

Αἱ λέξεις
2l1, 6 Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἦλθον
3lπαραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ διάβολος ἦλθεν μετ’ αὐτῶν.
4ὁ μὲν θεὸς ἀόρατος πάσῃ γενητῇ κτίσει, ἄποσος ἀμεγέθης, παντα‐
5χοῦ παρὼν καὶ τοῖς πᾶσιν ἐφιστάμενος, τὰ πάντα περιλαμβάνων, καὶ οὐκ ἔστι τόπος ἔξω τῆς αὐτοῦ δεσποτείας, καὶ πάρεστιν ἑκάστῳ καθὸ προσήκει, τοῖς μὲν ἁγίοις ἀγγέλοις ὡς ἁγίοις ἀπορρήτους φωνὰς ἐπιταγμάτων ἐκπέμπων, τῷ πονηρῷ δὲ ὡς πονηρῷ συγχωρήσεις πειρα‐ στικὰς ἐφιείς. οὐ γὰρ δύναταί τινα πράττειν ὁ διάβολος, εἰ μὴ ὅσα
10συγχωρεῖται παρὰ θεοῦ, καὶ οὐχ ἵσταται μὲν εἰς τοὺς ὑπερουρανίους τόπους, μὴ γένοιτο· ἐκεῖθεν γὰρ ἐξεκυλίσθη. πῶς γάρ, φησίν, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλ‐ λων; λέγεται δὲ παρίστασθαι μετὰ τῶν ἀγγέλων ὡς καὶ αὐτὸς ἐν τοῖς τόποις τῆς δεσποτείας τοῦ θεοῦ τυγχάνων καὶ ἀναμένων ἐπιτρα‐
15πῆναι ἢ συγχωρηθῆναι τοὺς κατὰ τῶν ἀνθρώπων ποιεῖσθαι πειρασμούς, οὐ λειτουργίαν τινὰ ταύτην ἐκπληρῶν τῷ θεῷ· ἀλλ’ ἐπειδήπερ ὑπὸ τῆς παρατροπῆς καὶ τῆς κακίας εἰς τοῦτο κατηνέχθη καὶ μέμηνεν καθ’ ἡμῶν, συγχωρεῖται ὑπὸ τοῦ τὰ ἡμέτερα καλῶς διοικοῦντος πρὸς ἃ φέρειν δυνάμεθα τοὺς πειρασμοὺς ἡμῖν ἐπάγειν. ταῦτα οὖν αὐτὰ
20διατυπώσασα ἡ γραφὴ διὰ τὴν ἡμετέραν νόησιν κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη ἀντὶ τοῦ· ἧκέν τις ἡμέρα, ἐν ᾗ τὸ θέατρον ἠνοίχθη καὶ ὁ ἀθλητὴς κατέβη πρὸς
τὰ παλαίσματα. ἐπειδὴ δὲ οἱ μὲν ἅγιοι ἄγγελοι κήδονταί τε ἡμῶν15

16

καὶ περιέπουσιν, ὁ δὲ διάβολος ἀντιπράττει τῇ ἡμετέρᾳ σωτηρίᾳ, καὶ περὶ τὸ αὐτὸ πρᾶγμα, τουτέστι τὸν ἄνθρωπον, ἀντιπράττουσιν ἀλλήλοις, ὁμοῦ παρεστάναι λέγονται τοῦ θεοῦ τὰ πραττόμενα ἐφο‐ ρῶντος. νικῶμεν δὲ ἡμεῖς ἢ ἡττώμεθα, οὐ παρὰ τὴν τῶν ἀντιπραττόν‐
5των δύναμιν ἢ τῶν συμμαχούντων ἀδυναμίαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. ἑκατέρων γὰρ εἰς ἑαυτοὺς προτρεπόντων, τῶν μὲν ἁγίων ἀγγέλων εἰς τὰ ἀγαθά, τῶν δὲ ἀλιτηρίων δαιμόνων εἰς τὰ φαῦλα, ἡ ἡμετέρα προαίρεσις τῷ αὐτεξουσίῳ τετιμημένη εἰς ὃ ἂν θελήσῃ μέ‐ ρος προχωρεῖ. οὔτε γὰρ θεὸς βιάζεται τιμήσας ἡμᾶς τῷ αὐτεξουσίῳ,
10οὔτε διάβολος ἀναγκαστικήν τινα δύναμιν κέκτηται καθ’ ἡμῶν.
11l1, 7 καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας;
12 ὅτι μὲν ἄγγελοι προσδιαλέγονται τῷ διαβόλῳ, δηλοῦται μὲν καὶ ἐκ τῶν παρὰ Ζαχαρίᾳ τῷ προφήτῃ, ἔνθα φησὶν ὁ ἄγγελος τῷ διαβόλῳ· ἐπιτιμήσαιέν σοι ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ.
15εἴρηται δὲ καὶ ἐν Καθολικαῖς, ὅτε ὁ Μιχαὴλ περὶ τοῦ Μωυ‐ σέως διεμάχετο σώματος, ὡς ὅτι· οὐκ ἐτόλμησεν ὁ ἅγι‐ ος Μιχαὴλ κρίσιν βλασφημίας ἐπενεγκεῖν κατὰ τοῦ διαβόλου, ἔφη δὲ μόνον· ἐπιτιμήσαι σοι κύριος. κἀνταῦθα τοίνυν ἔστιν ἐννοεῖν, ὡς τῷ δεσποτικῷ προστάγματι ἅγιός
20τις ἄγγελος ὑπηρετούμενος τὴν διάλεξιν ποιεῖται πρὸς τὸν διάβο‐ λον. καὶ ὥσπερ, εἴ τις δορυφόρος ἄρχοντος ἀπόκρισιν ἐκ τοῦ κρα‐ τοῦντος φέροι πρός τινα, τοῦ ἄρχοντος εἶναι τὴν ἀπόκρισιν οἴδα‐ μεν, οὕτω καὶ τῶν ἁγίων ἀγγέλων αἱ φωναὶ κατὰ γνώμην θεοῦ προσ‐
φερόμεναι αὐτοῦ εἶναι πιστεύονται τοῦ θεοῦ. διαλέγεται τοίνυν ὁ16

17

θεὸς τῷ διαβόλῳ διὰ τῶν ἁγίων ἀγγέλων οὐκ ἀξιῶν αὐτὸν λόγου, ἀλλὰ διὰ τὸν πειραζόμενον. ἢ οὖν τοῦτό ἐστιν, ἢ τοῦ θεοῦ τοῖς τοῦ δικαίου κατορθώμασιν ἡ‐ δομένου, τοῦ δὲ διαβόλου διαφθονουμένου καὶ ζητοῦντος λαβεῖν κατ’
5αὐτοῦ τῶν πειρασμῶν τὴν συγχώρησιν πάλιν ἡ γραφὴ κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ πόθεν παραγέγονας ὀνειδιστικῶς λέγεται πρὸς τὸν διάβολον διὰ τὸ ἐκπεπτωκέναι αὐτὸν τῆς τῶν λειτουργικῶν πνευμάτων τάξεως, ὥσπερ καὶ τῷ Ἀδὰμ ἔλεγεν ὁ θεός· Ἀδάμ, ποῦ ε; ἀντὶ
10τοῦ· ἐκ ποίων εἰς οἷα καταπέπτωκας.
11l1, 7 καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· περιελθὼν τὴν γῆν
12lκαὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι.
13 πρῶτα μὲν ἑαυτοῦ κατήγορος γίνεται, ὡς οὐκέτι βεβαίαν ἔχει τὴν στάσιν, ἀλλὰ ἀστάτως πανταχοῦ περιφέρεται τὴν κατὰ πάντων ἀνθρώ‐
15πων ἀναδεξάμενος μάχην, καὶ ὅτι καὶ τὴν ἀοίκητον περινοστεῖ (ἐμ‐ περιπατήσας, γάρ φησιν, τὴν ὑπ’ οὐρανὸν πάρειμι) κατά τινα ἴσως οἰκονομίαν θεοῦ ὡς ἂν μὴ διὰ παντὸς ἐνοχλοίη ἡμῶν τῷ γένει.
19l1, 8 καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ
20lθεράποντός μου Ἰώβ;
21 τῇ διεστραμμένῃ διανοίᾳ, τῇ κακοτέχνῳ, ᾗ ἀεὶ προσέχεις εἰς τὸ παρατρέψαι τῶν ἀνθρώπων τὴν εὐθύτητα. ἢ οὖν ἐρωτηματικῶς λέγεται ἢ ἀποφαντικῶς καὶ μετὰ ἤθους, ἀντὶ τοῦ· οἶδα ὅτι προσέσχες, δια‐ φθονῇ γὰρ αὐτῷ διὰ τὰς προσούσας αὐτῷ ἀρετάς.
25l1, 8 ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος,17

18

(1l)

ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
2 πολλοῖς ἐγκωμίοις αὔξει τὸν δίκαιον εἰς τὴν κατὰ τοῦ ἀθλητοῦ πάλην ἐκκαλούμενος τὸν ἀνταγωνιστήν.
4l1, 9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· μὴ δω‐
5lρεὰν Ἰὼβ σέβεται τὸν θεόν;
6 ὄντως διαβόλου τὰ ῥήματα· οὐ κατὰ ἀρετήν, φησίν, ἀλλὰ ἀντιμισ‐ θίαν τῶν εἰς αὐτὸν εὐεργεσιῶν ἀπονέμει σοι τὸ σέβας. τὸ δὲ ἐναν‐ τίον τοῦ κυρίου, ἵνα δείξῃ τὴν ἀναιδῆ γνώμην τὴν ἀντιπράτ‐ τειν ἀεὶ τοῖς θεῷ δοκοῦσι σπουδάζουσαν.
10l1, 10 οὐ σῦ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ
11lκαὶ πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγη‐
12lσας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.
13 οὐδὲν αὐτοῦ, φησίν, ἀπρονόητον εἴασας μέρος· ἥδεται κατ’ οἶκον, εὐθηνεῖται κατ’ ἀγρούς, πλήθει τοῖς κτήνεσιν· οὐδὲν ἀφῆκας, ὃ μὴ
15πανταχόθεν αὐτὸν εὐθυμεῖν παρασκευάζει.
16l1, 11 ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψῃ πάντων ὧν ἔχει, ἦ
17lμὴν εἰς πρόσωπόν σε εὐλογήσει.
18 ὁρᾷς ὠμότητα διαβολικήν· οὐκ ἀρκεῖται μέρος αὐτοῦ τῆς οὐσίας ἀπολέσαι ἤ τινας τῶν παίδων, ἀλλ’ ἀθρόον αὐτὸν πάντων ἔρημον κα‐
20ταστῆσαι βούλεται. τὸ δὲ ἀπόστειλον τὴν χεῖρά σου ἀντὶ τοῦ· πληκτικῶς αὐτοῦ περίδραξαι. δείκνυται δὲ κἀντεῦθεν, ὡς οὐδεμίαν ἔχει καθ’ ἡμῶν ἐξουσίαν ὁ διάβολος, εἰ μὴ ὑπὸ θεοῦ συγχωρηθῇ κατὰ τὰς αὐτοῦ
περὶ ἡμᾶς ἀρρήτους οἰκονομίας.18

19

τὸ δὲ ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει ἀντὶ τοῦ· ὄν‐ τως τότε σε φανερῶς βλασφημήσει. εὐφήμως γὰρ ἡ γραφὴ τῷ εὐλογή‐ σει ἀντὶ τοῦ βλασφημήσει χρᾶται, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις εἴρηται περὶ τοῦ Ναβουθέ· εὐλόγησε θεὸν καὶ βασιλέα.
5 ὅρα δέ, πῶς πανούργως καὶ μεθ’ ὑποκρίσεως οὐ λέγει ὅτι· ἐπί‐ τρεψόν μοι, ἀλλά· σὺ ποίησον. σύνοιδε γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὅμως μέμηνε καὶ ἀλαζονεύεται, ὅπερ τῆς ἐσχάτης ἀνοίας ἐστίν.
8l1, 12 τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ
9lδίδωμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ.
10 τοῦ πονηροῦ μὴ εἰρηκότος· ἐπίτρεψόν μοι, ὁ μέγας ἀγωνοθέτης τὴν ἀνδρείαν ἐπιστάμενος τοῦ οἰκείου ἀθλητοῦ αὐτῷ τῷ ἀντιπάλῳ δίδωσιν αὐτὸν ἔκδοτον χρῆσθαι ὡς βούλεται. εἰδὼς δὲ τοῦ μισανθρώ‐ που τὸν ἀκόρεστον θυμὸν μέτρῳ περιορίζει τὸ ἀόριστον αὐτοῦ τῆς ἐπιθυμίας. τοῖς μὲν γὰρ αὐτοῦ, φησίν, ὡς βούλει κέχρησο, αὐτοῦ δὲ
15μὴ ἅψῃ. ὅρα δὲ σοφίαν ἀγωνοθέτου καὶ φιλανθρώπου θεοῦ· πρῶτον ἐᾷ τὸν ἀθλητὴν ἐν τοῖς ἔξωθεν καὶ ἀκινδυνοτέροις διαγυμνασθῆναι, εἶ‐ τα νικηφόρον ἀναδείξας τότε προστίθησι καὶ τὸν περὶ τὰς σάρκας ἀγῶνα.
19l1, 12 καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου.
20 καίτοιγε οὐκ ἔστι τόπος ἔξω τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλ’ ἵνα δείξῃ, ὅτι τὴν ἐπιτροπὴν λαβὼν εἴχετο λοιπὸν τοῦ ἔργου, καὶ ὅτι ἐντὸς τοῦ ἀγαθοῦ φαῦλον οὐδὲν οὔτε εἶναι οὔτε πράττεσθαι δύναται·
ἔξω γάρ εἰσι τοῦ ἀγαθοῦ τὰ φαῦλα.19

20

(1l)

1, 13 καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη.
2 ἀντὶ τοῦ· ἧκέ τις ἡμέρα, καθ’ ἣν ὁ ἀγὼν συνεκροτήθη. καὶ ὅρα, ὡς ἐν ἡμέρᾳ μιᾷ ἅπαντα ἐπήγαγεν ὁ διάβολος τὰ δεινὰ τῷ δικαίῳ εἰς ἔκπληξιν αὐτὸν ἢ ἀγανάκτησιν καὶ βλασφημίαν κινῆσαι βουλόμενος.
5τοῦτο γὰρ δὴ καὶ ὑποσχόμενος ἐτύγχανεν φήσας· ἦ μὴν εἰς πρό‐ σωπόν σε εὐλογήσει.
7l1, 13 οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ
8lτοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.
9ὅθεν καὶ ηὐπόρησεν τῆς ἀθρόας κατ’ αὐτῶν ἀπωλείας ὁ διάβολος
10ἅμα πάντας εὑρών.
11l1, 14 καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ·
12 ἠδύνατο μὲν ὁ διάβολος ἐξουσίαν παρὰ τοῦ θεοῦ λαβὼν καὶ πολε‐ μίων διερεθίσαι ψυχὰς καὶ πῦρ αἰθέριον κατάγειν καὶ μόνους ἀγγέ‐ λους σῴζειν τῶν συμφορῶν καὶ πνεῦμα συγκινεῖν εἰς τὴν τῆς οἰκίας
15κατάπτωσιν τῇ ἀγγελικῇ δυνάμει χρώμενος ᾗ ἐξ ἀρχῆς εἴληφεν πα‐ ρὰ τοῦ δημιουργοῦ. ἠδύνατο δέ, ὡς ἔφην, ὑπὸ θεοῦ συγχωρούμενος. δύναται δὲ καὶ σχηματίζεσθαι καὶ τοὺς οἰκείους δορυφόρους δαίμο‐ νας διασκευάζειν ὡς πολεμίους φαίνεσθαι καὶ ὡς ἀνθρώπους ἀπαγγέλ‐ λοντας συμφοράς, καὶ πυρὸς ὑπόληψιν ποιεῖν ἐξ οὐρανοῦ κατερχομέ‐
20νου καὶ πνοῆς ἀνέμου βιαίας φερομένης κατὰ τῆς οἰκίας, ὅπουγε καὶ εἰς ἄγγελον φωτὸς μετασχηματίζεται τοιαύτην τινὰ φύσεως ἐξ‐ ουσίαν παρὰ τοῦ δημιουργοῦ λαβών. εἴτε οὖν οὕτως εἴτε ἐκείνως ἠ‐ γωνίσατο, πλὴν ὅτι πικρῶς καὶ ἐντέχνως καὶ κακοήθως ἐχρήσατο
τοῖς παλαίσμασιν.20

21

(1l)

1, 14—15 τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο
2lἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ἠχμαλώτευσαν αὐ‐
3lτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. σωθεὶς δὲ ἐγὼ μόνος
4lἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
5 ὁρᾷς ἀγγελίαν διαβολικὴν κακοτέχνως καὶ κατὰ αὔξησιν προερχομέ‐ νην, ἐφ’ ᾧ τὴν ἄσειστον τοῦ δικαίου κατασεῖσαι ψυχήν; οὐκ εἶπεν ἁπλῶς τὰ ζεύγη τῶν βοῶν, ἀλλὰ καὶ ἠροτρία, ἀντὶ τοῦ· πόρον ἐκ τῶν τῆς γῆς προσόδων εἰργάζοντο· οὐδὲ ἁπλῶς εἶπεν· αἱ ὄνοι, ἀλλὰ αἱ θήλειαι, ἐξ ὧν ἡ ἐπιγονὴ καὶ ἡ αὔξησις. εἶτα εἰρηκὼς
10τῶν ἀλόγων τὴν ἀφαίρεσιν τότε προστίθησι καὶ τῶν οἰκετῶν τὴν ἀν‐ αίρεσιν κατὰ προσθήκην αὔξων τὴν συμφοράν. τὸ δὲ δὴ χαλεπώτερον· ἐγ, φησίν, ἐσώθην μόνος ὁ τὰς τῶν κακῶν ἀγγελίας ἀποκομίζων.
13l1, 16 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς
14lἸώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς
15lποιμένας κατέφαγεν ὁμοίως. καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγ‐
16lγεῖλαί σοι.
17 ἐπειδὴ πρὸς τὴν πρώτην ἀκοὴν ὁ δίκαιος οὐκ ἐταράχθη, ἀλλὰ γεν‐ ναίᾳ ψυχῇ τὴν ἀγγελίαν ἤνεγκε καὶ τὴν πεῖραν τοῦ δυσμενοῦς ἀπε‐ κρούσατο, εὐθὺς ἕτερος τοῦ διαβόλου δορυφόρος ἐπέστη οὐκέτι μὲν
20αὐτὸν ἐξ ἀνθρώπων πολεμεῖσθαι λέγων, οὐρανόθεν δὲ κεραυνωθῆναι τὰ πρόβατα καὶ τοὺς ποιμένας, τὸν θεὸν αὐτῷ παραδηλῶν πολέμιον γεγονέναι τὸν ὑπ’ αὐτοῦ σεβόμενον.
23l1, 17 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς
24lἸώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς κα‐
25lμήλους καὶ ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μα‐
26lχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.21

22

πάλιν κάτωθεν ἡ ἀγγελία τοῦ πολέμου, ὡς ἂν ἀπείπῃ καὶ ὑπὸ θεοῦ καὶ ὑπὸ ἀνθρώπων πολεμούμενος. τὸ δὲ κεφαλὰς τρεῖς ἀντὶ τοῦ· διέταξαν ἑαυτοὺς οἱ πολέμιοι εἰς ἀρχὰς καὶ τάγματα τρία. σῴζεσθαι δὲ πάλιν μόνος φησὶν ὁ τῶν συμφορῶν ἀγγελιαφόρος· προσέθηκεν δὲ
5καὶ τῶν ἀνθρώπων τὴν ἀναίρεσιν, ἐφ’ ᾗ μάλιστα ἀλγοῦσιν οἱ δίκαιοι.
6l1, 18—19 ἔτι τούτου λαλοῦντος ἄγγελος ἄλλος ἔρχεται λέγων τῷ Ἰώβ·
7lτῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ
8lτῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς
9lἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰ‐
10lκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ
11lἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
12 θεώρει κἀνταῦθα τοῦ διαβόλου τὴν πικρίαν, πῶς ὀνομαστὶ τῆς γο‐ νῆς μέμνηται τῶν υἱῶν σου λέγων καὶ τῶν θυγατέρων σου, μονονουχὶ τὴν φύσιν αὐτὴν τοῦ δικαίου πλήττων. σεμνύνει καὶ τὸ
15συμπόσιον παρὰ μὲν τῷ ἀδελφῷ τῷ πρεσβυτέρῳ λέγων γίνεσ‐ θαι, αὐτοὺς δὲ κατευφραίνεσθαι καὶ ἐξαίφνης ἐλθεῖν πνεῦμα ἐκ τῆς ἐρήμου καὶ ἄλλης μὲν οἰκίας μὴ ἅψασθαι, μόνην δὲ ἐκεί‐ νην ἔνθα οἱ παῖδες εὐωχοῦντο κατασεῖσαι. καὶ πάλιν ἐπισημαίνου τὸ πικρὸν τῆς ἀγγελίας· οὐ γὰρ εἶπεν· καὶ ἔπεσεν ἐπὶ πάντας τοὺς
20ἔνδον, καίτοιγε πάντας ἀπέκτεινεν, ἐξ ὧν αὐτός, φησίν, ἐσώθην δὲ ἐγὼ μόνος, ἀλλ’ ἰδικῶς φησιν· καὶ ἔπεσεν ἐπὶ τὰ παι‐ δία σου τῆς φύσεως ἀναμιμνήσκων καὶ καιρίας αὐτῷ διδοὺς τὰς
πληγάς.22

23

πάλιν δὲ θεήλατον ἔπλασεν τὴν συμφορὰν δύο μὲν πολεμίων σχημα‐ τίσας ἐφόδους, δύο δὲ ἐκ θεοῦ, τήν τε τοῦ πυρὸς καὶ τοῦ ἀνέμου. τελευταίαν δὲ τὴν τῶν παίδων ἀναίρεσιν ἐπαγαγὼν καὶ μόνων τῶν σῳ‐ ζομένων ἀγγέλων τὸ παράδοξον εἰς ἀμηχανίαν καὶ σύγχυσιν καὶ τὴν
5κατὰ θεοῦ βλασφημίαν ὑπερεθίζει τὸν δίκαιον.
6l1, 20 οὕτως ἀναστὰς Ἰὼβ διερρήξατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο
7lτὴν κόμην τῆς κεφαλῆς αὐτοῦ.
8 ἐπὶ μὲν ταῖς προτέραις ἀγγελίαις σύννους ἦν ὡς εἰκὸς καὶ ἐθαύ‐ μαζε τὰ γινόμενα. ὡς δὲ τὴν τῶν πολλῶν καὶ ὡραίων παίδων ἀθρόαν
10ἤκουσε τελευτήν, ἵνα μή τις ἀνάλγητος εἶναι δόξῃ καὶ ἀσυμπαθής, ἀποδίδωσι τῇ φύσει τὸ χρέος καὶ διαρρήσσει μὲν τὴν ἐσθῆτα, κείρε‐ ται δὲ τὴν κόμην πενθικῶς. οἷς μὲν γὰρ τὸ κομᾶν πρὸς κόσμον νενό‐ μιστο, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκείροντο· οἷς δὲ τὸ κείρεσθαι εὐ‐ πρεπὲς ἐδόκει, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκόμων τοῦ τῶν τριχῶν ἀν‐
15εχόμενοι βάρους. ὅτι δὲ οὐκ ἀφιλόσοφον τὸ συμπαθές, δείκνυσι μὲν καὶ Παῦλος λέ‐ γων ἐν ταῖς Πράξεσιν· τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; δείκνυσι δὲ καὶ Δαυὶδ οὐ τῶν παίδων τὸν πειθή‐ νιον, ἀλλὰ τὸν πολεμιώτατον ὀλοφυρόμενος καὶ μετὰ πικρᾶς οἰμωγῆς
20ἀναστένων καὶ λέγων· υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου. δακρύ‐ ει δὲ καὶ αὐτὸς ὁ θεὸς ἡμῶν καὶ σωτὴρ συμπαθῶς, εἴτε διὰ τὸν Λά‐ ζαρον εἴτε διὰ τὴν τῶν Ἰουδαίων ἀπώλειαν, ὃ δὴ καὶ ἀληθέστερον εἰπεῖν. οὐ γὰρ ἐν τῷ μὴ πάσχειν ἡ νίκη, ἀλλ’ ἐν τῷ πάσχοντα καρ‐
τερεῖν.23

24

εἴποι δ’ ἄν τις γλαφυρώτερον ἐξηγούμενος, ὅτι καὶ αὐτὴν τῷ διαβό‐ λῳ τὴν ἐσθῆτα προσέρριψεν οἷά τις ἀθλητὴς εἰς πάλην ἀποδυόμενος, ὡς ἂν ἀληθῶς γυμνὸς γενόμενος τὰ πολυύμνητα φθέγξηται ῥήματα·
4l1, 20—21 καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν· αὐτὸς γυμνὸς
5lἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ κύ‐
6lριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ
7lἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.
8 βαβαὶ φιλοσοφίας ὑπερβολῇ. τῷ μὲν σχήματι τῇ φύσει τὸ χρέος ἀπ‐ έδωκεν, τῇ δὲ διαθέσει χωρεῖ πρὸς τὸν θεὸν καὶ κλίνει γόνυ καὶ
10προσκυνεῖ γνησίως καὶ φυσικῆς ἅπτεται φιλοσοφίας ἐν μέσοις τοῖς πάθεσιν ἑαυτῷ τε καὶ ἡμῖν τὸ τῆς παραμυθίας σκευάσας φάρμακον. νόμος ἀνθρώπῳ, φησίν, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεσθαι γυμνόν, ἀλλὰ καὶ ἐξιέναι τοῦ βίου μετὰ τοῦ ὁμοίου σχήματος· τί οὖν δεινὸν πεπόνθαμεν, φησίν, φυσικῶς μὲν οὐδὲν ἔχοντες, εἰληφότες δὲ παρὰ
15θεοῦ καὶ αὖθις ἀφαιρεθέντες ὧν μικρὸν ὕστερον τὴν στέρησιν ὑπομέ‐ νειν ἀνάγκη. καὶ νομίζει μὲν ὑπὸ θεοῦ πάσχειν τὰ δεινά, προσκυνεῖ δὲ καὶ εὐχαρίστως ἀποδίδωσι τὴν παρακαταθήκην καὶ αὐτοῖς τοῖς ἀ‐ κοντίοις τοῖς διαβολικοῖς κατατοξεύει τὸν ἀλιτήριον. ὁ μὲν γὰρ ἔλεγεν εἰρωνευόμενος· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει,
20ἀντὶ τοῦ δυσφημήσει, ὁ δὲ τὸν χαριστήριον ἐπὶ τοῖς συμβᾶσιν ἀνα‐ πλέκων ὕμνον αὐτὴν ταύτην ἀφίησι τὴν φωνὴν εὐλογῶν τὸν θεόν, καί φησιν· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.
23l1, 22 ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ
24lἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.24

25

ἐν τούτοις, φησίν, πᾶσι τοῖς τῶν συμφορῶν κύμασιν οὐδὲ κατὰ δι‐ άνοιάν τι ἀπρεπὲς περὶ θεοῦ ὁ Ἰὼβ ἐλογίσατο· τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου. ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς τὴν καρδίαν βλέπει. μετὰ γνησίας οὖν τῆς διαθέσεως τὴν
5δοξολογίαν προσήνεγκε καὶ οὐ φαύλους καὶ ἄφρονας λογισμοὺς ἀντὶ ἀγαθῶν προσεκόμισεν.
7l2, 1—3 ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι
8lἐναντίον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆ‐
9lναι ἐναντίον τοῦ κυρίου. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ
10lἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐναντίον τοῦ κυρίου· διαπορευθεὶς τὴν
11lὑπ’ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. εἶπε δὲ ὁ κύ‐
12lριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ, ὅτι
13lοὐκ ἔστι κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος, ἀληθινός, ἄ‐
14lμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκα‐
15lκίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτῷ διὰ κενῆς ἀπολέσαι.
16 πρῶτον ἐν πενίᾳ καὶ ἀπαιδίᾳ γυμνασθέντος τοῦ δικαίου καὶ τὴν ἄκραν φιλοσοφίαν ἐπιδειξαμένου, ἐφ’ οἷς οὐ μόνον οὐκ ἐδυσφή‐ μησεν, ἀλλὰ καὶ εὐχαριστηρίους φωνὰς ἀνέπεμψεν, οἱ μὲν ἅγιοι συν‐ έχαιρον ἄγγελοι τῇ νίκῃ, ὁ δὲ διάβολος διέπριε τοὺς ὀδόντας καὶ
20δευτέρας πείρας ἐξουσίαν ἐξῄτει κατ’ αὐτοῦ λαβεῖν. ὁ δὲ ἀγαθὸς θε‐ ὸς καὶ τοὺς ἑαυτοῦ δοξάζων γνησίους ὑπερεθίζει τὸ θηρίον, ἵνα καὶ μᾶλλον καταισχυνθῇ, καὶ πολλοῖς ἐγκωμίοις στεφανοῖ τὸν δίκαιον ὡς τὴν φυσικὴν ἀλήθειαν διαφυλάξαντα καὶ οὐδεμίαν ὑπομείναντα δια‐ στροφὴν ἐκ τῶν συμφορῶν. ἀλλὰ καὶ ἔτι, φησίν, τῆς αὐτῆς ἀκακί‐
25ας ἔχεται μηδεμίαν ὑπομείνας τροπήν· σὺ δὲ ἐμεγαλαύχεις διὰ25

26

κενῆς, ἀντὶ τοῦ· ἀκαίρως ἐφλυάρεις λέγων· ἐὰν ἀπολέσῃ τὰ ὑπάρ‐ χοντα, δυσφημεῖ. κατανόει δὲ ἐντεῦθεν, ὡς ὁ μὲν θεὸς προγνώστης ὢν καὶ εἰδὼς τὸ ἐκβησόμενον καὶ ὅτι οὐκ ἂν ὁ μέγας Ἰὼβ ἀπρεπές τι φθέγξοιτό ποτε,
5ἐπέτρεψε τὴν κατὰ τοῦ δικαίου πάλην. ὁ δὲ διάβολος οὔτε τὸ μέλλον οἶδεν οὔτε τὰ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ γινώσκει, διὸ καὶ ἀγνοῶν, ὅτι ἡττηθήσεται, ἐφλυάρει λέγων· ἦ μὴν εἰς πρόσωπόν σε εὐλο‐ γήσει. καὶ αὖθις νικήσειν οἰόμενος τὴν εἰς τὸ δέρμα τοῦ δικαίου πεῖραν ἐξαιτεῖ καί φησιν·
10l2, 4—5 δέρμα ὑπὲρ δέρματος· ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς
11lαὐτοῦ ἐκτίσει. οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν
12lὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
13 τὸ μὲν θηρίον ὠμὸν καὶ ἀναίσχυντον· οὐ γὰρ ἀνέχεται μόνον τῶν ἡμετέρων ἐμφορηθῆναι σαρκῶν, ἀλλὰ καὶ μέχρις ὀστῶν καὶ μυελῶν δι‐
15ελθεῖν βούλεται. ἐλεγχθεὶς δὲ ὁ μισάνθρωπος πάλιν ἀναισχυντεῖ καί φησιν· οὐδὲν μέγα, εἰ ἀλλοτρίων σωμάτων πεπονθότων οὐκ ἐδυσφήμη‐ σε δεδοικώς, μή σε παροργίσῃ καὶ κατὰ τοῦ αὐτοῦ σώματος ἐνέγκῃς τὴν πληγήν. καὶ ἄλλως δὲ πολλάκις τις, ἵνα μὴ εἰς ὀφθαλμὸν λάβῃ, τὴν χεῖρα προτείνει καὶ εἰς τὸ ἧττον τίμιον μέλος δέχεται τὴν
20πληγήν, δέρμα ὑπὲρ δέρματος προισχόμενος, ἵνα σώσῃ τὸ κυρι‐ ώτερον. οὐδὲν οὖν μέγα, φησίν, εἰ τῶν ἔξωθεν περιεφρόνησεν.
ἔστι δὲ καὶ ἄλλως νοεῖν· ἐξευτελίζων τὴν τοῦ δικαίου πρὸς θεὸν26

27

εὐφημίαν ὁ πονηρὸς δέρμα, φησίν, ὑπὲρ δέρματος δέδωκεν, ἀν‐ τὶ τοῦ· εἰς ὀλίγα βλαβεὶς ὀλίγην τινὰ εὐφημίαν προσήγαγεν, καὶ οὐδὲν μέγα, εἰ τῶν ὑπαρχόντων ἄνθρωπος καταφρονεῖ, ἵνα αὐτὸς μὴ βλαβῇ. τὸ γὰρ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἀντὶ τοῦ ὑπὲρ ἑαυτοῦ
5εἴρηκεν.
6l2, 6 εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μό‐
7lνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.
8 πάλιν κατὰ μέτρον τὸν χρυσοῦν ἀνδριάντα τῷ διαβολικῷ πυρὶ δο‐ κιμάζει ὁ θεὸς οὐκ αὐτὸς γνῶναι θέλων, ὃν ἠπίστατο, ἀλλ’ εἰς ἔλεγ‐
10χον διαβολικὸν καὶ ἐφ’ ᾧ τοῦτον ἡμῖν γνωρίσαι. καὶ τοῦ μὲν σώμα‐ τος δίδωσι τὴν ἐξουσίαν, οὐ συγχωρεῖ δὲ τοῦ σώματος ὑπεξαγαγεῖν τὴν ψυχήν, ἵνα ἐξ ἐπιγονῆς τὰ διπλασίονα χαρίσηται ἀγαθά. ἢ καὶ τοῦτό φησιν, ὅτι τοῦ ἡγεμονικοῦ αὐτοῦ μὴ ἅψῃ, διὰ δὲ τῶν εἰς τὴν σάρκα βασάνων τὸν ἀγῶνα ποιοῦ.
15l2, 7—8 ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ἰὼβ
16lἕλκει πονηρῷ ἀπὸ ποδῶν μέχρι κεφαλῆς. καὶ ἔλαβεν ὄστρακον, ἵνα
17lτὸν ἰχῶρα ξέῃ, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.
18 μετὰ τὴν τῶν κτημάτων καὶ τῶν οἰκετῶν καὶ τῶν παίδων ἀφαίρεσιν τότε τὸ τῆς λώβης ἕλκος ἐπήγαγεν ὁ διάβολος, ὡς δριμεῖς μὲν ῥέειν
20ἰχῶρας ἐκ τοῦ σώματος καὶ ἐπιδάκνοντας, ἀπορίαν δὲ εἶναι παντελῆ τῶν τε ἀναγκαίων καὶ τῶν νοσοκομούντων. καὶ τῆς μὲν πόλεως ὡς λε‐ λωβημένος ἔξω καθῆστο. τῇ δὲ χειρὶ τοὺς μυδῶντας ἰχῶρας οὐχ ὑπε‐
δέχετο, ἵνα μὴ καὶ μᾶλλον ἀποκναίοιτο, ἀλλ’ ὀστράκῳ τούτους ἀπέ‐27

28

ξεεν. αἴθριος δὲ καὶ ἐπὶ κοπρίας ἔκειτο, ἵνα κἂν ἀνθρωπίνης ἀκού‐ σῃ φωνῆς ἢ καθαρὸν ἀναπνεύσῃ τὸν ἀέρα ἤ, τό γε ἀληθέστερον εἰ‐ πεῖν, τῇ μείζονι κακοπαθείᾳ τὸν θεὸν ἐξιλεούμενος.
4l2, 9—9a χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ·
5lμέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν
6lπροσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;
7 ὁ μὲν οὖν γενναῖος καὶ φιλόθεος Ἰὼβ ἐνεκαρτέρει τῇ πενίᾳ καὶ τοῖς πάθεσι χρόνον οὐκ ὀλίγον καὶ πρὸς ἑαυτὸν παραμυθούμενος ἔλεγεν· δεῖ φέρειν ἀνδρικῶς, δεῖ καρτερεῖν, δεῖ τὴν ἐκ θεοῦ προσμένειν βοήθειαν,
10οὐ βραδύνει θεὸς ἐπαμῦναι καὶ τῶν παρόντων ἀπαλλάξαι δεινῶν. ἐξασθε‐ νεῖ δὲ ἡ γυνὴ πρὸς τὰς συμφορὰς ὑπὸ τοῦ διαβόλου τηρηθεῖσα ὥσπερ ὕστερον μηχάνημα κατά τινος ἀσείστου τείχους. ὁ δὲ πανοῦργος διά‐ βολος ὡς ἱκανῷ χρόνῳ κατειργάσατο τὸν δίκαιον, τότε τῇ τῆς γυναι‐ κὸς ἀσθενείᾳ συγχρῆται καὶ ὁπλίζει ταύτην κατ’ αὐτοῦ ὥσπερ ποτὲ
15καὶ τὴν Εὕαν κατὰ τοῦ προπάτορος Ἀδάμ. ἡ δὲ καὶ πρὸς τὰς συμφο‐ ρὰς ἀπειποῦσα καὶ τοῦ διαβολικοῦ πληρωθεῖσα πνεύματος ἐπὶ τοὺς παρόντας προήχθη λόγους, καὶ πρῶτα μὲν αὐτῷ τὰς εἰς θεὸν ἐλπίδας ἀνηνύτους πειρᾶται δεικνύναι τῷ πολλῷ παρεληλυθότι χρόνῳ πιστου‐ μένη τὸ μέλλον· εἶτα καὶ ἐπάγει·
20l2, 9 b—e ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ
21lκαὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν
22lἐκοπίασα μετὰ μόχθων. σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθισαι δια‐
23lνυκτερεύων αἴθριος· κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περι‐
24lερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσε‐
25lται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέ‐28

29

(1l)

χουσιν. ἀλλὰ εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα.
2 ὅλον ἦν θεοῦ συγχώρησις καὶ διαβόλου προσβολὴ μετ’ ἐξουσίας πράττοντος διὰ τὸν συγκεχωρηκότα θεόν, ἐφ’ ᾧ διὰ πάντων ἀγωνισά‐ μενον τὸν Ἰὼβ στεφανίτην ἀναδειχθῆναι. διὸ καὶ τὴν γυναῖκα οὐδεὶς
5ἠλέει οὐδὲ τῆς παλαιᾶς αὐτῆς εὐδαιμονίας μεμνημένος παρεμυθεῖτο τὴν ἔνδειαν, ἀλλ’ ἐθήτευεν ἐπὶ μισθῷ (τοῦτο γὰρ σημαίνει τὸ λά‐ τρις) τοῖς ἑκάστοτε δεομένοις ὑπηρετοῦσα, ἐφ’ ᾧ καὶ ἑαυτῇ καὶ τῷ συνεύνῳ ἐπαρκέσαι πρὸς τὸ ἀποζῆν. ἀπειποῦσα τοίνυν πρὸς τὰς συμφορὰς καὶ διαβολικῆς ἐνεργείας
10πεπληρωμένη ὑποτίθεται τῷ δικαίῳ ταύτην αὐτῷ τῶν κακῶν λύσιν ὑπο‐ λελεῖφθαι τὴν τοῦ σώματος ἀπαλλαγήν· δυνατὸν δὲ ταύτην αὐτῷ προσ‐ γενέσθαι, εἰ παροργίσοι διὰ τῆς βλασφημίας τὸν θεὸν καὶ πρὸς τὴν ἀναίρεσιν ὑπερεθίσοι τὴν καθ’ ἑαυτοῦ. κακοτέχνως δὲ καὶ ἀσυμπαθῶς τὴν τοιαύτην εἰσηγεῖται βουλὴν ἔκ τε τῶν τοῦ ἀνδρὸς καὶ τῶν ἑαυ‐
15τῆς συμφορῶν τὸν λόγον κατασκευάζουσα. τὰς τῶν ὠδίνων, φησίν, ἀλ‐ γηδόνας ὑπέμεινα, ἐμόχθησα παιδοτροφοῦσα, ἵνα μετὰ σὲ μνημόσυνόν σου τοὺς παῖδας καταλίπῃς. ἐξεκόπη τούτων ἡ ἐλπίς· πάντες ἀπώλον‐ το, ἄρρενες ὁμοῦ καὶ θήλειαι. εἰς τίνα λοιπὸν ἀποβλέψομαι, εἰς σὲ τὸν τούτων πατέρα, τὸν σκωλήκων πλήρη, τὸν πένητα, τὸν ἀπερ‐
20ριμμένον; εἰς ἐμὲ τὴν ἀθλίαν, τὴν πλανῆτιν, τὴν ἐκ τῆς πολλῆς εὐδαιμονίας ἐπὶ μισθῷ θητεύουσαν, τὴν μέχρις ἑσπέρας ἐν ὀδύναις καὶ μόχθοις ἐξεταζομένην; ἀλλ’ εἴ τί μοι πείθῃ, φθέγξαι τι ῥῆμα πρὸς τὸν θεὸν παροργίζων αὐτόν, ἵνα σε ἀνέλῃ· αὕτη γάρ σοι μόνη
τῶν κακῶν ὑπολέλειπται λύσις.29

30

(1l)

2, 10 ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν· ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν
2lἐλάλησας. εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ
3lὑποίσομεν;
4ὁρᾷς διδασκάλου καὶ ἐν τοῖς πάθεσι γνώμην καὶ πρόσοψιν; ἐπειδὴ
5γὰρ τὴν γυναῖκα τοῖς τῆς θεοσεβείας ἐπαίδευεν νόμοις, τὰ παρ’ ἐλ‐ πίδα ἀκούσας καταπληκτικῷ φοβεῖ τῷ βλέμματι. εἶτα καὶ ἠπίοις ἐν‐ τρέπει λόγοις· ταῦτα, γάρ φησιν, ὦ αὕτη, ἄφρονος ἦν εἰπεῖν γυναι‐ κός. ἢ γὰρ οὐκ ἀφροσύνη τὸ νομίζειν ὁμοῦ τῇ βλασφημίᾳ καὶ τὴν τε‐ λευτὴν ἐπακολουθεῖν ἢ ὅλως τολμᾶν βλασφημόν τι ῥῆμα προφέρειν κα‐
10τὰ θεοῦ; τούτοις δὲ παιδεύσας τῷ τε λόγῳ καὶ τῷ βλέμματι νουθετεῖ φέρειν εὐχαρίστως τῶν δυσχερῶν τὴν ἐπαγωγήν. πολλοὶ μὲν γάρ, φη‐ σίν, οὐδὲ εὐθηνίας τινὸς ἐπειράθησαν, ἡμεῖς δὲ ταύτης ἀπολελαυκό‐ τες ἐκ θεοῦ τί πρὸς τἀναντία δυσχεραίνομεν, τί δὲ μὴ μετὰ πολλῆς τῆς εὐχαριστίας ὡς παρὰ γνησίου δεσπότου καὶ ταῦτα δεχόμεθα;
15 ἡ μὲν οὖν ταῦτα ἀκούσασα ἐφησύχασε καὶ τὴν νουθεσίαν ἐδέξατο μηδὲν ἀντιφθεγξαμένη· διόπερ οἶμαι καὶ τῶν ὕστερον ἀγαθῶν κοινω‐ νὸν αὐτὴν γεγενῆσθαι τῷ Ἰώβ. ὁ δὲ γενναῖος ἀγωνιστὴς τριπλᾶς τῷ διαβόλῳ δέδωκε τὰς πληγὰς αὐτός τε μὴ καμφθεὶς καὶ τὴν ὑπ’ αὐτοῦ παρατραπεῖσαν γυναῖκα ἐπανορθώσας τῇ νουθεσίᾳ καὶ τὰς εὐχαρίστους
20καὶ παντὸς ἀξίας ἐπαίνου καὶ ἀλήστου μνήμης φωνὰς ἀναφθεγξάμενος.
21l2, 10 ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ
22lτοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ.30

31

ἀσφαλίζεται πάλιν ἡμᾶς ἡ γραφὴ καὶ τῇ λαμπρότητι καὶ ἀναμαρτη‐ σίᾳ καὶ τῇ ἐν τοῖς πειρασμοῖς τοῦ ἀνδρὸς μεγαλοψυχίᾳ προσμαρτυρεῖ, ὡς ἂν ἐπαξίως τῆς τοιαύτης ψυχῆς καὶ τὰ ἐν παντὶ τῷ βιβλίῳ τοῦ ἀνδρὸς νοήσωμεν ῥήματα. δειχθείσης οὖν αὐτοῦ πανταχόθεν τῆς μεγα‐
5λονοίας καὶ ὡς παρ’ ὅλους τοὺς ἀγῶνας ἐνίκησεν, μηδὲν ταπεινὸν ἐν‐ νοήσωμεν περὶ αὐτοῦ ἐν τῇ τῶν ἐφεξῆς ῥημάτων προφορᾷ.
7l2, 11 ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελ‐
8lθόντα αὐτῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν.
9ἐάν τις λέγῃ· διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνα‐
10σιν, ἐννοείτω πρῶτον μέν, ὡς διαφόρους ᾤκουν χώρας καὶ μετὰ πολὺ μὲν ἴσως ἤκουσαν. τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἄπιστον ἐδό‐ κει, εἰ ἐπὶ κοπρίας ἀνεπικούρητος ὁ Ἰὼβ κάθηται, καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ ἀληθῆ τὰ λεγόμενα. ἐν τούτοις μὲν οὖν ὁ χρόνος ἐτρίβετο· πρὸς δὲ
15δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες ἀνάγκην εἶχον πρότερον εὖ διατάξασθαι τὸ ὑπήκοον, δια‐ θεῖναι τὰ κατὰ τὸν οἶκον, ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθ’ ἑ‐ αυτῶν. ταῦτα πάντα αὐτοὺς ἀπησχόλει καὶ ἐνεβράδυνον, καὶ εἰ μὴ σφόδρα γε ἀγαπητικοί τινες ἦσαν καὶ δίκαιοι, οὐκ ἂν τὰς οἰκείας κα‐
20ταλιπόντες χώρας τε καὶ βασιλείας ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ δι’ ἑτέρων τὴν χρείαν ἐπλήρουν. ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἦν θεία ἡ τῆς ἀφίξεως ἀναβολή· ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀ‐ γῶνος ἐλύθη τοῦ θεοῦ χρηματίσαντος καὶ τὸν δίκαιον ἀνακτησαμένου
25καὶ στεφανώσαντος, οἰκονομία τις θεία γέγονεν ἐμβραδῦναι τοὺς φί‐31

32

λους, ἵνα παράτασιν σχῇ τὰ τοῦ σκάμματος καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος δικαιότερον ἀναρρηθῇ παρὰ τοῦ θεοῦ.
3l2, 11 Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς·
4ἔθνους περὶ τὸ Σινά.
5l2, 11 Βαλδὰδ ὁ Σαυχαίων τύραννος·
6 τὴν δὲ Σαυχὶ πόλιν εἶναί φασι Μωαβιτῶν. Μωαβιτῶν οὖν ἦν βασιλεὺς ὁ Βαλδάδ· τὸ γὰρ τύραννος ἐνταῦθα ἀντὶ τοῦ βασιλεὺς κεῖται.
8l2, 11 Σωφὰρ ὁ Μιναίων βασιλεύς·
9τουτέστιν· Ἀμμανιτῶν.
10l2, 11 καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ
11lἐπισκέψασθαι αὐτόν.
12 Σύμμαχος οὕτως ἐκδέδωκεν· συνετάξαντο γὰρ ὁμοῦ ἐλθόντες συμ‐ παθῆσαι αὐτῷ καὶ παραμυθήσασθαι αὐτόν. ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε πρὸς ἀλλήλους διαπεμψάμενοι τὴν
15ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο.
16l2, 12 ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν
17τῆς λώβης τοὺς παλαιοὺς αὐτοῦ χαρακτῆρας ἐξαφανισάσης.
18l2, 12 καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑ‐
19lαυτοῦ στολὴν
20τήν τε τοῦ φίλου συμφορὰν ἰδόντες καὶ τὴν ἀγχίστροφον τῶν
πραγμάτων μεταβολὴν ἐνθυμηθέντες ἔκλαυσαν μετ’ οἰμωγῆς ἔρρηξάν τε32

33

τὴν στολὴν ὡς νεκρὸν πενθοῦντες τὸν τῶν τεθνηκότων ἀπερριμμένων ἐλεεινότερον.
3l2, 12 καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν.
4τινὰ δὲ βιβλία ἔχουσι· καὶ ἀναβλέψαντες εἰς τὸν οὐρανὸν τὸν
5θεὸν ἐξιλεούμενοι καὶ μονονουχὶ λέγοντες· ἵλεως ἔσο, δέσποτα, καὶ μὴ τοιούτοις ἡμᾶς περιβάλῃς κακοῖς, ὃ δὴ καὶ ποιεῖν εἰώθαμεν θαυ‐ μάζοντες ὁμοῦ καὶ φοβούμενοι, ὅταν ὁρῶμέν τινας ταῖς ἀδοκήτοις περιπεπτωκότας συμφοραῖς.
9l2, 13 παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς
10lαὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν μεγάλην οὖσαν καὶ δεινὴν
11lσφόδρα.
12 οὐκ εἶπεν ἡ γραφή· ἑπτὰ ἡμέρας ἀπὸ πρωίθεν ἕως ἑσπέρας, οὐδέ· ἑπτὰ νύκτας ἀφ’ ἑσπέρας μέχρι πρωίας. δῆλον οὖν, ὅτι τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι ὑπανεχώρουν τὰς ἀναγκαίας ἐκπληρώσαν‐
15τες χρείας. καὶ πάλιν ἐπανήκοντες μέχρι πολλοῦ τῆς νυκτὸς παρε‐ καθέζοντο, καὶ αὖθις ἀπιόντες πάλιν ὤρθριζον πρὸς αὐτόν, ὃ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ γραφὴ οὕτως ἀπολύτως εἶπεν· παρεκάθισαν αὐτῷ ἑπ‐ τὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ
20δεκατέσσαρα ἔτη δουλεῦσαι καὶ συγκαίεσθαι τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός· ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἆρα οὐδε‐ μιᾶς ἀναπαύσεως ἔτυχεν ἐν ὅλῳ τῷ χρόνῳ; ταῦτα μὲν οὖν καὶ λεπτολο‐ γεῖν φλύαρον· ὡς γὰρ ἔφην, ἡ γραφὴ κοινῇ συνηθείᾳ χρῆται. ἐπειδὴ
δέ τινες κωμῳδοῦντες τὴν γραφὴν καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ δια‐33

34

σύρουσιν (οὐ γὰρ ἄν, φασίν, ἄσιτοι διετέλουν ἐπὶ τοσαύταις ἡμέ‐ ραις), ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενολεσχίᾳ. προσκαρτεροῦντες τοιγαροῦν τάς τε ἡμέρας καὶ τὰς νύκτας, καθ’ ὃν ἔφην τρόπον, καὶ ὡς ὁ τῆς ἀγάπης ἀπῄτει θεσμός, οὐδένα λόγον
5ηὕρισκον παραμυθίας, ὑπερνικώσης τῆς συμφορᾶς τὴν ἐκ τῶν λόγων
παραψυχήν.34

35

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 ἀλγεῖ μὲν ὁ δίκαιος καὶ οὐκ ἄν τις ἀρνήσαιτο· οὐ γὰρ τῶν ἀν‐ αισθήτων ἡ ἀρετή, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. ὀδυνᾶται δὲ κατὰ μὲν τὸ φαινόμενον ὑπὸ τῆς ἐν τῇ σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος, κατὰ δὲ τὸ νοούμενον οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτοῦ πάθεσιν ὡς δὴ τοῦ δι‐
10καίου τοιαῦτα ὑπομένοντος. ἤλγει τοιγαροῦν καὶ ὠδυνᾶτο καὶ διὰ τὰ πάθη καὶ ὡς τῆς τοῦ θε‐ οῦ δόξης ἐπ’ αὐτῷ διασυρομένης. καὶ γὰρ ὅταν λέγη· ἵνα τί ἔθου με κατεντευκτήν σου; οὐκ αὐτὸς κατὰ θεοῦ ἐνετύγχανεν, μὴ γένοιτο. τίνι γὰρ καὶ εἶχεν ἐντυγχάνειν; ἀλλὰ τοῦτό ἐστιν ὅ φη‐
15σιν· ἵνα τί δι’ ἐμέ, δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; ἐθορυβεῖτο δὲ οὐχ ἥκιστα καὶ ἰλιγγία οἷα σφοδρῶς τῇ τοῦ θεοῦ τετρωμένος ἀγάπῃ, μήπως τελείαν ἐγκατάλειψιν ὑπέμεινεν ὑπὸ θεοῦ· οὐδὲν γὰρ οὕτω τιμωρεῖται ψυχὴν λογικὴν καὶ φιλόθεον ὡς τὸ ὑποπ‐
τεύειν καταλελεῖφθαι παρὰ θεοῦ. καὶ μυριάκις ᾑρεῖτο τὸν θάνατον35

36

ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι. ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χαριστηρίους φωνάς, ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ δεσπότου λογισαμένην καὶ
5ποῖα μετὰ πενίαν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν. ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔ‐ καιρον ᾠήθη θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην, ἐπ’ αὐτῶν εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυχὴν ἀλγηδόνας.
10 καὶ φθέγγεται μὲν καθ’ ἱστορίαν ἀκίνδυνα· ἓν γὰρ τοῦ διαβόλου τὸ σπούδασμα τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι θεόν. ὁ δὲ οὐδαμοῦ φαίνεται τοιοῦτόν τι διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφη‐ μήσας καὶ χαριστηρίους ἀναπέμψας φωνάς. καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως καὶ τὸν θάνατον ἐπιποθεῖ διὰ τὰς ἀνωτέρω λεχθείσας
15αἰτίας. πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ καὶ περὶ τῶν ἤδη προγεγονότων φιλοσοφεῖ καὶ πληροφορεῖται τὸ μέλλον· τοιαῦται γὰρ ἀεὶ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις. ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι σαφηνίσω‐ μεν τὴν ἔννοιαν αὐτοῦ ποδηγοῦντος ἡμᾶς πρὸς τὴν ἑρμηνείαν τοῦ καὶ
20τὸν ἁγιώτατον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος.36

37

(1t)

Αἱ λέξεις
2l3, 1—2 Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν
3lἡμέραν αὐτοῦ λέγων·
4ὅτε δίκαιος ἀνοίγει τὸ στόμα, οὐχ ἁπλῶς οὑτωσὶ προσήκει προσ‐
5έχειν τοῖς λεγομένοις, ἀλλὰ τὴν ἐκ τῶν λόγων ὠφέλειαν ἀναζητεῖν. μεστὰ γὰρ ἀεὶ ὠφελείας τῶν ἁγίων τὰ ῥήματα, διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησίν· τὸ στόμα μου ἀν‐ έωγεν πρὸς ὑμᾶς, Κορίνθιοι. καὶ περὶ τοῦ κυρίου δὲ εἴρη‐ ται ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων γραφαῖς· καὶ ἀνοίξας τὸ
10στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων. ἴδωμεν οὖν, τί καὶ ὁ μέγας Ἰὼβ ἀνοίξας τὸ στόμα φθέγγεται.
12l3, 3 ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νύξ, ἐν ᾗ εἶπαν·
13lἰδοὺ ἄρσεν.
14ὅτι μὲν ἠθύμει διὰ τὰς εἰρημένας αἰτίας ὁ Ἰώβ, πρόδηλον. ἐκ‐
15φέρει δὲ τὰ τῆς ἀθυμίας ῥήματα καὶ καταρᾶται πρᾶγμα οὐχ ὑφεστη‐ κός, ἀλλ’ ἡμερονύκτιον παρελθόν. ὅτι δὲ ἀθυμοῦσιν ἐν ταῖς περι‐ στάσεσιν οἱ δίκαιοι, καὶ Ἰερεμίου λέγοντος ἀκούσῃ· ἐπικατάρα‐ τος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ τοῦ ἱεροφάντου Μωσέως· ἀπόκτεινόν με, εἰ οὕτως μοι μέλλεις ποιεῖν. καὶ αὐ‐
20τὸς δὲ ὁ κύριός φησι περὶ τοῦ τοῖς ἀνηκέστοις περιπεπτωκότος κα‐ κοῖς Ἰούδα· καλὸν ἦν αὐτ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρω‐
πος ἐκεῖνος.37

38

ἀθυμοῦσι μὲν οὖν, ὡς ἔφην, οὐκ ὀλιγωροῦσι δὲ οὐδὲ καταπίπτου‐ σιν οὐδὲ φθέγγονταί τι παλίμφημον κατὰ θεοῦ, ἀλλ’ ἢ καθ’ ἑαυτῶν ἢ κατὰ πραγμάτων οὐδὲν βλαπτομένων τὰ τῆς ἀθυμίας ἐκφέρουσι ῥή‐ ματα. καὶ γοῦν ὁ μέγας Δαυὶδ τὰ ὄρη τὰ Γελβοῦε καταρᾶται φάσκων·
5μὴ ἔλθοι ἐφ’ ὑμᾶς δρόσος, ὅτι τὸν ποθούμενον Ἰωναθὰν μετὰ τοῦ πατρὸς καίτοιγε πολεμίου τυγχάνοντος αὐτῷ ἐπὶ τῶν ὀρῶν ἐκεί‐ νων ἤκουσεν ἀναιρεθέντας. καὶ πρὸς μὲν ῥητὸν ταῦτα· ἐπικεκρυμμένως δὲ ὡς προφήτης μυστή‐ ρια λαλεῖ. καὶ ἐπειδὴ γέννησιν οἶδεν ἡ γραφὴ οὐ τὴν κατὰ σάρκα
10μόνην, ἀλλὰ καὶ τὴν ἀπὸ τρόπου εἰς τρόπον μεταβολήν, οἷον ἀπὸ ἀρετῆς εἰς κακίαν ἢ ἀπὸ κακίας εἰς ἀρετήν, ἀπολέσθαι ἐπεύχεται τὴν ἡμέραν τῆς ἁμαρτίας, ἐν ᾗ ὁ Ἀδὰμ παρέβη. τὸ γὰρ τῆς ἀνθρωπό‐ τητος οἰκειοῦται πρόσωπον καί φησιν ὅτι· ἀπόλοιτο ἡ ἡμέρα, καθ’ ἣν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν φαυλότητα ὁ ἄνθρωπος μετετράπη. τὸ δὲ
15ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν, ὅτι ἐξ ἑνὸς τοῦ Ἀδὰμ οἱ πολλοὶ ἁμαρτωλοὶ κατέστημεν. ἡμέραν δὲ καὶ νύκτα τὴν αὐτήν φησι, πρὸς μὲν ῥητόν, ὅτι τὸ ἡ‐ μερονύκτιον μίαν ἡμέραν οἶδεν ἡ γραφή, πρὸς δὲ διάνοιαν, ὅτι ἡ παράβασις φωτὸς ἐπαγγελίαν ἔχουσα διὰ τὸ ἀκοῦσαι ἔσεσθε ὡς
20θεοὶ σκότους ἤνεγκεν ἔργα. σκότος γὰρ ἡ παρακοὴ δι’ ἧς ὁ θάνατος εἰσῆλθεν, ὥστε δεῖν λοιπὸν ἐναργέστερον τὴν διαφορὰν ὀφθῆναι τοῦ ἄρρενος πρὸς τὸ θῆλυ.
23l3, 4—5 καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύ‐
24lριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος38

39

(1l)

καὶ σκιὰ θανάτου.
2 πρὸς μὲν ῥητὸν μὴ καταλαμφθῆναι ὑπὸ σελήνης ἢ ἀστέρων τὴν νύκ‐ τα ἐξαιτεῖ, ἀλλὰ βαθεῖ κατασχεθῆναι σκότῳ, ὃ δὴ καὶ σκιὰν θα‐ νάτου καλεῖ. πρὸς δὲ διάνοιαν τὴν ἁμαρτίαν ἐπεύχεται ἐν τῇ ἰδίᾳ
5κακίᾳ φαίνεσθαι, ἵνα μὴ ἰσχύσῃ ὑποκρίνεσθαι ἀρετήν, ἀλλὰ γνωρι‐ ζομένη, ὅτι ζοφώδης ἐστὶ καὶ θανατηφόρος, φευκτὴ γένηται καὶ ἀπο‐ τρόπαιος.
8l3, 5—6 ἐπέλθοι ἐπ’ αὐτὴν γνόφος. καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ
9lνὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος.
10 γνόφος νεφώδης ἀχλύς. —πρὸς μὲν οὖν ῥητὸν εὔχεται ἀφεγγῆ γε‐ νέσθαι τήν τε ἡμέραν αὐτοῦ τῆς γεννήσεως καὶ τὴν νύκτα. πρὸς δὲ διάνοιαν ἐξαιτεῖ τὴν ἁμαρτίαν φαίνεσθαι, ὥσπερ καὶ ἔστιν, ἵνα μὴ ὁ Σατανᾶς ὡς ἄγγελος φωτὸς ὑποκρινόμενος δείξῃ τὰ φαῦλα ὡς ἀγαθά, ἀλλ’ ἵνα γνωριζόμενα, ὅτι εἰσὶ φαῦλα καὶ σκότους αἴτια, φευκτὰ
15πᾶσι γένωνται.
16l3, 6 μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.
17 πρὸς μὲν ῥητόν· ἐξαφανισθείη, φησίν, ἡ ἡμέρα τῆς γεννήσεώς μου συστελλομένου τοῦ ἐνιαυσιαίου κύκλου. πρὸς δὲ διάνοιαν μηδὲ μνή‐ μην εὔχεται γενέσθαι τῆς ἁμαρτίας, διὸ καί φησιν·
20l3, 7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη.
21ἀντὶ τοῦ· γνωσθήτω, ὅτι φαύλη ἐστίν, καὶ διὰ τοῦτο μισείσθω
ὡς φαύλη καὶ ὀδύνης αἰτία.39

40

(1l)

3, 7 καὶ μὴ ἔλθοι ἐπ’ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή.
2 ἀλλὰ μηδὲ ἔλθοι, φησίν, εἰς τὸν καιρὸν τῆς ἐμῆς γεννήσεως εὐ‐ φροσύνη τις ἢ χαρμοσύνη. πρὸς δὲ διάνοιαν· μηδείς, φησίν, ἐπι‐ τερφθείη τῇ ἁμαρτίᾳ, μηδεὶς ὡς χαρᾶς αἰτίαν ταύτην ἐργάσαιτο.
5 ὁ μὲν οὖν, ὡς ἔφην, κατὰ πράγματος ἀνυποστάτου ῥίπτειν δοκεῖ τῆς ἀθυμίας τοὺς λόγους, προφητικῶς δὲ τὴν πατροπαράδοτον ἁμαρτί‐ αν καταρᾶται αἰτῶν αὐτὴν ἐξαφανισθῆναι. διὸ καὶ εἰς ἔργον ἐξέβη τὰ ῥήματα, τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ταύτην ἐξαφανίσαντος.
10l3, 8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ
11lμέλλων τὸ μέγα κῆτος χειρώσασθαι.
12 σαφῶς ἐνταῦθα τὴν προφητείαν ἀπεκάλυψεν· οὐ γὰρ περὶ αἰσθητοῦ κήτους λέγει, ἀλλὰ περὶ τοῦ νοητοῦ δράκοντος, τοῦ διαβόλου, ὃν ἰσχυρὸν ὄντα καὶ μέγα κῆτος δήσας ὁ ἰσχυρότερος, ὡς ἐν
15εὐαγγελίοις ἠκούσαμεν, διήρπασεν αὐτοῦ τὰ σκεύη, τουτέ‐ στιν· τοὺς αἰχμαλωτισθέντας ἀνθρώπους ὑπ’ αὐτοῦ. τίς οὖν ἕτερος τὴν ἁμαρτίαν κατηράσατο καὶ ἐξηφάνισεν ἐν ἑαυτῷ, τίς δὲ τὸ νοητὸν ἐχειρώσατο κῆτος, ἀλλ’ ἢ ὁ δι’ ἡμᾶς ἄνθρωπος γενέσθαι καταδεξάμενος τοῦ θεοῦ λόγος; ὃς ἐν τύπῳ τῆς ἁμαρτίας τὴν συκῆν
20κατηράσατο, ὡς ἐδιδάχθημεν ἐν εὐαγγελίοις. ὅτι γὰρ οὐ περὶ αἰσ‐ θητοῦ τινός φησι κήτους, ἠκούσαμεν ἐν ταῖς Καθολικαῖς· πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀν‐ θρωπίν. εἰ δὲ ἄνθρωπος καὶ τὰ θηρία καὶ τὰ ἐνάλια κήτη καὶ ἐ‐
25χειρώσατο καὶ χειροῦται, πῶς περὶ θεοῦ ἔλεγεν ἡ γραφὴ ὡς μήπω μὲν40

41

χειρωσαμένου τὸ ἐνάλιον κῆτος, μέλλοντος δὲ αὐτοῦ κρατήσειν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι; τί δὲ καὶ μέγα θεῷ τὸ κήτους ἐναλίου κρατῆσαι; εὔδηλον οὖν, ὡς περὶ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου ταῦτα τῷ δικαίῳ λέλεκται.
5l3, 9 σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, καὶ μὴ ὑπομείναι καὶ
6lεἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα.
7 πρὸς μὲν ῥητόν· μὴ δώσῃ, φησίν, τὸ οἰκεῖον φέγγος, ἀντὶ τοῦ· μὴ λάμψωσι τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης. ἄστρα δὲ κυρίως τὰ ἐκ πολλῶν ἀστέρων συγκείμενα ὥσπερ ἡ Πλειὰς καὶ ἡ Ἄρκτος· ἀστὴρ δὲ
10ὁ καθεῖς. ἀλλὰ μηδὲ ὑπομείναι, φησίν, ἀντὶ τοῦ· μὴ ἐμμείνοι φαίνοντα μηδὲ τὸν οἰκεῖον ἐκτελοῦντα δρόμον, ἀλλὰ μηδὲ διαδέξη‐ ται τὴν νύκτα ἐκείνην φῶς. ἑωσφόρον γὰρ ἀνατέλλοντα ἢ τὸν ἐωθι‐ νὸν ἀστέρα φησὶν ἢ τὸν ἥλιον ὡς τὴν ἕω φέροντα. πρὸς δὲ διάνοιαν· τῆς ἁμαρτίας, φησίν, ἣν δὴ νύκτα καλεῖ, αἱ
15δοκοῦσαι τερπνότητες καὶ τὰ κάλλη ἐξαφανισθείησαν, καὶ μὴ νική‐ σοι τὰ πονηρὰ τὴν ἀρετήν ποτε. τοῦτο γὰρ λέγει τὸ εἰς φωτισ‐ μὸν μὴ ἔλθοι ἀντὶ τοῦ· γνωσθείησαν αἱ τῆς ἁμαρτίας τερπνότη‐ τες, ὅτι σκότος εἰσί, καὶ μὴ ἰσχυσάτωσαν ἀπατῆσαι μηδὲ πλάσασθαι, ὅτι ἔχουσί τι ἀγαθόν. τὸ δὲ καὶ μὴ ἴδοι ἑωσφόρον ἀνα‐
20τέλλοντα οὐκ εὐκτικῶς φησιν, ἀλλ’ αὐτὸ τὸ ὂν ἀπαγγέλλει· οὐ γὰρ δύναται ἡ ἁμαρτία ὑπομεῖναι τὸν ἑωσφόρον ἐν ταῖς ψυχαῖς ἡμῶν ἀνατέλλοντα. ἑωσφόρος δέ ἐστιν ὁ περὶ τοῦ κυρίου λόγος ὁ τὴν ἡ‐ μετέραν καταυγάζων ψυχήν, ὡς ὁ ἔγκριτος τῶν ἀποστόλων Πέτρος
δευτέραν ἐπιστολὴν ἀποχαράττων ἐδίδαξεν καὶ ἔχομεν, λέγων,41

42

βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖ‐ τε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. φησὶν οὖν, ὅτι οὐ δύναται ἡ ἁμαρτία
5μένειν ἐν ταῖς ψυχαῖς, ἐπὰν ἀξιωθῶσι καταυγασθῆναι ὑπὸ τοῦ ἑωσ‐ φόρου, τουτέστι τοῦ θείου λόγου. τοῦ γὰρ φωτὸς ἐπιλάμποντος τὸ σκότος ὑπαναχωρεῖ.
8l3, 10 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου.
9κατὰ μὲν τὸ ῥητόν· ὅτι, φησίν, οὐκ ἐκώλυσέ με γεννηθῆναι, καί‐
10τοιγε οὐκ ἐν τῇ νυκτὶ ἐτύγχανε τὸ κωλῦσαι αὐτὸν ἐκ μήτρας προελ‐ θεῖν, ἀλλ’ ὃ διὰ πάντων λέγει, τοιοῦτον ἔχει νοῦν, ὅτι ἄμεινον ἦν μὴ γεννηθῆναι. πρὸς δὲ διάνοιαν· ἐπαρῶμαι, φησίν, τὴν ἁμαρτί‐ αν, ὅτι μὴ ἐκωλύθησάν μου αἱ τῆς προθέσεως ὁρμαί, ἀλλὰ καὶ ὠδί‐ νησα τὴν ἁμαρτίαν καὶ ἀπεκύησα, τουτέστιν· ἔργῳ ἔπραξα τοῦ ἀπηγο‐
15ρευμένου ξύλου γευσάμενος.
16l3, 10 ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
17 εἰ γὰρ μὴ ἐτέχθην, φησίν, οὐκ ἂν ταῖς παρούσαις περιέπιπτον συμφοραῖς. πρὸς δὲ διάνοιαν· εἰ μὴ γὰρ διὰ τὴν ἁμαρτίαν, φησίν, καὶ τὴν γενομένην παρατροπὴν οὐκ ἂν αἱ φθοραὶ καὶ αἱ νόσοι τοῖς
20ἀνθρώποις συνέβαινον.
21l3, 11 διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον
22lκαὶ οὐκ εὐθὺς ἀπωλόμην;
23οὕτω γὰρ ἄμεινον ἦν ἢ μηδὲ τεχθῆναι, ἢ τεχθέντα παραχρῆμα ἀπο‐42

43

θανεῖν. πρὸς δὲ διάνοιαν· καλὸν γάρ ἐστιν, ἢ μηδὲ ὅλως τινὰ φαῦ‐ λον ἐν ἡμῖν γεννηθῆναι λογισμόν, ἢ καί, εἰ γένοιτο, παραχρῆμα αὐτὸν ἐξαφανισθῆναι.
4l3, 12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα; ἵνα τί δὲ μαστοὺς ἐθήλασα;
5 οὕτως οὐκ ὤφειλον, φησίν, οὔτε εἰς γόνατα τεθῆναι τιτθῆς οὔτε γάλακτος μεταλαβεῖν, ἵνα καὶ ζωοποιηθῶ. κατὰ δὲ τὴν θεωρίαν· ἵνα τί γάρ, φησίν, οὐκ ὤκλασα ἢ ὑπεσκελίσθην πορευόμενος τοῦ ἀπηγο‐ ρευμένου ξύλου γεύσασθαι· ἵνα τί δὲ καὶ ἐπίδοσίν τινα ἐποίησα ἐπὶ τὰ φαῦλα; τοῦτο γὰρ λέγει μαστοὺς ἐθήλασα, τουτέστι
10τοὺς τρόπους τῆς κακίας ηὔξησα.
11l3, 13 νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην,
12 εἰ μὴ γὰρ ἐτέχθην, φησίν, ἢ τεχθεὶς παραχρῆμα ἐτελεύτησα, οὐκ ἂν εἰς πεῖραν ἠρχόμην τῶν δεινῶν.
14l3, 14—15 μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν,
15lἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν
16lἀργυρίου.
17 ἐκ τούτων παιδευόμεθα μὴ μέγα φρονεῖν ἐπὶ δυναστείᾳ ἢ πλούτῳ ἢ φρονήσει, ὅπουγε καὶ βασιλεῖς καὶ οἱ ἐπὶ γῆς βουλευταί, ἀντὶ τοῦ· οἱ ἐπὶ σοφίᾳ καὶ βουλῇ μέγα φρονοῦντες, καὶ οἱ γαυριῶντες
20ἐπὶ ξίφεσιν, τουτέστιν· ταῖς ἀρχαῖς, ταῖς δυναστείαις, τοῖς κατὰ πολεμίων τροπαίοις, πρὸς δὲ δὴ τούτοις καὶ οἱ πολύχρυσοι τὸν κοι‐
νὸν ἅπασιν ὑφίστανται θάνατον. οὐδὲν οὖν ἔπασχον δεινὸν σύνδρο‐43

44

μον ὑπομένων τῇ γεννήσει τὸν θάνατον καὶ μηδενὸς τῶν ἐν βίῳ δο‐ κούντων καλῶν ἐν μεθέξει γινόμενος, ὅπουγε καὶ οἱ ἐπὶ τούτοις μέγα φρονήσαντες ἴσα τοῖς λοιποῖς ἀνθρώποις τεθνήκασιν.
4l3, 16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νή‐
5lπιοι, οἳ οὐκ εἶδον φῶς.
6 ἔκτρωμά ἐστι τὸ μήπω διαμορφωθὲν τελείως ἐν τῇ γαστρί, νήπιον δὲ λέγει τὸν μήπω δεξάμενον αἴσθησιν τῶν τοῦ βίου καλῶν ἢ φαύ‐ λων. τὸν δὲ περὶ τούτων λόγον, διὰ τί οἱ μὲν οὐδὲ τελεσφοροῦνται, οἱ δὲ καὶ τελεσφορηθέντες νεκροὶ γεννῶνται, οἱ δὲ ὁμοῦ τῇ γεννή‐
10σει τὸν θάνατον ὑπομένουσι, τοῖς ἀνεφίκτοις τοῦ θεοῦ κρίμασι κα‐ ταλειπτέον.
12l3, 17 ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκο‐
13lποι τῷ σώματι.
14κάλλιστον ἡμᾶς διδάσκει μάθημα, ὅτι εἰ καὶ δι’ ἁμαρτίαν ὁ θά‐
15νατος, ἀλλ’ οὖν χρησίμως καὶ φιλανθρώπως ὁ θεὸς τοῖς ἀνθρώποις καὶ τοῦτον ᾠκονομήσατο. καὶ γὰρ οἱ ἀσεβεῖς, φησίν, οἱ διὰ πλοῦ‐ τον καὶ ὑπεροψίαν βίου κατὰ θεοῦ θρασυνόμενοι, παύονται καὶ ἀνα‐ κόπτονται τοῦ κακοῦ μηκέτι θυμούμενοι ἢ ὀργιζόμενοι, καὶ οἱ ἐν ὀδύναις σωματικαῖς ὄντες τῶν πόνων λήγουσιν. οὐδὲν οὖν, φησίν,
20αἰτῶ συμβῆναί μοι φαῦλον, ἀλλὰ τὸ παρὰ θεοῦ τοῖς ἀνθρώποις χρη‐ σίμως οἰκονομηθέν, τὸν θάνατον. ἐπεὶ δὲ ἕτερα βιβλία ἔχουσιν· ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν
ὀργῆς, οὕτω νοήσεις· οἱ μὴ ἐνταῦθα, φησίν, παιδευθέντες,44

45

ἀλλ’ ἐμμείναντες τῇ ἀσεβείᾳ τὴν ἐκ τῆς θείας ὀργῆς κόλασιν ἑαυτοῖς ἐπισπῶνται.
3l3, 18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι εὐθήνησαν· οὐκ ἤκουσαν φωνὴν φο‐
4lρολόγου.
5 ἀλλὰ καὶ οἱ ἐξ αἰῶνος, φησίν, τελευτήσαντες ἐκεῖ τυγχάνουσι τῶν πρακτόρων καὶ ἀπαιτητῶν τῆς ἐπαχθείας ἀπαλλαγέντες, ἵνα εἴ‐ πῃ ὅτι· τῶν τοῦ βίου συμφορῶν ἐκτὸς γενόμενοι. πρὸς δὲ διάνοιαν φορολόγον φησὶ τὸν διάβολον, ὃς οὐ μόνον ὡς φορολόγος, ἀλλὰ καὶ ὡς δεσπότης τοὺς ὑπ’ αὐτῷ προαιρετικῶς
10γεγονότας ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ τὸ πράττειν τὰ αὐτῷ καταθύ‐ μια. καὶ τούτου τοιγαροῦν τοῦ πικροῦ φορολόγου οἱ τὸν βίον ἐξ‐ ελθόντες ἀπαλλάττονται οὐκέτι τὰ φαῦλα πράττειν δυνάμενοι.
13l3, 19 μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων δεδοικὼς τὸν κύριον
14lαὐτοῦ.
15 πάντες οὖν ἐκεῖ τυγχάνουσι, καὶ ἄλλο τοῦ θανάτου χρήσιμον τὸ μὴ εἶναι ἐκεῖ δοῦλον καὶ δεσπότην. καὶ γὰρ οἱ πάλαι, φησίν, δε‐ δοικότες τοὺς ἑαυτῶν δεσπότας ἐκεῖ οὐ φοβοῦνται. ἄλλα δὲ βιβλία ἔχουσιν· οὐ δεδοικὼς τὸν κύριον αὐτο. εἰ μὲν οὖν οὐ δεδοικώς, πρόδηλος ἡ νόησις· εἰ δὲ δεδοικώς, ἀντὶ τοῦ· πά‐
20λαι μὲν δεδοικώς, ἐν ᾅδου δὲ οὐκέτι. ταῦτα περὶ τοῦ θανάτου διὰ πολλῶν ἐφιλοσόφησεν ὁ σηπόμενος καὶ σκώληκας βρύων καὶ τῷ ἰχῶρι περιρρεόμενος, καὶ ὥσπερ τῶν ἀλγηδό‐ νων ἐπιλαθόμενος καθαρῷ διανοίας ὄμματι τὰ κάλλιστα ἡμῖν τῶν μα‐
θημάτων παραδέδωκεν, ἡμεῖς δὲ τούτων εἰς ἔννοιαν οὐκ ἐρχόμεθα. εἰ45

46

γὰρ τοῦ θανάτου τὴν μνήμην εἴχομεν, βελτίους ἂν ἐγινόμεθα καὶ πλούτου καὶ δυναστείας καὶ τῶν ἐν τῷ βίῳ δοκούντων τερπνῶν ῥᾳδί‐ ως ἂν περιεφρονοῦμεν.
4l3, 20 ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύ‐
5lναις ψυχαῖς;
6 πολλαχοῦ ἡ γραφὴ τὸ ἵνα τί ἐπὶ παρακλήσεως τίθησιν, οὐκ ἐπὶ ἀποδυσπετήσεως, ὡς ἐπὶ τοῦ ἵνα τ, κύριε, ἀφέστηκας μα‐ κρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; οὐ γὰρ μέμφεται, ἀλλ’ ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἐν ταῖς θλίψεσιν. καὶ
10πάλιν· ἵνα τ, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου. πάλιν γὰρ οὐκ αἰτιᾶ‐ ται, ἀλλὰ μὴ εἰς τέλος ἀπωσθῆναι παρακαλεῖ. κἀνταῦθα τοίνυν ὁ μα‐ κάριος οὗτος ἀνὴρ ἱκετεύει λέγων· ἐπειδὴ φωτὸς καὶ ζωῆς εἶ χορη‐ γός, κύριε, περίελε τὰς ὀδύνας, περίελε τῆς ψυχῆς τὴν πικρίαν.
15καὶ γὰρ αἱρετώτερος τοῦ ὀδυνηροῦ βίου ὁ θάνατος. διὸ καὶ ἐπιφέρει·
16l3, 21—22 οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσον‐
17lτες ὥσπερ θησαυρούς, περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν.
18 ὥσπερ, φησίν, οἱ χρυσὸν μεταλλεύοντες καὶ θησαυρὸν ζητοῦντες, ἐὰν εὕρωσιν, χαίρουσιν, οὕτω καὶ οἱ ἐν πικραῖς ὀδύναις, ἐὰν συν‐
20αίσθωνται πλησίον ὄντα τὸν θάνατον, λύσιν αὐτὸν τῶν κακῶν ἐλπί‐
ζοντες εἶναι χαίρουσιν.46

47

(1l)

3, 23 θάνατος ἀνδρὶ ἀνάπαυσις, συνέκλεισεν γὰρ ὁ θεὸς κατ’ αὐτοῦ.
2 καθ’ ἑκάτερά φησίν· θάνατος ἀνδρὶ ἀνάπαυσις. πέρας γάρ ἐστι τοῦ ἐνταῦθα βίου καὶ συγκλείει τὰς ἐνταῦθα τῶν ἀνθρώπων πρά‐ ξεις, ὥστε μὴ δύνασθαι ἡμᾶς ἔτι φαῦλόν τι πράττειν. ἀλλὰ καὶ τὰ
5κατὰ τοὺς πόνους τῆς ἀρετῆς πέρας ἔχει· ἐκεῖ γὰρ οὐκέτι οἱ ἀγῶ‐ νες, ἀλλ’ οἱ στέφανοι, οὐκέτι οἱ ἱδρῶτες, ἀλλ’ ἡ ἀνάπαυσις. τὸ οὖν συνέκλεισεν ὁ θεὸς κατ’ αὐτοῦ ἀντὶ τοῦ· καὶ τῶν πό‐ νων τῶν περὶ τὴν ἀρετὴν πέρας ἔχει ὁ θάνατος καὶ τῆς κακίας ἐπο‐ χήν.
10 ἕτερα δὲ βιβλία ἔχουσι καὶ τοῦτον τὸν στίχον μετὰ τὸ θά‐ νατος ἀνδρὶ ἀνάπαυσις· οὗ ἡ ὁδὸς ἀπεκρύβη ἀπ’ αὐτοῦ. ὁ δὲ νοῦς οὗτος· τοῦ θανάτου ἡ ὁδὸς ἀπεκρύβη ἀπὸ τοῦ ἀνθρώπου· οὐ γὰρ οἶδεν ὁ ἄνθρωπος, πότε ὁ θάνατος ἐφίσταται διὰ τὸ αἰφνί‐ διον.
15l3, 24 πρὸ γὰρ τῶν σιτίων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ
16lσυνεχόμενος φόβῳ.
17 αἰτίαν ἀποδίδωσι τοῦ ποθεῖν τὸν θάνατον· οὔτε γὰρ ἀστενακτί, φησίν, τροφῆς μεταλαμβάνω, ἀλλὰ καὶ πυκνὰ δακρύω δεδοικώς, μή τι ἄρα ἐγκατάλειψιν τελείαν ὑπὸ θεοῦ ὑπέμεινα. αἱρετώτερος δὲ τοῖς
20δικαίοις, ὡς φθάσαντες ἔφημεν, μυριάκις ὁ σωματικὸς θάνατος ἢ τὸ ὑποπτεύειν ἐγκατάλειψιν ὑπομεμενηκέναι παρὰ θεοῦ. καὶ ἄμεινον κρίνει ὁ λογικὸς ἄνθρωπος τὸ μηδὲ ὅλως γενέσθαι ἢ ἐν ἐγκαταλεί‐
ψει γενέσθαι θεοῦ.47

48

(1l)

3, 25 φόβος γάρ, ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συν‐
2lήντησέ μοι.
3φησί που ψάλλων ὁ μεγαλογράφος· ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθη‐ νίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. εἶτα ἐπιφέρει·
5ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τετα‐ ραγμένος. ὁ δὲ μέγας Ἰὼβ ἐξ ὑπερβαλλούσης φιλοσοφίας ἐν πλούτῳ καὶ εὐθηνίᾳ οὐκ εἶπεν· οὐ μὴ σαλευθ, ἀλλὰ καὶ σφόδρα ἐδε‐ δοίκει καὶ περιδεὴς ἦν, μή τι προσκρούσῃ θεῷ, μὴ ἐκτὸς τῆς θείας σκοπῆς γένηται. διὰ τοῦτο νῦν ἀγωνιᾷ καὶ τὸν θάνατον ποθεῖ ὑπο‐
10νοῶν, ὅτι τοῦτο πέπονθεν, ὅπερ ἐφοβεῖτο, καὶ ὁ ὑπ’ αὐτοῦ ποθού‐ μενος θεὸς ἀπεστράφη τὰ κατ’ αὐτόν.
12l3, 26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι
13lὀργή.
14οὐδέποτε, φησίν, ἀπεμερίμνησα, οὐ μετὰ τῆς ἁμαρτίας εἰρήνευσα,
15οὐκ ἐφησύχασα τοῦ ἀγαθοποιεῖν, τὴν ὀργὴν καὶ ἀποστροφὴν τοῦ θεοῦ
δεδοικὼς τὴν νῦν ἐπελθοῦσάν μοι.48

49

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΤΕΤΑΡΤΟΝ
2Ἀρχὴ τοῦ ῥητο· Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑπ‐ οίσει;
5tΠροθεωρία τοῦ κεφαλαίου
6 καὶ ταῦτα μὲν ὁ ἐν ταῖς βασάνοις κείμενος, ταῦτα ὁ ἐκ πλουσί‐ ων πένης, ὁ ἐκ πολυπαίδων ἄπαις, ὁ πᾶσιν ἐλεεινὸς καὶ ἀπερριμμέ‐ νος ἐφιλοσόφησεν. καὶ δέδειχε μέν, ὡς ἐπαισθάνεται τῶν ἀλγηδόνων· ἔξω δὲ γίνεται τοῦ σώματος ἐν αὐταῖς μέσαις ταῖς βασάνοις καὶ
10προφητεύει κατὰ θείαν χάριν καὶ τὸ περὶ ἀθανασίας ψυχῆς κάλλιστον εἰσηγεῖται μάθημα, δι’ ὧν διδάσκει μὴ συναπόλλυσθαι τοῖς σώμασι τὰς ψυχάς, ἀλλ’ ἐν ᾅδου τυγχάνειν. καὶ παιδεύει τοὺς πλουσίους καὶ παραμυθεῖται τοὺς ἐν ἀνάγκαις πέρας ἁπάντων εἶναι λέγων καὶ τῶν ἐν βίῳ φοβερῶν καὶ τῶν δοκούντων ἡδέων· καὶ ὅτι χρησίμως καὶ
15σφόδρα φιλανθρώπως ὑπὸ θεοῦ τοῖς ἀνθρώποις τὸ τοῦ θανάτου μυστή‐ ριον ᾠκονομήθη διὰ τὸ καὶ κακίαν ἐπέχειν καὶ πόνων φέρειν ἀνάπαυ‐ λαν· καὶ ὡς οὐ δεῖ καταφρονεῖν ἐν ταῖς εὐθηνίαις, ἀλλ’ ἐννοεῖν τοῦ βίου τὸ εὐμετάπτωτον καὶ δεδοικέναι· καὶ ὅτι τὸ ἀποθανεῖν ἄμεινον ἢ ἐν προσκρούσει γενέσθαι θεοῦ.
20ταῦτα οὐ νενοηκότες οἱ περὶ τὸν Ἐλιφάζ, ὑποπτεύσαντες δὲ49

50

βλασφημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ βίου, ἀλόγῳ κινοῦνται ζήλῳ· καὶ ἐκταραχθέντος αὐτοῖς τοῦ θυμικοῦ οὐκ εὐλόγῳ θυμῷ χρώμενοι κατὰ τοῦ δικαίου πλανῶνται περὶ τοὺς τῆς προνοίας λόγους· καὶ νομίζοντες, ὅτι δι’ ἁμαρτίας μόνον πάσχουσιν
5οἱ ἄνθρωποι, τὴν ὑπὲρ τοῦ θεοῦ δῆθεν συνηγορίαν ἀναλαβόντες, ὅτι δικαίως καὶ ὡς ἁμαρτωλὸν τιμωρεῖται τὸν Ἰώβ, προσθήκη τῶν ἀλγη‐ δόνων οἱ ἐπὶ παραμυθίαν ἥκοντες αὐτῷ γεγόνασιν. ποιοῦσι δὲ τοῦτο οὐ κακονοίᾳ τινί, ἀλλ’ οἰόμενοι τὸν ἑαυτῶν φίλον ἐπιστρέφειν καὶ καλλίονα ποιεῖν καὶ διὰ τοῦ ἐκφοβεῖν ἐπὶ μετάνοιαν προτρέπειν.
10διὸ καὶ ὑπὸ τοῦ κυρίου ἀγανακτοῦνται μὲν ὡς οὐ δίκαια λαλήσαντες, συγχωροῦνται δὲ ὡς οὐ κακονοίᾳ τινί, εὐνοίᾳ δὲ μᾶλλον τῇ περὶ τὸν δίκαιον καὶ τῇ πρὸς θεὸν εὐλαβείᾳ τὰ τοιαῦτα φθεγξάμενοι. ἔστιν οὖν οὐδὲ ἡ τῶν φίλων ἀντιλογία ἀνωφελὴς ἡμῖν, εἰ καὶ μὴ κατὰ τὸ δέον μηδὲ ἐν καιρῷ μηδὲ ἐπὶ προσώπου ταῦτα {μὴ} ὀφείλον‐
15τος ἀκούειν γέγονεν. πρῶτα μὲν γὰρ διδασκόμεθα μὴ ὡς ἔτυχε τὰς παραινέσεις ποιεῖσθαι, ἀλλὰ μετὰ πολλῆς εὐλαβείας καὶ δεήσεως τῆς πρὸς τὸν θεόν, ὅπως ἀπλανεῖς ἡμῶν καὶ ἀδιαστρόφους φυλάξῃ τοὺς λογισμούς, καὶ ὅτι οὐδεμία ὠφέλεια, μᾶλλον δὲ καὶ βλάβη τῷ μὴ κα‐ τὰ τὸ δέον κρίνοντι, κἂν ὑπὲρ θεοῦ δοκῇ ποιεῖσθαι τοὺς λόγους.
20χρὴ τοιγαροῦν, ὡς ἔφην, μετὰ φόβου θεοῦ ποιεῖσθαι τοὺς λόγους· πέφυκε γὰρ ὁ πονηρὸς ἐφεδρεύειν ἡμῶν ταῖς διαλέξεσι καὶ τὸ θυμι‐ κὸν τῆς ψυχῆς ἐκταράττειν μέρος, ὡς ἂν σκοτωθέντες τὸν νοῦν καὶ τῆς εὐθείας παρατραπέντες οἱ ἐπὶ ὠφελείᾳ πολλάκις συναχθέντες βλάβης αἴτιοι ἑαυτοῖς γενώμεθα.
25πιθανῷ δὲ προοιμίῳ χρησάμενος ὁ Ἐλιφὰζ ἐν μέσοις πλανᾶται50

51

τοῖς λόγοις καὶ πειρᾶται δεικνύναι, ὡς δι’ ἁμαρτίας πάσχει ὁ Ἰώβ, καὶ ἐπιστρέφειν τὸν ἐπεστραμμένον καὶ πρὸς θεοσέβειαν ἕλ‐ κειν τὸν ἄμεμπτον καὶ θεοσεβῆ καὶ παρ’ αὐτὰς μέσας τὰς ἀλγηδόνας τοιαῦτα φιλοσοφήσαντα.
5tΑἱ λέξεις
6l4, 1 Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·
7τουτέστιν· τοὺς τοῦ Ἰὼβ λόγους διαδεξάμενος.
8l4, 2 μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς
9lὑποίσει;
10 οἶσθα, φησίν, ὦ Ἰώβ, ὅτι οὐδέποτέ σοι λελαλήκαμεν λυπηρὰ ὥστε σε κοπῶσαι, οὐδέποτέ σου κατεφρονήσαμεν· νῦν δέ, ἐπειδὴ μὴ δυνά‐ μεθά σου φέρειν τὴν τραχύτητα τῶν ῥημάτων, εἰς ἀντιλογίαν ἤλθομεν.
13l4, 3—5 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκά‐
14lλεσας, ἀσθενοῦντας τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι
15lθάρσος περιέθηκας. νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ
16lδὲ ἐσπούδασας.
17 ἀναμνήσθητι τοιγαροῦν, ὡς πολλοὺς ὑπὸ συμφορῶν ἐκλελυμένους ὡς φίλος τοῖς παρακλητικοῖς σου λόγοις ἐπέρρωσας καὶ καταπεσόντας ὑπὸ τῆς ἀθυμίας θαρρεῖν παρεσκεύασας ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέ‐
20μενος. τί οὖν πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύ‐
νῃ, ἀλλὰ θορυβῇ καὶ σπουδάζεις ἀποθέσθαι τὸ βάρος; καίτοιγε ἐ‐51

52

χρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον λόγων μὴ ἐν ταῖς ἑτέρων μό‐ νον, ἀλλὰ κἀν ταῖς σαυτοῦ συμφοραῖς φιλοσοφεῖν. ἐπιτήρει δέ, ὡς πρὸς ταῖς ἄλλαις ἀρεταῖς μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφάζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα καὶ τὸν παρακλητικὸν
5μετὰ χάριτος θείας προέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν ταῖς συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως. ταῦτα μὲν οὖν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα, τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται.
9l4, 6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου
10lκαὶ ἡ κακία τῆς ὁδοῦ σου.
11 δέδεικται γάρ, φησίν, ἐπὶ τῶν πραγμάτων, ὅτι μάτην ἔλεγες τὸν θεὸν φοβεῖσθαι. ὁ γὰρ περὶ θεὸν φόβος περιεκτικός ἐστι τῶν ἀρε‐ τῶν. σὺ δὲ οὐ καθαρὸν τοῦτον ἐκέκτησο, ἀλλ’ ἐν κακίᾳ ὢν ἔλεγες φοβεῖσθαι θεὸν καὶ ἐλπίζειν ἐπ’ αὐτόν, ὅπερ ἐστὶν ἀφροσύνης.
15l4, 7—9 μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρ‐
16lριζοι ἀπώλοντο. καθ’ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα,
17lοἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. ἀπὸ προστάγματος
18lκυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
19ὅτι μὲν ὃ σπείρει τις τοῦτο καὶ θερίζει, κατὰ τὸν ἱερὸν ἀπό‐
20στολον πρόδηλον, καὶ καλῶς τοῦτο εἶπεν ὁ Ἐλιφάζ. ἐπειδὴ δὲ δεῖ
ἀροτριᾶν, εἶτα σπείρειν, εἶτα θερίζειν, ἀκολούθως ἐχρήσατο τῇ52

53

τροπῇ τοῦ λόγου. ἐκεῖνο δὲ οὐκ ἐνόησεν, ὅτι οὐ πάντως ἐνταῦθα αἱ ἀνταποδόσεις· πολλοὶ γὰρ τῶν φαῦλα πραξάντων ἀνελέγκτως ἀπῆλθον μὴ κολασθέντες ἐν τῷδε τῷ βίῳ, ἀλλὰ τηρούμενοι τῷ μέλλοντι δι‐ καίῳ κριτηρίῳ. οὐ καλῶς οὖν ἀπεφήνατο, ὅτι πάντως οἱ ἄδικοι ἐν‐
5ταῦθα κολάζονται, ἢ ὅτι πάντως οἱ ἀληθινοὶ καὶ δίκαιοι οὐ περι‐ πίπτουσιν ἐνταῦθα συμφοραῖς. οὗτοι γὰρ μάλιστα ὡς ἐπίπαν πάσχου‐ σιν, ἵνα καὶ δοκιμασθῶσιν. τὸ δὲ ὁλόρριζοι ἀντὶ τοῦ· αὐτοῖς τέκνοις καὶ περιουσίᾳ, ὅπερ πέπονθεν ὁ Ἰώβ. —πλανηθεὶς οὖν ὁ Ἐλιφὰζ ἀντιφθέγγεται τῇ
10γραφῇ. τῆς γὰρ γραφῆς εἰπούσης περὶ τοῦ Ἰώβ· καὶ ἦν ὁ ἄνθρω‐ πος ἐκεῖνος ἀληθινὸς αὐτός φησιν ὅτι· οὐκ εἶ ἀληθινός, ἢ γὰρ ἂν οὐδὲ ἐκ ῥιζῶν ἀπώλου. —τὸ δὲ ἀπὸ πνεύματος ὀργῆς αὐτοῦ ἀντὶ τοῦ· διὰ τῆς ἀπειλῆς τοῦ θεοῦ.
14l4, 10—12 σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων
15lἐσβέσθη· μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκυμνοὶ δὲ
16lλεόντων ἔλιπον ἀλλήλους. εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λό‐
17lγοις σου, οὐδὲν ἂν τούτων ἀπήντησέ σοι.
18 τὸν μυρμηκολέοντα οἱ μὲν οὐδὲ ὅλως εἶναί φασι ζῷον καθ’ ἱστο‐ ρίαν, ἀλλὰ κατὰ σύνθεσιν οὕτως εἰρῆσθαι. οἱ δὲ λέγουσιν, ὅτι καὶ
20ζῷόν ἐστι καὶ δίχα τροφῆς δύναται διαζῆν οὕτως αὐτὸ τοῦ θεοῦ κα‐
τασκευάσαντος. πρὸς μὲν οὖν τὴν ἱστορίαν πειρᾶται δεικνύναι ὁ53

54

Ἐλιφάζ, ὅτι οὐκ ἔστιν ἀληθινὸς ὁ Ἰώβ, φυσικοῖς χρώμενος παρα‐ δείγμασιν. εἰπέ μοι, γάρ φησιν, ὦ Ἰώβ, μὴ οἱ λέοντες τὴν οἰκείαν ἀλκὴν ἀπώλεσαν; οὐ μέχρι νῦν ἰσχυρόν ἐστι τὸ ζῷον ὁ λέων; μὴ τῶν δρακόντων ἐσβέσθη τὸ γαυρίαμα; οὐ μέχρι νῦν σῴζουσι τὴν αὐθάδει‐
5αν καὶ τὸ ἀπτόητον; μὴ ὁ μυρμηκολέων ἀπώλετο, καὶ ταῦτα μὴ τρεφό‐ μενος; μὴ οἱ τῶν λεόντων σκύμνοι ἀγεληδὸν ὥσπερ τὰ θρέμματα νέ‐ μονται; οὐ καθ’ ἑαυτοὺς ζῶσι καὶ ἕκαστος ἐν ἰδιάζοντι τόπῳ, ὡς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως ἐτάχθησαν; ὥσπερ οὖν, φησίν, ταῦτα τηροῦσι τῆς φύσεως τοὺς ὅρους, οὕτω καὶ σὺ εἰ ἦς ἀληθινὸς ὄντως καὶ μὴ
10μέχρι λόγων μόνον εἶχες τὸ θεοσεβές, οὐδὲν ἂν τούτων συνήντησέ σοι. κατὰ δὲ τὴν θεωρίαν τὰς ὁρμὰς τῶν παθῶν τοῖς θηρίοις ἀπεικασ‐ τέον, τὸν δὲ μυρμηκολέοντα τῷ διαβόλῳ, μύρμηκα μὲν ὄντα τοῖς εὐ‐ σεβέσιν, λέοντα δὲ τοῖς ἀσεβέσιν. εἰ μὴ εὗρεν, οὖν φησιν, τροφὴν
15παρὰ σοὶ ὁ διάβολος, τουτέστιν εἰ μὴ ἦς ἄδικος, ἀπώλετο ἄν, ἀντὶ τοῦ· ἄπρακτος ἔμενε καὶ αἱ τῶν παθῶν προσβολαὶ ἀπεσβέννυντο καὶ
διελύοντο.54

55

ταῦτα δὲ οὐχ ὡς τοῦ Ἐλιφὰζ οὕτω νοήσαντος ἐθεωρήσαμεν, ἀλλ’ ὡς δυναμένων τῶν ῥητῶν καὶ πρὸς ἀλληγορίαν τρέπεσθαι, ὅταν ἡ χρεία καλέσοι. οὐ γὰρ ἀποφαντέον, ὅτι ὁ Ἐλιφὰζ οὕτως ἐνόησεν, πλὴν οἱ παλαιότεροι ἐχρήσαντο τῇ θεωρίᾳ.
5l4, 12—16 πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ’ αὐτοῦ; φόβος
6lδὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ’ ἀνθρώπους, φρίκη δέ μοι
7lσυνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν. καὶ
8lπνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρ‐
9lκες, ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλ‐
10lμῶν μου, ἀλλ’ ἢ αὖραν καὶ φωνὴν ἤκουον.
11 κατὰ πολλὰς ἐννοίας τὰ παρόντα δυνατὸν νοῆσαι· ἢ γὰρ εἰς φόβον ἐνάγων τὸν Ἰώβ φησιν ὅτι· δεῖ σε φοβεῖσθαι, ὦ Ἰώβ, καὶ μὴ καταφρονεῖν τοῦ θεοῦ, ἐπειδήπερ οὐ μόνον καθ’ ἡμέ‐ ραν κολάζει, ἀλλὰ καὶ διὰ νυκτερινῶν ὄψεων, ὡς καὶ ἑτέρων διη‐
15γουμένων τὰ περὶ αὐτοῦ θαυμάσια ἤκουσα καὶ αὐτὸς ἐπειράθην πολ‐ λάκις ἐν ὕπνῳ φοβηθεὶς ὡς φρίξαι μου τὰς τρίχας καὶ σύντρομον γενέσθαι καὶ σεισμὸν ὑπομεῖναι τῶν ὀστῶν τὴν ἁρμονίαν καὶ δοκεῖν τι πνεῦμα ἐπιέναι μοι καὶ μηδὲν μὲν μεμορφωμένον ὁρᾶν, φωνῶν δὲ μόνον ἀκούειν ἠρέμα ἐκπληκτικῶς μοι προσπιπτουσῶν καὶ τρόμον ἐμ‐
20βαλλουσῶν. δεῖσον τοίνυν, φησίν, τὸν θεὸν τὸν καὶ δι’ ἐνυπνίων κολάζοντα. καὶ ἄλλως· φοβεῖσθαι σε προσήκει, φησίν, τὸν θεόν, ὦ Ἰώβ, οὗ
καὶ ἡ ἔννοια φοβερά· καὶ γὰρ καὶ παλαιοτέρων ἤκουσα τὰ περὶ αὐτοῦ55

56

ἐξαίσια διηγουμένων. καὶ ἔγωγε ὅταν εἰς νοῦν λάβω τὴν περὶ τῆς φύσεως αὐτοῦ μεγαλειότητα, καὶ μάλιστα, πῶς ἦν ἐν τῇ οἰκείᾳ μα‐ καριότητι πρὸ τοῦ τὸν κόσμον ποιῆσαι, πῶς δὲ καὶ νῦν ἐστι παντα‐ χοῦ ὢν καὶ ἔξω τοῦ παντὸς τυγχάνων ἐν τῇ ἑαυτοῦ περιωπῇ καὶ μα‐
5καριότητι, ταὐτὸν ὑπομένω τοῖς ἀωρὶ τῶν νυκτῶν βαθείας σιγῆς κατεχούσης τὰ πάντα ἐν πολλῇ τῇ ἡσυχίᾳ ὑπὸ τοῦ ἤχου τοῦ νυκτε‐ ρινοῦ καταπτοουμένοις, ὥστε καὶ φρίκην μοι συμβαίνειν καὶ τρόμον ἐν ταῖς τοιαύταις ἐννοίαις· καὶ γίνομαι μὲν ἐν διανοίᾳ ἀφανοῦς τινος καὶ ἀκαταλήπτου πνεύματος· εἰ δὲ καὶ διανασταίην ἐπὶ πλεῖ‐
10ον τοῖς λογισμοῖς, οὐδὲν ἐπιγινώσκω οὐδὲ καταλαμβάνω. τὸ γὰρ ἀν‐ είδεον τοῦ θεοῦ καὶ ἀκατάληπτον διαφεύγει τὴν ὀπτικὴν τῆς ψυχῆς δύναμιν, καὶ ὅσον ἄν τις ἀνέλθοι τοῖς λογισμοῖς, τοσοῦτον αὐτὸν τοῦ ζητουμένου ἡ εὕρεσις ἀπολιμπάνει. καὶ τὴν μὲν γὰρ φύσιν ἐ‐ στὶν ἀκατάληπτος, συναισθάνεται δὲ οὖν ὅμως ἡ διάνοια ὡσανεὶ αὔ‐
15ρας λεπτῆς καὶ φωνῆς ἠρεμαίας ἀναψυχούσης τὸν νοῦν, καὶ τῆς μὲν τοῦ θεοῦ ἐνεργείας ποιούσης συναισθάνεσθαι, τὴν μέντοι θείαν φύ‐ σιν οὐκ ἐπιδεικνύσης. παντελῶς γάρ ἐστιν ἀνέφικτος καὶ φρίκης γέμουσα καὶ σκοτοδινιᾶν τοὺς λογισμοὺς παρασκευάζουσα ἡ τοιαύτη θεωρία.
20 ἄλλως· μὴ φαυλίσῃς μου, φησίν, τοὺς λόγους καὶ τὴν παραίνε‐ σιν, ὦ Ἰώβ. καὶ γὰρ καὶ θείας ἀποκαλύψεως ἠξιώθην καὶ δι’ ὀνεί‐ ρων ὀπτασίαν ἐθεώρησα καὶ ἁγίου πνεύματος ἔλλαμψιν ἐδεξάμην· καὶ οἶδα μέν, ὅτι ἀνείδεός ἐστιν ὁ θεὸς ἁπλοῦς τε καὶ ἀκατάληπτος
τὴν φύσιν, πλὴν ὡς ἐν αὔρᾳ τινὶ λεπτῇ συναίσθησίς μοι θεία γέγο‐56

57

νεν. ταῦτα δὲ ἴσως φησὶν εὐπρόσδεκτον ἑαυτοῦ τὸν λόγον κατασκευ‐ άζων, ἵνα ἐν οἷς μέλλει λέγειν πίστεως ἄξιος εἶναι δόξῃ. κατὰ πάσας δὲ τὰς ἐννοίας φοβεῖν πειρᾶται τὸν Ἰὼβ καὶ εἰς μετάνοιαν ἐπιστρέφειν.
5l4, 17 τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου ἢ ἀπὸ
6lτῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
7 καὶ μὴ νόμιζε, φησίν, ὅτι ὀνειδιστικῶς σοι ταῦτα λέγω· καθό‐ λου γὰρ οὐδεὶς ἄνθρωπός ἐστιν ἄμεμπτος, ἀλλὰ κἂν ἀνθρώπους λάθῃ, τὸν παντεπόπτην ὀφθαλμὸν τοῦ θεοῦ τὸν ἀκριβῶς πάντα ἐπιστάμενον
10οὐ διαλανθάνει. τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου.
11l4, 18 εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκό‐
12lλιόν τι ἐπενόησεν.
13 οἱ γὰρ ἄγγελοι, φησίν, οἱ γνήσιοι αὐτοῦ θεράποντες, ὅσον πρὸς τὴν τοῦ θεοῦ ἀκρίβειαν οὐκ εἰσὶν ἄμεμπτοι. τὸ γὰρ οὐ πιστεύει
15ἀντὶ τοῦ· εἰ πρὸς τὴν ἑαυτοῦ ἀκρίβειαν ἐξετάσοι, εὑρήσει μὴ ἐν πᾶσι πιστούς. τὸ δὲ σκόλιόν τι ἐπενόησεν ἀντὶ τοῦ· τρεπτὴν αὐτῶν τὴν φύσιν κατεσκεύασεν, ὡς ἐνδέχεσθαι διὰ τῆς τροπῆς καὶ μέμψεως ἐντὸς γίνεσθαι, ὅπερ οὖν καὶ πεπόνθασιν αἱ ἀποστατικαὶ δυνάμεις, ἐπεὶ μὴ τὴν φύσιν ἄτρεπτον ἐκληρώσαντο, προαιρετικῶς
20τῆς οἰκείας στάσεως ἀπολισθήσασαι. παῖδας δὲ αὐτοῦ τοὺς ἁγίους
ἀγγέλους καὶ ἀνθρώπους φησίν.57

58

(1l)

4, 19—21 τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ
2lτοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον καὶ ἀπὸ πρωί‐
3lθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς
4lβοηθῆσαι ἀπώλοντο· ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλον‐
5lτο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
6 τί οὖν χρή, φησίν, λέγειν περὶ τῶν ἀνθρώπων τῶν χοϊκῶν; εἰ γὰρ ἄγγελοι πνεύματά τε ὄντες καὶ οὐρανὸν οἰκοῦντες οὐκ ἄμεμπτοι πρὸς τὴν θείαν ἀκρίβειαν, τί ἂν πάθοιμεν ἡμεῖς οἱ γήϊνοι καὶ γῆν οἰ‐ κοῦντες; εἰ γὰρ πλήξει θεός, οὕτω ῥᾳδίως δαπανώμεθα καὶ οὐδὲ ὅλην
10ἡμέραν ἀντέχομεν, ὡσπερανεὶ λάχανα ὑπὸ σκωλήκων βρωθέντα ἢ ἱμάτια ὑπὸ σητῶν δαπανηθέντα· ὥσπερ γὰρ ταῦτα, οὕτω καὶ ἡμεῖς ἐσμεν ἀσθενεῖς. θεὸς δὲ οὕτω δυνατὸς καὶ μετ’ εὐκολίας ἐξαφανίζων οὓς ἂν ἐθελήσῃ, ὅτι ὥσπερ ἀνθρώπῳ ῥᾴδιον τὸ φυσῆσαι, οὕτω θεῷ τὸ θε‐ λῆσαι μόνον καὶ ἀποξηρᾶναι.
15 τροπικῶς δὲ ὡς ἐπὶ ἀνέμου φυσῶντος καὶ ἀνθῶν ξηραινομένων διὰ τὸ παραστῆσαι τοῦ θεοῦ τὴν ἐξουσίαν 〈τοῖς λόγοισ〉 ἐχρήσατο. εἶτα, ἵνα μὴ δόξῃ λέγειν, ὅτι ἐπ’ ἐξουσίας ἅπαντα πράττων ἀκρίτως ἐπι‐ φέρει τὴν ὀργήν, φησὶν ὅτι· ταῦτα δὲ πάσχουσιν οἱ ἄνθρωποι οὐκ ἀκρίτως, ἀλλὰ διὰ τὸ μὴ ἔχειν σοφίαν, τουτέστιν· μὴ φοβεῖ‐
20σθαι τὸν θεόν. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου.
21l5, 1—2 ἐπικάλεσαι δέ, εἴ τις σου ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγ‐
22lγέλων ὄψει. καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ
23lζῆλος.58

59

τί οὖν, φησίν, ὑπὲρ τὴν ἀξίαν φθέγγῃ ἄνθρωπος ὤν; τοσοῦτον γὰρ ἀπολιμπάνεται θεοῦ ἄνθρωπος, ὅτι οὐ μόνον ἀόρατός ἐστιν ὁ θεὸς καὶ ἀκατάληπτος, ἀλλ’ οὐδ’, ἂν μυριάκις αὐτὸν ἐπικαλέσῃ, ἀποκρίνε‐ ταί σοι. τί δὲ λέγω περὶ θεοῦ, ὅπουγε καὶ οἱ αὐτοῦ λειτουργοί, οἱ
5ἅγιοι ἄγγελοι, ἀόρατοι τυγχάνουσιν ἡμῖν. σοφοῦ μὲν οὖν τὸ ταῦτα διανοεῖσθαι· τὸν δὲ ἄφρονα καὶ πεπλανημένον καὶ κατὰ θεοῦ θρασυνό‐ μενον ἡ δικαία τοῦ θεοῦ κίνησις καὶ ὁ ζῆλος—ἀντὶ τοῦ· τὸ μισο‐ πόνηρον τοῦ θεοῦ—ἀναιρεῖ. ἔστι δὲ καὶ καθόλου ἄφρονα νοῆσαι τὸν ὀργίλον, ἵνα ᾖ καθολικὸς ὁ λόγος, ὅτι παντὶ ἄφρονι καὶ ὀργίλῳ ἡ
10οἰκεία ὀργὴ θάνατον κατεργάζεται. παραινεῖ οὖν, μὴ θρασύνεσθαι κατὰ θεοῦ.
12l5, 3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας, ἀλλ’ εὐθέως ἐβρώθη αὐ‐
13lτῶν ἡ δίαιτα.
14ἐπειδὴ ἀντιπίπτει τῷ Ἐλιφὰζ τὸ καὶ ἀδίκους πολλάκις ἐν εὐημε‐
15ρίᾳ γίνεσθαι καὶ μάλιστα τὰ κατ’ αὐτὸν τὸν Ἰὼβ πρότερον ἐν εὐπρα‐ γίᾳ τυγχάνοντα, τὸ ἀντιπῖπτον ἐπιλύων ἔφη, ὅτι ὁ ἄδικος, κἂν γέ‐ νηται ἐν εὐπαθείᾳ τινὶ καὶ βεβαίως ἔχειν νομίσῃ τὰ ἀγαθά—τοῦτο γάρ ἐστι τὸ ῥίζας βαλόντας—, ἀλλ’ οὐκ ἐπὶ πολὺ διαμένει. δίαιταν δὲ τὴν πᾶσαν αὐτῶν οἰκίαν καὶ ἐν εὐθηνίᾳ διαγωγήν φησιν.
20εἶτα ἐπιφέρει τῶν ἀσεβῶν τὰ ἀποτελέσματα.59

60

(1l)

5, 4—5 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας. κολαβρισθείησαν
2lδὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. ἃ γὰρ ἐκεῖνοι
3lσυνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρετοὶ ἔσον‐
4lται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
5 ταῦτα πολλάκις μὲν συμβαίνει τοῖς ἀσεβέσιν. καὶ γὰρ ἐκληρονό‐ μησεν ὁ Ἑβραίων λαὸς τὴν γῆν τῆς ἐπαγγελίας τῶν προτέρων οἰκητό‐ ρων δι’ ἀσέβειαν ἀναιρεθέντων. οὐκ ἀεὶ δὲ ταῦτα συμβαίνει ἐν τῷ παρόντι βίῳ· αἱ γὰρ ἀνταποδόσεις οὐκ ἐνταῦθα πάντως, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ὥστε μὴ μετὰ διαιρέσεως τεθέντα οὐ καλῶς εἴρηται τῷ
10Ἐλιφάζ. τὸ δὲ πόρρω γένοιντο οὐκ εὐκτικῶς εἴρηται, ἀλλ’ ὡς πάντως συμβαῖνον· οἱ γὰρ χρόνοι ἀδιαφόρως κεῖνται, καὶ μάλιστα ἐν τῇ παρούσῃ γραφῇ. τὸ δὲ κολαβρισθείησαν ἀντὶ τοῦ· ἐπιτριβεί‐ ησαν, ἐξευτελισθείησαν· κόλαβρος γὰρ ὁ μικρὸς χοῖρος. οὐκ ἔ‐ σται δὲ ὁ ἐξαιρούμενος, ἐκ τῆς συνεχούσης δηλονότι πενίας·
15ὅμοιον δὲ τῷ οὐκ ἐξαιρούμενος τὸ οὐκ ἐξαιρετοὶ ἔσον‐ ται. τὸ δὲ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχὺς ἀντὶ τοῦ· ἐκρο‐ φηθείη, ἐξαφανισθείη.
18l5, 6—7 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ γῆς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει
19lπόνος, ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ ἀετῶν τὰ ὑψηλὰ πέ‐
20τονται. ἠρέμα δοκεῖ παραμυθεῖσθαι τὸν Ἰὼβ ἐν τούτοις ἐκ φυσικῆς παραινέ‐
σεως. οὐ γὰρ δεῖ σε, φησίν, δυσχεραίνειν ἄνθρωπον ὄντα καὶ πάσ‐60

61

χοντα· οὐ γὰρ ἀναισθήτων τὸ τιμωρεῖσθαι. ἀλλὰ καὶ τὰ πτηνά—ἀπὸ γὰρ τοῦ ἀετοῦ τὰ πάντα πτηνὰ λέγει—ἀπονώτερον ἡμῶν καὶ ἀμεριμ‐ νότερον ἐκληρώσαντο βίον.
4l5, 8—11 οὐ μὴν δέ, ἀλλ’ ἐγὼ δεηθήσομαι κυρίου· κύριον δὲ τὸν πάν‐
5lτων δεσπότην ἐπικαλέσομαι τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα,
6lἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· τὸν διδόντα ὑετὸν
7lἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ’ οὐρανόν· τὸν ποιοῦντα
8lταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα.
9καὶ ταῦτα μέν, φησίν, ὧδε ἐχέτω, ἐγὼ δὲ προσφεύγω θεῷ καὶ πρὸς
10τὴν αὐτοῦ καταφεύγω βοήθειαν. εἶτα ἐκδιηγεῖται· τοῦ θεοῦ τὴν ὑπερ‐ οχήν, πρὸς φόβον ἐνάγων τὸν Ἰὼβ καὶ διὰ τοῦ οἰκείου προσώπου πρὸς μετάνοιαν ἕλκων.
13l5, 12 διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖ‐
14lρες αὐτῶν ἀληθές.
15 τὸν μεταστρέφοντα τὰς βουλὰς τῶν μὴ ποιούντων τὸ ἀληθές, τουτ‐ έστι τὸν μὴ συγχωροῦντα κατὰ γνώμην τοῖς πανούργοις ἐκβαίνειν τὰ πράγματα, ἀλλὰ ῥᾳδίως, ὅταν ἐθέλῃ, τῶν τοιούτων ἀνατρέποντα τὰς κακοτεχνίας. χεῖρας δὲ τὰς πράξεις φησίν.
19l5, 13 ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὰς δὲ πολυπλόκων
20lἐξέστησεν.
21 ὁ καταλαμβάνων ἀντὶ τοῦ· ὁ ἐλέγχων, ὁ τὴν παρὰ ἀνθρώποις σοφίαν μωρίαν ἀποδεικνύς. πολυπλόκων δὲ τῶν σκολιῶν λέγει,
οὓς οἱ κυριολεκτοῦντες ἀγκυλογνώμονας καλοῦσιν. τὸ δὲ ἐξέστη‐61

62

σεν ἀντὶ τοῦ· ἠκύρωσεν, ἔξω τοῦ σκοποῦ στῆναι παρεσκεύασεν.
2l5, 14—15 ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν
3lψηλαφήσαισαν ἴσα νυκτί, ἀπόλοιντο δὲ ἐν πολέμῳ.
4διὰ τῆς ἡμέρας καὶ μεσημβρίας τὴν εὐημερίαν αἰνίττεται, ἵνα
5εἴπῃ, ὅτι ἐν αὐτῇ τῇ εὐθηνίᾳ καὶ τῇ ἀκμῇ τῆς εὐπραγίας οἱ ἄδικοι καὶ παρ’ ἑαυτοῖς σοφοὶ καὶ πανοῦργοι ἀδόκητον ὑπομενοῦσι τῆς εὐ‐ θηνίας τὴν μεταβολήν· σκότος γὰρ καὶ νύκτα τὸ δυσπραγεῖν φη‐ σιν. τούτοις δὲ συμβαίνει καὶ τὴν ἐκ πολεμίων ὑποστῆναι σφαγήν.
9l5, 15—16 ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· εἴη δὲ ἀδυνάτῳ
10lἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.
11 ὁ δὲ κατὰ θεόν, φησίν, ταπεινὸς καὶ οὐδεμίαν δύναμιν περιβε‐ βλημένος ἔχων τὴν εἰς θεὸν ἐλπίδα διαφεύξεται τῶν δυνατῶν τὴν ἐπήρειαν. τῶν δὲ μεγαλορρημόνων καὶ ἀδίκων καὶ μεγαλαύχων ἐμ‐ φράττεται στόμα, τουτέστιν· ἡ μεγαλόφρων ἰσχὺς κατασπᾶται.
15l5, 17—18 μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ
16lπαντοκράτορος μὴ ἀπαναίνου. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν
17lἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
18 μακαρισμὸν μὲν καλεῖ τὴν ἐπὶ τῷ σωφρονισμῷ παιδείαν. παραινεῖ δὲ καὶ τῷ Ἰώβ, ὡς διὰ ἁμαρτήματα παιδευομένῳ μὴ δυσχεραίνειν,
20ἱκετεύειν δὲ θεὸν τὸν καὶ τὴν πληγὴν ἐπαγαγόντα καὶ τὴν ἴασιν ἐπιθεῖναι δυνάμενον. χεῖρας δὲ θεοῦ τὰς δραστηρίους δυνάμεις
φησίν.62

63

(1l)

5, 19—21 ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ
2lἅψηταί σου κακόν. ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ
3lἐκ χειρὸς σιδήρου λύσει σε. ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ
4lοὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
5 τὸ ἑξάκις ἀντὶ τοῦ πολλάκις φησίν. εἶτα λέγει τὰ ὡς εἰκὸς συμβαίνοντα δυσχερῆ. μετὰ δὲ τὴν τούτων, φησίν, πεῖραν, ἐὰν εὐ‐ χάριστος ὀφθῇς ἐν τῷ ἑβδόμ, τουτέστι μετὰ τοὺς πολλοὺς πει‐ ρασμούς, τελευταῖον θεὸς οὐκέτι συγχωρεῖ σε παθεῖν. χεῖρα δὲ σιδήρου τὴν δραστήριον τοῦ σιδήρου δύναμιν λέγει, ἀντὶ τοῦ·
10οὐ συγχωρήσει σε ἐν πολέμῳ πεσεῖν. ἀλλὰ καὶ ἀπὸ γλώσσης πονηρᾶς καὶ συκοφαντεῖν ἐπισταμένης ἀποκρύψει σε· μάστιγα γὰρ γλώσ‐ σης τὴν πονηρίαν καὶ συκοφαντίαν φησίν. ἄφοβος δὲ τοῦ λοιποῦ διατελέσεις.
14l5, 22—24 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ
15lφοβηθήσῃ· θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι. εἶτα γνώσῃ, ὅτι
16lεἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
17 γνοῦς δέ, φησίν, τῆς εὐσεβείας τὴν δύναμιν καὶ τῆς εἰς θεὸν καταφυγῆς κατὰ μὲν τῶν ἀδίκων πλατὺ γελάσεις, τοὺς δὲ θηριώδεις ἀνθρώπους οὐ μὴ φοβηθήσῃ. καὶ γὰρ καὶ οὗτοι τὴν σὴν θεοσέβειαν
20αἰσχυνόμενοι οὐκέτι σοι πολεμεῖν αἱρήσονται. καὶ τότε τῇ πείρᾳ μαθήσῃ, ὡς εἰρηνεύσει σου μὲν ὁ οἶκος, ἡ δὲ πᾶσά σου τοῦ βίου διαγωγὴ οὐ μὴ ἁμάρτ, ἀντὶ τοῦ· οὐκ ἔξω τῶν χρηστῶν ἐλ‐
πίδων γενήσεται.63

64

(1l)

5, 25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ὥσπερ τὸ
2lπαμβότανον τοῦ ἀγροῦ.
3 ἀλλὰ καὶ πολύπαις ἔσῃ καὶ ὡραίων παίδων πατήρ· ἔσονταί σου γὰρ τὰ παιδία ὡς τὸ παμβότανον τοῦ ἀγροῦ ἀντὶ τοῦ· ὡς
5ἀγρὸς πάσαις βοτάναις ἀνθηρός.
6l5, 26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμε‐
7lνος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ’ ὥραν συγκομισθεῖσα.
8 ἀλλὰ καὶ πλήρης ἡμερῶν ὥσπερ σῖτος πεπληρωμένος καὶ εἰς το‐ μὴν ἐπιτήδειος τραφεὶς ἐν γήρᾳ καλῷ καταλύσεις τὸν βίον, ἢ
10ὥσπερ θιμωνιὰ ἅλωνος κατὰ καιρὸν εἰς τὰς ἀποθήκας συγκο‐ μισθεῖσα. θεώρει δέ, ὅτι πολυπαιδία καὶ πολυετία ἴδια πρὸς εὐ‐ δαιμονίαν τοῖς παλαιοῖς ἐνενόμιστο. θιμωνιὰν δὲ ἅλωνος ἔφη, ἵνα εἴπῃ, ὅτι ἐν πᾶσι κομῶν τοῖς ἀγαθοῖς μεταλλάξεις τὸν βίον.
14l5, 27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν·
15lσὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.
16ταῦτα μὲν οὖν οὕτως ἔχειν ἡμεῖς ἀκριβῶς ἐθεωρήσαμεν, σὺ δὲ
ἀναλογίζου, ποίων πλημμελημάτων ἐκτιννύων δίκην ταῦτα ὑπομένεις.64

65

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΠΕΜΠΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν.
5tΠροθεωρία τοῦ κεφαλαίου
6 ἐπειδὴ παρῄνεσεν ὁ Ἐλιφὰζ τῷ δικαίῳ πρὸς μετάνοιαν ἰδεῖν ὡς δι’ ἁμαρτίας τιμωρουμένῳ, εἰς ἄπρακτον μὲν αὐτῷ κατέληξεν ἡ συμ‐ βουλή. οὐ γὰρ ἔσχεν πείθειν, ὡς ἁμαρτωλὸς εἴη ὁ μηδὲν ἑαυτῷ συν‐ ειδὼς ἄτοπον, ὥστε καὶ πρὸς ἀντιλογίαν εἶδεν ὁ δίκαιος· καὶ ἀπο‐
10λογεῖται μέν, ὑπὲρ ὧν καὶ ὅλως λαλεῖ, καὶ οὐ τῇ σιωπῇ τὴν καρτε‐ ρίαν ἐπιδείκνυται, διὰ δὲ φυσικῶν παραδειγμάτων τῶν ἑαυτοῦ λόγων παραστήσας τὸ εὔλογον. καὶ ἅγιον ἀποκαλεῖ τὸν θεόν, καὶ ὅτι ἐπ’ αὐτῷ τὴν ἐλπίδα ἔσχε φησίν, τήν τε κεκρυμμένην αἰτίαν τῆς ἀθυμίας δημοσιεύει δεδοικέ‐
15ναι λέγων, μὴ τελείως αὐτὸν ὁ θεὸς ἐγκατέλιπεν. εἶτα καὶ τὰς οἰ‐ κείας ἐξαριθμεῖται συμφορὰς καὶ παραινεῖ μὴ πεποιθέναι ἐπὶ πλού‐ τῳ καὶ δυναστείᾳ· καὶ μέμφεται τοῖς φίλοις ὡς τὰς ἀνίας αὐτῷ διὰ τῶν λόγων φορτικωτέρας ἐργαζομένοις· καὶ παραινεῖ φοβεῖσθαι εἰς τὰ τοῖς πλησίον συμβαίνοντα βλέποντας.
20καὶ κάλλιστον πάντας ἀνθρώπους διδάσκει μάθημα, ὅτι πειρατήρι‐
όν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς. καὶ πάλιν ἐκτραγῳδεῖ τὰς65

66

οἰκείας συμφορὰς καὶ ἐξαιτεῖ τὸν θεόν, μνήμην αὐτοῦ καὶ ἐπισκοπὴν ποιήσασθαι. καὶ πάλιν ὑπὲρ τῶν οἰκείων ἀπολογεῖται λόγων καὶ τὴν ἀνθρωπίνην οὐδένειαν εἰς ἱκετηρίαν προβάλλεται, καὶ αἰτεῖ τὸν θε‐ όν, ἀμνηστίαν αὐτῷ χαρίσασθαι, εἴ τι αὐτῷ καὶ πεπλημμέληται.
5tΑἱ λέξεις
6l6, 1—3 ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀρ‐
7lγήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν. καὶ δὴ ἄμμου παρ‐
8lαλίας βαρύτεραί εἰσιν.
9lτοῦ Ἐλιφὰζ εἰρηκότος· εἰ γὰρ σὺ ἐνουθέτησας πολλούς,
10καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας, νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας καὶ ὡς ἀφιλοσόφου καὶ ἑαυτὸν παραμυ‐ θήσασθαι μὴ δυναμένου κατηγορήσαντος, ἀπαραμύθητον δεικνὺς τὴν
15συμφοράν, εἴθε, φησίν, ἐνδεχόμενον ἦν σταθμισθῆναι τὴν ἐκ θεοῦ ἐπενεχθεῖσάν μοι ὀργὴν καὶ τὸν ἐτασμὸν καὶ τὰς ὀδύνας ὁμοθυμαδὸν τάς τε τῆς ψυχῆς καὶ τοῦ σώματος, ὥστε φανερὸν γενέσθαι, ὡς καὶ αὐτῆς τῆς παραλίας ἄμμου βαρύτερά εἰσι τὰ συνέχοντά με καὶ ἀθυμεῖν
παρασκευάζοντα.66

67

(1l)

6, 3—4 ἀλλ’ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστι φαῦλα. βέλη γὰρ κυρίου
2lἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα·
3lὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
4ἀλλ’ ἐκφαυλίζετέ μου, φησίν, τὰ ῥήματα, ἐν ἀνέσει τυγχάνοντες
5καὶ οὐκ ἐννοοῦντες, ὡς αἱ παρὰ θεοῦ ἐπενεχθεῖσαι τῷ σώματί μου τιμωρίαι—βέλη γὰρ τὰς τιμωρίας φησίν—μετά τινος σφοδρότητος ἐκδαπανῶσί μου τὸ αἷμα καὶ τὴν ἰσχὺν καταναλίσκουσιν οὐδὲ φθέγ‐ γεσθαι ἀνωδύνως συγχωροῦσαι, ἀλλὰ κατὰ πάντα καιρὸν κατατιτρώσ‐ κουσαι.
10l6, 5—6 τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ’ ἢ τὰ σῖ‐
11lτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
12lεἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κε‐
13lνοῖς;
14φυσικοῖς καὶ αὐτὸς κεχρημένος παραδείγμασι καὶ τῶν ἑαυτοῦ λό‐
15γων τὸ εὔλογον δείκνυσι καὶ ὡς δικαίως οὐκ ἐπείσθη τῇ τοῦ Ἐλιφὰζ παραινέσει, ἀλλὰ πρὸς ἀντιλογίαν εἶδεν. ὥσπερ γάρ, φησίν, οὐ μά‐ την ἀνακράζει ὄνος ἄγριος, ἀλλ’ ὅταν ἐπιδεὴς γένηται τροφῆς, οὐδὲ βοῦς ἐπὶ φάτνης, εἰ μὴ ἐπιλείποι τὰ βρώματα, οὕτως οὐδὲ ἐγὼ ἠθύ‐ μουν, εἰ μὴ πρὸς ἔσχατον ἐληλάκειν κακῶν. πῶς δὲ καὶ πεισθήσομαι
20τῇ ὑμετέρᾳ παραινέσει μήτε τὸ εὔλογον ἐχούσῃ μήτε πρὸς παραμυθίαν ἐξηρτυμένῃ; ὥσπερ γὰρ ἄναλος ἄρτος οὐ βρώσιμος, οὕτω καὶ λόγοι διακενοὶ καὶ οὐκ ἔχοντες τὸ πιθανὸν ἢ τὸ εὔλογον πείθειν οὐ δύ‐ νανται τοὺς ἀκούοντας· γεῦμα γὰρ τὴν πειθὼ λέγει ἐπιμείνας τῇ τοῦ ἄρτου τροπῇ.
25διὰ τοῦτο καὶ ὁ ἀπόστολος ἔλεγεν· ὁ λόγος ὑμῶν πάντοτε67

68

ἐν χάριτι, ἅλατι ἠρτυμένος οἱονεὶ ἡδὺς καὶ νόστιμος, ἐπι‐ στύφων τε ὁμοῦ καὶ καταγλυκαίνων τοὺς ἀκούοντας. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· μὴ στένει λιμῶδες ὄναγρος παρ‐ ούσης χλόης· καὶ σαφέστερον τὸ φυσικὸν εἶπεν, ὅτι οὐ ζητεῖ ζῶον
5τροφὴν παρούσης τροφῆς.
6l6, 7 οὐ δύναται γάρ μου παύσασθαι ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά
7lμου ὥσπερ ὀσμὴν λέοντος.
8 πῶς δὲ καὶ ἐμαυτὸν παραμυθήσασθαι δύναμαι ὁ καὶ τὴν τροφὴν αὐ‐ τὴν ἀηδίας καὶ δυσωδίας μεστὴν βλέπων; καὶ τοῦτο δὲ ἐξ ἀνάγκης
10συμβαίνει τοῖς ἄγαν νοσοῦσι καὶ ἀνορεκτοῦσιν.
11l6, 8—9 εἰ γὰρ δοίη καὶ ἔλθῃ μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δώῃ
12lὁ κύριος. ἀρξάμενος ὁ κύριος τρωσάτω, εἰς τέλος δὲ μή με ἀνελέτω.
13 πρότερον ἴδωμεν, τίς ἡ ἐλπὶς τοῦ Ἰώβ, ἵνα καὶ τὰ παρόντα ῥήμα‐ τα κατεξετάσωμεν. μεμνήμεθα τοίνυν, ὣς ἔλεγε πρὸς αὐτὸν ἡ γυνή·
15μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρό‐ νον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτη‐ ρίας μου. προδήλου τοίνυν γεγονότος, ὡς ἤλπιζεν ἐκ θεοῦ σωτηρί‐ ας τυχεῖν, εὔδηλον, ὅτι ταύτην καὶ νῦν εὔχεται καί φησιν ὅτι· παιδεύσαι με ὁ κύριος, ἀλλ’ ἐν κρίσει καὶ μὴ ἐν θυμῷ.
20 ὥσπερ καὶ ὁ Δαυὶδ ἔλεγεν· κύριε, μὴ τῷ θυμῷ σου ἐλέγ‐ ξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με—οὐ γὰρ τὴν παιδείαν παρῃτεῖτο, ἀλλὰ τὴν μετ’ ὀργῆς—, τοῦτο τοίνυν κἀνταῦθά φησιν ὅτι· εἰ καὶ ἔτρωσεν, μὴ ἐπὶ πολὺ παρατεινέτω τὰς βασάνους·
τοιαύτην γὰρ καὶ τὴν ἐλπίδα κέκτημαι.68

69

(1l)

6, 10 εἴη δέ μου ἡ πόλις τάφος, ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’
2lαὐτῆς.
3 πρὸς μὲν ῥητὸν δοκεῖ λέγειν, ὅτι καὶ βέλτιόν μοι τὸ ἀποθανεῖν καὶ τάφον ἔχειν οἴκησιν ἀντὶ τῆς πόλεως, ἐφ’ ἧς ἔνδοξος ὣν ἐν εὐ‐
5ημερίᾳ διῆγον. πρὸς δὲ διάνοιαν, ἐπειδὴ τὴν ἐλπίδα τῆς σωτηρίας προσεδέχετο, φησὶν ὅτι· γένοιτο δέ με ἀπολαβόντα μου τὴν ἐλπίδα τῇ ἀρίστῃ πο‐ λιτείᾳ καὶ τῇ δικαιοσύνῃ ἐναποθανεῖν περιφρασσόμενον ὑπὸ τοῦ θεοῦ ὡς τὸ πρότερον· τοῦτο γὰρ σημαίνει τὸ φ’ ἧς ἐπὶ τειχέων
10ἡλλόμην ἐπ’ αὐτῆς. εἴτε τοίνυν διὰ τοῦ θανάτου, εἴτε διὰ τῆς ὑγείας, ἀπαλλαγὴν εὔχεται τῶν δεινῶν· οὐδὲν δὲ δυσχερὲς οὐδὲ παλίμφημον ἐφθέγξατο.
13l6, 10 οὐ μὴ φείσομαι· οὐ γὰρ ἐψευσάμην ῥήμασιν ἁγίου θεοῦ μου.
14τοιγαροῦν, φησίν, τῆς πρὸς ὑμᾶς ἀντιλογίας οὐ φείσομαι. οὐ γὰρ
15ἀνέχομαι ἕτερα μὲν ἔχειν κατὰ διάνοιαν, ἐναντία δὲ τῇ γνώμῃ προ‐ φέρειν ῥήματα, ἀλλὰ ἃ φρονῶ σὺν ἀληθείᾳ φθέγγομαι. διὰ ταύτην αὐ‐ τοῦ τὴν γνώμην καὶ τὴν σὺν ἀληθείᾳ παρρησίαν ἐπαινοῦσα αὐτὸν ἔφη‐ σεν ἡ γραφή· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄ‐ μεμπτος.
20ὅρα δὲ τὴν Ἀβραμιαίαν συγγένειαν, θεώρει τοῦ Ἰσαὰκ καὶ τοῦ
Ἰακὼβ τὸν οὐ μόνον κατὰ σάρκα, ἀλλὰ καὶ κατὰ τὴν εὐσέβειαν διά‐69

70

δοχον. περὶ μὲν γὰρ ἐκείνων ἔλεγεν ὁ θεός· ἐγὼ θεὸς Ἀβρα‐ ὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. τὸ δὲ τούτων γνή‐ σιον γέννημα, τί φησιν; οὐ γὰρ ἐψευσάμην ῥήμασιν ἁγίου θεοῦ μου. εἶδες ἀγάπην οἵαν ἔχει εἰς θεόν, πῶς τὸν ἐπὶ πάντων
5ἰδιοποιεῖται θεόν; ἐπαίνεσον αὐτοῦ καὶ τὴν διὰ πάντων ἀλήθειαν· καὶ σκόπει, μεθ’ ὅσης τῆς πρὸς θεὸν ἀγάπης τοὺς λόγους προέφερεν.
7l6, 11—14 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι
8lἀνέχεταί μου ἡ ψυχή; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού
9lεἰσι χάλκειαι; ἢ οὐκ ἐπ’ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ’ ἐμοῦ ἄπε‐
10lστιν. ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέ με.
11 μὴ γὰρ ἀνάλγητος ἢ λίθινος ἢ χαλκοῦς εἰμι; φησίν. οὐκ ἀνθρώπου σάρκα περίκειμαι; οὐκ ὀλιγοχρόνιος τυγχάνω; μηδεὶς οὖν ἀλγοῦντι μεμφέσθω καὶ ἀπαλλαγὴν αἰτοῦντι τῶν παρόντων δεινῶν. καὶ τὰ μὲν τοῦ σώματος τοιαῦτα· ὃ δὲ μάλιστα τὴν ἐμὴν ἀνιᾷ ψυχήν, τὸ ἐκ τῶν
15παρόντων τεκμαίρεσθαι, ὡς ὁ ὑπ’ ἐμοῦ ποθούμενος θεός, εἰς ὃν τὴν πᾶσαν μου τῆς ζωῆς ἐλπίδα ἀνήρτησα—τὸ γὰρ ἐπεποίθειν ἀντὶ τοῦ πέποιθα κεῖται τῶν χρόνων συνεχῶς ἐν παντὶ τῷ βιβλίῳ παρηλλαγμέ‐ νων—, ἐγκατέλειψέ με καὶ τῆς οἰκείας ἐπισκοπῆς καὶ τῶν οἰκτιρμῶν ἐγύμνωσεν.
20 διὰ ταῦτα μάλιστα ὁ δίκαιος ἠθύμει. καὶ σκοπείτω γε ἕκαστος τῶν τῇ θείᾳ τετρωμένων ἀγάπῃ, ὅσην ὀδύνην ἐμποιεῖ λογικῇ ψυχῇ τὸ ὑπ‐
οπτεύειν ἐγκαταλελεῖφθαι παρὰ τοῦ ποθουμένου θεοῦ. εἰ γὰρ οἱ γυ‐70

71

ναικὸς ἔρωτι τρωθέντες, εἶτα, ἐὰν ὑπεροφθέντες τύχωσιν, ἀβίωτον ἡγοῦνται τὸν βίον καὶ ἀφορήτοις ἀνίαις βάλλονται, τί ἂν πάθοι ψυ‐ χὴ τῇ εἰς θεὸν ἀγάπῃ τρωθεῖσα καὶ ἐγκατάλειψιν ὑπομεμενηκέναι νο‐ μίζουσα;
5 εἶτα ἐπιφέρει τὰ αὐτῷ συμβεβηκότα, ἐξ ὧν ὑπώπτευε παρῶφθαι πα‐ ρὰ τοῦ θεοῦ·
7l6, 15—18 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλεί‐
8lπων ἢ ὥσπερ κῦμα παρῆλθόν με. οἵτινές με διηυλαβοῦντο, νυνὶ ἐπι‐
9lπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· καθὼς τακεῖσα θέρ‐
10lμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, οὕτω κἀγὼ κατελείφθην ὑπὸ
11lπάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
12 κρύσταλλος μέν ἐστιν ἡ δυσδιάλυτος χιών, ἐφ’ ἧς καὶ βαδίζειν ἔ‐ στιν. ὥσπερ οὖν, φησίν, χείμαρρος ἐκλείπων ἢ κῦμα παρελθὸν ἢ χιὼν ἢ
15κρύσταλλος ὑπὸ ἡλιακῆς διαλυθέντα θέρμης οὐδὲ ἴχνος ἐγκαταλιμπά‐ νουσιν, τὸν αὐτὸν οἶμαι τρόπον ὡς μηδὲ ὄντα με ἐλογίσαντο, καὶ ταῦτα οἱ διὰ γένους ἐγγύτητα συμπαθεῖν ὀφείλοντες. ἔστι δὲ καὶ ἄλλο τι χαλεπώτερον· οἱ γὰρ πρότερόν με διευλαβούμενοι νῦν ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς. —τὸ δὲ ἔξοικος ἐγενόμην ἀντὶ
20τοῦ· πανέστιος ἀπόλωλα. τὰ παραπλήσια καὶ ὁ μέγας Δαυὶδ ἀποδυρόμενος ἔλεγεν· ἐπελή‐ σθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦ‐
ος ἀπολωλός.71

72

(1l)

6, 19—20 ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς δὲ Σαβῶν, οἱ διορῶντες·
2lκαὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες.
3 ἕτερος τῶν ἑρμηνευτῶν οὕτως ἐκδέδωκεν· ἀποβλέπουσιν εἰς ὁδοὺς Θαιμάν, ὁδοιπορίας Σαβὰ προσδοκῶσιν ἑαυτοῖς.
5 τοὺς ἐπὶ πλούτῳ τοίνυν καὶ δυναστείᾳ μέγα φρονοῦντας ἐκ τῆς καθ’ ἑαυτὸν μεταβολῆς νουθετεῖ, μὴ ἐλπίζειν ἐπὶ τῇ τούτων ἀδηλίᾳ. οἱ γὰρ προσέχοντες, φησίν, εἰς τὰς ὁδοὺς τῆς Θαιμὰν καὶ τὰς ἀτρα‐ ποὺς τῶν Αἰθιόπων (Σαβὰ γὰρ οἱ Αἰθίοπεσ)—τουτέστιν· οἱ ἐκ τῆς ἐμπορίας τῆς πρὸς τούτους κέρδη προσδοκῶντες—, μὴ πεποίθετε ἐπὶ
10χρήμασιν· αἰσχύνην γὰρ ὀφειλήσουσιν οἱ ἐπὶ τούτοις ἐλπίζοντες. ἢ καὶ ἄλλως ἔστιν ἐννοεῖν, ὡς χωρία ἐπιδείκνυσι πάλαι μὲν εὐ‐ δαίμονα, τότε δὲ ἔρημα καὶ ἐρείπια τυγχάνοντα καί φησιν, ὅτι· εἰς ταῦτα ἀποβλέψατε καὶ μὴ πιστεύετε τῇ τοῦ πλούτου ἀδηλότητι. εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο, παραινεῖ μὴ πεποιθέναι ἐπὶ χρήμα‐
15σιν ἢ δυναστείᾳ.
16l6, 21 ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ
17lἐμὸν τραῦμα φοβήθητε.
18 ἀλλ’ ἔστω, φησίν, ἐκεῖνοι παρεῖδόν με· διὰ τί καὶ ὑμεῖς, οἱ ἐμοὶ φίλοι, οὕτω πικροῖς τοῖς κατ’ ἐμοῦ λόγοις ἐχρήσασθε; εἶτα
20ἀρίστη τοῦ φιλοσόφου καὶ φιλοθέου συμβουλὴ τὸ δεῖν εἰς τὰς ἑτέρων προσέχοντας συμφορὰς εὐλαβέστερον ἕκαστον γίνεσθαι καὶ περίφοβον.
22l6, 22—23 τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ’ ὑμῶν ἰσχύος ἐπιδέο‐72

73

(1l)

μαι ὥστε σῶσαί με ἐκ χειρὸς ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί
2lμε;
3 καίτοιγε, φησίν, κατ’ οὐδὲν ὑμῖν ἐπαχθὴς γέγονα, οὐ χρήματα ᾔτησα παρ’ ὑμῶν, οὐκ ἐπικουρίαν τινά· καὶ διὰ τί σφοδρῶς οὕτω καὶ
5ἀνηλεῶς ἐπέθεσθέ μοι; κοινοποιεῖ δὲ τὸν λόγον πρὸς τὰ τοῦ Ἐλιφὰζ ἀποτεινόμενος ῥή‐ ματα·
8l6, 24—25 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ
9lμοι. ἀλλ’ ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα.
10 ἀλλ’ ἰδού, φησίν, ἡσυχάζω· διδάξατέ με, εἰ πεπλανημένως καὶ ἐσφαλμένως αἰτῶ τὸν θάνατον. οὐ βαρεῖαι καὶ ἀνύποιστοι αἱ συμφο‐ ραί; οὐκ ἐπιθυμητὸν ἀπαλλαγῆναι τῶν ἀλγηδόνων; ἀλλ’ ὡς ἔοικε ταὐ‐ τὸν τοῖς πολλοῖς πεπόνθατε—φορτικὸν γὰρ ἀεὶ τοῖς πολλοῖς ἡ ἀλή‐ θεια—, καὶ διὰ τοῦτο τῆς ἐμῆς ἀληθείας ἐκφαυλίζετε τὰ ῥήματα.
15l6, 25—27 οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι· οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥή‐
16lμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. πλὴν ὅτι ἐπ’
17lὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
18 ἀλλὰ μηδὲ συγκαταβῆτέ μοι, φησίν, μηδὲ ὡς ἐπιρρῶσαι βουλόμενοι τὰ πρὸς χάριν λαλήσητε· ἐλέγξατε δέ με μετὰ παρρησίας. οὐ γὰρ δέ‐
20δοικα ὑμῶν τοὺς ἐλέγχους, ἀλλὰ καὶ πρὸς ἕκαστον ἀντιλέγων ῥῆμα
νικήσειν ἐλπίζω. πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς73

74

τοῖς ὀνείδεσι μὴ τὴν συμφοράν, μὴ τὴν φιλίαν λογιζόμενοι ὡς ὄν‐ τως ἀπορφανισθέντα τῆς τοῦ θεοῦ βοηθείας.
3l6, 28—30 νυνὶ δὲ ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι. καθίσατε
4lδὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. οὐ γὰρ ἔστιν
5lἐν γλώσσῃ μου ἄδικον· ἢ οὐχὶ ὁ λάρυγξ μου μελετᾷ σύνεσιν;
6 σὺν παρρησίᾳ λαλήσω, καὶ οὐδὲν ὑμᾶς ἐρυθριάσας οὐδὲ προκρίνας τῆς ἀληθείας ὑμᾶς αὐτοὺς αἰτῶ καθίσαι μοι δικαστὰς καὶ δικαίας ἐξοῖσαι τὰς ψήφους. πιστεύω γάρ, μηδὲν ἄδικον λέξειν μηδὲ ἀσυνέ‐ τους ἢ φλυάρους προάξειν λόγους.
10ταῦτα δέ φησιν προκαλούμενος αὐτοὺς εἰς τὴν ἐξέτασιν.
11l7, 1—2 πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς
12lκαὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ ἢ ὥσπερ θεράπων δεδοι‐
13lκὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς, ἢ ὥσπερ μισθωτὸς ἀναμέ‐
14lνων τὸν μισθὸν αὐτοῦ.
15 ὥσπερ ἤδη καθίσας αὐτοὺς δικαστὰς ἄρχεται συνηγορεῖν τοῖς ἑαυ‐ τοῦ λόγοις καὶ δεικνύναι, ὡς οὐ μέμψεως ἄξιός ἐστι ποθῶν μεταλλά‐ ξαι τὸν βίον. ἐκ δύο δὲ τούτων αἰτιῶν εὔλογον ἑαυτοῦ κατασκευάζει τὴν ἐπιθυ‐ μίαν, μιᾶς μὲν ὅτι καθόλου κινδύνων μεστὸς ὁ ἐπίκηρος οὗτος βίος,
20ἔπειτα ὅτι πρὸς τῷ καθόλου καὶ τοῖς γενικοῖς φόβοις τε καὶ ἀγωνί‐ αις αὐτὸς διαφερόντως ταῖς ἀνηκέστοις περιβέβληται συμφοραῖς. γυμνάζει δὲ τέως τὸ καθόλου τοῦ βίου μοχθηρὸν καί φησιν· ἆρα
ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώ‐74

75

πων ὁ βίος; καὶ ὡς πᾶς ἄνθρωπος ἔοικεν αὐθημερινῷ μισθωτῷ, ὃς δι’ ὅλης ἡμέρας κάμνει, ἵνα μικρόν τι κομίσηται, ἢ θεράποντι δεδοικό‐ τι τὸν ἑαυτοῦ δεσπότην καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνον‐ τι, ἢ ἁπλῶς μισθωτῷ, εἰ καὶ μὴ αὐθημερινῷ, ἵνα μετὰ τοὺς πολλοὺς
5καμάτους λάβῃ τινὰ μισθόν; ταῦτα δὲ ἔφη δεικνύς, ὡς πειρασμῶν μὲν καὶ φόβων ἐμπέπλησται ἡμῶν ὁ βίος. εἰ δὲ καί τις εὖ πράττειν δόξει, ὀλίγης τινὸς ἀπο‐ λαύσεως τυχὼν τὸν πάντα χρόνον ἐν μόχθοις διάγει. δείξας δέ, ὡς καθόλου μοχθηρὸς ὁ βίος, ἐπὶ τὰ ἰδικῶς ἑαυτῷ
10συμβεβηκότα μετέρχεται καί φησιν·
11l7, 3—6 οὕτως καὶ ἐγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δε‐
12lδομέναι μοί εἰσιν. ἐὰν κοιμηθῶ, λέγω· πότε ἡμέρα; ὡς δ’ ἂν ἀνα‐
13lστῶ πάλιν· πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως
14lπρωί. φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας
15lγῆς ἀπὸ ἰχῶρος ξύων. ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως, ἀπ‐
16lόλωλε δὲ ἐν κενῇ ἐλπίδι.
17 κἀγὼ τοιγαροῦν εἷς γέγονα τῶν τὸν ἀνιαρὸν τοῦτον ἀντλούντων βί‐ ον, καὶ πολὺν ἤδη χρόνον ἐν ταλαιπωρίαις ἐξετάζομαι· τοῦτο γὰρ ση‐ μαίνει τὸ μῆνας κενούς. εἰ δὲ βούλεσθε τὰ ἴδια μοι συμβεβηκό‐
20τα μαθεῖν, εἰσὶ ταῦτα· αἱ νύκτες εἰς ἀνάπαυσιν τοῖς ἀνθρώποις ᾠκονομήθησαν, ἐγὼ δὲ παρὰ ταύτας ὀδυνῶμαι καὶ τὸν ἥλιον ἰδεῖν ἐπ‐ εύχομαι, 〈εἰ〉 ἴσως ἐν ἡμέρᾳ παραμυθίας τύχω τινός, ἡμέρας δὲ δια‐ λαμψάσης ταῖς ὁμοίαις ὀδύναις βαλλόμενος τὴν ἑσπέραν ποθῶ, καὶ
ταύτης ἐλθούσης ἐπὶ τοῖς ὁμοίοις κατεξετάζομαι μέχρι τῆς ἑτέρας75

76

ἡμέρας. καὶ εἴθε μέχρις ὀδυνῶν εἱστήκει τὸ πρᾶγμα· ἀλλ’ οἱ σκώλη‐ κες τίκτονται μὲν ἐξ ἐμοῦ, τὸ δὲ ἐμὸν καταδαπανῶσι σῶμα, καὶ οὕ‐ τω δριμεῖς ἰχῶρας ἐκρέω ὡς, ἐὰν ὀστράκου διαπορήσω, εἶτα ἐθελήσω βώλῳ τούτους ὑποδέξασθαι, αὐτὰς τήκουσι τὰς βώλους τῷ σφοδρῷ τῆς
5δριμύτητος. τί οὖν ταῦτα μὲν ὑπομένω; μακρὸν δὲ ἐλπίζων διάγειν βίον προσ‐ δοκῶ τινα μεταβολήν; ἀλλὰ καὶ οὗτός ἐστιν ὀλίγος, ὅσος ἂν ᾖ, καὶ θᾶττον ὠκυτάτου δρομέως πρὸς τὸ τέρμα ἐπειγομένου παρερχόμενος. πολὺς δὲ ἤδη καὶ παρῴχηκε χρόνος χρηστῆς ἐλπίδος οὐδεμιᾶς ὑποφα‐
10νείσης. οὕτω δὲ κατασκευάσας τὸν λόγον ἡμῖν ἀφῆκεν ἐννοεῖν, ὡς οὐκ ἐσφαλμένως ἐπόθει τὸν θάνατον μηδὲ μικρᾶς ἀξιούμενος τυχεῖν ἀνα‐ παύσεως. εἶτα ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν εἰς εὐχὴν διὰ μέσου τρέπεται καί φησιν·
15l7, 7 μνήσθητι οὖν, ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται
16lὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.
17 ὅμοια καὶ ὁ Δαυὶδ ηὔξατο λέγων· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. τὸ δὲ πνεῦμά μου ἡ ζωή ἀντὶ τοῦ· ἄνεμος, τὸ μηδέν. τὸ δὲ καὶ
20οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν, ἐπειδὴ τὰ παρῳχηκότα οὐκέτι τις δύναται λαβεῖν. οὐκ ἀγνοῶν δὲ τὸ τῆς ἀναστάσεως μυστήριον ταῦτα λέγει, ὡς ἐν τοῖς ἐφεξῆς ἐπιδείξομεν, ἀλλ’ ὅτι ὁ ἅπαξ ἀποθανὼν εἰς τοῦτον τὸν βίον ἐπ‐
ανελθεῖν οὐκέτι δύναται, εἰ καὶ διά τι μυστήριόν τινες ἀνέστησαν.76

77

(1l)

7, 8—10 οὐ περιβλέψεται ὁ ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου
2lἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ’ οὐρανοῦ.
3lἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι οὐ μὴ ἀναβῇ, οὐδ’ οὐ μὴ
4l〈ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον,〉 οὐδὲ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ
5lτόπος αὐτοῦ.
6 καὶ οὕτως, φησίν, ταχεῖά τίς ἐστιν ἡ τοῦ βίου τελευτή, ὅτι οἱ σήμερον ὁρῶντές με οὐ πάντως αὔριον βλέπουσιν· ἅμα τε γὰρ θελή‐ σεις, ἀπωλόμην—τοῦτο γὰρ σημαίνει τὸ οἱ ὀφθαλμοί σου ἐν ἐμοί—καὶ ἔοικα νέφει διαλυθέντι καὶ τὴν οἰκείαν σύστασιν ἀπο‐
10λέσαντι. ὁ γὰρ ἅπαξ ἀποθανὼν εἰς τὸν ἴδιον οἶκον οὐχ ὑπο‐ στρέψει οὐδὲ τὰ συνήθη πράττων ἐπιγνωσθήσεται· τοῦτο γὰρ σημαίνει τὸ οὐδὲ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτο.
13l7, 11 ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ
14lὢν τοῦ πνεύματός μου, ἀνοίξω πικρίας ψυχῆς μου συνεχόμενος.
15 τοιγαροῦν, φησίν, οὐκ ἐφησυχάσω, ἀλλὰ εὔξομαι καὶ δεηθήσομαι συνεχόμενος. τὰς δὲ παρούσας ἀνάγκας καὶ τὴν καταπικρανθεῖσαν ψυ‐ χὴν καὶ τὸ εὐτελὲς τῆς φύσεως εἰς ἱκετηρίαν προβάλλεται.
18l7, 12 πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ’ ἐμὲ φυλα‐
19lκήν;
20 ἐννόησον, φησίν, ὦ δέσποτα, ὅτι οὔκ εἰμι μέγα τι καὶ ἐξαίσιον τῶν σῶν κτισμάτων, οἷον θάλασσα ἢ κῆτος, ἀλλ’ εὐτελὴς καὶ μικρός
τις καὶ ἐξασθενῶ τοσαύταις περικλειόμενος συμφοραῖς. ὥσπερ δέ, φη‐77

78

σίν, τὴν θάλατταν καὶ τὰ ἐν αὐτῇ κήτη ὁρίοις περιέκλεισας, ἃ οὐχ ὑπερβαίνουσιν, οὕτω με ταῖς συμφοραῖς περιεστοίχισας, ἃς ὑπεξελ‐ θεῖν οὐχ εὑρίσκω. εἶτα καὶ εἰς οἰκτιρμοὺς ἐκκαλούμενος τὸν θεὸν ἐπάγει·
5l7, 13—14 εἶπα ὅτι· παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς
6lἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου· ἐκφοβεῖς με ἐν ὑπνίοις καὶ ἐν
7lὁράμασί με καταπλήσσεις.
8 κατ’ αὐτὸν γὰρ τῆς ἀνέσεως τὸν καιρόν, ὅτε προσδοκῶ μικρὸν ἀδο‐ λεσχῆσαί μου τοῖς λογισμοῖς καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύεσθαι, φο‐
10βερά μοι τὰ ἐνύπνια ἐφίστανται. συμβαίνει δὲ τοῦτο μάλιστα μὲν καὶ φυσικῶς τοῖς μεθ’ ἡμέραν πειραζομένοις, ὥς που καὶ ὁ σοφὸς ἔφησεν Ἐκκλησιαστής· ὅτι πα‐ ραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν. εἰκὸς δὲ καὶ τὸν διάβολον φάσματά τινα φοβερὰ δεικνύντα ἐκδειματοῦν αὐτὸν καὶ
15ἐκταράττειν καθ’ ὕπνους. ὁ δὲ μακάριος οὗτος οὔπω πληροφορηθείς, ὡς ἐξῃτήθη ὑπὸ τοῦ διαβόλου, οἴεται τὸν θεὸν καὶ ταῦτα καὶ τὰς βα‐ σάνους ἐπιφέρειν αὐτῷ.
18l7, 15—16 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανά‐
19lτου τὰ ὀστᾶ μου. οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω.
20 ἱκετεύω τοίνυν, λαβέ μου τὴν ψυχὴν καὶ ἀπάλλαξόν με τῆς ὀδύνης διὰ τοῦ θανάτου· οὐ γὰρ αἰώνιόν μέ τινα κατεσκεύασας, ἵνα νῦν μὲν
ἐνέγκω τὰς ἀλγηδόνας, τὸν ὕστερον δὲ χρόνον ἐν ἀναπαύσει ζήσωμαι.78

79

οὐδὲν οὖν αἰτῶ παρὰ τὸ σὸν δόγμα, δέσποτα, θνητόν με ἔπλασας καὶ οὐκ ἀθάνατον· ἐπάγαγέ μοι τὸν θάνατον. τὸ ὅμοιον καὶ Μωσῆς ἱκέτευε λέγων· εἰ οὕτω μοι μέλλεις ποιεῖν, ἀπόκτεινόν με.
5l7, 16 ἀπόστα ἀπ’ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.
6 κενός μου ὁ βίος ἀντὶ τοῦ· ἐκλείπω, οὐκέτι ἔχω ἰσχύν. τὰ ὅμοια καὶ Δαυὶδ ηὔχετο· ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μά‐ στιγάς σου, ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.
10l7, 17—18 τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν, ἢ ὅτι προσ‐
11lέχεις τὸν νοῦν εἰς αὐτὸν ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωὶ καὶ
12lεἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
13 τὸ τῆς τοῦ ἀνθρώπου φύσεως εὐτελὲς καὶ τοῦ θεοῦ περὶ αὐτὸν τὴν κηδεμονίαν εἰς ἱκεσίαν προβάλλεται.
15 τί γάρ ἐστιν ἄνθρωπος, φησίν, εἰς ἰδίαν φύσιν; οὐδέν. σὺ δὲ διὰ πλῆθος φιλανθρωπίας οὕτως αὐτὸν ἐμεγάλυνας, ὅτι καὶ προσέχειν ἀξι‐ οῖς αὐτῷ καὶ ἐπισκέπτῃ τὰ κατ’ αὐτὸν μετὰ σπουδῆς καθ’ ἡμέραν· τοῦτο γὰρ σημαίνει τὸ πρω. πλὴν ἐπειδὴ κρίμα καὶ δόγμα σόν ἐστι τὸ διαναπαύειν αὐτόν, τουτέστι τὸ παρασκευάζειν ἡμᾶς τελευτᾶν, μὴ
20μακρύνῃς μοι τὰς ἀλγηδόνας. διὸ καὶ ἐπάγει·
22l7, 19—20 ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με ἕως ἂν καταπίω τὸν79

80

(1l)

πτύελόν μου ἐν ὀδύνῃ; εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι πρᾶξαι;
2 οὐκ ἀποδυσπετῶν ταῦτα λέγει, ἀλλ’ ἱκετεύων μαθεῖν, μέχρι τίνος αὐτῷ τὰ τῶν ὀδυνῶν παρατείνεται, ἆρα μέχρις οὗ μηδὲ πτῦσαι μηδὲ φθέγξασθαί τι δυνηθείῃ;
5 παραπλήσια καὶ Δαυὶδ ἔλεγεν· ἕως πότε, ὁ θεός, ὀργι‐ σθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου, μνήσθητι, τίς μου ἡ ὑπόστασις. καὶ γὰρ κἀκεῖνος οὐ μεμ‐ φόμενος, ἀλλ’ ἱκετεύων ἔλεγε καὶ τὸ τῆς φύσεως ἀσθενὲς εἰς ἱκετη‐ ρίαν προυβάλλετο.
10 εἶτα καὶ μειζόνως ἐκμειλισσόμενος τὸν θεόν φησιν· εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι πρᾶξαι; ἀντὶ τοῦ· εἰ δὲ καὶ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; μάλιστα μὲν γὰρ οὐδὲ ἡ ἐμὴ ἁμαρ‐ τία εἰς σὲ ἀνατρέχει. τί δὲ καὶ ἔχω πρᾶξαι, εἰ μὴ εἰς τοὺς σοὺς οἰκτιρμοὺς καταφεύγειν;
15l7, 20 ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεν‐
16lτευκτήν σου; εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον.
17 ἀλλὰ καὶ οἶσθα, φησίν, δέσποτα, οἷα ταῖς ἐννοίαις ἐμβατεύων, ὡς πολλοὶ πολλάκις εἰς ἐμὲ τὸν σὸν ὁρῶντες θεράποντα ταῦτα ὑπομέ‐ νοντα καὶ παρορώμενον βλασφημοῦσι τὸ σὸν ὄνομα· καί εἰμί σου τρό‐
20πον τινὰ φορτίον, βάρους ῥημάτων καὶ βλασφημίας αἴτιος γινόμενος. κατεντευκτὴν οὖν αἴτιον καταβοήσεώς φησιν.
22l7, 21 καὶ διὰ τὶ οὐκ ἐποιήσω λήθην τῆς ἀνομίας μου καὶ καθαρισμὸν
23lτῆς ἁμαρτίας μου;80

81

καὶ ταῦτα πλήρης ἱκεσίας τὰ ῥήματα. τὸ γὰρ διὰ τ, ὡς πολλά‐ κις δέδεικται, ἱκετευτικῶς κεῖται ἢ καὶ ποθοῦντος τὴν αἰτίαν μα‐ θεῖν τῶν ἐτασμῶν. ὁ δὲ νοῦς οὗτος· οὐκ εἶ, φησίν, φιλάνθρωπος, οὐχ ἱκανὸς συγχω‐
5ρεῖν ἁμαρτίας καὶ καθαρὸν δεικνύναι διὰ πλῆθος οἰκτιρμῶν τὸν ἁμαρ‐ τήσαντα; διὰ τί μὴ κἀγὼ τῆς σῆς χρηστότητος ἀπολαύω;
7l7, 21 νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί.
8 καὶ τὸ ὀλιγοχρόνιον τῆς ζωῆς ἔπλεξε τῇ ἱκετηρίᾳ πανταχόθεν εἰς οἶκτον τὸν θεὸν ἐκκαλούμενος.
10 τὸ δὲ ὀρθρίζων οὐκέτι εἰμί τοιοῦτον ὑποβάλλει νοῦν· οὐ γάρ ἐστιν, φησίν, ὥσπερ ὕπνος ὁ θάνατος· μετὰ γὰρ τὸν ὕπνον οἱ ἄνθρωποι ὀρθρίζοντες πάλιν ἐν τῷ βίῳ τυγχάνουσιν, ὁ δὲ ἀποθανὼν οὔτε ὄρθρον προσδοκᾷ οὔτε μετὰ ἀνθρώπων διατριβήν. ταῦτα δὲ εἶπεν ὁ Ἰὼβ οὐδὲν μὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, κατὰ
15δὲ συγχώρησιν λέγων ὅτι· εἰ καὶ ἥμαρτον, μετὰ πάντων ὀφείλω τῆς τοῦ θεοῦ φιλανθρωπίας ἀπολαῦσαι. δέδεικται τοίνυν διὰ πάντων ἡ εὐσεβὴς καὶ φιλόθεος καὶ δικαία καὶ ἄμεμπτος τοῦ Ἰὼβ γνώμη, εἰ καὶ ἀσαφέστερον τῇ ἀπαγγελίᾳ τῶν
λόγων ἐχρήσατο.81

82

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΚΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρρῆμον τοῦ στόματός σου.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 εἰς ἀντιλογίαν τῶν νῦν εἰρημένων ὑπὸ τοῦ Ἰὼβ καθιστάμενος ὁ Βαλδὰδ μέμφεται μὲν αὐτὸν ὡς πολυρρήμονα, εἰς τοὺς αὐτοὺς δὲ τῷ Ἐλιφὰζ καὶ αὐτὸς ἐξεκυλίσθη λόγους ταῖς ἁμαρτίαις τὰς κακώσεις ἀκολουθεῖν ὑπολαμβάνων. ἐπεὶ δὲ ᾔδει ἀντιπῖπτον αὐτῷ, ὅτι εἰ καὶ Ἰὼβ ἥμαρτεν, διὰ τί οἱ παῖδες ἐτιμωρήθησαν, προκαταλαμβάνει καί
10φησιν, ὅτι καὶ αὐτοὶ δι’ ἁμαρτίας πεπόνθασιν· καὶ παραινεῖ μὲν τῷ δικαίῳ θεὸν ἱκετεύειν, πειρᾶται δὲ διὰ φυσικῶν παραδειγμάτων αὐ‐ τὸν πείθειν, ὡς δι’ ἁμαρτίας πάντως αἱ κολάσεις ἐπιφέρονται. πέ‐ πονθε δὲ καὶ αὐτὸς τὴν ὁμοίαν πλάνην τῷ Ἐλιφάζ, τὴν ὑπὲρ θεοῦ δῆθεν καὶ αὐτὸς συνηγορίαν ἀναδεξάμενος.
15 ἢ οὖν διὰ τοῦτο τῶν παίδων ἐμνήσθη, ἢ ὡς μηδὲν ἔχων φανερὸν ἁμάρτημα λέγειν κατὰ τοῦ Ἰὼβ ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετήγα‐ γεν· πλὴν οὐδὲ αὐτὸν ἀθῷον ἀφῆκεν πειρώμενος δεικνύναι, μὴ τοῖς
εὐσεβέσιν ἀλλὰ τοῖς ἀδίκοις τὰς κολάσεις ἀκολουθεῖν.82

83

(1t)

Αἱ λέξεις
2l8, 2—3 μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρρῆμον τοῦ στόματός
3lσου. μὴ ὁ κύριος ἀδικήσει κρίνων, ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ
4lδίκαιον;
5 ὡς φλυαρήσαντα μέμφεται τὸν Ἰὼβ καὶ οἴεται αὐτὸν ἐπιστομίζειν ἐκ τῆς τοῦ θεοῦ δικαιοκρισίας. οὐδὲ γὰρ ὁ τὰ πάντα, φησίν, ποιήσας εὐκόσμως καὶ ἐναρμονίως ἐπὶ σοῦ μόνου τὴν τοῦ δικαίου διετάραξεν ἰσότητα. ἠρέμα οὖν αὐτὸν πλήττει ὡς κατὰ τὸ δίκαιον καὶ δι’ ἁμαρτίας ὑπομένοντα.
10l8, 4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ
11lἀνομίας αὐτῶν.
12 εἰ γὰρ τὰ τέκνα σου, φησίν, ἥμαρτον, οὐ δικαίως ἐτιμωρήθησαν; τὸ δὲ ἐναντίον αὐτοῦ διὰ τὸ μηδὲν λανθάνειν τὸν θεὸν εἶπεν. ἐν χειρὶ δέ· ἐν τῇ πράξει, ἵνα εἴπῃ, ὅτι κατὰ τὰς ἑαυτῶν πρά‐
15ξεις ἀπέλαβον.
16l8, 5—7 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. εἰ καθα‐
17lρὸς εἶ καὶ ἀληθινός, δεήσεως ὑπακούσεταί σου. ἀποκαταστήσει δέ σοι
18lδίαιταν δικαιοσύνης· ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσ‐
19lχατά σου ἀμύθητα.
20 συμβουλεύω σοι τοίνυν, φησίν, δέεσθαι τοῦ θεοῦ μετὰ σπουδῆς, παντὸς προτιμοτέραν τὴν ἱκεσίαν ποιούμενον· τὸ γὰρ ὄρθριζε τοῦ‐ το δηλοῖ. καὶ εἰ ὄντως ἀληθινὸς εἶ καὶ οὐκ ἐπίπλαστος, ἀποκατα‐ στήσει σοι βίον καὶ διαγωγὴν πρέπουσαν δικαίῳ, ἵνα οὕτως εὖ πρά‐ ξῃς, ὡς ὀλίγα σου νομισθῆναι τὰ πρότερον ἀγαθά.
25κατανόει δέ, ὡς οἴεται ὁ Βαλδὰδ ἐν μέρει εὐλογίας κεῖσθαι τοῖς83

84

δικαίοις τῶν ἐν τῷδε τῷ βίῳ ἀγαθῶν τὴν ἀπόλαυσιν.
2l8, 8—9 ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πα‐
3lτέρων· χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν· σκιὰ γάρ ἐστιν ὁ βίος
4lἡμῶν ἐπὶ τῆς γῆς.
5 ζήτησον γάρ, φησίν, τὰ παλαιότερα καὶ ἀνερεύνησον τὰ ἐπὶ τῶν πατέρων· ἡμεῖς γὰρ χθὲς καὶ πρώην γεγόναμεν, καὶ ὅλος ἡμῶν ὁ βίος ὡς σκιὰ παρατρέχει, καὶ διὰ τὸ τοῦ βίου ὀλιγοχρόνιον οὐδὲ τὰ πολ—λὰ γνῶναι δυνάμεθα.
9l8, 10 ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξ‐
10άξουσι ῥήματα; οἱ πατέρες, φησίν, σὲ διδάξουσι καὶ δι’ ὧν ἔπραξαν καὶ δι’ ὧν ἐλάλησαν. τί δὲ λέγει, ὅτι διδάξουσί σε οἱ πατέρες; εὔδηλον, ὅτι διὰ τὰς ἁμαρτίας αἱ τιμωρίαι, καὶ ὅτι οὐ δυνατὸν εὐθηνίαν ἀδίκων κρατύνεσθαι.
15l8, 11—12 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ
16lπότου; ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βο‐
17lτάνη ξηρανθήσεται.
18 ὥσπερ, φησίν, οὐκ ἐνδέχεται πάπυρον ἢ βούτομον αὔξεσθαι ἢ θε‐ ρίζεσθαι τῆς τοῦ ὕδατος ἰκμάδος μὴ ἀπολαύσαντα, ἀλλὰ καὶ πᾶσα βο‐
20τάνη μὴ ἀρδευομένη ξηραίνεται, οὕτως ἄνευ εὐσεβείας ἀμήχανον ἀν‐ θρώπῳ εὐθηνίαν διαμεῖναι.
διὸ καὶ ἐπάγει·84

85

(1l)

8, 13—14 οὕτω τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων
2lτοῦ κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται. ἀοίκητος γὰρ αὐτοῦ ἔσται
3lὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
4τὸν αὐτὸν τοιγαροῦν τρόπον οὐ μέχρι τέλους ἡ τῶν ἀσεβῶν εὐημε‐
5ρία διαμένει, ἀλλὰ δίκην ἀράχνης διαλύεται πάσης αὐτοῦ τῆς εὐπρα‐ γίας ἀφανιζομένης. ἴχνη δὲ τὰς πορείας, τὰς ὁδούς φησιν, ἵνα εἴπη, ὅτι πανέστιος ἀπόλλυται· τοῦτο γὰρ σημαίνει τὸ ἀοίκητος αὐτοῦ ὁ οἶκος.
9l8, 15 ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ
10lαὐτοῦ οὐ μὴ ὑπομείνῃ.
11 ἐὰν γὰρ ὡς οἷόν τε ἀσφαλῶς δόξῃ πράττειν καὶ ἑδραίως τὰ καθ’ ἑαυτὸν διατίθεσθαι, ἐπιλάβηται δὲ αὐτοῦ ὁ θεός—ἀντὶ τοῦ· πληκτι‐ κῶς αὐτοῦ περιδράξηται—, οὐ μὴ ὑπομείνῃ.
14l8, 16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος
15lαὐτοῦ ἐξελεύσεται.
16 ὡς γὰρ πάπυρος, φησίν, καὶ βούτομον, κἂν ἰκμάδα ἔχωσιν ὕδατος, ἡλιακοῦ καύσωνος ἐπιπεσόντος ἀποξηραίνονται καὶ αἱ παραφυάδες αὐ‐ τῶν σήπονται—τοῦτο γάρ φησι τὸ ἐκ σαπρίας αὐτοῦ ὁ ῥά‐ δαμνος αὐτοῦ ἐξελεύσεται—, οὕτω καὶ οἱ ἀσεβεῖς πάσχουσι
20τῆς θείας ὀργῆς ἐπιπεσούσης. ἔοικε δὲ διὰ τῶν ῥαδάμνων, οἳ σημαίνουσι τὰς παραφυάδας ἢ κλά‐
δους ἢ ἄνθη, τὴν ἀπώλειαν τῶν παίδων τοῦ Ἰὼβ αἰνίττεσθαι.85

86

(1l)

8, 17—18 ἐπὶ συναγωγῇ λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
2lἐὰν δὲ καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν.
3 ἐοίκασι γάρ, φησίν, οἱ ἀσεβεῖς τοῖς ἐν γῇ φυτευθεῖσι μὴ ἐχού‐ σῃ βάθος, ἀλλὰ λιθώδει καὶ σκληρᾷ τυγχανούσῃ. ἢ γὰρ οὐδὲ ὅλως ῥι‐
5ζοῦνται, ἢ, κἂν ῥιζωθῶσιν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς ξηραίνονται, ὡς μηδὲ φαίνεσθαι ἔτι ἐν τῷ τόπῳ. τὸ γὰρ ἐὰν καταπίῃ ἀντὶ τοῦ· ἐὰν ῥιζωθῇ, τὸ δὲ ὁ τόπος ψεύσεται αὐτὸν ἀντὶ τοῦ· ἀφανῆς γίνεται καὶ ἀνεπίγνωστος ὑπὸ τῆς συμφορᾶς. καλῶς δὲ ἔοικε λίθων καὶ χαλίκων μεμνῆσθαι. οἱ γὰρ ἀσε‐
10βεῖς ἐπὶ τῇ τῶν φαύλων τραχύτητι καὶ ἀνωμαλίᾳ ἐπαναπαύονται· κἂν δόξωσί τινα δέχεσθαι θεοσεβείας λόγον, εὐθέως ἐμοῦσιν αὐτὸν διὰ τὸ μὴ ἔχειν εὔγειον καὶ καρποφόρον ψυχήν.
13l8, 18—19 οὐχ ἑώρακας τοιαῦτα, ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη;
14ταῦτα, φησίν, καὶ ἐκ τῶν ἑτέροις συμβεβηκότων ὀφείλεις θεωρῆ‐
15σαι.
16l8, 19—20 ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· ὁ γὰρ κύριος οὐ μὴ ἀπο‐
17lποιήσεται τὸν ἄκακον.
18 ὥσπερ δέ, φησίν, τοὺς ἐν εὐημερίᾳ ἀσεβεῖς ὁ θεὸς ἐξαφανίζει, οὕτω καὶ τοὺς ἀκάκους, ἐὰν ἔν τινι δυσπραγίᾳ γένωνται, παρασκευά‐
20ζει ἀναβλαστῆσαι καὶ ἐν εὐθηνίᾳ καθίστησιν. οὐ γὰρ εἰς τέλος ὁ ἄκακος περιορᾶται, οὐδὲ ὁ ἀσεβὴς εἰς τέλος εὐθηνεῖται.
ἐπιμείνας δὲ τῇ τροπῇ τῶν βοτανῶν τὸ ἀναβλαστήσει τέθεικεν.86

87

(1l)

8, 20—22 πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται· ἀληθινῶν δὲ στόμα ἐμ‐
2lπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἀγαλλιάσεως. οἱ δὲ ἐχθροὶ αὐ‐
3lτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.
4καὶ τὰ μὲν δῶρα τῶν ἀσεβῶν οὐ δεκτὰ παρὰ τῷ θεῷ, τοὺς δὲ ἀλη‐
5θινοὺς χαρᾶς ἐμπλήσει, ὡς εὐθηνουμένους ἀγαλλιᾶσθαι καὶ δοξάζειν τὸν θεόν. καὶ οἱ μὲν τῶν δικαίων ἐχθροὶ αἰσχύνην ὀφλήσουσι, τῶν δὲ ἀσεβῶν πᾶσα διαγωγὴ ἀνατραπήσεται. δι’ ὅλων δὲ καὶ οὗτος δεῖξαι ἐπειράθη, ὡς ἡ μεταβολὴ
τῷ Ἰὼβ διὰ ἀσέβειαν γέγονεν.87

88

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΒΔΟΜΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἐπ’ ἀληθείας οἶ‐ δα, ὅτι οὕτως ἐστίν. πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ;
4tΠροθεωρία τοῦ κεφαλαίου
5 τοῦ Βαλδὰδ εἰρηκότος· μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον, συντρέχει καὶ ὁ Ἰὼβ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ φάσκων· π’ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. ἀποφηνάμενος δὲ μετὰ πολλῆς τῆς πληροφορίας δίκαιον τὸν θεόν φησιν, ὅτι καὶ σοφός ἐστι καὶ δυνατὸς καὶ μέγας,
10καὶ χαλεπὸν πάντῃ πρὸς θεὸν ἀντιτείνειν. εἶτα κατασκευάζει διὰ πλειόνων τοῦ θεοῦ τὸ δυνατὸν καὶ ἀκατάληπτον καί φησιν, ὅτι οὐ‐ δεὶς δίκαιος παρὰ τῷ θεῷ, εἰ μὴ κατὰ χάριν, καὶ ὅτι οὐδὲν μὲν σύνοιδεν ἑαυτ, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωται. εἶτα τοῦ βίου τὸ ὀλιγοχρόνιον εἰς ἱκεσίαν προβάλλεται καί φησιν
15ὅτι· εἰ ὡς ἀσεβὴς κολάζομαι, ἄμεινόν μοι ἦν τὸ ἀποθανεῖν. ὑπὸ δὲ τῆς πολλῆς περὶ θεὸν ἀγάπης τὸν ἐμπαθῆ φόβον ὑπερβάς, ἐπειδὴ μὴ πείθει τοὺς φίλους, ὅτι οὐ δι’ ἁμαρτίας κολάζεται, πρὸς τὸν ἀδέκαστον θεὸν ἡδέως τὴν ἑαυτοῦ λέγει δίκην, σφόδρα θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ, εἰδὼς ὅτι οὐκ ἀνέξεται κύριος ἄδικόν τι
20φθέγξασθαι. ταῦτα οὖν οὐ τραχυνομένου τυγχάνουσι τὰ ῥήματα, ἀλλ’ ὡς υἱοῦ πρὸς πατέρα παρρησιαζομένου καὶ μονονουχὶ λέγοντος· ἡδέως
σοι, ὦ πάτερ, δικάζομαι· οἶδα γάρ, ὅτι ψεύσασθαι οὐκ ἀνέχῃ. ὁ δὲ88

89

ταῦτα λέγων ὑπερβαλλόντως τιμᾷ τὸν θεὸν ὡς δίκαιον καὶ ἀληθῆ καὶ ἀπροσωπόληπτον. ἐκ τοιαύτης οὖν διαθέσεως τὴν πρὸς θεὸν αἰτεῖ διαδικασίαν, καὶ πάλιν, ἐπειδὴ ὅλως ἐτόλμησεν λαλῆσαι, σύγγνωθι, φησίν, δέσποτα·
5αἱ γὰρ περιστᾶσαι ὀδῦναι καὶ ὅλως φθέγξασθαί με παρεσκεύασαν. καὶ πάλιν τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ ἀμνησίκακον καὶ μεγαλόδωρον προ‐ ίσχεται καὶ ἱκετεύει ὡς ποιητὴν φείσασθαι τοῦ ποιήματος· καὶ τὸ δυνατὸν τοῦ θεοῦ παρίστησι καὶ αἰτεῖ τινος ἀναψύξεως τυχεῖν πρὸ τελευτῆς, οὐχ οὕτως, οἶμαι, διὰ τὸ τῶν βασάνων ἀπαλλαγῆναι, ὡς
10ἵνα πληροφορηθῇ ζῶν, ὅτι οὐκ ὀργίζεται αὐτῷ ὁ θεὸς οὐδὲ ἀπορρίπ‐ τει αὐτὸν εἰς σκότος ἐκ τοῦ φωτεινοτάτου ἑαυτοῦ προσώπου.
12tΑἱ λέξεις
13l9, 2 ἐπ’ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν.
14οἶδα, φησι, κἀγώ, ὅτι οὐκ ἄδικος ὁ θεός, ἀλλὰ καὶ κολάζων τοὺς
15ἀσεβεῖς κατὰ τὸν τοῦ δικαίου κολάζει λόγον. δεικνὺς δέ, ὅτι τοῦ‐ το τὸ δόγμα παρ’ ἑαυτῷ πάγιον ἔχει, οἱονεὶ μεθ’ ὅρκου πιστοῦται τὸν λόγον φήσας· π’ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. οὕτω δὲ προοιμιάσατο τοὺς ἐφεξῆς ἑαυτοῦ λόγους προασφαλιζόμε‐ νος, ἵνα ὅταν λέγῃ· ἡδέως κρίνομαι πρὸς θεόν, μή τις ὑπολάβῃ, ὅτι
20ὡς ἄδικα πάσχων τοῦτό φησιν, ἀλλ’ ὅτι θαρρῶν τῇ τοῦ θεοῦ δικαιο‐ κρισίᾳ καὶ τῇ ἑαυτοῦ δικαιοσύνῃ καὶ τῇ περὶ θεὸν ἀγάπῃ τοὺς λό‐ γους προφέρει.
ὅτι μὲν οὖν οὐδὲν ἑαυτῷ σύνοιδεν ἁμάρτημα, πρόδηλον ἐκ τῶν ἑαυ‐89

90

τοῦ λόγων· ἐπιστάμενος δέ, ὡς πρὸς τὴν θείαν ἀκρίβειαν οὐδείς ἐστιν ἀναμάρτητος, ἐπιφέρει καί φησιν·
3l9, 2—4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; ἐὰν γὰρ βούληται
4lκριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτοῦ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λό‐
5lγον αὐτοῦ ἐκ χιλίων. σοφὸς γάρ ἐστι διανοίᾳ κραταιός τε καὶ μέγας.
6 ἀλλὰ καὶ τοῦτο οἶδα, φησίν, ὅτι οὐδεὶς πρὸς τὴν θείαν ἀκρίβει‐ αν δίκαιος, εἰ μὴ γὰρ μόνον κατὰ χάριν ἐθελήσῃ δικαιῶσαι· εἰ δὲ μή, οὐκ ἔστι πρὸς αὐτὸν διᾶραι. ἐὰν γὰρ ἐθελήσῃ ὁ θεὸς κρίνεσθαι μετὰ ἀνθρώπου, ἀμηχανεῖ ὁ ἄνθρωπος ὅλως ὑπακοῦσαι καὶ διᾶραι τὸ
10στόμα. οὐ γὰρ δύναται χιλίους λόγους λέγοντος τοῦ θεοῦ πρὸς ἕνα γοῦν καὶ μόνον ἀντειπεῖν, ὅτι κακῶς ἐρρέθη. τὴν γὰρ αὐτοσοφίαν ἀμήχανον μὴ πάντα εἰδέναι καὶ τὰ ἡμᾶς διαλανθάνοντα, ἀμήχανον δὲ καὶ ἄσοφόν τι λαλῆσαι ἢ ἐπιλήψιμον. μετὰ δὲ τοῦ σοφοῦ ἔχει καὶ τὸ παντοδύναμον καὶ τὸ τῆς φύσεως μεγαλεῖον.
15 πάλιν δὲ σημειωτέον, ὡς ταῦτα προεῖπεν ὁ δίκαιος μονονουχὶ λέ‐ γων τὸ τοῦ μακαρίου Δαυίδ· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπι‐ όν σου πᾶς ζῶν, ἵνα, ἐὰν ἀκούσωμεν αὐτοῦ βουλομένου κρίνεσθαι πρὸς θεόν, μὴ ὑπολάβωμεν, ὅτι φησίν· ἄδικα πάσχω καὶ δύναμαι κρι‐
20νόμενος πρὸς θεὸν ἀπελέγξαι αὐτὸν οὐ δίκαια ποιοῦντα—ἄπαγε, πόρρω γὰρ ταῦτα τῆς τοῦ μεγάλου καὶ φιλοθέου Ἰὼβ μεγαλονοίας—, ἀλλ’ ἵνα μάθωμεν, ὅτι τὰς μὲν παρὰ ἀνθρώποις κρίσεις φεύγει οἷα ἢ κατὰ ἄγνοιαν λαλούντων ἢ πρὸς χάριν τινός, ὃ δὴ πεπόνθασιν οἱ αὐ‐
τοῦ φίλοι πεπλανημένοι περὶ τοὺς τῆς προνοίας λόγους καὶ οἰόμενοι90

91

θεῷ συνηγορίαν νέμειν διὰ τοῦ καταψηφίζεσθαι τοῦ δικαίου, ἀξιοῖ δὲ καὶ ἱκετεύει, αὐτὸν αὐτῷ καταστῆναι τὸν ἀψευδῆ θεὸν εἰς κρίσιν, ὡς ἂν διὰ τῆς τοῦ θεοῦ ἀληθείας ἀποδειχθῇ μὴ δι’ ἁμαρτήματα κολα‐ ζόμενος.
5l9, 4 τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
6 ἀλλ’ οὐδὲ τραχυνόμενός τις, φησίν, κατὰ θεοῦ ἀτιμώρητος ἀπέρχε‐ ται. πάλιν καὶ τοῦτο προασφαλιζόμενος τέθεικεν, ἵνα γνῶμεν, ὅτι οὐδαμοῦ τραχυνόμενος, ἀλλ’ ἱκετεύων καὶ θαρρῶν τῇ τοῦ θεοῦ ἀλη‐ θείᾳ τοὺς λόγους προφέρει. ὁ γὰρ εἰδὼς μὴ συμφέρον εἶναι σκληρὸν
10φαίνεσθαι κατὰ θεοῦ οὐκ ἂν αὐτὸς ἐτραχύνετο, καίτοι μηδὲ πολλοῦ παρελθόντος χρόνου, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἐφεξῆς λόγοις 〈...〉. οὕτω δὲ προοιμιασάμενος καὶ ἱκανῶς ἡμῶν τὴν γνώμην ἀσφαλισάμε‐ νος τὴν τοῦ θεοῦ δύναμιν ἐξηγεῖται, ὡς ἂν ἑκάστῳ διὰ τούτων παραι‐ νῶν, μηδ’ ὅλως τολμᾶν ἀντιφθέγγεσθαι τῷ τοσούτῳ μὲν τὴν δύναμιν,
15τοσούτῳ δὲ τὴν ἰσχὺν καὶ τὴν μεγαλειότητα καὶ μὴ ἀνεχομένῳ κατὰ μηδὲν ταράξαι τὸ δίκαιον.
17l9, 5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ.
18 πρὸς μὲν ῥητόν· ὁ καὶ τὰ ὄρη, φησίν, ἐξαφανίζων μετ’ εὐκολίας. τὸ ὅμοιον καὶ ὁ Δαυὶδ ἔφη· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ
20καπνίζονται. πρὸς δὲ διάνοιαν· ὁ παραφέρων τὰς ἐπιβουλὰς τὰς ὑπερεχούσας τοῦ πονηροῦ ἐκ τῶν ἀνθρώπων καὶ ἀγνοούντων αὐτῶν.
23l9, 6 ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σα‐
24lλεύονται.91

92

στύλους τὰ στηρίγματά φησιν· ἐν αὐτῷ γάρ ἐστι τῷ θεμελιώσαντι καὶ στηρίξαντι, ὡς αὐτὸς οἶδεν, καὶ σαλεῦσαι. ὅμοιον τὸ ἐν Ψαλ‐ μοῖς· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέ‐ μειν.
5l9, 7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ τῶν ἄστρων κατα‐
6lσφραγίζει.
7 κατασφραγίζει ἀντὶ τοῦ· ἀποκλείει. δύναται, φησίν, καὶ τῷ ἡλίῳ ἐπιτάττειν, κατὰ χώραν μένειν καὶ μὴ ἀνατέλλειν, καὶ τὰ ἄστρα ἀποκλείειν, ὥστε μὴ φωτίζειν αὐτά.
10l9, 8 ὁ τανύσας τὸν οὐρανὸν μόνος
11ἀλλὰ καὶ τὸν οὐρανόν, φησίν, μετ’ εὐκολίας διέτεινεν.
12l9, 8 καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης.
13 κατὰ μὲν τὴν ἱστορίαν· ὁ καὶ τὴν θάλασσαν, φησίν, ὑπὸ πόδας ἔχων καὶ διὰ τὸ τῆς φύσεως ἄυλον διὰ πάντων ὁδεύων καὶ πᾶσιν ἐφ‐
15ιστάμενος. ἔοικε δὲ προφητικῶς καὶ τὴν ἐνανθρώπησιν τοῦ λόγου σημαίνειν, ὅτε πρὸς τὴν ἀποστολικὴν ὁ κύριος ὁλκάδα παρεγένετο ἐπ’ ἄκρων τῶν κυμάτων βαδίζων.
19l9, 9—10 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα
20lνότου· ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια,
21lὧν οὐκ ἔστιν ἀριθμός.
22ὡς ἀνέγκλητος μὲν τούτοις τοῖς ὀνόμασιν ἐχρήσατο· τί γὰρ ἀδι‐92

93

κοῦσι τὴν γραφὴν ὀνομαζόμενα παρ’ αὐτῆς οὕτως ὡς ἀκούοντες ἄνθρω‐ ποι δύνανται νοεῖν; ἀπὸ μὲν τῶν περιφανεστέρων ἀστέρων τοὺς λοιποὺς περιέλαβεν καὶ οἱονεὶ εἶπεν ὅτι· ὁ πάντα τὸν οὐράνιον ποικίλας κόσμον. ἀπὸ δὲ τοῦ
5νότου τοὺς πάντας ἀνέμους ἐσήμανεν, ὡς καὶ ὁ μακάριος ἔφη Δαυίδ· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. θησαυροὺς δὲ καὶ ταμεῖα ἀνέμων εἶπεν ἡ γραφή, ἵνα γνῶμεν, ὅτι ἀνέφικτοί εἰσιν οἱ περὶ τῶν ἀνέμων λόγοι. καὶ τί, φησίν, τὸ καθέκαστον λέγω; μεγάλα γάρ εἰσι καὶ ἀκατά‐
10ληπτα καὶ ἀναρίθμητα τοῦ θεοῦ τὰ ἔργα.
11l9, 11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ’ ὧς ἔγνων.
12 ἀλλὰ καὶ ἀόρατος καὶ ἀκατάληπτος τὴν φύσιν τυγχάνει, ὥστε ἄ‐ γνωστον ἡμῖν εἶναι, πῶς τε ἐν πᾶσι καὶ ἔξω πάντων καὶ ὑπὲρ πάντα τυγχάνει.
15l9, 12—13 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίη‐
16lσας; αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ’ αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ
17lὑπ’ οὐρανόν.
18 ἐάν, φησίν, τελείαν συντέλειαν ποιήσασθαι θελήσῃ, τίς ἀνασκευ‐ άσει τὰ αὐτῷ δοκοῦντα; ἓν δέ, φησίν, οἴδαμεν, ὅτι ἀπαθῶς κολάζει
20καὶ ἀοργήτως τιμωρεῖται, πάντα συμφερόντως οἰκονομῶν τὰ καθ’93

94

ἡμᾶς. ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ· π’ αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ’ οὐρανὸν οὕτως ἐκδέδωκεν· ὑποκάτω αὐτοῦ καμφθή‐ σονται οἱ ἐπερειδόμενοι ἀλαζονείᾳ, ἵνα εἴπῃ, ὅτι καὶ τῶν ὑπερηφά‐ νων κατασπᾷ τὴν ὀφρῦν.
5 πρὸς δὲ διάνοιαν· ὑπ’ αὐτοῦ ἐταπεινώθησαν τὰ πνευματικὰ τῆς πονηρίας, κήτη καλούμενα, ὅτι περὶ τοὺς κλύδωνας τῆς ψυχῆς διανή‐ χονται.
8l9, 14—15 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου; ἐάν τε
9lγὰρ δίκαιος ὦ, οὐχ ὑπακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι.
10 εἰ δὲ καὶ ὑπακούσεταί μου καὶ ὄντως διακρινεῖ καὶ κατεξετάσει τὰ ἐμὰ ῥήματα καὶ δόξω κατὰ πάντα λόγον δίκαιος εἶναι, ἐπειδὴ μὴ κατὰ τὸν ἡμέτερον νοῦν ὁ θεὸς κρίνει, ἀλλ’ ὑψηλότερά τε καὶ ἀνέφ‐ ικτα ἡμῖν τὰ αὐτοῦ κρίματα, δικαίως οὐκ εἰσακούσεταί μου. διὸ μᾶλλον αὐτοῦ δεηθήσομαι, ἵνα φιλανθρώπως ἐξοίσῃ τὰ ἐπ’ ἐμοὶ κρί‐
15ματα. ταῦτα δὲ λέγει τὴν ὑπεροχὴν τοῦ κρίματος τοῦ θεοῦ θαυμάζων καὶ μονονουχὶ τὸ τοῦ ἀποστόλου λέγων· οὐδὲν μὲν ἐμαυτῷ σύνοι‐ δα, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωμαι. αἰτεῖ οὖν κατὰ χάριν ὑπὸ θεοῦ δικαιωθῆναι.
20l9, 16—17 ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω, ὅτι εἰσακήκοέν
21lμου· μὴ γνόφῳ με ἐκτρίψει;
22 ἐὰν δὲ καὶ ἐπικαλέσωμαι τὸν θεὸν καὶ θελήσῃ ὑπακοῦσαί μου τῆς δικαιολογίας, πάλιν δέδοικα, μὴ οὐ παρεδέξατο ταύτην καὶ ὡς καται‐
γὶς ἤτοι γνόφος ἀφανίσει με. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὁ γνόφος94

95

κυκλοτερὴς πανταχόθεν περιλαμβάνων ἐστίν. κἂν δι’ ἑνὸς οὖν, φησίν, μέρους δόξω δίκαιος εἶναι, δι’ ἑτέρου ἐλέγχει με.
3l9, 17 πολλὰ δέ μου τὰ συντρίμματα ἐποίησεν διὰ κενῆς.
4ἓν δὲ οἶδα, φησίν, ὅτι αἰτίαν οὐκ ἐπίσταμαι, δι’ ἣν οὕτω συν‐
5τρίβομαι. τοῦτο γὰρ ἔοικε σημαίνειν τὸ διὰ κενῆς. ἢ καὶ τοῦτο λέγει, ὅτι οὐκ ἐδεῖτο θεὸς δοκιμάσαι με διὰ βασά‐ νων· ᾔδει γάρ με καὶ πρὸ τῶν ἐτασμῶν. τοῦτο δὲ καὶ ὁ θεὸς πρὸς τὸν διάβολον ἔλεγε περὶ αὐτοῦ· σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπ‐ άρχοντα αὐτοῦ διὰ κενῆς.
10l9, 18—19 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. ὅτι
11lμὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;
12 ἐγὼ μὲν οὖν, φησίν, οὐδὲ ἀναπνεῦσαι ἀνωδύνως δύναμαι· λογιζό‐ μενος δὲ τοῦ θεοῦ τὴν ἰσχὺν τολμηρὸν εἶναι ἀποφαίνομαι τὸ τοῖς αὐτοῦ κρίμασιν ἀνθίστασθαι.
15 ταῦτα δὲ πάντα πρὸς τοὺς φίλους ἀποτεινόμενος λέγει τοὺς οἰο‐ μένους δι’ ἁμαρτίας αὐτὸν κολάζεσθαι.
17l9, 20 ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει.
18 ἐὰν γὰρ τολμήσω λέγειν, ὅτι δίκαιός εἰμι, αὐτὸ τὸ εἰπεῖν τοῦ‐ το ἀσεβὲς εἶναι ὑπολαμβάνω.
20l9, 20 ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
21ἐὰν δὲ καὶ τολμήσω εἰπεῖν, ὅτι ἄμεμπτός εἰμι, καὶ ἐμαυτὸν ἀπο‐95

96

δέξωμαι, αὐτὸ τοῦτο σκολιόν με δείκνυσι καὶ οὐκ εὐθῆ. τοῦτο δέ ποτε καὶ ὁ Φαρισαῖος εἰπὼν κατῆλθε κατακεκριμένος.
3l9, 21 εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφῄρηταί μου
4lἡ ζωή.
5 πάλιν τὸ τοῦ ἀποστόλου εἶπεν, ὅτι ἐγὼ μὲν οὐδὲν ἐμαυτῷ σύνοιδα, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωμαι, δι’ ὧν τὰς τοιαύτας ὑπομένω κολάσεις.
8l9, 22 διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή.
9ταῦτα ἀναλογιζόμενος λέγω, ὅτι τὸν οἰόμενον μέγαν ἑαυτὸν εἶναι
10καὶ δυνατὸν κατὰ δικαιοσύνην ἀπόλλυσιν ἡ τοῦ θεοῦ ὀργή.
11l9, 23 ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ·
12καὶ οἶδα μέν, ὅτι καὶ οἱ φαῦλοι τὰς ἐσχάτας ἐκτίσουσι δίκας.
13l9, 23—24 ἀλλὰ δίκαιοι καταγελῶνται, παραδέδονται γὰρ εἰς χεῖρας
14lἀσεβοῦς.
15 πλὴν καὶ οἱ δίκαιοι καταγελῶνται, ὑπὸ τῶν φαύλων δηλον‐ ότι. καταγελῶνται δέ, ἐπειδὴ πολλάκις καὶ αὐτοὶ παραδίδονται εἰς τὸ πάσχειν κακῶς. τῷ δὲ λέγειν εἰς χεῖρας ἀσεβοῦς ἔοι‐ κε πληροφορεῖσθαι, ὅτι διαβόλῳ παραδέδοται, τὴν δὲ αἰτίαν, ἐφ’
ᾗ ταῦτα ᾠκονόμητο, ἀγνοεῖν.96

97

(1l)

9, 24 πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός, τίς ἐστιν;
2 ἐπειδὴ διαβόλου ἐμνήσθη εἰρηκὼς παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς ἀκολούθως ἐπάγει λέγων ὅτι· ἡ δὲ ἁμαρτία λαν‐ θάνει καὶ τῶν διακριτικῶν τὴν γνῶσιν ἐν ὑποκρίσει δικαιοσύνης πολ‐
5λάκις προσερχομένη· διὸ οὐδεὶς ἀναμάρτητος. εἰ δὲ μὴ πανουργίᾳ ἐχρῆτο, οὐ μέγας ὑπῆρχεν, ἀλλ’ εὐκαταγώνιστος ὁ τῆς ἁμαρτίας αἴ‐ τιος διάβολος. ταῦτα δὲ ὡς ἅγιος καὶ προφήτης μετ’ ἐπικρύψεως ἐν μέσῳ τῆς διαλέξεως τέθεικεν. εἶτα πάλιν τρέπεται εἰς τὸ διηγεῖσθαι τὰ καθ’ ἑαυτὸν καὶ ἐπά‐
10γει·
11l9, 25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως·
12ὀξύτατος, εἴτε καλὸς εἴτε φαῦλος.
13l9, 25 ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.
14διὸ θᾶττον ἀπαλλαττόμενοι τοῦ βίου οἱ ἄνθρωποι τὰ καθέκαστα
15τῶν βίων ἰδεῖν οὐ δύνανται.
16l9, 26 ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος
17lβοράν;
18 ὥσπερ δὲ οὐκ ἔστιν ἐν τοῖς κύμασιν ὁλκάδων ἴχνη φαίνεσθαι ἢ ἐν ἀέρι ἀετοῦ ἐπὶ βορὰν καθιπταμένου, οὕτω τῶν τελευτώντων οὐδὲν
20ἴχνος ἐν τούτῳ τῷ βίῳ καταλιμπάνεται.
21l9, 27 ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν· συγκαλύψας τῷ προσώπῳ
22lστενάξω.97

98

ἀλλὰ καὶ ἐὰν ἐπαγγείλωμαι τυχὸν μὴ ἁμαρτεῖν, ἡ λήθη τὴν μνή‐ μην ἐκκρούουσα πάλιν ἁμαρτάνειν παρασκευάζει. διὸ καὶ ἐπὶ ταύτῃ τῇ λήθῃ συγκαλυψάμενος τὸ πρόσωπον στενάξω. τοῦτο δὲ καθόλου διδάσκων ἔφη. ἡ γὰρ λήθη τὸν φόβον ἐκκρούου‐
5σα τοῦ θεοῦ ἁμαρτάνειν παρασκευάζει.
6l9, 28 σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γάρ, ὅτι οὐκ ἀθῶόν με
7lἐάσεις.
8 τοῖς ἔνδον, τοῖς νοητοῖς μέλεσι τινάσσομαι εἰδώς, ὅτι οὐκ ἀν‐ αμάρτητόν με ἐάσεις· οὐδεὶς γὰρ ἀναμάρτητος πρὸς τὴν τοῦ θεοῦ
10ἀκρίβειαν ἐξεταζόμενος.
11l9, 29 ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον;
12 εἰ δὲ ὅλως ἐκρίθην εἶναι ἀσεβής, βέλτιον ἦν μοι τὸ τελευτῆσαι πρὸ τῆς ἀσεβείας. τοιοῦτον καὶ ὁ σωτὴρ ἔλεγεν περὶ τοῦ Ἰούδα, ὅτι καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
15ὡς φιλόθεος οὖν εἶπεν ὅτι· ἄμεινον ἦν μοι τελευτῆσαι ἢ ἀσεβείας κρίνεσθαι.
17l9, 30—31 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶ καθα‐
18lραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας. ἐβδελύξατο δέ με ἡ στολή.
19ἔθος ἦν τοῖς παλαιοῖς λουτροῖς ἀποκαθαίρειν τοὺς μολυσμούς.
20καὶ τοῦτο δὲ πάλιν ἔθος ἦν· ἔνθα ἠβούλοντο δεῖξαι, ὡς οὐκ ἐκοινώ‐ νησαν τῇδε τῇ ἁμαρτίᾳ, ἀπενίπτοντο τὰς χεῖρας λέγοντες· ἀθῶός εἰ‐
μι ἀπὸ τοῦ πράγματος τούτου, ὡς καὶ ὁ Πιλᾶτος ἐπὶ τοῦ σωτῆρος πε‐98

99

ποίηκεν. καὶ ὁ Δαυὶδ ἔψαλλε λέγων· νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. τοῦτο οὖν λέγει ὅτι· ὅπως ἐὰν ὦ καθαρός, οἱ ἀκριβεῖς οὗτοι ἐλεγμοὶ καὶ αἱ ἐπαχθεῖσαι τιμωρίαι ἐκ τῆς προλήψεως ἐρρυπωμένον
5με καὶ ἀκάθαρτον ἀποδεικνύουσιν, ὡς καὶ τὸν ἁπτόμενον τῶν ἱματίων μου δοκεῖν μολύνεσθαι, ἑκάστου διὰ πλῆθος ἁμαρτιῶν ταῦτα με πάσ‐ χειν ὑπολαμβάνοντος. ταῦτα δέ φησι διὰ τὸ τοὺς αὐτοῦ φίλους εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἁμαρτωλὸν τὰς ἐπενεχθείσας αὐτῷ βασά‐ νους προφέρειν.
10 ἐπειδὴ τοίνυν ἡ πρόληψις ἡ διὰ τῶν βασάνων ἀσεβῆ αὐτὸν ἀπεδείκ‐ νυε καὶ οὐκ ἦν ἐκ τῶν ὁρωμένων δεῖξαι ψευδῆ τὴν ὑπόνοιαν, πρὸς αὐτὸν βούλεται κριθῆναι τὸν ἀληθῆ καὶ ἀπροσωπόληπτον θεόν, σφόδρα πεποιθὼς τῇ αὐτοῦ δικαιοκρισίᾳ καὶ μονονουχὶ λέγων· ὑμεῖς μέν, ὦ φίλοι, ἐκ τῶν ἐπενεχθέντων κατ’ ἐμοῦ τὰς ψήφους ἐκφέρετε· εἰ δὲ
15θελήσει ὁ ἀψευδὴς θεὸς διαδικάσασθαι μετ’ ἐμοῦ ἀπροσωπόληπτος ὢν καὶ αὐτοαλήθεια τυγχάνων, αὐτὸς προσμαρτυρήσει, ὅτι οὐ δι’ ἁμαρ‐ τήματα τὰς βασάνους ἐπήγαγεν. ὅτι δὲ τοιαύτη ἐστιν ἡ τοῦ δικαίου διάνοια καὶ ἐκ πολλῆς ἀγά‐ πης τῆς πρὸς τὸν θεὸν καὶ παρρησίας καὶ πεποιθήσεως τῆς περὶ τὴν
20αὐτοῦ ἀλήθειαν φεύγει μὲν τὴν πρὸς ἀνθρώπους κρίσιν, πρὸς δὲ θεὸν ἡδέως κρίνεται τὸν ἀψευδῶς καὶ ἀπλανῶς ἕκαστα λέγοντα, ἄκουσον αὐτοῦ λέγοντος ἐν τοῖς ἐφεξῆς, ὅτε πρὸς τὸν Σωφὰρ διαλεγόμενος
ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν οἷα ἐσφαλμένην καὶ οὐ μετὰ99

100

τῆς δικαίας προιοῦσαν κρίσεως ἐπάγει· οὐ μὴν δ, ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω, τὸν ἀψευδῆ δηλονότι καὶ ἀπροσωπόληπτον, ἐλέγξω δὲ ἐναντίον αὐτο, ἐὰν βούληται· ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ὁρᾷς, ὡς
5τὰς μὲν τῶν ἀνθρώπων κρίσεις ὡς ἀδίκους ἐκκλίνει, εἰς δὲ τὸν τῶν ψυχῶν ἰατρὸν καὶ δίκαιον κριτὴν καταφεύγει θεόν; εἶτα καὶ ἐφεξῆς σφόδρα πεποιθὼς τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ θαρρεῖ καὶ λέγει· οἶδα ἐγ, ὅτι δίκαιος ἀναφανοῦμαι, καὶ πάλιν ἀλλαχοῦ λέγει· καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνί‐
10στωρ μου ἐν ὑψίστοις. θεωρεῖς πανταχοῦ, ὡς φεύγων τὰς παρὰ ἀνθρώποις ἐσφαλμένας κρίσεις αὐτὸν αἰτεῖ τὸν θεὸν καὶ ἀντίδικον αὐτῷ γενέσθαι καὶ μάρτυρα; ταῦτα πόσης ἀγάπης, πόσης παρρησίας, πόσης πεποιθήσεως. διὸ καὶ ὁ θεὸς ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων οὐ
15παρεσιώπησεν εἰδώς, ἐκ ποίας διαθέσεως ὁ δίκαιος ἐλάλει, ἀλλὰ δέ‐ δωκεν αὐτῷ κατὰ τῶν φίλων τὰ νικητήρια καὶ ἀπεφήνατο, μὴ δι’ ἁμαρ‐ τίας αὐτὸν πάσχειν, ἀλλ’ ἵνα ἀναφανῇ δίκαιος. ταύτην οὖν ἐγνωκότες τοῦ δικαίου τὴν περὶ θεὸν ἀγάπην καὶ πε‐ ποίθησιν οὕτω τῶν ἐφεξῆς ἀναγεγραμμένων ἀκούσωμεν. ἐὰν δὲ λέγῃ ὁ
20ψαλμῳδός· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δού‐ λου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, μὴ τοῦτο ἡμᾶς θορυβείτω. καὶ γὰρ καὶ ὁ μέγας οἶδεν Ἰώβ, ὡς πρὸς τὴν θείαν δικαιοσύνην τε καὶ ἀκρίβειαν οὐδεὶς δίκαιος. νῦν δὲ ὁ σκοπὸς αὐτῷ, οὐ δικάσασθαι πρὸς τὴν θείαν ἀκρίβειαν οὐδὲ δεῖξαι
25τὸν δίκαιον θεὸν ἀδίκως αὐτὸν κολάζοντα, ἀλλ’ ἀπελέγξαι ψευδομέ‐
νους τοὺς φίλους τοὺς οἰηθέντας αὐτὸν δι’ ἁμαρτίας τιμωρεῖσθαι·100

101

ὥστε καὶ ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεὸς τῇ τοῦ Ἰὼβ συνέδραμε γνώ‐ μῃ καὶ σαφῶς εἶπεν, ὡς οὐ δι’ ἀσέβειαν πέπονθεν, ἀλλὰ πεῖρά τις ἦν ἡ βάσανος δοκιμάζουσα τὸν γενναῖον Ἰώβ, ἵνα ἀναφανῇ δί‐ καιος.
5 τὸ δὲ ἐβδελύξατό με ἡ στολή δύναται καὶ οὕτω νοεῖσθαι· ἢ ὅτι καὶ οἱ ἐγγύτατοί μου ἐβδελύξαντο καὶ ἐμίσησάν με, ἢ ὅτι φεύ‐ γει με καὶ ἡ ἐσθῆς οἱονεὶ μισήσασά με, ἀντὶ τοῦ· οὐδὲ ἐπενδύσα‐ σθαι δύναμαι διὰ τὸ ἄγαν εἱλκῶσθαι.
9l9, 32 οὐ γὰρ εἶ ἄνθρωπος κατ’ ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν
10lὁμοθυμαδὸν εἰς κρίσιν.
11 εἴθε γὰρ ἦν ἐξόν, φησίν, ὡς ἐπὶ ἀνθρώπων πρὸς σὲ τὸν ἀδέκαστον κριθῆναι κριτήν.
13l9, 33—10, 1 εἴ γε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ
14lμέσον ἀμφοτέρων. ἀπαλλαξάτω ἀπ’ ἐμοῦ τὴν ῥάβδον καὶ ὁ φόβος αὐτοῦ
15lμή με στροβείτω. καὶ οὐ μὴ φοβηθῶ, ἂν λαλήσω, οὐ γὰρ συνεπίσταμαι
16lἐμαυτῷ ἄδικον, κάμνω δὲ τῇ ψυχῇ μου.
17 καὶ εἴθε ἦν ἑλέσθαι μεσίτην τὸν ἐν τῷ πράγματι ἀποφαινόμενον. ταῦτα δέ, ὡς ἔφημεν, θαρρῶν τῇ τοῦ θεοῦ ἀληθείᾳ φησὶ καὶ βουλόμε‐ νος τοὺς φίλους διελέγξαι μὴ ἀληθεύοντας. τοῦ γὰρ Ἰὼβ λέγοντος,
20ὅτι· οὐκ οἶδα τοιαῦτα ἁμαρτήσας, ὡς τοιαῦτα κολάζεσθαι, καὶ τοῦ θεοῦ φάσκοντος, ὡς οὐ δι’ ἁμαρτίας κολάζει, τί ἕτερον εἶχεν ὁ με‐ σίτης ποιεῖν ἢ συντρέχειν τοῖς ἑκατέρων λόγοις καὶ καταδικάζειν τοὺς φίλους ὡς ψευσαμένους, ὃ δὴ καὶ ὕστερον ὁ θεὸς ἔπραξεν;
εἶτα ὥσπερ τινὸς λέγοντος· καὶ διὰ τί μὴ τὰ σαυτοῦ παρατίθης101

102

δίκαια; διδάσκει λέγων ὅτι· εἰ ἐπιτρέπει μοι ὁ θεὸς παρρησιάσα‐ σθαι, ἀφελεῖται τὰς βασάνους, ἐπιτρέψει μοι τὸ μὴ φοβεῖσθαι, ἵνα ὡς ἐξ αὐτοῦ τὴν παρρησίαν λαβὼν λαλήσω καὶ ἀπὸ καρδίας εἴπω καὶ τὰς ἐμὰς δικαιολογίας παραθῶμαι.
5 ῥάβδον δὲ τὸ ἐταστικὸν καὶ τὰς βασάνους φησίν· στροβείτω δὲ ἀντὶ τοῦ ἀγχέτω, περιστρεφέτω, καταπλησσέτω. δεῖγμα δὲ ποιεῖται τῆς ἐπιτροπῆς τὴν τῶν βασάνων ἀπαλλαγήν.
8l10, 1 στένων ἐπαφήσω ἐπ’ ἐμαυτὸν τὰ ῥήματά μου. λαλήσω πικρίᾳ ψυ‐
9lχῆς συνεχόμενος.
10 θεώρει, πῶς ἡμᾶς ἀσφαλίζεται, μηδὲν ἄτοπον ἐννοεῖν περὶ αὐτοῦ. καὶ ταῦτα γάρ, φησίν, στένων καὶ τοῖς κακοῖς συνεχόμενος οὐ κατὰ θεοῦ βλασφημίαν ἐποίσω τινά, ἀλλὰ κατ’ ἐμαυτοῦ τὰ τῆς ὀλιγωρίας τρέψω ῥήματα. ταῦτα δὲ εἶπεν, ἐπειδὴ ἐξ ἀρχῆς ἔλεγεν· ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, δεικνὺς ὅτι οὐδὲν κατὰ θεοῦ ἐφθέγ‐
15ξατο, ἀλλὰ καθ’ ἑαυτοῦ τὰ τῆς ὀλιγωρίας ἔτρεψεν ῥήματα, καὶ ταῦτα πικρίᾳ ψυχῆς συνεχόμενος. καὶ μονονουχὶ σαφῶς λέγει ὡς· κατὰ θεοῦ μὲν οὐδὲν φθέγγομαι, μὴ γένοιτο· εἰ δέ τι ὅλως καὶ λαλῶ, ὑπὸ τῆς ἄγαν κακώσεως φθέγγομαι, καὶ οὐκ ἐμὸν τὸ λαλεῖν, ἀλλὰ τῆς νόσου τὰ ῥήματα. δείκνυσιν οὖν, ὅτι οὐδὲ τὰ καθ’ ἑαυτοῦ ἐλάλει ῥή‐
20ματα οὐδὲ ὅλως ἐφθέγξατό τι, ἀλλ’ ἐνεφιλοσόφει καὶ ἐνεκαρτέρει καὶ ἠγάπα τὴν σιωπήν, εἰ μὴ τὸ μέγεθος αὐτῶν τῶν ὀδυνῶν, εἶτα καὶ ὁ τῶν φίλων παροξυσμὸς λαλεῖν ἠνάγκαζεν. λαλεῖ δέ, ὡς ἔφημεν, οὐδὲν ἀπρεπὲς οὐδὲ ἀπηχὲς κατὰ θεοῦ, ὡς
ἡμεῖς τε δι’ ὅλων αὐτοῦ τῶν λόγων ἐπεδείξαμεν καὶ ὁ θεὸς προσε‐102

103

μαρτύρησε δίκαιον αὐτὸν ἀποφηνάμενος. ἀπολογεῖται οὖν ὑπὲρ τοῦ Ἰὼβ ὑπὲρ ὧν ὅλως, κἂν ὀλίγωρόν τι, ἐφθέγξατο αὐτὸ τὸ ἄνθρωπον εἶ‐ ναι καὶ μὴ ἀναλγήτως τὰς βασάνους φέρειν καὶ αἱ τῶν συμφορῶν ὑπερ‐ βολαὶ καὶ ἡ τῆς ἀρετῆς ἀκρίβεια καὶ τὸ ἁπλοῦν τοῦ τρόπου καὶ ἄδο‐
5λον ὡς υἱοῦ πρὸς πατέρα μετὰ παρρησίας φθεγγομένου καὶ τὸ διὰ πάν‐ των αὐτοῦ τῶν λόγων μηδὲν μὲν δυσχερὲς φθέγξασθαι περὶ θεοῦ, δεικ‐ νύναι δὲ μόνον, ὅτι οὐκ ἀπεικότως ποθεῖ τὸν θάνατον, καὶ ὅτι οὐκ ἀληθὴς ἡ περὶ αὐτοῦ τῶν φίλων ὑπόνοια, καὶ τὸ δὴ πάντων κεφάλαιον αὐτὴ τοῦ θεοῦ ἡ ἀδέκαστος ψῆφος δίκαιον αὐτὸν ἀποφηναμένη. εἰ
10γὰρ θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; ὁ ἱερός πού φη‐ σιν ἀπόστολος.
12l10, 2 καὶ ἐρῶ πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε: {καὶ διὰ τί με
13lοὕτως ἔκρινας;}
14ταῦτα ἱκετεύω, φησίν, μονονουχὶ λέγων· παῦσον, ὦ δέσποτα, τὰ
15κατ’ ἐμοῦ κακά, ἵνα μὴ ὡς εἰκὸς ἐκπλαγεὶς ἀνακόλουθόν τι φθέγξω‐ μαι ἢ κατολιγωρήσας ὑπὸ τῶν βασάνων ἀσεβείας ἀφήσω λόγον. καὶ ἔοικέ πως καὶ καθ’ ἕτερον λόγον τὴν αὐτὴν ἔννοιαν λέγειν τῷ μακαρίῳ Δαυίδ. ἐκείνου γὰρ λέγοντος, ὅτι οὐκ ἀφήσει κύρι‐ ος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν
20δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνο‐ μίαις χεῖρας αὐτῶν, καὶ ἱκετεύοντος μὴ ἐπὶ πολὺ κατισχῦσαι τοὺς ἀδίκους τῶν δικαίων, ἵνα μὴ ὑπὸ τῆς ἀνάγκης οἱ δίκαιοι συγ‐ κλειόμενοι καὶ αὐτοὶ ἀσεβές τι πράξωσιν, καὶ οὗτος τὴν αὐτὴν
ἔννοιάν φησιν ὅτι· μὴ ἐπὶ πολὺ παρατείνῃς μοι τὰς βασάνους,103

104

δέσποτα, ἵνα μὴ ἀβούλητόν τι ὡς εἰκὸς πράξω. διὸ καὶ ἐπιφέρει·
3l10, 2—3 καὶ διὰ τί με οὕτως ἔκρινας; ἢ καλόν σοι, ἐὰν ἀδικήσω;
4τὸ διὰ τ, ὡς καὶ ἀνωτέρω πολλάκις εἴπομεν, οὐκ αἰτιολογι‐
5κῶς, ἀλλ’ ἱκετευτικῶς λέγει, οἱονεὶ λέγων· οὐ καλόν σοι, δέσποτα, οὐδὲ ἀρεστὸν τὸ εἰς ἀδικίαν με τραπῆναι, οἰκτείρησον τοίνυν. πολ‐ λοὶ γὰρ τὰς συμφορὰς οὐ φέροντες εἰς ἀδικίαν ἐτράπησαν. καὶ ὅρα, εἰ καὶ ὁ ἀπόστολος τοιοῦτόν τι νοήσας ἔλεγεν· κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ ὑπὸ τῆς περισσοτέρας λύπης
10καταποθῇ ὁ τοιοῦτος· εἶτα ἐπάγει· ἵνα μὴ πλεονεκτηθῶ‐ μεν ὑπὸ τοῦ Σαταν, ὡς πεφυκότων τῶν ἀνθρώπων ἐν ταῖς ἄγαν περιστάσεσι κατολιγωρεῖν καὶ πράττειν τι τῶν τῷ διαβόλῳ δοκούντων. ὡς ἐξ οἰκείου τοίνυν προσώπου ὑπὲρ ἡμῶν πάντων ὁ μακάριος Ἰὼβ ἱκετεύει τὸν θεὸν πεφεισμένως συγχωρεῖν καθ’ ἡμῶν τοὺς πειρασ‐
15μούς, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῶμεν.
16l10, 3 ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες.
17 πάλιν ὡς ποιητὴν ἱκετεύει θεὸν μὴ παριδεῖν ἑαυτοῦ τὸ ποίημα. καὶ ἠρέμα μὲν πληροφορεῖται ὁ ἅγιος, ὅτι τῷ διαβόλῳ παραδέδοται· τοῦτον γὰρ καὶ τοὺς σὺν αὐτῷ δαίμονας ἀσεβεῖς φησιν· τὴν δὲ πρό‐
20νοιαν, δι’ ἣν ὁ πονηρὸς αὐτοῦ κατεξανίσταται, οὔπω μαθεῖν δεδύνη‐ ται. διό μοι δοκεῖ καὶ ποικίλους περιστρέφειν λόγους, τοῦτο μὲν ἐξαιτῶν ἀπαλλαγῆναι τῶν δεινῶν, τοῦτο δὲ καὶ μαθεῖν ἐπιποθῶν, δι’
ἣν αἰτίαν κολάζεται.104

105

(1l)

10, 4—7 ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς, ἢ ὣς ὁρᾷ ἄνθρωπος βλέψῃ, ἢ ὁ
2lβίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρός; ὅτι ἀνεζήτησας
3lτὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. οἶδας γάρ, ὅτι
4lοὐκ ἠσέβησα, ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;
5 μὴ ἀνθρωπίνως, φησίν, τὰ πράγματα κρίνεις; μὴ δύναταί τι δια‐ λαθεῖν τὴν σὴν ἀκρίβειαν ὥσπερ τοὺς ἀνθρώπους; μὴ τὰ ἔτη σου ὀλί‐ γα τυγχάνουσι καὶ ἀγνοεῖς τὰ πρὸ τῆς σαυτοῦ ἀρχῆς γεγονότα καὶ χρεία σοί ἐστι ζητεῖν καὶ ἐξετάζειν τὰ πεπραγμένα ὥστε γνῶναι, ὅτι μηδὲν ἠσέβησα;
10 ταῦτα δὲ λέγει μάρτυρα τὸν θεὸν τῆς ἑαυτοῦ δικαιοσύνης παρεχό‐ μενος ὁμοῦ καὶ ἐξαιτῶν ἀγαθότητος ἀπολαῦσαι θεοῦ· οἱ μὲν γὰρ ἄν‐ θρωποι τὰ ἴσα ζητοῦσιν, ὁ δὲ θεὸς τῇ ἀγαθότητι ἀπὸ πολλῶν ὀλίγα ἐτάζει. ἀλλ’ εἰ καὶ μὴ ἠσέβησα, φησίν, τό γε εἰς ἐμὴν γνῶσιν, οἶδα, ὅτι
15τὴν σὴν βουλὴν οὐκ ἔστιν ἀποφυγεῖν, ἀντὶ τοῦ· κἂν μὴ ἐμαυτῷ σύν‐ οιδα, ἀλλ’ ἡ σὴ κρατείτω βουλὴ ἡ κρεῖττον ἡμῶν τὰ καθ’ ἡμᾶς ἐπι‐ σταμένη. ταῦτα δὲ πάντα ὁ μακάριος Ἰὼβ φθέγγεται ἡμᾶς διδάσκων ἐν τοῖς πειρασμοῖς μηδὲν ἕτερον ποιεῖν ἢ ἐπὶ θεὸν καταφεύγειν καὶ ἱκε‐
20τεύειν ὡς ἀγαθὸν φείσασθαι τοῦ ἑαυτοῦ ποιήματος. διὸ καὶ ἐπάγει·
22l10, 8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με.
23 ὁρᾷς, ὡς καὶ ποιητὴν ἐπιγινώσκει θεὸν καὶ παρακαλεῖ φειδῶ ποι‐ ήσασθαι τοῦ ἰδίου δημιουργήματος.
25l10, 8 μετὰ ταῦτα μεταβαλών με ἔπαισας.
26μετὰ τὸ ποιῆσαί με, φησίν, καὶ ἐν εὐθηνίᾳ καταστῆσαι εἰς θλί‐105

106

ψεις καὶ μάστιγας μετέβαλες τὰ κατ’ ἐμέ.
2l10, 9 μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀπο‐
3lστρέφεις.
4ἱκετεύω δὲ μνησθῆναί σε καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλι‐
5γοχρονίου.
6l10, 10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας;
7 ἤτοι ἀπὸ χοὸς διὰ τὸ λεπτότατον ἢ διὰ τὸν σπερματικὸν λόγον φησίν.
9l10, 10 ἐτύρωσας δέ με ἴσα τυρῷ.
10 ἢ διὰ τὴν ἐξ ἀρχῆς τῆς πλάσεως σύμπηξιν ἢ καὶ διὰ τὴν ἐν τῇ μήτρᾳ σύστασιν.
12l10, 11 δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με
13lἐνεῖρας.
14τὸ ἐνεῖρας ἀντὶ τοῦ συνέρραψας.
15l10, 12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί. ἡ δὲ ἐπισκοπή σου ἐφύλα‐
16lξέν μου τὸ πνεῦμα.
17 καὶ διὰ μόνην, φησίν, φιλανθρωπίαν καὶ ἔλεον ἐξ οὐκ ὄντων ἡμᾶς εἰς τὸ εἶναι καὶ ζῆν παρήγαγες. ἡ δὲ σὴ περὶ ἡμᾶς πρόνοια τὴν ἡμετέραν διατηρεῖ σύστασιν.
20l10, 13 ταῦτα ἔχων ἐν ἐμαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ
21lσοι οὐδέν.
22ταῦτα, φησίν, τὰ δόγματα παρ’ ἐμαυτῷ πάγια κεκτημένος, ὅτι καὶ
ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν δυνατὸς εἶ καὶ τὴν ῥευ‐106

107

στὴν καὶ γαλακτώδη οὐσίαν ἤτοι τὸν ἀπὸ γῆς χοῦν ὡς σοφὸς καὶ δυ‐ νατὸς εἰς ἀνθρώπου σύστασιν ἐργάζῃ, καὶ ὅτι ἐλεήμων εἶ καὶ ζωῆς χορηγός, καὶ ὅτι πολλὴν τῶν καθ’ ἡμᾶς ποιῇ πρόνοιαν, ἱκετεύω καὶ οἶδα, ὅτι δυνατὸς εἶ καὶ τῶν παρόντων ἀλγεινῶν τὸ σὸν ἀπαλλάξαι
5ποίημα. ὁρᾷς, πῶς σεβασμίως μέμνηται τοῦ δημιουργοῦ καὶ χάριν ὁμολογεῖ τῆς ποιήσεως καὶ τῆς περὶ ἡμᾶς προνοίας, ἅπερ ἐστὶν ὄντως εὐσε‐ βοῦς καὶ λίαν εὐχαρίστου καὶ τῇ τοῦ μακαρίου Ἰὼβ πρέποντα θεοσε‐ βείᾳ;
10l10, 14 ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν
11lμε πεποίηκας.
12 πρέπει, φησίν, τῇ σῇ φιλανθρωπίᾳ, νεῖμαί τι καὶ συγγνώμης τῷ σῷ ποιήματι καὶ μὴ σφόδρα ἀκριβῶς ὡς πάντα ἐπιστάμενον πάσας τὰς πράξεις μου καὶ τὰ παραπτώματα ἐπιτηρεῖν.
15 ταῦτα δὲ πάλιν ὁ ἅγιος τὸ οἰκεῖον πρόσωπον ὑποστησάμενος ὑπὲρ ἡμῶν πάντων ἱκετεύει θεόν.
17l10, 15 ἐάν τε γὰρ ἀσεβήσω, οἶμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι
18lἀνακύψαι.
19εἴτε γάρ, φησίν, ἀσεβὴς εὑρεθῶ, τοῦτό μοι πάντων τὸ χείριστον.
20ἐὰν δὲ καὶ τολμήσω εἰπεῖν, ὅτι δίκαιός εἰμι, οὐδέν μοι ἐντεῦθεν ὄφελος.
22l10, 15—16 πλήρης γὰρ ἀτιμίας εἰμί· ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς
23lσφαγήν.
24ἓν δὲ οἶδα, φησίν, ὅτι ἀτιμία μου κατακέχυται, καὶ ὥσπερ λέων107

108

εἰς σφαγὴν ἀγρευόμενος οὕτως πανταχόθεν ταῖς τιμωρίαις βάλλομαι. ἔοικε δὲ λέοντι ἑαυτὸν παρεικάσαι διὰ τὴν προτέραν εὐδαιμονίαν.
3l10, 16—17 πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις ἐπανακαινίζων ἐπ’
4lἐμὲ τὴν ἔτασίν σου.
5 ἀλλ’ οὐδὲ ἀνίησί με, φησίν, τὰ δεινά, ἀλλὰ καὶ ἐπὶ πλέον αὔξε‐ ται καὶ ἀεὶ καινοποιεῖται τὸ κακόν, ἵνα εἴπῃ ὅτι· ποικίλαις περι‐ βάλλομαι συμφοραῖς, καὶ ὅτι· ἔοικα τοῖς πρότερον μαστιχθεῖσι καὶ αὖθις καὶ πολλάκις εἰς ἑτέραν ἐξέτασιν καὶ βασάνους ἄλλας φερο‐ μένοις.
10l10, 17 ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ’ ἐμὲ πειρατήρια.
11 ὀργὴν τὴν τιμωρίαν φησὶ τὴν μεγάλως αὐτῷ ἐπενηνεγμένην, πειρα‐ τήρια δὲ τὰ ἐπιστρατευθέντα αὐτῷ κακά. δεήσεως δὲ ἔχεται ταῦτα καὶ θεοσεβοῦς ἱκεσίας σὺν ὀδυρμῷ τῷ προσήκοντι.
15l10, 18—19 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον, ὀφ‐
16lθαλμός με οὐκ εἶδεν καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί δὲ ἐκ γα‐
17lστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
18 ταῦτα ὁ Ἐκκλησιαστὴς ὕστερον εἶπε μακαρίζων τὸν ἀποθανόντα ὑπὲρ τὸν ζῶντα καὶ τὸν μὴ γενόμενον ὑπὲρ ἀμφοτέρους· τοιαύτῃ δὲ
20περιπέπτωκεν ὁ ἄνθρωπος ὀδυνηρᾷ ζωῇ διὰ τὸ μὴ μεῖναι παρὰ θεῷ μη‐ δὲ φυλάξαι τὰ θεῖα προστάγματα. ὁ δὲ μακάριος Ἰὼβ ἐπόθει τὸν θάνα‐
τον οὐ μόνον διὰ τὰς ἀλγηδόνας, ἀλλ’ ὅτι, ὡς ἔφημεν, ὀλιγοχρόνιος108

109

ὢν καὶ τοῦ χρόνου παρατεινομένου ὑπώπτευεν ἐγκατάλειψιν ὑπομεμε‐ νηκέναι παρὰ θεοῦ.
3l10, 20—21 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀνα‐
4lπαύσασθαι μικρὸν πρὸ τοῦ με πορευθῆναι, ὅθεν οὐκ ἀναστρέψω.
5 πάλιν τὸ ὀλιγοχρόνιον εἰς ἱκεσίαν προβάλλεται, καὶ οὐκ ἀγνοεῖ μὲν τὸ τῆς ἀναστάσεως μυστήριον, ὡς ἐν τοῖς ἐφεξῆς ἐπιδείξομεν. δόγμα δὲ διδάσκει κάλλιστον, ὅτι ὁ ἅπαξ ἐξελθὼν τοῦ βίου οὐκέτι εἰς τόνδε τὸν βίον ἐπαναστρέφει, ὡς μυθολογοῦσιν οἱ τὰς μετενσω‐ ματώσεις τερατευόμενοι.
10l10, 21—22 εἰς γῆν σκοτεινὴν καὶ ζοφεράν, εἰς γῆν σκότους αἰωνίου,
11lοὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.
12 δέδοικε μή, ἐὰν μετὰ τῶν βασάνων τελευτήσῃ καὶ τῶν ἐτασμῶν, ἐν τελείᾳ ἀπορριφῇ τοῦ προσώπου τοῦ θεοῦ γένηται καὶ μετὰ τῶν ἀσεβῶν ἐν τῷ ᾅδῃ καταλεχθῇ, οἵτινες τὸ αἰώνιον οἰκοῦσι σκότος κα‐
15τὰ τὴν τοῦ σωτῆρος φωνὴν τὴν φήσασαν· δήσουσιν αὐτοῦ τοὺς πόδας καὶ χεῖρας καὶ ἐκβαλοῦσιν αὐτὸν εἰς τὸ σκό‐ τος τὸ ἐξώτερον. φωτὸς γὰρ ὄντος κατὰ φύσιν τοῦ θεοῦ οἱ ἔξω τοῦ προσώπου τοῦ θεοῦ βαλλόμενοι ἐν σκότει τυγχάνουσιν. αἰτεῖ τοιγαροῦν, μὴ ἐν προσκρούσει τοῦ θεοῦ καταληφθῆναι, ἀλλ’
20οἱονεὶ δειχθῆναι αὐτῷ διὰ τῆς τῶν βασάνων ἀνέσεως, ὅτι ἵλεω τὸν θεὸν ἐκτήσατο. οὔπω γὰρ διδαχθεὶς τὴν αἰτίαν τῶν πειρασμῶν ἐνδί‐
κως ὁ δίκαιος ὀλιγωρεῖ καὶ ταράττεται.109

110

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΟΓΔΟΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἢ καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι;
4tΠροθεωρία τοῦ κεφαλαίου
5 ἀποτάδην τοῦ Ἰὼβ διαλεχθέντος σφοδρότερον ὁ Σωφὰρ διαμάχεται. καὶ πρῶτον μὲν ἐπὶ πολυλογίᾳ σκώπτει, εἶτα μέμφεται ὡς εἰρηκότα ὅτι· καθαρὸς καὶ ἄμωμός εἰμι, καὶ οὐ νενοηκώς, ἐκ ποίας διαθέσεως ἤθελε κρίνεσθαι πρὸς θεόν, εἴθε, φησίν, ἦν δυνατὸν δικαιολογήσα‐ σθαί σοι θεόν, ἵνα καὶ ἐκ τῆς σοφίας αὐτοῦ καὶ ἐκ τῆς δυνάμεως
10γνῷς, ὡς τὸ κατ’ ἀξίαν σοι ἀπονέμων ἐτιμωρήσατό σε. εἶτα δείξας τοῦ θεοῦ τὴν δύναμιν καὶ τοῦ ἀνθρώπου τὸ εὐτελὲς παραινεῖ τῷ Ἰὼβ εἰς εὐχὴν τραπῆναι καὶ μετανοῆσαι ἐφ’ οἷος πρότε‐ ρον ἥμαρτεν· οὕτω γὰρ ἔσται αὐτῷ ἵλεω τὸν θεὸν καταστησόμενον τῶν τε παρόντων δεινῶν ἔξω γενέσθαι καὶ τὴν προτέραν εὐδαιμονίαν ἀπο‐
15λαβεῖν.
16tΑἱ λέξεις
17l11, 2 ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἢ καὶ ὁ εὔλαλος οἴεται
18lδίκαιος εἶναι;
19σαφέστερον ὁ Θεοδοτίων ἐκδέδωκεν εἰρηκώς· μὴ ὁ πολύλογος ἀν‐110

111

αντίρρητος ἔσται; ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἐν πλήθει λόγων ἡ τοῦ δικαίου κρίνεται φύσις οὐδέ, εἴ τις εὔστομος καὶ εὐεπής, ἤδη παρὰ τοῦτο δίκαιος· ἀλλ’ ἔστι καὶ πρὸς τοὺς τοροὺς καὶ εὐτροχάλους λόγους
5ἀντίρρησις.
6l11, 2 εὐλογημένος γενητὸς γυναικὸς ὀλιγόβιος.
7 ἢ κατὰ ἀντίφρασίν φησι τὸ εὐλογημένος ἀντὶ τοῦ· κατάρας ἐγ‐ γὺς καὶ περὶ ἁμαρτίας εἰλούμενος ὁ ἐκ γυναικὸς ὀλιγόβιος, ἵνα εἴ‐ πῃ ὅτι· ἄνθρωπος ὢν μὴ οἴου ἀναμάρτητος εἶναι. ἢ ὀλιγόβιον λέ‐
10γει τὸν μὴ εἰς πολλὰ περιελκόμενον, ἵνα εἴπῃ ὅτι· σὺ πολλὰ φλυα‐ ρῶν οὐκ εὐλογημένος εἶ, ἀλλ’ ἐπικατάρατος.
12l11, 3 μὴ πολὺς ἐν ῥήμασι γίνου. οὐ γὰρ ἔστιν ὁ ἀντικρινόμενός
13lσοι.
14ἐπειδὴ θεὸν ᾔτησεν ὁ Ἰὼβ καταστῆναι αὐτῷ εἰς κρίσιν· μὴ μάτην,
15φησίν, φλυάρει· οὐ γὰρ ἕξεις θεὸν ἀντικρινόμενόν σοι.
16l11, 4—6 μὴ γὰρ λέγε, ὅτι· καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος
17lἐναντίον αὐτοῦ. ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σὲ καὶ διανοίξαι
18lχείλη αὐτοῦ μετὰ σοῦ; εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι δι‐
19lπλοῦς ἔσται τῶν κατὰ σέ. καὶ τότε γνώσῃ, ὅτι ἄξια σοι ἀπέβη παρὰ
20lκυρίου ὧν ἡμάρτηκας.
21 εἴθε, φησίν, ἦν θεὸν διαλεχθῆναί σοι ἵνα μαθὼν τὴν αὐτοῦ σοφίαν καὶ τὴν κατὰ δικαιοσύνην ὑπεροχὴν μηκέτι τολμήσῃς λέγειν ὅτι· κα‐ θαρός εἰμι καὶ ἄμεμπτος, ἀλλὰ γνῷς ὅτι τὸ κατ’ ἀξίαν ἀπένειμέ σοι ὁ θεὸς ἰσομέτρους τοῖς ἁμαρτήμασι τὰς τιμωρίας ἐπαγαγών. τὸ δὲ
25ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ τοῦτο δηλοῖ· πολλή ἐστιν111

112

ἡ ὑπεροχὴ τοῦ θεοῦ πρὸς τὸν λέγοντα ἑαυτὸν ὥσπερ σὺ σοφὸν εἶναι καὶ δίκαιον. εἰ δὲ καὶ σοφώτερος ἡμῶν ἐστι καὶ δικαιότερος, σοφῶς καὶ δικαίως ἐπήγαγέν σοι τὰς τιμωρίας.
4l11, 7 ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ
5lπαντοκράτωρ;
6 ἀνέφικτά σοι, φησίν, τὰ τοῦ θεοῦ, καὶ τὰς ὁδοὺς αὐτοῦ τῆς προ‐ νοίας εὑρεῖν ἀμήχανον ἢ ἄχρι τέλους τῶν βουλευμάτων αὐτοῦ φθάσαι ἢ τῶν ποιημάτων.
9l11, 8 ὑψηλότερος ὁ οὐρανὸς καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν
10lᾅδου τί οἶδας;
11 πῶς δ’ ἂν ἐφίκοιο, φησίν, πόσον ἐστὶ τὸ ὕψος τοῦ οὐρανοῦ—τοῦ‐ το γὰρ σημαίνει τὸ καὶ τί ποιήσεις; ἀντὶ τοῦ· ἀμηχανήσεις εὑρεῖν—, ἢ τίνα εἰσὶ τὰ ὑπὸ τὸν ᾅδην;
14l11, 9 ἢ μακρότερα μέτρα γῆς ἢ εὖρος θαλάσσης.
15 οἶδας, δέ φησιν, τῆς γῆς τὸ μέτρον, πόσον ἐστίν, ἢ τῆς θαλάσσης τὸ πλάτος;
17l11, 10 ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας;
18 εἰ δὲ καὶ τὰ πάντα ἀναστρέψαι βουληθῇ, τίς ἀντερεῖ τοῖς αὐτοῦ νεύμασι καὶ τῇ τοσαύτῃ ἐξουσίᾳ; εἶτα, ἵνα μὴ δόξῃ λέγειν ὅτι· κατ’
20ἐξουσίαν ἐπήγαγέ σοι τὰς τιμωρίας καὶ οὐ κατὰ τὸ δίκαιον, ταχέως ἐπήγαγεν·
22l11, 11 αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄνομα οὐ παρόψεται.
23ὡς δυνατὸς τοίνυν καὶ σοφός, φησίν, καὶ δίκαιος ἀνομοῦντά σε
οὐ παρεῖδεν, ἀλλ’ ἐτιμωρήσατο.112

113

(1l)

11, 12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναι‐
2lκὸς ἴσα ὄνῳ ἐρημίτῃ.
3 ὁ μὲν οὖν θεός, φησίν, τοσοῦτός ἐστι καὶ τοιοῦτος, ὁ δὲ ἄνθρω‐ πος εἰκῇ καὶ μάτην φλυαρεῖ οὐδὲν ὄνου κατὰ τὸ εὐτελὲς τῆς φύσεως
5ὅσον πρὸς τὴν θείαν σοφίαν καὶ ὑπεροχὴν διαφέρων. ἐρημίτην δὲ ὄνον ἔφη διὰ τὸ ἀνυπότακτον. τοῦτο δὲ αἰνιττόμενος τὸν Ἰὼβ ἔφησεν ὡς καὶ φλύαρον καὶ πρὸς θεὸν ἀνυπότακτον.
8l11, 13—14 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ
9lκαὶ χεῖρας πρὸς αὐτόν, εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόρρω ποί‐
10lησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.
11 ὁ Σύμμαχος ἀντὶ τοῦ· ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν ἁπλώσεις πρὸς αὐτὸν τὰς παλάμας σου ἐκδέδωκεν. οἱ οὖν χρόνοι ἐνταῦθα ἐνηλλαγμένοι εἰσίν, ὁ δὲ νοῦς οὗτος· εἴ τι μοι πείθῃ, κάθαρόν σου τὴν καρδίαν καὶ τὰς χεῖρας ἅπλωσον πρὸς
15θεὸν εἰς εὐχὴν καὶ μηκέτι ἀδικήσῃς ἢ ἀνομήσῃς, καὶ ἔσονταί σοι τά‐ δε καὶ τάδε ἅπερ ἐφεξῆς φησιν. καὶ δοκεῖ μὲν ὁ Σωφὰρ παραινεῖν τῷ Ἰώβ, πλὴν καὶ αὐτὸς αὐτὸν πλήττει ὡς δι’ ἁμαρτίας κολαζόμενον.
19l11, 15 οὕτω γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν.
20 εἰ γὰρ μετανοήσεις, φησίν, τὸ ἐσβεσμένον καὶ συγκεχυμένον σου πρόσωπον ἀπὸ τῶν συμφορῶν ἐκλάμψει καὶ ὡς καθαρὸν ὕδωρ διαυγάσει,
ἵνα εἴπῃ ὅτι· τὴν παλαιὰν εὐδαιμονίαν ἀπολήψῃ.113

114

(1l)

11, 15 ἐκδύσει δὲ ῥύπον καὶ οὐ φοβηθήσῃ.
2 ἐπειδὴ ὁ Ἰὼβ ἔφη· ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ὁ Σωφάρ φησιν ὅτι· καὶ τοῦτον τὸν ῥύπον—ὅ ἐστιν· τὴν δυσπραγίαν—ἀποδύ‐ σῃ καὶ οὐδὲ ἔτι φοβηθήσῃ, μή τι σοι ἐν τοῖς ἐφεξῆς δυσχερὲς ἀπαν‐
5τήσῃ.
6l11, 16 καὶ τὸν κόπον ἐπιλήσει ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσει.
7 ἀλλ’ οὐδὲ ἴχνος ὑποληφθήσεταί σοι τῶν κόπων οὐδὲ μνήμη τῶν συμ‐ φορῶν ὥσπερ οὐδὲ κύματος παρελθόντος ἴχνη καταλιμπάνονται.
9l11, 17 ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος.
10ἀντὶ τοῦ· ὑπέρλαμπρος, καθαρά, τουτέστιν· ἀνύουσα.
11l11, 17 ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή.
12 ἢ τοῦτο λέγει, ὅτι· ὡς ἥλιος ἐν μεσημβρίᾳ διαλάμψει σου ἡ ζωή· ἢ ἐπειδὴ ἐν μεσημβρίᾳ ὑπὲρ κεφαλῆς ὢν ὁ ἥλιος οὔτε ὄπισθεν ποιεῖ σκιὰν οὔτε ἔμπροσθεν, φησὶν ὅτι· ἐπειδὴ νῦν ὥσπερ ἐν μέσῳ ζυγῷ ἐπὶ
15ξυροῦ κεῖται τὰ κατὰ σέ, ἐκ ταύτης σου τῆς ἀμφικρήμνου καταστάσε‐ ως ἀναλάμψει σου ἡ ζωή, ἐὰν μετανοήσῃς.
17l11, 18 πεποιθώς τε ἔσῃ ὅτι ἔστι σοι ἐλπίς.
18καὶ θαρρήσεις λοιπὸν ὡς ἔχων εἰς θεὸν τὴν ἐλπίδα καὶ ὑπ’ αὐτοῦ
βοηθούμενος.114

115

(1l)

11, 18 ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.
2 τὰς δὲ νῦν συνεχούσας σε μερίμνας καὶ ἐπωδύνους φροντίδας γαλη‐ ναία τις καὶ εἰρηνικὴ κατάστασις διαδέξεται.
4l11, 19 ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σοι.
5 οὕτω δὲ βαθείας ἀπολαύσεις εἰρήνης, ὡς ἀπολέμητον τὸν κατάλοι‐ πον διαβιῶναι χρόνον.
7l11, 19—20 μεταβαλλομένου δέ σου πολλοί σου δεηθήσονται, σωτηρία
8lδὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται. ὀφθαλμοὶ δὲ ἀσε‐
9lβῶν τακήσονται.
10 οἱ δὲ νῦν περιορῶντές σε διὰ τὰς συμφορὰς καὶ ἐπεμβαίνοντές σοι ὕστερόν σου δεηθήσονται, ὅταν αὐτοὺς ἡ παρὰ θεοῦ σωτηρία καταλί‐ πῃ καὶ μηδεμίαν ἐλπίδα ἔχωσιν. τότε δὴ τότε καὶ τακήσονται αὐτῶν οἱ ὀφθαλμοὶ ἐπὶ τῇ σῇ εὐημερίᾳ, ὑπὸ τοῦ φθόνου δὲ δηλονότι. ἐκ δὲ τούτων τῶν λόγων ἔστι συνιδεῖν, ὅτι πρὸς πᾶσι τοῖς κα‐
15κοῖς καί τινας ἔπεισεν ὁ διάβολος ἐπιγελᾶν καὶ ἐπεμβαίνειν ταῖς τοῦ Ἰὼβ συμφοραῖς.
17l11, 20 παρ’ αὐτῷ γὰρ σοφία καὶ δύναμις.
18 τινὰ τῶν ἀντιγράφων ἔχουσι καὶ τοῦτον τὸν στίχον, τινὰ δὲ οὔ. κατὰ γοῦν τὰ ἐν οἷς κεῖται τὸ ῥητὸν εἰς τὴν τοῦ θεοῦ σοφίαν τε καὶ
20δύναμιν περιέκλεισεν ὁ Σωφὰρ τὸν λόγον μονονουχὶ λέγων ὅτι· χαλε‐
πὸν οὖν ἀντιπράττειν τῷ μόνῳ σοφῷ καὶ δυνατῷ θεῷ.115

116

καὶ ταῦτα μὲν πρὸς ἕτερον λεγόμενα διὰ ἁμαρτίας κολαζόμενον κα‐ λῶς ἐλέγετο. οὐδὲ γὰρ ἀπόβλητοι τῶν φίλων τοῦ Ἰὼβ οἱ λόγοι, ἐὰν ἕτερον ᾖ πρόσωπον τὸ νουθετούμενον καὶ μετὰ τῆς προσηκούσης λέγων‐ ται διαιρέσεως. ὁ δὲ δίκαιος καὶ μᾶλλον ἀλγεῖ οὐδὲν μὲν ἑαυτῷ συν‐
5ειδώς, ὡς ἀσεβὴς δὲ νουθετούμενος εἰς μετάνοιαν.116

117

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΝΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ’ ὑμῶν τελευτήσει σοφία.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 σφοδρότερον τοῦ Σωφὰρ χρησαμένου τοῖς λόγοις καὶ διὰ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως πειραθέντος τοῦτο μὲν φοβῆσαι τὸν δίκαι‐ ον, τοῦτο δὲ διδάξαι, ὅτι οὐκ ἀδίκως πάσχει ἃ πάσχει, ὡς πᾶσιν οὔ‐ σης ὡμολογημένης τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως χλευάζει ὁ Ἰὼβ τὸν Σωφὰρ ὡς τὰ ὡμολογημένα δι’ ἀποδείξεων βουληθέντα κατασκευά‐
10σαι. εἶτα καὶ αὐτὸς μεγαλοπρεπῶς ἐξηγεῖται τὰ περὶ τῆς τοῦ θεοῦ σο‐ φίας καὶ δυνάμεως δεικνύς, ὅτι συνετώτερος αὐτῶν ἐστι περὶ τὰ θεῖα. καὶ μέμφεται μὲν τοὺς φίλους ὡς οὐ δυνηθέντας θεραπευτικοὺς λόγους εἰπεῖν· αὐτὸς δὲ ἐπὶ τοῦ δικαίου θεοῦ ἡδέως λέγει τὰ προσόντα αὐ‐
15τῷ σφόδρα θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ. καὶ μέμφεται τοῖς φί‐ λοις ὡς παρὰ τὸ δίκαιον τὴν ὑπὲρ θεοῦ δικαιολογίαν ἀναλαβοῦσι καί φησιν ὅτι· κἂν μυριάκις δόξητε ὑπὲρ θεοῦ λαλεῖν, λαλῆτε δὲ μετὰ δόλου καὶ παρὰ τὸ δίκαιον, οὐκ ἀποδέξεται ὑμᾶς ὁ φιλαλήθης θεός. τὸ δὲ ἐναντίον αὐτὸς σωτηρίας ἐλπίζει τεύξασθαι καὶ ἀποδοχῆς ὡς
20ἀδόλως καὶ καθαρῶς, ἃ φρονεῖ, μετὰ παρρησίας ἐπὶ θεοῦ διαλεγόμε‐117

118

νος· καί φησιν ὅτι· οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι πρὸς θεὸν ἀληθῆ καὶ δίκαιον σὺν ἀληθείᾳ φθεγγόμενος. εἶτα τρέπεται καὶ εἰς αἴτησιν πρὸς θεὸν καὶ παρακαλεῖ συγγνώμης τυχεῖν, εἴ τι καὶ ἥμαρ‐ τεν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς εἰς ἱκεσίαν προβάλλεται φάσκων μη‐
5δένα ἄνθρωπον εἶναι καθαρόν, κἂν μίαν ἡμέραν εἰς τὸν βίον παρέλθῃ. δείκνυσι δὲ κατὰ παράθεσιν, ὡς καὶ τῶν φυτῶν ἀδρανέστερός ἐστιν ὁ ἄνθρωπος. μέμνηται δὲ ὡς προφήτης καὶ συντελείας καὶ ἀναστάσεως· καὶ πάλιν ἱκετεύει τὸν θεὸν ὡς ποιητήν, φείσασθαι τοῦ ἰδίου δημι‐ ουργήματος, καὶ ἀξιοῖ μὴ πρὸς ἀκριβεῖς ἐλθεῖν ἐλεγμούς.
10 ταῦτα δὲ πάλιν ἐν τῷ ἑαυτοῦ προσώπῳ ὑπὲρ πάντων ἡμῶν ἐξαιτεῖ τὸν θεόν· οἱ γὰρ ἅγιοι τὰ οἰκεῖα ὑποστησάμενοι πρόσωπα ἐκ τῶν καθ’ ἑαυτοὺς ὑπὲρ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος τὸν θεὸν λιτανεύουσιν, ὡς πολλαχόθεν ἔστιν ἰδεῖν, καὶ οὐχ ἥκιστα ἐκ τῆς ἐνθέου καὶ ἐν‐ αρμονίου τῶν Ψαλμῶν μελωδίας. ἐπιτήρει δὲ πάλιν, ποίας ἔχων τὰς
15περὶ θεοῦ δόξας ὁ μακάριος Ἰὼβ καὶ ἐκ ποίας ἀγάπης καὶ καθαρότη‐ τος σὺν παρρησίᾳ διαλέγεται. θαυμάσαι δὲ ἄξιον, πῶς ἐν τοσαύταις καὶ τηλικαύταις συμφοραῖς καὶ βασάνοις οὐκ ἐξεπλάγη, οὐ κατέπεσεν, πῶς οὐδὲν αὐτὸν τῶν ὑπὸ τῶν φίλων ῥηθέντων διέλαθεν, ἀλλὰ καὶ πρὸς πάντα ἀπαντᾷ καὶ δόγματα λαλεῖ καὶ ἀξίως θεοῦ τὰς περὶ αὐτοῦ κέκ‐
20τηται ὑπολήψεις καὶ τρόπον τινὰ μὴ ὢν ἐν σαρκί, ἀλλ’ ὅλος ὢν ἐν
πνεύματι, οὕτως ἐν μέσαις ταῖς βασάνοις φιλοσοφεῖ.118

119

(1t)

〈Αἱ λέξεισ〉
2l12, 2 εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ’ ὑμῶν τελευτήσει σοφία;
3 ἆρα οἴεσθε, φησίν, ὅτι μόνοι ἄνθρωποι τυγχάνετε καὶ εἰς ὑμᾶς ἡ πᾶσα σοφία τελευτᾷ, ὡς μηδένα ἄλλον μετέχειν αὐτῆς; ἢ καὶ οὕτως·
5εἶτα ἔστιν ἐφ’ ὑμῖν εἰπεῖν, ὅτι ἄνθρωποί ἐστε τὸ κατ’ εἰκόνα δια‐ σῴζοντες, ἢ μέχρι τελευτῆς συμπαραμένει ὑμῖν ἡ σοφία; ἵνα εἴπῃ ὅτι· οὐκ ἔστε ἐν τελειότητι σοφίας, ἀλλὰ παρετράπητε καὶ σχεδὸν ἀπωλέ‐ σατε τὸ εἶναι ἄνθρωποι. ταῦτα δὲ λέγει οὐ κατεπαιρόμενος αὐτῶν, ἀλλὰ ἀχθόμενος ἐφ’ οἷς παρὰ τὴν ἀλήθειαν λαλοῦσιν.
10l12, 3 κἀμοὶ μὲν καρδία καθ’ ὑμᾶς ἐστιν.
11δύναμαι, φησίν, κἀγὼ εἰδέναι ὅσα καὶ ὑμεῖς ἴστε.
12l12, 4 δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθην εἰς χλεύασμα.
13 τοῦτο ἔοικε μὲν περὶ ἑαυτοῦ λέγειν, καθολικὸν δὲ ἐκτίθεται λό‐ γον. οἱ γὰρ σαρκικοὶ τὰ τῶν δικαίων καὶ πνευματικῶν μωρίαν ἡγοῦν‐
15ται. ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύμα‐ τος, μωρία γὰρ αὐτῷ ἐστιν.
17l12, 5 εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπ’ ἄλλους, οἴκους τε
18lαὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων.
19ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντές φασιν ὅτι· ἰδοὺ καὶ ἡ γρα‐119

120

φὴ λέγει, ὅτι εἵμαρτο αὐτὸν παθεῖν. ἀλλ’ οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτο—οὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα—, ἀλλ’ ὅτι πάντα ἐν μέτρῳ διοικῶν τὰ καθ’ ἡμᾶς ὁ θεὸς τοῖς τῆς ἑαυτοῦ προνοίας λόγοις οἶδε, καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον
5ἐπάγει τοὺς πειρασμούς. τοῦτο δὲ εἶπεν ὁ Ἰώβ, ἵνα τὸ κρίμα τῷ θεῷ παράσχῃ μονονουχὶ λέ‐ γων· μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες. ἐπὶ τοσοῦτον γὰρ πάσχου‐ σιν, ἐφ’ ὅσον ὁ θεὸς βούλεται.
9l12, 6 οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῶος ἔσεσθαι, ὅ‐
10lσοι γὰρ παροργίζουσι τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.
11 καὶ πρόδηλον, φησίν, ὡς οὐκ ἀτιμώρητος ἡ πονηρία οὐδὲ ἀνεξέ‐ ταστοι μένουσιν οἱ τὸν θεὸν παροργίζοντες.
13l12, 7—8 ἀλλὰ δὴ ἐπερώτησον τετράποδα, ἐάν σοι εἴπωσι ἢ πετεινὰ τοῦ
14lοὐρανοῦ, ἐάν σοι ἀναγγείλωσιν, ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ,
15lκαὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.
16 εἰ δὲ οὐκ ἀρκεῖ, φησίν, ἀκούειν ἀνθρώπου, ἐπερώτησον τὰ ἄλογα καὶ τὰ ἄψυχα. τοῦτο δὲ λέγει πρὸς ἐντροπὴν τοῦ Σωφάρ, ὅτι ταῦτα ἀναντίρρητά ἐστι καὶ πᾶς ἄνθρωπος αὐτὰ ἐπίσταται. τάχα δὲ καὶ τοῦ‐ τό φησιν, ὅτι καὶ τὰ ἄψυχα καὶ τὰ ἄλογα, κἂν μὴ λαλῶσιν, τῆς τοῦ
20θεοῦ δυνάμεως συναισθάνονται.
21l12, 9—10 τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ κυρίου ἐποίησεν
22lαὐτά; εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα παν‐
23lτὸς ἀνθρώπου;
24πᾶσιν οὖν, φησίν, ἐστὶν ὡμολογημένον, ὅτι τῇ ποιητικῇ καὶ δρα‐
25στηρίῳ τοῦ θεοῦ δυνάμει τὰ πάντα συνέστησαν καὶ αὐτὸς τὴν πάντων120

121

συνέχει ζωήν. εἰ δὲ μὴ τὸ αὐτὸ ψυχὴν καὶ πνεῦμα ἐνταῦθα λέγει, τὸ ψυχὴ μὲν ἐπὶ τῶν ἀλόγων νοητέον, πνεῦμα δὲ ἐπὶ τοῦ ἀνθρώπου διὰ τὸ δεδο‐ μένον τῷ ἀνθρώπῳ κατὰ τὴν ἐξ ἀρχῆς πλάσιν πνευματικὸν χάρισμα.
5l12, 11—12 οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται. ἐν
6lπολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.
7 ὅνπερ γὰρ τρόπον, φησίν, ὁ λάρυγξ διακριτικός ἐστι τῶν γευστῶν —κοινὸν δὲ τοῦτον πάντες ἔχομεν—, οὕτως ἐστί μοι καὶ πρὸς ἀκοὴν λόγων ὠτίον καὶ χρόνος ἱκανὸς εἰς σοφίαν· ὁ γὰρ φρόνιμος παλαιού‐
10μενος προκόπτει τῇ σοφίᾳ. θέλει οὖν εἰπεῖν ὅτι· καὶ οἶδα ἃ ἀκούω καὶ χρόνον εἰς ἐπιστήμην προσέλαβον. ὁ μὲν οὖν Ἀκύλας ἀντὶ τοῦ οὖς ὠτίον ἐκδέδωκε· τινὰ δὲ τῶν ἀν‐ τιγράφων ἀντὶ τοῦ οὖς νοῦς ἔχουσιν. λέγει οὖν ὅτι· ὥσπερ λάρυγγα ἐπὶ διακρίσει βρωμάτων ἅπαντες ἔχομεν, οὕτω καὶ νοῦν δυνάμενον εἰ‐
15δέναι τὰ περὶ τῆς τοῦ θεοῦ σοφίας τε καὶ δυνάμεως. διὸ καὶ ἐπάγει·
16l12, 13—16 παρ’ αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. ἐὰν
17lκαταβάλῃ, τίς οἰκοδομήσει, ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;
18lἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν, ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν
19lκαταστρέψας. παρ’ αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
20 οὐδεὶς οὖν ἀγνοεῖ, φησίν, ὅτι καὶ σοφός ἐστιν ὁ θεὸς καὶ δυνα‐ τὸς καὶ πάντα μετ’ εὐκολίας ποιεῖ, ὅσα καὶ βούλεται, καὶ οὐδεὶς ἱκανὸς ἀνατρέψαι τὰ αὐτῷ δοκοῦντα.
23l12, 17 διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν.121

122

ἀλλὰ καὶ τοὺς ἐπὶ βουλῇ μέγα φρονοῦντας λάφυρον λαμβάνει τῇ ἑ‐ αυτοῦ σοφίᾳ, καὶ τοὺς δοκοῦντας εἶναι διακριτικοὺς ῥᾳδίως ἐξίστη‐ σι τῆς οἰκείας βουλῆς ἢ καὶ τοὺς ἄρχοντας τῆς ἑαυτῶν καθέδρας, ὥστε γνῶναι ὅτι οὐδέν εἰσιν.
5l12, 18 καθιζάνων βασιλεῖς ἐπὶ θρόνου καὶ περιζωννύων ζωνὴν ὀσφύας
6lαὐτῶν.
7ἀλλὰ καὶ αὕτη τοῦ θεοῦ ἐξουσία τὸ μηδένα χωρὶς αὐτοῦ βασιλεύειν.
8l12, 19 ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους.
9εἰ δὲ καὶ θελήσει, φησίν, καὶ αὐτοὺς ἐτάσαι τοὺς ὀφείλοντας κα‐
10θαρωτάτους εἶναι, λάφυρον αὐτοὺς ἀποδείξει πρὸς τὴν ἑαυτοῦ ἀκρί‐ βειαν.
12l12, 19 δυνάστας δὲ γῆς κατέστρεψεν.
13καὶ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως.
14l12, 20 διαλλάσσων χείλη πιστῶν.
15 ὁ Θεοδοτίων παρατρέχων χείλη ἀπλανῶν ἐκδέδωκεν. ἀλλὰ καὶ τῶν δοκούντων, φησίν, ἀπλανεστάτων τὰς βουλὰς εἰς τοὐναντίον μεθίστησιν.
18l12, 20 σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.
19ὁ Σύμμαχος καὶ ἐπιστήμην γερόντων ἀφαιρῶν ἐκδέδωκεν, καὶ κατὰ
20μὲν τοῦτον δοκεῖ λέγειν· καὶ τῶν ἐκ τοῦ χρόνου τι προσλαβόντων τὴν δοκοῦσαν σύνεσιν ῥᾳδίως ἀνατρέπει.
κατὰ δὲ τοὺς Ἑβδομήκοντα τὸ σύνεσιν πρεσβυτέρων ἔγνω122

123

ἀντὶ τοῦ· οὐδὲν αὐτὸν διαλανθάνει, καὶ δύναται ἀπ’ ἀρχῆς γνοὺς τῶν συνετῶν τὰς κινήσεις ταύτας ἀνατρέπειν ὡς μηδὲ εἰς ἔργον ἐκβαίνειν.
3l12, 21 ἐκχέων ἀτιμίαν ἐπ’ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο.
4ταῦτα μάλιστα τὸν θεὸν δείκνυσι θαυμαστὸν τὰ παρὰ προσδοκίαν
5τοῖς ἀνθρώποις ἀπαντῶντα.
6l12, 22 ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θα‐
7lνάτου.
8 πρὸς μὲν ῥητὸν ὁ καὶ τὰ πᾶσιν ἄδηλα, φησίν, φανεροποιῶν καὶ τοὺς ἐν κινδύνοις καὶ πλησίον ὄντας θανάτου διασῴζων. σκιὰν δὲ
10θανάτου τὸν κίνδυνόν φησιν, ὅτι ὥσπερ ἡ σκιὰ προτρέχει τοῦ σώμα‐ τος ἐγγυτάτη αὐτῷ οὖσα, οὕτως καὶ ὁ κίνδυνος τοῦ θανάτου πλησίον αὐτοῦ τυγχάνων. πρὸς δὲ διάνοιαν ἔοικε προφητικῶς τὴν τοῦ κυρίου παρουσίαν προ‐ καταγγέλλειν, ὃς εἶπε τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ
15τοῖς ἐν τῷ σκότει· ἀνακαλύφθητε, καὶ ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.
17l12, 23 πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωννύων ἔθνη καὶ καθο‐
18lδηγῶν αὐτά.
19τοῦτο ἐποίησε τοῖς Ἰσραηλίταις τοὺς μὲν ἐξελθόντας ἐξ Αἰγύπτου
20καὶ ἀπειθήσαντας πλανήσας, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, τοὺς δὲ τούτων υἱοὺς καθοδηγήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας.
22l12, 24—25 διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ,
23ᾗ οὐκ ᾔδεισαν· ψηλαφήσαισαν σκότος καὶ οὐ φῶς, πλανηθείησαν δὲ123

124

(1l)

ὥσπερ ὁ μεθύων.
2 τὸ διαλλάσσων πάλιν ἀντὶ τοῦ παρατρέπων· τὸ δὲ ψηλαφήσαι‐ σαν καὶ πλανηθείησαν οὐκ εὐκτικῶς λέγει, ἀλλὰ τὸ συμβαῖνόν φησιν. ὅμοιον δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται· ἀθετεῖ δὲ λογισμοὺς
5λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων.
6l13, 1—2 ἰδοὺ ταῦτα τεθεώρηκέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς,
7lκαὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
8 ταῦτα, φησίν, καὶ αὐτὸς πείρᾳ ἔγνων καὶ λεγόντων ἑτέρων ἤκουσα, καὶ οὐδὲν ὑμῶν εἰμι περὶ ταῦτα ἀσυνετώτερος.
10l13, 3—4 οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον
11lαὐτοῦ, ἐὰν βούληται. ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν
12lπάντες.
13 ὁρᾷς, ὡς ἐπὶ τοῦ δικαίου κριτοῦ καὶ τοῦ τῶν ψυχῶν ἰατροῦ βούλε‐ ται τὰ καθ’ ἑαυτὸν ἐξετασθῆναι θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ,
15ὡς τῶν φίλων καὶ σφαλλομένων καὶ ἀντὶ θεραπείας φαρμάκων καὶ λόγων παρακλήσεως ἐπιτριβόντων αὐτῷ τὰ τραύματα; τὸ δὲ ἐλέγξω ἐναν‐ τίον αὐτο, ἐὰν βούληται ἐάν, φησίν, ὁ θεὸς ἐπιτρέψῃ μοι, αὐτοῦ δικάζοντος ἐλέγξω ὑμᾶς ψευδομένους. βλέπε ἀγάπης ῥήματα καὶ πεποιθήσεως τῆς εἰς τὸν θεόν, ὅτι διττὰ καὶ ἀντίδικον καὶ δικαστὴν
20καὶ μάρτυρα τῶν καθ’ ἑαυτὸν ποιεῖται τὸν θεόν, οὐ πρὸς αὐτὸν δι‐ καιολογούμενος, ἀλλὰ τοὺς φίλους ἐλέγχων.
22l13, 5 εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.
23γένοιτο ὑμῖν ἐλθεῖν τοιαύτην σύνεσιν ὥστε σιωπῆσαι, καὶ διὰ τῆς
σιωπῆς νομισθήσεσθε εἶναι σοφοί.124

125

(1l)

13, 6 ἀκούσατε ἔλεγχον στόματός μου, κρίσει δὲ χειλέων μου προσέ‐
2lχετε.
3 κατανοήσατε τοιγαροῦν, ἃ μέλλω λέγειν εἰς ἔλεγχον ὑμῶν, καὶ ἐν‐ νοήσατε, εἰ κεκριμένως φθέγγομαι.
5l13, 7 πότερον οὐχὶ κατέναντι κυρίου λαλεῖτε, ἐναντίον δὲ αὐτοῦ
6lφθέγγεσθε δόλον;
7 οὐκ ἐννοεῖτε, ὅτι ὁ θεὸς ἐπακούει τῶν λόγων ὑμῶν; πῶς οὖν τολ‐ μᾶτε εἰς ὑπήκοον αὐτοῦ παρὰ τὸ ἀληθὲς φθέγγεσθαι; ἐπιτήρει δὲ καὶ ταῦτα τὰ ῥήματα τοῦ ἀμέμπτου καὶ ἀληθινοῦ, πῶς
10πανταχοῦ μέμφεται τὸ ψεῦδος, κἂν ὑπὲρ θεοῦ τις λέγειν δοκῇ· διό‐ περ αὐτὸς ἃ φρονεῖ σὺν ἀληθείᾳ καὶ μετὰ παρρησίας ἅπαντα διαλέγε‐ ται, ἐφ’ ᾧ καὶ ὁ θεὸς αὐτὸν ἀποδέχεται αὐτὸς ὢν ἡ ἀλήθεια. τὸ γὰρ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστιν, ὥς φησιν ὁ σωτήρ.
14l13, 8 ἢ ὑποστελεῖσθε;
15οὐ δύνασθε κρυβῆναι ἀπ’ αὐτοῦ ἐν τοῖς τοιούτοις ῥήμασιν.
16l13, 8—10 ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε. καλόν, ἐὰν ἐξιχνιάσῃ
17lὑμᾶς. εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, οὐδέν τι ἧτ‐
18lτον ἐλέγξει ὑμᾶς.
19ἀλλ’ ὑμεῖς κρίνατε, εἰ μὴ ἀληθῆ λέγω ὅτι· ἐὰν τὰ καθ’ ὑμᾶς
20ἀναζητήσῃ θεός, κἂν μυριάκις ὑπὲρ αὐτοῦ λαλεῖν δοκῆτε, ἐλέγξει
ψευδομένους οὐδὲν τῆς ἀληθείας ποιούμενος προτιμότερον.125

126

(1l)

13, 10—12 εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, πότερον οὐχὶ ἡ δῖνα
2lαὐτοῦ στροβήσει ὑμᾶς; φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν, ἀπο‐
3lβήσεται δὲ ὑμῖν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον.
4ἀντὶ τοῦ εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε μὴ κρύ‐
5φα πρόσωπον αὐτοῦ δυσωπηθήσεσθε ὁ Σύμμαχος ἐκδέδωκεν. ὁ δὲ νοῦς τοιοῦτός ἐστιν· εἰ δὲ καὶ χαριζόμενοι, φησίν, τῷ κυ‐ ρίῳ καὶ ὥσπερ αἰδούμενοι αὐτοῦ τὸ πρόσωπον κρυφαίως λαλεῖτε, ἄλλα μὲν ἔχοντες κατὰ διάνοιαν, ἕτερα δὲ φθεγγόμενοι, ἆρα οὐχ ἡ συ‐ στροφὴ αὐτοῦ καὶ ἡ ἔτασις—τοῦτο γάρ ἐστιν ἡ δῖνα αὐτοῦ—περι‐
10τρέψει ὑμᾶς καὶ φοβήσει καὶ καταπλήξει; καὶ ἡ μεγαλαυχία ἡ ὑμε‐ τέρα ἀποδειχθήσεται οὐδὲν ἕτερον ἢ σποδὸς καὶ ὅτι οὐδὲν ἕτερον ἢ πηλὸς τυγχάνετε—ἀντὶ τοῦ· ἀλαζονεύεσθε σποδὸς ὄντες καὶ πηλός—, καὶ μετ’ ἐπικρύψεως λαλεῖτε ὡς θεῷ χαριζόμενοι· οὐ γὰρ ἀνέξεται ὑμῶν ψευδομένων, ἀλλὰ καὶ φοβήσει καὶ στροβήσει—ἀντὶ τοῦ· τιμω‐
15ρήσει—ὑμᾶς.
16l13, 13—14 κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν
17lτὰς σάρκας μου τοῖς ὀδοῦσιν.
18 ἀκούσατε τοίνυν μεθ’ ἡσυχίας, ἵνα ἀναπαύσωμαι παραμυθούμενος διὰ τῶν λόγων τὸ πάθος. τοῦτο γὰρ σημαίνει τὸ ἀναλαβὼν τὰς
20σάρκας μου τοῖς ὀδοῦσιν.
21l13, 14—15 ψυχὴν δέ μου θήσω ἐν χειρί, ἐάν με χειρώσηται ὁ δυνά‐
22lστης, ἐπεὶ καὶ ἦρκται.
23τίθημι δὲ τὴν ἐμὴν ψυχὴν εἰς ἐνέχυρον ἕτοιμος ὢν τὴν ὑπὲρ τῶν
λόγων ὑπομένειν δίκην· κἂν ἀνελεῖν θέλῃ ὁ ἀρξάμενός με βασανίζειν126

127

θεός, ἑτοίμως ἔχω πάντα πάσχειν τὰ αὐτῷ δοκοῦντα. ὁ δὲ νοῦς οὗτος· εἰ μὴ τἀληθῆ φθέγγομαι, ἕτοιμός εἰμι ὑπομένειν ὅτι ἂν τῷ θεῷ δοκῇ.
3l13, 15—16 ἢ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ, καὶ τοῦτό μοι
4lἀποβήσεται εἰς σωτηρίαν· οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
5 ὁρᾷς, πῶς θαρρεῖ τῇ ἀληθείᾳ καὶ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ; οἶδα, φησίν, ὅτι εἰς σωτηρίαν μοι ἀποβήσεται τὸ ἐναντίον θεοῦ τἀληθῆ λέ‐ γειν καὶ διελέγχειν ὑμᾶς ψευδομένους.
8l13, 17—18 ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκου‐
9lόντων. ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγώ, ὅτι δίκαιος
10lἀναφανοῦμαι.
11 ἐγγὺς κύριος, λέγεται, τοῖς ἐπικαλουμένοις αὐτόν, ἀντὶ τοῦ· εὐμενὴς αὐτοῖς ἐστιν ὁ θεός. ἀκούσατε οὖν, φησίν, ἃ μέλ‐ λω λέγειν· εὐμενὲς γὰρ ἕξω τὸ κριτήριον ἐπὶ θεοῦ δικαίου καὶ ἀλη‐ θοῦς φθεγγόμενος, οὗ τῇ ἀληθείᾳ θαρρῶν πιστεύω δικαιότερα λέγων
15ὑμῶν ἀναφανήσεσθαι. ἢ καὶ οὕτως· ἐγγύς εἰμι τοῦ κρίματός μου, ἀντὶ τοῦ· ἕτοιμός εἰμι πάσχειν ὅ τι ἂν κρίνῃ ὁ θεός. θαρρῶν τῇ αὐτοῦ ἀληθείᾳ ἐλπίζω δίκαιος ὀφθήσεσθαι.
19l13, 19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκ‐
20lλείψω;
21 τίνα γάρ, φησίν, ὑμῶν κρινόμενος εὐλαβηθήσομαι, ἵνα σιωπήσω; τὸ δὲ ἐκλείψω ἀντὶ τοῦ· σιωπῶν γὰρ ὑπόδικον ἐμαυτὸν ποιῶ καὶ
ἀναπολόγητον ὡς ἐκλειπουσῶν μοι τῶν δικαιολογιῶν.127

128

(1l)

13, 20—21 δυοῖν δέ μοι χρεία· τότε ἀπὸ προσώπου σου οὐ κρυβήσομαι,
2lτὴν χεῖρά σου ἀπ’ ἐμοῦ ἀπόσχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω.
3 μὴ γὰρ γένοιτο, φησίν, ἀποστῆναί μέ σου—πρὸς δὲ τὸν θεὸν τὸν λόγον ἔτρεψεν—, ἱκετεύω δὲ καὶ κουφισθῆναι τῶν βασάνων καὶ ἀφόβως
5εἰπεῖν.
6l13, 22 εἶτα καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι. ἢ λαλήσεις, ἐγὼ δέ
7lσοι δώσω ἀνταπόκρισιν.
8 ἐάν, φησίν, γνῶ, ὅτι εὐμενῶς διάκεισαι πρός με, καὶ ἐρωτώμενος εἰς ἀπολογίαν ἔρχομαι.
10l13, 23—24 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν
11lμε, τίνες εἰσίν. διὰ τὶ ἀπ’ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον;
12 τὴν αἰτίαν ἐπιθυμῶ μαθεῖν, φησίν, τῶν κολάσεων καὶ ποίων πλημ‐ μελημάτων ἐκτίνων δίκας ταῦτα ὑπομένω. διὰ τί, δέσποτα, ἀποκρύπτεις με; διὰ τί ὡς ἐχθρῷ κέχρησαι τῷ φύλλων ἀδρανεστέρῳ; διὸ καὶ ἐπάγει·
15l13, 25—14, 3 ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς
16lχόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι, ὅτι κατέγραψας κατ’
17lἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, ἔθου δέ μου τὸν πό‐
18lδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν πο‐
19lδῶν μου ἀφίκου, οἳ παλαιοῦνται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
20lβροτὸς γὰρ γεννητὸς 〈γυναικὸσ〉 ὀλιγόβιος καὶ πλήρης ὀργῆς, ἢ ὥσπερ
21lἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. οὐχὶ
22lκαὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐνώπιόν σου
23lἐν κρίματι;
24τὸ τῆς φύσεως εὐτελὲς εἰς ἱκετηρίαν προβάλλεται φύλλῳ παρεικάζων128

129

τὸν ἄνθρωπον καὶ χόρτῳ τῇδε κἀκεῖσε περιφερομένῳ καὶ ἀσκῷ παλαιου‐ μένῳ καὶ ἱματίῳ ὑπὸ σητῶν δαπανωμένῳ καὶ ἄνθει ταχὺ μαραινομένῳ καὶ σκιᾷ παρατρεχούσῃ. τὸν τοιοῦτον, οὖν φησιν, δέσποτα, εἰς ἀκριβεῖς εἰσάγεις ἐλεγμοὺς καὶ λεπτῶς τὰ κατ’ αὐτὸν ἐξετάζεις. τὸ δὲ κατ‐
5έγραψας κατ’ ἐμοῦ κακά ἀντὶ τοῦ· ἀπεσημήνω πᾶν, εἴ τι καὶ ἥμαρτον ἐκ νεότητος. τὸ δὲ ἔθου δέ μου τὸν πόδα ἐν κωλύ‐ ματι, ἵνα εἴπῃ ὅτι· ἀκριβῶς ἐφύλαξας τὰ κατ’ ἐμὲ ὡς οἱ ἐν τῇ ξυλοπέδῃ δεσμοῦντες τοὺς καταδίκους. ὁ γὰρ Ἀκύλας οὕτως ἐκδέδωκεν· καὶ ἔθηκας ἐν ξυλοπέδῃ τὸν πόδα μου. τὸ δὲ εἰς ῥίζας τῶν ποδῶν μου
10ἀφίκου, τουτέστιν· καὶ τὰ λεπτότατα τῆς πορείας μου ἐφύλαξας. τὸ δὲ πλήρης ὀργῆς ὁ Ἀκύλας πλήρης κλονήσεως ἐκδέδωκεν, ἵνα εἴπῃ, ὅτι καὶ ὀλιγοχρόνιός ἐστιν ὁ ἄνθρωπος καὶ ὁ βίος αὐτοῦ με‐ στὸς ταραχῆς. ταῦτα δὲ εἶπε καὶ συγγνώμην αἰτῶν, εἴ τι καὶ ἥμαρτεν, καὶ ἔλεον
15ἐπιζητῶν ἐπὶ τῇ ἀνθρωπίνῃ ταπεινότητι.
16l14, 4—6 τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ’ οὐδείς, ἐὰν καὶ μίαν
17lἡμέραν 〈ὁ βίοσ〉 αὐτοῦ ἐπὶ τῆς γῆς. ἀριθμητοὶ δὲ μῆνες αὐτῷ παρ’ αὐ‐
18lτοῦ, εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. ἀπόστα ἀπ’ αὐτοῦ ἵνα ἡσυ‐
19lχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός.
20τί δεῖ, φησίν, περὶ ἀνθρώπου μακρὰ λέγειν, ὅπουγε καὶ αὐτὴ ἡ
ἀνθρωπίνη γέννησις οὐκ ἄνευ ῥύπου καὶ ἁμαρτίας τυγχάνει; τοῦτο δὲ129

130

λέγει ὡς προφήτης διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ὡς γὰρ ὁ πολύνους ἀπόστολος ἔφη· διὰ 〈τῆς παρακοῆσ〉 τοῦ ἑνὸς ἁμαρτωλοὶ κατέστησαν οἱ πολλο. ἔστι δέ, φησίν, καὶ ἄλλως ὁ ἄνθρωπος ὀλιγοχρόνιος μέτρον εἰς ζωὴν παρὰ θεοῦ λαβών, ὅπερ ὑπερβῆναι παντε‐
5λῶς ἀμηχάνως ἔχει. ἐλθὲ τοίνυν εἰς οἶκτον, δέσποτα, τοῦ οὕτως εὐτελοῦς, τοῦ ἐκ γεν‐ νητῆς ἁμαρτωλοῦ καὶ ὀλιγοβίου· καὶ ἀπόστησόν σου τὸ ἐταστικὸν ἀπ’ αὐτοῦ, ἵνα ἀναπνεύσῃ δίκην μισθωτοῦ μετὰ τοὺς πολλοὺς καμάτους ὀλίγην εὑρίσκων ἀνάπαυσιν.
10l14, 7—10 ἔστι γὰρ δένδρῳ ἐλπίς. ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ
11lὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ,
12lἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει,
13lποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν
14lδὲ βροτὸς οὐκέτι ἐστίν.
15 ἀλλὰ καὶ φυτῶν, φησίν, εὐτελέστερός ἐστιν ὁ ἄνθρωπος. ἐκεῖνα γὰρ καὶ μετὰ τὴν τομὴν δύναται ἐπανθῆσαι καὶ κλῶνας ἀναβλαστῆσαι ἀρδεί‐ ας ὑδάτων τυχόντα καὶ ποιεῖν θερισμόν, ἀντὶ τοῦ· καρπόν. ἄν‐ θρωπος δὲ ἅπαξ ἀποθανὼν παλινδρομῆσαι εἰς τὸν βίον οὐ δύναται.
19l14, 11—12 χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξη‐
20lράνθη. ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανός, οὐ μὴ
21lσυρραφῇ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.
22ἀντὶ τοῦ· χρόνῳ δὲ σπανίζεται θάλασσα, ὁ Σύμμαχος· ὡς130

131

ἐκρεῖ ὕδατα ἀπὸ θαλάσσης ἐκδέδωκεν. ὁ δὲ νοῦς οὗτος· ὥσπερ, φησίν, ὕδωρ ἀπὸ θαλάσσης ἐκρέον, οἷόν ἐστι τὸ ἐκ τοῦ Πόντου κατιὸν ῥεῦμα, καὶ ὥσπερ ποταμὸς ξηρανθείς, οὕτως ἄνθρωπος ἀποθανὼν ἀφανὴς γίνεται. τὸ δὲ ἕως ἂν ὁ οὐρανός, οὐ μὴ συρραφ, τουτέστιν· ἕως
5συντελείας. οὕτως οὖν ἀνάγνωθι· ἕως ἂν ὁ οὐρανός, καὶ ὑπό‐ στιξον, ἵνα εἴπῃ· ἕως συνέστηκεν ὁ κόσμος, ὁ ἀποθανὼν ἄνθρωπος οὐ μὴ συρραφ, ἀντὶ τοῦ· οὐ μὴ συναρμοσθῇ. συρραφὴν δὲ λέγει τὸν εἱρμὸν τῶν ζεύξεων τῶν μελῶν. τοῦτο δὲ εἶπεν, ἵνα μή τις ὑπολάβῃ κατὰ καιρὸν ἀνάστασιν γίνε‐
10σθαι, ἀλλ’ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων. καὶ σημείωσαι, ὅτι σα‐ φῶς τὸ τῆς ἀναστάσεως ἐδίδαξε μυστήριον. καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. ἔστι δὲ κατὰ ἀλληγορίαν δέν‐ δρῳ ἐλπίς, ἀντὶ τοῦ· ἀνθρώπῳ. κἂν γὰρ ἐν παραπτώματι γένηται, μετανοήσῃ δὲ καὶ γένηται ἐν τῇ γῇ τῆς εὐσεβείας καὶ ἐν τῇ πέτρᾳ
15ἤγουν τῇ εὐσεβεῖ πίστει, ἐκ τοῦ ὕδατος τῆς παλιγγενεσίας ἢ καὶ ἐκ τοῦ δακρύου τῆς μετανοίας ἀναβλαστήσει. ὁ δὲ τῇ παρατροπῇ καὶ τῇ ἁμαρτία ἐναποθανὼν οὐδεμίαν ἔχει χρηστὴν ἐλπίδα. καὶ χρόνῳ μὲν ἀφανίζεται ἡ ἁμαρτία, θάλασσα τροπικῶς ὀνομαζομένη, ὁ δὲ διάβο‐ λος καὶ οἱ αὐτοῦ πειρασμοὶ ξηραίνονται, οἱ δὲ τελευτήσαντες οὐκ
20ἐξαφανίζονται περιμένοντες τὴν ἀνάστασιν.
21l14, 13—14 εἰ γὰρ ὄφελον ἐν ἅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με, ἕως ἂν
22lπαύσηταί σου ἡ ὀργή· καὶ τάξῃ μοι χρόνον, ἐν ᾧ μνείαν μοι ποιή‐
23lσῃ. ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας τὰς ἡμέρας τοῦ
24lβίου αὐτοῦ.
25ὁ Θεοδοτίων ἀντὶ τοῦ ζήσεται· μὴ ζήσεται ἔφη.131

132

ὁ δὲ νοῦς οὗτος· εἴθε, φησίν, τὸν χρόνον τοῦτον, ὃν ὀργίζει μοι, ἐν τῷ ᾅδῃ με ἐφύλαξας—ἀνέγκλητος γὰρ ἡ ἐκεῖ φυλακή—καὶ μὴ παν‐ τελῶς ἐπελάθου μου, ἀλλ’ ἔταξάς μοι χρόνον τῆς ἐκεῖ φυλακῆς. αἰτίαν δὲ ἀποδέδωκε τοῦ ποθεῖν τὸν θάνατον· δίχα γὰρ βασάνων, φησίν, ἐκεῖ
5φυλαττόμενος προσδοκῶ τὴν ἀνάστασιν. ἐὰν γάρ, φησίν, ἀποθάνῃ ἄνθρω‐ πος συντελέσας τὰς ἡμέρας τοῦδε τοῦ βίου, οὐκ εἰς ἀνυπαρξίαν χωρεῖ, ἀλλὰ ζῇ τῇ ψυχῇ περιμένων τὴν ἀνάστασιν. κατὰ δὲ Θεοδοτίωνα· ἐάν, φησίν, ἀποθάνῃ ἄνθρωπος, οὐ ζήσεται, ἵνα εἴπῃ, ὅτι τῶν βασάνων ἀπαλλάττεται.
10l14, 14—15 ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. εἶτα καλέσεις με, ἐγὼ δέ
11lσοι ὑπακούσομαι.
12 ἐὰν γάρ, φησίν, ἐν ᾅδου φυλαχθῶ, προσδοκῶ τὴν παλιγγενεσίαν καὶ ἀνάστασιν, ὅτε σὺ μὲν ἐντέλλῃ τοῖς νεκροῖς ἀναστῆναι, ἐγὼ δέ σοι ὑπακούσομαι. σημαίνει τὸ γοργὸν τῆς φύσεως εἰς τὴν ἀνάστασιν. ἐν
15γὰρ κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, οὐδενὸς ἀντιπράττον‐ τος ἐν ῥιπῇ ὀφθαλμοῦ ἡ ἀνάστασις γίνεται, ὡς καὶ ὁ ἱερὸς ἡμᾶς ἀπόστολος ἐδίδαξε. ταῦτα δὲ προφητικῶς ἐξαγγείλας ὁ μακάριος Ἰὼβ πάλιν ἐπὶ τὴν ἱκε‐ σίαν προτρέπεται καί φησιν·
20l14, 15—17 τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ, ἠρίθμησας δέ μου
21lτὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου. ἐσφρά‐132

133

(1l)

γισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δέ, εἴ τι ἄκων
2lπαρέβην.
3 πάλιν ὡς ποιητὴν ἱκετεύει τὸν θεὸν καί φησιν· μὴ ἀπόβλητόν με, δέσποτα, τὸ σὸν ποιήσῃ δημιούργημα, μηδὲ οὕτω τὰ καθ’ ἡμᾶς λεπτῶς
5ἐξαρίθμει καὶ ἐξιχνίαζε ὥσπερ ἐν βαλλαντίῳ πάντα κατακλείων, ἐφ’ ᾧ μηδεμίαν οἱονεὶ παραπολέσθαι τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλὰ πασῶν ἀπαιτεῖ‐ σθαι τὰς δίκας. διὰ τί δέ, δέσποτα, καὶ τὰς ἀκουσίους ἡμῶν ἁμαρτίας οὕτως ἐπισημαίνει καὶ οἱονεὶ ἀπογράφεις; ταῦτα δέ φησι θεὸν μὲν ἱκετεύων, μὴ ἀκριβῶς ἐξετάζειν τὰ καθ’ ἡ‐
10μᾶς, ἡμᾶς δὲ διδάσκων, ὡς οὐδὲν διαλανθάνει τὴν ἀπλανῆ τοῦ θεοῦ κατανόησιν τῶν ἡμετέρων, εἴτε προαιρετικῶς, εἴτε ἀκουσίως τι πρά‐ ξομεν. ὅτι δὲ καὶ τῶν ἀκουσίων ὑφέξομεν τοὺς λόγους, ἤκουσας καὶ τοῦ λόγου τοῦ Ἐκκλησιαστικοῦ πρὸς τῷ τέλει λέγοντος, ὅτι· σύμπαν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμέ‐
15ν, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν.
16l14, 18—19 καὶ πλὴν ὄρος πῖπτον πεσεῖται καὶ πέτρα παλαιωθήσεται
17lἐκ τοῦ τόπου αὐτῆς. λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν 〈ὕδατα〉
18lὑπτία τοῦ χώματος τῆς γῆς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας.
19ὁ σοφὸς Ἰὼβ αἰνίγματα λαλεῖ, ἐπειδὴ καὶ πολλὰ τῶν φίλων δι’ αἰ‐
20νιγμάτων ῥηθέντα συνῆκεν αὐτὸς ὡς σοφός, οὐδαμοῦ τὸν νοῦν ἐκ τῶν ἀλγηδόνων περισπασθείς, ἀλλ’ ἐν μέσοις αὐτοῖς τοῖς πάθεσι φιλοσο‐ φῶν. ἔοικεν οὖν ἐν τούτοις τὸν θεὸν ἱκετεύειν μὴ ἐπὶ πολὺ παρα‐ τείνειν αὐτῷ τὰς συμφοράς, μήπως τις αὐτῷ καὶ ὀκλασμὸς γένηται καὶ
ἐξατονήσῃ. εἰ γὰρ καὶ ὄρος, φησίν, καὶ πέτρα τῷ χρόνῳ παλαιοῦται133

134

καὶ πίπτει, καὶ τοὺς λίθους τοὺς στερροτάτους λεαίνει ἡ συχνὴ τῶν ὑδάτων ἐπιρροὴ καὶ τὰ ἀνεστηκότα τῆς γῆς χώματα ἡ τῶν ὑδάτων φορὰ κατακλύζει καὶ ὑπτία ἀπεργάζεται, δέος, μὴ τῇ συνεχείᾳ τῶν πει‐ ρασμῶν καὶ τῷ μήκει τοῦ χρόνου πάθω τι κἀγὼ τῶν ἀβουλήτων, καὶ
5ἀπείπω πρὸς τὰς συμφοράς. τὸ δὲ ὑπομονὴν ἀνθρώπου ἀπώλε‐ σας τοῦτο σημαίνει, ὅτι ἐκτὸς τῆς ἄνωθεν βοηθείας ἄνθρωπος οὐδέν ἐστιν οὐδὲ τὰς τῶν πειρασμῶν νιφάδας ὑπομεῖναι δύναται.
8l14, 20 ὤσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο, ἐπέστησας αὐτῷ τὸ πρόσωπόν
9lσου καὶ ἐξαπέστειλας.
10 πάλιν περὶ τῆς οὐδενίας τοῦ ἀνθρώπου πρὸς θεὸν ἀποδύρεται. ὡς γὰρ ἐπὶ ἀνέμου καὶ χοὸς ἤ τινος τῶν κουφοτάτων, ἐάν, φησίν, μόνον ὠθήσῃς αὐτὸν ἢ ἐπιστήσῃς αὐτῷ τὸ πρόσωπόν σου ἀπειλητικῶς, εὐθέως ἀποστέλλεται καὶ οἴχεται, ἀντὶ τοῦ· ἀποθνήσκει.
14l14, 21—22 πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ εἶδεν, ἐὰν δὲ
15lὀλίγοι γένωνται, οὐκ ἐπίσταται, ἀλλ’ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ
16lδὲ ψυχὴ αὐτοῦ ἐπένθησεν.
17 τί δέ, φησίν, ὄφελος ἀνθρώπῳ ἐν ὀδύναις ζήσαντι καὶ ἐν πένθει ψυχῆς ἐκ τῶν μετ’ αὐτὸν ἐσομένων; κἄν τε γὰρ εἰς πλῆθος ἐκταθῇ αὐ‐ τοῦ ἡ γονή, κἄν τε εἰς ὀλίγους περιστῇ, αὐτὸς ἅπαξ ἀποθανὼν ἀγνοεῖ.
20 ἠρέμα δὲ πάλιν ἡμᾶς διδάσκει, μὴ μέγα οἴεσθαι τὴν εὐπαιδίαν καὶ πολυπαιδίαν. τῷ γὰρ ἅπαξ ἀποθνήσκειν μέλλοντι τούτων οὐδὲν ὄφελος.
τὸ δὲ ὀλιγοχρόνιον πρὸς παραίτησιν καὶ ἱκεσίαν προεβάλετο.134

135

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΔΕΚΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματι καὶ ἐνέπλησε πό‐ νον γαστρός;
5tΠροθεωρία τοῦ κεφαλαίου
6 τοῦ Ἰὼβ προοιμιασαμένου καὶ εἰρηκότος· πότερον ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ’ ὑμῶν τελευτήσει σοφία; κἀ‐ μοὶ μὲν καρδία καθ’ ὑμᾶς ἐστιν, εὐθὺς ὁ Ἐλιφὰζ πρὸς τοῦτο ἱστάμενός φησι πρὸς τὸν Ἰὼβ ὅτι· οὐδέποτε ὁ σοφὸς ἐπιδεικ‐
10τικῶς τὴν ἑαυτοῦ προάγει σοφίαν, ὅπερ σὺ πεποίηκας καίτοι γε οὐδὲν ἀναγκαῖον εἰρηκώς, ὥστε ἐκ τῶν σῶν ῥημάτων καὶ ἄσοφος καὶ ἄφοβος ὢν δείκνυσαι. εἰπὲ γάρ, ὦ οὗτος· πρὸ πάντων ἀνθρώπων γέ‐ γονας ἢ καὶ πρὸ αὐτῆς τῆς κτίσεως ἢ μύστης τῆς τοῦ θεοῦ σοφίας κατέστης, ὅτι σαυτῷ ἀποδίδως; πῶς δὲ καὶ ἐτόλμησας εἰπεῖν ὅτι·
15ἄμεμπτός εἰμι καὶ δίκαιος ἀναφανοῦμαι, ὅπουγε οὔτε ἄγγε‐ λοι οὔτε οὐρανὸς μήτιγε καὶ ἄνθρωπος ἀκάθαρτος δύνανται εἶναι κα‐ θαροὶ πρὸς τὴν τοῦ θεοῦ καθαρότητα; μάνθανε τοίνυν παλαιὸν καὶ ἀληθῆ λόγον, ὅτι δι’ ἁμαρτίας τοῖς ἀνθρώποις αἱ κολάσεις ἐπηνέχ‐
θησαν.135

136

εἶτα λέγει καὶ τὰ τοῖς ἀσεβέσιν ἴσως συμβαίνοντα· καὶ ἀληθὴς μὲν ὁ λόγος, ὅτι δι’ ἁμαρτίας αἱ κακώσεις· πλὴν οὐ πάντως ἀνταπο‐ δοτικῶς ἐπιφέρονται, ἀλλ’ ἐσθότε καὶ γυμναστικῶς, ἵνα δοκιμασθῶ‐ σιν οἱ δίκαιοι, ὥστε μὴ μετὰ τῆς προσηκούσης διαιρέσεως ταῦτα
5εἰρηκὼς ὁ Ἐλιφὰζ πάλιν ἔπληξε τὸν Ἰὼβ συντάξας αὐτὸν τοῖς δι’ ἁ‐ μαρτίαν κολαζομένοις. θεώρει δέ, ὡς ἐν κόσμῳ ποιοῦνται τοὺς διαλόγους καὶ τοῦ ἑνὸς λαλοῦντος οἱ ἕτεροι σιωπῶσιν ἀντιπαραχωροῦντες ἀλλήλοις τὰς δια‐ λέκτους καὶ οὐκ ἐπιδεικτικῶς τοὺς ἑαυτῶν διὰ μέσου παρεμβάλλοντες
10λόγους, ἀλλ’ ἕκαστος ἀναμένει, ἕως ἂν ὁ λέγων πληρώσῃ. χρὴ οὖν καὶ ἡμᾶς ἐκ ταύτης τῆς εἰκόνος, ὅταν τις λαλῇ, περιμένειν τοῦ λό‐ γου τὸ πέρας καὶ μὴ φανητιῶντας διακόπτειν τὰ λεγόμενα μήτε μετ’ ἐπιδείξεως τοὺς οἰκείους προφέρειν λόγους, ἀλλ’ ἐν κόσμῳ καὶ μετὰ τάξεως, ὡσπεροῦν καὶ ὁ μακάριος Ἰὼβ καὶ οἱ αὐτοῦ φίλοι
15ἀσυγχύτους τὰς διαλέξεις ἐποιήσαντο. τοῦτο καὶ ὁ σοφώτατος Παῦ‐ λος τοῖς ἐν ἐκκλησίᾳ προφητεύουσιν ἐπέταττε ποιεῖν· ἐὰν δ, φησίν, ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάν‐ τες μανθάνωσιν, ὁμοῦ καὶ τάξιν ἐπιτιθεὶς τοῖς προφητεύουσι
20καὶ τὸ ἀσύγχυτον τοῖς λεγομένοις φυλάττων. καὶ πνεύματα, γάρ φησιν, προφητῶν προφήταις ὑποτάσσεται, ὥστε δεῖ καὶ ἀκενοδόξως ποιεῖσθαι τὴν προφορὰν τῶν λόγων.
διὰ τοῦτο τοιγαροῦν πάλιν ὁ Ἐλιφὰζ πρὸς τὸν Ἰὼβ ἀποκρίνεται.136

137

ἐπειδὴ γὰρ αὐτὸς πρῶτος ἀντικατέστη τῷ Ἰώβ, εἶτα ὁ Βαλδάδ, καὶ μετ’ ἐκεῖνον ὁ Σωφάρ, κατὰ τὴν προσήκουσαν τοίνυν τῶν λόγων δια‐ δοχὴν πάλιν αὐτὸς ἵσταται πρὸς τὰ εἰρημένα καί φησιν·
4t〈Αἱ λέξεισ〉
5l15, 2—3 πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματι καὶ ἐν‐
6lέπλησε πόνον γαστρὸς ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ, ἐν λόγοις
7lοἷς οὐδὲν ὄφελος.
8 συνέσεως πνεῦμά φησιν τὴν γνῶσιν τοῦ πνεύματος. τοῦτο οὖν ἐντρεπτικῶς λέγει πρὸς τὸν Ἰὼβ ὅτι· ὁ τέλειος σοφὸς οὐδέπο‐
10τε ἐπιδεικτικῶς προφέρει τὴν γνῶσιν τοῦ πνεύματος, ἀλλ’ οὐδὲ ὡς ζηλωτὴς τῆς ἀληθείας καὶ ὥσπερ πληττόμενος ὑπὸ τοῦ ἀληθοῦς τὴν γαστέρα προφέρει λόγους ἀνωφελεῖς. τοῦτο γὰρ σοφὸς οὐ ποιεῖ, ὅπερ σὺ πεποίηκας. δύο τοίνυν κατηγορεῖ τοῦ Ἰώβ, ὅτι μάλιστα μὲν ὁ σοφὸς οὐκ
15ἐπιδεικτικῶς προφέρει τὴν σοφίαν, ἔπειτα ὅτι· ἃ ἐλάλησας ὡς ἐλέγ‐ χων ἡμᾶς καὶ ὡς δῆθεν πάσχων ὑπὲρ τῆς ἀληθείας—τοῦτο γὰρ δηλοῖ τὸ ἐνέπλησε πόνον γαστρός—, ματαίως ἐφθέγξω καὶ ἀνωφε‐ λῶς ἔστι δὲ καὶ οὕτω νοῆσαι· πότε, φησίν, σοφός, ὦ Ἰώβ, οὕτως
20ἀποκρίνεται ὡς ἄλλων τὰς ψυχὰς πληρῶσαι πόνου—γαστέρα γὰρ τὴν
ψυχὴν λέγει ὡς ἀναδοτικὴν τῶν ἐκ τοῦ λόγου τροφῶν—καίτοιγε137

138

διὰ ῥημάτων μηδεμίαν ἐχόντων ὄνησιν; ἵνα εἴπῃ ὅτι· ἔπληξας ἡμᾶς οὕτω διαλεχθεὶς καὶ ματαίους προκομίσας λόγους, ὅπερ σοφὸς οὐ ποιεῖ.
4l15, 4 οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετέλεσας δὲ ῥήματα τοιαῦτα
5lἐναντίον κυρίου;
6 ἀπετόλμησας, φησίν, καὶ ἀφόβως ἐλάλησας πρὸς τὸν θεὸν θελήσας κρίνεσθαι. τρόπῳ δὲ θεοσεβείας ὡς τοῦ θεοῦ ἔκδικοι ταῦτα λέγου‐ σιν οἱ περὶ τὸν Ἐλιφάζ.
9l15, 5—6 ἔνοχος εἶ ῥήμασι στόματός σου οὐδὲ ἔκρινας ῥήματα δυνα‐
10lστῶν. ἐλέγξει σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου
11lκαταμαρτυρήσαισάν σε.
12 δυναστῶν λέγει τῶν σοφῶν, ἢ τῶν πρὸ αὐτοῦ παλαιοτέρων ἢ καὶ τῶν προειρηκότων φίλων. μὴ κατανενοηκώς, οὖν φησιν, μηδὲ διακρί‐ νας τὰ τῶν ἐν σοφίᾳ δυνατῶν ῥήματα οὕτως ἐλάλησας, ὡς μὴ ἀλλα‐
15χόθεν, ἀλλ’ ἐκ τῶν σῶν λόγων καταδικάζεσθαι.
16l15, 7—9 τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης, ἢ πρὸ θινῶν ἐπά‐
17lγης, ἢ σύνταγμα κυρίου ἀκήκοας, εἰς δέ σε ἀφίκετο σοφία; τί γὰρ
18lοἶδας ὃ οὐκ οἴδαμεν, ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμεῖς;
19μὴ πρὸ πάντων, φησίν, ἐγένου καὶ πρὸ αὐτῆς τῆς κτίσεως, ἢ με‐
20τὰ σοῦ ὁ θεὸς συνετάξατο—ἀντὶ τοῦ· ἐβουλεύσατο—, ἢ μύστης τῆς αὐτοῦ σοφίας γέγονας; τί δὲ καὶ πλέον ἡμῶν ἐπίστασαι;
21l15, 10 καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν πρεσβύτερος τοῦ
22lπατρός σου ἡμέραις.138

139

ἀλλὰ τί λέγεις, φησίν, ὅτι ὁ χρόνος σε σοφώτερον κατεσκεύασεν; ἀλλ’ ἔστι τις ἐξ ἡμῶν τῶν τριῶν τυχὼν οὐ μόνον σου, ἀλλὰ καὶ τοῦ πατρός σου παλαιότερος. ἢ καὶ τοῦτο λέγει· δῶμεν, φησίν, ὅτι καὶ παλαιὸς εἶ καὶ τοῦ
5σοῦ πατρὸς πρεσβύτερος, ὅπερ ἀμήχανον, ἆρα ἀπὸ τοῦ χρόνου σε προσήκει μεγαλαυχεῖν;
7l15, 11 ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι· 〈μεγάλως ὑπερβαλλόντως
8lλελάληκας.〉
9ἴσθι τοίνυν, ὡς πρὸς σύγκρισιν τῶν σῶν ἁμαρτημάτων ἐλαφρῶς
10ἐτιμωρήθης. εἶτα, ἐπεὶ μηδὲν ἔχει δεικνύναι τοῦ Ἰὼβ ἁμάρτημα, ἐκ τῶν λόγων αὐτοῦ πειρᾶται κρίνειν καί φησιν·
12l15, 12—13 τί ἐτόλμησεν ἡ καρδία σου, ὅτι ὑπήνεγκαν οἱ ὀφθαλμοί
13lσου, ὅτι θυμὸν ἔρρηξας ἐναντίον κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος
14lῥήματα τοιαῦτα;
15 ὀφθαλμούς φησιν τὸ νοητικὸν καὶ ὁρατικὸν τῆς ψυχῆς. πῶς οὖν, φησίν, ἐτόλμησας τῇ διανοίᾳ σου οὕτως ἀρθῆναι καὶ μετ’ ὀργῆς ὡς ἄδικα πάσχων πρὸς θεὸν διαλεχθῆναι οἷά τις ἀναμάρτητος τυγχάνων;
18l15, 14—16 τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος
19lγεννητὸς γυναικός, εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ κα‐
20lθαρὸς ἐναντίον αὐτοῦ; ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πί‐
21lνων ἀδικίας ἴσα ποτῷ.
22 τίς γάρ, φησίν, ἄνθρωπος ὢν δύναται ἄμεμπτος εἶναι ἢ ἐπαγγέλ‐ λεσθαι ὅτι· δίκαιος ἔσομαι; εἰ γὰρ οἱ σφόδρα ἅγιοι, εἴτε ἄγγελοι εἴτε ἄνθρωποι, καὶ αὐτὴ δὲ τοῦ οὐρανοῦ ἡ καθαρότης πρὸς τὴν σύγ‐
25κρισιν τῆς τοῦ θεοῦ καθαρότητος ἀκάθαρτοι, τί ἂν εἴποιμεν περὶ139

140

τοῦ ἀνθρώπου τοῦ βδελυκτοῦ καὶ ἀκαθάρτου, ὃς ἴσα πώματι τὰς ἀδι‐ κίας ἐκπίνει; τοῦτο δὲ εἶπε διὰ τὸ προαιρετικῶς τοὺς ἀνθρώπους ἁμαρτάνειν. τὸ δὲ κατὰ ἁγίων οὐ πιστεύει δυνατὸν καὶ οὕτω νοῆσαι
5ὅτι· καὶ αὐτοὶ οἱ ἄγγελοι τρεπτοὶ γεγόνασι τὴν φύσιν, ὡς καί τινας αὐτῶν ἀπολισθῆναι τῆς οἰκείας στάσεως, τὸ δὲ οὐρανὸς δὲ οὐ καθαρὸς ὅτι· καὶ αὐτὸς πολλάκις ὑπὸ νεφῶν συγκαλύπ‐ τεται.
9l15, 17—18 ἀναγγελῶ, σὺ δὲ ἄκουέ μου· ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι,
10lἃ σοφοὶ ἐροῦσι καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν.
11 σοφὸν τοιγαροῦν ἄκουε λόγον, ὃν οἱ παλαιότεροι παῖς παρὰ πατρὸς διεδέξαντο. ἀληθῆ δὲ εἶναι τοῦτον καὶ ἡ πεῖρά μοι παρέ‐ δωκεν.
14l15, 19 αὐτοῖς δὲ μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς
15lἐπ’ αὐτούς.
16 οἱ δὲ τὸν σοφόν, φησίν, παραδεδωκότες ἡμῖν λόγον οὕτω καὶ θεο‐ σεβεῖς ἐτύγχανον, ὡς ἀταράχως τὴν ἑαυτῶν οἰκῆσαι γῆν οὐδενὸς αὐ‐ τοῖς πολεμίου ἐπεληλυθότος. τίς οὖν ὁ λόγος ὁ παλαιός, ἐπάγει.
19l15, 20—21 πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδό‐
20lμενα δυνάστῃ, ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. ὅταν {δὲ} δοκῇ ἤδη
21lεἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή.
22ἀεί, φησίν, τεταραγμένος ἐστὶν ὁ ἀσεβής, ἀεὶ ἐν φροντίδι,
πρόσκαιρος αὐτοῦ ἡ δυναστεία, περίφοβός ἐστιν ἔνοικον ἀεὶ τὸ140

141

δέος ἔχων. ἥξει δὲ αὐτῷ καὶ ἀδόκητος ἡ καταστροφὴ τῆς δοκούσης εὐημερίας.
3l15, 22—24 μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ
4lἤδη εἰς χεῖρας σιδήρου, κατατέτακται δὲ εἰς σῖτα γυψίν, οἶδεν
5lδὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα· ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στρο‐
6lβήσει, ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει.
7 σκότος λέγει τὴν τιμωρίαν. μὴ πιστευέτω οὖν, φησίν, ὅτι ἀτι‐ μώρητος μένει, ὁ ἀσεβής· θεῖον γάρ ἐστιν ἔνταλμα ὑπὸ σιδήρου αὐ‐ τὸν ἀναιρεθῆναι καὶ ὑπὸ γυπῶν δαπανηθῆναι ἄταφον κείμενον. εἶπε
10δέ τι ὡς εἰκὸς συμβησόμενον δηλῶσαι βουλόμενος, ὅτι πάντως οἱ ἀσεβεῖς ὑπὸ τιμωρίαν ἔσονται. ἀλλὰ καὶ αὐτός, φησίν, συνεπίστα‐ ται ἑαυτῷ τὴν μέλλουσαν ἔσεσθαι πτῶσιν καὶ ὅτι μέλλει ὑπὸ σκό‐ τος εἶναι καὶ κλόνησιν καὶ θλῖψιν καὶ ἀνάγκην.
14l15, 24—26 ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων, ὅτι ἦρκε χεῖρας
15l〈ἐναντίον τοῦ κυρίου〉· ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλία‐
16lσεν, ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ.
17 ὁ ἀσεβής, φησίν, ὡς χεῖρας ἀνταίρων τῷ θεῷ καὶ τὸν αὐχένα δι‐ αίρων κατ’ αὐτοῦ καὶ ὥσπερ τρέχων εἰς τὸ συμβαλεῖν αὐτῷ πρὸς πα‐ ράταξιν οἷά τινα παχεῖαν ἀσπίδα τὴν ὑπερηφανίαν ἐπιφερόμενος
20καταβάλλεται καὶ πίπτει οἷά τις στρατοπέδων ἄρχων ὡς ὑπὸ ἀντι‐ πάλου τοῦ θεοῦ τιτρωσκόμενος.
22l15, 27 ὅτι ἐκάλυψε πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησε
23lπεριστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ.141

142

οἱ εὐτραφεῖς ὑπὸ τῆς ἄγαν τρυφῆς πιμελῇ παχύνονται τὸ πρόσω‐ πον καὶ διπλώματα καὶ περισαρκώσεις ποιοῦσιν ἐπὶ τῶν μηρῶν, ἃ δὴ περιστόμιον καλεῖ ὡς συνέχοντα τοὺς μηρούς. ὥσπερ οὖν, φησίν, οὗτοι τοιοῦτοι γίνονται, οὕτω καὶ ὁ ἀσεβὴς ὑπὸ τῆς εὐημερίας
5πανταχόθεν περιρρεόμενος καὶ σαρκικῇ δυνάμει πεποιθὼς εἰς ἀντί‐ στασιν ἐπαίρεται τὴν κατὰ θεοῦ καὶ πολεμεῖ τοῖς αὐτοῦ διατάγμα‐ σιν· διὸ καὶ ὡς ἀντιμαχόμενος τῷ θεῷ ὑπ’ αὐτοῦ καταβάλλεται.
8l15, 28—29 αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους
9lἀοικήτους. ἃ δὲ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται· οὔτε μὴ
10lπλουτισθῇ οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα.
11 τὴν παντελῆ ἐρημίαν τῶν ἀσεβῶν λέγει ὡς ἀντὶ πόλεων εὐθηνου‐ μένων καὶ οἴκων ἐρημίαν αὐτοὺς οἰκεῖν ὑπὸ πενίας. οὐ γὰρ μὴ μείνῃ τοῦ τοιούτου, φησίν, τὰ ὑπάρχοντα.
14l15, 29—33 οὐ μὴ βάλῃ ἐπὶ γῆς σκιὰν οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν
15lβλαστὸν αὐτοῦ μαραίνει ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. μὴ πι‐
16lστευέτω, ὅτι ὑπομενεῖ. κενὰ γὰρ ἀποβήσεται αὐτῷ ἡ τομὴ αὐτοῦ·
17lπρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ. τρυγη‐
18lθείη δὲ ὡς ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
19μεταφορικῶς, ὡς ἐπὶ δένδρου εὐθαλοῦς καὶ πρὶν ἢ γηράσῃ ἐκ‐
20τεμνομένου καὶ ἔτι ὄντος ἐν τῇ ἀνθήσει μαραινομένου, οὕτω διέ‐
γραψε τὸν ἀσεβῆ οὐ μέχρι τέλους εὐημεροῦντα. τὸ δὲ οὐ μὴ βάλῃ142

143

ἐπὶ γῆς σκιὰν ἀντὶ τοῦ· ἐκκοπείη. τὰ γὰρ δένδρα, ἐν ὅσῳ μὲν ἵστανται, καὶ σκιὰν ποιοῦσιν, ἀποτμηθέντα δὲ οὐκέτι. ἀλλὰ μαραν‐ θήσεται, φησίν, ὁ ἀσεβὴς ὡς φυτοῦ βλαστὸς ὑπὸ ἀνέμου, ἡ δὲ εὐη‐ μερία αὐτοῦ ὡς ἄνθος ἐκπεσεῖται. τὸ δὲ ἡ τομὴ αὐτοῦ πρὸ
5ὥρας φθαρήσεται ἐν ἀώρῳ ἡλικίᾳ τελευτήσει φησίν. τὸ δὲ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ ἀντὶ τοῦ· οὐ μενεῖ κομῶν τοῖς ἀγαθοῖς· πυκάσαι γάρ ἐστι τὸ τοῖς κλάδοις συσκιάσαι. εἶτα ἐπιμείνας τῇ μεταφορᾷ πάλιν διὰ τοῦ ὄμφακος τὴν ἄωρον διέγραψε τελευτήν, τῶν δὲ ἀγαθῶν τὴν ἔκπτωσιν διὰ τῆς ἀπορροῆς τοῦ ἄνθους
10τῆς ἐλαίας.
11l15, 34 μαρτύριον γὰρ ἀσεβοῦς θάνατος.
12 δεῖγμα γάρ, φησίν, τῆς τῶν ἀνθρώπων ἀσεβείας ὁ αὐτῶν θάνατος, ἀντὶ τοῦ· τὸ αἰσχρὸν τέλος δείξει τὰ κατ’ αὐτούς.
14l15, 34 πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
15 πῦρ φησι τὴν θείαν ὀργὴν καταφλέγουσαν πανεστίους τοὺς ἀπλή‐ στους καὶ πλεονέκτας καὶ δώρων τὸ δίκαιον καταπροδιδόντας.
17l15, 35 ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ
18lδὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.
19ὀδύνας φησὶ τὰς καθ’ ἑτέρων, ἵνα εἴπῃ ὅτι· ὁ ἀσεβὴς τὸν δόλον
20ἔχων ἐν ἑαυτῷ βουλεύεται, πῶς ἑτέρους ὀδυνήσει. διὰ τοῦτο καὶ ἡ ἔκβασις αὐτοῦ καὶ τὸ τέλος κενὸν ἔσται καὶ μάταιον. τούτῳ δὲ ἐοικὸς καὶ ἐν Ψαλμοῖς εἴρηται· ἰδο, ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. τὸ δὲ ὑποίσει δόλον διὰ τὸ ἐκ προαιρέσεως ὑποδέχεσθαι τὰ κακά. κοιλίαν δὲ
25ὅλον τὸ ἐντὸς χωρίον φησὶ καὶ αὐτὴν τὴν ψυχήν.143

144

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΝΔΕΚΑΤΟΝ
2 Ὑπολαβὼν Ἰὼβ λέγει. ἀρχὴ τοῦ ῥητο· ἀκήκοα τοιαῦτα πολ‐ λά, παρακλήτορες κακῶν πάντες.
4tΠροθεωρία τοῦ κεφαλαίου {λέγει ὁ Ἐλιφάζ}
5 τοῦ Ἐλιφὰζ εἰρηκότος τὰς κολάσεις τοῖς ἀσεβέσιν ἐπιφέρεσθαι πρὸς τοῦτο εὐθὺς ἀπαντᾷ Ἰὼβ καί φησιν· ἀκήκοα τοιαῦτα πολ‐ λ. μέμφεται δὲ τοῖς φίλοις ὡς οὐκ εἰδόσι παρακλητικοὺς προσαγα‐ γεῖν λόγους, καὶ αἰσθάνεται μὲν διαβόλῳ παραδιδόμενος ὑπὸ θεοῦ, τὴν δὲ αἰτίαν ἀγνοεῖ. εἶτα καὶ λέγει τὰ περιέχοντα δεινά, καὶ αἰ‐
10τεῖ μὴ παρασιωπηθῆναι τὰ κατ’ αὐτόν, καὶ θεὸν ποιεῖται μάρτυρα τῆς ἑαυτοῦ συνειδήσεως, καὶ ποθεῖ τὸν θάνατον, καὶ πάλιν ἐκδιηγεῖται τὰς συμφορὰς εἰς ὀδυρμὸν κατακλείων τὸν λόγον.
13tΑἱ λέξεις
14l16, 2 ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες.
15 τοιαῦτα μέν, οἷα λέγετε, πολλὰ ἤκουσα, ὡς τοὺς ἀσεβεῖς αἱ κο‐ λάσεις ἐκδέχονται· ὑμεῖς δέ ἐστε κακοὶ παρακλήτορες διὰ τῶν λόγων ἐπιτρίβοντές μοι τὰ πάθη.
18l16, 3—4 τί γάρ; μὴ τάξις ἐστὶ ῥήμασι πνεύματος, ἢ τί παρενοχλήσει
19lσοι ὅτι ἀποκρίνῃ; κἀγὼ καθ’ ὑμᾶς λαλήσω.
20εἰπὲ γάρ· νόμος τίς ἐστι πρὸς πάντα τὰ λεγόμενα ἀνταποκρίνε‐144

145

σθαι, ἢ ὑπὸ τίνος συνωθεῖσθε εἰς τὸ πάντως ἀντιλέγειν τοῖς παρ’ ἐ‐ μοῦ; πλὴν ἐπειδὴ οὕτως ἐκρίνατε καὶ ὁ θέλων ὡς θέλει λαλεῖ, κἀγὼ καθ’ ὑμᾶς λαλήσω.
4l16, 4 εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, 〈εἶτ’ ἐναλοῦμαι
5lὑμῖν ῥήμασιν, κινήσω δὲ καθ’ ὑμῶν κεφαλήν〉.
6 εἰ ὑπέκειτο, φησίν, ἡ ψυχὴ ὑμῶν ἐν τοῖς ἐμοῖς πάθεσι καὶ ἐνηλ‐ λόμην ὑμῖν καὶ ἐκίνουν καθ’ ὑμῶν τὴν κεφαλὴν ὥσπερ ἐφηδόμενος τοῖς ὑμετέροις κακοῖς, τότε ἂν ἔγνων ὑμῶν τὴν καρτερίαν, καὶ τότε ἂν ἐμανθάνετε μὴ ἐν ἀλλοτρίαις φιλοσοφεῖν συμφοραῖς. ταῦτα γὰρ κατ’
10ἔλλειψιν νοούμενα προσυπακουστέον. ἢ καὶ μετὰ ἤθους ἀνάγνωθι· εἰ ἦτε ἐν τοῖς ἐμοῖς κακοῖς, ἆρα ἐνηλλόμην καθ’ ὑμῶν τοῖς ῥήμασιν, ἢ ἐκίνουν καθ’ ὑμῶν τὴν κεφαλήν; οὐδαμῶς, ἀλλὰ λόγοις ἂν ὑμᾶς ἐπέρρωσα παρακλητικοῖς. ταύτῃ δὲ συντρέχων τῇ ἐννοίᾳ καὶ ἕτερος τῶν ἑρμηνευτῶν οὕτως ἐκ‐
15δέδωκεν· εἰ ὑμεῖς τοῖς ἐμοῖς ὑπέκεισθε πάθεσιν, ἑτέροις προσεγε‐ νόμην ἂν ὑμῖν λόγοις καὶ ἐκίνησα ἂν ἐφ’ ὑμῖν τὴν κεφαλήν, ἐπέρ‐ ρωσα ἂν ὑμᾶς διὰ τοῦ στόματός μου.
18l16, 5—6 εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ
19lφείσομαι. ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα; ἐὰν δὲ καὶ σιωπή‐
20lσω, τί ἔλαττον τρωθήσομαι;
21 γένοιτο δέ με, φησίν, ἰσχυρῷ λόγῳ καὶ ἀνακεκαλυμμένῃ γλώττῃ κεχρῆσθαι πρὸς ὑμᾶς. εἶτα ἐρωτηματικῶς ἀνάγνωθι· ἐὰν γὰρ λα‐
λήσω, οὐκ ἀλγήσω τὸ τραῦμα; ἀντὶ τοῦ· ἀλγήσω. ἐὰν δὲ145

146

καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; ὃ δὲ λέγει, τοιοῦ‐ τόν ἐστιν· εἰ καὶ λαλῶν καὶ σιωπῶν πάντως ἀλγεῖν μέλλω, ἄμεινον τὸ λαλεῖν, ἵνα μὴ δόξω τῇ σιωπῇ συγκατατίθεσθαι τῇ ὑμετέρᾳ κατηγορίᾳ.
4l16, 7 νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα.
5 ἐγὼ μὲν οὖν, φησίν, εὔχομαι λόγων ἰσχὺν λαβεῖν· ἡ δὲ τιμωρία κατέσκυλέ με καὶ κατέκοψε καὶ κατέσηψεν ὡς μικροῦ δοκεῖν καὶ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν.
8l16, 8 καὶ ἐπελάβου μου, 〈εἰς μαρτύριον〉 ἐγενήθην.
9ἕτερα ἀντίγραφα οὕτως ἔχει· καὶ ἐπελάβετό μου, εἰς μαρτύριον
10ἐγενήθη. κατὰ μὲν οὖν τὸ ἐπελάβου μου ὡς πρὸς τὸν θεὸν λέγει ὅτι· οἷά τις ἀνδρεῖος ἐπελάβου μου τοῦ μικροῦ καὶ ἀσθενοῦς, καὶ ἅμα τε ἥψω μου καὶ εἰς παράδειγμα γέγονα πᾶσιν, ὅτι ὡς δι’ ἁμαρτίας κολά‐ ζομαι.
15 κατὰ δὲ τὸ ἐπελάβετό μου ὡς πρὸς τοὺς φίλους λέγει περὶ τοῦ θεοῦ. εἰς μαρτύριον δὲ ἐγενήθη ἀντὶ τοῦ· εἰς ἔλεγχόν μοι ἀντικατέ‐ στη ὁ θεός.
18l16, 8 καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπε‐
19lκρίθη.
20 ταῦτα δέ μου, φησίν, πάσχοντος εὗρον πρόφασιν οἱ καταψευδόμε‐ νοί μου ὡς καὶ κατὰ πρόσωπόν μου ἀνερυθριάστως ἀνταποκρίνεσθαι
καὶ λέγειν, ὅτι δι’ ἁμαρτίας πάσχω.146

147

ἔστι δὲ καὶ οὕτω νοῆσαι· ψεῦδός ἐστιν ἡ ἁμαρτία· λανθάνουσα οὖν τις, φησίν, ἁμαρτία ἔοικε φανεροῦσθαι καὶ κατὰ πρόσωπόν με ἐλέγχειν. τὰ δὲ ἐφεξῆς δυνατὸν μὲν καὶ περὶ θεοῦ νοεῖσθαι· ὡς δὲ ὁ ἅ‐
5γιος πληροφορεῖται, ὅτι ὑπὸ θεοῦ 〈τῷ〉 διαβόλῳ παραδέδοται καὶ ὑπ’ αὐτοῦ ταῦτα πάσχει, ἑκατέρως οὖν οὕτως αὐτῶν ἀκουστέον.
7l16, 9 ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ’ ἐμὲ τοὺς ὀδόντας.
8 εἰ μὲν περὶ θεοῦ λέγει, τὸ σφοδρὸν σημαίνει τῆς ὀργῆς ὅτι· ὡς οἱ τρίζοντες τοὺς ὀδόντας ὑπὸ θυμοῦ οὕτως ἐχρήσατό μοι. περὶ δὲ
10τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτολεξεὶ καὶ ὁ μέγας Δαυὶδ ταῦτα ἔφησεν εἰρηκώς· ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν, κύριε, πότε ἐπόψ; ἐπειδὴ γὰρ περιέρχεται ὡς λέων ζητῶν τίνα καταπί, ἐνδίκως ὡς λέων καὶ βρύχεσθαι λέγεται.
14l16, 9 βέλη πειρατῶν αὐτοῦ ἐπ’ ἐμὲ ἔπεσεν.
15 εἰ μὲν περὶ θεοῦ τὸ λεγόμενον, τὸ ἀθρόον δείκνυσι τῶν ἐπελ‐ θόντων αὐτῷ κακῶν, ἵνα εἴπῃ ὅτι· αἱ τιμωρίαι ὥσπερ τινὲς πει‐ ραταὶ ἀδοκήτως ἐπιπεπτώκασί μοι. εἰ δὲ περὶ τοῦ διαβόλου, πει‐ ρατὰς αὐτοῦ φάσκει τοὺς ὑπουργοῦντας αὐτῷ δαίμονας.
19l16, 10 ἀκίσιν ὀφθαλμῶν ἐνήλατο.
20 ἀκίδες εἰσι τὰ τῶν βελῶν σιδήρια. ὡς βέλεσιν οὖν, φησίν, κατὰ τῶν ἐμῶν ὀφθαλμῶν ἔτρωσέ με ὁ θεός, ἀντὶ τοῦ· καιρίως ἔπληξεν. εἰ δὲ περὶ τοῦ διαβόλου ὁ λόγος, ταῖς βολαῖς, φησίν, ταῖς φοβεραῖς
τῶν ἑαυτοῦ ὀφθαλμῶν ὥσπερ ἀκίσι κατηκόντισέ με.147

148

(1l)

16, 10 ὀξὺς ἔπαισέ με ἐπὶ τὰ γόνατα.
2 σφοδρῶς, φησίν, ἔπληξέ με, ὡς ἐκλυθῆναί μου τὰ γόνατα καὶ κα‐ ταπεσεῖν, ἢ ὁ θεὸς ἢ ὁ διάβολος.
4l16, 10 ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ’ ἐμέ.
5ἢ αἱ τοῦ θεοῦ τιμωρίαι ἢ οἱ τοῦ διαβόλου πειρασμοί.
6l16, 11 παρέδωκε 〈γάρ〉 με 〈ὁ〉 κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀ‐
7lσεβέσιν ἔρριψέ με.
8 ἀδίκους καὶ ἀσεβεῖς τοὺς ἀνθρώπους λέγει τοὺς τὰ αὐτοῦ διαρπά‐ σαντας, καιριώτερον δὲ τὸν διάβολον καὶ τοὺς αὐτοῦ δαίμονας.
10l16, 12 εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλεν.
11 κόμην τὸν κόσμον καὶ τὴν εὐπραγίαν φησίν, ἵνα εἴπῃ ὅτι· κατε‐ σκέδασέ με καὶ ὥσπερ διέτιλεν ἀπ’ ἐμοῦ τὴν εὐπραγίαν καὶ τὴν εἰ‐ ρήνην.
14l16, 12—14 κατέστησέ με ὥσπερ σκοπόν· ἐκύκλωσάν με λόγχαις βάλλον‐
15lτες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς 〈τὴν〉 γῆν τὴν χο‐
16lλήν μου. κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον ἐπ’ ἐμὲ δυνατοί.
17 τοῦ θεοῦ, φησίν, στήσαντός με ὥσπερ τινὰ σκοπὸν ἐπὶ τῷ τὰς ἁ‐ πάντων δέχεσθαι βολὰς ὥσπερ τισὶ λόγχαις κατὰ τῶν νεφρῶν με κατη‐ κόντισαν, ἵνα εἴπῃ· κατὰ τῶν ἀποκρύφων καὶ καιρίων. ἐπιμένων δὲ
20τῇ μεταφορᾷ ὡς κατὰ τῶν σπλάγχνων πληγεὶς τὸ ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου ἔφη. πτῶμα δὲ ἐπὶ πτώματι τὰς ἀλλεπ‐
αλλήλους φησὶ τιμωρίας. τὸ δὲ καὶ ἔδραμον πρός με δυνα‐148

149

τοὶ διὰ τὸ κατὰ θεοῦ συγχώρησιν ἐκείνους ἰσχῦσαι ταῦτα κατ’ αὐ‐ τοῦ δρᾶσαί φησιν, δῆλον δὲ ὅτι τοὺς ἀλιτηρίους δαίμονας.
3l16, 15 σάκκον ἔρραψα ἐπὶ βύρσῃ μου.
4ἢ τοῦτο λέγει ὅτι· μεμελάνωταί μου τὸ δέρμα διὰ τὴν τῶν παθῶν
5ἐπίτασιν ὥσπερ τις ἐκ τριχῶν πεποιημένος σάκκος, ἢ ὅτι ὥσπερ οἱ σάκ‐ κον φοροῦντες κατατρύχονται τὸ σῶμα ὅλως κατατετρύχωμαι, ἢ ὅτι· ἐκ λαμπρᾶς καὶ βασιλικῆς ἐσθῆτος ὑπὸ τῆς ἄγαν πενίας σάκκον περι‐ βέβλημαι.
9l16, 15 τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη.
10ἀντὶ τοῦ· ἡ δύναμις καὶ ἡ εὐπραγία μου πᾶσα ἀπεσβέσθη.
11l16, 16—17 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις
12lμου σκιά. ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά.
13 γαστέρα τὴν ψυχήν φησιν ἢ διὰ τὸ ἀπόκρυφον καὶ ἀόρατον ἢ ὡς ἀναδοτικὴν τῶν ἐκ τοῦ λόγου τροφῶν. φησὶν οὖν ὅτι· ἡ ψυχή μου συγ‐
15καίεται καὶ ἀπαύστως δακρύω, ὥστε καὶ ἡ ὀπτικὴ τῶν ὀφθαλμῶν μου κατεβλάβη δύναμις. ἄλλα δὲ ἀντίγραφα σκιὰν θανάτου ἔχουσιν, ἵνα εἴπῃ ὅτι· καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχω τὸν θάνατον. ἀλλὰ καὶ τοῦτο, φησίν, ἀνιᾷ με μᾶλλον τὸ τὴν μὲν εὐχὴν ἀεὶ κα‐ θαρὰν ἀναφέρειν θεῷ, ἄδικον δὲ πρᾶξιν ἐμαυτῷ μὴ συνειδέναι καὶ
20ξενίζεσθαι ἐφ’ οἷς ταῦτα ὑπομένω. σημειοῦ δὲ τὴν εὐχὴν τοῦ δικαίου καθαρὰν οὖσαν καὶ παντὸς πά‐ θους ἀμιγῆ, μὴ ῥεμβασμοὺς ὑπομένουσαν μηδὲ ὑπὸ φροντίδων κατασπω‐ μένην. τοῦτο καὶ ὁ πνεύματι προσευχόμενος ἀπόστολος ἔλε‐ γεν, ὅτι δεῖ προσεύχεσθαι ἐν παντὶ τόπῳ ὀσίους χεῖ‐
25ρας ἐπαίροντας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.149

150

(1l)

16, 18 γῆ, μὴ ἐπικαλύψῃς ἐφ’ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τό‐
2lπος τῇ κραυγῇ μου.
3 ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται καὶ εἰς συμπάθειαν ἐκκα‐ λουμένου τὰ ῥήματα. λέγει δὲ ὅτι· μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ’ ἐμὲ
5μηδὲ συγκρύψῃς τὸ ἐμὸν αἷμα τὸ ἀδίκως ἐκχεόμενον ἐκ τῆς σαρκός μου· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ καὶ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς. ταῦτα καὶ εὐκτικῶς καὶ προφητικῶς εἶπες· οὐ γὰρ κατεκρύβη τὰ κατὰ σέ, τρισμακάριστε, ἀλλὰ πάντες ἀνὰ στόμα ἔχομεν ἄνθρωποι τὰ
10σὰ παλαίσματα καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπομονὴν καὶ τὰ ἐπὶ τού‐ τοις βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὴν ἀναγόρευσιν.
12l16, 19 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν
13lὑψίστοις.
14εὖγε, ψυχῆς καθαρᾶς καὶ ἀγάπης ἀνυπερβλήτου καὶ συνειδήσεως ἀ‐
15ληθινῆς τὸν πάντα ἐφορῶντα ὀφθαλμὸν τοῦ θεοῦ πρὸς μαρτύριον ἐπι‐ καλουμένης.
17l16, 20 ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον· ἔναντι δὲ αὐτοῦ στάξαι
18lμου ὁ ὀφθαλμός.
19ἀλλὰ καὶ τοῦτό σοι πρὸς ἔργον ἐξέβη· ἐθεώρει γάρ σου τὰ παλαίσ‐
20ματα ὁ μέγας ἀγωνοθέτης, ἐπήκουσέ σου τῆς ἱκεσίας, ἐπεῖδέ σου τὰ τιμιώτατα δάκρυα· διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησεν.
22l16, 21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ150

151

(1l)

πλησίον αὐτοῦ.
2 ὃ μὲν λέγει τοῦτό ἐστιν ὅτι· γένοιτό με θεοῦ δικάζοντος διε‐ λεγχθῆναι πρὸς τοὺς ἀντιλέγοντας, οὓς δὴ καὶ πλησίον αὐτοῦ φησιν ὡς φίλους. ἄνδρα δὲ καὶ υἱὸν ἀνθρώπου τὸν αὐτὸν ἔφησε
5περὶ ἑαυτοῦ λέγων. καὶ τοῦτο δὲ προφητικῶς εἶπε· διακούσας γὰρ ὁ θεὸς τῶν ἑκατέροις τοῖς μέρεσιν εἰρημένων, αὐτὸν μὲν ἐδικαίωσε, τοὺς δὲ αὐτοῦ κατε‐ δίκασε φίλους.
9l16, 22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι πο‐
10lρεύσομαι.
11 πάλιν τὸ ὀλιγοχρόνιον εἰς ἱκετηρίαν προβάλλεται ὁμοῦ καὶ διδάσ‐ κει, ὡς οἱ ἅπαξ τελευτήσαντες παλινδρομῆσαι πρὸς τόνδε τὸν βίον οὐ δύνανται.
14l17, 1—2 ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγ‐
15lχάνω, λίσσομαι κάμνων, καὶ τί ποιήσω;
16 ἀπόλλυμαι τοίνυν πανταχοῦ τοῖς τῆς ψυχῆς λογισμοῖς περιφερόμε‐ νος, καὶ πρὸς πάντα ἀφορῶν τὰ ἐμοὶ συμβεβηκότα. διὸ καὶ ποθῶ τὸν θάνατον καὶ ἀπορίᾳ συνέχομαι τούτου τυχεῖν μὴ δυνάμενος. ὁρᾷς οὖν, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὡς ποθεῖ μὲν τὸν θάνατον καὶ
20ἐξὸν ἦν αὐτόχειρα αὐτὸν ἑαυτοῦ καταστῆναι, ἀλλ’ οὐχ ἑαυτὸν ἐξάγει διὰ τὴν τιμὴν τοῦ συνδήσαντος τὴν ψυχὴν τῷ σώματι;
22l17, 3 ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι.151

152

ἀλλοτρίους λέγει τοὺς ἱππεῖς καὶ πολεμίους ἢ καὶ τοὺς κατ’ αὐ‐ τοῦ στρατευσαμένους δαίμονας.
3l17, 3—4 τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω, ὅτι καρδίαν αὐ‐
4lτῶν ἔκρυψαν ἀπὸ φρονήσεως.
5 πρὸς μὲν ῥητὸν τοῦτο λέγει ὅτι· τίς ἐστιν ὁ θέλων μοι δι‐ κάσασθαι; συνδεθήτω τῇ ἐμῇ χειρ, ἵνα κοινῶς ἐπαχθῶμεν πρὸς τὸ θεῖον δικαστήριον· ἐπὶ γὰρ θεοῦ δικαιωθῆναι βούλομαι. ὡς δὲ πρὸς τοὺς φίλους λέγει, ὅτι δοκοῦντες εἶναι φρόνιμοι κρύπτου‐ σι τὴν ἑαυτῶν βουλήν, συνειδότες μὲν ὡς οὐδέν μου καταλέγειν ἔχου‐
10σιν, ὡς δὲ θεοῦ συνήγοροι καταψευδόμενοί μου. πρὸς δὲ διάνοιαν συναισθάνεται τῆς ἀντικειμένης δυνάμεως ἀορά‐ τως αὐτῷ πολεμούσης καί φησιν ὅτι· τίς ἐστιν οὗτος ὁ παρα‐ τρέπειν με ἐπιχειρῶν; μὴ μακρὰν ἀποχωρείτω μου, ἀντὶ τοῦ· δεικνύ‐ τω ἑαυτόν, τίς ἐστιν. συνδεθήτω δὲ τῇ ἐμῇ χειρ, τουτέστιν·
15ἐξισωθήτω μοι, ἵνα εἴπῃ ὅτι· πλεονεκτεῖ με κατὰ τὴν φύσιν, ἀλλὰ τυχών τινος διὰ τούτου συνηγορίας καὶ δικάζομαι αὐτῷ. ἐπειδὴ δὲ δυσκατάληπτός ἐστιν ἡ τῶν δαιμόνων κακία τῇ ἀνθρωπίνῃ φρονήσει, διὰ τοῦτο εἶπεν ὅτι· καρδίαν αὐτῶν ἔκρυψαν ἀντὶ τοῦ· δολί‐ ως καὶ ἐπικλόπως ἔρχονται ὡς λανθάνειν αὐτῶν τὴν κακουργίαν καὶ
20κρύπτεσθαι ἀπὸ τῆς ἀνθρωπίνης φρονήσεως. τινὰ δὲ τῶν ἀντι‐ γράφων ἔχει ὅτι· καρδίαν αὐτῶν ἔκρυψας, τουτέστιν· ἀοράτους αὐ‐ τοὺς ἀνθρώποις κατεσκεύασας. εἶτα καὶ εὔχεται μὴ αἴρειν αὐτοὺς τὴν κεφαλήν, ἀλλὰ ταπεινοῦ‐ σθαι ὑπὸ τοῦ παντοδυνάμου θεοῦ·
2517, 4—5 διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς· τῇ μερίδι ἀναγγελεῖ κακίαν.152

153

μὴ ὑψώσῃς, φησίν, αὐτοὺς τούς τε ἀδίκους ἀνθρώπους ὁμοῦ καὶ τοὺς δαίμονας, ἐπειδὴ τῇ μερίδι—τουτέστι τῇ μοίρᾳ ᾗ εἰ‐ λήφασι παρὰ θεοῦ, ἀντὶ τοῦ· τῷ αὐτεξουσίῳ τῆς προαιρέσεως—ἑκόν‐ τες προσήγγειλαν τὴν κακίαν· μερὶς γὰρ καὶ κλῆρος τῶν λογικῶν
5ἰδικῶς αὐτοῖς ἀφωρισμένος ὑπὸ θεοῦ τὸ αὐτεξούσιον. τοῦτο οὖν λέ‐ γει· ἐπειδὴ πάντες ὑπὸ θεοῦ καλοὶ γεγονότες καὶ αὐτεξούσιοι ἑαυτοὺς τῇ κακίᾳ προσέρριψαν, μὴ ὑψώσῃς αὐτούς.
8l17, 5—6 ὀφθαλμοὶ δέ μου ἐφ’ υἱοῖς ἐτάκησαν. ἔθου δέ με θρύλημα
9lἔθνεσι, γέλως τε αὐτοῖς ἀπέβην.
10 ἔθνη λέγει καὶ τὰ τῶν μηκόθεν ἀνθρώπων, ἵνα εἴπῃ ὅτι· πανταχοῦ τὰ κατ’ ἐμὲ τεθρύληται καὶ καταγέλαστος γέγονα. ἀληθέστερον δὲ τὰ τῶν δαιμόνων ἔθνη φησίν, οἳ δὴ καὶ κατεγέλων τοῦ δικαίου 〈ταῖσ〉 συμφοραῖς ἐπεμβαίνοντες. σημειοῦ δέ, ὡς οὐκ εἶπεν· οἱ ὀφθαλμοί μου ἐπὶ τῇ ἀπωλείᾳ τῶν
15ὑπαρχόντων ἐτάκησαν—μικρὸν γὰρ ἐκείνων ἐποιεῖτο λόγον—, ἀλλ’ ἐπὶ τῇ τῶν τέκνων ἀθρόᾳ τελευτῇ· ἐπὶ γὰρ τούτοις ὡς συμπαθὴς πε‐ ριήλγησεν.
18l17, 7 πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, καὶ πεπολιόρκημαι
19lμεγάλως ὑπὸ πάντων.
20 ἠμαυρώθησαν, φησίν, οἱ ὀφθαλμοί μου, πρὸς μὲν ῥητὸν ὑπὸ τῶν κατὰ θείαν ὀργὴν ἐπενεχθέντων μοι κακῶν, πρὸς δὲ διάνοιαν ἡ ὀπ‐ τικὴ τῆς ψυχῆς δύναμις ἠμαυρώθη διὰ τῆς συνεχοῦς πρὸς τοὺς δαίμο‐
νας ἀντιστάσεως, ὑφ’ ὧν καὶ πεπολιορκῆσθαι λέγει.153

154

(1l)

17, 8 θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτοις.
2 ὥστε, φησίν, καὶ ἐκπλήττεσθαι τοὺς τῆς ἀληθείας ἐφιεμένους ἐπὶ τοῖς ἐμοὶ συμβεβηκόσιν. τοῦτο δὲ ἴσως καὶ τοὺς φίλους αἰνιττόμενος λέγει ὡς οὐ τῆς ἀληθείας μεταποιουμένους, ἀλλὰ θέλοντας ἁπλῶς θεῷ
5χαρίζεσθαι.
6l17, 8—9 δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· σχοίη δὲ πιστὸς τὴν
7lἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
8 ὡς μὲν περὶ ἑτέρου λέγει, περὶ ἑαυτοῦ δέ φησιν. ἐπειδὴ γὰρ προεῖπεν· μὴ ὑψώσῃς τοὺς ἀδίκους, τὸ δὲ ἐναντίον, φησίν, γέ‐
10νοιτο τὸν δίκαιον κατισχῦσαι τοῦ παρανόμου καὶ σχεῖν τὸν πιστὸν καὶ ἀληθινὸν τὴν ἑαυτοῦ ὁδόν, τουτέστιν· εὐοδοῦσθαι καὶ μὴ ἡττᾶσθαι τοῖς παρανόμοις, ἵνα ἐκ τοῦ κατ’ ἐμὲ παραδείγματος οἱ καθαροὶ θάρσος ἀναλάβωσιν ὡς κατισχύοντες τῶν ὑπεναντίων. ταῦτα πάλιν ὁ ἅγιος Ἰὼβ ὑπὲρ πάντων εὔχεται· διόπερ οὐ περὶ ἑ‐
15αυτοῦ, ἀλλὰ ἀορίστως περὶ παντὸς προσώπου τὴν εὐχὴν ἐποιήσατο. ὁμοῦ καὶ διδάσκει, ὡς οὐ κατισχύει ποτὲ τῆς ἀρετῆς ἡ κακία μέχρι τέλους.
18l17, 10 οὐ μὴν δέ, ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δή, οὐ γὰρ εὑ‐
19lρίσκω ἐν ὑμῖν ἀληθές.
20 ἐνισχύσατε τοιγαροῦν ἀλλήλους, φησίν· κἂν γὰρ πάντες ὁμοφωνῆ‐ τε, διελέγξω ὑμᾶς μὴ ἀληθεύοντας.
εἶτα πάλιν ἀπολογούμενος ὑπὲρ αὐτοῦ, ἐπειδὴ εἶπε· δέομαι154

155

ταφῆς καὶ οὐ τυγχάνω, τὰς αἰτίας λέγει, δι’ ἃς ποθεῖ τὸν θάνατον.
3l17, 11 αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς
4lκαρδίας μου.
5 πολύς, φησίν, ἤδη μοι παρῴχηκε χρόνος καὶ πρὸς τὸ τέλος ἐλαύ‐ νω ἐν ἀηδίᾳ τὰς ἡμέρας μου τρίβων, καὶ παρείθησαν καὶ διελύθησάν μου τῆς ψυχῆς οἱ τόνοι.
8l17, 12 νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.
9πρὸς μὲν ῥητόν· τὴν νύκτα, φησίν, ἅπασαν ἀγρυπνῶν ὡς ἐν ἡμέρᾳ
10διετέλεσα προσδοκῶν ἀεὶ τὸ φῶς μετὰ τὴν τῆς νυκτὸς διάλυσιν. τοῦ‐ το δὲ φυσικῶς πάσχουσιν οἱ ἐν ταῖς νόσοις ἀγρυπνοῦντες εὐχόμενοι τὴν ἡμέραν ἰδεῖν. πρὸς δὲ διάνοιαν· οὐκ ἠμέλησα, φησίν, τοῦ χωρίζειν ἐμαυτὸν τοῦ σκότους καὶ τῷ νοητῷ προσεγγίζειν φωτί.
15l17, 13—16 ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρω‐
16lταί μου ἡ στρωμνή. θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα
17lδέ μου καὶ ἀδελφὴν σαπρίαν. ποῦ γάρ μου 〈ἔτι〉 ἐστὶν ἡ ἐλπίς; ἢ τὰ
18lἀγαθά 〈μου〉 ὄψομαι; ἢ μετ’ ἐμοῦ εἰς ᾅδην καταβήσεται; ἢ ὁμοθυμαδὸν
19lἐπὶ χώματος καταβησόμεθα;
20 ἀλλὰ 〈τί〉 δεῖ, φησίν, καρτερεῖν καλῶς, ἵνα τι πλέον προσγένη‐ ται; οὐ κοινὸν ἅπασι τὸ ἀποθανεῖν; οὐχ ᾅδης ἅπασιν οἶκος; οὐκ ἐκεῖ πάντες τῶν ἐνθάδε καταλήγουσι πόνων; τοῦτο γὰρ λέγει τὸ ἐν γνό‐ φῳ ἡ στρωμν, ἐν τῷ ἀφεγγεῖ χωρίῳ ἡ ἀνάπαυσις τῶν ἐνθάδε πό‐
νων. μὴ ἐνδέχεταί τινα μεθ’ ἑαυτοῦ καταγαγεῖν εἰς ᾅδου τὸν πλοῦ‐155

156

τον ἢ τὴν ἐνθάδε δόξαν; τὸ δὲ ἐπὶ χώματος καταβησόμεθα ἀντὶ τοῦ· ἐν τοῖς καταχθονίοις μὴ μετὰ τῶν ἐνθάδε ἀγαθῶν δύναμαι ἀπελθεῖν; ποίᾳ τοιγαροῦν ἐλπίδι ὑπομείνω, ὅπουγε μικρὸν ὕστερον ἀποθανεῖν ἀπόκειται πάντως, πάντα τὰ ἐνθάδε καταλελοιπότα; τούτου
5δὲ ὧδε ἔχοντος δικαίως τὸν μὲν θάνατον συντόμως ἐπελθεῖν ὡς πατέ‐ ρα ποθῶ, τὴν δὲ τοῦ σώματος σῆψιν καὶ ἀνάλυσιν ὡς μητέρα καὶ ἀδελ‐ φήν, καὶ πᾶσιν αὐτὰ τοῖς τὴς φιλίας ὀνόμασι κατασπάζομαι. ὁμοῦ τοιγαροῦν καὶ ἡμᾶς ἐδίδαξε μὴ περιέχεσθαι τῶν ἐν τῷ βίῳ καλῶν· οὐδὲν γὰρ αὐτῶν ἡμῖν συνεξέρχεται ἐκ τοῦδε τοῦ βίου. καὶ
10ἱκανῶς ἀπολελόγηται τοῦ μὴ μάτην ἐπιποθεῖν τὸν θάνατον τοσούτοις
ἀλγεινοῖς περιαντλούμενος.156

157

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΔΩΔΕΚΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος οὐ παύσει; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 δυσχεραίνει ὁ Βαλδὰδ ἐπὶ τῇ τοῦ Ἰὼβ μακρηγορίᾳ· οὐ γὰρ δεῖ, φησίν, ἀλόγων δίκην σιωπῶντας παρακαθῆσθαι. εἶτα, ὡς πολλάκις τοῦ Ἰὼβ εἰρηκότος ὡς ἐπιποθεῖ τοῦ σώματος ἀπαλλαγῆναι, τί, φησίν, σοβαρεύῃ καὶ πολλάκις λέγεις· ἡδέως ἔξειμι τοῦ σώματος, καὶ σεμ‐ νύνεις τὰ κατὰ σαυτὸν ὥσπερ οὐκ ὢν ἄνθρωπος εἷς, ἀλλὰ ὁ κόσμος
10ὅλος. 〈μὴ γάρ〉, ἐὰν ἀποθάνῃς, γενικὴ γίνεται συντέλεια; εἶτα ταῦτα εἰρηκὼς στρέφει τὸν λόγον εἰς τὰ τοῖς ἀσεβέσι συμ‐ βησόμενα ὡς τὰ καθόλου μὲν λέγων, ἐπ’ ἀσεβείᾳ δὲ σκώπτων τὸν δί‐ καιον.
14tΑἱ λέξεις
15l18, 2—3 μέχρι τίνος οὐ παύσει; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.
16lδιὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
17 μὴ οἴου, φησίν, πρὸς τὰ ἄλογα τοὺς λόγους ποιεῖσθαι μηδὲ ἀπο‐ τάδην οὕτω διαλέγου, δίδου δὲ μᾶλλον καὶ ἡμῖν τοῦ λαλεῖν χώραν
τοὺς σαυτοῦ συντέμνων λόγους.157

158

(1l)

18, 4 κέχρηταί σοι ὀργή.
2 ὦ κατὰ σαυτοῦ καὶ τῆς σῆς ψυχῆς ὀργιζόμενε, ὀργάνῳ σοι κέχρη‐ ται ἡ ὀργή. τὸ γὰρ ὀργίζεσθαί σε κατὰ θεοῦ οὐδὲν ἕτερόν ἐστιν ἢ κατὰ τῆς ἑαυτοῦ ψυχῆς τὴν ὀργὴν ἐκφέρειν.
5l18, 4 τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ’ οὐρανόν, ἢ κατα‐
6lστραφήσονται ὄρη ἐκ θεμελίων;
7 τί νομίζεις, ὅτι τῇ σῇ συστάσει καὶ ὁ κόσμος συνίσταται, καὶ μεγαλύνεις τὰ κατὰ σαυτόν, καὶ ὡς τὸ πᾶν ζημίᾳ περιβαλὼν οὕτω τὸν θάνατον ἐπεύχῃ;
10l18, 5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ.
11 πλὴν ἴσθι, ὅτι κἂν διαλάμψωσιν οἱ ἀσεβεῖς, κἂν εἰς ὕψος δόξης ἀρθῶσιν—τοῦτο γὰρ αἰνίττεται διὰ τῆς φλογός—, σχήσει τὰ κατ’ αὐ‐ τοὺς τὴν ἐναντίαν πάντως μεταβολήν.
14l18, 6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ’ αὐτῷ σβεσθήσεται.
15 καὶ στραφήσεται, φησίν, τὸ φῶς τοῦ ἀσεβοῦς εἰς σκότος ἐν πάσῃ αὐτοῦ τῇ διαγωγῇ, ἀντὶ τοῦ· πάντα τὰ κατ’ αὐτὸν δυσπραγία καθέ‐ ξει. ὁ δὲ λύχνος ὁ ἐπ’ αὐτ, τουτέστιν ἡ ἄνωθεν ἐπικειμέ‐ νη αὐτῷ εὐημερία καὶ πάντα τὰ κατ’ αὐτὸν καταυγάζουσα, ἀποσβεσθή‐ σεται. ὁμοιωματικῶς δὲ 〈τῇ λέξει τοῦ φωτὸσ〉 ἐχρήσατο, ἐπειδήπερ οἱ
20ὑπὸ φωτὶ βαδίζοντες οὐ προσπταίουσιν.
21l18, 7—9 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐ‐
22lτοῦ ἡ βουλή. ἐμβληθείη δὲ ὁ ποῦς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἐλιχ‐
23lθείη· ἔλθοισαν ἐπ’ αὐτὸν παγίδες.158

159

ἐκ μεταφορᾶς τῶν θηρευομένων ὀρνέων ἢ ζῴων ταῦτα εἶπεν. ὥσπερ γάρ, φησίν, ἐκεῖνα ὑπὸ τὴν παγίδα ἢ τὰ δίκτυα γινόμενα διεκδῦναι λοιπὸν οὐ δύνανται, οὕτω καὶ οἱ ἀσεβεῖς ἀναποδράστους ἔχουσι τὰς καταλαμβανούσας αὐτοὺς συμφοράς. καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πολ‐
5λάκις οὐδὲ ὑπὸ δυνατῶν τινων, ἀλλ’ ὑπὸ ἐλαχίστων τῶν ὑπαρχόντων τὴν στέρησιν ὑπομένουσι πάσης αὐτῶν τῆς βουλῆς εἰς τοὐναντίον πε‐ ριτρεπομένης.
8l18, 9 κατισχύσει ἐπ’ αὐτὸν διψῶντας.
9ἀλλὰ καὶ τοὺς ἐπιθυμοῦντας εὑρεῖν τι κατ’ αὐτοῦ δυνατωτέρους
10αὐτοῦ ἀπεργάσεται θεός.
11l18, 10 κέκρυπται δὲ ἐν γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ
12lἐπὶ τρίβων.
13 καὶ τοῦτο μὲν ἐκ μεταφορᾶς τῶν θηρευτῶν εἶπεν. ὥσπερ γὰρ οἱ θηρεύοντες κρύπτουσιν εἰς γῆν τοῦ δικτύου τὸ σχοινίον καὶ πόρρω‐
15θεν ἀποσκοποῦσι καθήμενοι, εἰ γέγονε περὶ τὸ δίκτυον τὸ θήραμα, εἶτα ἕλκοντες τὸ σχοινίον συλλαμβάνουσι τὴν ἄγραν ἀδοκήτως ταῖς ἄρκυσι περιπεσοῦσαν, οὕτω καὶ τὸν ἀσεβῆ ἀπροσδοκήτως καταλήψεται ἡ δυσπραγία. σημαίνει δὲ καὶ τοῦτο, ὅτι τὸ σχοινίον τοῦ ἀσεβοῦς, τουτέστιν ἡ μερὶς αὐτοῦ, κατακέχωσται. τὸ δὲ ἡ σύλληψις αὐ‐
20τοῦ ἐπὶ τρίβων τοιοῦτόν ἐστιν· αἱ ἔφοδοι ἐν ταῖς ἐρήμοις γί‐ νονται, ὁ δὲ ἀσεβής, φησίν, οὐκ ἐν ἐρήμῳ, ἀλλ’ ἐν αὐταῖς μέσαις ταῖς ὁδοῖς συλλαμβάνεται, τουτέστιν· ἔτι ὢν ἐν τῇ εὐημερίᾳ τὴν
αἰφνίδιον ὑπομένει μεταβολήν.159

160

(1l)

18, 11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι.
2ἀλλὰ καὶ πανταχόθεν ὀδυνηρὰ αὐτῷ συμβήσεται.
3l18, 11 πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ.
4ἕτερα ἀντίγραφα οὕτως ἔχουσιν· πολλῶν δὲ περὶ πόδας ἔλ‐
5θοι ἐν λιμῷ στεν, ἀντὶ τοῦ· εἰς ἐσχάτην ἀπορίαν ἐλάσοι. κατὰ δὲ τὸ πρῶτον· πολλοί, φησίν, ἔσονται περὶ τοὺς πόδας αὐτοῦ, τουτέστιν ὑποσκελίζοντες αὐτὸν ἐν λιμῷ στεν, ἵνα εἴπῃ· ἐν τῇ καταλαμβα‐ νούσῃ αὐτὸν συμφορᾷ.
9l18, 12—14 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. βρωθείησαν δὲ αὐτοῦ
10lκλῶνες ποδῶν, κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος, ἐκραγείη δὲ ἐκ
11lδιαίτης αὐτοῦ ἴασις.
12 κλῶνας ποδῶν τὰ βλαστήματα τῶν πορειῶν φησιν, ἵνα εἴπῃ, ὅτι ὁ ἀσεβὴς οὐκ εὐοδωθήσεται πίπτων πτῶμα ἐξαίσιον. ἀλλὰ καὶ τὰ ὡραῖα αὐτοῦ, τουτέστι τοὺς παῖδας, ἀπλήστως δαπανήσει θάνατος· καὶ ἐκ
15πάσης δὲ αὐτοῦ τῆς διαίτης πᾶσα ἴασις ἀποχωρισθείη, ἀντὶ τοῦ· ἀνί‐ ατα ἔσται καὶ ἀθεράπευτα τὰ αὐτῷ συμβησόμενα. δυνατὸν δὲ καὶ κλῶνας ποδῶν νοῆσαι τοὺς ἐγγόνους τυχὸν ἢ καὶ ἀπογόνους
19l18, 14 σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
20τουτέστιν· ἀπαραίτητος τιμωρία.
21l18, 15 κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ.
22ἄλλα ἀντίγραφα ἀντὶ τοῦ ἐν νυκτὶ αὐτοῦ ἐν σώματι αὐτοῦ
ἔχουσιν. κατὰ μὲν οὖν τὸ ἐν νυκτὶ αὐτοῦ ἀντὶ τοῦ· ἐν ζόφῳ160

161

καὶ νυκτὶ ἀφεγγεῖ ὅλη αὐτοῦ ἔσται ἡ διαγωγή. κατὰ δὲ τό· ἐν σώ‐ ματι αὐτοῦ, ἵνα εἴπῃ ὅτι· εἰσελεύσεται εἰς τόπον, ὅπου κατασκη‐ νοῖ μετὰ τῆς ἐσχάτης πενίας μηδὲν ἕτερον ἔχων ἢ τὸ ἑαυτοῦ σῶμα. ταύτῃ δὲ τῇ ἐννοίᾳ συντρέχει καὶ Θεοδοτίων οὕτως εἰρηκώς· κα‐
5τασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἀνυπαρξία.
6l18, 15 κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ ἐν θείῳ.
7 ὅμοιον εἶπε καὶ ὁ Δαυὶδ περὶ τῶν ἁμαρτωλῶν· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. καὶ ὁ μὲν θεὸς ἐπὶ τὴν Σοδομῖτιν 〈θεῖον καὶ〉 πῦρ ἐπαφεὶς ἐτέ‐
10φρωσεν αὐτῶν τὴν γῆν. θέλει δὲ εἰπεῖν, ὅτι καὶ ἄκαρπα ἔσται πάντα τὰ κατ’ αὐτοὺς ὡς ὑπὸ θείου κατασπαρέντα.
13l18, 16 ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται.
14κατὰ μεταφορὰν τῶν φυτῶν τῶν ῥιζωθέντων ξηραινομένων.
15l18, 16 καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.
16 εἰ δὲ καί τις ὑπόνοια βλαστήσεως γένηται, ταχέως ἐκκοπήσεται {τὸ μνημόσυνον αὐτοῦ}.
18l18, 17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ τῆς γῆς, καὶ ὑπάρχει ὄνο‐
19lμα αὐτῷ ἐπὶ πρόσωπον {τοῦ} ἐξωτέρω.
20 ἀλλὰ καὶ οἱ παῖδες, φησίν, ἀπολοῦνται τοῦ ἀσεβοῦς, οἳ δὴ μνη‐ μόσυνόν εἰσι τῶν γεννησάντων.
τὸ δὲ ὄνομα αὐτοῦ οὕτως ἔσται σκαιὸν καὶ ἀποτρόπαιον, ὡς ἕκα‐161

162

στον ἀκούοντα τῆς προσηγορίας στρέφειν ἐξωτέρω τοῦ λέγοντος τὸ ἑαυτοῦ πρόσωπον μυσαττόμενον αὐτοῦ καὶ αὐτὴν τὴν ὀνομασίαν.
3l18, 18—19 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. οὐκ ἔσται ἐπίγνω‐
4lστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ’ οὐρανὸν ὁ οἶκος αὐ‐
5lτοῦ, ἀλλ’ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.
6 ταῦτα πάντα συμβέβηκε τῷ Ἰὼβ δίχα τῆς βασιλικῆς ἀνάγκης· ταύ‐ την δὲ ἴσως εἶπεν ὁ Βαλδάδ, ἵνα μὴ δόξῃ δι’ αὐτὸν λέγειν.
8l18, 20—21 ἐπ’ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα.
9lοὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύ‐
10ριον. πρώτους λέγει τοὺς ἐπὶ τῆς αὐτοῦ γενεᾶς, ἐσχάτους δὲ τοὺς μετ’ αὐτόν. θαυμάσουσιν οὖν, φησίν, καὶ οἱ ὁρῶντες τῶν ἀσεβῶν τὴν πτῶσιν, καὶ οἱ τὰ κατ’ αὐτοὺς ὕστερον ἀκοῇ παραδεχόμενοι στε‐ νάξουσιν. τὸ δὲ οὗτοί εἰσιν οἶκοι ἀδίκων ἀντὶ τοῦ· ταῦτα
15κληρονομήσουσιν οἱ ἀσεβεῖς, ἃ προεῖπεν δηλονότι. ἀποφαντικῶς δὲ καὶ οὗτος εἰρηκώς, ὅτι πάντως ταῦτα ἔσται τοῖς ἀσεβέσιν, ἥμαρτε μὴ προσθεὶς τὴν διαίρεσιν· οὐ γὰρ πάντως ἐνταῦ‐
θα ἡ ἀπόδοσις, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι.162

163

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΤΡΕΙΣΚΑΙΔΕΚΑΤΟΝ
2〈Ἀρχὴ τοῦ ῥητο·〉 ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἕως τίνος ἔγκο‐ πον ποιήσητε τὴν ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις;
4tΠροθεωρία τοῦ κεφαλαίου.
5 οἱ μὲν φίλοι τῷ Ἰὼβ ἐπιτιμῶσιν ὡς περιττὰ θρασυνομένῳ, ὁ δὲ ὡς βαρεῖς ὄντας ἐν τοῖς ὀνείδεσιν αἰτιᾶται καί φησιν ὅτι· τοῦτο μόνον ὑμᾶς γνῶναι θέλω, ὅτι θεός ἐστιν ὁ τὰς ἀνηκέστους μοι ταύ‐ τας πληγὰς ἐπαγαγών, ἵνα τοῦτο γνόντες φοβηθῆτε, μὴ τοῖς ἰσοστα‐ σίοις καὶ ὑμᾶς περιβάλῃ κακοῖς. μέμφεται δὲ ὡς κατὰ πρόσωπον αὐ‐
10τὸν κακολογοῦντας· δῶμεν γάρ, φησίν, ὅτι μὴ καθηκόντως φθέγγο‐ μαι, ἀλλ’ ὑμᾶς οὐκ ἔδει φίλους ὄντας ἐπιτρίβειν μοι τὰς συμφοράς. ταῦτα πρὸς τοὺς φίλους εἰρηκὼς πάλιν ἐκδιηγεῖται τὰ αὐτὸν συν‐ έχοντα δεινὰ ἑαυτόν τε πείθων κἀκείνους ὡς ὑπὲρ ἁμαρτίας ἀνθρωπί‐ νας αἱ τιμωρίαι καὶ ἐχθροῦ μᾶλλόν εἰσιν αἱ τοιαῦται πληγαί. ὄντως
15γὰρ ἐχθρὸς ἦν ὁ οὕτως αὐτῷ χρώμενος, εἰ καὶ αὐτὸς τὴν αἰτίαν ἠ‐ γνόει τῆς συγχωρήσεως. εἶτα παρακαλεῖ, ἵνα εἰ καὶ μὴ ὡς δίκαιον ἐπαισχύνονται, ἀλλ’ ὡς φίλον ἐλεήσωσιν. καὶ ἐπεύχεται γραφῇ παραδοθῆναι αὑτοῦ τὰ ῥή‐ ματα, ἵνα διαδόσιμα καὶ ταῖς ἐφεξῆς γένωνται γενεαῖς, ὃ δὴ καὶ
20γέγονε, καὶ οὐκ ἀπέτυχέ γε τῆς εὐχῆς ὁ δίκαιος. καὶ μέμφεται τοῖς φίλοις ὡς ἀναζητοῦσιν, πῶς αὐτὸν τοῖς λόγοις πλήξωσιν, καὶ παραινεῖ παύσασθαι τῶν ὀνειδισμῶν τοῦ θεοῦ τὸ κρίμα διευλαβου‐
μένους.163

164

(1t)

Αἱ λέξεις
2l19, 2 ἕως τίνος ἔγκοπον ποιήσητε τὴν ψυχήν μου καὶ καθαιρεῖτέ
3lμε λόγοις;
4ἡ τῶν λόγων βαρύτης ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ
5κάμνειν αὐτὴν παρασκευάζει. τὸ δὲ καθαιρεῖτέ με λόγοις ἀντὶ τοῦ· καταβαλεῖν σπουδάζετε ταῖς ἀντιλογίαις τὰς ἐμὰς δι‐ καιολογίας.
8l19, 3 γνῶτε μόνον, ὅτι ὁ θεὸς ἐποίησέ μοι οὕτως.
9ἵνα καὶ ὑμεῖς φοβηθῆτε οὕτω ἐπεμβαίνειν τῷ κάμνοντι, μὴ
10τοῖς ἴσοις ὑμᾶς περιβάλλῃ κακοῖς.
11l19, 3 καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι, ἐπίκεισθέ μοι.
12 βαρὺ μέν, φησίν, καὶ τὸ ἀπόντων καταλαλεῖν· ὑμεῖς δὲ ἀνε‐ ρυθριάστως καὶ κατὰ πρόσωπον λοιδορεῖτέ με.
14l19, 4—5 ναὶ δή, ἐπ’ ἀληθείας ἐγὼ πεπλάνημαι, παρ’ ἐμοὶ δὲ αὐλί‐
15lζεται πλάνος λαλῆσαι ῥήματα, ἃ οὐκ ἔδει· τὰ δὲ ῥήματά μου πλανᾶ‐
16lται καὶ οὐκ ἐπὶ καιροῦ. ἔα δέ, ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλε‐
17lσθε δέ μοι ὀνείδη.
18 δῶμεν, φησίν, ὅτι κατὰ ἀλήθειαν ἐγὼ πλανῶμαι, καὶ πλάνον τι πνεῦμα οἰκοῦν ἐν ἐμοὶ παρασκευάζει, μὴ κατὰ 〈τὸ〉 δέον φθέγγεσθαι
20μηδὲ κατὰ καιρὸν τοὺς λόγους προφέρειν· ἀλλὰ ὑμᾶς οὐκ ἔδει οὕτως κατεπαίρεσθαί μου καὶ μεγάλους ἑαυτοὺς ἐπιδεικνύναι καὶ δικαίους κατὰ τοῦ δυστυχοῦντος καὶ ἐνάλλεσθαί μοι καὶ ἐπιπηδᾶν καὶ καταπα‐
τεῖν ταῖς ὕβρεσιν.164

165

(1l)

19, 6 γνῶτε οὖν, ὅτι κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ
2lἐπ’ ἐμὲ ὕψωσεν.
3 ὁ ταράξας ἀντὶ τοῦ· ὁ ἐν τοσαύτῃ συγχύσει τὰ κατ’ ἐμὲ κατα‐ στήσας καὶ ὥσπερ ὀχυρώματι καὶ τείχει τινὶ πανταχόθεν με περι‐
5κλείσας ταῖς συμφοραῖς. ἢ καὶ οὕτως· ὥσπερ τι διατείχισμα μεταξὺ ἐμοῦ τε καὶ ἑαυτοῦ ὕψωσεν, ἵνα εἴπῃ ὅτι· ἀπέστησεν ἀπ’ ἐμοῦ τὴν οἰκείαν βοήθειαν.
8l19, 7 ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω, κεκράξομαι καὶ οὐδαμοῦ
9lκρίμα.
10 βέλτιον δέ, οἶμαι, ἐστὶ τὸ μόνον γελᾶν ἐπὶ τοῖς ὑμετέροις ὀ‐ νειδισμοῖς καὶ μὴ ἀποκρίνεσθαι. τί γὰρ καὶ κράξω μήπω τῆς ἀπο‐ φάσεως δεικνύσης—κρίμα γὰρ τὴν ἀπόφασιν λέγει—, πότερον ἐγὼ τἀληθῆ λέγω ἢ ὑμεῖς οἱ μάτην μου καταψευδόμενοι;
14l19, 8—11 κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ. ἐπὶ πρόσωπόν μου
15lσκότος ἔθετο. τὴν δὲ δόξαν μου ἀπ’ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέ‐
16lφανον ἀπὸ κεφαλῆς μου. διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε
17lδὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡ‐
18lγήσατο δέ με ὥσπερ ἐχθρόν.
19ἀδιεξίτητά μοι, φησίν, τὰ κακά· καὶ ὥσπερ οἱ κυκλοτερῶς ὑπὸ
20τεῖχος ἀπειλημμένοι ἢ ἀορασίᾳ τὰς ὄψεις ἐμποδιζόμενοι περαιτέρω προελθεῖν οὐ δύνανται, οὕτως ἀμηχανῶ τῶν συμφορῶν ἔξω γενέσθαι. στέφανον δὲ ἀφῃρῆσθαι λέγει, ἢ ὅτι καὶ αὐτὸς βασιλεὺς ἐτύγχα‐
νεν, ἢ 〈ὅτι ...〉. καὶ τὴν πᾶσαν εὐημερίαν μεληδόν, φησίν, διέ‐165

166

σπασε, καὶ ὡς δένδρον ἐξέκοψε πᾶσαν μου χρηστὴν ἐλπίδα. ὥσπερ δέ τις ἐχθρὸς ὀργῇ χρώμενος, οὕτω τὰ κατ’ ἐμὲ διεσκεύασε. καλῶς δὲ εἶπε τὸ ὥσπερ· οὐ γὰρ ἐμπαθῶς οὐδὲ ὡς ἐχθρὸς ὁ θεὸς κολάζει.
5 ταῦτα δὲ εἶπε καὶ τοὺς φίλους καὶ ἑαυτὸν πείθων, ὡς ὑπερέβαινε μέτρον ἀνθρωπίνων ἁμαρτημάτων ἡ τιμωρία· καὶ γὰρ ἀληθῶς οὐ δι’ ἁ‐ μαρτίας, ἀλλὰ κατὰ γυμνασίαν ἔπασχεν ὁ δίκαιος.
8l19, 12 ὁμοθυμαδὸν δὲ αὐτοῦ ἦλθον τὰ πειρατήρια ἐπ’ ἐμοί, ταῖς
9lὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι.
10 ἐκ μεταφορᾶς τῶν πολεμίων τοῦτο εἶπεν, οἳ λόχους καὶ ἐνέδρας πανταχόθεν ἱστῶντες ἀθρόον πάντες ἐπέρχονται ἀπολαβόντες ἐν μέσῳ τὸν ἐνεδρευόμενον, ἵνα εἴπῃ ὅτι· πανταχόθεν με περιεστοίχισαν τὰ κακά. ἐγκάθετοι δέ εἰσιν οἱ δαίμονες οἱ δόλιοι καὶ ἐγκείμενοι τῷ κακῷ.
15 ἠρέμα γὰρ καὶ συναισθάνεται ὁ δίκαιος τῶν κατὰ θεοῦ συγχώρη‐ σιν ἀοράτως αὐτῷ τὰς ἀλγηδόνας ἐπιφερόντων, εἰ καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως ἀγνοεῖ.
18l19, 13—15 ἀδελφοί μου ἀπ’ ἐμοῦ ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ
19lἐμέ, φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. οὐ προσεποιήσαντό με οἱ
20lἐγγύτατοί μου, καὶ οἱ ἰδόντες μου τὸ ὄνομα ἐπελάθοντό μου. γεί‐
21lτονες οἰκίας, θεράποντες θεράπαιναί τέ μου, ἀλλογενὴς ἐγενόμην
22lἐναντίον αὐτῶν.
23 τοιαῦτα καὶ ὁ μέγας Δαυὶδ ὀλοφυρόμενος ἔλεγεν· ἐπελῄσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος
25ἀπολωλός.166

167

ἐγγυτάτους δὲ λέγει τοὺς γένει πλησιάζοντας.
2l19, 16—18 θεράποντάς μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσάν μου, στόμα
3l〈δέ〉 μου ἐδέετο. καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ
4lκολακεύων υἱοὺς παλλακίδων μου, οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιή‐
5lσαντο.
6 καὶ τοῦτο τῶν σφόδρα ἀλγεινῶν τὸ ἐν νόσῳ κείμενον καλεῖν τὸν ὀφείλοντα ὑπηρετεῖσθαι καὶ μὴ ὑπακούεσθαι. δεῖ οὖν καὶ ἡμᾶς τῷ ὑποδείγματι τοῦ μεγάλου Ἰὼβ προσέχοντας μὴ ὀργίζεσθαι κατὰ τῶν ὑπηρετῶν, μήτ’ ἂν γυνή, μήτ’ ἂν οἰκέτης,
10μήτ’ ἂν υἱὸς ᾖ ὁ παρακούων. οὐδὲν δὲ ἀπρεπές, εἰ παλλακίδας εἶχεν ὁ δίκαιος. καὶ γὰρ καὶ οἱ τούτου πρόγονοι, οἱ ἀμφὶ τὸν μέγαν Ἀβραάμ, παλλακίσιν ἐμίγ‐ νυντο διὰ τὴν τοῦ γένους αὔξησιν. ἐπιτήρησον δέ, ὡς οὐ μεγάλης ἀλγηδόνος ἔκρινεν ὁ διάβολος τὸ τοὺς ἐκ τῶν παλλακίδων ἀνελεῖν,
15ἀλλὰ τοὺς τῆς ἐλευθέρας· οἶδε γὰρ ὀφείλουσαν καὶ αὐτὴν τὴν φύσιν προτιμᾶν τοὺς τῆς ἐλευθέρας. τὸ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ἀντὶ τοῦ παντε‐ λῶς, ὡς μηδὲ ὄντες ἐξ ἐμοῦ.
19l19, 18 ὅταν ἀναστῶ, καταλαλοῦσί μου.
20 ἴσως καὶ αὐτοὶ λέγοντες· τὸν μιαρόν, τὸν ἐναγῆ, τὸν ἀκάθαρτον, τὸν διὰ πλῆθος ἁμαρτιῶν οὕτω τιμωρούμενον· ἢ καὶ οὐ τοῦτο μέν, τὸ δὲ τοῖς πολλοῖς ἐπὶ ταῖς μακραῖς νόσοις συμβαῖνον· μέχρι τίνος οὐ τελευτᾷ; τί βαρὺ φορτίον καὶ ἀχρεῖον κεῖται τῇ γῇ;
τὸ δὲ ὅταν ἀναστῶ ὅταν αὐτῶν ἀποχωρισθῶ. ἢ καὶ τοῦτο λέ‐167

168

γει ὅτι· ὅταν ἀναστῶ μετὰ τὴν νύκτα πρὸς ἑαυτοὺς λέγουσιν· οὔπω τέθνηκεν, ἔτι ζῇ ὁ ᾅδης οὗτος;
3l19, 19 ἐβδελύξαντο δέ με οἱ ἰδόντες με· οὓς δὲ ἠγαπήκειν, ἐπανέ‐
4lστησάν μοι. {κατ’ ἐμοῦ}
5 ὅμοιον Δαυίδ· ἔθεντο 〈κατ’ ἐμοῦ〉 κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
7l19, 20 ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου 〈ἐν
8lὀδοῦσιν ἔχεται〉.
9ζῶντος γάρ, φησίν, ἐσάπησαν αἱ σάρκες μου καὶ τὰ ὀστᾶ μου ὥσ‐
10περ ὑπὸ ὀδόντων θηρίων τινῶν κατεσθίεται.
11l19, 21 ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, παρακαλῶ· χεὶρ γὰρ κυ‐
12lρίου ἡ ἁψαμένη μού ἐστιν.
13 εἰ καὶ μὴ ὡς δίκαια λέγοντα ἐπαισχύνεσθε, ἀλλ’ ὡς φιλάνθρωποι κατελεήσατέ με καὶ οἶκτον λάβετε καὶ δέος εἰς τὰ ὑπὸ θεοῦ μοι
15συμβεβηκότα διευλαβούμενοι, μὴ τῶν ὁμοίων πειραθῆτε παρὰ θεοῦ.
16l19, 22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκός
17lμου οὐκ ἐμπίπλασθε;
18 διὰ τί δὲ τῇ θείᾳ ὀργῇ συνεπιτίθεσθε—οὐ πάντως κατὰ γνώμην θεοῦ τοῦτο ποιοῦντες· εἰ γὰρ καὶ αὐτὸς τιμωρεῖται, ἀλλ’ ἡμᾶς
20φιλανθρώπους εἶναι βούλεται—καὶ ἀκορέστως τῇ τῶν λόγων βαρύτη‐ τι κέχρησθε κατ’ ἐμοῦ; ἱκανοὶ γάρ εἰσιν οἱ ὀνειδιστικοὶ λόγοι
καὶ σάρκας δαπανᾶν.168

169

δείσωμεν οὖν καὶ ἡμεῖς τὰς λοιδορίας εἰδότες, ὅπως πλήττομεν δι’ αὐτῶν τοὺς ἡμῶν ἀδελφούς.
3l19, 23—25 τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ
4lαὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα, ἐν γραφείῳ σιδηρῷ καὶ μολίβδῳ ἢ
5lἐν πέτραις ἐγγλυφῆναι; οἶδα γάρ, ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με
6lμέλλων ἐπὶ γῆς.
7 εὔχεται τὰ καθ’ ἑαυτὸν ἀνεξαλείπτῳ παραδοθῆναι γραφῇ. ὁμοιω‐ ματικῶς δὲ αὐτὸ εἶπεν ἀπὸ τοῦ τοὺς βουλομένους ὡς ὅτι μάλιστα ἐπὶ πλεῖστον διαμένειν τὰ ἀναγεγραμμένα διὰ γραφίδος σιδηρᾶς ἐπὶ
10μολίβδου ἐντιθέναι τὰ γράμματα ταῖς στήλαις ἢ καὶ ταῖς πλαξὶν ἐγκολάπτειν. οἶδα γάρ, φησίν, ὅτι κἂν ἐγὼ ἐκλυθῶ, τουτέστιν τε‐ λευτήσω, ἀλλ’ ὁ θεὸς ἀεὶ διαμένει ὁ δυνάμενος καὶ μετὰ τὴν ἐμὴν τελευτὴν δι’ οἰκείας ἐπικρίσεως γνώριμα πᾶσι τὰ κατ’ ἐμὲ κατα‐ στῆσαι, ὃ δὴ καὶ γέγονε κατὰ τὴν τοῦ δικαίου αἴτησιν. καὶ οὐκ
15ἐστερήθησαν αἱ ἁγιώταται ἐκκλησίαι τοῦ τηλικούτου ἐν πειρασμοῖς παραδείγματος, ἀλλὰ ἀνεγράφη τὰ κατὰ τὸν μακάριον Ἰώβ, εἴτε ὑπό τινος τῶν προφητῶν, ἢ καὶ ἁγίου τινὸς ἀνδρός, κατὰ θεοῦ μέν‐ τοι συνεργίαν καὶ ἐπίπνοιαν, ὡς καί τινα τῶν ἀποστόλων λέγειν ἡμῖν· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυ‐
20ρίου εἴδετε. πόθεν ἠκούσαμεν ἢ πόθεν εἴδομεν, ἀλλ’ ἢ ἀπὸ ταύτης τῆς κατὰ τὴν τοῦ δικαίου αἴτησιν καὶ θεοῦ συνεργίαν γε‐
νομένης συγγραφῆς;169

170

(1l)

19, 26 ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.
2 γένοιτο δέ, φησίν, καὶ ἀναστῆσαι θεὸν τὸ δέρμα μου τὸ ἀναν‐ τλοῦν ταῦτα. δόγμα δὲ ἐντεῦθεν διδασκόμεθα ἐκκλησιαστικὸν καὶ κάλλιστον, ὅτι τὸ σῶμα τὸ καὶ τοὺς πειρασμοὺς ὑπομένον καὶ τὰς
5βασάνους αὐτὸ συνανίσταται τῇ ψυχῇ, ἵνα καὶ σὺν αὐτῇ τῶν αἰωνί‐ ων ἀπολαύσῃ καλῶν. διὰ τοῦτο εἶπε τὸ ἀναντλοῦν ταῦτα· οὐ γὰρ δίκαιον ἄλλο μὲν πάσχειν, ἄλλο δὲ ἀνίστασθαι.
8l19, 26—27 παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη, ἃ ἐγὼ ἐμαυτῷ
9lσυνεπίσταμαι, ἃ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος· πάντα δέ μοι
10lσυντετέλεσται ἐν κόλπῳ.
11 ταῦτα δὲ πάντα ἃπερ ᾔτησα θεὸς καὶ μόνος δύναται ποιεῖν ὁ καὶ τὰ τοιαῦτά μοι ἐπαγαγών, ἃ μόνη οἶδεν ἡ ἐμὴ ψυχή. οὐδεὶς γὰρ οὕ‐ τως συναισθάνεται τῶν κακῶν οὐδὲ ἐπιδεῖν δύναται ὡς ὁ πάσχων ἐγώ. πάντα γὰρ τὰ δεινὰ τρόπον τινὰ ἐνεκολπισάμην καὶ οἷον συνήνων‐
15ταί μοι καὶ συνεκολλήθησαν. ὁ γὰρ κόλπος ἐπὶ τοῦ ἀχωρίστου λαμβάνεται. διὸ καὶ ὁ μονογε‐ νὴς ἐν κόλποις εἶναι λέγεται τοῦ πατρὸς διὰ τὸ ἀχώριστον καὶ
ὁμοούσιον υἱοῦ πρὸς πατέρα.170

171

(1l)

19, 28—29 εἰ δὲ καὶ ἐρεῖτε· τί ἐροῦμεν ἐναντίον αὐτοῦ; καὶ ῥί‐
2lζαν λόγου εὑρήσομεν ἐν αὐτῷ· εὐλαβήθητε δὲ καὶ ὑμεῖς ἀπὸ ἐπικα‐
3lλύμματος, θυμὸς γὰρ ἐπ’ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται,
4lποῦ ἐστιν αὐτῶν ἡ ὕλη.
5 ἀλλ’ ὑμεῖς, φησίν, ἀντὶ παρακλητικῶν λόγων κατ’ ἰδίαν σκοπεῖ‐ τε, ποίας ἀντιλογίας εὕρητε, καὶ ὡς οἱ τὰς ῥίζας ἐπιζητοῦντες ἀνιχνεύετέ μου τοὺς λόγους, πόθεν μου λάβησθε. διὸ εὐλαβήθητε καὶ μὴ ἐν προσχήματι τοῦ θέλειν θεῷ συνηγορεῖν καταψηφίζεσθέ μου. τοῦτο γὰρ σημαίνει τὸ ἀπὸ ἐπικαλύμματος, ἵνα εἴπῃ ὅτι· οὐ‐
10δέν μοι συνειδότες σχηματίζεσθε θεῷ συνηγορεῖν. εὐλαβήθητε οὖν, μὴ ὁ ἀπροσωπόληπτος θεὸς δικαίως ὀργισθῇ καθ’ ὑμῶν, καὶ τότε γνώσεσθε, ὡς οὐδέν ἐστιν ὑμῶν ἡ ὕλη. ὕλην δὲ ἔοικε λέγειν ἢ τὸν ὄχλον τῶν αὐτῶν ῥημάτων ἢ τὴν πανταχόθεν εὐπάθειαν καὶ τοῦ πλούτου τὴν περιουσίαν. ἐὰν γάρ, φησίν, θεὸς ὀργισθῇ, οὐδὲν
15κρεῖττον ἐμοῦ ταχέως διακείσεσθε.171

172

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μηναῖος λέγει· οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ.
5tΠροθεωρία τοῦ κεφαλαίου
6 ὡς πολλὰ καὶ καλὰ δόγματα αὐτός τε εἰπὼν ὁ Σωφὰρ καὶ τῶν λοι‐ πῶν φίλων εἰρηκότων ἤλπιζε μὲν μηδὲν ἔτι τὸν Ἰὼβ ἀντιλέγειν. ἐπειδὴ δὲ εἶδεν αὐτὸν θαρροῦντα τοῖς ἑαυτοῦ δικαίοις καὶ πάντας αὐτῶν τοὺς λόγους ἀμυνόμενον ἔξω τῶν ἐλπισθέντων γεγονὼς οὐχ οὕ‐
10τως, φησίν, ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. εἶτα καὶ πρὸς τοὺς φίλους φησὶν ὅτι· οὐχ οὕτως ἀκριβῶς κατανοεῖτε τοῖς ὑφ’ ὑμῶν αὐτῶν λεγομένοις καὶ τοῖς ὑπὸ τοῦ Ἰὼβ ὥσπερ ἐγώ. πλὴν ἐρῶ, ὅσα ἡ σύνεσις ὑπαγορεύει. εἶτα καταλέγει τὰ κατὰ τοὺς ἀσε‐ βεῖς, ἅ τε δρῶσι καὶ ἃ ὑπομένουσι κατὰ θείαν δίκην, καὶ ὅτι ὀνεί‐
15ρων τὰ κατὰ τὴν αὐτῶν εὐπραγίαν οὐδὲν διαφέρει καὶ ὅτι οὐδὲν αὐ‐ τοῖς συνεξέρχεται ἐκ τοῦδε τοῦ βίου, εἰ μὴ ἡ αὐτῶν ἀσέβεια. πολ‐ λὰ δὲ εἰρηκὼς τὰ τοῖς ἀσεβέσι συμβησόμενα ταῦτα ἔφη μερίδα εἶναι τῶν ἀσεβῶν, τοῦτον αὐτοῖς κλῆρον καὶ κτῆμα δεδόσθαι παρὰ θεοῦ. πάλιν δὲ οὐκ ἔγνω, ὅτι τὰ συμβαίνοντα οὐ πάντως δι’ ἁμαρτίας
20γίνονται, ἀλλὰ καὶ κατ’ ἄλλας οἰκονομίας. ἀλλ’ οὐδὲ ἐπὶ τοῦ προσ‐ ώπου τοῦ Ἰὼβ ταῦτα καλῶς ἐλέγετο, ὥστε οἱ καλοὶ λόγοι, ἐὰν μὴ καλῶς λέγωνται καὶ μετὰ ὀρθῆς διαθέσεως καὶ προσηκούσης διαιρέ‐ σεως καὶ ἐπὶ καιροῦ καὶ προσώπου ὑποκειμένου ἐπιτηδείου πρὸς τὰ
λεγόμενα, οὐκ ἐπαίνου μᾶλλον ἀλλὰ μέμψεως ἄξιοι.172

173

(1t)

〈Αἱ λέξεισ〉
1l20, 2 οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα.
2 ᾠόμην σε, φησίν, πολλῶν πρὸς σὲ καὶ καλῶν εἰρημένων λόγων ἡσυχίαν ἄγειν συνθησόμενον ταῖς παραινέσεσιν.
5l20, 2 καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ.
6 πλὴν οὐ πάνυ, φησίν, κατανοεῖτε τοῖς λεγομένοις ὑπὸ τοῦ Ἰὼβ καὶ ὑφ’ ἑαυτῶν ὡς ἐγώ. τοῦτο δὲ πρὸς τοὺς φίλους εἶπεν.
8l20, 3 παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέ‐
9lσεως ἀποκρίνεταί μοι.
10 ἄλλα ἀντίγραφα· παιδείαν ἐντροπῆς σου ἀκούσομαι, περιέχουσιν. κατὰ μὲν οὖν τὸ ἐντροπῆς μου τοῦτο λέγει ὅτι· τῆς παι‐ δεύσεως τῆς κατ’ εὐλάβειαν—ἐντροπὴν γὰρ τὴν εὐλάβειάν φησιν—, ἧς διδάσκει με τὸ πνεῦμα τῆς συνέσεως, ἀκούσομαι· διδάσκει δέ, ἃ ἐφεξῆς λέγει περὶ τῶν ἀσεβῶν. ὃ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οἱ
15εὐπαίδευτοι καὶ εὐλαβεῖς καὶ συνετοὶ ἴσασιν, ὡς οἱ ἀσεβεῖς διὰ τὰς οἰκείας ἁμαρτίας πάντως τιμωροῦνται. κατὰ δὲ τό· ἐντροπῆς σου, οὕτω νοήσεις· ἀκούσομαί σου τῆς παιδεύσεως, δι’ ἧς ἡμᾶς εἰκότως ἐνέτρεψας, καὶ τοῦ πνεύματος τῆς συνέσεώς σου, δι’ οὗ καλῶς ἡμῖν ἀπεκρίνω. ταῦτα δὲ κατ’ εἰ‐
20ρωνείαν εἶπεν, ἀντὶ τοῦ· οὐδὲν συνετὸν οὐδὲ εὐπαίδευτον οὐδὲ
οἷον ἡμᾶς ἐντρέψαι λελάληκας.173

174

(1l)

20, 4 μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ’ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς
2lγῆς.
3 εἰπὲ γάρ, φησίν, μὴ ἔτι δύνῃ ἀντιλέγειν καὶ εἰπεῖν, ὅτι φ’ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ἔγνως τινὰ τῶν δικαίων τοι‐
5αῦτα πεπονθότα, 〈ἢ〉 ὡς οἱ εὐλαβεῖς καὶ δίκαιοι τοιαύταις τιμωρί‐ αις περιπεπτώκασιν; εἶτα ὡς ἀναμφίβολον λόγον εἰρηκώς, ὅτι ἐξ αἰῶνος οὐδεὶς δίκαιος ὢν πέπονθεν, ἀκολούθως ἐπάγει·
8l20, 5 εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανό‐
9lμων ἀπώλεια.
10 καὶ κάλλιστον δόγμα ὁ Σωφὰρ εἶπεν, ὅτι ἡ εὐφροσύνη τῶν ἀσε‐ βῶν, ἣν χαίρουσιν ἐπὶ τῇ παρανομίᾳ, ἀπώλεια καὶ πτῶμα ἐξαίσιον τῆς αὐτῶν ψυχῆς ἔσται.
13l20, 6—8 ἐὰν ἀναβῇ εἰς τὸν οὐρανὸν τὰ δῶρα αὐτοῦ, ἡ δὲ θυσία
14lαὐτοῦ νεφῶν ἅψηται, ὅταν δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος
15lἀπολεῖται. οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν; ὥσπερ ἐνύπ‐
16lνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν.
17 ἐάν, φησίν, οὐρανομήκεις δωροφορίας προσαγάγῃ καὶ ἐὰν δόξω‐ σιν αἱ αὐτοῦ θυσίαι τῶν νεφῶν ἅπτεσθαι καὶ δόξῃ τὰ ἀγαθὰ ἐν βεβαίῳ ἔχειν, θεοῦ μὴ προσιεμένου τοῦ ἀσεβοῦς τὰς καρποφορίας
20εἰς τέλος ἀπόλλυται οὐδὲν ἐκ τῶν ἐπιπλάστων θυσιῶν ὠφεληθείς. ἀλλ’ οὕτως οἴχεται τὰ κατ’ αὐτὸν καὶ εἰς ἀνυπαρξίαν χωρεῖ ὡς ἐνύπνιον καὶ φάσμα νυκτερινόν, ὡς τοὺς πρότερον εἰδότας αὐτὸν μετ’ ἐκπλήξεως λέγειν· ποῦ ἐστιν; ἀντὶ τοῦ· ποῦ ἡ δόξα, ποῦ ἡ δυναστεία, ποῦ ἡ τιμή, ποῦ ὁ πλοῦτος; πάντα μάταια, εἰς τὸ
25μηδὲν αὐτῷ κατέληξεν ἡ ὑπερηφανία.174

175

(1l)

20, 9 ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει. καὶ οὐκέτι προσ‐
2lνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.
3 οἱ ἅπαξ, φησίν, αὐτὸν ἑωρακότες οὐκέτι βλέπουσιν—σημαί‐ νει γὰρ διὰ τούτου τὴν ταχείαν ἀπώλειαν—, ἀλλ’ οὐδὲ ἐπίγνω‐
5στος ἔσται ἐν τῷ ἰδίῳ τόπῳ. ὅμοιον ἐν Ψαλμοῖς εἴρηται· εἶ‐ δον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτο.
10l20, 10 τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ
11lπυρσεύσαισαν ὀδύνας.
12 καὶ τοὺς μὲν υἱοὺς αὐτο, φησίν, ἀναιροῦσιν ἐλάχιστοί τινες, αὐτὸς δὲ ἑαυτῷ διὰ τῶν οἰκείων πράξεων ἐξάπτει τὴν πυράν· πυρσὸς γὰρ ἡ λαμπάς, χεῖρες δὲ αἱ πράξεις. ὅμοιον ἡ προφητεία
15λέγει· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.
17l20, 11 ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ’ αὐτοῦ
18lἐπὶ χώματος κοιμηθήσεται.
19καὶ ἐνεπλήσθησαν, φησίν, οἱ τόνοι τῆς ψυχῆς αὐτοῦ νεωτε‐
20ρικῆς ἐπιθυμίας. οὐδὲν δὲ αὐτῷ ἐν τῷ τάφῳ συγκαταβαίνει, εἰ μὴ αὕτη αὐτοῦ ἡ ἐπιθυμία, τουτέστιν αἱ ἄδικοι πράξεις. χῶμα γὰρ ἢ τὸν τάφον λέγει ἢ τὴν τοῦ σώματος ἀνάλυσιν κατὰ τό· γῆ ε,
καὶ εἰς γῆν ἀπελεύσει.175

176

(1l)

20, 12 ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει {δὲ} αὐτὴν
2lὑπὸ τὴν γλῶσσαν αὐτοῦ.
3 ἐὰν γάρ, φησίν, ἡδυνθῇ τῇ κακίᾳ ἐκ προθέσεως αὐτὴν ὑποδεξά‐ μενος, κρύπτει λοιπὸν αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ ἀρ‐
5χόμενος πανούργως καὶ ἐπικλόπως καὶ πάντα μεθ’ ὑποκρίσεως δια‐ λέγεσθαι.
7l20, 13—14 οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν. καὶ συν‐
8lάξει αὐτὴν ἐν μέσῳ τοῦ φάρυγγος αὐτοῦ, καὶ οὐ μὴ δυνηθῇ βοηθῆ‐
9lσαι αὑτῷ.
10 ἀλλ’ ἀφειδῶς καὶ ἀπλήστως ἀνθέξεται αὐτῆς καὶ περιέξεται καὶ ὥσπερ τινὰ τροφὴν ἡδείαν μεθ’ ἡδονῆς αὐτὴν ἐν τῇ φάρυγγι κατέχει. ἐν δὲ τῷ καιρῷ, καθ’ ὃν ὑπομένει τὰς τιμωρίας, οὐδὲν ἐπαμῦναι τῷ κακῷ ἡ κακία δυνήσεται.
14l20, 14 χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ· πλοῦτος ἀδίκως συναγόμενος
15lἐξεμεθήσεται.
16 ὁ ἀσεβὴς πλούσιος, φησίν, τὸν ἄδικον πλοῦτον ὅταν δόξῃ κατα‐ πεπωκέναι—τουτέστιν· ἐν βεβαίῳ ἔχειν—, τότε ὥσπερ τι δηλητή‐ ριον φάρμακον ἀπὸ ἰοῦ ἀσπίδος κατασκευασθὲν δεξάμενος τὴν θείαν ὀργὴν ὅλον ἐξεμεῖ τὸν ἐξ ἀδικίας συναχθέντα πλοῦτον. σημαίνει
20δὲ ὅτι· ὥσπερ οἱ ἀπό τινος δηλητηρίου εἰς ἔμετον κινούμενοι με‐ τὰ σπαραγμοῦ καὶ ὀδύνης ὅλον τὸν ἔνδον ἐκφέρει πλοῦτον.
22l20, 15 ἐξ οἰκίας αὐτοῦ ἐξελκύσαι αὐτὸν ἄγγελος.176

177

ἀλλὰ καὶ ἄγγελός τις, φησίν, τῶν εἰς τιμωρίαν τεταγμένων πάν‐ των αὐτὸν ἐξώσει τῶν ἀγαθῶν· ἀπὸ γὰρ τῆς οἰκίας τὸ ὅλον ἐσήμανε.
3l20, 16 θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνελεῖ δὲ αὐτὸν γλῶσσα ὄφεως.
4καὶ οὕτως, φησίν, ἔσται εἰς παντελῆ χωρῶν ἀπώλειαν ὥσπερ τις
5ὑπὸ ὄφεως δηχθεὶς ἢ δρακόντων ἰὸν καταπιών. διὰ γὰρ τοῦ θυμοῦ τὸν ἰὸν ἐσήμανε. καλῶς δὲ εἶπε· θηλάσειεν, ἵνα εἴπῃ, ὅτι προαι‐ ρετικῶς καὶ καθ’ ἡδονὴν ὥσπερ τι γάλα τῆς κακίας τὸν θανατηφόρον ἰὸν ἀμέλγων συναύξεται μὲν αὐτῇ καὶ ποιοῦται κατ’ αὐτήν, ὑπὸ δὲ αὐτῆς ἀναιρεῖται.
10l20, 17—18 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βου‐
11lτύρου, εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύεται
12lὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος.
13 μηδενὸς ἐν ἀπολαύσει, φησίν, γένοιτο τῆς προσούσης εὐπορίας, ἄλλ’ ἔσται αὐτῷ τὰ τῶν ματαίων καμάτων ὥσπερ στρίφνος. στρίφνος
15δέ ἐστι τὸ νευρῶδες κρέας τῶν βοῶν· ἔστι δὲ καὶ βοτάνη ἄβρωτος. διὰ τοῦτο δὲ ἀκατάποτός ἐστιν ὁ στρίφνος, ἐπειδὴ καὶ ἀμάσητος. λέγει οὖν ὅτι· μὴ πέψοι τὰ ἀγαθὰ μηδὲ εἰς τελείαν αὐτῶν ἀπόλαυ‐ σιν ἔλθοι.
19l20, 19—20 πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε
20lκαὶ οὐκ ἔστησεν. οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν.
21ἔθλασεν ἀντὶ τοῦ· ἀνηλεῶς συνέτριψε, τὴν δὲ πᾶσαν αὐτῶν
περιουσίαν ἥρπασε καὶ οὐκ ἀπέδωκεν. τὸ γὰρ οὐκ ἔστησεν ἀντὶ177

178

τοῦ· οὐκ ἀποκατέστησεν. ὥσπερ οὖν αὐτὸς τὰ τῶν ἀδυνάτων ἥρπασε καὶ οὐκ ἀποκατέστησεν, οὕτως οὐδὲ τὰ αὐτοῦ διασωθήσεται.
3l20, 20—21 ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται· οὐκ ἔστιν ὑπόλειμμα
4lτοῖς βρώμασιν αὐτοῦ.
5 οὐ γὰρ διασώσει, φησίν, αὐτὸν ἡ ἄδικος ἐπιθυμία, ἀλλ’ οὐδὲ ἕξει ποτὲ καταλελειμμένα βρώματα ὑπὸ τῆς ἄγαν πενίας οὐδὲν ἔχων ὃ καταλείψῃ.
8l20, 21—23 διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. ὅταν δὲ δοκῇ
9lἤδη πεπληρῶσθαι, θλιβήσεται· πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύ‐
10lσεται, εἴ πως πληρώσαι γαστέρα αὐτοῦ.
11 ἴσως μὲν οὖν οὐδὲ ἐξανθήσει αὐτοῦ τὰ ἀγαθά, ἀλλ’ ὁμοῦ τῇ ἄνθῃ μαρανθήσεται. εἰ δὲ καὶ δόξει πλήρης εἶναι καὶ πᾶσι κομᾶν τοῖς ἀγαθοῖς, τότε πᾶσα αὐτὸν ἀνάγκη καὶ θλῖψις καταλήψεται ὥστε πληρῶσαι τὴν γαστέρα αὐτο, ἀντὶ τοῦ· ὀδυνῶν ἐμπλήσει
15τὴν ψυχὴν αὐτοῦ.
16l20, 23 ἐπαποστελεῖ ἐπ’ αὐτὸν θυμὸν ὀργῆς νίψαι ἐπ’ αὐτὸν ὀδύνας.
17 ὁ γὰρ θεὸς ἄκρως αὐτὸν τιμωρούμενος νιφετῶν δίκην κατακλύσει αὐτὸν ταῖς ὀδύναις.
19l20, 24—25 καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον
20lχάλκεον. διέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος.
21κατὰ μεταφορὰν ταῦτα εἴρηκε τῶν ἐν πολέμοις καιρίας ὑπὸ σιδή‐
ρου λαμβανόντων πληγὰς καὶ ὑπὸ ἰσχυρῶν τόξων κατατοξευομένων.178

179

τοῦτο γὰρ σημαίνει τὸ χάλκεον, ἵνα εἴπῃ, ὅτι ὁ ἰσχυρὸς θεὸς δυνατῶς κέχρηται τῇ κατὰ τῶν ἀσεβῶν ὀργῇ.
3l20, 25 ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν.
4ἕτερα ἀντίγραφα· μὴ περιπατήσαισαν, ἔχουσιν, ἵνα εἴπῃ, ὅτι
5οὐδεμία αὐτῷ λαμπρότης ὑπολειφθήσεται. κατὰ δὲ τὸ ἄστρα ἐν διαίταις αὐτοῦ περιπατήσαι‐ σαν ἀντὶ το· φοβερὰ αὐτὸν ἐκδειματώσει φάσματα. ὁ δὲ Ἀκύλας οὕτως ἐκδέδωκεν· καὶ ἀστραπὴ ἀπὸ προσώπου αὐτοῦ πορεύσεται ἐπ’ αὐτόν, ἀντὶ τοῦ· ἐκ προσώπου τοῦ θεοῦ—τουτέστιν·
10ἐκ προστάγματος—σκηπτοὶ καὶ κεραυνοὶ κατὰ τοῦ ἀσεβοῦς κατενεχ‐ θήσονται. ἔστι δὲ καὶ ἄλλως νοῆσαι· ἄστρα εἰσὶν οἱ δίκαιοι κατὰ τὸ εἰ‐ ρημένον· ὑμεῖς δὲ φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες. ἐπειδὴ οὖν εἴρηται ἐν τοῖς ἔμπρο‐
15σθεν· ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, τὸ αὐτὸ ἑτέρως εἶπεν, ὅτι τὰ ἄστρα—τουτέστιν οἱ δίκαιοι—ἐν ταῖς τῶν ἀσεβῶν διαίταις περιπατήσουσιν, τουτέστιν· τὰ αὐτῶν ἀγαθὰ παραλήψονται.
19l20, 25—26 ἐπ’ αὐτῷ φόβοι· πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι.
20ἐν σκότῳ δέ, φησίν, καὶ ἀφεγγείᾳ καὶ φόβοις ἔσται τὰ κατ’ αὐτόν.
21l20, 26 κατέδεται δὲ αὐτὸν πῦρ ἄκαυστον.
22ὡραῖον ἡμᾶς ἐδίδαξε 〈μάθημα〉 ὁ Σωφάρ, ὅτι ἔστι πῦρ ἄκαυστον,179

180

τοῦτο μὲν τὸ κατὰ συνείδησιν καταφλέγον τοὺς ἀσεβεῖς, τοῦτο δὲ τὸ αὐτοῖς ἀποκείμενον ἐν μέλλουσι δικαστηρίοις. ὅρα δέ, μὴ πρὸς τούτοις καὶ πυρετὸν ἐνταῦθα αἰνίττεται· κα‐ ταφλέγονται γὰρ οἱ πυρέττοντες οὐδενὸς αὐτοῖς τὸ ἔξωθεν τοῦτο
5καὶ ἔνυλον πῦρ προσάγοντος.
6l20, 26 κακώσαι δὲ αὐτοῦ ἐπήλυτος 〈τὸν〉 οἶκον.
7ξένος τις καὶ ἀλλογενής.
8l20, 27 ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας.
9ἡ θεία φύσις φανερὰ ποιοῦσα τὰ κατ’ αὐτόν.
10l20, 27 γῆ δὲ ἐπανασταίη αὐτῷ.
11οἱ ἐκ γῆς τιμωρίαι λιμοί, λοιμοὶ καὶ εἴ τι ἕτερον.
12l20, 28 ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος.
13ἀντὶ τοῦ· πανωλεθρίᾳ διαφθαρείη.
14l20, 28 ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.
15καθ’ ἣν ἡ θεία κατ’ αὐτοῦ κινεῖται δίκη.
16l20, 29 καὶ αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα
17lὑπαρχόντων αὐτοῦ παρὰ τοῦ ἐπισκόπου.
18 ἐπειδὴ κτησάμενος τὰ ἀγαθὰ ὁ ἀσεβὴς οὐκ ᾔσθετο τῆς θείας εὐ‐ εργεσίας, δίδοται αὐτῷ κτῆμα καὶ μερὶς τὸ πλήρωμα τῆς ὀργῆς παρὰ
20τοῦ τὰ πάντα ἐπισκοποῦντος θεοῦ. ἀκούοντες δὲ οἱ ἐπίσκοποι, ὡς ὁ θεὸς ταύτῃ κέκληται τῇ προση‐ γορίᾳ παρὰ τῇ γραφῇ, τηρείτωσαν τῆς προσηγορίας τὸ ἀξίωμα ἐπα‐ γρύπνως τὰ κατὰ τὴν ποίμνην ἐπισκοποῦντες καὶ πίστει καὶ βίῳ καὶ
ἀνεπιλήπτῳ διδασκαλίᾳ σεμνυνόμενοι.180

181

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἀκούσατέ μου, 〈ἀκούσατέ μου〉 τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ’ ὑμῶν αὕτη ἡ παράκλησις.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 οἱ φίλοι τοῦ Ἰὼβ ἐλθόντες ἐπὶ παράκλησιν καὶ τῶν ἀνηκέστων συμφορῶν αὐτόπται γενόμενοι ὡς μὲν εὐσεβεῖς οὐδὲν ἄτοπον περὶ θε‐ οῦ διελογίζοντο· ἀγνοοῦντες δέ, ὡς πεῖρά τις ἦν καὶ βάσανος ἀρε‐ τῆς ἡ πληγή, ἄμεινον ἔκριναν καταδικάσαι μὲν τὸν Ἰὼβ ὡς ἐφ’ ἁμαρ‐ τίαις πάσχοντα, δίκαιον δὲ τὸν θεὸν ἀποφῆναι ὡς οὐκ ἀδίκως αὐτὸν
10τιμωρησάμενον. ὁ δὲ ἀνδρειότατος Ἰὼβ οὐδὲ οὕτως μὲν ἄδικόν τι περὶ θεοῦ ἐλογίσατο οὐδὲ ἀπεμφαίνουσαν εἴληφε δόξαν περὶ τῆς πάντα καλῶς καὶ δικαίως διεπούσης προνοίας τοῦ θεοῦ· οὐδὲν δὲ ἑαυτῷ συνειδὼς τηλικαύτης τιμωρίας ἐπάξιον οὐκ ἀνέχεται τῆς ἀδί‐ κου τῶν φίλων κατακρίσεως.
15 πολλῶν δὲ περὶ τούτων γενομένων αὐτοῖς διαλέξεων καὶ νῦν τοῦ Σωφὰρ ἐπ’ ἀσεβείᾳ πάλιν αὐτὸν καταδικάσαντός φησι πρὸς αὐτούς· ἀκούσατέ μου τῶν λόγων, ἵνα γνῶτε, ὡς οὐ παρακλητικὸν προσηγάγε‐ τε λόγον, ἀλλ’ ἐσφαλμένως καὶ κατ’ ἄγνοιαν τὰς κρίσεις προφέρετε. διελέγχων δὲ τὴν ἄγνοιαν προβληματικῶς φησι πρὸς αὐτούς· εἰ οἴ‐
20δατε τῆς προνοίας τοὺς λόγους, ἀποκρίνασθέ μοι, διὰ τί ἀσεβεῖς
εὐθηνοῦνται καὶ πανταχόθεν αὐτοὺς ἀφθόνως περιρρεῖ τὰ ἀγαθὰ καὶ181

182

ἐν εὐπαθείᾳ διάγουσι θεομάχα φθεγγόμενοι ῥήματα—πλὴν ἀλλὰ καὶ αὐτῶν ἡ εὐημερία μεταπίπτει—, πῶς δὲ καὶ ὁ μέν τις ἐν πλούτῳ καὶ πάσῃ τῇ παρὰ ἀνθρώποις εὐδαιμονίᾳ τελευτᾷ τὸν βίον, ὁ δὲ ἐν πικρίᾳ ψυχῆς οὐδενὸς τῶν ἐν βίῳ μετασχὼν ἀγαθῶν. εἶτα διὰ μέσου
5παρενέθηκεν, πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην, δεικνύς, ὡς ἀνέφικτα καὶ ἀκατάληπ‐ τα τοῦ θεοῦ τὰ κρίματα καὶ οὐ πάντες ἡμῖν γνώριμοι τῆς πάντα κα‐ λῶς διοικούσης προνοίας οἱ λόγοι.
9tΑἱ λέξεις εἰσὶν τοιαῦται·
10l21, 2 ἀκούσατέ μου, ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ’ ὑ‐
11lμῶν αὕτη ἡ παράκλησις.
12 ἀκούσατε, φησίν, ὧν ἐρεῖν μέλλω, ὡς ἂν γνῶτε μὴ παρακλήσεως, ἀλλ’ ἀγνοίας προκομίσαντες λόγους.
14l21, 3 ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτα οὐ καταγελάσατέ μου.
15 ὀρθώσατέ με 〈ἐκ〉 τῆς κατακλίσεώς μου. ἢ καὶ ἄρατέ με ἀντὶ τοῦ· βαστάσατέ με λαλοῦντα, ἀνάσχεσθέ μου τῶν λόγων. οὐ γὰρ γε‐ λάσετε τὰ λεγόμενα.
18l21, 4 τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; καὶ διὰ τί οὐ θυμωθήσο‐
19lμαι;182

183

εἰς ὀργήν με, φησίν, ἐκκαλεῖσθε τοιαῦτά μου καταψευδόμενοι, ἐπεὶ τίς ἀνθρώπων ἐλέγξαι με δύναται ἅρπαγα γεγονότα ποτὲ ἢ ἀσε‐ βῆ καὶ τῶν ἀλλοτρίων ἐραστήν, ὡς ὑμεῖς κατηγορήσατε; ἢ καὶ τοῦ‐ το λέγει, ὅπερ ὕστερον ὁ ἀπόστολος ἔφη· ἐμοὶ δὲ εἰς ἐλάχι‐
5στόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπί‐ νης ἡμέρας, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. καὶ διὰ τοῦτο εἰς ὀργὴν κινοῦμαι, ὅτι τὸ σαφὲς οὐκ εἰδότες τὴν θείαν προλαμβάνετε κρίσιν.
9l21, 5 εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι.
10 οἱ μεθ’ ἡσυχίας ἀκούοντες ὡς τὰ πολλὰ τὸν ἀγκῶνα τῷ μηρῷ προσερείσαντες καὶ τῇ χειρὶ τὸ πρόσωπον ἐπανακλίναντες τοῖς λε‐ γομένοις τὸν νοῦν προσέχουσιν. λέγει οὖν ὅτι· μεθ’ ἡσυχίας καὶ προσοχῆς ἀκούσατέ μου, ἵνα θαυμάσητε τὰ λεγόμενα.
14l21, 6 ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα· ἔχουσι δέ μου τὰς σάρκας
15lὀδύναι.
16 μετὰ σπουδῆς δὲ ἐρῶ καὶ συντόμως ἐπιμνησθήσομαι τῶν μελλόν‐ των ῥηθήσεσθαι· οὐ γὰρ ἐῶσιν ἐμφιλοχωρῆσαι τῷ λόγῳ αἱ πολιορκοῦ‐ σαι τὰς σάρκας μου βάσανοι.
19l21, 7 διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ 〈καὶ〉 ἐν πλούτῳ;
20ἐπειδήπερ οἴεσθε σοφοί τινες εἶναι καί φατε τοὺς ὑπὲρ ἀσε‐183

184

βείας ἐκτίνοντας δίκας τοιαύταις ἐπιπεσεῖν συμφοραῖς, ἐρωμένῳ φράσατε, πόθεν πολλοὶ πολλάκις ἀσεβεῖς οὐ μόνον ζῶσιν, ἀλλὰ καὶ καταγηρῶσιν ἐν πλούτῳ.
4l21, 8—11 ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφ‐
5lθαλμοῖς. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ· μάστιξ
6lδὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ’ αὐτοῖς. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκη‐
7lσεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. μένου‐
8lσι δὲ ὡς πρόβατα αἰώνια.
9κομῶσιν αὐτοῖς τὰ λήια, ἥδονται τοῖς τέκνοις, εὐθηνοῦσιν,
10οὐδένα διευλαβοῦνται, οὐ δέχονται πληγὴν θεήλατον. ἡ γεωργικὴ βοῦς οὐκ ὠμοτόκησεν—τουτέστιν· οὐ νεκρὸν καὶ ἀτελῆ γονὴν ἤνεγ‐ κε—, αἱ παρ’ αὐτοῖς γυναῖκες ἀμβλωθρίδιον οὐκ ἐξέτρωσαν. μέ‐ νουσι δὲ ἐν ταῖς εὐπραγίαις ὥσπερ πρόβατα, ἀντὶ τοῦ· ἀμέριμνοι. αἰώνια δὲ οἱονεὶ θείας τινὸς καὶ ἀθανάτου μοίρας ἐπειλημμένοι,
15ἵνα εἴπῃ· τῆς τληπαθείας τῆς ἀνθρωπίνης ἔξω.
16l21, 11—14 τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν ἀναλαβόντες ψαλτήριον
17lκαὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. συνετέλεσαν δὲ ἐν ἀγα‐
18lθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. λέγει δὲ
19lκυρίῳ· ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι.
20 ἄλλη πατέρων εὐδαιμονία τῶν παίδων ἡ εὐφροσύνη. ἀλλὰ καὶ συν‐ τελευτῶσιν, φησίν, τοῖς ἀγαθοῖς συνεκτεινομένην ἔχοντες τῷ παντὶ βίῳ τὴν εὐπραγίαν, καὶ ταῦτα προφανῶς θεομαχοῦντες καὶ ἀφιστάμε‐ νοι τοῦ θεοῦ καὶ ἀνερυθριάστως λέγοντες πρὸς αὐτόν· ὁδούς σου
εἰδέναι οὐ βουλόμεθα, ἀντὶ τοῦ· τὰς ἐντολάς σου.184

185

(1l)

21, 14—16 τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ, καὶ τίς ὠφέλεια, ὅτι
2lἀπαντήσομεν αὐτῷ; ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν
3lοὐκ ἐφορᾷ.
4ὡς ἐκ προσώπου τῶν ἀσεβῶν οἱ λόγοι. τί πλέον ἰσχύει, φησίν,
5θεός—τοῦτο γὰρ σημαίνει τὸ ἱκανός—δοῦναι ἡμῖν, ἵνα δου‐ λεύσωμεν αὐτῷ καὶ ἀπαντήσωμεν, τουτέστιν· εἰς τὴν αὐτοῦ προσκύ‐ νησιν ἔλθωμεν ὡς οἱ τοῖς ἐνδόξοις προσώποις προανιστάμενοι καὶ τιμῆς χάριν εἰς ἀπάντησιν ἐρχόμενοι. ἔχομεν οὖν, φασίν, ταῦτα χερσίν, οἴκοθεν κτώμεθα τὰ ἀγαθά· τί πλέον ἡμᾶς ὠφελῆσαι δύναται
10θεός; τὸ δὲ ἔργα ἀσεβῶν οὐκ ἐφορᾷ πάλιν ἐξ αὐτῶν ὁ λόγος φασκόντων· ταῦτα θεὸς ἐφορᾷ; εἰς ταῦτα καταγίνεται; οὐδὲν αὐτῷ μέλει τῶν παρὰ ἀνθρώποις πραττομένων.
13l21, 17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται.
14ἀλλ’ ὥσπερ, φησίν, ὁρῶμεν μέχρι τέλους εὐπαθήσαντας ἀσεβεῖς,
15ὁρῶμεν καὶ ἑτέρους ὁμοίως ἀσεβεῖς, ὧν ἀπεσβέσθη ἡ τοῦ βίου λαμ‐ πρότης.
17l21, 17—18 ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες αὑτοῖς ἕ‐
18lξουσιν ἀπὸ ὀργῆς· ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κο‐
19lνιορτὸς ὃν ὑφείλετο λαῖλαψ.
20 ἀπὸ ὀργῆς τῆς θείας δίκης φησίν, ἐξ ἧς οὕτω ῥᾳδίως ἀποφυ‐ σᾶται καὶ διασκεδάννυται τὰ κατ’ αὐτοὺς ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου ἢ κονιορτὸς ὑπὸ λαίλαπος.
23l21, 19 ἐκλείποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐ‐
24lτὸν καὶ γνώσεται.
25αὕτη πατέρων δυστυχία, τοὺς παῖδας ἐν ἀπορίᾳ διάγειν. ὅταν185

186

οὖν, φησίν, ὁ ἀσεβὴς τῆς θείας ἀνταποδόσεως αἰσθηθῇ, τότε γνώ‐ σεται, ὡς καὶ θεὸς ἐφορᾷ τὰ πραττόμενα καὶ ἔστι τοῖς ἀσεβέσιν ἀποκειμένη τιμωρία.
4l21, 20 ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου
5lμὴ διασωθείη.
6 σφαγὴν λέγει τὴν ἀπώλειαν. αὐτόπτης οὖν, φησίν, τῆς ἰδίας ἀπω‐ λείας καταστήσεται οὐδεμίαν ἔχων ἐκ θεοῦ βοήθειαν.
8l21, 21 ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ’ αὐτοῦ.
9τὸ θέλημα τοῦ ἀσεβοῦς ἡ ἀσέβειά ἐστιν. κατὰ τοίνυν, φησίν, τὸ
10ἴδιον θέλημα ἔσται καὶ αὐτῷ καὶ τῷ παντὶ αὐτοῦ οἴκῳ, τουτέστι· κατὰ τὰς ἰδίας ἁμαρτίας ἀπολήψεται.
12l21, 21 καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.
13 ἀλλὰ καὶ διαιρεθήσεται, φησίν, ὁ χρόνος αὐτοῦ τῆς ζωῆς, καὶ ὀλιγοχρόνιος τελευτήσει.
15l21, 22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπι‐
16lστήμην;
17 ταύτης οὖν, φησίν, τῆς δοκούσης παρὰ ἀνθρώποις ἀνωμαλίας τίς τοὺς λόγους οἶδεν; τίς τοῖς τῆς προνοίας ἐμβατεύει κρίμασιν; ἀλλ’ οὐδείς, εἰ μή γε αὐτὸς ὁ κύριος θελήσοι συνετίσαι τινὰ καὶ
20τὴν περὶ τούτων ἐπιστήμην χαρίσασθαι.
21l21, 22 αὐτὸς δὲ σοφοὺς διακρινεῖ.
22μόνος οὖν, φησίν, τὰς τούτων αἰτίας οἶδεν ὁ πάνσοφος θεὸς ὁ186

187

καὶ τοὺς παρὰ ἀνθρώποις σοφοὺς διακρίνων καὶ τοὺς μὲν θεοσόφους ἐγκρίνων καὶ ἀποδεχόμενος, τοὺς δὲ τὴν ἀνθρωπίνην μετιόντας σο‐ φίαν ἀποκρίνων καὶ ἐξωθούμενος.
4l21, 23—26 οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ, ὅλος δὲ
5lεὐπαθῶν καὶ εὐθηνῶν. τὰ δὲ ἔγκατα αὐτοῦ πλήρης στέατος, μυελὸς
6lδὲ αὐτοῦ διαχεῖται. ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς 〈οὐ〉 φαγὼν
7lοὐδὲν ἀγαθόν. ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς
8lἐκάλυψεν.
9τούτων οὖν τοὺς λόγους τίς οἶδεν εἰ μὴ θεός; πῶς ὁ μέν τις
10ἄφρων ἐν τῇ ἐπικρατείᾳ τῆς ἀφροσύνης ἀποθνήσκει πλήρης πάσης σαρκικῆς εὐημερίας—τοῦτο γὰρ σημαίνει διὰ τῆς πιότητος τῶν σαρκῶν καὶ μυελῶν—, ἕτερος δὲ ἴσως που καὶ δίκαιος μὴ γλυκαν‐ θεὶς μηδὲ μετασχὼν μηδενὸς ἀγαθοῦ τῶν ἐν ἀνθρώποις τελευτᾷ τὸν βίον; καὶ ἀμφότεροι τὸν κοινὸν ὑπομένουσι θάνατον καὶ τὴν αὐτὴν
15τοῦ σώματος σῆψιν καὶ ἀνάλυσιν.
16l21, 27—28 ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἐπίκεισθέ μοι, ὅτι ἐρεῖτε·
17lποῦ ἐστιν οἶκος ἄρχοντος, καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων
18lτῶν ἀσεβῶν;
19ταῦτα, φησίν, ἐννοῶν οἶδα, ὅτι ἀποτολμᾶτε καὶ τὴν θείαν
20ὑπερβαίνετε δίκην ὡς κατὰ ἀσεβοῦς ἀποφαινόμενοι κατ’ ἐμοῦ, λέγον‐ τες, ὅτι δι’ ἁμαρτίας ἐξηφανίσθη μου τὰ ὑπάρχοντα.
22l21, 29 ἐρωτήσατε δὴ παραπορευομένους ὁδὸν καὶ τὰ σημεῖα αὐτῶν
23lοὐκ ἀπαλλοτριωθήσεται.187

188

πλήν, φησίν, εἰ καὶ ἀνωμαλία τις ὁρᾶται ἐν τῷδε τῷ βίῳ, ἀλλ’ οὐ δίδωμι πλέον ἔχειν ἀρετῆς κακίαν. ἐὰν γάρ, φησίν, ἐξε‐ τασθῇ τὰ κατὰ τοὺς παραπορευομένους ὁδόν, τουτέστι τοὺς ἔξω τῆς θείας ὁδοῦ βαδίζοντας, γνώριμον ἔσται ἐξ αὐτῶν ὧν πράτ‐
5τουσιν, ὅτι τὴν θείαν οὐκ ἐκφεύξονται δίκην. τὸ γὰρ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται τοῦτο σημαίνει, ἀντὶ τοῦ· γνώριμα ἔσται τὰ κατ’ αὐτούς· ποῖα δὴ ταῦτα;
8l21, 30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν
9lὀργῆς αὐτοῦ ἀπαχθήσεται.
10 ὅτι εἰ καὶ κουφίζεται νῦν καὶ μετεώρισται τῇ προσκαίρῳ δόξῃ ὁ πονηρός, ἀλλ’ ἡμέρα τις αὐτὸν ἀπωλείας καὶ θείας ὀργῆς ἀπεκ‐ δέχεται.
13l21, 31 τίς ἀναγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐ‐
14lτὸς ἐποίησε, τίς ἀνταποδώσει αὐτῷ;
15 ἀπολοφύρεται τοὺς ἀσεβεῖς ὡς μὴ αἰσθανομένους τῆς ἀπεκδεχο‐ μένης αὐτοὺς κολάσεως καὶ ὅτι ἐστὶ θεὸς ὧν ἔπραξαν τὰ κατ’ ἀξί‐ αν ἀπονέμων αὐτοῖς.
18l21, 32 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῶν ἠγρύπνησεν.
19κατὰ κοινοῦ τὸ τίς ἀναγγελεῖ αὐτ, καὶ εἰς συναίσθησιν
20αὐτὸν ἀγάγοι, ὅτι εἰς τάφους ἀπενεχθήσεται καὶ μετὰ πάσας τὰς ἐπαγρύπνους μερίμνας ἡ σορὸς αὐτὸν καὶ τάφος ἐκδέχεται.
22l21, 33 ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου.
23πρὸς μὲν ῥητὸν οὖν φησιν· εἰ καὶ τοσαύτη τις αὐτῷ προσγέγονεν188

189

εὐφορία, ὡς καὶ τὴν ἄκαρπον γῆν καρποφόρον αὐτῷ γενέσθαι, ὅμως οὐδὲν ἧττον θνητός ἐστιν. πρὸς δὲ διάνοιαν· ἐν ἡδονῇ, φησίν, ἔσχεν ὁ ἀσεβὴς τὴν τοῦ βί‐ ου τούτου ἀνωμαλίαν τοῦ χειμάρρου δίκην παρατρέχοντος οὐκ ἐννοή‐
5σας, ὅτι θνητός ἐστιν. διὸ καὶ ἐπάγει·
6l21, 33 καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν
7lαὐτοῦ ἀναρίθμητοι.
8 οὐδὲ τοῦτο ἠδυνήθη συνιέναι ὁ ἀσεβής, ὡς ἀναρίθμητοι μὲν οἱ πρὸ αὐτοῦ τελευτήσαντες καὶ οἱ μετ’ αὐτὸν δὲ πάντες τὸν κοινὸν
10ὑφίστανται θάνατον. ταῦτα δὲ εἶπεν ὁ μακάριος οὗτος ἀνὴρ ἀνα‐ κόπτων μὲν ἀσέβειαν, ἐκδιδάσκων δέ, μὴ τῶν παρατρεχόντων ὡς ἑστώ‐ των ἀντέχεσθαι.
13l21, 34 πῶς δέ με παρακαλεῖτε κενά;
14ὑμεῖς δέ, φησίν, ματαίως ὡς παρακλητικοὺς τοὺς ἑαυτῶν προση‐
15γάγετε λόγους οὐ χρησίμως οὐδὲ εὐκαίρως αὐτοὺς προκομίσαντες.
16l21, 34 τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ’ ὑμῶν οὐθέν ἐστιν.
17ὡς ἔοικε δέ, φησίν, οὐδὲν ὠφελῶ, ἐὰν σιγήσω ἢ διδάξω ὑμᾶς τὰ
χρήσιμα. διὸ καταπαύω τὸν λόγον.189

190

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΚΚΑΙΔΕΚΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον οὐχ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις σου ἄμεμπτος;
5tΠροθεωρία τοῦ κεφαλαίου
6 ἔσκωπτον μὲν οἱ φίλοι τὸν Ἰὼβ ἐφ’ ἁμαρτίαις τὰς κακώσεις ἐξ ἀνάγκης ἕπεσθαι τοῖς πλημμελοῦσιν ἀποφαινόμενοι. ὁ δὲ τοῖς παρ’ αὐτῶν ἀντικαθιστάμενος προβληματικῶς αὐτοὺς ἠρώτησεν· εἰ ταῦτα οὕτως ὡς ὑμεῖς φατε πάντῃ τε καὶ πάντως γίνεται, τίνι τρόπῳ πολ‐
10λοὺς ὁρῶμεν τῶν ἀσεβῶν μέχρι τέλους εὐθηνηθέντας καὶ τὸν βίον σὺν εὐημερίᾳ καταλύσαντας; πρὸς ταῦτα ὁ Ἐλιφὰζ ἀπορεῖ μὲν ἀνταποκρίνασθαι, εἰς ἑτέρας δὲ τρέπεται ὕβρεις καὶ ἀπηνέστερον ὑβρίζει τὸν δίκαιον ἐγκλήματα πε‐ ριτιθεὶς αὐτῷ, ἃ τοῖς κακίστοις τῶν ἀνθρώπων μόγις ἐξείργασται.
15ἱκανῶς δὲ αὐτὸν πλύνας ταῖς ὕβρεσιν εἰς παραίνεσιν τρέπεται καὶ συμβουλεύει πρὸς μετάνοιαν ἐπιστρέφειν, ὡς ἂν τῆς θείας ἐπικουρί‐ ας ἐπιτυχὼν τήν τε παλαιὰν εὐδαιμονίαν ἀπολάβοι καὶ ἵλεω τὴν παν‐ τοδύναμον τοῦ θεοῦ κτήσαιτο δεξιάν. πρὸς μὲν οὖν τὸν Ἰὼβ ταῦτα λεγόμενα σφόδρα ἀναρμόστως ἔχει,
20χρήσιμα δὲ ἄλλως εἰσὶ τοῦ Ἐλιφὰζ τὰ ῥήματα· οὐ γὰρ κακίας μόνον190

191

ἀποστῆναι διδάσκει, ἀλλὰ καὶ ἀγαθοεργεῖν ἐκπαιδεύει ὡς τῆς θείας δίκης οὐ μόνον τοὺς κακίαν ἐπιτηδεύοντας, ἀλλὰ καὶ τοὺς μὴ τὰς ἀγαθὰς ἐκτελοῦντας πράξεις ταῖς τιμωρίαις καθυποβαλλούσης. ἐπει‐ δὴ γάρ εἰσι χρήσιμα τὰ τῶν φίλων ῥήματα, κἂν ἐκμελῶς καὶ ἀναρμό‐
5στως πρὸς τὸν δίκαιον ἄνδρα καὶ ἀληθινὸν ἐλέγοντο, διὰ τοῦτο καὶ ἡ θεία χάρις γραφῇ ταῦτα παραδοθῆναι συμφερόντως ἡμῖν ᾠκονομήσατο.
7tΑἱ λέξεις
8l22, 2 πότερον οὐχ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;
9τοῦτο τοῦ Ἰὼβ εἰρηκότος συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ καί
10φησιν ὅτι· κἀγὼ συνεπίσταμαι, ὅτι θεός ἐστιν ὁ διδάσκων σύνεσιν. οὐκοῦν, κἂν ἄνδρες δίκαιοι διδάσκωσιν ἡμᾶς διδασκαλικὴν εἰλη‐ φότες χάριν, πάλιν ὁ Χριστός ἐστιν ὁ δι’ αὐτῶν διδάσκων ἡμᾶς, καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διανοιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν κατὰ θείαν γίνεται χάριν;
15l22, 3—4 τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος, ἢ
16lὠφέλεια ὅτι ἁπλώσῃς εἰς τὴν ὁδόν σου; ἢ λόγον σου ποιούμενος ἐ‐
17lλέγξει σε καὶ συνελεύσεταί σοι εἰς κρίσιν;
18 ἐπειδὴ μέγα ἐπὶ σαυτῷ φρονεῖς ὡς ἄμεμπτος, δεδόσθω εἶναί σε καθαρόν. τί οὖν, εἰπέ μοι, περιεποίησας θεῷ δίκαιος ὢν καὶ εἰς
20ἀγαθοεργίας ἐξαπλῶν τὴν σὴν ὁδόν; τίς ἐντεῦθεν ὄνησις τῷ θεῷ;191

192

νομίζεις δέ, ὅτι πολύν τινά σου ποιούμενος λόγον τιμωρεῖταί σε καὶ κρίνει, ὡς δὴ ἐκ τῆς σῆς δικαιοσύνης μέλλων ὠφελεῖσθαι, εἴ‐ περ ἦς δίκαιος; ἕτεροι δὲ οὕτως ἀνέγνωσαν· τί γάρ; εἶτα ὑποστίξαντες τὰ ἑξῆς
5ἐπήγαγον· μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος. ὁ δὲ νοῦς οὗτος· οἶδα κἀγώ, φησίν, ὅτι τοὺς λόγους καθ’ οὓς ὁ μέν τις ἀσεβὴς εὐθηνεῖται, ὁ δὲ κολάζεται, αὐτὸς μόνος ὁ πάνσοφος ἐπίστα‐ ται. κἀκεῖνο δὲ οἶδα, ὅτι μέλει τῷ κυρίῳ καὶ ἐν φροντίδι τίθεται τὸ ἀμέμπτους ἡμᾶς εἶναι, καὶ ἀπροσδεὴς ὢν ὠφέλειαν ἰδίαν νομίζει
10τὸ τοὺς ἀνθρώπους ἐξηπλωμένως καὶ δαψιλῶς μετιέναι τὸ ἀγαθόν. διὰ τοῦτο καὶ σοῦ πολλὴν ποιούμενος πρόνοιαν ἤλεγξέ σε καὶ ὥσπερ εἰς κρίσιν ἀντικαθιστάμενός σοι δικαίως σε κρίνει. ἀπόδειξιν δὲ τῶν ἁμαρτημάτων τὰς τιμωρίας ποιούμενος ἐπάγει τὰ ἑξῆς·
15l22, 5 πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δέ σου αἱ
16lἁμαρτίαι;
17ἐκ τοῦ πλήθους τῶν συμφορῶν τῶν ἁμαρτημάτων εἰκάζει τὸ πλῆθος.
18l22, 6 ἠνεχυρίαζες τοὺς ἀδελφούς σου διὰ κενῆς.
19ἀντὶ τοῦ· μηδὲν ἐποφειλόμενος.
20l22, 6 ἀμφίασιν δὲ γυμνῶν ἀφείλου.192

193

καὶ ταῦτα, φησίν, πενήτων ὄντων τὴν ἐσθῆτα ἠνεχυρίαζες διὰ κενῆς.
3l22, 7 οὐδὲ ὕδωρ διψῶντας ἐπότισας.
4οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυ‐
5νον. καὶ σημειοῦ, μέχρι πόσου τὰς εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὅτι καὶ ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας, ὡσπεροῦν καὶ ποτηρί‐ ου ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν κατὰ τὴν τοῦ σωτῆρος ἀ‐ ψευδῆ φωνήν.
9l22, 7—8 ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν, ἐθαύμασας δέ τινων πρόσω‐
10lπα.
11 ψωμὸν λέγει τὸν ἄρτον, ὥσπερ καὶ ἐν Ῥοὺθ κεῖται· βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. λέγει οὖν ὅτι· καὶ τῶν ἀναγκαίων τροφῶν ἐστέρησας ἢ ἐνεχυριά‐ ζων ἢ τῶν καμνόντων τὸν μισθὸν οὐ διδούς. ἀλλὰ καὶ προσωπολήπτης,
15φησίν, γέγονας τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστεί‐ αις θαυμάζων καὶ τιμῶν.
17l22, 8 ᾤκισας δὲ πτωχοὺς ἐπὶ γῆς.
18ἄλλα ἀντίγραφα· ἐκοίμισας πτωχοὺς ἐπὶ γῆς περιέχουσιν. κατὰ μὲν οὖν τὸ πρῶτον· τοὺς πτωχούς, φησίν, καὶ χαμαιπετεῖς
20ἐπὶ πλεῖον ἐπὶ γῆς παρεσκεύασας κεῖσθαι, ἵνα εἴπῃ ὅτι· ἐπέτριψας τὴν πενίαν τοῖς πένησιν.
κατὰ δὲ τὸ δεύτερον· καὶ αὐτήν, φησίν, τὴν στρωμνὴν τῶν πτω‐193

194

χῶν ἀφείλου ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς κοιμᾶσθαι μηδὲν ἔχοντας ὑπεστορεσμένον.
3l22, 9 χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας.
4πάλιν τὸ μὴ μεταδοῦναι ταῖς χήραις εἰς ἁμαρτίαν λογίζεται,
5τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν ἐσχάτης κακίας γνώρισ‐ μα.
7l22, 10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέ σε πόλεμος ἐξ‐
8lαίσιος.
9διὰ ταῦτα τοιγαροῦν αἱ συλλήψεις τῶν κακῶν περιεκύκλωσάν σε
10καὶ ἐθορύβησέ σε ὁ μέγας οὗτος καὶ φοβερὸς τῶν τιμωριῶν πόλεμος.
11l22, 11 τὸ φῶς εἰς σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε.
12 διὰ τοῦτο, φησίν, ἐκ φωτὸς εἰς σκότος μετέστη τὰ κατὰ σὲ καὶ κοιμηθέντα—ἀντὶ τοῦ· ἀμεριμνοῦντα—ὕδωρ σε ἐκάλυψεν, τουτέστιν· οἱ τῶν θλίψεων ἐπέκλυσαν πειρασμοί.
15l22, 12 μὴ {οὐχὶ} ὁ τὰ ὑψηλὰ ναίων οὐκ ἐφορᾷ.
16 ἀλλὰ νομίζεις ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν θεός;
18l22, 12 τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν.
19οἷα τοίνυν πάντα ἐφορῶν τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως κατασυ‐
20ρομένους καὶ εἰς ὑπερηφανίαν ἑλκομένους ταπεινοῖ.
21l22, 13—14 καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; 〈ἦ〉 κατὰ τοῦ γνόφους κρινεῖ;
22lνεφέλη ἀποκρυβὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ δια‐194

195

(1l)

πορεύσεται.
2 μεγάλην ἀσέβειαν καὶ ἄνοιαν τοῦ Ἰὼβ ὁ Ἐλιφὰζ καταψηφίζεται. οὕτω γάρ, φησίν, ἔπραττες τὰ ἄδικα, ὡς μὴ γινώσκοντος τὰ ἐπὶ τῆς γῆς τοῦ θεοῦ, ἀλλ’ ὡς ἐν γνόφῳ κρίνοντος, τουτέστιν ἐν τῷ κρίνειν
5οὐχ ὁρῶντος τὰ ἐπὶ γῆς. ἔλεγες γάρ, φησίν, ὅτι ἀόρατος ὢν καὶ τοῖς νέφεσιν ἀποτειχίζων ἑαυτοῦ τὰ καθ’ ἡμᾶς καὶ μόνον τὸν κύκλον τοῦ οὐρανοῦ περιπολῶν οὐκ ἀξιοῖ τινα πρόνοιαν ποιεῖσθαι τῶν ἐπὶ γῆς. τοῦτό τινες τῶν ἔξωθεν φιλοσόφων ἔδοξαν φήσαντες τῆς ὑπὸ σε‐
10λήνης μὴ προνοεῖν τὸν θεόν.
11l22, 15—18 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δί‐
12lκαιοι, 〈οἳ〉 συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐ‐
13lτῶν. οἱ λέγοντες· κύριος τί ποιήσει ἡμῖν ἢ τί ἐπάξεται ἡμῖν ὁ
14lπαντοκράτωρ; ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν.
15 μὴ τὰς αἰωνίους τοῦ θεοῦ πορείας δύνῃ ἐπιστῆσαι, καθ’ ἃς οἱ θεῖοι ἄνδρες ὥδευσαν; λέγει δὲ τὰς κατ’ εὐσέβειαν ὁδούς. εἶτα καὶ ἄκων εἰς τοὺς τοῦ Ἰὼβ ἐκφέρεται λόγους καί· ὅμως γάρ, φησίν, δί‐ καιοι γεγονότες ἐν ἀωρίᾳ τὸν βίον κατέλυσαν, τινὲς δὲ αὐτῶν καὶ ἐκ θεμελίων κατεσείσθησαν, ὥσπερ ὑπὸ χειμάρρου κατασυρόμενοι.
20οὗτοι δὲ ὡς δίκαιοι λέγοντες· ἀναμένωμεν τὴν τοῦ θεοῦ βοήθειαν, ἕως ἴδωμεν, τί ποιήσει ἡμῖν ἢ τί ἐπάξει ἡμῖν ὁ πάντα ἰσχύων θεός, ἔτυχον τῆς θείας ἐπικουρίας καὶ ὕστερον ἐνεπλήσθησαν οἱ οἶκοι αὐ‐ τῶν ἀγαθῶν. λέγει δὲ τοῦτο αἰνιττόμενος ὅτι· καὶ σὺ ἐὰν ἦς δίκαι‐ ος, τῆς τοῦ θεοῦ βοηθείας οὐκ ἀποτεύξει.
25ἄλλως· μὴ τὰ ἐξ ἀρχῆς περὶ τῶν ὁδῶν τῶν ἀσεβῶν ἔγνως, ἅστινας195

196

ὁδοὺς τῶν ἀσεβῶν κατεπάτησαν οἱ δίκαιοι ἄνδρες; οὗτοι δὲ οἱ ἀσε‐ βεῖς καὶ ἄωροι τὸν βίον ἐτελεύτησαν καὶ ἐκ θεμελίων καταπεπτώκα‐ σιν ὡς ὑπὸ πλημύρας κατασεισθέντες. ἔλεγον γάρ· τί ἡμῖν δύναται ποιῆσαι ὁ θεός; καίτοιγε ἀφθόνων ἀγαθῶν παρ’ αὐτοῦ τυχόντες καὶ
5δέον εὐχαριστεῖν ἀχαριστίας ἐφθέγγοντο ῥήματα. καὶ κατὰ ταύτην δὲ τὴν ἔννοιαν πλήττει τὸν Ἰὼβ ὡς ἀχάριστον πρὸς θεὸν γενόμενον καὶ διὰ τοῦτο τιμωρούμενον.
8l22, 18 βουλὴ δὲ ἀσεβῶν πόρρω αὐτοῦ.
9τούτων τῶν ἀσεβῶν τὰ βουλεύματα μακρύνουσιν ἀπ’ αὐτῶν τὸν θεόν,
10ἐπειδὴ μακράν εἰσιν ἀπὸ τοῦ θεοῦ ἃ βουλεύονται.
11l22, 19—20 ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐ‐
12lτούς. εἰ μὴ ἠφάνισται ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν
13lκαταφάγεται πῦρ.
14τί ἰδόντες οἱ δίκαιοι κατεγέλασαν; τί δὲ καὶ ὁ ἄμεμπτος ἐμυκ‐
15τήρισεν; εὔδηλον ὅτι τὴν βουλὴν τῶν ἀσεβῶν καὶ τὰ αὐτοῖς συμβησό‐ μενα τόν τε ἀφανισμὸν τῆς αὐτῶν ὑποστάσεως καὶ τὴν διὰ πυρὸς δα‐ πάνην τῶν αὐτοῖς ὑπολελειμμένων.
18l22, 21 γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται
19lἐν ἀγαθοῖς;
20 εἰ δὲ καί, φησίν, σκληρύνεις τὴν καρδίαν σου καὶ ἀντίτυπα βου‐ λεύσῃ πρὸς θεόν, τῇ πείρᾳ μαθήσῃ, ὡς ἀνυπόστατος ἡ θεία δίκη καὶ οὐδὲ καρπὸν ἕξεις ἐν τῇ τῶν ἀγαθῶν ἀπολαύσει γινόμενον, τουτέστιν·
παῖδας ἢ τοὺς ἀπ’ ἐκείνων.196

197

(1l)

22, 22 ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥή‐
2lματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου.
3 τοῦτο λέγει ὅτι· εἰ δὲ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ θεοῦ καὶ δέξαι θεῖα ῥήματα ἐν τῇ καρδίᾳ, ὡς ὕστερον τυχὸν Ἰερε‐
5μίας ἤκουσεν· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στό‐ μα σου. ἢ ἐξηγορίαν τὴν ἐξομολόγησιν λέγει προτρέπων εἰς μετάνοιαν τὸν Ἰώβ. ἐξομολόγησαι, τοίνυν φησίν, τοῦτο παρὰ θεοῦ διδασκόμενος καὶ ἐγκαρδίους τοὺς αὐτοῦ ποιούμενος λόγους.
10l22, 23 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σαυτὸν ἔναντι κυρίου,
11lπόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον.
12 ἐὰν δέ, φησίν, μετανοήσῃς καὶ γένῃ ταπεινὸς ἐνώπιον τοῦ θεοῦ, ἀπεδίωξας ἀπὸ σαυτοῦ πᾶσαν ἀδικίαν.
14l22, 24 θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ἐν πέτρᾳ χειμάρρου Σωφείρ.
15 μετανοῶν, φησίν, τεθήσει ἐπὶ τῆς γῆς ἐν ἀσφαλείᾳ, ἀντὶ τοῦ· ἀσφαλῶς οἰκήσεις τὴν γῆν. τοῦτο γὰρ σημαίνει τὸ ἐπὶ χώματι ἐν πέτρ. οὕτω δὲ καὶ χρυσὸς ἐπιρρεύσει σοι, κειμένῳ δὲ ἐν τῇ ἀσ‐ φαλείᾳ, ὡς χείμαρρος χρυσοῦ ῥέων ἐκ Σουφείρ. Σουφεὶρ δέ ἐστι τόπος, ἐν ᾧ χρυσὸς κάλλιστος καὶ λίθοι τίμιοι
20γίνονται· καὶ μεταβαλλόμενον δὲ εἰς τὴν Ἑλλάδα φωνὴν τὸ Σουφεὶρ κάλλιστον ἑρμηνεύεται. τινὲς δὲ εἶπαν Σουφεὶρ τὴν Ἀφρικὴν εἶναι.
κέχρηται τῷ τόπῳ ἡ γραφή, ὅτε περὶ πλούτου διαλέγεται.197

198

(1l)

22, 25 ἔσται οὖν 〈σοι〉 ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν
2lδὲ ἀποδώσει σε ὥσπερ ἄργυρον πεπυρωμένον.
3 μετὰ δὲ τὴν διὰ τῶν βασάνων κάθαρσιν καὶ τὴν δι’ αὐτῶν πύρωσιν καὶ τὴν ἐξομολόγησιν ἕξεις καὶ τὴν θείαν ἐπικουρίαν· ἐκλάμψεις δὲ
5καθαρὸς γεγονὼς καὶ πάσης κακίας ἀμιγὴς ἴσα καὶ ἀργύρῳ διὰ πυρὸς κεκαθαρμένῳ.
7l22, 26 εἶτα παρρησιασθήσει ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν
8lἱλαρῶς.
9μετὰ δὲ τὴν κάθαρσιν δηλονότι καὶ τὴν ἐξομολόγησιν τὴν ἐκ θε‐
10οῦ βοήθειαν 〈λαβών〉.
11l22, 27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου· δώσει δέ σοι
12lἀποδοῦναι τὰς εὐχάς.
13 ἀλλὰ καὶ ὑπήκοός σοι γινόμενος ὁ θεὸς αὐτὸς ἐνισχύσει σε εἰς πέρας ἀγαγεῖν σου τὰς εὐχάς. εὐχὰς δὲ λέγει τὰς πρὸς θεὸν
15ὑποσχέσεις· καὶ γὰρ εἴτε χρήματα τῷ θεῷ ταξόμεθα εἴτε νηστείαν εἴτε ἁγνείαν εἴτε ὅτι δήποτε, εἰ μὴ αὐτὸς ἡμᾶς ἐνισχύσει, ἀδυ‐ νατοῦμεν εἰς πέρας ἀγαγεῖν τὰς εὐχάς.
18l22, 28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς
19lσου ἔσται φῶς.
20 καὶ ἀποδώσει σοι τὴν δικαίῳ πρέπουσαν διαγωγήν, καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου φωτὸς ποδηγουμένῳ.
22l22, 29 ἡ δὲ αἰτία, ὅτι ἐταπείνωσεν ἑαυτόν, καὶ ἐρεῖ· ὑπερηφανεύ‐
23lσατο.198

199

ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν, πρὸς τὸν Ἰὼβ δὲ ὁ λόγος. διὰ τοῦτο γάρ, φησίν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπεί‐ νωσεν ἑαυτόν. καὶ ἐρεῖ ὅτι· ὑπερηφανεύσατο ἡ καρδία μου καὶ ἐνδί‐ κως ὑπέστην ἃ πέπονθα.
5l22, 29—30 κεκυφότα ὀφθαλμοῖς σώσει, καὶ ῥύσεται ἀθῶον.
6 διὰ τοῦτο καὶ 〈ὁ〉 ἐν εὐαγγελίοις τελώνης κάτω βλέπων καὶ οὐ τολμῶν ἀναβλέπειν εἰς τὸν οὐρανὸν ἐδικαιώθη ὑπὲρ τὸν μεγάλαυχον Φαρισαῖον.
9l22, 30 καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.
10 ὁ μὲν Ἐλιφὰζ εἰς τὴν παραίνεσιν τὸν λόγον κατέπαυσεν. καὶ πρὸς μὲν τὸν δίκαιον, τὸν πρὸς θεὸν ἀεὶ νενευκότα, ἀκατάλληλος ἡ παραίνεσις, ἡμῖν δὲ καὶ σφόδρα κατάλληλος τοῖς μετανοεῖν ὀφείλου‐
σι καὶ θεῷ ταπεινοῦσθαι νουθετουμένοις.199

200

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΠΤΑΚΑΙΔΕΚΑΤΟΝ
2 〈Ἀρχὴ τοῦ ῥητο·〉 ὑπολαβὼν δὲ Ἰὼβ λέγει· καὶ δὴ οἶδα, ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς μού ἐστι καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέ‐ γονεν ἐπ’ ἐμῷ στεναγμῷ.
5tΠροθεωρία τοῦ κεφαλαίου
6 ὁ μὲν Ἐλιφὰζ ἀνηκέστοις ὕβρεσι περιέβαλε τὸν δίκαιον αἰσχρὰς αὐτῷ περιθεὶς πράξεις καὶ τῶν ἐκτόπως ἠσεβηκότων. ὁ δὲ μακάριος καὶ ὄντως ἀληθινὸς Ἰὼβ οἶδα, φησίν, ἀκριβῶς, ὅτι οὐκ ἐκ τῶν ὑμετέρων λόγων, ἀλλ’ ἐκ τῶν ἐμῶν πράξεων κριθήσε‐
10ται τὰ κατ’ ἐμέ· εἰ γὰρ καὶ τιμωρεῖται θεός, ἡδέως ἐπ’ αὐτοῦ τὰ ἐμὰ παρετιθέμην δίκαια, καὶ τὴν ἐξ αὐτοῦ περιέμενον ἀπόφασιν σφόδρα πεποιθὼς αὐτοῦ τῇ ἀληθείᾳ. ὅρα δὲ κἀντεῦθεν, ὡς οὐκ ἀντιλέγων θεῷ τὴν πρὸς αὐτὸν αἱρεῖ‐ ται διαδικασίαν, ἀλλὰ πιστεύων ἀσφαλῶς τῇ θείᾳ δικαιοκρισίᾳ καὶ
15διελέγχων τοὺς φίλους καὶ παραιτούμενος τὸ παρ’ αὐτοῖς δικασταῖς κρίνεσθαι τὰ καθ’ ἑαυτόν. εἶτα τοῦ θεοῦ τὸ ἀόρατον εἰρηκὼς καὶ ἀκατάληπτον καὶ ὅσην ἔχει προθυμίαν εἰς τὸ φυλάττειν τὰ θεῷ δοκοῦντα, πάλιν ἀπορεῖ πρὸς τοὺς φίλους καί φησι πρὸς αὐτούς· ἐπειδήπερ ἐπ’ ἀσεβείᾳ με κρίνε‐
20τε καὶ δεῖγμα ποιεῖσθε τῶν ἡμαρτημένων τὰς ἐμὰς συμφοράς, ἀποκρί‐ νεσθέ μοι, διὰ τί πολλὰ καὶ ἀνήκεστα πραττόντων τῶν ἀσεβῶν οὕτω
θεὸς ἀνεξικακεῖ ὡς μηδὲ ἐπισκοπῶν τὰ πραττόμενα.200

201

εἶτα τῶν ἀδίκων καταλέξας τὰς πράξεις ὁ γενναῖος Ἰὼβ καὶ φι‐ λοδίκαιος οὐ διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ προσχωρεῖ τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ καταρᾶται τοὺς τοιούτους καί φησιν ὅτι· δώσου‐ σι καὶ αὐτοὶ δίκην, εἰ καὶ ἐπὶ πολὺ διήρκεσαν διὰ τὴν ἀνοχὴν τοῦ
5θεοῦ. θαρρῶν δὲ τῇ τῶν οἰκείων λόγων ἀληθείᾳ· εἰ δὲ μὴ ταῦτα, φησίν, ἀληθῆ, ὁ βουλόμενος διελέγξαι τὰ εἰρημένα.
8t〈Αἱ λέξεισ〉
9l23, 2 καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς μού ἐστιν.
10 οὐδένα, φησίν, τῶν ὑμετέρων κατηγοριῶν ποιοῦμαι λόγον· οὐ γὰρ ἐκ τῶν ὑμετέρων ψευδηγοριῶν, ἀλλ’ ἐκ τῶν ἐμοὶ πεπραγμένων κρίνε‐ ται τὰ κατ’ ἐμέ. χεῖρα γὰρ τὴν πρᾶξίν φησιν.
13l23, 2 καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ.
14ἄλλα δὲ ἀντίγραφα· στενάξω δὲ ἐπ’ ἐμαυτόν, ἔχουσιν. ὃ δὲ λέ‐
15γει τοιοῦτόν ἐστιν· οἶδα δὲ καὶ τοῦτο, ὅτι σφοδράς μοι καὶ βα‐ ρείας τιμωρίας ἐπήγαγεν. διὸ καὶ ἀναστένω, ἐπειδὴ πρόφασιν τῆς κατ’ ἐμοῦ συκοφαντίας τὰς θείας ποιεῖσθε τιμωρίας.
18l23, 3 τίς δὲ ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος.
19ἀλλ’ εἴθε, φησίν, τῷ βασιλικῷ τοῦ θεοῦ θρόνῳ παρέστην καὶ τὴν
20ἐκεῖθεν ἐδεξάμην ἀπόφασιν. τὸ γὰρ ἔλθοιμι εἰς τέλος τοῦτο σημαίνει, ἀντὶ τοῦ· ἵνα τὸ πέρας τῶν κατ’ ἐμὲ γνώριμον ἐκεῖθεν
γένηται.201

202

(1l)

23, 4—7 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσω ἐλέγ‐
2lχων. γνοίην δὲ ῥήματα ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ, τίνα μοι ἀπαγγε‐
3lλεῖ. καὶ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ
4lχρήσεται. ἀλήθεια δὲ καὶ ἔλεγχος παρ’ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέ‐
5lλος μου τὸ κρίμα.
6 ἵνα, φησίν, γεγονὼς παρὰ τὸ θεῖον ἐκεῖνο βῆμα ἀπολοφύρωμαι πάντα τὰ κατ’ ἐμέ. τοῦτο γὰρ σημαίνει τὸ εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, ἀντὶ τοῦ· ἃ ἐκρίθην, ἃ πέπονθα. εἴποιμι δὲ καὶ τὰ ἐμοὶ βεβι‐ ωμένα—τοῦτο γάρ ἐστι τὸ 〈τὸ〉 στόμα μου ἐμπλήσω ἐλέγχων
10—, ἅ τε ἔπραξα καὶ ἂ πέπονθα, ἵνα τῇ πείρᾳ μάθω, ποίαν ἐκφέρει τὴν κρίσιν καὶ τί πρὸς ταῦτα λέγει καὶ πότερον ἰσχυρῶς ἐπεξέρχε‐ ταί μοι σφοδρότερόν με τιμωρούμενος ἢ ἀνίησι τῆς ἀπειλῆς. διὰ τοῦτο δέ, φησίν, ἐπὶ θεοῦ κρίνεσθαι βούλομαι σφόδρα πεποιθώς, ὡς ἀληθής ἐστιν ὁ θεὸς καὶ ἀπροσωπολήπτως τοὺς ἐλέγχους, τουτέστι
15τὰς κρίσεις, ἐξάγει. οἶδα δέ, ὅτι ταῦτά μου λέγοντος οὐκ ἐπὶ πο‐ λὺ παρέτεινεν, ἀλλὰ συντόμως τὴν περὶ ἐμοῦ κρίσιν ἐξέφερεν. λέγει δὲ ὁ φιλόθεος Ἰὼβ ἑαυτῷ τε θαρρῶν καὶ τῇ θείᾳ δικαιο‐ κρισίᾳ καὶ τοὺς φίλους διελέγχων ὡς οὐχ ὑγιεῖς τὰς περὶ αὐτοῦ ποιοῦντας δόξας.
20l23, 8—9 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ’ ἐσ‐
21lχάτοις τί οἶδα; ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, περι‐
22lβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι.202

203

σαφέστερον τῶν ῥητῶν τὴν δύναμιν ἑρμηνεύων ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· ἰδοὺ ἐὰν προέρχωμαι αὐτόν, ἀφανής ἐστιν, κἂν ἀκολουθῶ, οὐκ αἰσθήσομαι. ὁ δὲ νοῦς οὗτος· ἡδέως μέν, φησίν, ὑπὸ τοῖς θεί‐ οις ὀφθαλμοῖς ἔχω κριθῆναι τὰ κατ’ ἐμέ, ἀλλὰ τί πάθω; ἀόρατός ἐ‐
5στι τὴν φύσιν ὁ θεός. ἐν τοῖς ὄπισθεν αὐτὸν ἐπιζητήσω, ἀφανής ἐστιν· ἔμπροσθέν μου τυγχάνει, οὐκ αἰσθάνομαι· εἰς εὐώνυμα τρα‐ πέντος ἐπιλαβέσθαι ἀμηχάνως ἔχω· ἐκ δεξιῶν γεγενημένον παντελῶς οὐχ ὁρῶ. ταῦτα δὲ ἔφη οὐχ ὡς σωματικῶς ἢ μεταβατικῶς τοὺς τόπους τοῦ θεοῦ περινοστοῦντος, ἀλλὰ δεῖξαι θέλων, ὡς πανταχοῦ μὲν ὁ
10θεὸς πάρεστιν, ἡμῖν δὲ ἀνέφικτος καὶ ἀόρατος τυγχάνει καὶ ἀκατά‐ ληπτος. τὸ δὲ οὐκέτι εἰμ, τουτέστιν· ἐὰν ἐπὶ πλεῖον ἐπεκτείνω τὴν ἔρευναν, ἔξω ἐμαυτοῦ γίνομαι καὶ ἐν σκοτοδινίᾳ λογισμῶν ζητῶν καταλαβεῖν τὸν ἀκατάληπτον.
15l23, 10 οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον.
16 διὰ τοῦτο δέ, φησίν, ἐπὶ θεοῦ θαρρῶ τὸ κρίνεσθαι, ὅτι καὶ πρὸ τῶν ἐμῶν λόγων τὰς ἐμὰς ἐπίσταται πράξεις, καὶ εἰ ἔκρινε τὰ κατ’ ἐμέ, ἀπέφηνεν ἄν με ἴσα καὶ χρυσίῳ καθαρόν.
19l23, 11 ἐξελεύσομαι δὲ 〈ἐν〉 ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύ‐
20lλαξα καὶ οὐ μὴ ἐκκλινῶ.203

204

ὥδευσα γάρ, φησίν, διὰ τῶν ἐντολῶν αὐτοῦ καὶ τοὺς αὐτοῦ νό‐ μους ἐφύλαξα. ἐντολὰς δὲ λέγει οὐ τὰς ἀκουστὰς καὶ ἐγγραμμάτους —πρὸ νόμου γὰρ ἐτύγχανεν—, ἀλλὰ τὰς τῇ φύσει συνεσπαρμένας, τὰς κατὰ διάνοιαν ὑπὸ θεοῦ λαλουμένας. τὸ δὲ οὐ μὴ ἐκκλινῶ θαυ‐
5μασίαν ἔχει διάνοιαν· κἂν γὰρ μυρία πάθω, φησίν, οὐ παρατραπήσο‐ μαι τῆς εὐθείας ὁδοῦ, ὅμοιον τῷ λέγοντι· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστο, θλῖψις ἢ στενοχωρία ἢ διωγμός; καὶ ἐπάγει·
9l23, 12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω.
10 οὐ μὴ ἐκκλινῶ ἀπὸ ἐνταλμάτων αὐτοῦ οὐδὲ ὑπερβήσο‐ μαι τὰ θεῷ δοκοῦντα.
12l23, 12 ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ.
13 ἐν κόλπ· ἐν ἀναπαύσει, οὐ διὰ ἀνάγκην, ἀλλὰ τῇ θείᾳ ἀγάπῃ τὸ θεῖον ἐκπληρῶν {μου} βούλευμα. δύναται δὲ καὶ τὸ ἐν κόλπῳ
15νοεῖσθαι· ἐν τῷ βάθει τῆς διανοίας. καὶ ἄλλως δέ, ἐπειδὴ τὸ ἡνω‐ μένον ὁ κόλπος σημαίνει, ἵνα εἴπῃ ὅτι· ὡς συναναπεπλασμένος καὶ πεποιωμένος ταῖς θείαις ἐντολαῖς, οὕτως αὐτὰς ἐνεκολπωσάμην καὶ περιχαρῶς ἐξετέλεσα.
19l23, 13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ;
20lὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν.204

205

ἃ μὲν οὖν ἐμαυτῷ σύνοιδα, ταῦτά ἐστιν. κρατείτω δὲ ὅμως τὸ θεῷ δοκοῦν καὶ μηδεὶς τοῖς αὐτοῦ κρίμασιν ἀντιπιπτέτω.
3l23, 15 διὰ τοῦτο ἐπ’ αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα
4lαὐτοῦ.
5 διὰ τοῦτο, φησίν, ἐθροήθην οὐκ εἰδὼς τὴν αἰτίαν τῆς πληγῆς, πλὴν καὶ ἐλεγχόμενος εὐχαρίστως ἤνεγκα καὶ διὰ φροντίδος ἔχω, μηδὲν περὶ αὐτοῦ παλίμφημον ἐννοεῖν.
8l23, 15a ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδάσω, κατανοήσω
9lκαὶ πτοηθήσομαι ἐξ αὐτοῦ.
10 ταῦτα δὲ κατ’ ἐμαυτὸν ἐννοῶν θορυβοῦμαι, ταῦτα κατανοῶν πτοοῦ‐ μαι, οὐδὲν μὲν ἐμαυτῷ συνειδώς, ἐννοῶν δέ, ὅτι θεὸς ὁ τιμωρούμε‐ νος, τὴν δὲ αἰτίαν τῆς κακώσεως οὐκ ἐπιστάμενος.
13l23, 16—17 κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ
14lἐσπούδασέ με. οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώ‐
15lπου δέ μου ἐκάλυψέ με γνόφος.
16 ποιεῖ δέ μου τὴν ἀγωνίαν καὶ ἐκλύει τοὺς τόνους τῆς ψυχῆς μου ἡ θεία καὶ ἀδοκήτως ἐπενεχθεῖσα τιμωρία. σκότος δὲ καὶ γνόφον πρὸ προσώπου λέγει τὸ τῶν συμφορῶν ἀδιεξόδευτον. ὡς γὰρ πρὸ ὀφθαλμῶν, φησίν, ἀορασίας οὔσης ὑπερβαίνειν οὐκ ἔχω τὰ δεινά.
20l24, 1—4 διὰ τί δὲ κύριον ἔλαθον ὧραι, ἀσεβεῖς δὲ ὅριον ὑπερέβη‐
21lσαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; ὑποζύγιον δὲ ὀρφανῶν ἀπήγα‐
22lγον καὶ βοῦν χήρας ἠνεχύρασαν. ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ
23lδικαίας.205

206

τὰ προρρηθέντα τοῦ Ἰὼβ λέγοντος εἰκὸς ἦν τοὺς φίλους ἀντερεῖν ὡς· ταῦτα πάσχεις οὐ καθαρὸς ὤν, ὡς σὺ φής, ἀλλὰ τῶν πλημμελημά‐ των ἐκτίνων τὰς δίκας. γοργῶς οὖν ἐπιλύων τὸ ἀντιπῖπτον ἐπήγαγε λέγων· πῶς οἱ μὲν ἀσεβεῖς τὰ τῶν πλησίον ἀφαιροῦνται παρορίζοντες
5καὶ λυμαινόμενοι τοὺς ἀγχιτέρμονας καὶ ἀνηλεῶς σὺν τοῖς ποιμνίοις τὸν ποιμένα συναρπάζοντες καὶ ὀρφανῶν καὶ χήρας τὰς τοῦ ζῆν ἀφορ‐ μὰς παραιρούμενοι—τὸν βοῦν δή φημι καὶ εἴ τι ἕτερον ὑποζύγιον—, καὶ τοὺς ἀσθενεῖς καταδικάζουσι τὰς τοῦ δικαίου παρατρέποντες ψήφους ἐπ’ αὐτοῖς, ὁ δὲ θεὸς ὥσπερ τῶν καιρῶν ἐπιλαθόμενος ὑπερ‐
10τίθεται τὰς τιμωρίας; —ὥρας γὰρ τοὺς καιρούς φησιν. ὁ δὲ νοῦς οὗτος· εἰ τοῖς ἁμαρτήμασι πάντως ἕπονται κολάσεις, εὔκαιρον ἦν ὁμοῦ τῷ πλημμελήματι τὴν τιμωρίαν ἐπάγεσθαι. νῦν δὲ οἱ μὲν ἀνήκεστα πράττουσιν, ὁ δὲ θεὸς ὥσπερ τῶν καιρῶν ἐκλελησμέ‐ νος ἀνέχει τὰς ἀνταποδόσεις. τὸ διὰ τί οὖν οὐκ αἰτιατικῶς, ἀλ‐
15λὰ προβληματικῶς ὡς πρὸς τοὺς φίλους εἴρηται.
16l24, 4—5 ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πραεῖς γῆς· ἀπέβησαν δὲ ὥσπερ
17lὄνοι ἐν ἀγρῷ.
18 ταύτας, φησίν, τῶν ἀδίκων τὰς πράξεις ὁρῶντες οἱ ἐπιεικέστα‐ τοι τὸν ἐρημικόν τε καὶ ἡσύχιον ἀσπάζονται βίον τὴν μετὰ τῶν
20ἀγρίων ζῴων ἢ μετὰ τοιούτων ἀνδρῶν διατριβὴν περιπτυσσόμενοι.
21l24, 5 ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν.206

207

καὶ ἐπικρύπτοντες τὴν φανερὰν πονηρίαν ἐγκαθέτους τοὺς δόλους ἐργάζονται δοκοῦντες μὲν ὑπὲρ ἐμοῦ πράττειν, κατ’ ἐμοῦ δὲ βουλευ‐ όμενοι.
4l24, 5 ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέρους.
5 ταῦτα δὲ ἔπραττον οἱ ἀσεβεῖς ὥσπερ ἄρτῳ ταῖς νεωτερικαῖς ἐπι‐ θυμίαις ἡδόμενοι, ἢ καὶ νεανίσκους τινὰς ἐκτρέφοντες ἐφ’ ᾧ δύνα‐ σθαι δι’ αὐτῶν τὰς ἐπηρείας ἐργάζεσθαι.
8l24, 6 ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν.
9δύο κατὰ ταὐτὸν ἥμαρτον πρὸ ὥρας τοὺς καρποὺς τέμνοντες καὶ
10ταῦτα τοὺς ἀλλοτρίους· πεφύκασι δὲ τοῦτο ποιεῖν οἱ τὸν ληστρικὸν μετιόντες βίον διὰ τὸ τῷ καιρῷ τοῦ θερισμοῦ φυλάττεσθαι τοὺς καρ‐ πούς.
13l24, 6 ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο.
14μεγίστη καὶ αὕτη παρανομία τὸ τοὺς πένητας ἀμισθὶ τοῖς πλουσί‐
15οις ἐργάζεσθαι.
16l24, 7 γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς
17lαὐτῶν ἀφείλαντο.
18 γυμνοὺς ἐκοίμισαν ἀντὶ τοῦ· γυμνώσαντες ἡσυχάσαι παρε‐ σκεύασαν· ὑπὸ γὰρ τοῦ δέους οὐκ ἀντέλεγον οἱ γυμνούμενοι. ἀμφί‐
20ασιν δὲ ψυχῆς λέγει τὸν ἔσχατον χιτῶνα· ὑπὸ γὰρ τοῦ κρύους πηγνυμένου τοῦ σώματος συμπάσχει καὶ ἡ ψυχή.
22l24, 8 ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς
23lσκέπην πέτραν περιεβάλλοντο.207

208

ληστρικὸν ὑπογράφει βίον· οἱ γὰρ τοιοῦτοι τὴν ἐρημίαν κατα‐ λαμβάνοντες αἴθριοι μὲν τὰ πολλὰ διανυκτερεύουσι καὶ διημερεύου‐ σιν. εἰ δὲ καί ποτε σκεπάζεσθαι δέοι, φωλεοὶ τούτοις ἡ σκέπη καὶ πέτραι καὶ φάραγγες.
5l24, 9 ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ.
6 ἐλεεινῶς καὶ ἀνοικτιρμόνως ἔτι τὴν μητρῴαν ἕλκοντα θηλὴν ἐφ’ ᾧ τοῦτον ἑτέροις ἀπεμπολῆσαι.
8l24, 9 ἐκπεπτωκότα δὲ ἐταπείνωσαν.
9ἕτερον δὲ ἐταπείνωσαν ἐκπεπτωκότα τῶν ὑπαρχόντων αὐτοῦ τὰ
10προσόντα ἀφελόμενοι.
11l24, 10 γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως.
12 ἄλλους δὲ ἀδίκως ἀπογυμνώσαντες οὐδὲν αὐτοῖς ἐποφείλαντας τὴν ἡσυχίαν ἀγαπᾶν παρεσκεύασαν.
14l24, 10 πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο.
15εἰς ἐσχάτην αὐτοὺς καταστήσαντες πενίαν τε καὶ τροφῆς ἔνδειαν.
16l24, 11 ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν.
17 περὶ τοὺς ἀμφικρήμνους ἐνεδρεύοντες τόπους· ἐν γὰρ ταῖς πλα‐ τείαις ἴσως που ἦν καὶ διαδρᾶναι τὸν ὑπ’ αὐτῶν ἐνεδρευόμενον.
19l24, 11 ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν.
20καθόλου πάντες οἱ ἀσεβεῖς.
21l24, 12 οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο.208

209

τοῦτο πρὸς τὸ γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως· οὗτοι γὰρ ὑπὸ τῶν παρανόμων ταῦτα πεπόνθασιν ἀπὸ πόλεως καὶ οἴκων ἐξελαυνό‐ μενοι.
4l24, 12 ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα.
5 κάτωθεν ἐκ τοῦ τῆς καρδίας βάθους οὐκ εὐπορούντων αὐτοῖς τῶν γονέων μεταδοῦναι τροφῆς.
7l24, 12—13 αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ἐπὶ γῆς
8lὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν;
9τοῦτο ὡς πρὸς τοὺς φίλους ἀπορῶν λέγει ὅτι· εἰ δι’ ἁμαρτήματα
10αἱ κακώσεις, διὰ τί τούτους ἀνεπισκοπήτους εἴασε καίτοιγε πάντα τὰ ἐπὶ τῆς γῆς πραττόμενα ἐφορῶν; τὸ δὲ καὶ οὐκ ἐπέγνωσαν, τουτέστιν· οἱ ἀσεβεῖς οὐκ ἐπέγνωσαν, ὅτι ἀνεπισκόπητοί εἰσιν. ὁ γὰρ θείας ἐπισκοπῆς ἀξιούμενος καὶ παιδεύεται· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα‐
15δέχεται.
16l24, 13 ὁδὸν δικαιοσύνης {σου} οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐ‐
17lπορεύθησαν.
18οἱ προειρημένοι ἀσεβεῖς δηλονότι.
19l24, 14—16 γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος,
20lκαὶ νυκτὸς ἔσται ὡς κλέπτης. καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος
21lλέγων· οὐ προσνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο.
22lδιώρυξεν ἐν σκότει οἰκίας.209

210

παρέδωκεν αὐτοὺς εἰς σκότος οὐκ ἀναγκαστικῶς τοῦτο ποιῶν ὁ θεός, μὴ γένοιτο, ἀλλὰ συγχωρῶν αὐτοῖς διὰ τὸ αὐτεξού‐ σιον ὡς βούλονται πορεύεσθαι. ὅμοιον δὲ τούτῳ καὶ ὁ θεῖος ἀπόστο‐ λός φησιν· παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον
5νοῦν ποιεῖν τὰ μὴ καθήκοντα οὐ τοῦ θεοῦ τοῦτο πράξαντος, ἀλλὰ συγχωρήσαντος πράττειν ὡς βούλονται. φησὶν οὖν, ὅτι καὶ ὁ κλέπτης καὶ ὁ μοιχὸς καὶ ὁ τυμβωρύχος τὴν νύκτα συνεργὸν ἔχουσιν ὡς μηδενὸς αὐτοὺς ἐφορῶντος, ἐπειδὴ καὶ σκότους ἄξια πράττουσιν.
9l24, 16 ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς.
10 οὗτοι δὲ οἱ προειρημένοι διαλαμψάσης ἡμέρας κατακρύπτουσιν ἑαυ‐ τοὺς τὰς θύρας ἐναποκλείσαντες—τοῦτο γὰρ σημαίνει τὸ ἐσφράγι‐ σαν ἑαυτούς—εἰς φῶς προιέναι δεδοικότες, ἵνα μὴ ἁλῶσιν, ἐπεὶ μηδὲ φωτὸς ἔργον ἐπάγονται.
14l24, 17 ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοῖς σκιὰ θανάτου, ὅτι ἐπιγνώσε‐
15lται ταραχὰς σκιὰ θανάτου.
16 διὰ τοῦτο δέ, φησίν, δεδοίκασι τὸ φῶς, ὅτι ὁμοῦ τὴν ἕω πρὸ ὀφ‐ θαλμῶν ἔχουσι 〈καὶ〉 τὸν θάνατον. ὥσπερ γὰρ ἡ σκιὰ προτρέχει τοῦ σώματος καὶ πλησίον εἶναι τοῦτο σημαίνει, οὕτω καὶ οὗτοι διαυγα‐ σάσης τῆς ἡμέρας τῇ συνειδήσει βαλλόμενοι πλησίον εἶναι προσδοκῶ‐
20σι τὸν θάνατον. ἡ δὲ τοιαύτη προσδοκία ταραχῆς αὐτῶν ἐμπίπλησι τὰς ψυχὰς καὶ ζοφώδεις ἐργάζεται. τοῦτο γὰρ δηλοῖ τὸ ὅτι ἐπι‐ γνώσεται ταραχὰς σκιὰ θανάτου.
23l24, 18 ἐλαφρός ἐστιν προσώπου ὕδατος.210

211

ὁ τοῦ μοιχοῦ ὀφθαλμὸς ἑλκόμενος ὑπὸ τῶν πειρασμῶν ἢ καὶ πᾶς ἀσεβὴς ὡς ὑπὸ φορᾶς ὑδάτων ἐλαφρόν τι καὶ κοῦφον κατασυρόμενον οὕτως ὑπὸ τῆς τιμωρίας ῥᾳδίως ἐξαφανίζεται. οὐ γὰρ διασώσει ἀσέ‐ βεια τὸν παρ’ αὐτῆς.
5 εἶτα ὁ φιλάρετος καὶ φιλοδίκαιος Ἰὼβ οὐ διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ ἀνέχεται τὸ πλέον ἔχειν ἀρετῆς κακίαν, ἀλλὰ καταρᾶται τὴν μερίδα τῶν ἀσεβῶν καί φησι τὰ αὐτοῖς συμβησόμενα.
8l24, 18—19 καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς, ἀναφανείη δὲ τὰ φυ‐
9lτὰ αὐτῶν ἐπὶ γῆς ξηρά.
10 ἀντὶ τοῦ· ἄκαρποι διαμένοιεν μηδὲν ἐκ τῆς οἰκείας ὠφελούμενοι κακίας μηδὲ εἰς παῖδας τὸν ἐξ ἀδικίας παραπέμποντες πλοῦτον.
12l24, 19 ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν.
13 τοῖς θερίζουσιν ὀρφανοὶ πολλάκις ἑπόμενοι καὶ τὰ ἐκπίπτοντα συλλέγοντες καὶ καλαμώμενοι εἰς ἀγκαλίδας δεσμεύουσιν. φησὶν οὖν,
15ὅτι εἰς τοσοῦτόν τινες ἀσεβείας ἐληλάκασιν, ὡς καὶ τὴν τῶν καλα‐ μωμένων δι’ ἀπορίαν ὀρφανῶν μερίδα μετρίαν ἁρπάζειν.
17l24, 2 εἶτα ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία.
18 ἀντὶ τοῦ· εἰς μνήμην ἐγράφη καὶ ἀναπόδραστος ἔσται αὐτοῖς ἡ τιμωρία, εἰ καὶ ἐν τῷ τέως ὁ θεὸς διὰ χρηστότητα τὰς κολάσεις
20ὑπερτίθεται.211

212

(1l)

24, 20 ὥσπερ δὲ ὀμίχλη δρόσου ἀφανὴς ἐγένετο.
2 ἡλιακῆς ἀκτῖνος ἐπιλαμψάσης καὶ τὸν ἀέρα διαθερμανάσης ἡ δρό‐ σος ἀφανὴς γίνεται ἀνιμωμένου τοῦ θερμοῦ τὸ ὑγρόν. οὕτως, φησίν, καὶ τῆς θείας δίκης ἐπελθούσης οἱ ἀσεβεῖς ἐξαφανίζονται.
5l24, 20 ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν.
6 οὐκ ἐπαρᾶται ὁ δίκαιος, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει· ἕκα‐ στος γὰρ πρὸς ἃ ἔπραξεν κομιεῖται, εἴτε ἀγαθὸν εἴτε φαῦλον. καὶ ἀνωτέρω δὲ οὐκ αὐτούς, ἀλλὰ τὴν μερίδα τῶν ἀσεβῶν, τουτέστιν αὐτὴν τὴν κακίαν, κατηράσατο.
10l24, 20 {οὐ} συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.
11 τὸν ἐπιμένοντα τῇ κακίᾳ λέγει· συντριβὲν γὰρ ξύλον θεραπείαν οὐκ ἐπιδέχεται πρὸς τὸ ἀφυγιασθῆναι.
13l24, 21 στεῖραν γὰρ οὐκ εὖ ἐποίησαν.
14τὴν δι’ ἀπαιδίαν ἀβοήθητον. καὶ σημειοῦ δὲ πάλιν, ὅτι τὸ μὴ
15εὖ ποιεῖν εἰς ἀσέβειαν λογίζεται. ἔκκλινον, φησὶν ὁ θεῖος ᾠδός, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.
17l24, 21 καὶ γύναιον οὐκ ἠλέησαν.
18τὸ διὰ τὴν φύσιν ἐπικουρίας δεόμενον.
19l24, 22 θυμῷ δὲ κατέστρεψαν ἀδυνάτους.
20 οὐκ ἔκ τινος αἰτίας εὐλόγου, ἀλλὰ ψυχῆς ἀλόγῳ κινήματι τῷ θυ‐ μῷ χρώμενος κατέστρεψε καὶ εἰς παντελῆ περιέστησεν ἀπορίαν τοὺς
ἀδυνάτους καὶ ἀνεπικουρήτους.212

213

(1l)

24, 22 ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσει κατὰ τῆς ἑαυτοῦ ζωῆς.
2 διὰ ταῦτα οὖν ὁ ἀσεβὴς καθ’ ἑκάστην ἡμέραν ἀνιστάμενος οὐ πι‐ στεύσει εἰ ζήσεται, ἀλλὰ μενεῖ δεδοικὼς καὶ περίφοβος ὤν. οὐδὲν γάρ ἐστι φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ
5βοηθημάτων, ὡς ὁ σοφὸς ὡρίσατο Σολομών.
6l24, 23 μαλακισθεὶς δὲ μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ.
7 συμβαίνουσι γὰρ πολλάκις καὶ διὰ ἁμαρτίας αἱ τῶν σωμάτων νό‐ σοι. τὸ δὲ μὴ ἐλπιζέτω ἀντὶ τοῦ· δύσελπίς ἐστιν ὑπὸ τῆς ἰδί‐ ας συνειδήσεως βαλλόμενος. πεσεῖται δὲ ὑπὸ τῆς νόσου δηλονότι
10πληγείς.
11l24, 24 πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ.
12διὰ τοῦτο πεσεῖται, ἐπειδὴ ὑψωθεὶς πολλοὺς ἐκάκωσεν.
13l24, 24 ἐμαράνθη ὥσπερ μαλάχη ἐν καύματι ἢ 〈ὥσπερ〉 στάχυς ἀπὸ κα‐
14lλάμης αὐτομάτως ἀποπεσών.
15 ἕτερα ἀντίγραφα· ὥσπερ χλόη, περιέχουσιν. ὅμοιον δὲ καὶ ὁ μεγα‐ λογράφος εἶπεν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσεται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. καλῶς δὲ εἶπε τὸ αὐτομάτως ἀποπεσών· ἑκάστῳ γὰρ ἡ ἰδία ἁμαρτία τιμω‐
ρὸς γίνεται.213

214

(1l)

24, 25 εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει
2lεἰς οὐδὲν τὰ ῥήματά μου.
3 ἐγὼ μὲν οὖν, φησίν, ταῦτα δοξάζω περί τε τῆς τῶν ἀσεβῶν ἀδικί‐ ας καὶ τῆς θείας ἀνεξικακίας καὶ τῆς δικαίας ἀνταποδόσεως. εἰ δὲ
5ψευδῆ τὰ εἰρημένα, ὁ βουλόμενος παρελθέτω καὶ διελεγξάτω τὸν λό‐
γον καὶ τοὺς ἐμοὺς ἀκυρωσάτω λόγους.214

215

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΟΚΤΩΚΑΙΔΕΚΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· τί γὰρ προοίμιον ἢ φόβος παρ’ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ;
4tΠροθεωρία τοῦ κεφαλαίου
5 ὥσπερ ὁ Ἐλιφὰζ ἀπορήσας πρὸς τὰ προβληματικῶς ὑπὸ τοῦ Ἰὼβ εἰ‐ ρημένα οὐκ εὐθυδικίαν ἠγωνίσατο, ἀλλ’ ἐπὶ τὰς κατὰ τοῦ δικαίου διαβολὰς ἔτρεψε τὸν λόγον, οὕτω καὶ ὁ Βαλδὰδ οὐκ ἔχων ἐλέγχειν τοῦ Ἰὼβ τοὺς λόγους μετοχετεύει τὴν ἀπολογίαν καὶ ὡς ἐπαιρόμενον κατὰ τοῦ θεοῦ καὶ μέγα φρονοῦντα ἐπὶ τῇ οἰκείᾳ θεοσεβείᾳ διαβάλ‐
10λει, θαυμαστῶς μὲν τὰ περὶ θεοῦ φιλοσοφῶν, ἐξευτελίζων δὲ τὴν ἀν‐ θρώπου φύσιν καὶ μηδὲν τῶν καθαρωτάτων καθαρὸν εἶναι διοριζόμενος συγκρίσει τῆς θείας καθαρότητος.
13t〈Αἱ λέξεισ〉
14l25, 2 τί γὰρ προοίμιον ἢ φόβος παρ’ αὐτῷ;
15 ἐπειδὴ μέγα, φησίν, ἐπὶ θεοσεβείᾳ φρονεῖς, μάνθανε ὡς ἀρχὴ σοφίας καὶ θεοσεβείας ὁ θεῖος ὑπάρχει φόβος· σὺ δὲ ἀφόβως διαλέ‐ γει. ὁ τοίνυν τὸ προοίμιον τῆς θεοσεβείας μὴ κτησάμενος, πῶς
τοῖς ἄλλοις αὐτῆς μέρεσι σεμνύνεσθαι δύναται;215

216

τοῦτο καὶ ὁ ψαλμῳδὸς ἐφιλοσόφησεν ἐμμελῶς ἐπιβαλλόμενος· ἀρ‐ χὴ σοφίας φόβος κυρίου.
3l25, 2 ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ.
4εἰς φόβον ἐνάγων τὸν Ἰὼβ τοῦ θεοῦ τὴν δύναμιν ἐξηγεῖται καί
5φησιν, ὅτι ὁ θεὸς ὕψιστος ὢν καὶ ὑπεράνω παντὸς τὰ πάντα κατε‐ σκεύασε καὶ πάντων ἐστὶ δημιουργός. ἔστι δὲ καὶ νοῆσαι ἑτέρως τὸ ἐν ὑψίστῳ ἐν τῷ υἱῷ· ὕψιστος γὰρ ὁ υἱὸς ὥσπερ καὶ ὁ πατήρ.
8l25, 3 μὴ γάρ τις ὑπολάβοι, ὅτι ἔστι παρέλκυσις πειραταῖς; ἐπὶ
9lτίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ’ αὐτοῦ;
10 πειραταὶ μέν εἰσι κυρίως οἱ τὴν θάλασσαν λῃστεύοντες. καθόλου δέ φησιν ὅτι· μηδεὶς ἐννοείτω, ὡς ἐπὶ πολὺ διαμένει θεὸς ὑπερτι‐ θέμενος τὰς κατὰ τῶν ἀδίκων τιμωρίας, ἀλλ’ ὥσπερ οἱ ἐνεδρεύοντες οὕτως ἀδοκήτως αὐτοῖς ἐπέρχεται καὶ οὐκ ἔστι τινὰ τῶν ἀσεβῶν τὴν θείαν διαδρᾶναι δίκην.
15l25, 4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου, ἢ τίς ἀποκαθα‐
16lρίσαι ἑαυτὸν γεννητὸς γυναικός;
17 ὡραῖον ὁ Βαλδὰδ ἐδίδαξε δόγμα. οὐδεὶς γὰρ ἀνθρώπων ἑαυτὸν κα‐ θᾶραι δύναται διὰ τὴν πατροπαράδοτον ἁμαρτίαν, εἰ μὴ τῆς θείας τύχοι καθάρσεως. καὶ ἄλλως δέ, εἰ καὶ τῇ ἀνθρωπίνῃ κρίσει πολλοὶ
20δίκαιοι νομίζονται, ἀλλά γε τῷ πανεπισκόπῳ τοῦ θεοῦ ὀφθαλμῷ οὐ‐
δεὶς δίκαιος, οὐδεὶς δυνάμενος εἰπεῖν ὅτι· καθαρός εἰμι. ἀμήχανον216

217

γάρ, μὴ ἔν τισι γενέσθαι παραπτώμασιν, ὅπουγε καὶ λόγων ἡμῶν καὶ πράξεων καὶ ἐνθυμημάτων τὰς δίκας ἀπαιτούμεθα τὸν πάντα ἐφορῶντα θεὸν λαθεῖν οὐ δυνάμενοι.
4l25, 5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει.
5 συντάσσει ἀντὶ τοῦ· παραγγέλλει. σημαίνει διὰ τούτου τὴν τοῦ θεοῦ δύναμιν. καὶ γὰρ πρὸς τῇ συντελείᾳ κελεύει τῇ σελήνῃ καὶ τὸ οἰκεῖον οὐκ ἐκλάμπει σέλας.
8l25, 5 ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
9ἔστι φῶς φωτὸς καθαρώτερον· αὐτίκα γοῦν τὸ ἀστρῷον φῶς τοῦ
10παρ’ ἡμῖν, τοῦ ἀνθρακώδους, τοῦ ἐκ πυρός, καθαρώτερον τυγχάνει. πρὸς οὖν, φησίν, τὴν θείαν καθαρότητα οὐδὲ τῶν ἄστρων τὸ φῶς τυγ‐ χάνει καθαρόν.
13l25, 6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.
14ἔα δὲ ἀντὶ τοῦ· περιττὸν καὶ λογίσασθαι περὶ ἀνθρώπου, ὅλος
15γάρ ἐστι σαπρία καὶ σκώληξ περὶ τὴν σαπρίαν εἰλούμενος. ἔγκει‐ ται γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐκ νεότητος ἐπὶ τὰ πονηρ. ταῦτα δὲ εἶπεν ἐκ τοῦ περιόντος κατασκευάζων τὸν λόγον καὶ πλήττων τὸν Ἰὼβ ὡς ἐπὶ καθαρότητι σεμνυνόμενον. εἰ γὰρ οὐδέν, φησίν, τῶν ποιημάτων μέγα φρονεῖν ἐπὶ καθαρότητι δύναται,
20πόσῳ μᾶλλον ὁ ἄνθρωπος σαπρίας οὐδὲν διαφέρων καὶ σκώληκος.217

218

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΝΝΕΑΚΑΙΔΕΚΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν;
5tΠροθεωρία τοῦ κεφαλαίου
6 ἐπειδὴ περὶ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως ὁ Βαλδὰδ διελέχ‐ θη οἷά τις θεοῦ συνήγορος, πρὸς τοῦτο ὁ μακάριος Ἰὼβ ἀπαντᾷ καί φησιν· τί συνηγορεῖν σπουδάζεις θεῷ ὡς δεομένῳ τῆς ἐκ λόγων κατα‐ σκευῆς, ἵνα δειχθῇ σοφὸς καὶ δυνατός;
10 εἶτα, ἵνα δείξῃ, ὅτι κάλλιον αὐτῶν καὶ ὑψηλότερον δοξάζει τὰ περὶ θεοῦ, περὶ τῆς αὐτοῦ σοφίας διεξοδικώτερον διαλέγεται καὶ ὑμνεῖ τὴν ἀκατάληπτον τοῦ θεοῦ δύναμιν καὶ προφητεύει περὶ τοῦ μονογενοῦς καὶ τὴν τυραννικὴν τοῦ διαβόλου καθαίρεσιν προλέγει. ταῦτα δὲ προοιμιασάμενός φησιν ὅτι· ἀμήχανόν με, πᾶν ὅ τι ἂν
15πάθω, ἄνομά τινα λαλῆσαι περὶ θεοῦ, ἕως ἂν εἰς θάνατον φθάσω· καὶ ὅρκῳ πιστοῦται τὴν ὑπόσχεσιν. εἶτα καὶ μετὰ καθαρᾶς συνειδή‐ σεως παρρησιασάμενος λέγει, ὅτι αὐτὸς μὲν οὐδὲν ἑαυτῷ σύνοιδεν ἄτοπον πράξαντι, διαλήψεται δὲ ἡ θεία δίκη τοὺς ἀσεβεῖς. καὶ πάλιν ἀναλαμβάνει ἅτε δὴ τῆς θείας σοφίας τῆς ἐν τοῖς θεί‐
20οις δημιουργήμασι φαινομένης καὶ ἐν τοῖς λογικοῖς κατεσπαρμένης καὶ τὸ σοφὸν εἶναι πάντων ἀποφαίνει τιμιώτερον. πολλὰ δὲ περὶ τῆς θεοδωρήτου ταύτης σοφίας διεξελθὼν καὶ ὡς οὐδὲν αὐτῇ παραβληθή‐ σεται διδάξας καὶ τοῦτό φησιν, ὡς τὸ μὲν κλέος τῆς σοφίας εἰς πάντας διαδέδοται, τοὺς δὲ περὶ αὐτῆς λόγους εὑρεῖν ἀμήχανον·
25καὶ μάθημα παραδίδωσι κάλλιστον, ὅτι ἀρκεῖ ἀνθρώπῳ εἰς τὸ εἶναι218

219

σοφὸν οὐ τὸ ζητεῖν τὰ ἀνεξερεύνητα, ἀλλὰ τὸ θεοσεβεῖν καὶ παντὸς εἴδους κακίας ἀπέχεσθαι, καὶ ταύτην ἀνάληψιν σοφίας καὶ ἐπιστήμης εἶναι ὁρίζεται. ταῦτα δὲ διεξῆλθεν ὁμοῦ μὲν τὰ περὶ θεοῦ δοξάζων καλῶς, ὁμοῦ δὲ καὶ τοὺς φίλους πείθων μὴ πάντως οἴεσθαι δι’ ἁμαρ‐
5τίας αὐτὸν πάσχειν, ἀλλὰ τοὺς περὶ τῶν τοιούτων λόγους τοῖς ἀν‐ εξιχνιάστοις τοῦ θεοῦ καταλιμπάνειν κρίμασιν. διαλέγεται δέ, ὡς ἔφην, περὶ σοφίας οὐ τοῦ ἐνυποστάτου λόγου, τουτέστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ· εἰ γὰρ καὶ αὐτὸς σοφία καλεῖται καὶ ἔστι τοῦ πατρός, ἀλλ’ οὐ περὶ αὐτοῦ νῦν ὁ λόγος,
10ἀλλὰ περὶ τῆς κατὰ φύσιν ἐνεργείας τῶν ὑπὸ θεοῦ πεποιημένων λογικῶν συνισταμένης φιλόθεον καὶ φιλάγαθον προαίρεσιν, ἢν ἐν τοῖς λογικοῖς κατέσπειρεν ὁ δημιουργός. εἰ δὲ καὶ αὕτη ἀ‐ σύγκριτος καὶ τοσούτου ἀξία ἡ κατὰ μετοχὴν ἡμῖν δεδομένη, τί ἐν‐ νοῆσαι προσήκει περὶ τῆς αὐτοσοφίας, τῆς οὐσιώδους σοφίας, τοῦ
15μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ ὁμοουσίου τῷ πατρί, τῆς πατρικῆς σο‐ φίας, τοῦ λόγου τοῦ ἐνυποστάτου, δι’ οὗ καὶ ἡμεῖς λογικοὶ καὶ σο‐ φοὶ κατὰ μετάληψιν καὶ μετοχὴν δι’ ἁγίου πνεύματος γινόμεθά τε καὶ καλούμεθα τῇ θείᾳ χάριτι σοφιζόμενοι;
19t〈Αἱ λέξεισ〉
20l26, 2 τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ
21lἰσχὺς καὶ ᾧ βραχίων ἰσχυρός ἐστιν;
22 τίνι τὴν παρὰ σαυτοῦ δύναμιν εἰσφέρεις καὶ τῇ αὐτοῦ συντάσσεις σαυτὸν μερίδι ἢ τίνι συνηγορεῖν σπουδάζεις ὡς τῆς σῆς ἐπικουρίας δεομένῳ; ἄπαγε, ἄνθρωπε, ἅπαντες ἴσμεν ὡς ἀνενδεής τε καὶ παντο‐
25δύναμός ἐστιν ὁ θεός.219

220

(1l)

26, 3 τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία;
2 ἀλλὰ καὶ ὡς πάνσοφος ὁ θεός, πρόδηλον. τί οὖν ὡς κοινωνῶν αὐ‐ τῷ τῶν βουλευμάτων τοὺς ὑπὲρ αὐτοῦ ποιεῖσθαι λόγους ἐσπούδασας;
4l26, 3 ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;
5 τίνι δὲ ἕπεσθαι σπουδάζεις ὡς δή τινα συμμαχίαν εἰσοίσων αὐ‐ τῷ; οὐ τῷ πανσθενεῖ καὶ παντοδυνάμῳ;
7l26, 4 τίνι ἀπήγγειλας ῥήματα;
8ἐπὶ τίνος δὲ τὴν σαυτοῦ σοφίαν ἐπεδείξω;
9l26, 4 πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;
10 ἐννόησον γάρ, ὦ θαυμάσιε, ὡς καὶ αὐτὸ τὸ ἀναπνεῖν καὶ ζῆν καὶ φθέγγεσθαι ἐκ θεοῦ λαβὼν ἔχεις. ταῦτα δὲ εἶπεν ὁ μακάριος διασύ‐ ρων τὸν Βαλδὰδ ὡς καινότερον θέλοντα φαίνεσθαι τοῦ θεοῦ συνήγο‐ ρον περὶ θεοῦ ἁπάντων ὁμοίως ἐπισταμένων, ὅτι καὶ δυνατὸς καὶ πάνσοφος ὁ θεὸς τυγχάνει.
15 ταῦτα πρὸς ἐκεῖνον σκωπτικῶς εἰρηκὼς τρέπει τὸν λόγον ἐπὶ τὴν τοῦ θεοῦ δύναμιν δεικνύς, ὡς ἄμεινον αὐτῶν τὰ περὶ τῆς ἰσχύος δοξάζει τοῦ θεοῦ, καί φησιν·
18l26, 5 μὴ Γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτό‐
19lνων αὐτοῦ;
20 μὴ δύνανται, φησίν, αἱ δυνάμεις αἱ ὑπὸ γῆν, αἱ μετὰ τὰ ὕδατα καὶ τὴν γείτονα γῆν, τουτέστιν αἱ ἐν τῷ ᾅδῃ, ὥσπερ ἐκ μήτρας τῇ
μαιωτικῇ τέχνῃ τοὺς τεθνεῶτας ἐξαγαγεῖν καὶ ζωογονῆσαι; ὃ δὲ λέ‐220

221

γει τοῦτό ἐστιν· μὴ δύνανται αἱ ἐν τῷ ᾅδῃ δυνάμεις ἀνάστασιν ποι‐ ῆσαι; θεὸς δὲ καὶ νεκροὺς ἀνίστησιν ἐξουσιαστικῇ δυνάμει χρώμενος. ἔστι δὲ καὶ ἄλλως νοῆσαι· πάλαι καθαίρων ὁ θεὸς τὴν γῆν τῷ κα‐ τακλυσμῷ ὡς κατεφθαρμένην τοὺς θεομάχους ἐκείνους ἄνδρας τοὺς κα‐
5λουμένους Γίγαντας ἐπέκλυσε καὶ ἐξηφάνισεν. φησὶν οὖν ὅτι· μὴ δύ‐ νανται ἐκεῖνοι οἱ Γίγαντες αὖθις μαιωθῆναι καὶ ἰδίᾳ δυνάμει ἑαυ‐ τοὺς ἀναστῆσαι; μή τι αὐτοὺς ὤνησεν ἡ πολλὴ δύναμις ἀντιπράξαντας τῇ ἀμάχῳ ἰσχύι καὶ δυνάμει τοῦ θεοῦ;
9l26, 6 γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ
10lἀπωλείᾳ.
11 ἀπὸ τοῦ κυρίου δηλονότι. οὐ γὰρ ἔχει ἀποκρυβὴν ἀπώλεια ἐνώπιον αὐτοῦ, ἥτις ἐστὶ γείτων τοῦ ᾅδου. ἀπώλειαν δὲ τὸν θάνατόν ἐστιν ἐννοεῖν· ὁ δὲ μονογενὴς ἄνθρωπος γεγονὼς καὶ τὸν ᾅδην ἐσκύλευσε καὶ εἶπε τοῖς ἐν σκότει· ἀνακαλύφθητε, καὶ οὐδὲν περι‐
15βόλαιον ἀντέπραξε τῷ θεϊκῷ κελεύσματι, ἀλλ’ εὐθέως ἀνεκαλύφθησαν.
16l26, 7 〈ἐκτείνων βορέαν ἐπ’ οὐδέν,〉 κρεμάζων γῆν ἐπὶ μηδενός.
17 οὐ γὰρ ἔστιν ὄχημα τῆς γῆς ἕτερον ἢ ὑποστήριγμα, ἀλλὰ τῷ θείῳ βουλήματι κρέματαί τε καὶ ὑπεστήρικται.
19l26, 8 δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ καὶ οὐκ ἐρράγη νέφος ὑπο‐
20lκάτω αὐτοῦ.221

222

εἰ μὴ γὰρ ταῖς νεφέλαις προσέταξεν, οὐκ ἐπαφιᾶσιν, καθ’ ὅ‐ σον ἂν κελευσθῶσι μέτρον, τῇ γῇ τὸν ὑετόν.
3l26, 9 ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ’ αὐτὸν νέφος αὐτοῦ.
4θρόνος τοῦ θεοῦ ὁ οὐρανὸς πολλαχοῦ τῆς γραφῆς εἴρηται·
5κατὰ πρόσωπον δὲ κεῖται τοῦ οὐρανοῦ ὁ ἀήρ. φησὶν οὖν, ὅτι δια‐ κρατῶν τὸν ἀέρα καὶ ἐφαπλῶν τὰς νεφέλας, οὐκ ἐᾷ στάζειν τὸν ὑετόν, εἰ μὴ καθ’ οὓς οἶδεν αὐτὸς συμφέροντας τρόπους.
8l26, 10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντε‐
9lλείας φωτὸς μετὰ σκότους.
10 ἀλλὰ καὶ τὸ οἰκεῖον πρόσταγμα κυκλοτερῶς περιστήσας τοῖς ὕδασιν ὑπερβαίνειν καὶ ἐπικλύζειν τὴν γείτονα γῆν οὐ συγχωρεῖ. παρατείνει δὲ ἡ θεία πρόνοια μέχρι συντελείας φωτὸς μετὰ σκότους, τουτέστιν ἀντιπαραχωρεῖν ἀλλήλαις τοὺς δρό‐ μους τὴν νύκτα καὶ τὴν ἡμέραν πείθουσα.
15l26, 11 στῦλοι οὐρανοῦ ἐπετάσθησαν, 〈καὶ ἐξέστησαν〉 ἀπὸ τῆς ἐπι‐
16lτιμήσεως αὐτοῦ.
17 ἀλλὰ καὶ τοῦ οὐρανοῦ τὰ στηρίγματα καὶ οἱονεὶ ὑποβάθραι οὐ κάτωθεν αὐτὸν ἐρείδουσι καὶ ἀναβαστάζουσιν ὥσπερ τινὲς στῦλοι τὰ ὑπερκείμενα βαστάζοντες, ἀλλ’ ἄνω που τυγχάνουσιν αἱ ἕδραι
20τοῦ οὐρανοῦ. τοῦτο γὰρ σημαίνει τὸ ἐπετάσθησαν, ἵνα εἴπῃ222

223

ὅτι· καὶ ὁ οὐρανὸς τῷ θείῳ λόγῳ συνίσταται οὐδενὸς αὐτὸν ὑπε‐ ρείδοντος. πλὴν καὶ αὐτοὶ τοῦ οὐρανοῦ οἱ θεμέλιοι ἐξίστανται καὶ σα‐ λεύονται, ὅταν αὐτὸς ἐπιτάξῃ. γίνεται δὲ τοῦτο ἐν τῇ συντελείᾳ
5ὡσεὶ περιβόλαιον, γάρ φησιν, ἑλίξεις αὐτοὺς καὶ ἀλ‐ λαγήσονται.
7l26, 12 ἰσχύι κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος.
8 εἰς τὸν περὶ τῆς θαλάσσης ἐκβεβηκὼς λόγον τοῦ νοητοῦ κήτους ἐμνημόνευσεν. τὸ δὲ αὐτὸ καὶ ὁ θεσπέσιος μελωδὸς ποιήσας φαίνε‐
10ται· εἰρηκὼς γάρ· αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύ‐ χωρος, ἐκεῖ ἑρπετ, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων εὐθὺς ἐπήγαγεν· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτ. φησὶν οὖν, ὅτι θεϊκῇ δυνάμει τὴν νοητὴν ἔπαυσε θάλασσαν, τουτέστιν· τὴν ἁμαρτίαν ἐξηφάνισε
15διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. τὸν δὲ διάβολον ὑπέστρωσε δεδωκὼς ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ‐ πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθρο, οὐ τῇ παναλκεῖ δυνάμει χρησάμενος οὐδὲ τῇ κατεξουσίᾳ τοῦτο διαπραξά‐ μενος ὡς θεός, ἀλλ’ ἐπιστήμῃ καὶ σοφίᾳ διὰ ταπεινοφροσύνης, διὰ
20ἀνεξικακίας, ἄνθρωπος γεγονὼς ὁ τῶν ἀνθρώπων δημιουργὸς καὶ τα‐ πεινώσας ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυρο.
22l26, 13 κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν.
23ὥσπερ ἀμέλει τὸν δορυφορούμενον ὑπὸ τῶν ἀγγέλων αἱ ἄνω δυνά‐223

224

μεις θεώμεναι πρὸς τὸν οἰκεῖον ἀναφοιτῶντα πατέρα μετὰ τῆς ἰδί‐ ας σαρκὸς μετὰ δέους καὶ θαύματος ἔλεγον· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα καὶ ἀντιφθόγγως τῶν δορυφορούν‐ των λεγόντων ἤκουον· κύριος τῶν δυνάμεων αὐτός ἐστιν
5ὁ βασιλεὺς τῆς δόξης.
6l26, 13 προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην.
7 σύμφωνα τούτοις ὁ ἀπόστολος ἔφησεν εἰρηκώς· ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτο. εἰ δὲ καὶ εἰς αὐτὸν ἐκλάβοις τὸν διάβολον διὰ τὸ μέλλειν αὐτὸν εἰς αἰώνιον
10σκότος παραπέμπεσθαι καὶ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ—τὸ γὰρ τοῦ ἀποστό‐ λου περὶ τοῦ ἀντιχρίστου λέγεται—, οὐκ ἀπὸ σκοποῦ εἴρηται.
13l26, 14 ἰδοὺ ταῦτα μέρη ὁδοῦ 〈αὐτοῦ〉, καὶ ἐπὶ ἰκμάδα λόγου αὐτοῦ
14lἀκουσόμεθα ἐν αὐτῷ.
15 ταῦτα, φησίν, ἐκ πολλῶν ὀλίγα εἴπαμεν μέρος τι μικρὸν ἐξηγη‐ σάμενοι τῆς δυνάμεως καὶ σοφίας τοῦ θεοῦ, καθ’ ἣν ἐφοδεύων καὶ περιπολῶν τόνδε τὸν κόσμον διέπει, καὶ μικράν τινα ἰκμάδα τοῦ λόγου αὐτοῦ ἀκηκόαμεν· ὅλον γὰρ τὸ χύμα τῆς αὐτοῦ σοφίας γεννη‐ τὴν φύσιν παραδέξασθαι ἀμήχανον.
20l26, 14 σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;
21τίς δὲ ἱκανὸς ἐξηγητὴς τὸν διὰ ἀέρος καὶ βροντῆς κτύπον φε‐
ρόμενον εἰπεῖν, κατὰ ποίους λόγους ἢ ποίας αἰτίας γίνεται;224

225

(1l)

27, 1 ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ.
2 τῶν τριῶν φίλων πρὸς τὰ εἰρημένα τὴν ἡσυχίαν ἀγαγόντων αὖθις τοῖς προτέροις ἐπισυνάπτων τὰ ἐφεξῆς ὁ μακάριος Ἰὼβ ἐπιφέρει. προοίμιον δὲ ὡς πρὸς τὰ ἐφεξῆς τὰ πρότερον εἰρημένα εἶπεν.
5 ὁ δὲ Ἀκύλας οὕτως ἐκδέδωκεν· καὶ Ἰὼβ προσέθηκεν ἆραι τὴν πα‐ ραβολὴν αὐτοῦ καὶ εἶπεν. παραβολὴ δὲ εἴρηται παρὰ τῇ γραφῇ οὐ μόνον ὁ καθ’ ὁμοίωσιν εἰσαγόμενος λόγος, ἀλλὰ καὶ ἅπας λόγος σο‐ φός. καὶ ὁ Βαλαὰμ γὰρ ἀναλαμβάνων τὴν παραβολὴν ἔλεγεν, καὶ Δαυίδ· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, οὐχ ὁ‐
10μοιώματα διεξιόντες, ἀλλὰ λόγους σοφούς.
11l27, 2—5 ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πι‐
12lκράνας μου τὴν ψυχήν. ἢ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα
13lδὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν, μὴ λαλήσειν τὰ χείλη μου ἄνομα,
14lοὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆ‐
15lναι ἕως 〈ἂν〉 ἀποθάνω.
16 τὸ ἕως ἂν ἀποθάνω κατὰ κοινοῦ εἴρηται, ὁ δὲ νοῦς οὗτος· μὰ τὸν ζῶντα κύριον καὶ τὸν κατὰ κρίσιν οἰκείαν καὶ τοὺς ἀνεφίκ‐ τους ἑαυτοῦ λόγους τοῖς τοσούτοις με κακοῖς περιβεβληκότα, ἕως ἀναπνέω καὶ ζῶ, κἂν τούτων πάθω δεινότερον, οὐκ ἂν ἀπηχές τι ἢ
20ἄνομον ἢ παλίμφημον φθεγξαίμην ἢ διανοησαίμην κατὰ θεοῦ ἀντι‐ καθιστάμενος μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν. ἀλλὰ μηδὲ γένοιτό μοι, ἕτερα μὲν ἔχειν κατὰ διάνοιαν καὶ συνειδέναι μὲν ὡς μάτην μου καταψηφίζεσθε, δυσωπούμενον δὲ ὑμᾶς παραχαράττειν τὴν ἀλή‐
θειαν καὶ φάσκειν, ὅτι δικαίως ταῦτα ἐννοεῖτε περὶ ἐμοῦ ἅπερ δὴ225

226

λέγετε. ἐπιτήρει δέ, ὡς περὶ ἑνὸς θεοῦ διαλεγόμενος τῆς ἁγίας καὶ ὁ‐ μοουσίου τριάδος ἐμνημόνευσε. πρῶτον μὲν γὰρ εἶπε ζῇ κύριος τὸν μονογενῆ λέγων· εἷς γὰρ κύριος, μία πίστις. εἶτα
5ἐπήγαγεν ὁ παντοκράτωρ τὸν τοῦ μονογενοῦς πατέρα παραδηλῶν. εἶτα ἐφεξῆς τοῦ ἁγίου πνεύματος ἐμνημόνευσεν, ὃ ἀναπνέουσι μᾶλ‐ λον οἱ ἅγιοι ἢ τὸν ἀέρα. λέγει δὲ τὸ πνευματικὸν χάρισμα, ὃ ἐνε‐ φύσησεν ἡμῖν θεὸς ἐξ ἀρχῆς ζωοπλαστήσας τὸν ἄνθρωπον καὶ ὕστερον ὁ σαρκωθεὶς λόγος τοῖς μαθηταῖς εἰρηκώς· λάβετε πνεῦμα ἅ‐
10γιον. ὁ γὰρ ἐν μονάδι θεὸς διὰ τὴν μίαν οὐσίαν καὶ θεότητα ἐν τριάδι γνωρίζεται διὰ τὰς ὑποστάσεις. πικραίνεσθαι δὲ λέγεται ἡ ψυχή, ὅτε μηδὲν γλυκὺ καὶ ἡδὺ καὶ ἐπαγωγὸν αὐτῇ πάρεστιν.
14l27, 5—6 οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου. δικαιοσύνῃ δὲ προσέ‐
15lχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπον πράξας.
16 οὐ γὰρ ἀποστήσω ἀπ’ ἐμοῦ τὴν ἐμὴν ἀκακίαν καὶ ἁπλότητα, οὐ‐ δὲ προδώσω δικαιοσύνην, οὐδὲ ἕτερα ἔχων κατὰ διάνοιαν καὶ μη‐ δὲν ἐμαυτῷ συνειδὼς παρὰ τὸ ἀληθὲς καὶ δίκαιον ἕτερα φθέγξομαι.
19l27, 7 οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀ‐
20lσεβῶν, καὶ οἱ ἐπ’ ἐμὲ ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων.
21 ἐγὼ μὲν οὖν, φησίν, οὐδὲν ἐμαυτῷ σύνοιδα· ἃ δὲ ὡς ἀσεβοῦς μου καταψηφίζεσθε, εἰς ἐχθρῶν τρέποιτο κεφαλάς.
23l27, 8—10 καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ
24lκύριον ἆρα σωθήσεται; ἢ τῆς δεήσεως αὐτοῦ εἰσακούσεται κύριος; ἢ226

227

(1l)

ἐπελθούσης αὐτῷ ἀνάγκης μὴ ἔχει τινὰ παρρησίαν ἐνώπιον αὐτοῦ; ἢ
2lὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;
3 ποίαν γὰρ ἔχει, φησίν, ἐλπίδα ὁ ἀσεβής, κἂν τέως ἀντέχῃ; μετὰ ποίας πεποιθήσεως τὴν ἐκ θεοῦ σωτηρίαν προσδοκᾷ; πῶς δὲ ἀνάγκῃ
5περιπεσὼν σὺν παρρησίᾳ τὸν θεὸν ἐπικαλέσεται ὡς μελλούσης αὐτοῦ τῆς εὐχῆς εἰσακούεσθαι;
7l27, 11 ἀλλὰ νῦν ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρίου· ἅ ἐστι
8lπαρὰ παντοκράτορι, οὐ ψεύσομαι.
9ἐγὼ δὲ ὑμῖν ἀναγγελῶ καὶ τὰ ἐκ χειρὸς κυρίου τοῖς ἀσεβέσιν
10ἐπιφερόμενα.
11l27, 12—13 ἰδοὺ δὴ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. αὕ‐
12lτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, κτῆμα δὲ δυναστῶν ἐπε‐
13lλεύσεται παρὰ παντοκράτορος ἐπ’ αὐτούς.
14ὑμεῖς μὲν οὖν, φησίν, οἴδατε, ὅτι ματαίους ματαίοις συνείρετε
15λόγους ἀσεβείας με γραφόμενοι. ἐγὼ δέ φημι, ποία τίς ἐστιν ἡ τοῦ ἀσεβοῦς μερίς, καὶ ποῖον κτῆμα καὶ ποῖος κλῆρος τῶν ἐπὶ κακίᾳ μέγα δυναμένων, καὶ τί αὐτοῖς ἐπελεύσεται παρὰ τοῦ παντοδυνάμου θεοῦ.
19l27, 14—15 ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσον‐
20lται· ἐὰν δὲ ἀνδρωθῶσιν, προσαιτήσουσιν. οἱ δὲ περιόντες αὐτοῦ
21lθανάτῳ τελευτήσουσιν, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει.
22τὰ ὡς εἰκὸς συμβησόμενα τοῖς ἀσεβέσι λέγει. οὐ γὰρ πάντως αὐ‐227

228

τοῖς ταῦτα ἔσται· παρέλκουσι γὰρ ἐσθότε τὴν εὐδαιμονίαν καὶ μέχρι τελευτῆς, ὡς ἐν τοῖς ἀνωτέρω πρὸς τοὺς φίλους ἀπορῶν αὐτὸς ἐδί‐ δαξεν. καὶ σφαγὴν μὲν τὴν διὰ πολεμίων φησίν, θάνατον δὲ τὸν αἰφνίδιον καὶ ἄωρον.
5l27, 16—17 ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ
6lχρυσίον, ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ
7lἀληθινοὶ καθέξουσιν.
8 τοῦτο γέγονεν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν, ὅτε διὰ τὰς ἁμαρτίας τῶν Ἀμορραίων καὶ Χαναναίων καὶ τῶν λοιπῶν ὁ Ἑβραίων
10λαὸς τὰ αὐτῶν ἐκληρονόμησεν.
11l27, 18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη.
12 ὑφ’ ἑαυτῶν δαπανωμένων· ἡ γὰρ ἀσέβεια δίκην ἰοῦ καταδαπανᾷ τοὺς ἔχοντας.
14l27, 19 πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ
15lδιήνοιξε καὶ οὐκ ἔστιν.
16 διὰ τὸ ὀξύρροπον τῆς ἀπολαύσεως· πρὸς βραχὺ γὰρ διαβλέψας πρὸς τὸν ἑαυτοῦ πλοῦτον οἰχήσεται τὰς δίκας ἐκτίσων.
18l27, 20 συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι.
19ἵνα εἴπῃ· καὶ μέχρι τῶν ἐγκάτων ὀδύναι τοῦτον διαλήψονται, ὃ
20καὶ ὁ Δαυὶδ περὶ τῶν ἐπικαταράτων ἔλεγεν· εἰσῆλθεν ὡσεὶ
ὕδωρ εἰς τὰ ἔγκατα αὐτο.228

229

(1l)

27, 20 νυκτὶ δὲ ὑφείλετο αὐτὸν γνόφος.
2 ἔσται δὲ ὡς ἐν νυκτὶ τὰ κατ’ αὐτὸν ἀνάμεστα σκότους, καὶ κυκλοτερῶς ὡς γνόφος περιστήσονται αὐτὸν τὰ κακά.
4l27, 21 ἀναλήψεται αὐτὸν καύσων, καὶ ἀπελεύσεται καὶ λικμήσει
5lαὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
6 οἰχήσεται δέ, φησίν, ὥσπερ ὑπὸ ἀνέμου καύσωνος ἀποφυσώμενος καὶ ἀναρριπιζόμενος. καλῶς δὲ εἶπε καύσωνος, πῦρ γὰρ αὐτὸν ἄσβεστον διαδέχεται. λικμῆσαι δέ ἐστι τὸ τῷ πτύῳ τὸν σῖτον ἀναρριπτοῦντα τὸ χνοῶδες καὶ ἐλαφρὸν ταῖς τῶν ἀνέμων αὔραις
10ἀπομερίζειν τοῦ σίτου. διακαθαριζομένης τοίνυν τῆς ἅλωνος ὁ μὲν σῖτος ἀποκαθίσταται εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατα‐ καίεται πυρὶ ἀσβέστ, ὡς ἡ εὐαγγελική φησιν παραβολή.
13l27, 22 καὶ ἐπιρρίψει ἐπ’ αὐτὸν καὶ οὐ φείσεται.
14ὡς λῃστὴς δηλονότι καὶ ἡ τιμωρία καὶ ὁ καύσων ἄνεμος ἐπιπίπ‐
15των ἐπὶ τὸν ἀσεβῆ.
16l27, 22—23 ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. κροτήσει ἐπ’ αὐτῷ χεῖ‐
17lρας αὐτοῦ, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
18 πέφυκεν ἡ γραφὴ σχηματίζειν ὡς πολέμιον τὸν θεόν, ὅταν βού‐ ληται τὴν κατὰ τῶν ἀσεβῶν θείαν ἐνδείκνυσθαι τιμωρίαν. αὐτίκα
20γοῦν ὁ Δαυὶδ καὶ ὅπλον αὐτῷ περιτίθησι καὶ ἀκόντιον ποιεῖ κρα‐
τοῦντα, ἐν οἷς ψάλλων φησίν· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ229

230

καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. ἔκχεον ῥομ‐ φαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιω‐ κόντων με. τοῦτο τοιγαροῦν κἀνταῦθα, ποιεῖ τὸν μὲν θεὸν δί‐ κην πολεμίου καταδιώκοντα, φεύγοντα δὲ τὸν ἀσεβῆ, τὸν δὲ ὡς νι‐
5κήσαντα καὶ ἐπαγαλλόμενον τῇ νίκῃ ἐπικροτοῦντα τῶ χεῖρε καὶ ἐξέλκοντα τὸν ἀσεβῆ ἐκ τοῦ τόπου αὐτο, τουτέστιν· ἐκ τῆς παλαιᾶς εὐδαιμονίας. φησὶν οὖν ὅτι· δίκην πολεμίου ὀργι‐ ζόμενος ὁ θεὸς πάντων ἀπογυμνοῖ τῶν προσόντων τὸν ἀσεβείᾳ συζῶντα.
9l28, 1—3 ἔστι γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ
10lὅθεν διηθεῖται. σίδηρος μὲν γὰρ ἐκ τῆς γῆς γίνεται, χαλκὸς δὲ
11l〈ἴσα〉 λίθῳ λατομεῖται. τάξιν ἔθετο σκότει, 〈καὶ〉 πᾶν πέρας αὐ‐
12lτὸς ἐξακριβάζει.
13 τί οὖν φησιν; ἆρα εἰκῇ τὰς τιμωρίας ἐπάγει θεός, ἆρα ἀσόφως ἢ ἀβούλως, καίτοιγε πάντα ὑπερφυῶς καὶ σοφῶς ἐξειργάσατο καὶ
15τάξιν ἑκάστῳ δέδωκεν; εἶτα τοῦτο δεικνὺς ὁ μακάριος οὗτος ὁμοῦ μὲν διδάσκει τοῦ δημιουργοῦ λόγου τὴν σοφίαν καὶ ἁρμονίαν, ἣν τοῖς πᾶσιν ἔθηκεν, ὁμοῦ δὲ καί, ὅπως ἡμᾶς ἐτίμησε λογισμῷ κοσ‐ μήσας. παραπέμπει δὲ καὶ εἰς θεωρίαν· τοιαῦται γὰρ τῶν ἁγίων προφη‐
20τῶν αἱ ῥήσεις παραμιγνῦσαι τοῖς προχείρως νοουμένοις τὴν θεω‐ ρίαν καὶ τοῖς καθ’ ἱστορίαν ἀπαγγελλομένοις τῶν μυστηρίων τὴν γνῶσιν. ὅτι τοιγαροῦν οὐκ ἄκριτα τὰ παρὰ θεοῦ, κατανοήσωμεν αὐτοῦ τὴν δημιουργίαν καὶ θαυμάσωμεν, ἐνθυμῶμεν τὴν δεδομένην ἀνθρώ‐
25ποις ἐκ θείας δωρεᾶς λογικὴν γνῶσιν καὶ καταπλαγῶμεν. ἔστι230

231

γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ ὅθεν διηθεῖται. καὶ οὔτε ἡ χρυσῖτις γῆ ἄργυρον φέρει, οὔ‐ τε ἡ ἀργυρῖτις χρυσόν· καὶ ἐξ ἄλλης μὲν σίδηρος μεταλλεύεται, χαλκὸς δὲ ἐξ ἑτέρας. τὸ δὲ χαλκὸς ἴσα λίθῳ λατομεῖται
5οὐχ ὅτι χαλκᾶ τυγχάνουσιν ὄρη, ἀλλ’ ὅτι λατομούμενα κατὰ τὴν δο‐ θεῖσαν ἀνθρώποις ὑπὸ θεοῦ μεταλλικὴν τέχνην χαλκὸν καὶ σίδηρον φέρουσιν. καὶ τὸ μὲν τῆς νυκτὸς σκότος παραχωρεῖ τῷ φωτὶ πλησι‐ άζοντι, ὥσπερ καὶ ἡ ἡμέρα ἀντιπαραχωρεῖ τῇ νυκτὶ τὸν δρόμον κα‐ τὰ τὴν ἰδίαν τάξιν. πάντων δὲ τὰ πέρατα καὶ τὰς ἐκβάσεις σοφῶς
10θεὸς ἐξακριβάζεται τῇ ἀπεριλήπτῳ προνοίᾳ τὰ πάντα συμπεριλαμβά‐ νων. οὐκοῦν οὐδὲ τὰς τιμωρίας τὰς κατὰ τῶν ἀσεβῶν ἢ διὰ κενῆς ὑπερτίθεται ἢ μάτην ἐπάγει ὁ πάντα μέτρῳ καὶ τάξει καὶ ἁρμονίᾳ διαταξάμενος.
14l28, 3 λίθος σκοτία καὶ σκιὰ θανάτου.
15 ναὶ μήν, φησίν, οὗτοι οἱ λίθοι οἱ μεταλλευόμενοι ἐν βάθει που κεῖνται τῆς γῆς ὡς ὑπ’ αὐτὴν τοῦ θανάτου τὴν σκιάν, ἵνα εἴπῃ ὅτι· καὶ ἐν τοῖς κατωτάτω καὶ ἐν σκοτίᾳ βαθείᾳ.
18l28, 4 διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν
19lδικαίαν ἠσθένησαν.
20 ἡ δὲ τῆς γῆς κόνις, φησίν, εἰς τὴν χωνείαν ἐμβληθεῖσα τῷ πυρὶ ποταμηδὸν ἐκρεῖ εἴτε τὸν χρυσὸν εἴτε τὸν ἄργυρον εἴτε τὸν
χαλκὸν εἴτε τὸν σίδηρον.231

232

ἢ καὶ οὕτως νοήσεις· ὥσπερ ὁ χείμαρρος διακόπτει τὴν γῆν, ἐὰν εὕρῃ αὐτὴν διὰ κονίαν {τουτέστι} σαθρὰν καὶ μὴ ἔχουσαν ἑδραίωμα, οὕτως ἡ θεία δίκη ἐπερχομένη τοῖς ἀδίκοις ἀσθενεῖν αὐτοὺς παρα‐ σκευάζει ὡς χειμάρρους διακόπτων σαθρὰν γῆν ἐκκόπτουσα τῶν ἀσεβῶν
5τὴν εὐθηνίαν.
6l28, 5 γῆ ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτωθεν αὐτῆς ἐστράφη
7lὡσεὶ πῦρ.
8 ἀλλὰ καὶ ἑτέρα, φησίν, γῆ τῇ τοῦ θεοῦ συνεργίᾳ καὶ γεωργικῇ τέχνῃ κατασπειρομένη καὶ κάτωθεν ἐν ταῖς ἰδίαις λαγόσιν ὑποδεξα‐
10μένη τὰ σπέρματα, εἶτα ὥσπερ πυρὶ τῇ οἰκείᾳ θέρμῃ διαλύσασα τὸ καταβληθὲν καὶ τοῦτο τῇ ἐνούσῃ αὐτῷ σπερματικῇ δυνάμει πολυπλα‐ σιάσασα ἀναδίδωσι τὸν ἄσταχυν εἰς ἄρτου ποίησιν. κατὰ δὲ τὴν θεωρίαν γῆ ἐστιν ἡ ἐκκλησία τοῖς μὲν ἀξίοις τὸν ζῶντα ἄρτον ὀρέγουσα, τοῖς δὲ ἀναξίοις τὸ κάτωθεν, τουτέστι τὸ
15ἐν ᾅδου καὶ αἰώνιον, εὐτρεπίζουσα πῦρ.
16l28, 6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς.
17 ἡ μὲν αἰσθητὴ γῆ τοὺς τιμίους ἀναδίδωσι λίθους, ἡ δὲ νοηθεῖσα τοὺς ἀποστόλους καὶ λοιποὺς ἁγίους, περὶ ὧν γέγραπται· λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. 〈τόποσ〉 σαπφείρου δέ
20εἰσιν οἱ λίθοι, ἐπειδήπερ ἐν γῇ τυγχάνοντες ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα· ὁ γὰρ σάπφειρος λίθος οὐράνιον δείκνυσι χρῶμα.
22l28, 6 καὶ χῶμα χρυσίον αὐτῆς.
23τῆς μὲν αἰσθητῆς γῆς, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴπαμεν, ἔστι
τι χῶμα, ὅπερ ἑψόμενον εἰς χρυσοῦ συμβάλλεται γένεσιν. τῆς δὲ232

233

ἁγίας ἐκκλησίας καὶ τὰ δοκοῦντα εἶναι εὐτελῆ ὡς χῶμα τίμια τυγ‐ χάνουσιν.
3l28, 7 τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν
4lὀφθαλμὸς γυπός.
5 πρὸς μὲν ῥητὸν τοῦτο λέγει, ὅτι ταύτην τὴν ὁδὸν τῆς μεταλλι‐ κῆς τέχνης οὐ γυψὶ τοῖς ὀξυωπεστάτοις καὶ ἐξ ὕψους τὰ ἐν βάθει κείμενα καθορῶσιν οὐδὲ τοῖς λοιποῖς πετεινοῖς ὁ θεὸς ἐδωρήσατο, ἀλλὰ τῇ λογικῇ τῶν ἀνθρώπων οὐσίᾳ. πρὸς δὲ διάνοιαν τῆς ἁγίας ἐκκλησίας οὐκ ἔγνω τὴν ὁδὸν δαί‐
10μων πετεινὸν λεγόμενος διὰ τὸ ἀέριος εἶναι, οὐδὲ ἠδυνήθη αὐτὴν κατανοῆσαι ὀφθαλμὸς γυπός, τουτέστι φιλοσώματος· σαρκοβόρον γὰρ πετεινὸν ὁ γύψ.
13l28, 8 〈οὐκ ἐπάτησαν〉 αὐτὴν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ’ αὐτῆς
14lλέων.
15 πρὸς μὲν ῥητόν· ἀλλ’ οὐδὲ δράκοντες, φησίν, ἢ τὰ ἕτερα μεγά‐ λα θηρία—ταῦτα γὰρ υἱοὺς ἀλαζόνων καλεῖ—ἢ λέοντες ταύτην εἰλήφασι παρὰ θεοῦ τὴν τέχνην. πρὸς δὲ διάνοιαν· οὐ δύνανται πατεῖν τὴν θεωρηθεῖσαν γῆν οἱ τοῖς δαίμοσι μαθητευόμενοι καὶ υἱοὶ τούτων ἐνδίκως καλούμενοι,
20ἀλλ’ οὐδὲ αὐτὸς ὁ νοητὸς λέων, τουτέστιν ὁ διάβολος.
21l28, 9—10 ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ
22lῥιζῶν ὄρη, θῖνας δὲ ποταμῶν ἔρρηξεν.233

234

πρὸς μὲν ῥητόν· ὑπὸ θεοῦ συνετισθεὶς ἄνθρωπος οὐδὲ τὰς τῶν ὀρῶν κορυφὰς ἀνεπάφους εἴασεν, ἀλλὰ τὰς ἀκροτόμους ἀναστομώσας καὶ ἀναρρήξας ποταμηδὸν ἐκεῖθεν πηγὰς ἀναβλῦσαι παρεσκεύασε, καὶ ὑψηλὰ δέ τινα ἀναστήματα πολλάκις ἐξέκοψεν, ἃ δὴ ὄρη καλεῖ,
5πρὸς τὴν λοιπὴν ἐξομαλίζων γῆν. πρὸς δὲ διάνοιαν· ὁ θεὸς τὴν ἀκρότομον ἔστρεψεν εἰς πηγὰς ὑδάτων, τὴν πάλαι ἄγονον τῶν ἐθνῶν ἐκκλησίαν ἐξομβρῆσαι ποταμη‐ δὸν τὰ πνευματικὰ χαρίσματα παρασκευάσας. κατέστρεψε δὲ ἐκ ῥιζῶν ὄρη, τὰς ἀντικειμένας δυνάμεις ἐκ θεμελιῶν κατασείσας,
10περὶ ὧν γέγραπται· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινή‐ πεως, ἐρεῖτε τῷ ὄρει τούτ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται. δυνατὸν δὲ καὶ ἄλ‐ λως θῖνας ποταμῶν ὑπὸ θεοῦ ῥηγνυμένας νοῆσαι τὰς ἐπισυστά‐ σεις τῶν πειρασμῶν.
15l28, 10 πᾶν δὲ τίμιον εἶδέ μου ὁ ὀφθαλμός.
16 ὡς μὲν ἅγιος καὶ προφητὴς τὰ τίμια ταῦτα μυστήρια πεπληροφο‐ ρῆσθαι λέγει, ὡς δὲ τὸ κοινὸν τῶν ἀνθρώπων ἀναδεχόμενος πρόσω‐ πόν φησιν, ὅτι πᾶν τίμιον ἐσοφίσθη ὁ ἄνθρωπος ὑπὸ θεοῦ.
19l28, 11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ αὐτοῦ δύναμιν εἰς
20lφῶς.
21 πρὸς μὲν ῥητόν· ἄνθρωπος, φησίν, ἀνατέμνων τὴν γῆν καὶ ἐξά‐ γων τὰ ὕδατα, τῆς οἰκείας ἐπιστήμης, ἧς εἴληφε παρὰ θεοῦ, τὴν
δύναμιν εἰς τὸ φανερὸν προεκόμισεν. λέγει δέ, ὅτι δι’ ὧν ἐργά‐234

235

ζεται δείκνυσιν, ὅσην εἴληφε παρὰ θεοῦ δύναμιν καὶ ἐξουσίαν. πρὸς δὲ διάνοιαν· ὁ ἐνανθρωπήσας λόγος τὰ πλήθη τῶν πνευματικῶν χα‐ ρισμάτων ἀνεκάλυψεν, ὡς καὶ ὁ ἀπόστολος εἶπε περὶ τοῦ μυστηρίου τοῦ Χριστοῦ· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς
5τῶν ἀνθρώπων. ἀλλὰ καὶ ἔδειξεν ἑαυτοῦ τὴν δύναμιν εἰς φῶς κατὰ τὸν φήσαντα προφήτην· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θε‐ ὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται.
8l28, 12—14 ἡ δὲ σοφία αὐτοῦ πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ
9lτῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς τὴν ὁδὸν αὐτῆς οὐδὲ μὴ εὑρεθῇ
10lἐν ἀνθρώποις. ἄβυσσος εἶπεν· οὐκ ἔστιν ἐν ἐμοί, καὶ θάλασσα εἶ‐
11lπεν· οὐκ ἔστιν μετ’ ἐμοῦ.
12 σοφίαν ἐνταῦθα τὴν τελείαν εὐσέβειαν λέγει, πρᾶγμα θεῖον ἀό‐ ρατον ὑπὸ μόνου θεοῦ τοῖς ἀνθρώποις δωρούμενον. ὁ δὲ νοῦς τῶν ῥη‐ μάτων οὗτος· μεγάλα, φησίν, ὁ θεὸς τοῖς ἀνθρώποις ἐδωρήσατο ἐν
15τῇ φύσει κατασπείρας αὐτῶν τὸ διαιρετικὸν καὶ σοφὸν καὶ τεχνικόν, ὅπερ λαβόντες ἄνθρωποι γῆν μεταλλεύουσι καὶ γεωργοῦσι καὶ ὑδάτων φορὰς ἐξομβρεῖν παρασκευάζουσιν. τὴν δὲ κατὰ θεοσέβειαν σοφίαν οὐκ ἐν τόπῳ τινὶ δυνατὸν εὑρεῖν, οὐκ ἐν ἀβύσσοις, οὐκ ἐν θαλάσσῃ. οὐκ οἴκοθεν ταύτην ἄνθρωπος ἀναλαβεῖν δύναται, οὐκ ἄλλοις παρα‐
20δοῦναι, ἀλλ’ ἰδικῶς θεοῦ πρὸς τοῦτο διδασκάλου δεόμεθα καὶ τῶν ὑπὸ θεοῦ δεδειγμένων ἱερῶν ἀνδρῶν. διὰ τοῦτό τοι καὶ οἱ τῶν Ἑλ‐ λήνων σοφοὶ ἰδίᾳ δυνάμει τὴν θεοσέβειαν ζητήσαντες ἠστόχησαν. τὸ γὰρ πρᾶγμα οὐκ ἀνθρώποις ἐστὶν ἐφικτόν, ἀλλὰ τῆς θείας δωρεᾶς τε
καὶ χάριτος 〈δέονται〉, ὅθεν καὶ ἐξ ἀρχῆς ὁ θεὸς τὰ μὲν δι’ ὀπτα‐235

236

σιῶν, τὰ δὲ δι’ ἀγγέλων ἐπιφοιτήσεως, τὰ δὲ διὰ τῶν θεοφορουμέ‐ νων ἁγίων προφητῶν τὴν θεοσέβειαν τοὺς ἀνθρώπους ἐξεπαίδευσεν. ὥστε κεῖται μὲν ἐν τῇ φύσει σοφία τις καὶ τῶν ἀλόγων ὡς καὶ παρὰ τῇ μελίσσῃ, διαφερόντως δὲ ἐν τοῖς λογικοῖς, ἐξ ἧς κινούμεθα πε‐
5ρὶ τὰς τέχνας καὶ ἐπιτηδεύματα, τοῦ θεοῦ λόγῳ καὶ συνέσει παρὰ τὰ λοιπὰ ζῷα τετιμηκότος τὸν ἄνθρωπον, καὶ ταύτην ἔχομεν κοινῶς πάντες, ἄδικοί τε καὶ δίκαιοι, θεοσεβεῖς καὶ ἄθεοι. ᾗ γὰρ ζῷα λογικὰ γεγόναμεν, ὑπὸ θεοῦ ταύτην εἰλήφαμεν. τὴν δὲ τελείαν θεο‐ σέβειαν, εἰ καὶ ταύτης τὰ σπέρματα κατὰ φύσιν ἔχομεν, πλὴν εἰς
10ἄκρον αὐτὴν κατορθῶσαι ἢ οἴκοθεν εὑρεῖν ἢ ἐν τόπῳ καταλαβεῖν ἀδύνατον, ἀλλὰ τῆς θείας καὶ μόνης πρὸς τοῦτο χρῄζομεν χάριτος, ἐφ’ ᾧ πρὸς αὐτὴν ἡμᾶς ἀσφαλῶς χειραγωγῆσαι. διὰ τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην ὡς τοῦ κτήματος θεοδω‐
15ρήτου τυγχάνοντος. δεῖ οὖν ἡμᾶς μὲν ζητεῖν ἐκ τῶν φυσικῶν κινου‐ μένους ἐννοιῶν, θεὸν δὲ ἐξαιτεῖν ἐπὶ ταύτην ἡμᾶς ἀπλανῶς καθοδη‐ γῆσαι. κἀκεῖνο δὲ εἰδέναι προσήκει, ὅτι ὡς δεῖ εἰδέναι οὐκ οἶ‐ δεν βροτὸς τὴν ὁδὸν αὐτῆς.
19l28, 15 οὐ δώσει συγκλεισμὸν ἀντ’ αὐτῆς.
20 συγκλεισμὸν ἔοικε λέγειν χρημάτων θησαυρὸν διὰ τὸ ταῦτα ἀσφαλῶς ἡμᾶς συγκλείειν. οὐκ ἔστιν οὖν, φησίν, πρᾶγμα ὤνιον ἡ τοιαύτη σοφία.
23l28, 15—16 καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· καὶ οὐ
24lσυμβασταχθήσεται χρυσίῳ Σουφείρ.
25lοὐδέν, φησίν, τούτου τοῦ κτήματος ἴσον εὑρίσκεται, οὐδὲ ἀντι‐236

237

σταθμίζεσθαι δύναται τῇ σοφίᾳ—τοῦτο γὰρ λέγει τὸ οὐ συμβα‐ σταχθήσεται—, οὐκ ἄριστος χρυσός, οὐκ ἀργυρίου πλῆθος. τὸ δὲ Σουφεὶρ ἐν τοῖς ἔμπροσθεν ἡρμηνεύσαμεν, ὅτι ἐπὶ πλούτου κεῖται ἡ λέξις.
5l28, 16—17 ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· οὐκ ἰσωθήσεται αὐτῇ χρυ‐
6lσίον καὶ ὕαλος.
7 ἀλλ’ οὐδὲ τῶν λίθων οἱ τιμιώτατοι, σαρδόνυξ καὶ σάπφειρος, οὐχ ἡ διαφανὴς ὕαλος τούτῳ τῷ κτήματι παρισωθήσεται. ταῦτα δὲ διεξέρχεται ὁ μακάριος Ἰὼβ πείθων τοὺς φίλους ὡς πάντων μᾶλλον
10καὶ ἐπίσταται τῆς θεοσεβείας τὸ ὑπερφυὲς καὶ διαφερόντως αὐτῆς περιέχεται.
12l28, 17 καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ.
13 ἀλλ’ οὐδὲ δυνατὸν εἰπεῖν, ὡς πολλὰ κατ’ αὐτὸν σκεύη χρυσᾶ ἀντάλλαγμα δύνανται τῆς σοφίας εἶναι.
15l28, 18 μετέωρα γὰρ καὶ γάβις οὐ μνησθήσεται.
16 τὸ γάβις τὰ ἐπηρμένα ἔοικε σημαίνειν· ὁ γὰρ Σύμμαχος οὕτως ἐκδέδωκεν· ὕψη καὶ ἐπηρμένα οὐ μνησθήσεται. λέγει δέ, ὅτι πρὸς σύγκρισιν τῆς σοφίας οὐδὲ μνήμης ἄξια τυγχάνουσι πάντα τὰ παρὰ ἀνθρώποις εἶναι δοκοῦντα ὑψηλὰ καὶ ἐπηρμένα.
20l28, 18 καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα.
21ἐσώτατα ἢ τὰ ἐν τοῖς ταμείοις ἐναποκείμενα χρήματά φησιν237

238

ἢ τοὺς τιμίους λίθους τοὺς ἐκ τῶν ἐσωτέρων Ἰνδῶν ὡς ἡμᾶς κο‐ μιζομένους. πάντων οὖν, φησίν, κειμηλίων προτίμησον τὴν σοφίαν. καλῶς δὲ εἶπε· ἕλκυσον, οἱονεί· σπάσον ἐκ τῆς ἀληθινῆς σο‐ φίας διὰ τῆς εὐσεβείας, κατὰ τὸ ἐν Ψαλμοῖς· τὸ στόμα μου
5ἤνοιξα καὶ εἵλκυσα πνεῦμα. ἐκεῖθεν γὰρ ἡμᾶς ἑλκύσαι ταύτην τὴν σοφίαν προσήκει, ἐκ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ. εἰ μὴ γὰρ κατὰ μετοχὴν καὶ μετάληψιν τῆς ἀληθινῆς σοφίας τοῦ λόγου τοῦ πατρικοῦ, τὴν κατὰ θεοσέβειαν σοφίαν ἀνα‐ λαβεῖν ἀδύνατον. ἕλκυσον, οὖν φησιν, σοφίαν, ἀντὶ τοῦ·
10πνεῦμα σοφίας, ὃ κατὰ μόνην τὴν χάριν τῆς θείας χορηγεῖται δωρεᾶς.
11l28, 19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας.
12 τὸ τὸ οὐκ ἔστιν ἄρθρον, ἀλλὰ μία λέξις ἐστὶ τοπάζιον. λέγε‐ ται δὲ ὁ λίθος εὑρίσκεσθαι παρ’ Ἰνδοῖς καὶ εἶναι διαυγέστατος.
14l28, 19 χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.
15 τὰ ἀλλήλοις ἀντισταθμιζόμενα εἰς ἑκατέρας κείμενα τὰς πλά‐ στιγγας διὰ τῆς τρυτάνης ὁμοῦ συμβαστάζεται. οὐ συμβασταχ‐ θήσεται οὖν ἀντὶ τοῦ· οὐκ ἀντισταθμισθήσεται.
18l28, 20—22 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος 〈ἐστὶ〉 τῆς συν‐
19lέσεως; λέληθε πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη·
20lἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
21αἱ μὲν οὖν, φησίν, μεταλλικαὶ ὗλαι καὶ τὸ χρυσίον καί, εἴ τι
παρὰ ἀνθρώποις τίμιον, ἐν τόποις τισὶν εὑρίσκεται· τὸ δὲ τῆς σο‐238

239

φίας κλέος ἔφθασε μὲν καὶ μέχρι τῶν καταχθονίων, αὐτὴν δὲ τὴν σοφί‐ αν, πρᾶγμα θεῖον καὶ ἀόρατον καὶ ἐκ μόνης θείας δωρεᾶς ἀνθρώποις χο‐ ρηγούμενον, ζητῆσαι καὶ ἔν τινι τόπῳ καταλαβεῖν παντελῶς ἀδύνα‐ τον. εἰ δὲ ἀνθρώποις τοῖς λογικοῖς κατ’ εἰκόνα θεοῦ γενομένοις
5ταύτην ἐν τόποις καταλαβεῖν οὐ δυνατόν, πολλῷ γε δήπουθεν τῇ ἀ‐ λόγῳ φύσει· τοῦτο γὰρ σημαίνων πετεινῶν ἐμνημόνευσεν.
7l28, 23 ὁ κύριος εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν
8lτόπον αὐτῆς.
9τοῦτο οὖν τὸ ἀόρατον καὶ ἀκατάληπτον· σοφία, πόθεν τε καὶ
10πῶς εἰς ἀνθρώπους ἔρχεται, θεῷ μόνῳ τυγχάνει γνώριμον.
11l28, 24 αὐτὸς γὰρ τὴν ὑπ’ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ
12lπάντα τε ἃ ἐποίησεν.
13 μόνος οὖν ὁ παντεπόπτης θεὸς καὶ πανεπίσκοπος πᾶσαν τὴν κτίσιν ἐφορῶν τῆς σοφίας ἐπίσταται τὴν ὁδόν.
15l28, 25—26 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα· ὅτε ἐποίησεν οὕτως,
16lἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς.
17 ὁ τοίνυν πάντα τὰ ποιήματα συμμέτρως καὶ ἀναλόγως δημιουργή‐ σας, ὡς μήτε ἀνέμους τῇ ἀμετρίᾳ τοὺς ἐπὶ τῆς γῆς λυμαίνεσθαι, μήτε τῶν ὑδάτων τὴν φορὰν ἐκ τῆς ὁμοίας ἀμετρίας ἢ διαλύειν ἢ
20ἐπικλύζειν τὴν γῆν, καὶ τὰς βροντάς, ἃς τινασσόμενος ὁ ἀὴρ ἀπο‐ τελεῖ, χρησίμως κατεσκεύασεν· ταύτας γὰρ καλεῖ τὰς ἐν τινάγ‐ ματι φωνάς. μάλιστα μὲν γὰρ εἰς δέος ἡμᾶς καὶ θεῖον ἐνάγουσι φό‐ βον οἱ τῶν βροντῶν κτύποι. ὡς δέ φασιν, κατά τινα ἀντιπαθείας
λόγον καταστέλλουσι κορυφούμενα τῆς θαλάσσης τὰ κύματα ὡς καὶ239

240

τὸν ψαλμῳδὸν λέγειν περὶ αὐτῶν· ἀπὸ ἐπιτιμήσεώς σου φεύ‐ ξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
3l28, 27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν.
4ταῦτα σοφῶς ἑτοιμάσας καὶ ἀκριβῶς ἐξιχνιάσας—ἀντὶ τοῦ· εἰ‐
5δὼς αὐτά—κατὰ 〈τοὺσ〉 τῆς οἰκείας προγνώσεως καὶ προνοίας λό‐ γους, εἶτα καὶ δημιουργήσας καὶ πάντα εἰς φανερὸν ἀγαγὼν καὶ τὴν θαυμαστὴν ταύτην ἁρμονίαν τῶν οἰκείων ποιημάτων τεκτηνάμενος, τότε πάντα θεωρήσας καὶ ἰδών, ὅτι καλὰ λίαν, τότε καὶ ἡμῖν ἐξηγή‐ σατο τὴν σοφίαν. πῶς ἐξηγήσατο; πίνακά τινα προθεὶς τῆς οἰκείας σο‐
10φίας τὰ δημιουργήματα, ἵνα ἀπὸ καλλονῆς καὶ μεγέθους τῶν κτισμάτων τὰ ἀόρατα τῆς σοφίας αὐτοῦ καταλαμβάνωμεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους,
15φησί που ὁ θεῖος ἀπόστολος. τὸ δὲ ἑτοιμάσας ἐξιχνίασεν οὐ λέγει, ὅτι προεβουλεύ‐ σατο περὶ τῶν ποιημάτων ὁ θεὸς ὡς προβουλιῶν εἰς τὸ δημιουργεῖν δεόμενος· ὁμοῦ γὰρ ὃ θέλει καὶ παράγει, ὁμοῦ βούλεται καὶ εἰς ἔργον χωρεῖ τὸ βούλευμα. ἀλλὰ ἃ ἔδει παραγαγεῖν ἕτοιμα πάντα
20καὶ ἑδραῖα καὶ μετὰ πάσης ἀναλογίας ἐξιχνιασθέντα ἐκ τοῦ μὴ ὄν‐ τος εἰς τὸ εἶναι παρήγαγεν.
22l28, 28 εἶπεν δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ240

241

(1l)

ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.
2 ἔδει τοιγαροῦν τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ γενόμενον μέτο‐ χον γενέσθαι τῆς σοφίας. ταύτην αὐτῷ δωρούμενος ἔφησε πρὸς αὐ‐ τὸν θεός· σύντομόν σου καὶ ἀπερίσπαστον παρέχω τὸ δῶρον, θεοσε‐
5βὴς γὰρ ἔσο καὶ ἄκακος. αὕτη γὰρ ἡ τῆς σοφίας καὶ ἐπιστήμης ἀνάληψις. ταῦτα μὲν οὖν ὁ μακάριος Ἰὼβ εἶπεν θεοῦ δύναμιν καὶ σοφίαν ἀποθαυμάζων καὶ πείθων τοὺς φίλους, ὡς οὐδὲν θεοσεβείας ἄμεινον. ὁ δὲ νοῦς ἁπάντων τῶν γεγραμμένων οὗτος· εἰ βούλεσθε θεοῦ σοφί‐
10αν ἀποθαυμάσαι, κατανοήσατε πρῶτα μέν, πῶς σοφῶς τὴν ἀνθρώπου κατεσκεύασε φύσιν ὡς δύνασθαι καὶ γῆν μεταλλεύειν καὶ ἐξ ἀφανοῦς εἰς τὸ φανερὸν τὰς τιμίας παράγειν ὕλας, καὶ ἀροῦν καὶ σπείρειν καὶ τοὺς ἐκ τῆς γῆς καρποὺς ἀποδρέπεσθαι πηγάς τε ὑδάτων ἀναστο‐ μοῦν. κατανοήσατε δὲ καὶ τὰ τοῦ θεοῦ ποιήματα, ὡς ἅπαντα ἐν ἁρ‐
15μονίᾳ καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀναλογίᾳ τινὶ θαυμασίᾳ πρὸς ἄλληλα συνεκεράσθησαν. ἐκ δὲ ταύτης τῆς κατανοήσεως ἐπὶ τὴν θε‐ οσέβειαν ὁδεύοντες πάντων αὐτὴν προτιμήσωμεν πεπεισμένοι σαφῶς, ὡς οὐδὲν μὲν αὐτῇ τῶν τιμίων ἀντιπαραβάλλεται, αὐτὴ δέ ἐστιν ἡ ὄντως σοφία καὶ ἐπιστήμη ἐκ θεοῦ χορηγουμένη ἀνθρώποις.
20 εἰ δὲ ταῦτα θαυμαστὰ καὶ ἀξιάγαστα, τί ἄν τις νοήσαι {δύναται} περὶ τῆς οὐσιώδους σοφίας, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τοῦ ἐκ τῶν πατρικῶν ἀχρόνως ἀναλάμψαντος κόλπων, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία,
ὡς ὁ ἱερὸς ἀπόστολος ἔφη.241

242

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ· τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν;
4tΠροθεωρία τοῦ κεφαλαίου
5 θαυμασίως τοῦ Ἰὼβ τὰ περὶ δυνάμεως θεοῦ καὶ σοφίας ἐξηγησαμέ‐ νου καὶ διδάξαντος, ὡς πάντων τιμίων ἡ σοφία τιμιωτέρα καὶ σοφὸς ἐκεῖνος ὁ θεοσεβὴς καὶ ἄκακος, οἱ μὲν φίλοι πάλιν ἡσύχασαν οὐδὲν ἀντιλέγειν ἔχοντες πρὸς τὰ εἰρημένα. διὸ πάλιν ὁ Ἰὼβ ἐξ ἑτέρας ἀρχῆς ποιεῖται τὸν λόγον ἐρῶν μὲν γενέσθαι ἐν τῇ πρώην εὐδαιμονίᾳ
10καὶ ὑπὸ τὴν ἐπισκοπὴν καὶ ἐποπτικὴν τοῦ θεοῦ δύναμιν, ἐκδιδάσκων δέ, ὡς ἀξιέραστον ὁ θεόσδοτος πλοῦτος ἐλεημοσύνῃ συμπεπλεγμένος καὶ ἐπαινετὸν ἡ περιφάνεια δικαιοσύνῃ συγκεκραμένη. ὕλη γὰρ τὰ πράγματα τῷ φιλοσόφῳ πρόκεινται λογισμῷ, οἷς ἐάν τις κέχρηται κα‐ τὰ τὸ τοῦ λόγου βούλημα, θεοσεβὴς ὁμοῦ καὶ φιλόθεος καὶ μακαριστὸς
15ἀναδείκνυται. πολλὰ δὲ τῶν φίλων αὐτὸν ἐπ’ ἀσεβείᾳ καὶ ἀδικίᾳ διαβεβληκότων τῶν ἰδίων ἀνδραγαθημάτων ποιεῖται κατάλογον μονονουχὶ λέγων, ὅπερ ὕστερον ὁ ἀπόστολος ἔφη· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. εἰ γὰρ καὶ γέγραπται· ἐγκωμιαζέτω σε ὁ
20πέλας καὶ μὴ τὰ σὰ χείλη, ἀλλὰ μάλιστα μὲν τοὺς τελείους242

243

πρὸς τοὺς τοιούτους ἐξάγει λόγους ἡ ἀνάγκη πολλάκις ἀπαθῶς καὶ ἀτύφως τὰ καθ’ ἑαυτοὺς ἐξηγουμένους. οἰκονομεῖ δὲ καὶ θεὸς ταῦτα οὕ‐ τω γίνεσθαι πρὸς οἰκοδομὴν ἡμετέραν, ἵνα τῶν ἁγίων ἀνδρῶν τοὺς βίους ἀπεξεσμένας εἰκόνας ἀρετῆς ἔχοντες καὶ πρὸς αὐτὰς ἐνατενίζοντες τὸν
5ἡμέτερον ῥυθμίζωμεν βίον. ἐκτραγῳδεῖ δὲ καὶ τὰ καθ’ ἑαυτόν, ἵνα ἡ‐ μεῖς ἐν ταῖς περιστάσεσι πρὸς τὰ τοῦ Ἰὼβ παθήματα βλέποντες πα‐ ραμυθώμεθα. διδάσκει δὲ καὶ δόγμα κάλλιστον τὸ μὴ δεῖν ἑαυτὸν ἐξάγειν τοῦ σώματος διὰ τὸν συνδήσαντα θεὸν τὴν ψυχὴν τῷ σώματι. πάλιν δὲ οὐχ,
10ὅτι δίκαιός ἐστι καὶ πάσχει, προστίθεται τῇ μερίδι τῶν ἀσεβῶν, ἀλ‐ λὰ καὶ ταλανίζει τούτους· καὶ ἐφεξῆς κατάλογον ποιεῖται τῶν οἰκείων κατορθωμάτων εἰς ἡμετέραν διδασκαλίαν τε καὶ ὠφέλειαν. ταῦτα εἰρηκὼς ὁ Ἰὼβ τὸν λόγον κατέλυσεν· ἡσύχασαν δὲ καὶ οἱ φίλοι μηδὲν ἀντιλέγειν ἔχοντες πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ
15καὶ αὐτοὶ τῷ δικαίῳ τὰ κατορθώματα. ἦν γάρ, φησίν, Ἰὼβ δί‐ καιος ἐναντίον αὐτῶν.
17tΑἱ λέξεις
18l29, 2 τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με 〈ὁ〉 θεὸς
19lἐφύλαξεν;
20 θείαν ἐπισκοπὴν λέγει καὶ φυλακὴν οὐ μόνον τὴν εὐπαιδίαν καὶ τοῦ πλούτου τὴν περιουσίαν, ἀλλ’ ὅτι καὶ ἐν τοσαύτῃ περιφανείᾳ τὸ δίκαιον ἄκρως ἐφύλαξεν ὑπὸ τῆς ἐπισκοπῆς τοῦ θεοῦ φρουρούμενος. διὸ καὶ ἐν ἐκείνοις εὔχεται γενέσθαι οἷα φιλόθεος ὑπὸ τῆν τοῦ θε‐
οῦ σκέπην εἶναι ποθῶν.243

244

(1l)

29, 3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ
2lαὐτοῦ ἐπορευόμην ἐν σκότει.
3 λύχνος τοῖς ποσί μου ὁ νόμος σου, ἔφη που ψάλλων ὁ μελωδός. ὁ θεῖος οὖν νόμος καὶ λόγος ἐν διανοίᾳ τοῦ Ἰὼβ ὑπὸ τοῦ
5θεοῦ λαλούμενος—οὔπω γὰρ ἦν ὁ γραπτὸς νόμος—παρεσκεύασεν αὐ‐ τὸν ἐν τῇ σκοτομήνῃ τοῦδε τοῦ βίου ὡς ἐν φωτὶ πορεύεσθαι καὶ τὰς κατ’ ἀρετὴν ἐκτελεῖν πράξεις οἷά τις λύχνος ὑπὲρ κεφαλῆς— τουτέστιν ἄνωθεν—λάμπων καὶ ἀσφαλῆ τὴν πορείαν παρέχων ποιεῖ‐ σθαι τοῖς διοδεύουσιν. φησὶν οὖν ὅτι· καὶ πᾶσι τοῖς ἀνθρωπίνοις
10ἐκόμων ἀγαθοῖς καὶ ἀσφαλῶς τὰς κατ’ εὐσέβειαν ὥδευον τρίβους τῷ θείῳ φωτὶ καταλαμπόμενος.
12l29, 4 ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς.
13 ὅτε πανταχόθεν ἔβριθον καὶ ὥσπερ τὰ εὔκαρπα φυτὰ κατεβαρούμην τοῖς ἀγαθοῖς διὰ πάσης ὁδοῦ, τοῦτο μὲν τοῖς ἔξωθεν, τοῦτο δὲ καὶ
15ταῖς κατ’ εὐσέβειαν πράξεσιν, οὐ κοῦφός τις ὢν καὶ εὐρίπιστος, ἀλλ’ ἐμβριθὴς καὶ στερεὸς τὸ ἦθος καὶ ἀκλονήτως τὸ καλὸν μετερχό‐ μενος.
18l29, 4—5 ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου, ὅτε ἤμην
19lὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες.
20 ὅτε τοῦ θεοῦ τῆς οἰκείας ἐπισκοπῆς ἀξιοῦντος τὰ κατ’ ἐμὲ ὕλην εἶ‐ χον ἀρετῆς τὸν πλοῦτον καὶ τὴν εὐπαιδίαν, τοὺς μὲν παῖδας κατὰ τὸ
θεῖον ἐκτρέφων βούλημα, κοινωνῶν δὲ τοῦ πλούτου τοῖς πένησιν.244

245

(1l)

29, 6 ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι.
2 διὰ τούτων τῶν βοσκημάτων σημαίνει τὸ πλῆθος ὡς πανταχοῦ νεμομένων ἔν τε ὄρεσι καὶ ἐν τοῖς πεδίοις· ἀπὸ γὰρ βουτύρου καὶ γάλακτος τῶν τε βουκολίων τὸ πλῆθος καὶ θρεμμάτων τὰς ἀγέλας ἐμήνυσεν.
5l29, 7 ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό
6lμου ὁ δίφρος.
7 οἷά τις ἄρχων καὶ διδάσκαλος ἀρετῆς οὐχ ὕπνῳ καὶ μέθαις ἐσχό‐ λαζεν, ἀλλ’ ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος.
10l29, 8 ἰδόντες με νεανίσκοι ἐκρύβησαν.
11 οἱ τὸ νεωτερικὸν ἦθος ἔχοντες αἰδούμενοι τοῦ μεγάλου Ἰὼβ τὴν ἀ‐ ρετὴν ἀπεκρύπτοντο.
13l29, 8 πρεσβύτεροι δὲ πάντες ἔστησαν.
14πρὸς μὲν τὸ ῥητὸν οἱ μὲν νέοι ἀπεκρύπτοντο, οἱ δὲ καθ’ ἡλικίαν
15πρεσβῦται ἵσταντο τιμῶντες. πρὸς δὲ διάνοιαν πρεσβυτικὴν ἔχοντες φρόνησιν ἵσταντο τῶν αὐτοῦ λόγων ἐπακροώμενοι.
17l29, 9 ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι.
18 πρὸς μὲν ῥητὸν ἁδροὺς τοὺς πλουσίους λέγει εὐλαβουμένους αὐτὸν καὶ σιωπῶντας καὶ διὰ τοῦ τὸν δάκτυλον ἐπιτιθέναι τῷ στόματι ἀλλήλοις
20διανεύοντας καὶ τὴν σιωπὴν ἐγκελευομένους. πρὸς δὲ διάνοιαν καὶ οἱ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ πλούσιοι παρεχώρουν τῇ τοῦ Ἰὼβ διδαχῇ καὶ
εἰς μαθητῶν καθίσταντο χώραν σιωπῇ τῶν λεγομένων ἐπακροώμενοι.245

246

(1l)

29, 10—11 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ ἡ γλῶσσα αὐτῶν τῷ λά‐
2lρυγγι αὐτῶν ἐκολλήθη, ὅτι ὠτίον ἤκουσε καὶ ἐμακάρισέ με.
3 τὸ καὶ ἡ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη συνῆπται τῷ δάκτυλον ἐπιθέντες ἐπὶ στόματι, ἵνα εἴπῃ ὅτι·
5ἀχανεῖς ἔμενον. ἐμακάριζον δὲ αὐτὸν οἱ τὰ κατ’ αὐτὸν ἀκούοντες καὶ οἱ ἔχοντες ὠτίον ἐπιτήδειον εἰς συνετῶν λόγων ἀκρόασιν καὶ τῆς αὐτοῦ διδασκαλίας ἀπολαύοντες.
8l29, 11 ὀφθαλμὸν δὲ ἰδών με ἐξέκλινεν.
9οὐκ ἰσχύων ἀντειπεῖν.
10l29, 12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ ᾧ οὐκ ἦν
11lβοηθὸς ἐβοήθησα.
12 τὰς αἰτίας εἴπαμεν, δι’ ἃς τῶν οἰκείων κατορθωμάτων οἱ δίκαιοι ποιοῦνται τὸν κατάλογον, ἐν τῇ προθεωρίᾳ.
14l29, 13 εὐλογία ἀπολλυμένου ἐπ’ ἐμὲ ἐπέλθοι, στόμα δὲ χήρας με εὐ‐
15lλόγησεν.
16 ὁ μέλλων ἀπόλλυσθαι καὶ μὴ ἀπολόμενος διὰ τὸ τῆς αὐτοῦ τυχεῖν ἐπικουρίας καὶ ἡ χήρα δὲ ἡ ἀπροστάτητος προστάτην αὐτὸν κτησαμένη δικαίως αὐτὸν ηὐλόγουν.
19l29, 14 δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι.
20 κρίμα λέγει τὴν δικαιοκρισίαν, καὶ ταῦτα μὲν τὰ θαυμαστὰ τοῦ Ἰὼβ ἄμφια. ἐξ ἐναντίας δὲ τὰ τῶν ἀσεβῶν· ἐνδύονται γὰρ κατά‐
ραν ὡς ἱμάτιον καὶ περιβάλλονται ὡσεὶ διπλοίδα αἰ‐246

247

σχύνην αὐτῶν, ὡς τὸν ἑκατοστὸν ὄγδοον ὕμνον ἀναβαλλόμενος ὁ μεγαλογράφος ἐδίδαξεν.
3l29, 15 ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.
4τὰ λείποντα τοῦ σώματος μέλη προσανεπλήρου τοῖς δεομένοις τῇ τῶν
5ἀναγκαίων ἐπιχορηγίᾳ. καὶ τὰς τυφλὰς δὲ διανοίας διήνοιγε καὶ τῶν ποδῶν τῆς ψυχῆς ἰσχυροποίει τὰς βάσεις τῷ διδασκαλικῷ λόγῳ χρώμενος.
7l29, 16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα.
8 διαγνωστικῶς τῶν δικαζομένων ἀκούων οὐδὲν προακηκοὼς οὐδὲ προ‐ μεμαθηκὼς ἔκ τινος τῶν μερῶν οὐδὲ προδιαφθαρεὶς τὴν ἀκοὴν ἐξιχνί‐
10ασα καὶ ἐπιμελῶς ἀναζητήσας κατείληφα τὸ δίκαιον.
11l29, 17 συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν
12lἅρπαγμα ἐξέσπασα.
13 ὅτε, φησίν, οἱ ἀδικήσαντες ἔδοξαν ἐν βεβαίῳ ἔχειν τὰ ἀφαιρεθέν‐ τα, ὡσπερεί τινων θηρίων ἐκ μέσων τῶν ὀδόντων ἐκσπάσας τὰ ἁρπα‐
15σθέντα τοῖς ἀδικηθεῖσιν ἀπεκατέστησα.
16l29, 18 εἶπα δέ· ἡ ἡλικία μου γηράσει.
17ταῦτα ποιῶν μέχρι τέλους ἔχειν ἤλπισα τὰ ἀγαθά.
18l29, 18—19 ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω. ἡ ῥίζα μου
19lδιήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου.
20 ταῦτα, φησίν, ἔλεγον κατ’ ἐμαυτόν, ὅτι δικαιοσύνῃ συζῶν καὶ τῆς θείας ἀπολαύων ἐπικουρίας ἀειθαλὴς ἔσομαι καὶ πολυχρόνιος· τοιοῦ‐
τον γὰρ ὁ φοῖνιξ. καὶ ὥσπερ τὰ δένδρα τὰ ἐπὶ ὑδάτων τὰς ῥίζας ἔ‐247

248

χοντα, οὕτως ἤλπιζον ἀνθηρὸς εἶναι καὶ κατάκαρπος. καὶ ὡς καρποὶ δρόσου καὶ ὑετῶν ἀπολαύσαντες καὶ πλήρεις γενόμενοι καθ’ ὥραν θερί‐ ζονται, οὕτως ἤλπιζον καταγηράσας τοῖς ἀγαθοῖς μεταλλάξειν τὸν βίον.
4l29, 20 ἡ δόξα μου κενὴ μετ’ ἐμοῦ καὶ τὸ τόξον μου ἐν τῇ χειρὶ αὐ‐
5lτοῦ πορεύσεται.
6 ἔλεγον δέ, φησίν, ὅτι καὶ τὸ τόξον μου ἐν τῇ τοῦ θεοῦ χειρὶ πορεύσεται καὶ κατὰ σκοπὸν πάντα μοι ἐκβήσεται, ὡς βέλος ὑπὸ εὐ‐ φυοῦς τοξότου πεμπόμενον εὐθὺ τοῦ σκοποῦ φέρεται. λέγει οὖν ὅτι· ὑπὸ μὲν τῆς θείας χειρὸς ὑπενόουν ὁδηγεῖσθαι τὰ κατ’ ἐμέ, νῦν δὲ
10κενή μου γέγονεν ἡ δόξα καὶ ἡ ἐλπίς, τουτέστι ματαία, εἰς τοὐ‐ ναντίον μοι τῶν πραγμάτων περιτραπέντων.
12l29, 21—22 ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ
13lβουλῇ, ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο.
14νόμον ἡγούμενοι καὶ κανόνα καὶ στάθμην τὰ ἐμὰ ῥήματα, καὶ οὔ‐
15τε προσθεῖναί τι τούτοις οὔτε ἀφελέσθαι δυνάμενοι.
16l29, 22—23 περιχαρεῖς δὲ ἐγένοντο, ὁπόταν αὐτοῖς ἐλάλουν, ὥσπερ γῆ
17lδιψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέ‐
18lχοντο.
19ἔγκαρπα γὰρ ἦν αὐτοῦ τὰ ῥήματα καὶ δραστήριον εἶχον δύναμιν ἐν
20ταῖς τῶν ἀκουόντων ψυχαῖς· πρῶτον γὰρ ἐποίει, εἶτα ἐδίδασκεν. ἔπαι‐ νος δὲ καὶ τοῦ λέγοντος, ὅταν ἐμπράκτους ἔχῃ τοὺς λόγους, καὶ τοῦ ἀ‐ κούοντος, ὅταν μετὰ δίψης ἀκούσῃ καὶ πόθου.
23l29, 24 ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν.248

249

διὰ τὸ ἀσύνηθες πεῖραν εἶναι τὸ πρᾶγμα νομίζοντες. ἐν τούτοις δὲ ἦθος ὑπέγραψε διδασκαλικόν· οὕτω γὰρ ἐμβριθῆ καὶ ἀμείλικτον εἶ‐ ναι εἰς πᾶσαν γλυκυθυμίαν προσήκει τὸν θεῖον διδάσκαλον ὡς καὶ προσγελῶντα μὴ πιστεύεσθαι.
5l29, 24 καὶ φῶς τοῦ προσώπου μου οὐ κατέπιπτεν.
6 ἀλλὰ καὶ θεία χάρις, φησίν, τοῦ προσώπου μου ἀπέλαμπε τῆς κατὰ ψυχὴν εἰρήνης προφαίνουσα τὸ κάλλος διὰ τῶν παρειῶν. ἢ καὶ τοῦτο λέ‐ γει ὅτι· τῶν ἐμῶν λόγων οὐδὲ εἷς ἦν σκοτεινὸς οὐδὲ ἀφεγγής, ἀλλὰ πάν‐ τες φωτὸς πεπληρωμένοι· πρόσωπον γὰρ διδασκάλων ἡ αὐτῶν διδαχή· διὰ
10γὰρ τοῦ χαρακτῆρος τὸν πατέρα τοῦ λόγου γνωρίζομεν.
11l29, 25 ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν
12lὡσεὶ βασιλεὺς ἐν μονοζώνοις.
13 οὐ βίᾳ δὲ τὴν αὐτῶν ἀρχὴν ἥρπασα, ἀλλ’ ἐπειδὴ τὰ συμφέροντα αὐ‐ τοῖς ἐκλεγόμενος εἰσηγούμην καὶ τὴν κατ’ ἀρετὴν αὐτοῖς ὁδὸν ὑπε‐
15δείκνυον, ἄρχοντά με ἑαυτῶν ἀνέδειξαν, καὶ οὕτως ὑπετάγησάν μοι ὥσπερ στρατιῶται βασιλεῖ. εἴληπται δὲ τὸ ὄνομα αὐτῶν μονοζώνων ἔκ τινος κατὰ τὴν ὅπλισιν ἰδιότητος.
18l29, 25 ὃν τρόπον παθεινοὺς παρεκάλουν.
19ἀλλὰ καὶ ἐν πάθεσιν αὐτοὺς ὄντας, ἢ τοῖς κατὰ ψυχὴν ἢ τοῖς ἔξω‐
20θεν, λόγοις τε καὶ ἔργοις παρεμυθούμην.249

250

(1l)

30, 1 νυνὶ δὲ κατεγέλασάν μου, ἐλάχιστοι νῦν νουθετοῦσί με ἐν μέ‐
2lρει, ὧν ἐξουδένουν πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους
3lκυνῶν τῶν ἐμῶν νομάδων.
4ἀλλ’ εἰς τοσαύτην περιετράπη μεταβολὴν τὰ κατ’ ἐμέ, ὡς τοὺς ἐλα‐
5χίστους δι’ ἀπορίαν καὶ δυσγένειαν καὶ τὸ τῆς ἡλικίας νεώτερον καὶ τὸ παντάπασιν ἀχρείους εἶναι διὰ τὸ εἶναι πονηροὺς νουθετεῖν με ἐν μέρει, τουτέστιν οἴεσθαι διὰ τῆς νουθεσίας μέρος τι ἀνταποδι‐ δόναι μοι τῶν εὐεργεσιῶν ὧν εἰς αὐτοὺς προεισήνεγκα. τὸ οὖν μηδὲ κυσὶν αὐτοὺς παραβάλλειν οὐκ ἀλαζονείας ῥῆμα, ἀλλὰ δεῖγμα τῆς ἐ‐
10κείνων παντελοῦς ἀχρειότητος. κατὰ μὲν οὖν τὸ πρόχειρον περὶ ἑταίρων τινῶν ἔοικε λέγειν πτω‐ χῶν καὶ εὐτελῶν ἀνδρῶν· ὡς δὲ πτωχούς τινας ἐθελοδιδασκάλους αἰ‐ νίττεται, δῆθεν περὶ ἄλλων λέγων καὶ περὶ ἐκείνων τὸν λόγον μηκύ‐ νων, νῦν οὖν, φησίν, νουθετοῦσί με οὐκ ἄξιοι ὄντες λόγους μοι εἰς
15συμβουλὴν εἰσφέρειν, ἐπειδὴ οὐδὲ οἱ πατέρες αὐτῶν τοιαύτην τινὰ δύναμιν ἀρετῆς κέκτηνται, ὡς ἄξιοι φαίνεσθαι τοῦ πιστευθῆναι τῶν λογικῶν θρεμμάτων τὴν φυλακήν, ἵνα εἴπῃ ὅτι· οὐδὲ οἱ πατέρες αὐ‐ τῶν τοὺς ἐμοὺς μαθητὰς νουθετεῖν ἄξιοι, καὶ νῦν οὗτοι νουθετεῖν ἐπιχειροῦσιν ἐμέ.
20 ἢ οὖν τοῦτο λέγει καὶ οὐ κυσὶν ἀνθρώπους παραβάλλει, ἀλλὰ τὴν ἑαυτοῦ διδασκαλίαν καὶ φυλακὴν τῶν λογικῶν θρεμμάτων τῇ ἐκείνων παρεξετάζει—κυνῶν γὰρ ἡ γραφὴ ἐπὶ ἐπαίνου μέμνηται διὰ τὸ φυ‐ λακτικὸν καὶ εὔνουν καὶ ἐπάγρυπνον ὡς ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν αὐτῶν—, ἢ καὶ εὐτελεῖς τινες καὶ πονηροὶ αὐ‐
25τὸν ἄνδρες ἐκερτόμουν, περὶ ὧν ἐπάγει καὶ τὰ ἐφεξῆς·250

251

(1l)

30, 2 καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι;
2 ἀλλ’ οὐδὲ ᾔτησα ἐπικουρίαν παρ’ αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν.
4l30, 2 ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια.
5 ἢ τοῦτο λέγει, ὅτι οὐκ ἔσχον γνώμην συνεσταλμένην, ἀλλὰ θρα‐ σεῖαν· ἢ ὅτι πάλαι δίκην ἐχρεώστουν πονηροὶ ὄντες καὶ τρόπον τινὰ ἀπέπτη αὐτῶν ἡ τιμωρία· ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὸ ἐνδεὲς καὶ τὴν ἄκραν πενίαν οὐ τυγχάνουσιν.
9l30, 3 ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος.
10 ἀλλὰ καὶ ἐνδεεῖς εἰσιν, καὶ λιμώττοντες τρόπον ἐφευρεῖν καὶ γεννῆσαι ποριστικὸν οὐκ ἠδύναντο· τοῦτο γὰρ ἔοικε σημαίνειν τὸ ἄγονος. ἢ καὶ τοῦτο λέγει, ὅτι οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονί‐ σθησαν γεννητικοὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ’ ἔμειναν ἄγονοι, γεννῆ‐ σαί τι ἀγαθὸν οὐ δυνάμενοι.
15 δύναται δὲ καὶ καθ’ ἑαυτὸν ὁ στίχος νοούμενος {εἶναι}—πολλὰ γὰρ τῶν στιχηρῶν καθ’ αὑτὰ νοοῦνται—σημαίνειν τοὺς μὴ ἀπολαύ‐ σαντας λόγου διδασκαλικοῦ τροφῆς καὶ διὰ τοῦτο μηδὲν δυνηθέντας μαθεῖν ἀγαθόν. ἢ καὶ περὶ αὑτοῦ λέγει ὡς περὶ πενήτων μὴ διδασκαλίας ἀγαθῆς
20ἀπολαυσάντων.
21l30, 3 οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν.
22οἱ ἀπὸ χέρσου καὶ ἐρήμου χθές—ἀντὶ τοῦ· ἐν τῷ παρεληλυθότι
χρόνῳ—ἐν συνοχῇ καὶ ταλαιπωρίᾳ ὄντες. ἔοικε δὲ ὡς ἀγενεῖς αὐ‐251

252

τοὺς διαβάλλειν καὶ ἐξ ἀδόξων ὄντας χωρίων καὶ πατέρων πενήτων. καὶ ταῦτα δὲ ὁ μακάριος οὗτος ἐξηγεῖται, ἵνα ἐὰν καὶ ἡμεῖς ὑπὸ εὐτελῶν καὶ ἀτίμων τινῶν ὑβρισθῶμεν, μὴ ὡς μόνοι ταῦτα πεπον‐ θότες δυσχεράνωμεν, ὅπουγε ὁ τοιοῦτος τὴν ἀρετήν, τοσοῦτος δὲ τὴν
5περιουσίαν καὶ περιφάνειαν τὰ αὐτὰ ἡμῖν καὶ τὰ χείρονα πέπονθεν.
6l30, 4 οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν
7lτὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ
8lκαὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου.
9ἄλιμα βοτάνη τίς ἐστιν, ὥς φασιν, ταχὺ πληροῦσα τὸν ἐσθίοντα
10καὶ κόρον ἐμποιοῦσα. ἐπὶ ἠχοῦντι δέ, ἐπὶ φάραγξι καὶ πετρώδε‐ σιν· εὔηχοι γὰρ οἱ τοιοῦτοι τόποι καὶ τοῖς φθεγγομένοις ἀντιφθέγ‐ γονται. ἢ καὶ ἠχοῦντα λέγει τὸν ὕλην ἔχοντα τόπον, ἐν ᾧπερ ἡ πνοὴ τῶν ἀνέμων κινοῦσα τὴν ὕλην ἦχον ἐργάζεται. λέγει οὖν, ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας
15ὑπὸ τῆς ἄγαν ἐνδείας τὰς βοτάνας ἀνερευνώμενοι καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφῆς παραμυθίαν.
17l30, 5—8 ἐπανέστησάν μοι κλέπται, ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι
18lπετρῶν. ἀνὰ μέσον εὐήχων βοήσονται, οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο.
19lἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.
20 οἱ δὲ τοιοῦτοι καὶ εἰς λῃστείαν ἐτρέποντο οἴκους ἔχοντες τῶν πετρῶν τὰ κοῖλα καὶ τὰ αὐτόγλυφα σπήλαια, ἐν ἐρήμοις διαιτώμενοι καὶ ὑπὸ φρυγάνων σκεπόμενοι, ἐξ ἀφρόνων ἄφρονες, ἐξ ἀτίμων ἄτιμοι,
ἀνώνυμοι καὶ ἄδοξοι 〈ἐπὶ τῆς γῆς.252

253

(1l)

30, 9 νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν.
2 ὠδή, φησίν, αὐτοῖς ἐγενόμην καὶ παρῴδημα, καὶ τὰς ἐμὰς συμφο‐ ρὰς ἀντ’ ἄλλης τινὸς ὁμιλίας ἀνὰ στόμα ἔχουσιν.
4l30, 10 ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου
5lοὐκ ἐφείσαντο πτύελον.
6 ἐπὰν δέ μοι πλησιάσωσιν, φησίν, ἐμπτύοντές μοι μακρὰν ἀφίσταν‐ ται βδέλυγμά με καὶ ἀηδίαν〉 ἡγούμενοι.
8l30, 11 ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με θεός.
9δηλονότι πανταχόθεν κατατοξεύσας.
10l30, 11 καὶ χαλινὸν τῷ προσώπῳ μου ἐξαπέστειλε 〈δεσμοῦντα.
11 πλήττει μὲν κἀν τούτῳ τὸν διάβολον ὁ δίκαιος Ἰὼβ μὴ φάσκων αὐτὸν δύνασθαί τι κατ’ αὐτοῦ, τὸν δὲ θεὸν ἐπενηνοχέναι αὐτῷ τὰς πληγάς. λέγει δέ, ὅτι καὶ χαλινόν μοι ἐξαπέστειλεν οἱ‐ ονεὶ〉 δεσμοῦντα τὸ πρόσωπόν μου, ἵνα εἴπῃ, ὅτι ἀναπολόγητόν με
15πεποίηκε διὰ τῶν ἐλεγμῶν πάντων τὰς συμφορὰς εἰς ἀπόδειξιν ἀσε‐ βείας μοι προφερόντων.
17l30, 12 ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν.
18 ἢ τοῦτο λέγει, ὅτι τῷ πρότερον βλαστοῦντι καὶ εὐθαλοῦντι ἐξ ὑ‐ περδεξίων ἐπανέστησαν ἐπεμβαίνοντές μοι, ἢ ὅτι τοῖς βλαστοῖς μου
20τοῖς δεξιοῖς, τουτέστι τοῖς δικαιώμασιν, ἐπανέστησαν λέγοντες, ὡς
οὐ καθαρῶς τὴν εὐσέβειαν μετῄειν.253

254

(1l)

30, 12 πόδας αὐτοῦ ἐξέτεινε καὶ ὡδοποίησεν ἐπ’ ἐμὲ τρίβους ἀπωλείας.
2κινήσαντος ἑαυτὸν τοῦ θεοῦ κατ’ ἐμοῦ ἔσχον καὶ αὐτοὶ ὁδὸν ἐφόδου.
3l30, 13 ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν.
4πᾶσαι αἱ ὁδοί μου ἐξηφανίσθησαν τοῦ θεοῦ περιδύσαντός με τῆς εὐ‐
5πρεπείας τὴν στολήν, ἀντὶ τοῦ· περιελόντος τὴν οἰκείαν βοήθειαν.
6l30, 14 βέλεσιν αὐτοῦ κατηκόντισέ με, κέχρηται δέ μοι ὡς βούλεται.
7τὸ σφοδρὸν τοῦ ἐτασμοῦ διὰ τούτων ἔδειξεν.
8l30, 14—15 ἐν ὀδύναις περιφέρομαι, ἐπιστρέφονται δέ μου αἱ ὀδύναι.
9ἵνα εἴπῃ ὅτι· ἐπιστρόφως ὀδυνῶμαι, τουτέστι μετ’ ἐπιτάσεως καὶ
10κατὰ αὔξησιν.
11l30, 15 ὤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.
12 ἀπέπτη δέ μου πᾶσά τις ἐλπὶς χρηστοτέρα δίκην ἀνέμου παρεληλυ‐ θότος καὶ νέφους διαλυθέντος.
14l30, 16 καὶ νῦν ἐπ’ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου.
15διαλέλυνταί μου οἱ τόνοι τῆς ψυχῆς ὑπὸ τῶν ἐπελθόντων μοι κακῶν.
16l30, 16—17 ἔχουσι δέ με ἡμέραι ὀδυνῶν, νυκτὶ δὲ τὰ ὀστᾶ μου συγκέ‐
17lκαυται, τὰ δὲ νεῦρά μου διαλέλυνται.
18τὰς δὲ νύκτας καὶ τὰς ἡμέρας ὀδυνῶμαι, ὡς καὶ τὰ ὀστᾶ μου φρυ‐
γῆναι καὶ τὰ νεῦρα διαλελῦσθαι ὑπὸ τῆς ἄγαν κακοπαθείας.254

255

(1l)

30, 18 ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ 〈τὸ〉 περι‐
2lστόμιον τοῦ χιτῶνός μου περιέσχε με.
3 πολλοὶ πολλάκις περισφίγγοντες τὸ περιστόμιον τοῦ ἱματίου περὶ τὸν τράχηλον ἀποπνίγουσί τινα. λέγει οὖν ὅτι· ἰσχυρῶς μου περι‐
5δραξάμενος πιέζει καὶ ἀποπνίγει με.
6l30, 19—20 ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς.
7lκέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ μου.
8 ὡς υἱὸς πρὸς πατέρα πρὸς θεὸν ἀποδύρεται καὶ τὸ εὐτελὲς τῆς φύσεως εἰς δέησιν προτείνει. λόγισαι, γάρ φησιν, δέσποτα, ὅτι γῆ
10τέ εἰμι καὶ εἰς γῆν ἀναλύομαι. εἰσάκουσόν μου τῆς κραυγῆς καὶ μὴ ἀποστρέψῃς τὴν δέησίν μου. τὸ δὲ οὐκ εἰσακούσῃ μου πολλὴν ἔμφα‐ σιν τῆς εἰς θεὸν ἀγάπης ἔχει· ὡς γὰρ ἀκούεσθαι πιστεύων οὕτως ἔφη.
13l30, 20 ἔστησαν καὶ κατενόησάν με.
14ἢ χλευάζοντες ἢ καὶ τὸ τῆς συμφορᾶς θαυμάζοντες μέγεθος.
15l30, 21—22 ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας.
16lἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.
17 ἴσασιν οἱ ἅγιοι τὸ μέγα τοῦ θεοῦ ἔλεος, διὸ καὶ ἔλεγεν ὁ Δα‐ υίδ· ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου· πρὸς τοῦτο τὸ ἄφατον ἔλεος τοῦ θεοῦ ἀποβλέπων λέγει· ἐπέβης δέ
20μοι ἀνελεημόνως. εἰ γὰρ ἐτύγχανον τοῦ μεγάλου σου ἐλέους, οὐκ ἂν ἐν ταῖς παρούσαις ὀδύναις ἐξηταζόμην. αἰτοῦντός εἰσι τοι‐
γαροῦν καὶ ἀξιοῦντος ἐλέους τυχεῖν τὰ ῥήματα.255

256

(1l)

30, 23—24 οἶδα γάρ, ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ
2lθνητῷ γῆ. εἰ γὰρ ὤφελον δυναίμην ἐμαυτὸν διαχειρώσασθαι ἢ δεη‐
3lθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο.
4οἶδα, φησίν, θνητὸς γεγονὼς καὶ πάντως τελευτήσειν μέλλων,
5ὥστε ἡδέως συντομώτερον τῶν συμφορῶν ἀπηλλαττόμην ἢ αὐθεντήσαι ἐμαυτὸν δίχα ἁμαρτίας καθιστάμενος ἢ ἕτερον ἱκετεύων ἐπὶ τὴν ἀν‐ αίρεσιν τὴν ἐμήν. ἆρα οὖν ὡς κάλλιστον ἡμᾶς διδάσκει δόγμα τὸ μὴ χρῆναι ἑαυτὸν ἐξαγαγεῖν τοῦ σώματος; καίτοιγε ἠδύνατο, ὅπουγε καὶ ἡ γυνὴ κατέ‐
10σπευδεν αὐτῷ τὸν θάνατον· ἀλλ’ οὐκ ἠδύνατο δίκαιος ὢν διὰ τὸν θε‐ ὸν τὸν συνδήσαντα τὴν ψυχὴν τῷ σώματι.
12l30, 25 ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἄνδρα ἰδὼν
13lἐν ἀνάγκαις.
14πάλιν τὴν ἑαυτοῦ πολιτείαν ἐξηγεῖται. 〈...〉 οὕτως οἰκονομή‐
15σαντος τοῦ θεοῦ διὰ τὴν ἐμὴν ὠφέλειαν.
16l30, 26 ἐγὼ δὲ ἐπέσχον ἀγαθοῖς.
17 τοῦτο λέγει ὅτι· ἐπεῖχον καὶ προσεδόκων ἀγαθὰ ὑπὸ θεοῦ σκεπό‐ μενος· διὸ καὶ ἐπάγει·
19l30, 26 ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.
20τοὐναντίον μοι τὰ τῶν ἐλπίδων ἐξέβη.
21l30, 27 ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται.
22αἰτίαν λέγει τοῦ τὰς συμφορὰς ἐκτραγῳδεῖν καὶ τὰ οἰκεῖα κατα‐
λέγειν ἀνδραγαθήματα. ἔχω γάρ, φησίν, καιρὸν τοῦ λέγειν τῷ πεπλη‐256

257

ρῶσθαί μου τὴν ψυχὴν τῶν κακῶν. ἐκζέσαι γάρ ἐστι τὸ ὑπὸ πυρὸς ἐκ‐ βράζειν καὶ ἀναβλύζειν τὸ ἐν τοῖς χαλκείοις ὕδωρ, κοιλία δὲ ἡ ψυχὴ διὰ τὸ ἀόρατον καὶ ἀπόκρυφον ἢ τοῦ λόγου χωρητικὸν καὶ ἀναδοτικόν.
4l30, 27—28 προέφθασάν με ἡμέραι πτωχείας. στένων πορεύομαι ἄνευ
5lφιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.
6 προκατέλαβέ με ἡ πτωχεία, καὶ ἄνευ φιμοῦ αἰσθητοῦ ὑπὸ τῶν ὀδυ‐ νῶν πιεζόμενος λαλεῖν οὐ δύναμαι· ποτὲ δὲ καὶ πλήθους περιεστηκό‐ τος ἀναγκάζομαι κράζειν. ταῦτα δὲ φιλεῖ συμβαίνειν τοῖς ὀδυνωμέ‐ νοις, τὸ καὶ ἐπέχεσθαι τὴν φωνὴν ὑπὸ τῆς ἀνίας καὶ αὖ πάλιν ἀνα‐
10βοᾶν νυττομένους ὑπὸ τῶν ἀλγηδόνων. τὸ δὲ ἕστηκα ἐν ἐκκλησίᾳ κεκραγὼς δύναται νοεῖσθαι κατὰ τὸ εἰρημένον τῷ ἀποστόλῳ ὅτι· θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
14l30, 29 ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν.
15 ὁ Σύμμαχος στρουθοκαμήλων ἐκδέδωκεν. σειρῆνας δὲ λέγει ἢ ᾠδικοὺς ὄρνεις ἢ ἀνθρωπόμορφα δαιμόνια. φησὶ δὲ ταῦτα ὡς ἔξω πόλεως καὶ αἴθριος κείμενος.
18l30, 30 τὸ δέρμα μου ἐσκότωται μεγάλως.
19μελανθὲν ὑπὸ τῆς νόσου ἢ καὶ τοῦ ἡλίου.257

258

(1l)

30, 30 τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.
2συνεφρύγησαν δηλονότι.
3l30, 31 ἀπέβη δὲ εἰς πένθος μοῦ ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς
4lκλαυθμὸν ἐμοί.
5 ἐστράφη δέ μοι τὰ τῆς εὐφροσύνης εἰς πένθος. ταῦτα δέ φησιν εἰς οἶκτον τὸν θεὸν ἐκκαλούμενος.
7l31, 1 διαθήκην δὲ διεθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ
8lπαρθένον.
9εὐαγγελικὴν ἀκρίβειαν ἐφύλαττε πρὸ νόμου τυγχάνων. ἐπειδὴ γὰρ
10ὁ ἐμβλέψας εἰς γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐ‐ μοίχευσεν, ἐπαιδαγώγει τὸν ὀφθαλμὸν εἰς τὸ μὴ τὰς ὥρας τῶν παρθένων περιεργάζεσθαι.
13l31, 2 καὶ τί ἐμέρισεν ὁ θεὸς ἐπάνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψί‐
14lστου;
15 διὰ τί οὖν, φησίν, μετὰ τοσαύτην ἀκρίβειαν τοιαύτην μοι μερίδα καὶ κληρονομίαν ὁ δυνατὸς καὶ ὕψιστος θεὸς ἐπεμέρισε, τοὺς λόγους ἀγνοῶ.
18l31, 3 οὐαί, ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀλλοτρίωσις τῷ ποιοῦντι ἀνομίαν.
19ὅτι μὲν οἶδεν οὐ δι’ ἁμαρτίας πάσχων ὁ Ἰώβ, πρόδηλον, καὶ ἀλη‐
20θής γε ἡ ὑπόνοια· πεῖρα γὰρ ἦν ἀρετῆς, οὐ κακῶν ἀνταπόδοσις. πλὴν οὐ διὰ τοῦτο προστίθεται τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ ταλανίζει τούτους τὸ οὐαὶ αὐτοῖς ἐπιλέγων, τὴν ἀπώλειαν καὶ τὴν ἐκ θεοῦ ἀλ‐
λοτρίωσιν.258

259

(1l)

31, 4 οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξα‐
2lριθμήσεται;
3 καίτοιγε οὐδὲν τῶν κατ’ ἐμὲ θεὸς ἠγνόησεν οὐδὲ μέχρι τῶν ψιλῶν κι‐ νημάτων.
5l31, 5 εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν.
6 σημείωσαι, ὡς ἁμαρτίαν λέγει εἶναι τὸ συνεῖναι γελοιασταῖς. διὸ καὶ τὴν εὐτραπελίαν αἴρεσθαι ἀφ’ ἡμῶν ὁ θεῖος ἀπόστολος παραινεῖ.
8l31, 5 εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον.
9ὁ ποὺς ὁ τῆς ψυχῆς. λέγει δὲ ὅτι· οὐκ ἐκινήθην ποτὲ εἰς τὸ δό‐
10λῳ χρήσασθαι κατά τινος.
11l31, 6 ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, {καὶ} εἶδεν δὲ κύριος τὴν ἀκακίαν
12lμου.
13 ταῦτα καὶ ἡ γραφὴ προσεμαρτύρησεν αὐτῷ λέγουσα· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄκακος δίκαιος θεοσεβής.
15l31, 7 εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ αὐτοῦ.
16τῆς κατ’ εὐσέβειαν δηλονότι.
17l31, 7 εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου.
18 φησὶν ὁ Ἰωάννης ὅτι· πᾶν τὸ ἐν κόσμ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζο‐
20νεία τοῦ βίου. λέγει οὖν ὅτι· οὐδέποτε προσσχὼν καὶ ἐπαινέ‐
σας ἐπεθύμησα. ἀπαθείας δὲ τοῦτο, ἐπαινεῖν μὲν τὰ ἐν κόσμῳ ἐπαί‐259

260

νου ἄξια οἷον συμμετρίαν σωμάτων καὶ ἀναλογίας καὶ μίξεις χρωμά‐ των καὶ λίθων αὐγὰς καὶ χάριτας, μὴ πίπτειν δὲ αὐτῶν εἰς ἐπιθυμίαν.
3l31, 7—8 εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ
4lἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς.
5 ταῦτα νῦν ὁ Ἰὼβ λέγειν οὐ δύναται πένης ὢν καὶ τὰ τέκνα ἀπο‐ βεβληκώς. ἢ οὖν τοῦτο λέγει, ὅτι πρὸ τῆς συμφορᾶς ταῦτα εἶχεν, ἢ πρὸς διδασκαλίαν ἡμετέραν οὕτως εἶπεν, ἵνα ἡμεῖς ἀναγινώσκοντες ἑαυτοῖς ἐπαρώμεθα λέγοντες· εἰ ἐδωροδοκήσαμεν ἢ τόδε ἐποιήσαμεν, τόδε πεισόμεθα. χερσὶ δὲ ταῖς πράξεσι λέγει, ἀντὶ τοῦ· οὐδὲν
10διὰ δωροδοκίαν ἔπραξα.
11l31, 9—10 εἰ δὲ καὶ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέ‐
12lρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, ἀρέσαι ἄρα καὶ
13lἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη.
14ἐπειδὴ ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει τὴν ἁμαρτίαν, καὶ αὐτήν,
15φησίν, τὴν ἐπιθυμίαν ἐκ τῆς καρδίας μου ἐξέκοπτον, ἐφ’ ᾧ μὴ λαβεῖν ὁδὸν τὴν ἁμαρτίαν. τὸ δὲ ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέ‐ ρῳ ὑπὲρ δικαιοσύνης λέγει, ἀντὶ τοῦ· εἴθε ἤρεσε πρὸ τῆς συμφορᾶς καὶ πρὸς ἃ ἔπραξα ἀπείληφα κατὰ τὸν ἰσότητος λόγον. ὅτι γὰρ περὶ τῶν πρὸ τῆς νόσου καὶ πενίας λέγει, δῆλον ἐξ ὧν φησιν· τὰ δὲ
20νήπιά μου ταπεινωθείη· καὶ γὰρ ἦσαν ἤδη τεθνηκότες οἱ παῖ‐ δες αὐτῷ.
31, 11—12 θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·260

261

(1l)

πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὐδ’ ἂν ἐπέλθῃ, ἐκ
2lῥιζῶν ἀπώλεσεν.
3 ἡ γὰρ μοιχεία τὸν θεὸν παροργίζει καὶ ἄφυκτον ἐπάγει τιμωρίαν τῷ δεδρακότι. ὅπου γὰρ ἐὰν στραφῇ, ἀναπολόγητός ἐστιν. τοῦτο γάρ
5ἐστι τὸ πῦρ τὸ καιόμενον ἐπὶ πάντων τῶν μερῶν, πρόρρι‐ ζον καταφλέγον τὸν δεδρακότα.
7l31, 13—15 εἰ δὲ καὶ ἐφαύλισα ῥῆμα θεράποντός μου ἢ θεραπαίνης
8lκρινομένων αὐτῶν πρὸς μέ, τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσῃ ὁ
9lκύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; πότερον
10lοὐχ, ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν
11lδὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
12 ἑτέραν ἰσότητα καὶ δικαιοσύνην ἑαυτοῦ θαυμασίαν λέγει. καὶ γὰρ καὶ τοῖς οἰκέταις μου, φησίν, παρρησίαν παρεῖχον δικάζεσθαι πρὸς μέ, εἴ τι ὑπώπτευον μὴ δίκαιον πάσχειν ὑπ’ ἐμοῦ. ἐνηγόμην δὲ εἰς τὸν
15τοῦ δικαίου λόγον ὑπὸ τῆς φύσεως κατ’ ἐμαυτὸν ἐκλογιζόμενος, ὡς πάντες ἄνθρωποι, εἴτε δοῦλοι εἴ τε δεσπόται, μίαν ἔχομεν γενέ‐ σεως ἀρχὴν καὶ ἕνα πάντες δεσπότην ἐν οὐρανοῖς, παρ’ ᾧ οὐκ ἔ‐ στι δοῦλος οὐδὲ ἐλεύθερος, ἀλλ’ ὃς ἀπροσωπόληπτος ὢν ἕκα‐ στον ἀπαιτεῖ τὴν πρὸς τὸν ἕτερον ἰσότητα. ἔτασιν οὖν φησιν τὴν
20ἐξέτασιν, ἐπισκοπὴν δὲ θείαν ἡγεῖται τοὺς ἐλεγμούς· ἐκ ταύτης τῆς ἰσότητος ὁρμώμενος ἐπὶ θεοῦ κρίνεσθαι ἐπόθει τῇ τοῦ θεοῦ πε‐
ποιθὼς δικαιοκρισίᾳ.261

262

(1l)

31, 16—18 ἀδύνατοι δὲ χρείαν, εἴ ποτε εἶχον, οὐκ ἀπέτυχον. χήρας
2lδὲ τὸν ὀφθαλμὸν {μου} οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον
3lμόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα ἐξ αὐτοῦ, ὅτι ἐκ νεότητος ἐξέτρε‐
4lφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρὸς ὡδήγησα.
5 περὶ θεοῦ ὑμνοῦντες λέγομεν· τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν καὶ ὀρφανῷ σὺ ἦσθα βοηθός. οἷα τοίνυν τὴν εἰκόνα σῴζων ἀκέραιον ἀπεμιμεῖτο τὸ ἀρχέτυπον. τὸ δὲ οὐκ ἐξέτηξα ἀντὶ τοῦ· οὐκ εἴασα ἀπὸ πενίας ἐκτήκεσθαι. τὸ δὲ ἐπιμερίζειν τὴν τροφὴν τοῖς δεομένοις ὄντως θαυμάσιον. τὸ δὲ ἐκ
10γαστρὸς ὡδήγησα, ἵνα εἴπῃ ὅτι· κομιδῆ νήπια τὰ ἀπορφανισθέν‐ τα παραλαμβάνων μέχρις ἡλικίας ἐξέτρεφον καὶ τέχνας ἐπαίδευον, μέχρι τοσούτου χειραγωγών, ἕως ὅτε τῆς ἐμῆς ἐπικουρίας μὴ σφόδρα δέοιντο.
14l31, 19—20 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα,
15lἀδύνατοι δὲ εἰ μὴ ηὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάν‐
16lθησαν οἱ ὦμοι αὐτῶν.
17 ἀπὸ τῶν ὤμων τὸ πᾶν ἐσήμανε σῶμα· ἐξ αὐτῶν γὰρ τὸ ὅλον ἱμάτιον ἐξήρτηται. ἐοίκασι δέ πως καὶ εὐπαθέστεροι πρὸς τὰ κρύα τυγχά‐ νειν οἱ ὦμοι· διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν.
20l31, 21—22 εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθώς, ὅτι πολλὴ βοήθειά μοι
21lπερίεστιν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου, ὁ δὲ βρα‐
22lχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη.
23 ὅπερ καὶ ἀνωτέρω ἐλέγομεν, μνημονεύειν χρεών, ὅτι τὸ μὴ εὐερ‐ γετεῖν μετὰ τοῦ ἀδικεῖν τάττει, καὶ δεῖ μὴ μόνον κακίας ἀπέχεσθαι,
25ἀλλὰ καὶ ἀρετῆς ἐπιμελεῖσθαι. οὐ γὰρ μόνον εἶπεν ὅτι· οὐκ ἠδίκουν262

263

τοὺς ὀρφανούς, ἀλλὰ καὶ ὅτι· δίκην πατρὸς τὴν αὐτῶν κηδεμονίαν ἐλάμβανον. κλεῖδα δέ φησιν τὸν σύνδεσμον τοῦ ὤμου πρὸς τὸν τράχη‐ λον.
4l31, 23 φόβος γὰρ κυρίου συνέσχε με, καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ
5lοὐχ ὑποίσω.
6 ταῦτα δὲ ἔπραττον τῷ θείῳ συνεχόμενος φόβῳ ἐννοῶν ὡς, εἰ ἐπι‐ λάβοιτό μου ὁ θεὸς ἢ ἀδικήσαντος ἢ μὴ εὐεργετήσαντος, ἀνύποιστον ἕξω τὴν τιμωρίαν.
9l31, 24—25 εἰ ἔταξα χρυσίον ἰσχύν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ
10lἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, εἰ
11lκαὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου.
12 διαβάλλων τὸν μὴ εἰς τὴν θείαν βοήθειαν, ἀλλ’ εἰς τὴν ἰδίαν πεποιθότα περιουσίαν ὁ ψαλμῳδὸς ἔφη· ὃς οὐκ ἔθετο τὸν θε‐ ὸν βοηθὸν αὐτο, ἀλλ’ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ
15πλούτου αὐτο. ἐξ ἐναντίας οὖν ὁ δίκαιος εἰς θεὸν τὴν ἐλπίδα κέκτηται. καὶ ὅρα, ὡς ὁ δίκαιος οὐκ εὐφραίνεται ἐπὶ πλούτῳ· εἰ γὰρ καὶ ἐσθότε ὡς παρακολουθήματα ταῦτα τοῖς ἁγίοις δέδοται, πλοῦτος καὶ δόξα, ἀλλ’ οὐ πρωτοτύπως ἐπὶ τούτοις χαίρουσιν· ἑτέρα γὰρ αὐ‐ τῶν ἐστιν ἡ πρωτότυπος χαρά, ἡ πνευματική. ἀλλ’ οὐδὲ ἀπέραντον,
20φησίν, ἔσχον τῆς κτήσεως τὴν ἐπίδοσιν. ἴσως τοιγαροῦν διὰ τοῦτο
ἀριθμῷ αὐτῷ ἦσαν περικλειόμενα τά τε πρόβατα καὶ οἱ κάμηλοι καὶ263

264

τὰ λοιπὰ ὡς τῶν περιττῶν ἀεὶ πιπρασκομένων καὶ τοῖς πένησι διαδι‐ δομένων. εἰ γὰρ καὶ πλούσιος ἦν κατὰ θείαν χάριν, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν ἐνέκοπτεν, ὅπουγε οὐδὲ τοῖς οὖσιν ὡς πρωτοτύποις ἀγα‐ θοῖς ἔχαιρεν.
5l31, 26 ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα καὶ ἐκλείποντα, σελή‐
6lνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ’ αὐτοῖς ἐστιν.
7 ταῦτα δὲ ἔπραττε διαλογιζόμενος ὅτι· εἰ ὁ ἥλιος ἐκλείπει καὶ νὺξ ἡμέραν διαδέχεται, ἡ 〈δὲ〉 σελήνη λήγει κατὰ θείαν πρόσταξιν, ποία ὠφέλεια, κἂν πλουτήσω; εἰ γὰρ τὰ μεγάλα στοιχεῖα ταῦτα λή‐
10γουσιν, δεῖ πάντως τὸν πλοῦτον ἐξ ἡμῶν ἀπελθεῖν ἢ τῶν χρημάτων ἡ‐ μᾶς καταλιμπανόντων κατὰ θεοῦ βουλὴν ἢ ἡμῶν τὸν βίον μεταλλαττόν‐ των καὶ εἰς ἑτέρους ταῦτα παραπεμπόντων.
13l31, 27—28 καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ καὶ χεῖρά μου
14lἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη
15lλογισθείη, ὅτι ἐψευσάμην ἔναντι κυρίου τοῦ ὑψίστου.
16 πολλοὶ πολλάκις τὰς οἰκείας ἐπαινοῦντες πράξεις τὴν ἰδίαν κα‐ ταφιλοῦσι χεῖρα. φησὶν οὖν ὅτι· εἰ ἐπὶ τῇ ἐμῇ δυναστείᾳ καὶ ταῖς ἐμαῖς πράξεσιν ἐθάρρησα καὶ μὴ ἐπὶ τῷ θεῷ, ἐψευσάμην τὸ ἀληθές· οὐ γὰρ ἐξ ἡμῶν ἡ ἡμετέρα βοήθεια, ἀλλ’ ἐκ τῆς θείας χάριτος. εἰ
20οὖν ἀπατηθεὶς πέπονθά τι τοιοῦτον, λογιζέσθω μοι τοῦτο εἰς ἀνομί‐ ας μεγάλης ἰσότητα. διὰ δὲ τοῦ λάθρᾳ ἔοικε σημαίνειν, ὅτι οὐδὲ κατὰ συναρπαγὴν τοιοῦτόν τι πέπονθεν. ἄλλοι δὲ οὕτως ἐξειλήφασιν· εἰ προσεκύνησα ἡλίῳ καὶ σελήνῃ ἀπα‐
τηθεὶς τοῖς αὐτῶν φέγγεσι καὶ μὴ ἐλογισάμην, ὅτι καὶ ἐκλείπουσι264

265

καὶ δεσποτικοῖς προστάγμασιν ὑπηρετοῦνται, ἀλλ’ ἐπὶ τῷ τούτων θαύματι τὴν ἐμὴν κατεφίλησα χεῖρα, ἀνομία μοι ἡ μεγίστη λογισθεί‐ η. ἄμεινον δὲ οἶμαι τὸ πρῶτον.
4l31, 29—30 εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶ‐
5lπεν ἡ καρδία μου· εὖγε, ἀκούσαι 〈ἄρα〉 τὸ οὖς μου τὴν κατάραν μου,
6lθρυληθείην δὲ {καὶ} ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
7 τὸ εὖγε εἶπε γελαστικὸν ἐπίρρημα, ὡς καὶ ὁ ψαλμῳδὸς λέγει· εἶπον· εὖγε εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. εἴ ποτε οὖν περιεχάρην πτώμασιν ἐχθρῶν, ἀκούσαιμι κἀγὼ ἑτέρων καταρωμένων με
10καὶ κακούμενος θρυληθείην ὡς πρὸς ἃ ἔπραξα ἀπειληφώς.
11l31, 31 εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· τίς ἂν δώῃ ἡ‐
12lμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος.
13 οὐδὲ ἐπαχθής, φησίν, ταῖς θεραπαίναις γέγονα, ὡς διὰ τὴν ἐμὴν ὠμότητα καὶ αὐτὰς ἐξαγριωθείσας τῶν ἐμῶν ἐπιθυμεῖν ἀπογεύσασθαι
15σαρκῶν. τὸ δὲ ἐναντίον ἅπαν καὶ λίαν αὐταῖς χρηστὸς ἐγενόμην. ἕτεροι δὲ οὕτως ἑρμήνευσαν· οὕτως, φησίν, ἤμην λίαν ταῖς θερα‐ παίναις χρηστὸς καὶ γλυκύς, ὡς, εἰ οἷόντε ἦν καὶ αὐτῶν τῶν σαρκῶν μου ἐμφορηθῆναι, ἡδέως ἂν τοῦτο ἐποίουν.
19l31, 32 〈ἔξω δὲ οὐκ ηὐλίζετο ξένος,〉 ἡ δὲ θύρα μου παντὶ ἐλθόντι
20lἠνέῳκτο.
21τοῦτο τῆς Ἀβραμιαίας καὶ φιλοξένου εὐγενείας ἐπίσημον.265

266

(1l)

31, 33—34 εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ
2lγὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτοῦ.
3 ἑκούσιον μὲν οὐδὲν ἑαυτῷ συνῄδει πλημμέλημα, οὕτως ἄκρως τὸν κατ’ ἀρετὴν ἐξήσκει βίον. ἐπειδὴ δὲ ἄνθρωπον ὄντα οὐκ ἦν μὴ ἄκον‐
5τα παραπίπτειν—παραπτώματα γὰρ τίς συνήσει; φησὶν ὁ μελωδός—, μετανοίᾳ καὶ ἐξομολογήσει ἐξιᾶτο γνωσθὲν τὸ ἁμάρτημα οὐκ αἰσχυνόμενος τὸ μὴ κατὰ τὸν ὀρθὸν λόγον πεπραγμένον ἐξαγορεύ‐ ειν.
9l31, 34—35 εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ
10κενῷ, τίς δώῃ ἀκούοντά μου; δοκεῖ μὲν λέγειν, ὅτι 〈εἰ〉 εἰς κρίσιν ἦλθον καὶ εἶχον τὸν ἀκούοντα, ὅσον ἐπ’ ἀνθρωπίνῳ κρίματι, οὐδὲν ἂν ὑπέμενον τῶν δεινῶν. ἐμοὶ δὲ δοκεῖ ἀκροατὰς ἐπιζητεῖν συνετοὺς δυναμένους χωρῆσαι τὴν ἀκρότητα τῆς πολιτείας, ἧς ἐξηγήσατο. οὐ γὰρ ταῦτα εἶπεν ἐπαιρόμενος ἐπὶ
15τοῖς ἑαυτοῦ κατορθώμασιν, ἀλλ’ ἡμῖν καταλιμπάνων ὑπογραμμόν, ὅπως βιῶναι χρή. προεγράφη γὰρ ταῦτα εἰς νουθεσίαν ἡμετέραν, οὕτω τοῦ ἁγίου πνεύματος οἰκονομήσαντος. τὸ δὲ κόλπῳ κενῷ σημαίνει, ὅτι πρὸς τῷ τρέφειν τὰ ἐφόδια παρεῖχε, πλουσίως καὶ ἱλαρῶς μετιὼν τὸ ἐλεημονιτικὸν καὶ φιλόπτωχον.
20l31, 35 χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν.
21ἀλλὰ καὶ τὰ πρὸς θεόν, φησίν, εὐλαβῶς διεκείμην.266

267

(1l)

31, 35—37 συγγραφὴν δέ, ἢν εἶχον κατά τινος, ἐπ’ ὤμοις ἂν περι‐
2lθέμενος στέφανον ἀνεγίνωσκον, καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐ‐
3lδὲν λαβὼν παρὰ χρεωφειλέτου.
4ἢ τοῦτο λέγει ὅτι· οὐχ οἷά τις ἐγκαυχώμενος ἐπὶ τοῖς δανείοις
5ἀνελίττων ἀμφοτέραις χερσὶ τὰς συγγραφὰς δημοσίᾳ ὑπανεγίνωσκον— 〈τὸ γὰρ π’ ὤμοις τοῦτο σημαίνει, ὡς διὰ τῶν ὤμων τῶν χειρῶν κινουμένων—, ἢ ὅτι διαρρηγνὺς τῶν χρεωφειλετῶν τὰς συγγραφὰς καὶ συγχωρῶν τὰ ὀφλήματα πρότερον ἀναγινώσκων〉 αὐτοῖς, εἶτα διαρρήσ‐ σων τὸν χάρτην στέφανον καὶ ἰδίαν εὐπρέπειαν ἐποιούμην τὴν συγ‐
10χώρησιν.
11l31, 38 εἰ ἐπ’ ἐμοί ποτε ἡ γῆ ἐστέναζεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐ‐
12lτῆς ἔκλαυσαν ὁμοθυμαδόν.
13 ἐπὶ τῇ ἁρπαγῇ τῶν ἀλλοτρίων δηλονότι ἢ καὶ τῷ ἀμισθὶ τὴν γῆν ἐρ‐ γάζεσθαι.
15l31, 39 εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς.
16 δύο ἐνταῦθα σημαίνει, ὅτι καὶ τὰ τιμήματα τῶν καρπῶν κατεβάλ‐ λετο καὶ οὐδὲ μόνος ἤσθιεν, ἀλλ’ ἐκοινοποίει τοῖς δεομένοις τὰς τροφάς.
19l31, 39 εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα.
20ὡς κατὰ δυναστείαν ἁρπάσας τι τοῦ κτήτορος τῆς γῆς.
21l31, 40 ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος.
22ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· ἀντὶ σίτου βλαστῆσαι ἄκανος. ἀνέ‐
γνωμεν δὲ ἐν ταῖς Βασιλείαις τὸ φυτὸν τὸν ἄκανον. καὶ ἡ βάτος δὲ267

268

καὶ ὁ ἄκανος ἀκανθώδη φυτά· ἔοικε δὲ καὶ ἡ κνίδη τοιοῦτόν τι εἶ‐ ναι. λέγει οὖν ὅτι· εἴ τι τῶν προειρημένων ἔπραξα, ἢ ἀλλοτρίαν γῆν παραιρούμενος ἢ ἀμισθὶ τὴν γῆν ἀνατέμνων καὶ ἐργαζόμενος, ἀκάνθας
5ἀντὶ τῶν ἡμέρων ἀντιδώῃ μοι καρπῶν.
6l31, 40—32, 1 καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν, ἡσύχασαν δὲ καὶ οἱ τρεῖς
7lφίλοι αὐτοῦ, ἔτι δὲ ἀντειπεῖν Ἰώβ· ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν.
8 ἐνταῦθα τὸν λόγον ἔστησαν συμπεράναντες τὸν διάλογον ὅ τε Ἰὼβ καὶ οἱ φίλοι. ἡσύχασαν δὲ οὐ προαιρετικῶς, ἀλλ’ ἐπειδὴ πᾶσαν αὐ‐
10τοῖς δικαιολογίαν ἀπέκλεισεν Ἰὼβ καὶ οὐκ ἦν αὐτοῖς ἀντειπεῖν πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ τῷ δικαίῳ τὰ κατορθώματα καὶ ὡς ἐκ διαθέσεως ἐμίσει μὲν τὸ κακόν, εἰλικρινεῖ δὲ τῇ πρὸς θεὸν ἀγάπῃ μετῄει τὸ καλόν. ἔδειξε γὰρ ὁ Ἰώβ, ὅτι καὶ τὰ πρὸς τοὺς ἀνθρώ‐ πους δίκαια καὶ τὸ πρὸς θεὸν σέβας ἄκρως ἐφύλαξε μετὰ τῆς θαυμα‐
15στῆς ταπεινοφροσύνης, ἣν παρίστησι τὸ ἐξαγορεύειν τὰ ἁμαρτήματα.268

269

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΠΡΩΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· {περὶ τοῦ Ἐλιούς} ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 τῶν φίλων τοῦ Ἰὼβ ἐπὶ παράκλησιν ἀφικομένων, ἔξω δὲ τοῦ σκοποῦ γεγενημένων τῆς ἀφίξεως καὶ τῇ βαρύτητι τῶν λόγων ἐπιτριβόντων τῷ δικαίῳ τὰ τραύματα—ἔφασκον γὰρ δι’ ἁμαρτίας αὐτὸν πεπονθέναι καὶ μὴ ἄλλως τὸν θεὸν αὐτῷ ἐπάγειν τὰς κολάσεις, εἰ μὴ κατὰ ἀνταπόδο‐ σιν· ἕπεσθαι γὰρ ἀεὶ ταῖς ἁμαρτίαις τὰς κακώσεις—τοὺς αὐτῶν λό‐
10γους ὁ Ἰὼβ ἀμυνόμενος ἐπηπόρησε λέγων· εἰ ταῦτα οὕτως ἔχει, ὥσπερ ὑμεῖς φατε, πῶς πολλοὺς ὁρῶμεν ἀδίκους τιμωρίαν οὐ δεδωκότας μέ‐ χρι τέλους, πολλοὺς δὲ δικαίους πάσχοντας; εἶτα ὡς ἐσφαλμένας τῶν φίλων ἀποφεύγων τὰς κρίσεις αἰτεῖ θεὸν ἀπαλλαγῆναι τῶν βασάνων καὶ ἐπὶ αὐτοῦ τὴν δίκην εἰπεῖν καὶ παραθέσθαι τὰ ἑαυτοῦ δίκαια, ἵνα
15ἐπιδείξῃ, ὡς ἄδικον εἰργάσατο οὐδὲν τῆς τηλικαύτης μάστιγος ἄξιον. ταῦτα δὲ ἔλεγεν οὐ θεοῦ καταψηφιζόμενος ὡς ἄδικα πράττοντος, ἀλλὰ καὶ σφόδρα θαρρῶν τῇ αὐτοῦ δικαιοκρισίᾳ, τοὺς δὲ φίλους διελέγξαι θέλων, ὡς οὐ δικαίας κατ’ αὐτοῦ ποιοῦνται τὰς κρίσεις. ὁ μὲν οὖν
σκοπὸς τοῦ Ἰὼβ πρὸς τοὺς φίλους ὅλως ἀποτείνεται βουλομένου δεῖ‐269

270

ξαι, ὅτι ἐπὶ θεοῦ δικάζοντος δίκαιος ἀναφανεῖται τοῦ ἀληθινοῦ καὶ ἀπροσωπολήπτου, οἱ δὲ μάτην αὐτοῦ κατηγοροῦντες οὐκ ἀληθεῖς ἔχου‐ σι τοῦ δικαίου τὰς κρίσεις. τούτων ἐπακροώμενος ὁ Ἐλιοὺς καὶ οὐ νενοηκὼς τοῦ δικαίου τὴν
5διάνοιαν ᾠήθη λέγειν αὐτόν, ὡς ἄδικα πάσχει παρὰ θεοῦ δίκαιος ὤν. διὰ τοῦτο ζηλῶν ἐζήλωσε τῷ κυρίῳ καὶ ὠργίσθη κατὰ τοῦ Ἰώβ· οὐδὲν δὲ ἔχων ἀδίκημα τοῦ δικαίου κατηγορεῖν ἐνδίκως, ὠργίσθη καὶ κατὰ τῶν τριῶν φίλων, ὅτι τὸν δίκαιον ἀσεβείας κατεδίκασαν, ὡς δι’ ἁ‐ μαρτήματα τὰς τιμωρίας ὑπομένοντα. ἐντεῦθεν ἀνακύπτει ζήτημα τοι‐
10όνδε· εἰ ὀργίζεται κατὰ τῶν φίλων ὁ Ἐλιούς, ὅτι ἀσεβῆ τὸν Ἰὼβ ἔ‐ κριναν, δίκαιος ἄρα ὁ Ἰώβ. εἰ δὲ δίκαιος, πῶς καὶ κατ’ αὐτοῦ ποι‐ εῖται τὴν ἐπιτίμησιν; ἀλλ’ ἐρεῖ πρὸς ταῦτα ὁ Ἐλιούς, ὡς εὐσεβὴς μὲν καὶ δίκαιος ὁ Ἰώβ, καὶ οὐδεὶς ἀντερεῖ· αἰτίαν δὲ δέδωκε κατ’ αὐτοῦ τὸ θέλειν πρὸς θεὸν δικάζεσθαι. ὁ μὲν οὖν σκοπὸς τοῦ Ἐλι‐
15οὺς οὐ ψεκτός· οὐ γὰρ σφοδρῶς ἔπληξε τὸν Ἰὼβ ὥσπερ ἐκεῖνοι ἀσέ‐ βειαν αὐτοῦ καταψηφιζόμενοι, πλὴν οὐκ ἐνόησεν, ὥσπερ ἔφημεν, τοῦ δικαίου τὴν διάνοιαν καὶ ἐξ οἵας ἀγάπης καὶ πεποιθήσεως τῆς πρὸς τὸν θεὸν ἐπ’ αὐτοῦ τὴν δίκην λέγειν ἐπόθει. ὅθεν λογιζόμεθα καὶ τὸν θεὸν μήτε ἐπαινέσαι τὸν Ἐλιούς, ἐπειδὴ μὴ νενόηκε τοῦ Ἰὼβ
20τοὺς λόγους, μήτε μὴν καταδικάσαι, ἐπειδὴ μὴ ἀσεβείας κατέκρινε τὸν Ἰὼβ μηδὲ ἀπεφήνατο δι’ ἀδικίας αὐτὸν πάσχειν ὥσπερ οἱ φίλοι·
διὰ γὰρ τοῦτο τὴν κατ’ ἐκείνων ἐπιτίμησιν θεὸς εἰργάσατο.270

271

(1t)

Αἱ λέξεις
2l32, 2 ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγε‐
3lνείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας.
4τοῦ μὲν Βαραχιὴλ υἱὸς ἦν ὁ Ἐλιούς, τὸ δὲ Βουζίτης ἀπὸ συγ‐
5γενείας τῆς τοῦ Βουζί, ὅθεν ἦν καὶ Ἠράμ, ἢ καὶ ἀπό τινος πόλεως τῆς Αὐσίτιδος χώρας. Ἰουδαῖοι μὲν οὖν φασιν αὐτὸν εἶναι ἐκ τῆς συγγενείας τοῦ Ἰουδά. ἔστι δὲ οὐ πιθανὸς ὁ λόγος· τῆς γὰρ Αὐσί‐ τιδος χώρας ἡ γραφὴ αὐτὸν λέγει. πλὴν οὐ σφόδρα ἀναγκαῖον τὰ τοι‐ αῦτα λεπτολογεῖν.
10l32, 2 ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναν‐
11lτι κυρίου.
12 κατὰ τὸ εὔλογον μὲν ἐκινεῖτο, ὡς ἐνόμιζεν, ὁ Ἐλιούς, οὐχ ὅτι δίκαιον ἑαυτὸν ἔλεγεν ὁ Ἰώβ, —συνηπίστατο γὰρ ὅτι δίκαιος ἦν ὁ Ἰώβ—, ἀλλ’ ὅτι ἔναντι κυρίου ὡς ἀδικίαν θεοῦ καταψηφιζόμενος,
15ὅτι μὴ δικαίως αὐτῷ τὰς τιμωρίας ἐπάγει. οὐ νενόηκεν δέ, ὡς ἔφη‐ μεν, τὴν εὐσεβῆ καὶ φιλόθεον τοῦ Ἰὼβ διάνοιαν. οὐ γὰρ θεὸν κατη‐ γορῶν, ἀλλὰ τοὺς φίλους διελέγχων πρὸς θεὸν ἤθελε κρίνεσθαι, ἀρ‐ ραγεῖ πίστει πεποιθὼς τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ.
19l32, 3 καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, ὅτι οὐκ ἠδυνή‐
20lθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
21διπλῇ κατὰ τῶν φίλων ὠργίσθη Ἐλιούς, πρῶτα μέν, ὅτι ἀσεβείας
ἔκριναν τὸν δίκαιον, λέγοντες, ὡς πάντως κατὰ ἀνταπόδοσιν αἱ τι‐271

272

μωρίαι τοῖς ἀδίκοις ἐπάγονται, καὶ ὅτι τὴν ὑπὲρ θεοῦ συνηγορίαν ἀνειληφότες ἡττήθησαν τοῖς τοῦ Ἰὼβ λόγοις καὶ ἐσιώπησαν, τὸν ὑπ’ αὐτῶν συνηγορούμενον καταπροδεδωκότες καὶ τῇ σιωπῇ τῷ Ἰὼβ δε‐ δωκότες κατὰ θεοῦ τὰ νικητήρια.
5l32, 4—5 Ἐλιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν τῷ Ἰώβ, ὅτι πρεσβύ‐
6lτεροί εἰσιν αὐτοῦ ἡμέραις. καὶ εἶδεν Ἐλιούς, ὅτι οὐκ ἔστιν ἀπό‐
7lκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
8 ἐπαινετὸν τὸ ἦθος τοῦ Ἐλιοὺς ἐν καιρῷ μὲν σιωπήσαντος—ἔδει γὰρ πρώτους τοὺς πρεσβυτέρους καθ’ ἡλικίαν λαλεῖν—, ἐν καιρῷ δὲ
10ἀποκριναμένου τῶν παλαιωτέρων ἀπορίᾳ συσχεθέντων. τό τε γὰρ δια‐ κόπτειν τῶν πρεσβυτέρων τὸν νοῦν προπετείας ἔφερεν ἔγκλημα, τό τε σιωπᾶν, ἐν οἷς ἀδικεῖσθαι τὸ δίκαιον ἐνόμιζε, οὐ καλὸν εἶναι δι‐ καίως ὑπέλαβεν. τὸ ὑπέμεινεν οὖν ἀντὶ τοῦ· ἀνέμεινεν, τὸ δὲ ἐθυμώθη ἀντὶ τοῦ· ἐζήλωσεν. κατὰ τὸ εὔλογον ἐκινήθη· ἔστι γὰρ
15ψεκτὴ ὀργὴ 〈ἡ〉 ἄλογος κίνησις καὶ ἐπαινετὴ ἡ τῷ δικαίῳ συμβαίνου‐ σα, ἥτις κατὰ φύσιν ἐστι κατὰ τῶν ἀδίκων εἰς ἀνδρείαν τὴν ψυχὴν ἐπαλείφουσα.
18l32, 6 ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπεν.
19ὑπολαβὼν ἀντὶ τοῦ· τῶν εἰρημένων λόγων διαδεξάμενος.
20l32, 6 νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ
21lἡσύχασα φοβηθεὶς τοῦ 〈ὑμῖν〉 ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.
22 καλῶς προσέθηκε· τῷ χρόν. ἔστι γάρ τις νεώτερος μὲν καθ’ ἡ‐ λικίαν, πολιὰν δὲ ἔχων φρόνησιν, καὶ ἄλλος γέρων μὲν τὸν χρόνον,
νεώτερος δὲ τὴν διάνοιαν. ὅρα δέ, ὅπως οὐ μόνον αἰδοῖ, ἀλλὰ καὶ272

273

φόβῳ καὶ εὐλαβείᾳ τῶν πρεσβυτέρων τὴν διάλεξιν περιέμεινεν, καὶ εἰ μὴ πρότερον ἐπαύσαντο, οὐκ εἶπεν αὐτός, ἃ καλῶς ἔχειν ἐλογίζετο καὶ ἠπίστατο.
4l32, 7—8 εἶπα δέ· οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτε‐
5lσιν οὐκ οἴδασι σοφίαν. ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παν‐
6lτοκράτορος ἡ διδάσκουσα.
7 πάλαι, φησίν, καθήμενος καὶ τῶν λεγομένων ἐπακροώμενος καὶ οὐκ ἀξίους ἀκούων τῆς ἡλικίας τοὺς λόγους κατ’ ἐμαυτὸν ἔλεγον· οὐ πάντως οὐδὲ ἁπλῶς οἱ ἐν πολλοῖς ἔτεσι βιώσαντές εἰσι σοφοί, ἀλλὰ
10χρεία τῆς τοῦ ἁγίου πνεύματος χάριτος τῆς οὐκ ἀναμενούσης χρόνου μῆκος, ἀλλ’ ἀθρόως σοφιζούσης τὸν ἄνθρωπον. καὶ 〈οὐ〉 θαυμασίως δὲ εἶπεν Ἐλιούς· ὁ γὰρ νεώτερος καθ’ ἡλικίαν Δανιὴλ τῇ θείᾳ χάριτι φρενωθεὶς τοὺς πεπαλαιωμένους ἡμερῶν κακῶν πρεσβυτέρους διήλεγξεν. διδάσκει δὲ ἡ χάρις οὐκ ἀκρίτως, ἀλλ’ ἐὰν εὕρῃ ψυχὴν
15καθαράν.
16l32, 9 οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες οἴδασι κρίμα.
17 καθ’ ἑαυτὸν μὲν οὖν ὁ χρόνος δίχα τῆς χάριτος σοφίαν παρέχειν ἀδύνατος. ἔοικε δὲ κρίμα λέγειν μέρος ὁδῶν τοῦ θεοῦ· κρίσις γάρ
ἐστι κυρίως ἡ καθόλου, κρίμα δὲ τὸ μερικόν. τοῦτο οὖν φησιν, ὅτι273

274

οὐδὲ μέρος τῶν κριμάτων τοῦ θεοῦ δύναταί τίς καταλαβεῖν ὑπὸ τοῦ χρόνου σοφιζόμενος, εἰ μὴ ἡ θεία προσγένηται χάρις.
3l32, 10—11 διὸ εἶπον· ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν, ἃ οἶδα.
4lἐνωτίζεσθέ μου τὰ ῥήματα, ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, 〈ἄχρις οὗ ἐτά‐
5lσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω.
6 ἕτερα ἀντίγραφα μετὰ τὸ ἐρῶ γὰρ ὑμῶν ἀκουόντων〉 ἔχουσι καὶ τούτους τοὺς στίχους· ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἐνωτισάμην ἄ‐ χρι συνέσεως ὑμῶν. οἱ δὲ ἕτεροι ἑρμηνευταὶ οὕτως ἐκδεδώκασιν· ἰδοὺ ἐξεδεξάμην τοὺς λόγους ὑμῶν, ἠκροασάμην ἐφ’ ὅσον ἐφρονεῖτε, ἐφ’ ὅ‐
10σον ἐξητάζετε λόγους καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν ἐνενόουν. κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων πρό‐ δηλος ἡ διάνοια. ὥσπερ ἐγὼ μεθ’ ἡσυχίας, φησίν, ἤκουσα πάντων τῶν λεχθέντων καὶ ἀνέμεινα μέχρι τοῦ συμπεράσματος τῶν ὑμετέρων λόγων καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε, καὶ ὑμεῖς τῶν ἐμῶν ἀ‐
15κούσατε λόγων, διὰ τῶν ὤτων ἐγκατάθεσθε τῇ διανοίᾳ τὰ ῥήματα. κατὰ δὲ τὰ παρ’ ἡμῖν ἀντίγραφα οὕτω περιέχοντα· ἐρῶ γὰρ ὑ‐ μῶν ἀκουόντων, εἶτα συνημμένα· ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω, ὁ νοῦς οὗτος· λέγω οὐδὲν ὑπέρογκον, ἀλλὰ ἃ δύνασθε δοκιμάσαι καὶ μέχρις ὑμῶν συνήσω, ἀντὶ τοῦ· οὐ κε‐
20νοφωνίαις χρήσομαι, ἀλλὰ ἃ δύνασθε συνιέναι λαλήσω καὶ ἃ δύνασθε νοῆσαι.
22l32, 12—14 καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος αὐτῷ274

275

(1l)

ῥήματα ἐξ ὑμῶν, ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν {τῷ} κυρίῳ προσθέ‐
2lμενοι· ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.
3 διὰ τοῦτο δέ, φησίν, εἰς τὸ λέγειν προήχθην, ἐπειδὴ μηδεὶς ὑ‐ μῶν ἐλέγχειν τοὺς λόγους τοῦ Ἰὼβ δεδύνηται, ἀλλ’ ἀπεσιωπήσατε ἀν‐
5θρώπου τοιαῦτα πρὸς θεὸν λαλήσαντος. τὸ δὲ ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι τοιοῦτόν τινα ὑπο‐ βάλλει νοῦν· καὶ ἵνα μὴ νομίσητε, ὅτι τὸ ἁπλῶς προστίθεσθαι τῇ τοῦ θεοῦ μερίδι καὶ θεῷ συνηγορεῖν τοῦτο σοφίας ἐστιν, ἀναγκαίως τοὺς λόγους ποιοῦμαι. ὁ δὲ ὅλος νοῦς τοιοῦτός τις φαίνεται· προ‐
10ῆλθον, φησίν, εἰς τὸ λέγειν δι’ αἰτίαν διττήν, πρῶτον μέν, ἵνα μὴ νομίζοντες τῷ θεῷ συνηγορεῖν καὶ τοῦτο εἶναι σοφίαν καταδικάζητε τὸν Ἰὼβ τὰς αἰτίας οὐκ εἰδότες τῆς κακώσεως—εἰ γὰρ καὶ θεοσε‐ βεῖς ἦτε, ἀλλ’ οὔπω τῆς σοφίας κατελάβετε τὰ μέτρα—, καὶ ὅτι οὐκ ἰσχύσαντες ἀντειπεῖν τῷ Ἰὼβ τρόπον τινὰ καὶ ἐπετρέψατε διὰ τῆς
15σιωπῆς ἀνθρώπῳ γε ὄντι τοιαῦτα λαλῆσαι κατὰ θεοῦ.
16l32, 15 ἐπτοήθησαν καὶ οὐκ ἀπεκρίθησαν, ὅτι ἐπαλαίωσαν ἐξ αὐτῶν
17lλόγους.
18 φασὶ μέν τινες μὴ εἶναι τοὺς στίχους τούτους τοῦ Ἐλιούς, ἀλλὰ τοῦ συγγραφέως διὰ μέσου παρενθέντος τῶν φίλων τὴν ἀποσιώπησιν.
20ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιούς. σχῆμα δέ ἐστι τοῦτο τὸ καλούμενον κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον διαλεγόμενος περὶ
αὐτῶν φησιν, ὅτι· διὰ τοῦτο λαλῶ, ἐπειδήπερ κατεπλάγησαν τοῦ Ἰὼβ275

276

τὰ ῥήματα καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς καὶ σαθροὺς καὶ ἀχρεί‐ ους ἔδειξαν διὰ τῆς σιωπῆς. διὰ τοῦτο καὶ ἐπάγει·
3l32, 16 ὑπέμεινα, καὶ γὰρ οὐκ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
4ἀντὶ τοῦ· περιέμεινα καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι
5ἀντιλέγειν πρὸς τὰ εἰρημένα, καὶ {ὡς} εἴ γε ηὐπόρησαν ἀμυντικῶν λόγων, οὐκ ἂν ἐφθεγξάμην. ἐπειδὴ δὲ ἔστησαν καὶ περαιτέρω προελ‐ θεῖν οὐκ ἠδυνήθησαν τοῖς τοῦ Ἰὼβ ἀνακοπέντες λόγοις, ἐγὼ παρῆλθον
διελέγξων τὰ εἰρημένα.276

277

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΔΕΥΤΕΡΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων· ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 εἰρηκὼς ὁ Ἐλιοὺς τὴν αἰτίαν, ὅθεν εἰς τὸ λέγειν προήχθη, βα‐ θείας αὐτῷ γενομένης σιγῆς αὐτὸς τοὺς ἑαυτοῦ λόγους ἀναπληρῶν πλήρης εἶναι λέγει ῥημάτων, τῶν ὑπὲρ θεοῦ δηλονότι καὶ τῶν πρὸς τὸν Ἰὼβ εἰς τὴν ὁμοίαν ἀντεξέτασιν θεῷ καταστῆναι θελήσαντα. λα‐ λήσειν οὖν φησιν, τὸ δίκαιον πάσης ἀνθρωπίνης αἰδοῦς προτιμῶν.
10προκαλεῖται δὲ τὸν Ἰὼβ εἰς τὴν διάγνωσιν μηδὲν εὐλαβούμενον· οὐ γὰρ πρὸς θεόν σοι, φησίν, ὁ ἀγών, μὴ δείσῃς, ἀλλὰ πρὸς ἄνθρωπον ὁμοιοπαθῆ. τοῦτο γὰρ ἔφασκες, ὡς ἕτοιμος εἶ δικάσασθαι πρὸς θεόν, ἐὰν ἀφόβως τοῦτο ποιεῖν ἐπιτραπῇς, καὶ ἔλεγες μὲν ἄμεμπτος εἶναι, ᾐτιῶ δὲ θεὸν ὡς ἀκριβῶς ἀναζητήσαντα τὰ κατὰ σέ. ἐγὼ δέ σε διδάξω,
15ὅτι παιδευτικῶς ὁ θεὸς καὶ πρὸς τὸ συμφέρον τοῖς ἁμαρτάνουσι τούς τε δι’ ἐνυπνίων φόβους ἐπάγει καὶ τὰς διὰ τῶν νόσων μάστιγας καὶ σῴζει τοὺς παιδευομένους καὶ μετανοοῦντας. καὶ ἀληθῆ μέν φησιν ὁ Ἐλιοὺς περὶ τῆς παιδευτικῆς καὶ κηδεμονικῆς τοῦ θεοῦ περὶ ἡμᾶς προνοίας. οὐ τοιαύτη δὲ ἦν ἡ κατὰ τὸν Ἰὼβ ὑπόθεσις
20ἀγὼν γὰρ ὑπῆρχεν ἀρετῆς πρὸς κακίαν καὶ ἀνθρώπου θεοσεβοῦς πρὸς ὠμότητα διαβολικήν, ὥστε ὁ Ἐλιοὺς 〈οὐ〉 τῆς κατὰ τὸν Ἰὼβ ὑποθέσε‐
ως ἁψάμενος οὐ νενόηκε τῆς ἐπενεχθείσης πληγῆς τὴν αἰτίαν.277

278

(1t)

〈Αἱ λέξεισ〉
2l32, 18 πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων.
3 πλήρης εἶναι λέγει ῥημάτων τῶν τε ὑπὲρ θεοῦ καὶ τῶν πρὸς ἄν‐ θρωπον εἰς τοσοῦτον ἐπαιρόμενον, ὡς θέλειν πρὸς θεὸν κριθῆναι καὶ
5ἐλπίζειν λήψεσθαι τὰ νικητήρια.
6l32, 18 ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός.
7 οὐ γὰρ φέρω, φησίν, τὴν σιωπὴν ὑπὸ τῶν εἰρημένων κεντούμενος οὐδὲ ἐχεμυθεῖν ἔτι δύναμαι, ἀπόλλυμαι δὲ τὴν ψυχὴν ὅλως συγκεκι‐ νημένος καὶ διαθερμανθεὶς καὶ ἀποπνιγόμενος, εἰ μὴ λαλήσω. πνεῦ‐
10μα δὲ γαστρὸς ἢ περιφραστικῶς τὴν ψυχὴν λέγει ἢ τὸ θυμικὸν τῆς ψυχῆς μέρος εὐλόγως καὶ ἀνδρείως ὡς ὑπὲρ θεοῦ κινούμενον.
12l32, 19 ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσ‐
13lπερ φυσητὴρ χαλκέως ἐρρηγώς.
14μικροῦ μέν, φησίν, διαρρήγνυμαι ὑπὸ τοῦ πλήθους τῶν ἐννοιῶν
15τῶν ἐπελθουσῶν μοι πρὸς τὴν ἀντιλογίαν στενοχωρούμενος, ὥσπερ τις ἀσκὸς οἴνου νέου καὶ θερμοῦ πεπληρωμένος ὑπὸ τοῦ ἀναβρασμοῦ καὶ τῆς ζέσεως ἐκραγῆναι μέλλων ἢ ὥσπερ φυσητὴρ χαλκέως. τὸ δὲ ἐρρη‐ γὼς εἶπεν, ἐπειδὴ λαλεῖν ἤρξατο καὶ ὥσπερ ἀφιέναι τὸ ἔνδον πνεῦ‐ μα. ὁ γὰρ διαρραγεὶς φυσητὴρ τοῦ χαλκέως ἀφίησι τὸ πνεῦμα. διὸ
20καὶ ἐπάγει·
21l32, 2—22 λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· ἄνθρωπον γὰρ278

279

(1l)

οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· οὐ γὰρ ἐπί‐
2lσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.
3 λαλήσω τοιγαροῦν ἀνεπαισχύντως καὶ δίχα πάσης ἀνθρωπαρεσκίας. εἰ δέ τι παρὰ τὸ δίκαιον φθέγξομαι πρόσωπον αἰδούμενος ἤ τινι χα‐
5ριζόμενος, ὥσπερ τὰ ἱμάτια σῆτες δαπανῶσιν, οὕτω κἀμὲ δαπανήσου‐ σιν οἱ τῆς ψυχῆς σῆτες, ἡ κενοδοξία καὶ ἀνθρωπαρεσκία, τὰς ἐκ θεοῦ τιμωρίας ἐπάγουσαι.
8l33, 1—3 οὐ μὴν δέ, ἀλλὰ ἄκουσον, Ἰώβ, τὰ ῥήματά μου καὶ λαλιὰν
9lἐνωτίζου μου· ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσ‐
10lσά μου. καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χειλέων μου κα‐
11lθαρὰ νοήσει.
12 ἄκουσον τοιγαροῦν, ὦ Ἰώβ· ἄρχομαι γὰρ λοιπὸν τῶν πρὸς σὲ λόγων, καθαρὰν μὲν καὶ παντὸς πάθους ἀνενόχλητον ἔχων τὴν ψυχήν, συνετὴν δὲ ἔχων γνῶσιν καὶ ἀπλανῆ καὶ κεκαθαρμένην. καθαρὰν δὲ λέγει γνῶ‐
15σιν τὴν ὑπὲρ θεοῦ καὶ πρὸς ἄνθρωπον ἐξ ἰσοτιμίας θέλοντα πρὸς θε‐ ὸν δικάσασθαι.
17l33, 4 πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκου‐
18lσά με.
19ἀρχόμενος τῶν πρὸς τὸν Ἰὼβ λόγων ὁ Ἐλιοὺς εὐχαριστήριον ὕμνον
20ἀναπέμπει θεῷ αὐτὸν εἶναι λέγων αἴτιον αὐτοῦ καὶ τῆς ποιήσεως καὶ τῆς συνέσεως καὶ τῆς γνώσεως, ᾥτινι πεποιθὼς ἐπὶ τὸ λέγειν προήχ‐ θη. σημειοῦ δὲ πάλιν, ὡς τὸ ἅγιον πνεῦμα αἴτιον εἶναι λέγει τῆς
ἀνθρώπου ποιήσεως. εἰ γὰρ καὶ δι’ οὗ τὰ πάντα † ὁ πατήρ, τὸ279

280

αὐτὸ καὶ τοῦ υἱοῦ † ἀχώριστον αὐτοῦ τυγχάνον, ἐπειδὴ καὶ κατὰ φύ‐ σιν ἴδιόν ἐστι τοῦ μονογενοῦς.
3l33, 5 ἐὰν δὲ δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα, ὑπόμεινον.
4ὑπόμεινον τοιγαροῦν ἀκοῦσαι τὰ παρ’ ἐμοῦ καί, εἰ ἔστι σοι λό‐
5γος ἀντιλογίας, ἀπόκριναι.
6l33, 5—6 στῆθι κατ’ ἐμὲ καὶ ἐγὼ κατὰ σέ. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς
7lκαὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.
8 μηδὲν οὖν εὐλαβηθῇς πρὸς τὸ ἀποκρίνασθαι, ἰσοπαλὴς γάρ ἐστιν ὁ ἀγών· τῆς γὰρ αὐτῆς ἄμφω τυγχάνομεν φύσεως τῆς ἐκ πηλοῦ καὶ γῆς
10καὶ οὐδὲν ἐχούσης ὑπέρογκον. ταῦτα δὲ λέγει ἐντρέπων αὐτὸν ὡς θε‐ λήσαντα πρὸς θεὸν δικάσασθαι. διὸ καὶ ἐπάγει·
12l33, 7 οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεία ἔσται ἐπὶ
13lσοί.
14ἐπειδὴ ἔλεγεν ὁ Ἰώβ· καὶ ὁ φόβος αὐτοῦ μή με στρο‐
15βείτω, ἰδού, φησίν, οὐδὲν φοβερὸν οὐδὲ δυνατὸν παρ’ ἐμοὶ ὥσπερ παρὰ θεῷ, οὐδὲ ὑπὸ τοῦ φόβου μου περιστρέφῃ καὶ περιτρέπῃ τὴν δι‐ άνοιαν, οὐδέ, ἐὰν ἀντείπῃς, δύναμαί σοί τινα πληγὴν ἐπαγαγεῖν βα‐ ρύνων κατὰ σοῦ τὴν ἐμὴν χεῖρα. ἔφασκες γάρ, ὡς, εἰ μὴ ταῦτα ἐδε‐ δοίκεις, διαγωνίζεσθαι πρὸς θεὸν ἤθελες.
20ταῦτα δὲ λέγει ὁ Ἐλιούς, ὡς ἤδη φθάσαντες εἴπαμεν, οὐ καθήκον‐
τα τῆς ἐννοίας, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ.280

281

(1l)

33, 8 πλὴν εἶπας ἐν ὠσί μου, φωνὴν ῥημάτων σου ἀκήκοα.
2ἐτόλμησας δὲ εἰπεῖν τοιαῦτα ῥήματα, ὧν αὐτήκοος γέγονα.
3l33, 9—11 διότι λέγεις· καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτος δέ εἰ‐
4lμι, οὐ γὰρ ἠνόμησα· μέμψιν δὲ κατ’ ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ
5lὑπεναντίον. ἔθετο δὲ ἐν ξύλῳ μου τὸν πόδα, ἐφύλαξε δὲ τὰς ὁδούς
6lμου πάσας.
7 ἐθάρρησας δὲ εἰπεῖν· καθαρὸς μέν εἰμι καὶ ἄμεμπτος, ὁ δὲ θεὸς ὥσπερ τις ἐχθρὸς ἀκριβῶς ἀναζητήσας τὰ κατ’ ἐμέ, εἴ τι ἄκων παρ‐ έβην, εἴ τι ἐν νεότητι ἥμαρτον, ἀνιχνεύσας εὗρεν κατ’ ἐμοῦ μέμψιν,
10ὅπως με τιμωρήσηται. τὸ δὲ ἔθετο ἐν ξύλῳ τὸν πόδα μου ἢ τοῦτο λέγει, ὡς τοῦ Ἰὼβ εἰρηκότος ὅτι· ὥσπερ τῷ καλουμένῳ καλοπο‐ δίῳ διεμέτρησέ μου τὸν πόδα, ἵνα εἴπῃ ὅτι· καὶ μέτρα τῶν ἐμῶν ῥη‐ μάτων ἀκριβῶς ἐξηριθμήσατο· ἢ ὅτι συνέκλεισε πάσας τὰς πορείας ὥσπερ οἱ ἐν τετρυπημένῳ ξύλῳ τὸν πόδα δεσμοῦντες, τὸ ἀδιεξίτητον
15τῆς τιμωρίας αἰνιττόμενος.
16l33, 12—13 πῶς γὰρ λέγεις· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου; αἰ‐
17lώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. λέγεις δέ· διὰ τί τῆς δικαιοσύνης
18lμου οὐκ ἐπακήκοε πᾶν ῥῆμα;
19ἀλλὰ καὶ ἀπετόλμησας εἰπεῖν ὅτι· ἐγὼ μέν εἰμι δίκαιος καὶ δι‐
20καίαν ἐποιησάμην πρὸς θεὸν τὴν δέησιν, ὁ δὲ οὐ κατένευσεν οὐδὲ τῶν ἐμῶν ἐπήκουσε λόγων. καίτοιγε ἐχρῆν σε ἐννοεῖν, ὡς ὁ αἰώνιος καὶ ἄναρχος θεὸς ἄριστα 〈τὰ〉 κατὰ τὸν κόσμον ἡνιοχῶν οὐδὲν τοῦ δι‐
καίου παρόψεται.281

282

(1l)

33, 14 ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος.
2 καὶ πάντα, ἃ ὥρισε καὶ διετάξατο ὁ θεός, οὐχ ὡς ἄνθρωπος μετα‐ μελόμενος ἢ ἐπιλογιζόμενός τι κρεῖττον ἐνομοθέτησεν, ἀλλὰ πάντα, ἃ διωρίσατο, ἄμεμπτα καὶ ἐπαινετά. τοῦτο γὰρ σημαίνει τὸ ἅπαξ
5λαλῆσαι ὁ κύριος ὡς τῶν μὲν ἀνθρώπων πολλάκις ἐφ’ οἷς λέγου‐ σιν ἢ πράττουσι μεταμελομένων, θεοῦ δὲ τοῦτο οὐχ ὑπομένοντος.
7l33, 14—16 ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον, ὡς φάσμα ἐν μελέτῃ νυκτερι‐
8lνῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ’ ἀνθρώπους ἐπὶ νυσταγμάτων
9lἐπὶ κοίτης· τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων.
10 ὁ μὲν οὖν, φησίν, κηδεμὼν τῶν ἡμετέρων θεὸς ὥρισε μέν τινα, ἃ κατὰ φύσιν φυλάττειν ὀφείλομεν οἷον τὸ ἀγαπᾶν θεὸν καὶ τὸν πλησίον ὡς ἑαυτόν· οὗτος γὰρ τῆς κατὰ φύσιν ἰσότητος νόμος. ἐὰν δὲ ἔν τινι παρατραπῶμεν, οἷα πατὴρ φιλόστοργος πολλάκις ἡμᾶς δι’ ὀνειράτων παιδεύει καὶ φασμάτων νυκτερινῶν. ἐπειδὴ γὰρ τὸν
15φυσικὸν οὐκ ἐφυλάξαμεν νόμον, τὸν παιδευτικὸν ἐσθότε φόβον ἐπιφέ‐ ρει δι’ ἐνυπνίων, ὡς ἐν μελέτ, τουτέστιν· διαλέξει, ποιῶν τι‐ να κατ’ ὄναρ 〈φάσματα〉 καὶ ἐκδειματῶν τὴν ψυχήν, ὅταν ἐπὶ κοί‐ της ἀφυπνώσῃ· καὶ διὰ τούτων τῶν δειμάτων ἐπιστρέφων ἀνακα‐ λύπτει νοῦν ἀνθρώπων, ἀντὶ τοῦ· εἰς συναίσθησιν ἄγει τοῦ
20θεοῦ, ἵνα τῷ φόβῳ συνελαυνόμενοι πρὸς αὐτὸν ἐπιστρέφωμεν τὸν οἰ‐ κεῖον ἐπανορθοῦντες βίον. οὕτω γὰρ καὶ τὸν Ἀβιμέλεχ ἐπαίδευσε πε‐
ρὶ τῆς ἁγίας τοῦ Ἀβραὰμ συνεύνου, ἐφ’ ᾧ ταύτῃ μὴ πλησιάσαι.282

283

τὸ δὲ ὡς οὐκ ἔστι νῦν ὁμοιωματικόν, ἀλλ’ αὐτὸ τὸ ὂν μετ’ ἐπι‐ τάσεως σημαίνει. οὕτω καὶ ὁ ψάλλων ᾄδει ἔνθεον ὕμνον ἀναβαλλόμε‐ νος· ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνά‐ μεων, ἀντὶ τοῦ· σφόδρα ἀγαπητά.
5l33, 16—18 ἐν εἴδεσι φόβου τοιούτοις αὐτοῖς ἐξεφόβησεν, ἀποστρέψαι
6lἄνθρωπον ἐξ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο. ἐ‐
7lφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου τοῦ μὴ πεσεῖν αὐτὸν ἐν πο‐
8lλέμῳ.
9οὕτω τοιγαροῦν χρήσιμος ὁ παιδευτικὸς οὗτος φόβος ὁ διὰ τῶν
10τοιούτων φασμάτων καὶ ἰνδαλμάτων ἐπαγόμενος, ὅτι καὶ μέλλουσαν ἐπάγεσθαι τιμωρίαν δυσωπεῖ, ὡς τὸν ἐκ τοῦ φόβου καλλίονα γενόμε‐ νον ὑγιὲς ἔχειν καὶ σῶμα καὶ ψυχὴν ἀναρπασθῆναί τε καὶ ἐκ πολεμί‐ ων χειρός. ἴσως γάρ, εἰ μὴ ἐπέστρεψεν, ἢ θεηλάτῳ πληγῇ ἢ πολεμίων ἐφόδῳ ὧν ἐξήμαρτεν τὴν δίκην ἐδίδου· ἀλλ’ ὁ μελλητὴς εἰς τιμωρίας
15καὶ φιλάνθρωπος θεὸς διὰ τῶν φόβων ἀνακαλεῖται πρὸς μετάνοιαν καὶ διὰ τῆς ἀπειλῆς τιμωρίαν ἐπέχει προσδοκωμένην.
17l33, 19—22 πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆ‐
18lθος ὀστέων αὐτοῦ ἐνάρκησεν, πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύναται
19lπροσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμεῖ, ἕως ἂν σαπῶσιν αὐ‐
20lτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά· ἤγγισε δὲ ἡ ψυχὴ
21lαὐτοῦ ἕως θανάτου καὶ ἡ ζωὴ αὐτοῦ ἐν ἅδῃ.
22ἕτερον δὲ ἢ καὶ τὸν αὐτὸν μὴ μετανοοῦντα διὰ κλινοπετοῦς ἐλέγ‐
χει νόσου φρίκην τοῖς ὀστέοις ἐνιείς, ὡς ἐθέλειν μὲν τροφῆς ὀρέ‐283

284

γεσθαι, μὴ δύνασθαι δὲ ὑπὸ τῆς νόσου προσίεσθαι βρώματα, ὡς ἐν‐ τεῦθεν τὰς μὲν σάρκας ἀποτηκομένας δαπανᾶσθαι, τῶν δὲ ὀστέων τὴν ἰσχὺν ἐκλείπειν, ἐγγὺς δὲ εἶναι λοιπὸν τοῦ θανάτου τὴν ψυχὴν τὰς τελευταίας ἀφιεῖσαν ἀναπνοὰς καὶ τὰ ἐν ᾅδου φανταζομένην.
5l33, 23 ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ
6lαὐτόν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς κύριον· ἀναγγείλῃ δὲ
7lἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἀνομίαν αὐτοῦ δείξῃ.
8 οὗτος δέ, φησίν, ὁ ἐν τοῖς ἐσχάτοις ἐξεταζόμενος, ἐὰν τὸ αἴ‐ τιον τῆς νόσου νοήσας τὴν ἁμαρτίαν ἐπιστραφῇ πρὸς θεὸν δι’ ἐξομο‐
10λογήσεως τὰς ἰδίας μέμψεις καὶ ἁμαρτίας ἐξαγορεύων, ἐπὶ τῶν παρ‐ όντων ἵστησι προσδοκηθέντα τὸν θάνατον, κἂν πολλοὶ ὦσιν ἄγγελοι περὶ αὐτὸν οἱ ἐπ’ ἐξαγωγῇ τῶν ψυχῶν τεταγμένοι, ἀπαλειφούσης μὲν τῆς μετανοίας τὴν ἁμαρτίαν, δυσωπούσης δὲ θεόν, ἐφ’ ᾧ τὴν ἀπόφα‐ σιν ἀνακαλέσασθαι. οἷον δὴ καὶ Νινευῖται δεδράκασι τῆς πανωλε‐
15θρίας τὴν ἀπόφασιν διὰ μετανοίας ἀνακόψαντες.
16l33, 24—25 ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον, ἀνανεώσει
17lδὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμ‐
18lπλήσει μυελοῦ· ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκα‐
19lταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.
20ὁ δὲ θεὸς ἀντιλαμβανόμενος αὐτοῦ κειμένου, ὥσπερ οἱ τεῖχος284

285

κατερραγότα καὶ ἐκρεύσαντα διὰ τῆς ἐπαλείψεως τῆς κόνεως τυχὸν ἢ τοῦ πηλοῦ ἀνανεούμενοι, οὕτως ἀνανεοῖ τὸ διεφθορὸς αὐτοῦ σῶμα· καὶ ὥσπερ ἐξ ἀρχῆς τὴν ἀνάπλασιν αὐτῷ χαριζόμενος τὰ μὲν ὀστᾶ πλήρης μυελοῦ, νεοπαγεῖς δὲ χαρίζεται σάρκας ὥσπερ τοῖς νηπίοις,
5καὶ τὸ δὴ τέλος ἀνδρώσας αὐτὸν καὶ ἐπιρρώσας, ὡσπεροῦν ἐτύγχανε πρὸ τοῦ νοσήματος, ταῖς ἐν ἀνθρώποις καὶ συνήθεσι διατριβαῖς ἀπο‐ καθίστησιν.
8l33, 26 εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσε‐
9lται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ.
10 τότε ὁ διασωθεὶς εὐχαριστήριον ᾠδὴν καὶ ἐξομολόγησιν εὐπρόσ‐ δεκτον ἀνοίσει θεῷ, προσώπῳ δὲ καθαρ, τῷ τῆς ψυχῆς δηλονότι· καθαίρεται γὰρ ἡ ψυχὴ διὰ παιδείας καὶ ἐξομολογήσεως.
13l33, 26 ἀποδώσει δὲ ἀνθρώπῳ τὴν δικαιοσύνην αὐτοῦ.
14ἢ ὁ ἐξομολογησάμενος τιμῶν λοιπὸν τὸ δίκαιον καὶ καλλίων διὰ
15τῆς παιδεύσεως γεγονώς, ἢ ὁ θεὸς κατὰ τὸ δίκαιον λοιπὸν ἐπαμύνων τῷ μετανοήσαντι.
17l33, 27 εἶτα τότε ἀποπέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων· οἷα συνε‐
18lτέλουν καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον.
19γνοὺς δ’ ὁ σωθεὶς τῆς σοφῆς τοῦ θεοῦ παιδείας τὸ κέρδος τὸν εὐ‐
20χαριστήριον ἀνοίσει 〈ὕμνον〉 λέγων οὐκ ἄξια πεπονθέναι ὧν πρὸ τῆς
ἐτάσεως δέδρακεν.285

286

(1l)

33, 28 σῶσον τὴν ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ
2lζωή μου φῶς ὄψεται.
3 καὶ ταῦτα τοῦ ὕμνου τὰ ῥήματα. αἰτεῖ γὰρ μὴ τῆς τῶν ἀδίκων με‐ ρίδος μετὰ τόνδε τὸν βίον ἐν τῇ διαφθορᾷ γενέσθαι, ἀλλὰ τῆς τῶν
5δικαίων. φῶς γὰρ δικαίοις διὰ παντὸς εἶναι ἡ γραφὴ κατεπ‐ αγγέλλεται πανταχοῦ.
7l33, 29—30 ἰδοὺ ταῦτα πάντα ἐργάζεται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ
8lἀνδρός. ἀλλ’ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ψυχή μου
9lἐν φωτὶ αἰνῇ αὐτόν.
10lταῦτα τοῦ ἰσχυροῦ καὶ σοφοῦ θεοῦ τὰ ἔργα ποικίλως ἡμᾶς εὐερ‐
11γετοῦντος, ἐφ’ ᾧ τὸν μὲν ψυχικὸν διαφυγεῖν θάνατον, ἐν ἀμυθήτῳ δὲ ζωῇ καὶ φωτὶ διηνεκεῖ δοξολογίας ἀναπέμπειν αὐτῷ. τὸ γὰρ ὁδοὺς τρεῖς ἀντὶ τοῦ· πολυμερῶς· ἢ τὸ τρεῖς διὰ τὸ τὴν θείαν παι‐ δείαν τριπλῆν ἄγειν ὠφέλειαν, ἀποχὴν κακίας, ἀνάληψιν ἀρετῆς καὶ
15τὰ ἐπὶ ταύτῃ τοῖς ἁγίοις ἐπηγγελμένα· ἢ ὁδοὺς τρεῖς διὰ τὸ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον—ταῦτα δὲ θεοῦ καὶ θείων διδασκάλων ἔργα—· ἢ ὁδοὺς τρεῖς, ἵνα ὁλόκληρος ἡμῶν διασωθῇ ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα.
19l33, 31—33 ἐνωτίζου, Ἰώβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι
20lλαλήσω. εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· λάλησον, θέλω γάρ σε
21lδικαιωθῆναι. εἰ μή, σὺ ἄκουσόν μου· κώφευσον, καὶ διδάξω σε σοφί‐
22lαν.
23εἴ τι τοιγαροῦν πρὸς ταῦτα λέγειν ἔχεις καὶ διελέγξαι με μὴ δί‐286

287

καια περὶ τῆς τοῦ θεοῦ δικαιοσύνης λέγοντα, λάλησον, ἡδέως γὰρ ἔχω τῆς σῆς ἐπακροάσασθαι δικαιολογίας. τὸ δὲ καὶ ἐγώ εἰμι ἀντὶ τοῦ· μὴ δείσῃς, ἐγώ εἰμι ὁ ἰσοφυής σοι, ὁ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένος, οὐ φοβερός τις καὶ καταπληκτικός, ἀλλ’ ἐγώ εἰμι ὁ
5προτρέπων ἀποκριθῆναι. εἰ δὲ μηδὲν ἔχεις ἀποκρίνασθαι, μεθ’ ἡσυ‐
χίας ἄκουσον καὶ ἑτέρας σοφίας ῥήματα.287

288

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΤΡΙΤΟΝ
2 〈Ἀρχὴ τοῦ ῥητο·〉 ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 εἰρηκὼς ὁ Ἐλιοὺς τρόπον κηδεμονικῆς παιδεύσεως θεοῦ καὶ ὅτι δι’ ἐνυπνίων φοβῶν καὶ διὰ νόσων παιδεύων ἐπὶ τὸ κάλλιον ἡμᾶς ἐπ‐ ανάγει, πάλιν ἐξ ἑτέρας ἀρχῆς ποιεῖται τὸν λόγον καὶ προοιμιαζό‐ μενος παρακαλεῖ τοὺς ἀκροατὰς εἰς τὴν τῶν λεγομένων κατανόησιν. προστίθεται δὲ διδάσκειν περὶ κολάσεως ὀλοθρευούσης ἀδίκους καὶ
10ἀξιοῖ τοὺς ἀκροατὰς διακρῖναι, εἰ καλῶς εἴρηται τῷ Ἰώβ, ὡς αὐτὸς μὲν δίκαιός ἐστιν, οὐ δίκαια δὲ πάσχει παρὰ θεοῦ. εἶτα καί φησιν, ὅτι ἑκάστῳ ὁ θεὸς τὸ κατ’ ἀξίαν ἀπονέμων κολάζει τοὺς ἀδίκους, καὶ λογισμοὺς τούτου τίθησιν· πρῶτα μὲν γὰρ ὁ δημιουργὸς οὐκ ἂν ἀνά‐ σχοιτο, φησίν, ἀδικῆσαι τὰ ἴδια ποιήματα, ἀλλ’ οὐδ’ ἂν κηδεμὼν ὢν
15καὶ εὐεργέτης ἀνθρώπων ὁ κύριος παρὰ τὸ δίκαιον ἐπάξει τινὶ κό‐ λασιν. περὶ μὲν οὖν δικαίας κρίσεως τοῦ θεοῦ ὀρθῶς εἴρηται τῷ Ἐλιούς, τὴν δὲ αἰτίαν, δι’ ἣν ὁ Ἰὼβ πάσχει, οὔτε αὐτὸς ἐνόησεν, οὔτε οἱ φίλοι. οἱ μὲν γὰρ ἔλεγον, ὅτι κατὰ ἀντίδοσιν ὧν δέδρακε πέπονθεν,
20ὁ δὲ Ἐλιοὺς δοξάζει μὲν ὀρθῶς περὶ θεοῦ, οὐχ εὑρίσκει δὲ τὴν αἰ‐
τίαν τῆς κατὰ τὸν Ἰὼβ ἐπαγωγῆς. πλὴν διαφέρει τῶν φίλων, ὅτι μὴ288

289

καταδικάζει τὸν δίκαιον. ἀλλ’ οὐδὲ αὐτὸς ὁ μέγας Ἰὼβ οὔπω πεπλη‐ ροφορημένος ἦν, δι’ ἢν αἰτίαν πέπονθεν. ὅθεν διάφοροι μὲν πάντων οἱ λόγοι καλῶς μὲν καὶ ὀρθοδοξαστικῶς περὶ θεοῦ λαλούντων, ἡ δὲ τῆς πληγῆς ὑπόθεσις οὐδενὶ γνώριμος ἐτύγχανεν. τοῦτο δὲ μόνον
5μέμφεται τῷ Ἰὼβ ὁ Ἐλιούς, ὅτι πρὸς θεὸν ὁμοτίμως ἤθελε κρίνεσθαι, τῇ μὲν προφορᾷ τῶν ῥημάτων προσέχων, νοῆσαι δὲ ἀμηχανήσας, ἐξ οἵας ἀγάπης καὶ πίστεως τῆς περὶ θεοῦ δικαιοκρισίας ὁ ἅγιος ἀνὴρ τοὺς λόγους προέφερεν, καὶ ὡς οὐ θεοῦ κατηγορῶν, ἀλλὰ τοὺς φίλους διελέγξαι θέλων τὴν πρὸς θεὸν ἐπόθει διαδικασίαν.
10tΑἱ λέξεις
11l34, 2—3 ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν,
12lὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν.
13 ἄνδρες, φησίν, σοφοί, κατανοήσατε τὰ εἰρημένα· λόγων μὲν γὰρ ἀκοὴ κριτική, ὥσπερ διακριτικὸς βρωμάτων ὁ λάρυγξ.
15l34, 4—6 κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν, τί κα‐
16lλόν, ὅτι εἴρηκεν Ἰώβ· δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέ μου τὸ κρί‐
17lμα. ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος αὐτοῦ ἄνευ ἀδικίας.
18 ἡμεῖς δὲ αὐτοὶ κριταὶ γενώμεθα, εἰ καλῶς ὁ Ἰὼβ λελάληκε λέγων· δίκαιος μέν εἰμι, ἀλλ’ ὁ θεός μοι τὸ κριτικὸν οὐκ ἐφύλαξεν, ἀλλ’
20ἐψεύσατο τῷ κρίματί μου οὐ πρὸς ἀξίαν κρίνας τὰ κατ’ ἐμέ, καὶ ὡς δυνατὸς μᾶλλον ἢ δίκαιος βίᾳ τὴν πληγὴν ἐπήγαγε κατὰ τοῦ
μηδὲν ἀδικήσαντος.289

290

ὁ μὲν οὖν Ἐλιοὺς οὕτως ἐνόησε τὰ εἰρημένα, ὁ δὲ Ἰὼβ τοῦτο ἔλε‐ γεν ὅτι· ὑπερέθετο ὁ θεὸς κρῖναι τὰ κατ’ ἐμέ. εἰ γὰρ ἐβούλετό με ἀκοῦσαι, δίκαιος ὢν ἐρρύετο ἄν με τῶν ἀναγκῶν. τοῦτο γὰρ λέγει τὸ ἀπήλλαξέ μου τὸ κρίμα, τὸ δὲ ἐψεύσατο δὲ τῷ κρίμα‐
5τί μου, ὡς ὁ ἅγιος πληροφορηθείς, ὅτι ὁ θεὸς ἐμαρτύρησεν αὐτῷ, πῶς, φησίν, μαρτυρήσας μοι τοιαύταις 〈με〉 βασάνοις περιέβαλεν; περι‐ ξέει δὲ ὁ Ἐλιοὺς τοῦ Ἰὼβ τὰ ῥήματα ἀγνοήσας, ὡς πολλάκις ἔφημεν, ἐξ οἵας ἀγάπης τοὺς λόγους προέφερεν.
9l34, 7—8 τίς ἀνὴρ ὥσπερ Ἰὼβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ, οὐχ ἁμαρτὼν
10lοὐδὲ ἀσεβήσας οὐδὲ ὅλως κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πο‐
11lρευθῆναι μετὰ ἀσεβῶν;
12 κἀγὼ μὲν οὖν, φησίν, ἐπίσταμαι τοῦ Ἰὼβ τὴν ἀρετήν, ὡς τὰς μὲν ὕβρεις ἐκ προαιρέσεως ὑποδέχεται ὥσπερ οἱ ὕδωρ ἐκπίνοντες· τοῦτο δὲ δεῖγμα μεγίστης ἀρετῆς, τὸ φέρειν ὕβριν ἀλύπως. οἶδα δὲ καί,
15ὅτι οὔτε πρὸς ἀνθρώπους ἥμαρτεν οὔτε πρὸς θεὸν ἠσέβησεν, ἀλλ’ οὐ‐ δὲ τὴν μετὰ ἀνόμων ἢ ἀσεβῶν κοινωνίαν ποτὲ ἢ διατριβὴν κατησπάσατο.
17l34, 9 μὴ γὰρ εἴπῃς ὅτι· οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ
18lαὐτῷ παρὰ κυρίου.
19πρὸς τοὺς φίλους εἰρηκὼς τὰ περὶ τοῦ Ἰὼβ πρὸς αὐτὸν ἔτρεψε τὸν
20λόγον· μέμφομαι γάρ σοι, φησίν, οὐχ ὡς ἀδίκῳ, ἀλλ’ ὡς ἀνεπισκόπητα καὶ ἀπρονόητα νομίζοντι τὰ καθ’ ἡμᾶς ὡς τοῦ θεοῦ μὴ κηδεμονικῶς ἐπισκεπτομένου τοὺς ἀνθρώπους.
23l34, 10—11 διό, συνετοὶ καρδίας, ἀκούσατέ μου· μή μοι εἴη ἐναντί‐290

291

(1l)

ον κυρίου ἀσεβῆσαι καὶ ἐναντίον παντοκράτορος ταράξαι τὸ δίκαιον,
2lἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν καὶ ἐν τρίβῳ ἀν‐
3lδρὸς εὑρήσει αὐτόν.
4ἀξιῶ τοίνυν· ἀκούσατε ὡς συνιέναι δυνάμενοι τὰ λεγόμενα. μὴ
5γὰρ δὴ γένοιτό με εἰς ἀσεβεῖς ἐκπεσεῖν λόγους μηδὲ ἐπὶ παντοκρά‐ τορος θεοῦ λαλοῦντα φθέγξασθαί τι παρὰ τὸ δίκαιον. οἶδα γάρ, ὅτι ὁ θεὸς ἑκάστῳ τὰ κατ’ ἀξίαν ἀπονέμων, ἐν ᾧ περιπατεῖ, ἐν τούτῳ δράσσεται αὐτοῦ, τουτέστιν· ὡς εὑρίσκει αὐτὸν πορευόμενον, οὕτως αὐτὸν κρίνει.
10l34, 12—13 οἴει δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ τα‐
11lράξει τὸ δίκαιον, ὃς ἐποίησε τὴν γῆν; τίς δέ ἐστιν ὁ ποιῶν τὴν
12lὑπ’ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα;
13 κύριος γάρ ἐστιν ὁ θεὸς καὶ παντοκράτωρ καὶ πάντων τῶν ὄντων δημιουργός. οὐκ ἂν οὖν, φησίν, ὁ δεσπότης ἄτοπόν τι πράξειε περὶ
15τὸ ὑπήκοον, οὐδὲ ὁ κατὰ πάντων τὸ κράτος ἔχων τοῦ δικαίου σύγχυ‐ σιν ἐργάσαιτο, οὐδὲ ὁ πάντων ποιητὴς τὸ οἰκεῖον ἀδικήσοι δημιούρ‐ γημα.
18l34, 14—15 εἰ γὰρ βούλοιτο συσχεῖν καὶ τὸ πνεῦμα κατασχεῖν παρ’
19lαὐτῷ, τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν· πᾶς γὰρ βροτὸς εἰς γῆν
20lἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.
21 εἰ γὰρ μόνον θελήσει ἀνασχεῖν τὴν πνοήν, ἣν τοῖς ζῴοις ἐχαρί‐ σατο, πανωλεθρίᾳ πάντα διαφθαρήσεται, καὶ οὐκ ἔστιν ἄνθρωπον τὸν
ἀπὸ γῆς μὴ εἰς τὸ συγγενὲς ἀναλυθῆναι στοιχεῖον τὴν γῆν. ταῦτα291

292

δέ φησιν ὁμοῦ καὶ δεικνύς, ὡς ὅτι ὁ ποιητὴς οὐκ ἀδικεῖ τὰ ποιήμα‐ τα, καὶ τὸν Ἰὼβ εἰς φόβον ἐνάγων ὡς θελήσαντα πρὸς θεὸν ὁμοτίμως διαδικάσασθαι.
4l34, 16 εἰ δὲ μὴ νουθετεῖ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων.
5εἰ μὴ πείθει ταῦτα, ἐπί τί γε καὶ τῶν ἐφεξῆς ῥημάτων ἄκουσον.
6l34, 17 ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς
7lὄντα αἰώνιον δίκαιον.
8 κατανόησον, ὡς αἰώνιος καὶ ἄναρχος καὶ δίκαιος ὢν θεὸς μισεῖ μὲν τὰ ἄνομα, τιμωρεῖται δὲ τοὺς πονηρούς. συλλογισμῷ δὲ πείθει
10τὸν Ἰώβ· εἰ γὰρ αὐτὸς μισεῖ τὰ ἄνομα καὶ τιμωρεῖται τὴν πονηρίαν δίκαιος ὤν, οὐκ ἄν τι πράξοι παρὰ τὸ δίκαιον.
12l34, 18 ἀσεβὴς ὁ λέγων βασιλεῖ· παρανομεῖς, ἀσεβέστατος τοῖς ἄρχουσιν.
13 εἰ γὰρ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ νομοθεσίαν ὁ λέγων τῷ βα‐ σιλεῖ· παρανομεῖς ὡς ἀσεβέστατος κρίνεται παρὰ τῶν ἀρχόντων, τί
15ἂν πάθοιεν οἱ πρὸς θεὸν τολμῶντες εἰπεῖν· παρανομεῖς; καλῶς δὲ εἶπεν· τοῖς ἄρχουσιν, οὐ γὰρ πάντως καὶ παρὰ θεῷ ἀσεβὴς κρίνεται ὁ τῷ ἐπιγείῳ βασιλεῖ λέγων· παρανομεῖς.
18l34, 19 ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου οὐδὲ οἶδε τιμὴν θέσθαι
19lἀνδρὸς θαυμασθῆναι πρόσωπα αὐτῶν.
20κρίνεται δὲ ἀσεβείας ὁ τοιοῦτος κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν,
ὡς ἔφημεν, ὡς μὴ αἰσχυνθεὶς τὸν ἔντιμον καὶ πλούσιον μηδὲ θαυμά‐292

293

σας τὴν προσοῦσαν αὐτῷ δυναστείαν.
2l34, 20 κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός.
3 τοῖς δὲ θαυμάζουσι τὰ πρόσωπα τῶν ἐντίμων κενὰ ἀποβήσεται διὰ τὸ μὴ ἐπὶ θεῷ, ἀλλ’ ἐπ’ ἀνθρώπῳ πεποιθέναι.
5l34, 20 ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων.
6 ἐκκλίνονται τοῦ ἰδίου δικαίου οἱ ἀδύνατοι ὑπὸ τῶν παρανόμως θελόντων χαρίζεσθαι τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν. διὰ τοῦτο γοῦν κενὰ ἀποβήσεται αὐτοῖς, ὅτι πρὸς χάριν ἀνθρώπων παρεῖδον τὸ δί‐ καιον.
10l34, 21—22 αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐ‐
11lτὸν οὐδὲν ὧν πράττουσιν, οὐδὲ ἔστι τόπος τοῦ κρυβῆναι τοὺς ποι‐
12lοῦντας τὰ ἄνομα.
13 ἀλλ’ ὁ πάντα ὁρῶν ὀφθαλμὸς τοῦ θεοῦ τὰ πάντα βλέπει καὶ οὐκ ἔστι τόπος, εἰς ὃν οὐκ ἀφικνεῖται ἡ πανεποπτικὴ δύναμις τοῦ θεοῦ.
15l34, 23 ὅτι οὐκ ἐπ’ ἄνδρα θήσει ἔτι.
16 καὶ οὐκ ἐᾷ ὁ θεὸς τοὺς ἁγίους εἰς ἄνδρα τίθεσθαι τὴν ἐλπίδα, ἀλλ’ ἐφ’ ἑαυτόν, ὅτι οἱ ἄδικοι ἐπ’ ἄνθρωπον ἐλπίζουσιν.
18l34, 23—25 ὁ γὰρ κύριος πάντας ἐφορᾷ, ὁ καταλαμβάνων ἀνεξιχνίαστα,
19lἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ὁ γνωρίζων αὐτῶν τὰ
20ἔργα. πανεπίσκοπος οὖν τυγχάνων ὁ θεὸς καταλαμβάνει μὲν τὰ ἀνεξιχνί‐
αστα, ἐργάζεται δὲ ἔνδοξα καὶ ἐξαίσια καὶ ἀναρίθμητα, πάντα γνω‐293

294

ρίζων τὰ παρὰ ἀνθρώποις πραττόμενα. τὸ καταλαμβάνων οὖν ἐφ’ ἑ‐ κατέρου κεῖται, ἐπί τε τοῦ ἐξιχνιάζειν καὶ διαπράττεσθαι.
3l34, 25 καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται.
4ἀντὶ τοῦ· τὴν εὐπραγίαν αὐτῶν εἰς νύκτα μεταθήσει. ἢ καὶ οὕ‐
5τως· τὰ δοκοῦντα εἶναι δικαιώματα τῶν ἀσεβῶν στρέφων δείκνυσιν εἶναι νύκτα τὴν ἄντοψιν αὐτῶν· διὸ καὶ ταπεινοῖ αὐτούς. ὃ δὲ λέ‐ γει, τοιοῦτόν ἐστιν· αὐτοὶ μὲν ὡς ἐκ δικαιωμάτων ποιοῦσί τινα, σκότους δέ ἐστιν ἔργα ἃ διαπράττονται, καὶ ταπεινοῦνται παρὰ θεῷ.
9l34, 26 ἔσβεσε δὲ ἀσεβεῖς.
10μετὰ τὸ ἐλεγχθῆναι αὐτοὺς δηλονότι.
11l34, 26 ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ.
12 ὁρᾷ τοὺς ἀσεβεῖς ὁ θεὸς οὐ κατ’ ἐπισκοπήν, ἀλλ’ ἐπὶ τῷ αὐτοὺς τιμωρεῖσθαι κατὰ τὸ ἐν Ψαλμοῖς· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι.
15l34, 27—28 ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ
16lἐπέγνωσαν τοῦ ἐπαγαγεῖν ἐπ’ αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν
17lπτωχῶν εἰσακούσεται.
18 αἰτίας εἶπεν, δι’ ἃς οἱ ἀσεβεῖς κολάζονται. ἐπάγεσθαι δέ φησιν τὴν τῶν πενήτων κραυγὴν εἰς θεόν, ὅτιπερ ἀδικούμενοι εἰς αὐτὸν
20καταφεύγουσι βοῶντες καὶ τὴν θεόθεν ἐκδίκησιν ἐπικαλούμενοι.
21l34, 29 καὶ αὐτὸς ἡσυχίαν παρέξεται, καὶ τίς καταδικάσεται;294

295

εἰ δὲ καὶ θεὸς ἀνεξικακῶν ἐν ἡσυχίᾳ τέως ἐᾷ τοὺς ἀσεβεῖς εἶναι, τίς δύναται καταδικάσαι, ὃν ὁ θεὸς οὐ κατεδίκασεν;
3l34, 29 καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν;
4τοῦτο λέγει, ὅτι ἀφανὴς ὢν τὰς κρίσεις ἐκφέρει.
5l34, 29 καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου 〈ὁμοῦ〉.
6 τιμωρεῖται δὲ οὐ μόνον τὸν καθ’ ἕκαστον, ἀλλὰ καὶ ἐθνηδὸν ἅ‐ παντας, καθ’ οὓς οἶδεν αὐτὸς λόγους τὰς πανωλεθρίας ἐργαζόμενος.
8l34, 30 βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ.
9καθὼς γέγραπται· καὶ ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ
10τοῦ θυμοῦ μου. πολλάκις γὰρ τὸν σχήματι φαινόμενον ἀγαθὸν συγχωρεῖ εἰς βασιλέα ἀναγορευθῆναι, ἐφ’ ᾧ κακωθῆναι δι’ αὐτοῦ τοὺς ὑπηκόους διὰ τὴν αὐτῶν δυσκολίαν καὶ κακοπραγίαν.
13l34, 31—32 ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχυράσω·
14lἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι.
15 ὅσα τοῖς παλαιοτέροις εἰς τὸν τόπον εἴρηται, παραθήσομαι. οἱ μέν φασιν, ὅτι τοῦτο λέγει, ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσ‐ χυροτέρῳ ὅτι· ἀκαίρως εἴληφας τὰ ἐμὰ καὶ οὐκ ἐνεχύρου χάριν ὡς ἐποφειλόμενος, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον, ὅτι εὐλό‐ γως τοῦτο δέδρακας. εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ,
20πῶς σὺ θρασύνῃ κατὰ θεοῦ; καί φασι μὲν ταύτην εἶναι τὴν ἔννοιαν,
ἀσαφίας δὲ πεπληρῶσθαι τὸ ῥητόν.295

296

ἕτεροι δὲ οὕτως ἐνόησαν· ὁ πιστεύων, φησίν, οὐ λαμβάνει ἐνέχυ‐ ρα, ὁ εἰς τὸν θεὸν ἐλπίζων οὐκ ἀπαιτεῖ αὐτὸν ἐνέχυρα, καθὼς οἱ Ἰου‐ δαῖοι ἐνεχυράζοντες ἔφασκον· ποίησον σημεῖον καὶ πιστεύ‐ σομέν σοι, · κατάβηθι ἀπὸ τοῦ σταυρο· ἀλλ’ ὁ πεποιθὼς
5αὐτῷ λέγει ὅτι· χωρὶς τῆς ἐμῆς δυνάμεώς σοι πιστεύων ἐλπίζω ὄψε‐ σθαι, δηλονότι τὰ ἀγαθά. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· ὅτι πρὸς θεὸν ῥῆσιν ἀνέλαβον, οὐκ ἐφέξω ἀκωλύτως, σὺ διασάφησόν μοι. ὃ δὲ ἐνόησεν ὁ Σύμμαχος, τοῦτό ἐστιν· ἐπειδὴ τὴν ὑπὲρ θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν ὁ Ἐλιούς,
10οὐκ ἐπέχω, ἀλλὰ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. εἰ δὲ μὴ καλῶς λέ‐ γω, σὺ διασάφησον, ἀντὶ τοῦ· ἔλεγξον τὸν λόγον.
12l34, 32 εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω.
13 εἰπὲ οὖν, φησίν, Ἰώβ, 〈εἰ〉 ἀδίκως λαλῶ, καὶ οὐ προσθήσω τοῖς εἰ‐ ρημένοις.
15l34, 33 μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν, ὅτι σὺ ἀπώσῃ;
16 μὴ τῶν ἐμῶν λόγων σὺ τὰς δίκας ἀποτῖσαι μέλλεις; οὐκοῦν μὴ ἀπώσῃ, ἀλλὰ διέλεγξον τὰ εἰρημένα.
18l34, 33 ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ.
19σὸν γάρ ἐστιν ἐκλέξασθαι καὶ διευκρινῆσαι, πότερον καλῶς ἢ κα‐
20κῶς ἐλάλησα, οὐκ ἐμοῦ τοῦ εἰρηκότος.
21l34, 33 καὶ τί ἔγνως, λάλησον.
22εἰ οὖν τι πλέον γνωρίζεις, ἀπόκριναι.296

297

(1l)

34, 34 διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου
2lτὸ ῥῆμα.
3 ὡς τοῦ Ἰὼβ σιωπήσαντος κυροῖ τοὺς ἑαυτοῦ λόγους ὁ Ἐλιοὺς καί φησιν ὅτι· ταῦτα, ἅπερ εἶπον πρὸς σέ, καὶ ἄλλοι συνετοὶ λέξουσί
5σοι καί, εἴ τις ἀνὴρ σοφὸς ἐπαινετός, τῶν ἐμῶν ἀκούει λόγων.
6l34, 35 Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε τὰ ῥήματα αὐτοῦ, οὐκ ἐν ἐπιστή‐
7lμῃ.
8 ἔστιν ἐν λόγοις ἐπιστήμη, ὅταν τις ἐφιστὰς οἷς μέλλει λέγειν μετὰ συνέσεως προφέρῃ τοὺς λόγους, ἐπαινετῶς τὰς πεύσεις καὶ
10ἀποκρίσεις ποιούμενος. σὺ οὖν, φησίν, ἀσυνέτως καὶ ἀνεπιστημόνως, εἰκῇ καὶ ὡς ἔτυχε λελάληκας.
12l34, 36—37 οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν 〈ὥσ‐
13lπερ οἱ ἄφρονεσ〉, ἵνα μὴ προσθῶμεν ἐφ’ ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ
14lἐφ’ ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον κυρίου.
15 ἐπειδὴ ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία, συμβουλεύει τῷ Ἰὼβ ὁ Ἐλιοὺς μὴ πολυλογεῖν μηδὲ ὥσπερ οἱ φίλοι ποτὲ μὲν ἀντιλέ‐ γειν, ποτὲ δὲ συντίθεσθαι καὶ περὶ τῶν αὐτῶν πολλὰς ποιήσασθαι τὰς διαλέξεις καὶ πεπλανημένας. τοῦτο γὰρ ἀφρόνων ἴδιον, καὶ μά‐ λιστα οὐ χρὴ ταῦτα εἰπεῖν, ὅταν περὶ θεοῦ τις λαλῇ. ἐγὼ γάρ, φη‐
20σίν, εὐλαβοῦμαι ἐν τοῖς λόγοις, μὴ καὶ περὶ ὧν λαλοῦμεν λόγον297

298

ὑφέξωμεν τῷ δικαίῳ κριτῇ καὶ πρὸς τὰς ἐξ ἔργων 〈ἁμαρτίας τὰς ἐκ λόγων〉 προσθήσωμεν· εἰ δὲ καὶ ἐν λόγοις ἐπλημμελήσαμεν, μὴ πάλιν τὰ αὐτὰ φθεγξώμεθα, ἵνα μὴ ταῖς προτέραις καὶ δευτέρας προσθήσω‐ μεν ἁμαρτίας. τοῦτο γὰρ ἔοικε λέγειν τῷ Ἰὼβ ὅτι· ἅπαξ οὐκ ὀρθῶς
5ἐλάλησας· μὴ καὶ εἰσαῦθις τοιούτους ἐπαγάγῃς λόγους, ἵνα μὴ
προσθήσωμεν ἐφ’ ἁμαρτίαις ἡμῶν.298

299

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΤΕΤΑΡΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· τί τοῦτο ἡγή‐ σω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι τοῦ θεοῦ;
4tΠροθεωρία τοῦ κεφαλαίου
5 προδιεξελθὼν ὁ Ἐλιοὺς περὶ παιδείας θεοῦ τοὺς ἁμαρτάνοντας ἐπιστρεφούσης, εἶτα καὶ κολάσεως ὀλοθρευούσης τοὺς ἀδίκους, νῦν τὸν περὶ μακροθυμίας τοῦ θεοῦ λόγον εἰσάγει καὶ μεγαλοπρεπείας μεμφόμενος τῷ Ἰὼβ ἐφ’ οἷς ἔλεγεν· εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι καὶ ἐφ’ οἷς ἠθέλησε κριθῆναι πρὸς θεόν.
10tΑἱ λέξεις
11l35, 2 τί τοῦτο ἡγήσω ἐν κρίσει;
12 ἢ τοῦτο λέγει ὅτι· τί ἐλογίσω περὶ τῶν κριμάτων τοῦ θεοῦ; ἆρα ὡς δυνάμενος ταῦτα καταλαβεῖν; ἢ ὅτι· τί ἐλογίσω πρὸς θεὸν θέλων κριθῆναι.
15l35, 2 σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι κυρίου;
16 πῶς ἐτόλμησας δίκαιον σαυτὸν ἀποφῆναι ἐναντίον τοῦ θεοῦ; ὁ μὲν οὖν Ἐλιοὺς οὕτως ὑπέλαβεν εἰρηκέναι τὸν Ἰώβ· οὐδαμῶς δὲ ἀπεφήνα‐ το ἑαυτὸν ἀναμάρτητον, ἀλλ’ ὅτι κατὰ δύναμιν πᾶσαν δικαιοσύνην ἐ‐
φύλαξεν. περὶ γὰρ τῶν ἐν παραπτώμασιν ἁμαρτημάτων καὶ ἀκουσίων299

300

καὶ αὐτὸς ὁμολογεῖ τούτοις ἔνοχος εἶναι, ποῖ μὲν λέγων· ἐπεση‐ μήνω δ, εἴ τι ἄκων παρέβην, ποῖ δέ· εἰ δὲ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου.
4l35, 3 ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών;
5 ἀλλ’ οὐδὲ ὤφειλες, φησίν, εἰπεῖν· τί ποιήσω ἁμαρτών; οἶ‐ δας γάρ, ὃ ποιεῖν ὤφειλες· ἀπέχεσθαι τῆς ἁμαρτίας, δακρύειν, με‐ τανοεῖν, ἱκετεύειν τὸν θεὸν ἀμνηστίαν σοι τῶν παραπτωμάτων παρα‐ σχεῖν. ὁ μὲν οὖν Ἐλιοὺς πρὸς τὴν διάνοιαν ἑαυτοῦ καλῶς συμβουλεύ‐ ει τῷ Ἰώβ, ὁ δὲ μακάριος Ἰὼβ κρείττονι διανοίᾳ ἔλεγεν· εἰ δὲ
10καὶ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; —ἀντὶ τοῦ· οὐδὲν τοσοῦτον δύναμαι ποιῆσαι ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν, εἰ μὴ τῆς σῆς τύχω φιλανθρωπίας. εὐλαβέστερον οὖν ἔλεγεν ὁ Ἰὼβ ὅτι· κἂν πᾶσάν μου δύναμιν εἰσαγάγω πρὸς τὸ τὴν ἁμαρτίαν μου ἀπαλεῖψαι, ἀμηχανῶ τοῦ‐ το πρᾶξαι· τὸ γὰρ πρᾶγμα τῶν σῶν οἰκτιρμῶν ἐπιδέεται.
15l35, 4 ἐγὼ δέ σοι δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶ φίλοις.
16 ὡς καὶ τῶν τριῶν φίλων πεπλανημένων καὶ τοῦ Ἰὼβ οὐκ ἐν συνέσει λαλήσαντος αὐτὸς ὑπισχνεῖται κρείττονας ἁπάντων προφέρειν λόγους.
18l35, 5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε νέφη ὡς ὑψηλὰ
19lἀπὸ σοῦ.
20ἆρον, φησίν, τοὺς ὀφθαλμούς, τούς τε σωματικοὺς καὶ τοὺς τῆς
διανοίας, καὶ θεωρήσας, πόσον ὑπερέχει ὁ οὐρανὸς ἀνθρώπων, παρα‐300

301

χώρει τῇ τοῦ θεοῦ μεγαλειότητι καὶ τοῖς ἀνεφίκτοις αὐτοῦ κρίμασιν.
2l35, 6 εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνα‐
3lσαι ποιῆσαι;
4τῷ οὕτως θαυμαστῷ;
5l35, 7 ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου
6lλήψεται;
7 εἰ δὲ καὶ δίκαιος εἶ, ποίαν δικαιοσύνην σου πράξεις, ἵνα ἀρέ‐ σῃς αὐτῷ;
9l35, 8 ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου καὶ υἱῷ ἀνθρώπου ἡ δικαιο‐
10lσύνη σου.
11 κατὰ τὴν εἰρημένην ἔννοιαν τοῦτο λέγει ὅτι· μόγις, εἰς ἄνθρωπον ἁμαρτών, εἶτα πᾶσαν αὐτῷ θεραπείαν προσαγαγών, δύνῃ ἐξισῶσαι τὴν δικαιοσύνην σου εἰς τὸ ἀπολυτρώσασθαι τὴν ἁμαρτίαν. ὁ δὲ εἰς θεόν τι ἁμαρτήσας, τί δύναται τοιοῦτον πρᾶξαι, ἢ ποίαν δικαιοσύνην
15ἀντεισαγαγεῖν εἰς ἀπολύτρωσιν; ἔστι δὲ καὶ ἑτέρως νοῆσαι τὰ προκείμενα. ὡς γὰρ τοῦ Ἰὼβ εἰρη‐ κότος· εἰ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; καὶ λέγον‐ τος ἑαυτὸν εἶναι δίκαιον, φησὶν ὁ Ἐλιοὺς ὅτι· κἂν ἥμαρτες κἂν δί‐ καιος ᾖς, οὐδὲν ἐκ τούτου θεὸς ἢ βλαβήσεται ἢ ὠφεληθήσεται. μὴ
20οὖν ἐπαίρου ἐπὶ τῇ σῇ δικαιοσύνῃ.
21l35, 9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται.
22 ἄνθρωποι μὲν γάρ, φησίν, συκοφαντούμενοι κεκράξονται ἀπὸ τοῦ πλήθους τῶν κακῶν.
24l35, 9 βοήσονται ἀπὸ βραχίονος πολλῶν.301

302

καὶ ἀπὸ τῶν πολλῶν ὧν πάσχουσι δεινῶν ἐκ τῆς ἰσχύος—τοῦτο γὰρ δηλοῖ ὁ βραχίων—τῶν δυνατῶν {οἳ} πρὸς θεὸν βοῶσιν.
3l35, 10 καὶ οὐκ εἶπεν· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με;
4κατ’ ἐκείνων δὲ προσέρχονται κράζοντες οἱ ἀδικούμενοι, κατὰ τῶν
5μὴ λογιζομένων, ὅτι τὸν θεὸν ἔχουσι ποιητήν.
6l35, 10 ὁ κατατάσσων φυλακὰς νυκτερινάς.
7 μὴ λογιζομένων, ὅτι αὐτὸς ἔταξε μέτρα νυκτί. ἐπειδὴ γὰρ εἰς τέσσαρας φυλακὰς ἡ νὺξ διῄρηται, ἀπὸ τούτων τὰ μέτρα τῆς νυκτὸς ἐσήμανε καὶ ὁ διδάξας ἀνθρώπους αἰνεῖν τὸν θεὸν ἐν ταῖς νυκτερι‐
10ναῖς φυλακαῖς. μεσονύκτιον, γάρ φησιν ὁ Δαυίδ, ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαι‐ οσύνης σου. κατὰ δὲ ταύτην τὴν ἔννοιαν καὶ Θεοδοτίων οὕτως ἐκ‐ δέδωκεν· ὁ διδοὺς αἰνέσεις ἐν νυκτί. κατὰ δὲ βαθυτέραν διάνοιαν νυκτὸς ὄντος τοῦ παρόντος βίου διὰ τὴν
15σύγχυσιν τῆς ἁμαρτίας φύλακας ἡμῖν ἔταξεν ὁ θεός, οἷον ἐντολὰς καὶ ἀγγέλους τοὺς ἡμᾶς φυλάττοντας. {καὶ αὐτός ἐστιν ὁ κατατάσ‐ σων φύλακας νυκτερινάς.}
18l35, 11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πτηνῶν οὐρανοῦ.
19οὐ διελογίσαντο οἱ ἄδικοι, ὡς ἐτιμήθησαν ὑπὲρ τὰ ἐπὶ γῆς ἄλογα
20καὶ κατὰ ἀέρα διιπτάμενα πετεινά.
21l35, 12 ἐκεῖ κεκράξονται καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν.
22ἢ οἱ ἀδικούμενοι ἐκεῖ—ἀντὶ τοῦ· πρὸς θεόν—ἀπὸ τῆς ὕβρεως
τῶν πονηρῶν κεκράξονται, ἵνα ᾖ κατ’ ἐρώτησιν τὸ καὶ οὐ μὴ302

303

εἰσακούσ, ἀντὶ τοῦ· καὶ ἀκούσει αὐτῶν βοώντων ὁ θεός. ἢ οἱ ἄδικοι καὶ ὑπερήφανοι ὑπὸ ἑτέρων πονηρῶν ἀδικούμενοι ἐὰν κράξωσι πρὸς θεόν, οὐκ εἰσακούονται· πρὸς γὰρ τοὺς τοιούτους, φη‐ σίν, ἀνεπιστρέπτως ἔχει ὁ θεός.
5πρὸς ἑκατέραν δὲ ἔννοιαν ἁρμόζει τὰ ἐπαγόμενα.
6l35, 13—14 ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος, αὐτὸς γὰρ ὁ παν‐
7lτοκράτωρ ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με.
8 εἰρηκὼς τοῦ θεοῦ τὸ μισοπόνηρον καὶ ὡς οὐδὲν διαλανθάνει 〈αὐ‐ τὸν〉 τῶν παρὰ ἀνθρώποις πραττομένων, ἀλλὰ καὶ ἐφορᾷ κολαστικῶς
10τοὺς ἀνόμους, εὐχὴν ἐπέπλεξε τῷ λόγῳ φήσας· καὶ σώσει με.
11l35, 14 κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν.
12 τί οὖν πρὸς τὸν τοσοῦτον καὶ τηλικοῦτον θέλεις, φησίν, κριθῆ‐ ναι, ὅπουγε μηδὲ πρὸς ἀξίαν αὐτὸν ὑμνολογῆσαι οἷός τε εἶ;
14l35, 15 καὶ νῦν οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω
15παραπτώματι σφόδρα. διὰ τοῦτο τοιγαροῦν, ἐπειδὴ μὴ συνεχῶς ἐπισκέπτεται τῇ ἐποφει‐ λομένῃ ἀδίκοις ὀργῇ, ἀλλ’ ὥσπερ τις ἀγνοῶν οὐ σφόδρα τιμωρεῖται τὰ ἡμέτερα παραπτώματα, τὴν ἀνοχὴν αὐτοῦ καὶ μακροθυμίαν οἱ ἄν‐ θρωποι εἰς καταφρόνησιν λαμβάνουσιν. τὸ δὲ εἰπεῖν καὶ νῦν ἔδει‐
20ξεν, ὅτι κἂν παραχρῆμα μὴ τιμωρῆται, ἀλλ’ οὖν ἀποδώσει ποτὲ ἑκά‐ στῳ τὰ κατ’ ἀξίαν.
22l35, 16 καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα
23lβαρύνει.303

304

μὴ κατανοῶν, φησίν, ὁ Ἰὼβ τὸ μεγαλεῖον τοῦ θεοῦ καὶ τὸ μακρό‐ θυμον καὶ τὰ ἀκατάληπτα αὐτοῦ κρίματα, καὶ ὅτι ἄνθρωπος οὐδὲ αἰνέ‐ σαι κατ’ ἀξίαν τὸν θεὸν δύναται, μήτιγε κριθῆναι πρὸς αὐτόν, βα‐ ρέα καὶ ἀπρεπῆ φθέγγεται ῥήματα. καὶ καλῶς μὲν ὁ Ἐλιοὺς οὐδὲ
5τὸν Ἰὼβ ὡς δι’ ἀσεβείας πάσχοντα {μὲν} καταδικάζει, ἀλλὰ καὶ τὰ περὶ τῆς θεοῦ μεγαλοπρεπείας καὶ ἀνοχῆς ὀρθῶς δοξάζει, οὔτε δὲ τὴν γνώμην, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ, κατενόησεν οὔτε τὴν αἰτίαν ἐγνώρισε τῶν ἀνηκέστων κακῶν, οἷς περιπέπτωκεν ὁ δίκαι‐
ος.304

305

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΠΕΜΠΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· προσθεὶς δὲ Ἐλιοὺς ἔτι λέγει· μεῖνόν 〈με〉 μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 ἐνταῦθα περὶ δικαιοσύνης θεοῦ διδάσκει ὁ Ἐλιοὺς τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀπονεμούσης καὶ περὶ δυνάμεως μεγαλοπρεποῦς καὶ σοφίας ἀ‐ καταλήπτου· συνίστησι δὲ τὸν περὶ τῆς ἀκαταλήπτου σοφίας αὐτοῦ λόγον ἐκ τῶν περὶ τὸν ἀέρα γινομένων χειμώνων τε καὶ βροντῶν καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν, πῶς τὰ μὲν μεθ’ ἡμέραν ἐργάζεται, τὴν
10δὲ νύκτα εἰς ἀνάπαυσιν ἔχει, τὰ δὲ τὴν μὲν ἡμέραν εἰς τὸ ἡσυχά‐ ζειν ἀπεκληρώσατο, ἵνα μὴ τοῖς ἀνθρώποις ἐπιτρέχωσι, τὴν δὲ νύκ‐ τα περινοστοῦντα ζητοῦσι τροφήν· καὶ ὅτι τοῖς ὕδασιν ὁ θεὸς ποτὲ μὲν εἰς ἀνθρώπων παιδείαν, ποτὲ δὲ εἰς εὐεργεσίαν χρῆται· καὶ ὅτι ἐκ μὲν σκότους φῶς, ἐκ δὲ τῆς τοῦ φωτὸς ἀναχωρήσεως νύκτα ἐργάζεται.
15φησὶ δέ, ὅτι πᾶσίν ἐστιν εὔληπτον τὸ ἐκ τῆς δημιουργίας καταλαμ‐ βάνειν, ὡς ἀκατάληπτός ἐστιν ἡ σοφία τοῦ θεοῦ· μεγαλοπρεπῶς δὲ διεξελθὼν τὰ περὶ τῆς ἀκαταλήπτου σοφίας τε καὶ προνοίας τοῦ θε‐ οῦ συμπεραίνει τὸν λόγον εἰς τὸ δεῖν φοβεῖσθαι τὸν θεόν. διὰ μὲν οὖν τοῦ δίκαιον ἀποφῆναι θεὸν καὶ τοῖς δικαίοις ἐπαμύνοντα παρά‐
20κλησιν εἰργάσατο τῷ Ἰώβ, ἵνα ὡς δίκαιος ἀγαθοῦ καὶ δικαίου θεοῦ
τεύξεσθαι προσδοκῶν ἑαυτὸν ἀνακτήσηται, διὰ δὲ τοῦ μέγαν καὶ ἰσ‐305

306

χυρὸν καὶ ἀκατάληπτον εἰς φόβον ἐνάγειν ἐπειράθη τὸν δίκαιον, ἵνα μηκέτι μηδὲν ἀντείπῃ, ἀλλὰ τῇ σιωπῇ παραχωρήσῃ τοῖς ἀκαταλήπτοις τοῦ θεοῦ κρίμασιν. θαυμασίως οὖν τοῦ Ἐλιοὺς μάλιστα πρὸς τῷ τέλει περὶ τῆς τοῦ θεοῦ
5σοφίας τε καὶ μεγαλοπρεπείας ἐξηγησαμένου ὁ μὲν Ἰὼβ οὐδὲν ἀντεῖ‐ πεν, σύμψηφος δὲ θεὸς τοῖς τοιούτοις αὐτοῦ γέγονε λόγοις, ὡς ἐφε‐ ξῆς ἔστιν ἐκ τῆς θείας ῥήσεως καταμαθεῖν.
8tΑἱ λέξεις
9l36, 2—3 μεῖνόν με μικρὸν 〈ἔτι〉, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί
10lἐστι λέξις. ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν.
11 ἐπειδήπερ ἔτι περὶ θεοῦ λέγειν ἔχω καὶ βούλομαι μακρότερον ἀναλαβὼν τὸν λόγον μετ’ ἐπιστήμης καὶ γνώσεως διεξελθεῖν, ἔκδεξαι καὶ τὰ νῦν ὑπ’ ἐμοῦ λεγόμενα.
14l36, 3—4 ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ’ ἀληθείας καὶ οὐκ ἄδικα ῥή‐
15lματα ἀδίκως συνιείς.
16 τὸ μου πρὸς τὸ δίκαια, ἵνα εἴπῃ ὅτι· τὴν δικαιολογίαν μου, ἣν νῦν ἐρῶ, τοῖς ἔργοις τοῦ θεοῦ πιστοῦμαι δεικνύς, ὡς ἃ γινώσκω μετὰ ἀληθείας συνίημι καὶ οὐκ ἄδικόν τι νοήσας ἄδικα φθέγγομαι ῥήματα.
20l36, 5 γίνωσκε 〈δέ〉, ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον.
21ἴσθι τοιγαροῦν, ὡς οὐδέποτε θεὸς ἔξω τῆς οἰκείας ἐπισκοπῆς τὸν
ἀκακίᾳ συζῶντα καταλιμπάνει.306

307

(1l)

36, 5 δυνατὸς ἰσχύι καρδίας ἀσεβῶν οὐ μὴ ζωοποιήσει.
2 ζωοποιεῖται ψυχὴ θείας γνώσεως μεταλαμβάνουσα, θάνατος δὲ λο‐ γικῆς ψυχῆς ἡ ἀγνωσία {καὶ αἱ κολάσεις}. ὁ δυνατὸς οὖν, φησίν, θε‐ ὸς καὶ ἰσχυρὸς τὰς ψυχὰς τῶν ἀσεβῶν οὐ μὴ ζωοποιήσει διὰ τὸ ἑλέ‐
5σθαι αὐτοὺς ἐν ἀγνωσίᾳ διάγειν.
6l36, 6 καὶ κρίματα πτωχῶν δώσει.
7 κολάζων δὲ τοὺς ἀσεβεῖς κατὰ τὰ κρίματα αὐτοῦ τὰ δίκαια τοῖς πένησιν ἀδικουμένοις ἐπαμύνει.
9l36, 7 οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ.
10 ὅμοιον ἐν Ψαλμοῖς ὅτι· ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
12l36, 7 καὶ μετὰ βασιλέων εἰς θρόνον, καθιεῖ αὐτοὺς εἰς νῖκος καὶ
13lὑψωθήσονται.
14κατὰ μὲν τὸ πρόχειρον ἐσθότε τοὺς δικαίους ὁ θεὸς τοσαύτης
15ἀξιοῖ καὶ παρὰ ἀνθρώποις τιμῆς, ὡς καὶ συγκαθίζειν αὐτοὺς βασι‐ λεῦσι καὶ νῖκος αὐτοῖς χαρίζεσθαι κατὰ τῶν ἐχθρῶν καὶ εἰς ὕψος ἐπαίρειν. κατὰ δὲ βαθυτέραν διάνοιαν οἱ κατὰ θεὸν πτωχοὶ καὶ δίκαιοι με‐ τὰ τῶν κατ’ ἀρετὴν μεγάλων σύνθρονοι τῷ βασιλεῖ τῶν οὐρανῶν ἔσον‐
20ται νικήσαντες τοὺς νοητοὺς ἐχθροὺς καὶ ὑψωθέντες.
21l36, 8—9 καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίῳ πε‐
22lνίας, καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι
23lἰσχύσουσιν.307

308

τοὺς δὲ ἀδίκους δεσμώτας ἐργασάμενος καὶ καταδήσας πενίᾳ διὰ τῶν συμφορῶν εἰς ἀνάμνησιν ἄγει τῶν οἰκείων ἔργων καὶ παραπτωμά‐ των, ἅπερ ἔπραξαν διὰ τῆς ἰδίας ἰσχύος.
4l36, 10 ἀλλὰ τοῦ δικαίου εἰσακούσεται.
5 τοῦτο τῷ ἀνωτέρω εἰρημένῳ συνῆπται, ἵνα ᾖ οὕτως· οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτο, ἀλλὰ τοῦ δικαίου εἰσακούσεται.
8l36, 10 καὶ εἶπεν, ὅτι ἀποστραφήσονται ἐξ ἀδικίας.
9κηδόμενος δέ, φησίν, καὶ τῶν ἀδίκων ὁ θεὸς δεσμοῖς αὐτοὺς καὶ
10πενίᾳ πιέζει, ὡς ἂν εἰς συναίσθησιν ἐλθόντες τῶν ἡμαρτημένων ἀπο‐ στρέψωσιν ἐκ τῆς ἀδικίας.
12l36, 11 ἐὰν ἀκούσωσι καὶ δουλεύσωσιν, συντελέσουσι τὰς ἡμέρας αὐ‐
13lτῶν ἐν ἀγαθοῖς 〈καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπραγίαισ〉.
14τὴν διὰ τῶν ἔργων ἐπιστρεπτικὴν παιδείαν τοῦ θεοῦ λέγει ὥσπερ
15τινὰ νουθεσίαν ἀκουστὴν εἰς συναίσθησιν ἄγουσαν τοὺς παιδευομέ‐ νους. ἐὰν οὖν, φησίν, ἀκούσαντες τοῦ ψυχωφελοῦς τούτου μαθήματος δουλεύσωσι θεῷ, ἐν εὐπραγίᾳ καὶ ἀγαθῶν ἀφθονίᾳ βιοτεύσουσιν.
18l32, 12 ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι
19lτὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
20τοὺς δὲ ἀσεβεῖς οὐ διασῴζει θεὸς οὐκ αὐτὸς αὐτοῖς τῆς ἀπωλείας308

309

αἴτιος γενόμενος, ἀλλ’ ἐπειδήπερ αὐτοὶ ἑαυτοῖς τούτου κατέστησαν αἴτιοι μήτε τῷ ἐμφύτῳ καὶ φυσικῷ λόγῳ τὸν θεὸν ἐπιγνῶναι θελή‐ σαντες, μήτε τῇ ἐπιστρεπτικῇ παιδείᾳ καὶ νουθεσίᾳ κατήκοοι γενέ‐ σθαι θεοῦ βουληθέντες.
5l36, 13 καὶ ὑποκριταὶ καρδίας τάξουσι θυμόν.
6 οἱ δὲ τὰς καρδίας ὑποκριταὶ σχῆμα μὲν εὐσεβείας περικείμενοι, ἔσωθεν δὲ ὄντες λύκοι ἅρπαγες αὐτοὶ ἑαυτῶν κατατάσσουσι καὶ καθορίζουσι τὴν θείαν ὀργήν.
9l36, 13 οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
10 οὗτοι δὲ οἱ ὑποκριταὶ οὐκ ἀναβλέπουσι πρὸς θεὸν καὶ ἐπιστρέφου‐ σιν, ἐπειδὴ κατέδησεν αὐτοὺς ἡ ὑπόκρισις.
12l36, 14—15 ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν
13lτιτρωσκομένη ὑπὸ ἀγγέλων, ἀνθ’ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον.
14διὰ τοῦτο, φησίν, καὶ ἄωροι ἀποθνῄσκουσιν ὑπὸ τῶν θανατηφόρων
15ἀγγέλων τιτρωσκόμενοι· ἢ καὶ συναποθνῄσκουσι ταῖς νεωτερικαῖς ἐπιθυμίαις ὑπὸ τῶν τιμωρῶν ἀγγέλων αἰκισθησόμενοι. ἡ δὲ αἰτία· δι’ ἃς εἰργάσαντο κατὰ τῶν ὑποδεεστέρων θλίψεις καὶ ἀδικίας.
18l36, 15 κρίμα δὲ πραέων ἐκθήσει.
19τῶν δὲ πραέων τὸ κρίμα ὁρίσει ὁ θεός· τοῦτο γὰρ σημαίνει τὸ309

310

ἐκθήσει, ἀντὶ τοῦ· οὐ περιόψεται αὐτοὺς ἀδικουμένους. πραεῖς δὲ ἢ τοὺς κατὰ προαίρεσιν δικαίους νοήσεις, ἢ καὶ πάντας τοὺς ἀδι‐ κουμένους καὶ δι’ ἀσθένειαν ἡσυχίαν ἄγοντας.
4l36, 16 καὶ ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ.
5 διὰ μέσου τεθηκὼς τὸ κρίμα δὲ πραέων ἐκθήσει ὡς πρὸς τὸ τῶν ὑποκριτῶν πρόσωπον ἐπήγαγεν, ὅτι τιμωροῦνται οἱ ὑποκριταὶ ὡς ἀπατῶντες τοὺς ἀνθρώπους διὰ τοῦ ἑαυτῶν ἐχθροῦ στόματος ἕτερα μὲν διὰ γλώσσης προφέροντες, ἕτερα δὲ κατὰ διάνοιαν ἔχοντες. τὸ δὲ κοινὸν ὡς ἐπὶ ἰδικοῦ προσώπου τεθηκὼς εἶπεν· ἠπάτησέ σε,
10ἀντὶ τοῦ· ἐπειδὴ πεφύκασιν ἀπατᾶν οἱ ὑποκριταί.
11l36, 16 ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς.
12 εἰ μὲν περὶ τῶν ὑποκριτῶν ὁ λόγος, ἐοίκασιν, φησίν, ἀβύσσοις βαθέως καὶ ἐγκαθέτως βουλευόμενοι· καὶ ὥσπερ ἡ τῶν ὑδάτων κατάχυ‐ σις ὑποκάτω ἑαυτῆς τὰς ὑφάλους ἐπικρύπτει πέτρας καὶ λανθάνοντα
15τοῖς πλέουσι φέρει τὸν κίνδυνον, οὕτω δὴ καὶ ἡ τούτων γνώμη τῷ προσχήματι τῆς ὑποκρίσεως ἐπισκιαζομένη ναυαγεῖν παρασκευάζει τοὺς αὐτῇ καταπιστεύοντας. εἰ δὲ περὶ τῆς θαυματουργίας τοῦ θεοῦ διὰ μέσου παρεντέθηται τὸ ῥητόν, ὑποκάτω, φησίν, τῆς ἀβύσσου οὐδέν ἐστιν ἡ κατάχυσις·
20θαυμαστὸν δὲ ὄντως τὸ ἐπὶ χύματος ἡδράσθαι.
21l36, 16—17 καὶ κατέβη τράπεζά σου πλήρης πιότητος, καὶ οὐχ ὑστερή‐
22lσει δὲ ἀπὸ δικαίων κρίμα.310

311

τῶν δὲ δικαίων, φησίν, οὐχ ὑστερεῖ τὸ κρίμα, τουτέστιν· ἀπονέ‐ μει αὐτοῖς τὸ κατ’ ἀξίαν ὁ θεός, ὡς καὶ ἐφαπλοῦν αὐτοῖς τράπεζαν πλήρης πιότητος, πρωτοτύπως μὲν τὴν τῆς γνώσεως, τὴν πνευματικήν, κατά τι δὲ παρακολούθημα ἴσως που καὶ τὴν ἐν αἰσθητοῖς ἀγαθοῖς.
5l36, 18 θυμὸς δὲ ἐπ’ ἀσεβεῖς ἔσται δι’ ἀσεβείας δώρων, ὧν ἐδέχοντο
6lἐπ’ ἀσεβείας.
7 τοὺς δὲ δωροδέκτας ἡ θεία ἐκδέξεται ὀργή. θυμὸν δὲ καὶ ὀργήν, ὅταν ἀκούσῃς περὶ θεοῦ, μὴ πάθος ἐννοήσῃς περὶ τὴν θείαν ἵστασθαι φύσιν—ἀπαθῶς γὰρ ὁ θεὸς καὶ ἀοργήτως τιμωρεῖται—, ἀλλ’ ἐπειδή‐
10περ ἀντιπαθῶς ἔχουσιν ἡ ὀργὴ καὶ ὁ θυμὸς πρὸς τὸν φόβον καὶ δέδοι‐ κέ τις τὸν ἰσχυρότερον ἑαυτοῦ θυμούμενον καὶ ὀργιζόμενον, τούτοις ἡ γραφὴ κέχρηται τοῖς ὀνόμασι πρὸς τὸν θεῖον ἡμᾶς ἐνάγουσα φόβον.
13l36, 19 μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων.
14μὴ ἑκὼν τῆς εὐθείας ὁδοῦ παρατραπῇς, ὅταν τῆς σῆς ἐπικουρίας
15δέωνται οἱ ἐν ἀνάγκῃ ὄντες ἀδύνατοι, ἀλλ’ ἐπάμυνον κατὰ δύναμιν.
16l36, 19—21 καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν· μὴ ἐξελκύσῃς τὴν
17lνύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ’ αὐτῶν· ἀλλὰ φύλαξαι, μὴ πράξῃς ἄτο‐
18lπα· 〈ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείασ〉.
19ὥσπερ δή, φησίν, οὐ χρὴ τοὺς ἀδυνάτους περιορᾶν, οὕτως οὐδὲ
20τοῖς δυνατοῖς ἐφεδρεύειν ἐν νυκτὶ μετὰ πλήθους καὶ λαῶν πλειόνων καὶ τῶν οἰκείων ἐκβάλλειν. διδάσκει δέ, ὅτι καὶ δυνατῷ καὶ ἀδυνά‐
τῳ τὴν ἰσότητα καὶ τὸ δίκαιον προσήκει φυλάττειν καὶ μήτε τοὺς ἀ‐311

312

δυνάτους περιορᾶν ἀδικουμένους μήτε τοὺς δυνατοὺς βίᾳ τῶν οἰκεί‐ ων ἐκβάλλειν. πάσῃ οὖν φυλακῇ τῶν ἀτόπων ἀπέχεσθαι προσήκει. ἄλλοι δὲ οὕτως ἡρμήνευσαν· μὴ παρελκύσῃς, φησίν, ὅλην τὴν νύκ‐ τα καθεύδων, ἵνα μὴ ἐκβαλὼν τοὺς ἀγαθοὺς λογισμοὺς τοὺς κραται‐
5οῦντας τὴν ἰσχὺν τῆς ψυχῆς ἑτέρους φαύλους καὶ ἀτόπους ἀντεισα‐ γάγῃς σαυτῷ. φύλαξαι οὖν τοῦ μὴ ποιῆσαι ἄτοπα. κατὰ μὲν οὖν τὸ ῥητὸν τὸ πρῶτον, κατὰ 〈δὲ〉 διάνοιαν τὸ δεύτε‐ ρον· ἀπὸ δὲ τῶν τοιούτων πράξεων, τῶν κατὰ δικαιοσύνην, φησίν, εἰς ὕψος ἀναχθήσῃ διανοίας μηδὲν ἔτι ταπεινὸν ἢ πτωχὸν ἢ χαμαιπε‐
10τὲς φρονῶν.
11l36, 22 ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ. τίς γάρ ἐστι
12lκατ’ αὐτὸν δυνάστης;
13 ἀπὸ τοῦ περὶ δικαιοσύνης ἀνθρώπων λόγου εἰς τὸν περὶ ἰσχύος θεοῦ καὶ δικαιοσύνης ἐκβαίνει λόγον, ἐπισυνάπτων καὶ τὸν τῆς με‐
15γαλοπρεπείας αὐτοῦ καὶ σοφίας καὶ τῶν ἀνεξιχνιάστων τῆς θείας προνοίας ἔργων. θεώρησον οὖν, φησίν, ὡς ὁ ἰσχυρὸς θεὸς κραταιῶς πάντα καὶ μετὰ θεϊκῆς δυνάμεως ἐργάζεται, καὶ οὐκ ἔστιν ὁ τῇ αὐ‐ τοῦ δυνάμει παραβαλλόμενος.
19l36, 23 τίς δέ ἐστιν ὁ ἐτάζων ἀπ’ αὐτοῦ τὰ ἔργα, ἢ τίς ὁ εἰπών·
20lἔπραξεν ἄδικα;
21 ἀλλ’ εἰ καὶ τοσοῦτός ἐστι τὴν ἰσχύν, οὐχ ὡς ἐξουσίαν ἔχων ἄ‐ τοπόν τι πράττει οὐδὲ δύναταί τις ἀναζητῶν αὐτοῦ τὰ ἔργα ἐπιδεῖ‐
ξαί τι πεπραγμένον ἀδίκως, ὥστε εἰ καὶ μὴ δυνατὸν ἐτάζειν καὶ312

313

ἀναζητεῖν τοῦ θεοῦ τὰς πράξεις—ἀνεξιχνίαστοι γὰρ καὶ ἀκατάληπ‐ τοι—, ἀλλ’ οὖν εὐσεβεῖ διανοίᾳ προσήκει πιστεύειν, ὡς οὐδὲν ἄδι‐ κον παρὰ τῷ δικαίῳ θεῷ.
4l36, 24 μνήσθητι, ὅτι μεγάλα τὰ ἔργα αὐτοῦ ἐστιν, 〈ὧν ἦρξαν ἄνδρεσ〉.
5 ἀναλόγισαι δὴ τῶν περὶ τὴν κτίσιν ἔργων τοῦ θεοῦ τὸ μεγαλεῖον, τετραπόδων, ἑρπετῶν, ἐναλίων, πετεινῶν, ὧν ἡ γῆ ποικίλως ἐκφύει, τούτων ἁπάντων, ὧν ἄρχειν ἄνθρωποι κατ’ ἀρχὰς ἐτάγησαν. διὰ Μωυ‐ σέως μὲν λέγει· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέ‐ ραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων
10τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανο. ὁ δὲ με‐ γαλογράφος· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτο, πρόβατα καὶ βόας ἁπάσας καὶ τὰ ἑξῆς. διὰ δὲ ἄνθρωπον καὶ τὴν κτίσιν τὴν ὑπὸ τὴν αὐτοῦ τεταγμένην ἀρχὴν τῶν ὑετῶν γέγονε χρεία, ὧν διὰ τῶν ἑξῆς μνημονεύει.
15l36, 25 πᾶς ἄνθρωπος εἶδεν ἐν αὐτῷ.
16 τὴν γὰρ περὶ θεοῦ γνῶσιν πᾶς ἄνθρωπος ἔχει, εἰ καὶ ὀλίγοις ἐκ μέρους οἱ λόγοι τῶν ἔργων αὐτοῦ γεγόνασι γνώριμοι.
18l36, 25 ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί.
19ἀντὶ τοῦ· πάντες. τῷ γὰρ κέντρῳ τῆς ἁμαρτίας, τουτέστι τῷ θα‐
20νάτῳ, πάντες τιτρώσκονται.
21l36, 26 ἰδοὺ ὁ ἰσχυρὸς πολὺς καὶ οὐ γνωσόμεθα.
22οὐδεὶς γὰρ οἶδε τὰ τοῦ θεο, εἰ μὴ τὸ πνεῦμα τοῦ
θεοῦ τὸ ἐν αὐτῷ.313

314

(1l)

36, 26 ἀριθμὸς ὁδῶν αὐτοῦ καὶ ἀπέραντος.
2 ἀλλὰ καὶ ὁ ἀριθμὸς τῶν ὁδῶν αὐτοῦ ἀπέραντος ἡμῖν ἐστι καὶ ἀκατά‐ ληπτος.
4l36, 27 ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ.
5 τὴν μὲν θεοῦ γνῶσιν οὐδὲν ἐκφεύγει, ἀλλὰ καὶ τὸν ἀριθμὸν τῶν ὑετίων σταγόνων ἐπίσταται.
7l36, 27 καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην.
8καὶ οὐκ ἀμέτρως, ἀλλ’ ἐναριθμίως διὰ τῶν νεφελῶν χέεται ὁ ὑετός.
9l36, 28 ῥυήσονται παλαιώματα.
10 ἐκρέουσι δὲ ἐκ τῶν νεφελῶν τὰ τήγματα, οἱ σταλαγμοί. ταῦτα γὰρ λέγει παλαιώματα ἐκ τοῦ τὰ παλαιὰ τήκεσθαι. ἢ καὶ παλαιώματα λέγει διὰ τὸ ἐξ ἀρχῆς καὶ ἐκ παλαιοῦ ταῦτα οὕτω γενέσθαι κατὰ τὴν θείαν διάταξιν.
14l36, 28 ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροντῶν.
15γίνονται οἱ χειμῶνες περὶ τὸν ἀέρα συννεφείας γενομένης.
16l36, 29—30 καὶ ἐὰν συνῇ ἀπέκτασιν νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
17lἰδοὺ ἐκτείνει ἐπ’ αὐτὴν ἡδώ.
18 ἐὰν δοθῇ εἰς σύνεσιν ἐλθεῖν ἀνθρώποις, πῶς μικρᾶς προφανείσης νεφέλης περὶ ὅλον τὸν οὐρανὸν ἡ καταπύκνωσις ἐκτείνεται τῶν νε‐
20φῶν—σκηνὴν γὰρ λέγει τὸν οὐρανόν, ὡς καὶ Ἠσαίας φησίν· ὁ στή‐314

315

σας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας ὡς σκη‐ νὴν κατοικεῖν—, πῶς δὲ καὶ ἐπὶ ταύτης τῆς καταπυκνώσεως ἐκ‐ τείνει τὴν ἡδώ—ἡδὼ δὲ ἑρμηνεύεται· φῶς αὐτοῦ, οὕτως γὰρ ὁ Σύμ‐ μαχος ἐκδέδωκεν, ἕτερα δὲ ἀντίγραφα ἀντὶ τοῦ ἡδὼ τόξον ἔχουσιν—,
5ἐὰν οὖν συννοήσῃ ὁ ἄνθρωπος, πῶς συννεφείας οὔσης αἱ ἡλιακαὶ ἀκ‐ τῖνες εἰς τὴν τῶν νεφῶν ἀραίωσιν προσβάλλουσαι ποιοῦσι τὸ τόξον, ὃ παρὰ τοῖς πολλοῖς ἶρις καλεῖται, περὶ οὗ καὶ Μωυσῆς εἶπεν· ἰ‐ δοὺ τίθημι τὸ τόξον μου ἐν τῇ νεφέλῃ εἰς σημεῖον τοῦ μὴ γίνεσθαι κατακλυσμόν, θαυμάσεται τοῦ δημιουργοῦ
10τὴν σοφίαν, πῶς ἐν μὲν τῇ τῶν νεφῶν πυκνότητι τὴν ὠφέλιμον τοῦ ὑετοῦ τοῖς ἀνθρώποις χρείαν ἐργάζεται, ἐν δὲ τῇ ἀραιότητι φαίνε‐ σθαι τὸ τόξον παρασκευάζει παραμυθούμενος τοὺς ἐπὶ τῆς γῆς, ὅτι δῆτα οὐ τῇ ἐπομβρίᾳ τούτους κατακλύζει, ἀλλ’ ἀνέχει τῶν ὑδάτων τὴν ἄμετρον φορὰν κατὰ τὴν οἰκείαν ἐπαγγελίαν.
15l36, 30—31 καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν· οὐδεὶς γὰρ οἶδεν
16lἐν γὰρ αὐτοῖς κρινεῖ λαούς.
17 ἢ τοῦτο λέγει, ὅτι τὸ τόξον μέχρι τῆς θαλάσσης διήκει, ἢ ὅτι ὁ θεὸς τὰ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. οὐδεὶς γὰρ οἶδεν, ὑπὸ τίνος βαστάζεται ἡ θάλασσα ἢ ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς
20πεπήγασιν· ῥιζώματα δὲ καλοῦνται τὰ τοὺς κρίκους βαστάζοντα. ἐν δὲ τούτοις τοῖς θαυμασίοις κρίνει καὶ τιμωρεῖται τοὺς ἀνθρώπους ὁ θεὸς δι’ ἐπαγωγῆς θαλάσσης τυχὸν ἢ χαλάζης καὶ τῶν τοιούτων.
23l36, 31 δώσει τροφὴν τῷ ἰσχύοντι.315

316

ὁ Σύμμαχος παρέξει τροφὴν παμπόλλην ἐκδέδωκεν. κατὰ μὲν οὖν τὸ πρόχειρον λέγει, ὅτι τροφὴν ἰσχυρὰν καὶ πολλήν—ἀντὶ τοῦ· καρ‐ πῶν ἀφθονίαν—ἡ τῶν ὑετῶν ἐργάζεται χρεία. πρὸς δὲ διάνοιαν τρο‐ φὴ ἔσται ἡ γνῶσις τοῦ θεοῦ τῷ ἰσχύοντι καὶ δυναμένῳ γνῶναι τὴν
5αὐτοῦ θαυματουργίαν.
6l36, 32 ἐπὶ χειρῶν ἐκάλυψε φῶς.
7ἐν τῇ ἑαυτοῦ δυνάμει· οὐ γὰρ ἔχει τόπον τό που κρυβῆναι τὸ φῶς.
8l36, 32 καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι.
9ὁ Σύμμαχος· καὶ ἐπιτάξει αὐτῷ ὥστε ἀπαντῆσαι ἡρμήνευσεν. κα‐
10λύπτων γάρ, φησίν, τὸ φῶς καὶ νύκτα ἐργαζόμενος ἐντέλλεται αὐτῷ ὥστε ἀπαντῆσαι, ἵνα εἴπῃ, ὅτι καὶ ἡ νὺξ καὶ ἡ ἡμέρα τῷ αὐτοῦ βουλήματι ἀλλήλας διαδέχονται.
13l36, 33 ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ.
14ὁ Σύμμαχος· ἀπαγγελεῖ περὶ τούτου ἑτέρῳ αὑτοῦ; ἐκδέδωκεν, ἀντὶ
15τοῦ· μὴ περὶ τῆς τούτων δημιουργίας μετά τινος βουλεύεται ἢ ἑτέ‐ ρῳ αὑτοῦ ἀνακοινοῦται τὰ τοιαῦτα † σκεπάσματα†; ἵνα κατ’ ἐρώτησιν ᾖ ἡ ἀνάγνωσις. δυνατὸν δὲ καὶ οὕτω νοῆσαι, ὅτι ἐάν τινι ὁ θεὸς τὴν περὶ τού‐ των χαρίσηται γνῶσιν, τοῦτον λοιπὸν φίλον ἑαυτοῦ καλεῖ καὶ οὐκέτι
20δοῦλον, ὡς καὶ πρὸς τοὺς μαθητὰς ἔλεγεν ὁ σωτήρ· ὑμεῖς φίλοι316

317

μού ἐστε.
2l36, 33 κτῆσις καὶ περὶ ἀδικίας.
3 ἕτερα ἀντίγραφα κυρίου κτίσις ἔχουσιν, ὁ δὲ Σύμμαχος ζῆλον περὶ ἀδικίας ἐκδέδωκεν. ὁ δὲ νοῦς οὗτος· μὴ ἀνακοινοῦται θεὸς
5ἑτέρῳ τινὶ περὶ τῆς ἑαυτοῦ κτίσεως καὶ πῶς εἰς ζῆλον κινεῖται καὶ τιμωρεῖται τοὺς ἀδίκους; ἢ καὶ οὕτως· κτῆσις καὶ περὶ ἀδικίας, ἀντὶ τοῦ· ἀναγ‐ γελεῖ ὁ θεὸς τοῖς ἑαυτοῦ φίλοις ὥστε κτήσασθαι αὐτοῦ τὴν σοφίαν καὶ μὴ τὰ ἄδικα· κτήσασθε, γάρ φησιν, σοφίαν καὶ μὴ ἀρ‐
10γύριον.
11l37, 1 καὶ ὑπὲρ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ
12lτόπου αὐτῆς.
13 διὸ ἀπὸ ταύτης τῆς θεωρίας οὐ δυναμένη ἡ ψυχή μου εἰς τὸ ἀκατά‐ ληπτον τῆς τοῦ θεοῦ σοφίας ἐνατενίσαι ἐταράχθη καὶ κλόνον ὑπέστη
15καὶ τῆς οἰκείας στάσεως παρερρύη καὶ παρεκινήθη. τοιοῦτόν τι καὶ ὁ θεσπέσιος Παῦλος πεπονθὼς θαυμαστικὴν ἀφῆκε φωνήν· ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεο, ὡς ἀνεξερεύ‐ νητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτο.
20l37, 2 ἄκουε ἀκοήν, Ἰώβ, ἐν ὀργῇ θυμοῦ κυρίου, καὶ μελέτη ἐκ στόμα‐
21lτος αὐτοῦ ἐξελεύσεται.
22ἄκουε ἀκοήν, ἀντὶ τοῦ· εἰς συναίσθησιν ἐλθέ, διάνοιξόν σου317

318

τὴν ἀκουστικὴν τῆς ψυχῆς δύναμιν καὶ ὡσανεὶ φωνῆς αἰσθητῆς ἀκούων κατάμαθε τὰ ἐξ ὀργῆς τοῦ θεοῦ τοῖς ἀνθρώποις γινόμενα. ἐξὸν γὰρ ἐκ τῶν πραγμάτων ὥσπερ ἔκ τινος θείας διδασκαλίας καὶ μελέτης ἐκ στόματος θεοῦ ἐκπορευομένης ἐκδιδάχθαι τὰ ἐκ θείας κινήσεως ἐπι‐
5φερόμενα, οἷον τὰς ἀπὸ τῆς χαλάζης βλάβας, τὰς ἐπομβρίας, τοὺς αὐχμούς, τῶν καρπῶν τὴν φθοράν. διὰ γὰρ τῶν τοιούτων ὁ θεὸς μο‐ νονουχὶ φωνὴν ἀφιεὶς ἐκδιδάσκει ἡμᾶς τὴν ἑαυτοῦ δύναμιν καὶ σοφί‐ αν καὶ πρὸς φόβον ἡμᾶς ἐνάγει. μελέτη οὖν ἡμῖν ἐστι τὰ τοιαῦτα καὶ ὑπογραμμὸς καὶ διδαχὴ φοβεῖσθαι παρασκευάζουσα τὸν ταῦτα
10κατεργαζόμενον.
11l37, 3 ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ.
12 διήκει δὲ ἡ ἀρχὴ τοῦ θεοῦ μέχρι τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, τουτέστι καὶ μέχρις αὐτῶν τῶν καταχθονίων, καὶ οὐκ ἄναρχα καὶ ἀ‐ κυβέρνητα καὶ ἀνεπισκόπητα τυγχάνουσι τὰ καθ’ ἡμᾶς.
15l37, 3 καὶ τὸ φῶς 〈αὐτοῦ〉 ἐπὶ πτερύγων τῆς γῆς.
16 πτερύγων, τῶν ἄκρων· ἅμα τε γὰρ ἡμέρα διαυγάσῃ, τῆς γῆς τὰ ἄκρα καταφωτίζονται.
18l37, 4 ὀπίσω αὐτοῦ βοήσεται φωνή, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ.
19ἀντὶ τοῦ ὕβρεως αὐτοῦ ὁ Ἀκύλας ὑπερφερείας αὐτοῦ ἐκδέδωκεν,
20τουτέστιν· ὑπεροχῆς ἢ ἀπειλῆς. τὸ μεγαλεῖον δὲ τοῦ θεοῦ παραστῆ‐ σαι θέλων ὥσπερ τινὶ στρατηγῷ ἢ καὶ βασιλεῖ μεγάλους τινὰς καὶ φοβεροὺς ἑπομένους ἔταξε τῆς βροντῆς τοὺς ἤχους. ὅταν οὖν, φησίν,
θελήσῃ θεὸς κελεῦσαι τοῖς ἑπομένοις αὐτῷ, εὐθὺς αἱ διὰ τῆς βρον‐318

319

τῆς καταρρήγνυνται φωναί, ἢ βουλομένου αὐτοῦ τινας ἀδίκους ἐξυβρί‐ σαι παραδηλοῦσαι τὴν ἀπειλὴν ἢ τὴν ὑπερφέρειαν αὐτοῦ καὶ ὑπεροχὴν κατασημαίνουσαι. κατὰ δὲ ὑψηλοτέραν διάνοιαν ὀπίσω τοῦ θεοῦ λέγονται εἶναι πάν‐
5τα τὰ περὶ τὸν ἀέρα καὶ περὶ ἡμᾶς ἀποτελούμενα, ἔτι τε οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ὁρώμενα, ὧν τοὺς λόγους καὶ τὰς αἰτίας, πῶς τε γεγόνασιν, ὑπὸ θεοῦ διδαχθεὶς ὁ ἱεροφάντης Μωυσῆς ὀπίσθια θεοῦ λέγεται ἑωρακέναι. τοὺς γὰρ περὶ τῶν ἀσωμάτων λόγους καὶ εἴ τι ἕ‐ τερον τῆς σοφίας βαθύτερον, πρόσωπον θεοῦ καλούμενα, ἐν τῇ
10ζωῇ ταύτῃ 〈ὁρᾶν〉 ἄνθρωπος οὐ δύναται. διὸ καὶ πρὸς τὸν Μωυσῆν ἐ‐ λέγετο· οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται. δυνατὸν δὲ καὶ κατὰ ἁπλουστέραν ἔννοιαν τὸ ὀπίσω αὐτοῦ νο‐ ῆσαι, ἀντὶ τοῦ· θελήσαντος αὐτοῦ. ἅμα τε γὰρ θελήσῃ ἕπεται τῷ θέ‐ λειν τὸ ἔργον.
15l37, 4 καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ.
16 ἐπειδὴ γὰρ πολλάκις αἱ βρονταὶ ἢ προηγουμένου ὑετοῦ ἢ μετὰ τὸν ὑετὸν γίνονται, καταρρήγνυται δὲ πολλάκις ἄμετρος ὑετὸς ἐπὶ παι‐ δείαν ἀνθρώπων, φησίν, ὅτι οὐκ ἔχουσιν, τί παράσχωσιν ἀντάλλαγμα οἱ ὑπὸ τῆς ἐπομβρίας μέλλοντες βλάπτεσθαι εἰς τὸ μὴ γενέσθαι καὶ
20ἀκουσθῆναι τὰς ἐκ τῶν βροντῶν φωνάς, ἵνα εἴπῃ, ὅτι οὐχ οἷόστε ἐστιν ἄνθρωπος ἀντιστῆναι τῷ θείῳ κελεύσματι. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· καὶ οὐκ ἐξιχνευθήσεται ἀκου‐ σθέντος τοῦ ψόφου αὐτῆς, ἀντὶ τοῦ· οὐδεὶς δύναται ἐξιχνιάσαι τε
καὶ καταλαβεῖν, πῶς ἢ διὰ τί γέγονε τῆς βροντῆς ὁ ἦχος.319

320

(1l)

37, 5 βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια.
2 ὥσπερ δέ τινα φωνὴν ἐκπέμπων τὴν βροντὴν γενέσθαι παρασκευάζει ὁ θεὸς εἰς τὴν τῶν ἀκουόντων κατάπληξιν. φωνὴν δὲ θεοῦ τὴν βρον‐ τὴν ἐκάλεσε διὰ τὸ ἐκ κελεύσματος αὐτοῦ γίνεσθαι.
5l36, 28a ὥραν ἔθετο κτήνεσιν.
6 μέτρα, ὅρους, ὥστε τὰ μὲν ὑπουργεῖν ἀνθρώποις, τὰ δὲ μὴ ὑπο‐ τάττεσθαι.
8l36, 28a οἴδασι δὲ κοίτης τάξιν.
9τὰ μὲν νυκτός, τὰ δὲ ἡμέρας ἡσυχάζειν οἰκονομικῶς, ἵνα τῆς κα‐
10τὰ ἀνθρώπων ἐφόδου παύοιντο.
11l36, 28b ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλ‐
12lλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος.
13 ἆρ’ οὖν, φησίν, οὐχ ἱκανὰ ταῦτα ἐκστῆσαι διάνοιαν καὶ διαλλά‐ ξαι; —ἀντὶ τοῦ· διαχωρίσαι ψυχὴν ἀπὸ σώματος.
15l37, 5 ἐποίησε δὲ μεγάλα, ἃ οὐκ ἤδειμεν.
16 ὁ Σύμμαχος ποιῶν μεγάλα καὶ οὐ γνωσόμεθα ἑρμήνευσεν. ἃ οὐκ ἤδειμεν οὖν ἀντὶ τοῦ· μεγάλα μέν εἰσι τὰ ἔργα τοῦ θεοῦ, τοὺς δὲ λόγους αὐτῶν γνῶναι οὐ δυνάμεθα.
19l37, 6 συντάσσων χιόνι· γενοῦ ἐπὶ γῆς. καὶ χειμών, ἵνα ᾖ ὑετός,
20lκαὶ χειμὼν ὑετοῦ δυναστείας αὐτοῦ.
21δείκνυσι δέ, φησίν, τοῦ θεοῦ τὴν δυναστείαν ἡ ἐν χειμῶνι τῶν320

321

ὑετῶν ἐπίχυσις καὶ τῆς χιόνος ἡ ἀποστολή. συντάσσων οὖν ἀντὶ τοῦ· κελεύων.
3l37, 7 ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρω‐
4lπος τὴν ἑαυτοῦ ἀσθένειαν.
5 ὁ δὲ ἄκρος χειμὼν κατασφραγίζει καὶ οἱονεὶ καταδεσμεύει τῶν ἀνθρώπων τὰς χεῖρας καὶ τῶν ἔργων ἀποκωλύει πρὸς τὸ ἕκαστον ἡμῶν τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιγνώμονα γενέσθαι. κατὰ δὲ βαθυτέραν ἔννοιάν φησιν, ὅτι κατὰ τὴν δύναμιν ἑκάστου κατασφαλίζεται τὴν γνῶσιν ὁ θεός, ἵνα καὶ ὁ πολλὴν καὶ 〈ὁ〉 ὀλί‐
10γην λαβὼν γνῶσιν κατανοοῦντες, ὡς οὐ πάντες ὁμοίως γινώσκουσι καὶ ταῦτα ὁμοφυεῖς ὄντες, τὴν μὲν τῆς φύσεως καταμάθωσιν ἀσθένειαν, διδαχθῶσι δέ, ὅτι θεός ἐστιν ὁ ἐπιχορηγῶν ἑκάστῳ κατὰ τὸ μέτρον καὶ κατὰ τὸ ἡμῖν συμφέρον· εἰ γὰρ φυσικὴ ἦν ἡ γνῶσις, ὁμοίως ἐ‐ γινώσκομεν διὰ τὴν ὁμοουσιότητα. ἐκ χειρὸς οὖν θεοῦ ἡ τοιαύτη
15γνῶσις ἐπιγίνεται.
16l37, 8 εἰσῆλθε δὲ θηρία ὑπὸ σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης.
17 ἀπὸ δὲ τῆς τοῦ ἀέρος ψυχρότητος ὑπὸ λόχμαις καὶ ἄντροις τὰ θη‐ ρία κατακρύπτονται.
19l37, 9 ἐκ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος.
20 ταμείων τῶν ἐνδοτάτω, τῶν ἀποκρύφων. ὀδύνας δὲ λέγει τὰς ἐκ τοῦ κρύους καὶ ψύχους. ἐκ τῶν ἐνδοτάτω οὖν καὶ ἀποκρύφων τὸ ὀδυ‐ νηρὸν γίνεται ψῦχος.
23l37, 10 καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος.321

322

πάγος δέ, φησίν, διὰ πνεύματος συνίσταται· πνοὴν δὲ ἰσχυροῦ τὸ πνεῦμα ἐκάλεσεν, ἐπειδὴ προστάξει γίνεται θεοῦ.
3l37, 10 οἰακίζει δὲ τὸ ὕδωρ, ὡς ἐὰν βούληται.
4χρῆται τῷ ὕδατι, ὡς ἐὰν θελήσῃ, κατὰ τὴν ἰδίαν σοφίαν ὥσπερ τις
5κυβερνητικῆς ἐπιστήμης ἔμπειρος ἐπὶ τῶν οἰάκων καθήμενος.
6l37, 11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη.
7 ἕτερα ἀντίγραφα ἀντὶ τοῦ καταπλάσσει καταπλήττει ἔχουσιν. εἴτε δὲ καὶ καταπλάσσει εἴτε καὶ καταπλήττει, φησίν, ὅτι σκοτοδι‐ νιᾶν καὶ ἐκπλήττεσθαι ἐπὶ τοῖς τοιούτοις θαύμασι τὸν ἐκλεκτόν—
10τουτέστι τὸν συνετόν—παρασκευάζει ἡ τοῦ ἀέρος συστροφὴ καὶ πύ‐ κνωσις καὶ τῶν νεφελῶν ἡ σύστασις. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· ἀλλὰ καὶ καρπῷ ἐπιβρίσει νεφέλη ἀντὶ τοῦ· ταῦτα γίνεται, ὅτε τοῖς καρποῖς τῆς γῆς ἐπισκιάζει νε‐ φέλη. ἐκλεκτὸν οὖν τὸν καρπὸν λέγει, καταπλάσσει δὲ ἀντὶ
15τοῦ ἐπισκιάζει κατὰ τὴν Συμμάχου διάνοιαν.
16l37, 11 διασκορπιεῖ νέφος φῶς αὐτοῦ.
17 ἢ τοῦτο λέγει, ὅτι νεφελῶν πληρούμενος ὁ ἀὴρ διασκορπίζει καὶ κρύπτει τὸ φῶς· ἢ ὅτι τὸ φῶς τὸ ἡλιακὸν ἐπιλάμπον διασκορπίζει τὴν ἐκ τῶν νεφῶν τοῦ ἀέρος κατήφειαν· ἢ ὅτι ἀλλήλαις αἱ νεφέλαι
20συρρηγνύμεναι φῶς ἐκπέμπουσιν, ἵνα εἴπῃ, ὅτι καὶ τῶν ἀστραπῶν αἴ‐
τια τὰ νέφη γίνονται.322

323

(1l)

37, 12 καὶ αὐτὸς κυκλώματα διαστρέφει.
2 αὐτὸς δέ, φησίν, ὁ θεὸς ἐν κύκλῳ ταῦτα περιγράφει, καὶ κατὰ καιρὸν γίνεται ὡς προστάττει· ἢ καὶ περὶ αὐτὰ ὁ θεὸς κυκληδὸν ἀναστρέφεται, ἀντὶ τοῦ· πάντα ἐφοδεύει πανταχοῦ παρὼν διὰ τὸ περιεκτικὸν τῆς οὐσί‐
5ας· ἢ καὶ αὐτὸς ὁ θεὸς κυκληδὸν πανταχῇ τὰ νέφη περιάγει.
6l37, 12 ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτοῦ.
7 ὁ Σύμμαχος οὕτως ἑρμήνευσεν· αὐτὸς δὲ κυκληδὸν ἀναστρέφεται ἐν τῇ κυβερνήσει αὐτοῦ εἰς τὸ ἐργάζεσθαι αὐτά, ἵνα εἴπῃ ὅτι· οἰακίζει τὸ ὕδωρ ὡς βούλεται εἰς ἡμετέραν κυβέρνησιν καὶ διοίκησιν.
10 ἐν δὲ ἑτέροις ἀντιγράφοις οὕτως ηὕραμεν· ἐν τοῖς κατωτάτω θεὶς ἔργα αὐτοῦ. σημαίνει δὲ ἡ τοιαύτη γραφή, ὅτι ταῦτα ἐργάζε‐ ται θεὸς διὰ τοὺς κάτω, τουτέστιν· τοὺς ἐπὶ γῆς ἀνθρώπους.
13l37, 12 πάντα 〈ὅσα〉 ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ’
14lαὐτοῦ ἐπὶ τῆς γῆς.
15 γίνονται δὲ τὰ ἐκ τοῦ ἀέρος ἐπὶ τῆς γῆς κατὰ ἐντολὰς καὶ προστάγματα θεοῦ. ἢ καὶ τοῦτο λέγει, ὅτι πάντα τὰ παρ’ αὐτοῦ οὐ καινά εἰσι καὶ πρόσφατα, ἀλλ’ ἐξ ἀρχῆς οὕτω γινόμενα παρ’ αὐτοῦ· ἢ ὅτι κατάδηλα ἦσαν αὐτῷ καὶ πρὶν γενέσθαι κατὰ τοὺς τῆς προγνώ‐ σεως λόγους.
20l37, 13 ἐάν τε εἰς παιδείαν, ἐάν τε εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔ‐
21lλεος εὑρήσει αὐτόν.
22καὶ γίνονται ταῦτα ἢ εἰς τὸ παιδεῦσαι καὶ ἐπιστρέψαι ἀνθρώπους323

324

ἁμαρτάνοντας ἢ εἰς καρπογονίαν τῆς γῆς—{διὰ δὲ ἐλέους} πολλάκις 〈δὲ〉 ὁ θεὸς ἐλεῶν ἀνθρώπους καύσωνα καὶ φλογμὸν διέλυσεν ὑετὸν ἐπαφεὶς οὐ διὰ τὴν τῆς γῆς χρείαν, ἀλλ’ ἵνα λύσῃ τοῦ ἀέρος τὸ θερμόν—ἢ καὶ ὁπωσδηποτοῦν, ἵνα ἀνθρώπους ἐλεήσῃ.
5 εὑρήσει οὖν τις αὐτὸν διὰ ταύτας τὰς αἰτίας ταῦτα ποιοῦντα· ἢ διὰ παιδείαν καὶ ἐπιστροφήν, ἢ διὰ καρποὺς γῆς καὶ βλαστήματα, ἢ δι’ ἄλλας αἰτίας, ἀγνώστους μὲν ἡμῖν, πάντως δὲ δι’ ἀνθρώπων ἔλεος. ἔστι δὲ καὶ οὕτω νοῆσαι, ὅτι γίνεται ταῦτα ἢ εἰς τὸ παιδεύεσθαι τοὺς τῆς γνώσεως ἀξιουμένους, ἢ εἰς τὸ ὑπάρχειν καὶ διαμένειν αὐτὰ τὰ
10παρ’ αὐτοῦ κτισθέντα. καὶ διὰ τῶν τοιούτων γνωρίζομεν καὶ εὑρίσκομεν τὸν θεόν· πολλάκις δὲ καί τινες χάριτι ἐλέους εὗρον αὐτὸν μὴ ἔχοντες τὴν γνῶσιν, ἀλλὰ ἀπὸ μόνης χάριτος ὡς ὁ λῄστης τυχόντες.
13l37, 14 ἐνωτίζου ταῦτα, Ἰώβ, στῆθι, νουθετοῦ δύναμιν κυρίου.
14ἀντὶ τοῦ· πρόσεχε ἐπιπόνως, ἐγκατάθου τῇ διανοίᾳ τὰ εἰρημένα
15διὰ τῶν ὤτων τοὺς λόγους εἰσδεξάμενος.
16l37, 15—16 οἶδα μέν, ὅτι κύριος ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ
17lσκότους. ἐπίσταται δὲ διάκρισιν νεφῶν.
18 οἶδα μὲν οὖν, φησίν, ὅτι θεός ἐστιν ὁ ταῦτα ἐργαζόμενος καὶ ὁ τὰ νέφη διακρίνων ὡς ἂν θελήσῃ κατὰ τὴν ἰδίαν ἐπιστήμην. ἕτερα
20δὲ ἀντίγραφα οὕτως ἔχουσιν· οἶδας, ὅτε ἔθετο θεὸς ἔργα αὐτοῦ ποι‐ ῆσαι φῶς ἐκ σκότους, ἐπίστασαι δὲ καὶ διάκρισιν νεφῶν; ὁ δὲ Σύμ‐ μαχος οὕτως ἐκδέδωκεν· ἆρα γνώσῃ, ὁπότε ἔταξεν ὁ θεὸς περὶ αὐτῶν φῶς ποιήσας ἐκ σκότους; ὁ δὲ νοῦς οὗτος· μὴ συμπαρῆς δημιουργοῦντι θεῷ
τὸν κόσμον, ὅτε σκότος ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος καὶ πρώ‐324

325

τη φωνὴ θεοῦ κατηνέχθη λέγουσα· γενηθήτω φῶς, ὅτε πάντα τὰ ἔργα αὐτοῦ ὡς ἠθέλησε διετάξατο; οὐκοῦν παραχώρει τῇ τοῦ θεοῦ σο‐ φίᾳ καὶ τοῖς ἀνεφίκτοις αὐτοῦ κρίμασιν. ταῦτα δὲ λέγει πρὸς φόβον, ὡς νομίζει, τὸν Ἰὼβ ἐνάγων τὸν μη‐
5δέποτε τὸν ἁγιοποιὸν τοῦ θεοῦ καταλείψαντα φόβον τὸν ἰσοδυνα‐ μοῦντα τῇ ἀγάπῃ τῷ οἰκείῳ στόματι λέγοντα· χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν.
8l37, 16—17 ἐξαίσια δὲ πτώματα πονηρῶν, σοῦ δὲ ἡ στολὴ θερμή.
9θαυμάσαι οὖν, φησίν, ἄξιον, πῶς δι’ ἀέρος τιμωρεῖται θεὸς τοὺς
10πονηροὺς καὶ πῶς μετὰ τοὺς κρυμούς, μετὰ τοὺς ὄμβρους θέρος γίνε‐ ται, ὡς δεῖσθαι στολῆς θερινῆς προσφυοῦς τῷ καιρῷ πρὸς τὸ μὴ ἐνοχλεῖσθαι. δυνατὸν δὲ καὶ οὕτω νοῆσαι κατὰ ὑψηλοτέραν ἔννοιαν· ἐπειδὴ τὰ περὶ δυνάμεως θεοῦ καὶ σοφίας ἐξηγησάμεθα, μάνθανε, ὡς τῶν μὲν
15πονηρῶν μεγάλα εἰσὶ τὰ παραπτώματα, σοῦ δὲ τοῦ δικαίου ἡ στολή— τουτέστιν· ἡ τῶν ἀρετῶν ἔνδυσις—οὐκ ἀπὸ παθῶν 〈δεδαπανημένη〉 οὐδὲ παλαιά, ἀλλὰ θερμή, τουτέστι καινὴ καὶ ἐρρωμένη. τὸ μὲν οὖν πρῶτον κατὰ τὸ ῥητόν, τὸ δὲ δεύτερον κατὰ διάνοιαν.
19l37, 17—18 ἡσυχάζεται δὲ ἐπὶ 〈τῆσ〉 γῆς, ἀπὸ νότου στερεώσεις μετ’
20lαὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ 〈ὡσ〉 ὁράσεις ἐπιχύσεως.
21 ἡσυχάζει δὲ ἡ περὶ τούτων γνῶσις ἐπὶ τῆς γῆς. καὶ γὰρ ἀγνοοῦ‐ μεν τούτων τοὺς λόγους καὶ πῶς νότου φυσῶντος παλαιώματα, τουτέ‐ στι τήγματα καὶ σταγόνες στερεαί, καταφέρονται, ὡς ὁρᾶσθαι αὐτῶν
τὴν ἐπίχυσιν. ψεκάζοντος μὲν γὰρ ἴσως διὰ τὴν λεπτότητα οὐχ ὁρῶ‐325

326

μεν τὸν ὑετόν, σταλαγμῶν δὲ καταφερομένων πάντες ὁρῶσι τὴν αὐτῶν ἐπίχυσιν. ἔστι δὲ καὶ οὕτω νοῆσαι· ἡσυχάζει δέ, φησίν, τὰ ἐκ τοῦ ἀέρος ἐπὶ τῆς γῆς, ὡς καὶ νότον καὶ θέρμην ἐγγίνεσθαι· καὶ ἴσως τούτων
5ἐρεῖ τις τοὺς ὁποιουσδήποτε λόγους. τί δὲ λέγωμεν περὶ τοῦ οὐρα‐ νοῦ τοῦ ἐξ ἀρχῆς καὶ ἐκ παλαιοῦ στερεμνίως κατασκευασθέντος, ὄν‐ τος δὲ ἰσχυροῦ τὴν φύσιν καὶ ὥσπερ τὰ ἐπιχύματα κατὰ τῶν ὀφθαλμῶν, οὕτως ἡμῶν ὑπερκεχυμένου καὶ μὴ συγχωροῦντος ἡμᾶς ὁρᾶν τὰ ὑπὲρ αὐτόν.
10 ἄλλοι δὲ οὕτως ἑρμήνευσαν· αὐτός ἐστιν, φησίν, ὁ ἐκ παλαιοῦ τὸ στερέωμα κατεργασάμενος ἰσχυρὸν καὶ στερεὸν ἐκ τῆς ῥευστῆς καὶ κεχυμένης φύσεως τῶν ὑδάτων. ἀλλ’ οὐκ εὐπαράδεκτος ἡ τοιαύτη ἑρ‐ μηνεία· οὐδὲ γὰρ ἀποφαινόμεθα, ὅτι ἐξ ὑδάτων θεὸς τὸν οὐρανόν, ἀλλ’ ὡς αὐτὸς οἶδε καὶ ὡς ἠθέλησεν. ὡς γὰρ καὶ τούτου ἀγνώστου
15ὄντος Ἐλιοὺς διαλέγεται.
16l37, 19 διὰ τί δίδαξόν με, τί ἐροῦμεν αὐτῷ καὶ παυσώμεθα πολλὰ λέ‐
17lγοντες.
18 τί οὖν ἐροῦμεν περὶ τούτων; τί συνιέναι δυνάμεθα; ἆρα τολμῶμεν λέγειν θεῷ· διὰ τί ταῦτα οὕτως ἐποίησας ἢ διὰ τί ἀπροσδεὴς ὢν
20τόνδε τὸν κόσμον σαυτῷ κατεσκεύασας; οὐ σιωπῇ θαυμάζομεν αὐτοῦ τὴν ἀγαθότητα καὶ σοφίαν; οὐκοῦν τοῦ πολλὰ λέγειν ἐπισχῶμεν παρα‐ χωροῦντες αὐτῷ σοφίας τῆς ὑπὲρ ἡμᾶς.
23l37, 20 μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς
24lκατασιωπήσω;326

327

μὴ ἀπὸ βιβλίου ταῦτα λαλῶ ἢ φιλονεικία μοί τίς ἐστιν, ἵνα σε νικήσω; οὐδαμῶς, ἀλλὰ ἀπὸ γνώσεως θεοῦ ταῦτα λέγω καὶ δύναμιν θεοῦ ἐξαγγέλλω, ἀντὶ τοῦ· οὐκ ἐδεήθην παρ’ ἑτέρου μαθεῖν ταῦτα· πᾶσι γὰρ πρόδηλα τυγχάνουσι τοῖς γε νοῦν ἔχουσιν. διὸ καὶ ἐπιφέρει·
5l37, 21 πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν.
6 ὥσπερ γὰρ τὸ φῶς πᾶσίν ἐστι πρόδηλον, οὕτω καὶ ταῦτα κατάδηλα τυγχάνουσι θεοῦ ἔργα ὄντα, καὶ δῆλός ἐστιν ἐκ παλαιοῦ καὶ ἀρχαίου ταῦτα οὕτω θεὸς διοικούμενος.
9l37, 21—22 ὥσπερ τὸ παρ’ αὐτοῦ ἐπὶ νεφῶν ἐξῆλθεν, ἀπὸ βορρᾶ νέφη
10lχρυσαυγοῦντα.
11 ὥσπερ ἀμέλει καὶ τοῦτο τὸ ἔργον παρ’ αὐτοῦ διαπράττεται, καὶ ὁ ἀὴρ ἐκ συννεφείας καὶ σκυθρωπότητος πνεύματι καθαίρεται. βορρᾶς δὲ αὐτὸν ἀποκαθαίρει χρυσαυγεῖς καὶ ὑπερύθρους νεφέλας ἀνάγων θεοῦ προστάγματι.
15l37, 22—23 ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ {ἡ} τιμὴ παρὰ παντοκράτο‐
16lρος καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ.
17 ἐκ τῶν τοσούτων ἔστιν ἀναλογίσασθαι, ὡς μεγάλην ὀφείλομεν ἀνα‐ πέμπειν τῷ θεῷ τὴν δοξολογίαν, ἐφ’ οἷς ἡμῶν τὸ γένος ἐτίμησε καὶ διὰ τὴν ἡμῶν κυβέρνησιν ταῦτα οὕτω διαπράττεται ὁ ἀσύγκριτον ἔχων
20σοφίαν καὶ δύναμιν. ἕτερα δὲ ἀντίγραφα καὶ τιμὴ παντοκράτορος περιέχουσιν, ἀντὶ τοῦ· μεγάλη ἡ δόξα καὶ ἡ τιμὴ τοῦ παντοκράτορος, ἣν αὐτῷ προσο‐
φείλομεν.327

328

(1l)

37, 23 ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει εἰσακούειν αὐτόν;
2 τοῦ Ἰὼβ εἰρηκότος· κεκράξομαι καὶ οὐδαμοῦ κρίμα κατὰ τὴν ἔννοιαν τὴν ἡμῖν ἐν τοῖς τόποις ἀποδοθεῖσαν, ὁ Ἐλιοὺς ὡς τῆς λέξεως ἐπιλαμβανόμενός φησιν ὅτι· μὴ οἴου τὸν δίκαιον κριτὴν καὶ
5κηδεμόνα τῶν ἡμετέρων παραμελεῖν ἡμῶν. καὶ γὰρ πάντα ἐφορᾷ καὶ πάντων ἀκούει καὶ τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀπονέμει κατὰ τὴν οἰκείαν δικαιοκρισίαν.
8l37, 24 διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται αὐτὸν καὶ
9lοἱ σοφοὶ καρδίᾳ.
10 τούτου τοῦ συμπεράσματος χάριν ἅπασι διεξοδικῶς ἐξῆλθε τοῖς προειρημένοις εἰς φόβον βουλόμενος ἐνάγειν τὸν Ἰώβ. διὰ γὰρ πάν‐ τα ταῦτα, φησίν, καὶ ὁ πολὺς καὶ ἀγελαῖος ἄνθρωπος δεδοικέναι τὸν θεὸν ὀφείλει, καὶ οἱ σοφοὶ δὲ καὶ συνετοὶ μᾶλλον τοῦτο ποιεῖν ὀ‐ φείλουσιν. καὶ γὰρ οὐδὲ οἱ κατὰ σοφίαν ἄκροι κατέλαβον τὸ τέλει‐
15ον, ἀλλὰ κἄν τινος ἀξιωθῶσι παρὰ θεοῦ γνώσεως, ἐκ μέρους γι‐ νώσκουσιν, ὡς ὁ ἱερὸς ἡμᾶς ἀπόστολος ἐδίδαξεν. ἐγὼ δέ φημι, ὅτι καὶ πλεῖον αὐτῶν ὀφείλουσι φοβεῖσθαι τὸν ἀπα‐ θῆ φόβον οἱ πλείονος γνώσεως ἀξιωθέντες· μέγας γὰρ καὶ φο‐ βερός ἐστιν ἐπὶ πάντας τοὺς κύκλῳ αὐτο. κύκλῳ δὲ αὐ‐
20τοῦ τυγχάνουσιν οἱ ἐπὶ πλεῖον τῆς αὐτοῦ κατανοήσεως ἀξιούμενοι.328

329

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΚΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺς τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν· τίς οὗτος ὁ κρύπ‐ των με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ οἴεται κρύπτειν;
5tΠροθεωρία τοῦ κεφαλαίου
6 πλοῦτος καὶ πενία, ὑγεία καὶ νόσος, τιμὴ καὶ ἀτιμία, καὶ ἁπλῶς εἰπεῖν τῶν ἀνθρώπων ὅλος ὁ βίος πειρατήριόν ἐστιν, ὡς αὐτὸς ἡμᾶς ὁ μέγας Ἰὼβ ἐπαίδευσε διὰ πάντων τῶν ἀγωνισμάτων ἐγγεγυμνασμένος, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ ἀ‐
10ριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, ὥς που ὁ ἱερὸς ἀπό‐ στολος ἔφη. καὶ πλούσιος μὲν ὢν κοινὸς ὑπῆρχε τῶν δεομένων θησαυ‐ ρός, ἔνδοξος δὲ καὶ δύναμιν περιβεβλημένος τῶν ἀδυνάτων ἐπίκου‐ ρος. οὐχ ὁ πλοῦτος αὐτὸν εἰς ἐξιτηλίαν ἐκίνησεν, οὐχ ἡ περιφάνεια τὴν ἀλαζονείαν ἔτεκεν. οὕτως ἀνδρείως τὰ πρῶτα πηδήσας σκάμματα
15ἐπὶ τοὺς δευτέρους καὶ χαλεπωτέρους ἀγῶνας ἐπαπεδύσατο συγχωρήσει θεοῦ πρὸς ὅλην ἀθρόως τοῦ διαβόλου τὴν κακουργίαν γενικῶς ἀντι‐ ταξάμενος· καὶ βασιλεύσας ἐν μονοζώνοις ὁ πολύπαις καὶ ἔνδοξος καὶ τῷ πλούτῳ πανταχόθεν περιρρεόμενος ἐπὶ τῆς κοπρίας παρέρριπτο, πένης, ἄδοξος, εὐτελής, καταγελώμενος, εἱλκωμένος, ἰχῶρας ῥέων,
20πάντας νικήσας τῇ ταλαιπωρίᾳ τοὺς πρότερον γεγενημένους καὶ ὅσους329

330

ὕστερον εἶδεν ὁ βίος ἐν συμφοραῖς ἐξεταζομένους. προσθήκη δὲ αὐτῷ γέγονε τῶν κακῶν καὶ ἡ τῶν φίλων διάλεξις ἀντὶ λόγων πα‐ ρακλητικῶν ἀθυμίας αὐτῷ καὶ ὀδύνης ἐπίτασιν ἀπεργασαμένη. ἐπειδὴ δὲ ὁ μέγας ἀθλητὴς ἅπαντα νομίμως διεξῆλθε τὰ παλαίσμα‐
5τα, καὶ τὴν περὶ τοῦ στεφάνου δίκην ἐνθέσμως ἀνεδήσατο. τότε δὴ τότε τῆς θείας ἀκροᾶται φωνῆς ἀναγορευούσης μὲν αὐτοῦ τοὺς καλοὺς ἀγῶνας—ἐπὶ τούτῳ γάρ, φησίν, συνεχώρουν σε τῷ θηρίῳ πυκτεύειν, ἵνα ἀναφανῇς δίκαιος—, ἀνδριάντα δὲ αὐτὸν ὑπομονῆς καὶ παρα‐ κλήσεως τῷ παντὶ τῶν ἀνθρώπων ἀνιστώσης γένει. εἴτε γάρ τις ἐκ
10πλουσίου γεγένηται πένης, τὸν Ἰὼβ ἔχει παράκλησιν, εἴτε καὶ ἀφα‐ νὴς ἐκ περιφανείας, πρὸς αὐτὸν βλέπων ἐπικουφίζεται τὰ λυπηρά, εἰ δὲ καὶ ἄπαις ἐκ καλλίπαιδος ὁμοῦ καὶ πολύπαιδος, διδάσκεται λέ‐ γειν· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. εἰ δὲ καὶ εἱλκωμένος εἴη καὶ ὑπ’ ἀνοίας γυναικὸς εἰς ἀτόπους ἐρεθίζοιτο
15λόγους, ἐπιτιμήσει μὲν τῇ ταῦτα συμβουλευούσῃ, καρτερικῶς δὲ ὁμοῦ καὶ ἀνεξικάκως ἐρεῖ· ἀναμένω χρόνον ἔτι μικρὸν προσδε‐ χόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. ἔστιν οὖν παρακλήσεως φάρμακον πρὸς παντοδαπὴν ἀθυμίαν ἡ κατὰ τὸν Ἰὼβ ὑπόθεσις· καὶ οὐ ξενίζεταί τις ἀνηκέστῳ περιπίπτων συμφο‐
20ρᾷ, οὐδ’ ἂν οἱ ἄκρως αὐτῷ πρὸς φιλίαν συνηρμοσμένοι ἐπεμβαίνωσι κειμένῳ καὶ ὀνειδίζωσιν. ἐνθυμούμενοι καὶ ἡμεῖς τοιγαροῦν, ὡς οἱ καλῶς ἀγωνιζόμενοι ἐσθότε καὶ θείας ἀξιοῦνται προσρήσεως, μὴ διὰ τὸν κόρον πλουτοῦντες ὑβρίσωμεν, μὴ καταπέσωμεν ἐν συμφοραῖς, ἀλ‐
λὰ πάντα ἡμῖν τὰ συμβαίνοντα, ὁποῖα ποτὲ ἃν ὦσιν, ὕλην ἀρετῆς ἐκ‐330

331

δεξώμεθα. ἀλλ’ ἤδη λοιπὸν τῆς θείας ἀκροάσεως ἐπακούσωμεν διὰ βραχέων ἐπι‐ σκεψάμενοι κατὰ τὴν ἐκ τῆς θείας δωρεᾶς ἐπιμετρουμένην ἡμῖν δύναμιν, δι’ ἣν αἰτίαν τοιούτοις θεὸς πρὸς τὸν Ἰὼβ κέχρηται ῥήμασιν.
5 τῶν φίλων τοιγαροῦν ἄριστα μὲν τὰ περὶ θεοῦ δοξαζόντων καὶ τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως καὶ μεγαλοπρεπείας, ἀποφαινομένων δέ, ὡς πάντως δι’ ἁμαρτίας πάσχουσιν ἄνθρωποι, καὶ ἀγνοούντων τὸν τρό‐ πον τῆς γυμναστικῆς τῶν πειρασμῶν ἐπαγωγῆς, οὐκ ἐν καιρῷ δὲ οὐδὲ ἐπὶ τοιούτου προσώπου τοῖς λόγοις χρωμένων ὁ μακάριος Ἰὼβ ἄριστα
10μὲν καὶ αὐτὸς καὶ τελεώτατα περὶ θεοῦ σοφίας καὶ δυνάμεως μεγαλο‐ πρεπῶς ἐξαγγέλλει, ἀληθινὸς δὲ ὢν καὶ ἄκακος καὶ οὐδὲν ἑαυτῷ συν‐ ειδὼς τῶν τοσούτων πληγῶν ἄξιον οὐ συνετίθετο τοῖς φίλοις λέγου‐ σιν, ὅτι δῆτα δι’ ἁμαρτίας κολάζεται. πλὴν ἀλλὰ καὶ αὐτὸς ἠγνόει τοῦ καθ’ ἑαυτὸν ἀγῶνος τὴν ὑπόθεσιν· ὅθεν ὁ Ἐλιοὺς εἰς μέσον παρ‐
15ελθὼν οὐ καταδικάζει μὲν τὸν δίκαιον, οὐδὲ ἀποφαίνεται δι’ ἁμαρ‐ τίας αὐτῷ τὰς κακώσεις ἐπενηνέχθαι—κατὰ τοῦτο μὲν τῶν φίλων καλ‐ λίων γενόμενος—, οὐ νοήσας δὲ τοῦ Ἰὼβ τὴν ἔννοιαν, ἐξ’ ἧς τοὺς δοκοῦντας εἶναι κατηγορικοὺς {κατὰ θεοῦ} προέφερε λόγους, κατα‐ μέμφεται τὸν Ἰὼβ ὡς ἀσύνετα ῥήματα λαλοῦντα· καλῶς δὲ καὶ ὁ Ἐλι‐
20οὺς καὶ θαυμασίως τὰ περὶ θεοῦ σοφίας καὶ δυνάμεως ἀπήγγειλεν. πάντων οὖν ὁμοίως καλῶς καὶ ὀρθοδοξαστικῶς τὴν θείαν πρόνοιαν
καὶ δύναμιν ἀποθαυμαζόντων, ἀγνοούντων δὲ τὴν κατὰ τὸν Ἰὼβ ὑπό‐331

332

θεσιν καὶ ὅτι γυμνάσιον ἀρετῆς ὑπῆρχεν ἡ πληγὴ καὶ οὐχ ἁμαρτημά‐ των ἀντίδοσις, τῶν εἰρημένων πάντων ὁ κύριος ποιούμενος τὴν ἐπί‐ κρισιν τὰ μὲν περὶ τῆς θείας προνοίας καὶ δυνάμεως καὶ σοφίας πα‐ ρὰ πάντων εἰρημένα ὡς καλῶς λεχθέντα ἀποδέχεται—διὸ καὶ αὐτὸς
5περιμηκέστερον τὰ περὶ τούτων ἐπεξέρχεται πρὸς μὲν τὸν ἑαυτοῦ φί‐ λον, τὸν δίκαιον Ἰώβ, ἡμέρως καὶ πράως διαλεγόμενος καὶ ἐπικυρῶν μὲν τὰ παρὰ πάντων εἰρημένα περὶ θεοῦ δι’ ὧν καὶ αὐτὸς ἐκδιδάσκει περὶ ἑαυτοῦ τὰ ὅμοια, διδάσκων δὲ ἡμᾶς ὡς ἀκατάληπτα τῆς θείας προνοίας τὰ κρίματα καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ τῆς τοῦ θεοῦ σοφί‐
10ας—, τοῖς δὲ φίλοις ἐπιτιμᾷ ὡς ἀποφηναμένοις περὶ ὧν οὐκ ᾔδεισαν —μὴ γὰρ πρὸ καιροῦ τι κρίνετε, φησὶν ὁ θεῖος ἀπόστολος, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τὰ ἑξῆς—τόν τε Ἐλιοὺς οὔτ’ ἐπαινεῖ—οὐ γὰρ ἔγνω τοῦ Ἰὼβ
15τὴν διάνοιαν, ἐξ ἧς τοὺς λόγους προέφερεν, ἀλλ’ οὐδὲ τοῦ ἀγῶνος τὴν ὑπόθεσιν—, οὔτε ψέγει δέ, ἐπεὶ μὴ κατεδίκασε τὸν ἅγιον. τὸν δὲ δίκαιον Ἰὼβ στεφανοῖ καὶ ἀναγορεύει καὶ ἀνακαλεῖται τοῖς λό‐ γοις ὡς οὐδαμοῦ μὲν ἐκπαλαίσαντα, πάντα δὲ νομίμως ἀγωνισάμενον τὰ παλαίσματα, καὶ τὸ ἀπόρρητον ἀναπτύσσει καὶ δημοσιεύει τοῦ
20πειρασμοῦ τὴν αἰτίαν. οὐ γὰρ ὡς ἄδικος πέπονθεν, φησίν, ὁ δίκαι‐ ος, ἀλλ’ ἵνα δίκαιος ἀναφανῇ καὶ ἀπὸ θείας ψήφου ἀναγορευ‐ θῇ τὰ κατὰ τὴν ἀρετὴν τοῦ Ἰώβ. ἐπαλείφων δὲ αὐτὸν τοῖς λόγοις καὶ ἀναρρωννὺς καὶ παρατείνων αὐτῷ τὴν διάλεξιν—δίκαιος γὰρ ἦν παρὰ τοὺς ἄλλους πλείονος ὁμι‐
25λίας ἀπολαῦσαι θεοῦ, ὅσῳ καὶ πλείονα χρόνον τοῖς πάθεσιν ἐνεκαρ‐332

333

τέρησε—διδάσκει καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς μυστήρια καὶ δημοσιεύει διὰ λόγων μυστικῶν καὶ ἐπικεκαλυμμένων τοῦ κοινοῦ τῆς ἀνθρωπότητος ἐχθροῦ, τοῦ δράκοντος καὶ ἀποστάτου, ὃν δὴ κῆτος προσαγορεύει, τήν τε ἰσχὺν καὶ ἰταμότητα καὶ κακόνοι‐
5αν, ἡμῖν μὲν τὰ κατ’ αὐτὸν ἀπογυμνῶν, τὸν δὲ δίκαιον καὶ πλέον ἀναγορεύων καὶ θαρσαλεώτερον γενέσθαι παρασκευάζων, μονονουχὶ με‐ γάλῃ τῇ φωνῇ πρὸς τοὺς συνιέναι δυναμένους λέγων, ὅτι πρὸς τοσοῦ‐ τον ἔσχεν ἀντίπαλον καὶ δι’ ὅλων ἄρρηκτος ἔμεινεν. μετὰ δὲ τοὺς πολλοὺς ἀγῶνας καὶ τὴν ἐκ τῆς θείας φωνῆς παρά‐
10κλησιν ὑγεία μὲν εὐθὺς συνέτρεχε καὶ ἀθρόως ἦν ἐν τοῖς συνήθεσιν ὁ τοὺς ἰχῶρας ἀναβλύζων καὶ τοὺς σκώληκας ἐξομβρῶν. συνέτρεχον δὲ πάντοθεν οἱ γνώριμοι καὶ ξενίοις ἐδεξιοῦντο. καὶ τὰ μὲν οὖν τῆς περιουσίας διπλᾶ ἠκολούθει πάντα, οἱ δὲ παῖδες ἰσάριθμοι· οὐ γὰρ εἰς ἀνυπαρξίαν ἐχώρησαν οἱ τοῦ σώματος ἐκδεδημηκότες, ὥστε καὶ
15αὐτοὶ διπλοῖ τὸν ἀριθμὸν ἐτύγχανον, ζώντων μὲν τῶν προαπελθόντων, προστεθέντων δὲ τῶν ὕστερον ἐπιγενομένων. ὥσπερ γὰρ πρότερον ὑπὸ τῆς θείας ἐγκαταλείψεως πρὸς γυμνασίαν γεγενημένης ἅπαντα ἦν σκυ‐ θρωπά, πενία καὶ ἀπαιδία, ἕλκη καὶ ἰχῶρες καὶ ἀτιμία, οὕτως ὕστε‐ ρον ὑπὸ τῆς θείας ἐπιλάμψεως φαιδρὰ πάντα καὶ ἱλαρὰ καὶ θυμηδίας
20ἀνάμεστα, καὶ διπλασίονα μὲν ἐν τῷ παρόντι, παραπεμπτέα δὲ πρὸς τὰ τοῖς δικαίοις ἐπηγγελμένα τὰ μήτε ὀφθαλμοῖς ὁρατὰ μήτε ἀνθρω‐ πίνῃ διανοίᾳ καταληπτά.
ἐπειδὴ δὲ ὁ μακάριος Ἰὼβ εὐσεβεῖ μὲν καὶ φιλοθέῳ διανοίᾳ, σκο‐333

334

τεινοτέρᾳ δὲ τῇ ἀπαγγελίᾳ τῶν λόγων ἐχρήσατο, καὶ δῆλος μέν ἐστιν ἄριστα τὰ περὶ θεοῦ δοξάζων, ἀσαφὴς δὲ ἐν οἷς ἔδοξε τοῖς οὐκ εἰ‐ δόσιν αὐτοῦ τὴν διάνοιαν ὀλιγωρίας φθέγγεσθαι ῥήματα, καὶ ἐπειδή‐ περ συνετίθετο μὲν τοῖς τοῦ Ἐλιοὺς καλῶς δοξάσαντος τὰ περὶ θεοῦ,
5ἐσιώπα δὲ καὶ οὐκ ἀπεκρίνετο, ἐντεῦθεν ὁ κύριος τῶν πρὸς αὐτὸν ἄρχεται λόγων οἷα σιωπῶντος καὶ τὴν οἰκείαν βουλὴν ἐπικρύπτοντος. ἔρχεται δὲ διὰ τοῦ ἀέρος ἡ θεία φωνὴ πρὸς τὴν ἡμετέραν ἀκρόα‐ σιν κατὰ θείαν δημιουργίαν· οὐ γὰρ δὴ θεὸς ἀνθρωπίνως φθέγγεται, ἀλλ’ ὁμοῦ τε θέλει καὶ ὁ λόγος εἰς ἔργον χωρεῖ καὶ θείων ἡμεῖς
10ῥημάτων ἀκούομεν. φθέγγεται δὲ διὰ λαίλαπος καὶ νεφῶν— λαῖλαψ δέ ἐστιν ἡ τῶν ἀνέμων συστροφή—διὰ ταύτης μέν, οἶμαι, καταπλήττων τοὺς περιεστῶτας καὶ εἰς φόβον ἐνάγων, διὰ δὲ τοῦ νέ‐ φους πρὸς τὸν δίκαιον διαλεγόμενος ὥσπερ καὶ Μωυσεῖ καὶ Ἀαρών· ἐν στύλῳ γὰρ νεφέλης ἐλάλει πρὸς αὐτούς, φησὶν ὁ
15μελωδός. αὐτῆς δὲ λοιπὸν σεβασμίως τῆς τοῦ κυρίου ῥήσεως ἐπακουσόμεθα.
17tΑἱ λέξεις
18l38, 2 τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ
19lἐμὲ οἴεται κρύπτειν;
20 οὐ τὸν εἰδότα τὰς βουλὰς τῶν καρδιῶν ἔκρυψεν Ἰώβ· ἠκούσαμεν γὰρ αὐτοῦ λέγοντος ἔμπροσθεν θεοῦ· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. ἀλλ’ ἐπειδήπερ τὰ μὲν ἀσαφῶς διελέχθη, εὐσεβεῖ
μὲν τῇ διανοίᾳ χρώμενος, τραχυτέρᾳ δὲ τῇ ἀπαγγελίᾳ, καὶ ἐπειδήπερ334

335

συνετίθετο μὲν τοῖς τοῦ Ἐλιοὺς λόγοις ὀρθοδοξαστικῶς τὰ περὶ θε‐ οῦ λέγοντος, ἐσιώπα δὲ καὶ οὐκ ἀπεκρίνατο, φησὶν ὁ θεός· τίς οὗ‐ τος ὁ κρύπτων με βουλήν; ἀντὶ τοῦ· οὐδεὶς ἀποκρύψαι με δύ‐ ναται, ἀλλὰ καὶ τὰ τῶν καρδιῶν οἶδα κινήματα, κἂν διὰ λόγων μὴ
5ἐξαγγέλλωνται. ἆρα οὖν, φησίν, ὑπολαμβάνεις, Ἰώβ, ὅτι λέληθάς με; οἶδά σου τοὺς καλοὺς ἀγῶνας παρ’ ἡμῖν ἀγωνιζομένου, οὐδέν με λέληθε τῶν κα‐ τὰ σέ. οὐχ ὅτι Ἰὼβ τοιοῦτόν τι ὑπελάμβανεν, ὅτι θεόν τι τῶν κατ’ αὐτὸν διελάνθανεν, ἀλλ’ ἐπιρρωννὺς αὐτὸν ὡς πρὸς φίλον φησίν· ἐμὲ
10νομίζεις κρύπτειν; ἢ ὑπονοεῖς, ὅτι ἠγνόουν σου τὰ παλαίσματα; οὐκ ἀγνοῶ σου τὴν εἰλικρινῆ διάθεσιν, κἂν σιωπᾶς, κἂν ἀσαφεστέροις κέχρησαι τοῖς λόγοις. ἰστέον δέ, ὡς οἱ μέν φασι τὸν ἐπὶ πάντων θεὸν καὶ πατέρα εἶναι τὸν διαλεγόμενον διὰ τοῦ ἁγίου πνεύματος, οἱ δὲ αὐτὸν τὸν μονογε‐
15νῆ τοῦ θεοῦ λόγον, περὶ οὗ λέγεται· πυλωροὶ δὲ ᾅδου ἰδόν‐ τες σε ἔπτηξαν. εἴτε δὲ ἐκ προσώπου τοῦ πατρὸς οἱ λόγοι 〈προ〉‐ φέρονται—ὡς ὅταν λέγῃ Μωυσῆς· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἰδίαν καὶ καθ’ ὁμοίωσιν ἡμετέραν—, εἴτε ἐκ προσώπου τοῦ μονογενοῦς—ὡς ὅταν αὐτὸς περὶ αὑτοῦ λέγῃ· πρὶν
20Ἀβραὰμ γενέσθαι ἐγὼ ἤμην—, εἴτε ἐκ προσώπου τοῦ ἁγίου πνεύματος—εἶπε, γάρ φησιν, τὸ πνεῦμα τὸ ἅγιον· ἀφορί‐ σατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς, ὡς ἐν τοῖς Πράξεσι τῶν ἀπο‐ στόλων εἴρηται—, μία μέν ἐστιν ἡ βουλὴ τῆς θεότητος ἐν μονάδι τριά‐
25δος, ἓν δὲ θέλημα, μία οὐσία ἐν τρισὶ γνωριζομένη ταῖς ὑποστάσεσιν.335

336

(1l)

38, 3 ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι
2lἀποκρίθητι.
3 ἄνδρισαι τοιγαροῦν, ἀπόρριψον τὴν ἀθυμίαν, καὶ ἐπειδήπερ ἐπε‐ θύμεις εἰς ἐμὴν ὁμιλίαν ἐλθεῖν, ἰδού σοι διαλέγομαι, ἰδοὺ πληρῶ
5σου τὴν αἴτησιν, ἀποκρίθητι πρὸς τὰ λεγόμενα.
6l38, 4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀνάγγειλόν μοι, εἰ ἐπί‐
7lστασαι σύνεσιν.
8 ἐπειδὴ ἠθύμεις, φησίν, ὅτι ἠγνόεις τῶν ἐπαγομένων σοι τὴν ἔκ‐ βασιν καὶ τῶν σῶν ἀγώνων τὴν ὑπόθεσιν, ἰδοὺ ἐρωτῶ σε καὶ ἄλλα
10μυρία, ὧν τοὺς λόγους ἀγνοεῖς. διδάσκει δὲ ἡμᾶς ὁ θεὸς πρὸς τὸν ἑαυτοῦ φίλον διαλεγόμενος, ὅτι τε ποιητὴς τῶν ὅλων ἐστὶ καὶ ὅτι ἀνέφικτα τὰ βάθη τῆς ἑαυτοῦ σοφίας. ἰστέον δέ, ὅτι νῦν πρῶτον ἐκ θείας φωνῆς ὁ περὶ τῆς δημιουρ‐ γίας τῆς κτίσεως εἰσάγεται λόγος· ἔφημεν γάρ, ὡς πρὸ τοῦ νόμου ὁ
15Ἰὼβ ἐτύγχανεν. εἰ γὰρ καὶ ἀπὸ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖ‐ ται, καὶ τοῦτο ᾔδεσαν οἱ φιλόθεοι, ἀλλ’ ἐκ θείας φωνῆς νῦν πρῶ‐ τον τοῦτο ἀκούομεν. εἰ οὖν ἔχεις, φησίν, σύνεσιν τῆς ποιήσεως τῶν κτισμάτων, ἀποκρίθητί μοι.
20l38, 5—6 τίς ἔθετο μέτρα αὐτῆς εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον
21lἐπ’ αὐτῆς; ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ
22lβαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς;
23ἐξ ὁμοιώματος τῶν παρ’ ἡμῖν οἰκοδομῶν μέτρα ἔφη καὶ σπαρ‐
τίον ἐπ’ ἰσότητι τῶν οἰκοδομημάτων ἀποτεινόμενον καὶ λίθον γω‐336

337

νιαῖον ἑκατέρους συνδέοντα τοὺς τοίχους· κρίκους δὲ λέγει τοὺς ἀναβαστακτῆρας. εἰπὲ οὖν, εἰ οἶσθα τὰ τῆς γῆς μέτρα, εἰπέ, τίς αὐτῇ ὑποβάθρα, ἐπὶ τίνος ὀχεῖται τὸ βαρὺ τοῦτο καὶ μέγα στοιχεῖον· ταῦτα δὲ ἀν‐
5θρώποις παντελῶς ἀκατάληπτα. τίς οὖν ὁ ταῦτα δημιουργήσας; ἀντὶ τοῦ· οὐδεὶς ἕτερος πλὴν ἐμοῦ· ἔργα γάρ εἰσιν ἀπορρήτου σοφίας τοῦ θεοῦ.
8l38, 7 ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί
9lμου καὶ ὕμνησαν.
10 ἐνταῦθα διδασκόμεθα πρὸ τοῦ αἰσθητοῦ κόσμου τοὺς ἁγίους ἀγγέ‐ λους εἶναι, ἐκπληττομένους ἐφ’ ἑκάστῳ τῶν δημιουργημάτων καὶ ὑμνο‐ λογοῦντας τὸν τούτων ποιητήν. ἐντεῦθεν δὲ καὶ οἱ μακάριοι ἄγγελοι, δι’ ὧν ἔβλεπον τὰ μὴ ὄντα εἰς γένεσιν παραγόμενα, ἐγνώριζον καὶ ἑαυτῶν εἶναι δημιουργὸν τὸν
15θεόν. εἰ δὲ καὶ καθ’ ἑτέρους λόγους καὶ ὑψηλοτέραν τινὰ θεωρίαν τοῦτο ἠπίσταντο, ἀλλ’ οὖν γε καὶ ἡ κατὰ τὴν κτίσιν δημιουργία ἱκα‐ νὴ πληροφορεῖν ἐτύγχανε τὸν νοητὸν κόσμον, ὡς καὶ αὐτοῦ τίς ἐστι ποιητής, 〈τουτέστιν〉 ὁ τὰ ὄντα ἐξ οὐκ ὄντων εἰς γένεσιν παράγων.
19l38, 8 ἔφραξα δὲ θάλασσαν πύλαις.
20 πύλαις—ἀντὶ τοῦ· ὅροις τισίν—περιέκλεισα τῷ προστάγματι εἰρηκὼς πρὸς αὐτήν· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερ‐
βήσ.337

338

(1l)

38, 8 ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη.
2 ἐμαίμασσεν ἀντὶ τοῦ· ὁρμητικῶς εἶχε καὶ πρὸς τὰ κοῖλα καὶ σύμμετρα αὐτῇ χωρία κατηπείγετο ἀκούουσα τοῦ θείου προστάγματος· συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν. μητέρα δὲ αὐτῆς
5τὴν ἄβυσσον λέγει ἢ καὶ τὴν ἑαυτοῦ δύναμιν ὡς αἰτίαν αὐτῇ τῆς ὑπάρξεως.
7l38, 9 ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὀμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα.
8 ἐπειδὴ κοιλίας μητρὸς ἐμνήσθη, ἐπέμεινε τῇ τροπῇ. ὥσπερ γάρ, φησίν, ἔμβρυον ὀμίχλῃ καὶ νέφεσιν αὐτὴν ἐσπαργάνωσα, τουτέστιν·
10περιεσκέπασα.
11l38, 10—11 ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας. εἶπα
12lδὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ
13lσυντριβήσονταί σου τὰ κύματα.
14κλεῖθρα καὶ πύλας τὴν διὰ τοῦ ἰδίου προστάγματος ὁροθεσίαν καὶ
15ἀσφάλειαν λέγει. περιώρισα γάρ, φησίν, τῆς θαλάσσης τὰ κύματα, ἵνα μὴ τοὺς ὅρους ἐκβαίνοντα τὴν γείτονα λυμαίνωνται χέρσον.
17l38, 12—13 ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν; ἑωσφόρος δὲ εἶδε
18lτὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς.
19παρῆς δέ, φησίν, ὅτε εἶπον· γενηθήτω φῶς καὶ τῷ λόγῳ τὸ
20ἔργον παρηκολούθησεν, ἢ ὅτε ὁ ἑωσφόρος γεγονὼς τὰ ἄκρα τῆς γῆς
κατεφώτισε; λέγεται δὲ οὗτος ὁ ἑωσφόρος καὶ ἐν μιᾷ νυκτὶ καταλαμ‐338

339

βάνειν τὸ ἄκρον τῆς γῆς. κατὰ δὲ ἀλληγορίαν ὁ ἑωσφόρος, ὁ τοῦ κυρίου λόγος, κατὰ τὸν ἴδιον καιρὸν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν κηρυχθεὶς μέχρι τῶν ἄκρων ἐξετάθη τῆς γῆς. εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτο.
5l38, 13 ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς
6 ἐπειδὴ φωτὸς ἀνατολῆς ἐμνήσθη, εὐκαίρως εἶπεν ὅτι· ἐποίησα τὸ φῶς, ἐξ οὗπερ ὕστερον οἱ ἀσεβεῖς ἐκτινασσόμενοι εἰς ἀφεγγῆ καὶ σκοτεινὰ χωρία παραπέμπονται. κατὰ δὲ τὴν θεωρίαν τοὺς ἀσεβεῖς δαίμονας ἐξετίναξεν ὁ λόγος τῆς
10διδασκαλίας ὁ εὐαγγελικὸς ἐπὶ τῆς ἐνσάρκου τοῦ κυρίου παρουσίας.
11l38, 14 ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῶον καὶ λαλητὸν αὐτὸ ἔθου
12lἐπὶ τῆς γῆς;
13 ἀλλὰ σύ, φησίν, ὦ Ἰώβ, λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλα‐ σας ἄνθρωπον καὶ λόγῳ τοῦτον κατεκόσμησας ὥσπερ ἐγώ; ἐπιση‐
15μειοῦ δὲ ἐνταῦθα, ὅτι οὐκ εἶπε χοῦν, ἀλλὰ πηλὸν ὡς τοῦ χοὸς ὕδατι συμπεφυρμένου.
17l38, 15 ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτρι‐
18lψας;
19τοῦτο καὶ περὶ ἀνθρώπων ἀσεβῶν καὶ περὶ δαιμόνων ἔστιν ἐκλαβεῖν.
20ἀφῃρέθη γὰρ ἀπ’ αὐτῶν ἡ γνῶσις τῆς ἀληθείας καὶ ἡ δύναμις συνετρίβη. ἐνταῦθα δὲ ἔδειξε τὰ τοῖς ἀσεβέσιν ὕστερον ἀπαντησόμενα καὶ ἔλυσε τὴν ἀπορίαν, ἣν ἀποροῦσιν οἱ ἄνθρωποι διὰ τὸ πολλάκις ὁρᾶν
τοὺς ἀσεβεῖς οὐδὲν ἐν τῷδε τῷ βίῳ πάσχοντας δυσχερές.339

340

(1l)

38, 16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιε‐
2lπάτησας;
3 ἔγνως δέ, πόθεν ἡ θάλασσα ἔσχε τὴν ἀρχήν; ἢ τὰ ἴχνη, τουτέστι τὰ ἔσχατα, τῆς ἀβύσσου κατείληφας; ἢ ὅπερ ἐποίησεν ὁ κύριος σαρ‐
5κωθείς—ὡς καὶ τὰ ἑξῆς μαρτυροῦσιν—〈ἐποίησασ〉;
6l38, 17 ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου
7lἰδόντες σε ἔπτηξαν;
8 ταῦτα γέγονεν, ὅτε ὁ κύριος εἰς ᾅδου κατέβη κηρύξαι τοῖς ἐκεῖ πνεύμασιν.
10l38, 18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ’ οὐρανόν; ἀνάγγειλον δέ
11lμοι, πῶς ἢ τίς ἐστιν.
12 νενουθέτησαι—ἀντὶ τοῦ· ἠκριβώθης—τῆς γῆς τὸ πλάτος; φράσον αὐτῆς τὴν διάμετρον.
14l38, 19—20 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος;
15lεἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν;
16 εἰπὲ καὶ περὶ φωτὸς καὶ σκότους· ποῦ ἀποκλείονται καὶ πόθεν ἐκπορεύονται;
18l38, 20—21 εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν, 〈οἶδας ἄρα, ὅτι τότε
19lγεγέννησαι;〉
20 εἰ δὲ τούτων τὰς ὁδοὺς εἰδέναι φαίης, λέγε, ὅτι καὶ τότε ἐγεννή‐ θης ὅτε ταῦτα ὡροθετήθησαν.
22l38, 21 ἀριθμὸς δὲ ἐτῶν σου πολύς;
23καὶ εἰ ταῦτα ἐπίστασαι, ἴσθι καὶ πολυετής τις ὑπάρχων ὡς ἔκτο‐340

341

τε γεγονώς. διδάσκει δὲ ἐνταῦθα, ὅτι καὶ τὸ τοῦ ἀνθρώπου ὀλιγό‐ βιον οὐδὲ γνῶναι αὐτῷ τὰ πολλὰ ἐπιτρέπει.
3l38, 22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας;
4θησαυροὺς λέγει τὰ ἀπόκρυφα. οἶσθα οὖν, φησίν, πῶς τὴν μὴ φαι‐
5νομένην χιόνα καὶ χάλαζαν ἐκφαίνεσθαι παρασκευάζω;
6l38, 23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ
7lμάχης;
8 δυνατὸς εἶ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων χρήσασθαι, ὅπερ θεὸς ποιεῖ πολλάκις ἀνθρώπους τιμωρούμενος καὶ καρποὺς δια‐
10φθείρων;
11l38, 24—26 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς
12lτὴν ὑπ’ οὐρανόν; τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ 〈ῥύσιν〉, ὁδὸν δὲ κυ‐
13lδοιμῶν τοῦ ὑετίσαι ἐπὶ τὴν γῆν, οὗ οὐκ ἀνήρ;
14πόθεν δὲ ἡ πάχνη ἢ πῶς ὁ νότος καθ’ ὅλην πνεῖ τὴν ὑπ’ οὐρανόν;
15πῶς λάβρως ὁ ὑετὸς καταρρεῖ; πόθεν αἱ βρονταί; κυδοιμὸν γὰρ τὴν βροντὴν καλεῖ. μὴ ἀνθρωπείας ἔργα ταῦτα τέχνης, οὐ θεοῦ σοφίας δημιουργήματα;
18l38, 26—27 ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ τοῦ χορτάσαι
19lἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης;
20χεῖται, φησίν, ὁ ὑετὸς καὶ εἰς τὴν ἀοίκητον—τῶν θηρίων δὲ δη‐341

342

λονότι προνοοῦντος θεοῦ—, καὶ ἡ ἔρημος ποάζει καὶ χλοηφορεῖ δίχα τινὸς ἀνθρωπίνης ἐπιμελείας.
3l38, 28—30 τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους
4lδρόσου; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ
5lἐν οὐρανῷ τίς τέτοκεν, ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον;
6 ἔχεις δὲ εἰπεῖν ὑετοῦ πατέρα ἢ δρόσου—βώλους δὲ δρόσου τὰς συστάσεις φησὶ τοῦ δρόσου—ἢ κρυστάλλου ἢ πάχνης, ἥτις συνι‐ σταμένη περὶ τὸ στερέωμα—οὐρανὸν γὰρ ἐνταῦθα τὸν εἰς ὕψος ἀέρα λέγει—ὥσπερ ὕδωρ καταρρεῖ; οὐ θεοῦ ταῦτα καὶ θεοῦ σοφίας ἔργα;
10l38, 30 πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν;
11 κατὰ μὲν τὸ ῥητὸν ἐπὶ παντὸς ἀσεβοῦς τοῦτο νοητέον. πρὸς δὲ διάνοιαν· τὴν ὡραιότητα τοῦ ἐχθροῦ, ἣν δὴ σημαίνει τὸ πρόσωπον, τίς ταύτην ἠφάνισεν; οὐχ ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς καὶ τῆς κτίσε‐ ως δημιουργός;
15l38, 31 συνῆκας δὲ δεσμὸν Πλειάδος;
16 τῆς δὲ σῆς συνέσεως ἔργον τὸ ὥσπερ δεδέσθαι καὶ τοιῶσδε συγ‐ κεῖσθαι τοὺς συμπληροῦντας τὴν Πλειάδα ἀστέρας; ἢ τὴν αἰτίαν οἶ‐ σθα, διὰ τί οὕτως ἀλλήλοις συνηρμόσθησαν;
19l38, 31 καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;
20ἐπειδὴ κατὰ καιρὸν ὁ Ὠρίων φαίνεται, σύ, φησίν, παρασκευάζεις
αὐτὸν ὥσπερ τινὶ διαφράγματι ἀποκρύπτεσθαι καὶ πάλιν φαίνεσθαι;342

343

(1l)

38, 32 ἢ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ;
2 μαζουρὼθ τὰ συστήματα λέγει τῶν ἀστέρων, ἃ ἐν τῇ συνηθείᾳ ζῴδια καλοῦνται. ποῦ οὖν, φησίν, ἀποκεκλεισμένα εἰσὶ ταῦτα καὶ κατὰ καιρὸν φαίνονται; ἄλλοι δέ φασι μαζουρὼθ Ἑβραικὴν μὲν εἶ‐
5ναι λέξιν, εἰς Ἑλλάδα δὲ μεταφερομένην φωνὴν τὸν οὐράνιον κύνα σημαίνειν.
7l38, 32 καὶ Ἕσπερον, ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτόν;
8 κόμην τὴν ὑπερβολὴν τῆς λάμψεως λέγει καὶ τὴν εὐπρέπειαν. μὴ σύ, οὖν φησιν, τοῦτον παράγεις οὕτω διαφανῶς ἐκλάμποντα;
10l38, 33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ’ οὐρανὸν ὁμοθυμαδὸν γινό‐
11lμενα;
12 τὰς δὲ τοῦ ἀέρος ἐπίστασαι τροπὰς ἢ ἁπαξαπλῶς πάντα τὰ ὑπ’ οὐ‐ ρανὸν γινόμενα, ὅπως γίνεται;
14l38, 34 καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσε‐
15lταί σου;
16 δύνῃ δὲ ἐπιτάξαι γενέσθαι νέφη, καὶ ὥσπερ τις ἔμψυχος ὁ ὑετὸς ὑπακούσεται μετὰ τρόμου τῷ σῷ προστάγματι;
18l38, 35 ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι, τί
19lἐστιν;
20 ὥσπερ δέ τινες οἰκέται οἱ κεραυνοὶ ἐπιτάττονται παρὰ σοῦ πο‐ ρεύεσθαι, καὶ καθ’ ὧν ἂν ἐκπέμπωνται, ἕτοιμοι ὄντες πρὸς τὸ ἐπί‐ ταγμα μονονουχὶ φωνὴν ἀφιέντες ἐροῦσιν· τί ἐστιν, ὃ ποιεῖν ἡμᾶς
προστάττεις;343

344

(1l)

38, 36 τίς δὲ δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπι‐
2lστήμην;
3 τίς δὲ γυναῖκας ἐσόφισεν εἰς ὑφασμάτων κατασκευὴν καὶ εἰς τὸ ταῦτα καταποικίλλειν ταῖς τῶν ἐρίων βαφαῖς καὶ χρώμασιν; δείκνυσι
5δὲ διὰ τούτων, ὅτι καὶ ἡ τεχνικὴ σοφία τοῖς ἀνθρώποις παρὰ θεοῦ δέδοται.
7l38, 37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν;
8 τίς δὲ ὁ ὑπ’ ἀριθμὸν καὶ οὐκ ἀμέτρως, ἀλλὰ πρὸς τὴν χρείαν τὰ νέφη συνίστασθαι παρασκευάζων; τίς δὲ ὁ τὸν οὐρανὸν κυκλοφορικὸν
10ἀπεργασάμενος, ὡς δοκεῖν τοῖς πόρρωθεν ἀτενίζουσιν, ὅτι τῶν ἄκρων τῆς γῆς ἐφάπτεται;
12l38, 38 κέχυται δὲ ὥσπερ γῆς κονία.
13 περικέχυται δὲ τῇ γῇ μελαίνῃ οὔσῃ ὁ οὐρανὸς ὥσπερ τις κονία διὰ τὸ διαυγές.
15l38, 38 κεκόλληκα δὲ αὐτὸν ὥσπερ κύβον λίθῳ.
16 τὴν δὲ λεπτοτάτην τοῦ οὐρανοῦ φύσιν οὕτω στερέμνιον ἀπειργασά‐ μην, ὡσπερανεί τις λίθῳ κύβον ἐναρμόσοι. κύβος δέ ἐστιν ὁ ἐκ τετραγώνου κατὰ τὴν βάσιν ἢ κυκλοτεροῦς εἰς ὀξὺ λήγων, ἵνα εἴπῃ ὅτι· σταθερὸν αὐτὸν καὶ ἑδραῖον ἀπειργασάμην.
20l38, 39—40 θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις;344

345

(1l)

δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.
2 τίς δὲ τῷ λέοντι τὴν θηρατικὴν ἐχαρίσατο φύσιν; τίς τοὺς δρά‐ κοντας τροφῆς ἐμπίπλησιν; τίς ἐδίδαξε τὰ θηρία ἐνεδρεύειν καὶ ἐπιτίθεσθαι πρὸς τροφῆς εὐπορίαν; τὸ 〈δὲ〉 δεδοίκασι γὰρ ἐν
5κοίταις αὐτῶν ἢ ὅτι τὰ θηρία δεδοικότα τοὺς ἀνθρώπους, τὴν κατ’ εἰκόνα θεοῦ δημιουργίαν, ἐπὶ λόχμας καὶ ὕλας καὶ ἀβάτους ἀνα‐ χωροῦσι τόπους, ἢ ὅτι τὰ κτήνη βρυχομένου λέοντος ἐπακούσαντα φρίττουσιν· φασὶ γὰρ τὸν λέοντα πρότερον τῇ βοῇ καταπλήξαντα οὕ‐ τως ἐφορμᾶν τῷ θηράματι.
10l38, 41 τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύ‐
11lριον κεκράγασι πλανώμενοι τὰ σῖτα ζητοῦντες.
12 ἀλλὰ καὶ τῶν πτηνῶν ὁ θεὸς προνοεῖ· ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν ἐσήμανεν. λόγος δὲ τὸν κόρακα ἀφιλόστοργον εἶναι καὶ ἀτημελήτους ἐᾶν τοὺς νεοττούς, τοὺς δὲ ὑπὸ τῆς ἐνδείας πιεζομένους φυσικῇ τι‐
15νι κεχρῆσθαι πρὸς θεὸν τῇ βοῇ, τὸν δὲ φιλάγαθον διαφυλάττειν καὶ τρέφειν αὐτοὺς τῇ ἀπορρήτῳ ἑαυτοῦ σοφίᾳ, ὃ καὶ Δαυὶδ ἐξυμνῶν ἔλε‐ γεν· καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλου‐ μένοις αὐτόν.
19l39, 1—3 εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ
20lὠδῖνας ἐλάφων; ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρης τοκετοῦ, ὠδῖνας
21lδὲ αὐτῶν ἔλυσας; ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου, ὠδῖνας
22lδὲ αὐτῶν ἐξαποστελεῖς;
23ἀλλ’ οὐδὲ τὰ εὐτελέστατα, φησίν, οἶσθα, πῶς κατὰ καιρὸν ἔλαφος
καὶ τραγέλαφος ὑπὸ αὐτορόφοις σπηλαίοις ἐν πέτραις ἀποκυίσκουσιν345

346

—διαφερόντως δὲ οἱ τραγέλαφοι πρὸς τὰς πέτρας ἀναπηδῶσιν—, καὶ τίς αὐτοῖς ἀριθμὸς μηνῶν εἰς τὴν κύησιν δέδοται, πῶς δὲ ἀποτίκ‐ τουσι λυθεισῶν τῶν ὠδίνων, πῶς τὸ γάλα τοῖς νεογνοῖς ἐνδιδόασιν, τὰ δὲ τρέφεται ἄνευ φόβου. τὸ δὲ ἐξαποστελεῖς ἀντὶ τοῦ· παύ‐
5σεις, ὥστε μὴ ἀεὶ ἐν ὠδῖσιν εἶναι. εἰ δὲ μὴ ταῦτα σὰ μηδὲ τὴν τού‐ των γνῶσιν ἐπίστασαι, πῶς θεοῦ κρίματα γνῶναι θέλεις; τοῦτο γὰρ μηνύει τὸ ἐκ τούτων δηλούμενον.
8l39, 4 ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι,
9lἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
10 καὶ πῶς, φησίν, αἱ μητέρες ἀνδρυνθέντα τὰ τέκνα καταλιμπάνου‐ σιν εἰς λήθην ἐλθοῦσαι τῆς φυσικῆς στοργῆς; τὰ δὲ ἐξελθόντα καὶ νεμόμενα ἐν τοῖς γενήμασι τῆς γῆς οὐκέτι αὐτοῖς τοῖς γονεῦσιν ἐπ‐ αναστρέφουσιν, ἀλλ’ αὔξονται καὶ πληθύνονται τὰ ἐκ γῆς νεμόμενα, τῶν αὐτὰ τεκόντων μνείαν οὐκ ἔχοντα.
15l39, 5—6 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ
16lτίς ἔλυσεν; ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα
17lαὐτοῦ ἁλμυρίδα.
18 κατὰ μὲν τὸ ῥητόν· πόθεν, φησίν, τῷ ὀνάγρῳ ἡ αὐτονομία; πόθεν ἀνθρώπων ἐπιτάγμασιν οὐ πείθεται, ἀλλ’ οἴκησιν καὶ διατριβὴν ἔρη‐
20μον ἔχει, κατασκηνοῖ δὲ ἐν ἁλμυροῖς τόποις, ἀντὶ τοῦ· ἐν ἀκάρ‐ ποις καὶ παντελῶς ἐρήμοις; πρὸς δὲ διάνοιαν ὁ μοναχικὸς διαγράφεται βίος, ὁ ἔξω τῶν κοσ‐ μικῶν καὶ τούτοις μὴ ὑποταττόμενος, ὁ καὶ τὸν δεσμὸν τῆς συζυγίας
ἐκκλίνων· δι’ ὧν γὰρ εἶπεν ὁ σωτήρ· ὁ δυνάμενος χωρεῖν χω‐346

347

ρείτω, ἔλυσε τῆς συζυγίας τὴν ἀνάγκην, ἐφ’ ᾗ ἄρσεν καὶ θῆλυ ἐγεγόνει. ἁλμυρίδες δέ εἰσι τὰ σκηνώματα τοῦ τοιούτου, ὅτι πνευ‐ ματικὰ πράγματα ἀμέτοχά εἰσι φθορᾶς. οἱ γὰρ ἁλμυροὶ ἅλες τῆς φθο‐ ρᾶς εἰσιν ἀναιρετικοί.
5l39, 7 〈καταγελῶν πολυοχλίας πόλεωσ〉, μέμψιν δὲ φορολόγου οὐκ
6lἀκούων.
7 ἐκ τούτου δῆλον, ὡς εἰς ἀλληγορίαν ἡμᾶς ὁ λόγος παραπέμπει· οὐδὲ γὰρ ὁ ἥμερος ὄνος οὑτοσὶ ὁ κανθήλιος μέμψιν ἀκούει φορολόγου. εὔ‐ δηλον οὖν, ὅτι περὶ τοῦ πνευματικοῦ ἀνθρώπου λέγει τοῦ μὴ ἀνεχομέ‐
10νου τοῦ νοητοῦ πράκτορος, ὃς ὥσπερ τινὰ δασμὸν ἀπαιτῶν τοὺς ὑφ’ ἑαυ‐ τὸν καταναγκάζει δουλεύειν ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσιν.
12l39, 8 κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ.
13 κατὰ μὲν τὴν ἱστορίαν ὁ ἄγριος ὄνος τὰ ὄρη περινοστῶν τὰς βο‐ τάνας ἀνιχνεύει πρὸς διατροφήν. κατὰ δὲ τὴν θεωρίαν ὁ πνευματικὸς
15ἄνθρωπος τῶν οὐρανίων τὰς πολιτείας κατασκέπτεται καὶ ἐπιζητεῖ οὐ τὰ παρόντα, ἀλλὰ τὰ ἐν τῷ ἀμερίμνῳ αἰῶνι.
17l39, 9—12 βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ
18lφάτνης σου; δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας
19lἐν τῷ πεδίῳ; πέποιθάς τε ἐπ’ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφή‐
20lσεις δὲ αὐτῷ τὰ ἔργα σου; πιστεύσεις δέ, ὅτι ἀποδώσει σοι τὸν
21lσπόρον, εἰσοίσει δέ σοι τὴν ἅλωνα;
22καθ’ ἱστορίαν ὁ μονόκερως, ὃν δὴ ἕτερος τῶν ἑρμηνευτῶν ῥινοκέρωτα347

348

ἔφη διὰ τὸ κατὰ μέσου τῆς κεφαλῆς τὸ κέρας ἔχειν, ἀλκιμώτατος ὢν ἀνυπότακτός ἐστι τῇ ἰσχύι καὶ τῇ ὀξύτητι τοῦ κέρατος πεποιθώς. μὴ ἀνέχεται οὖν, φησίν, ὁ μονόκερως ἐπὶ φάτνης καταδεῖσθαι καὶ αὔλα‐ κας τέμνειν καὶ ἀροῦν καὶ γεηπονεῖν καὶ εἰς ἅλωνα συνάγειν τὰ γε‐
5νήματα; πρὸς δὲ διάνοιαν μονόκερώς ἐστιν ὁ ἅγιος, ὅτι πρὸς θεὸν μόνον ὁρᾷ καὶ αὐτὸν μόνον ἔχει κέρας καὶ ἰσχὺν καὶ ἀντίληψιν, ἢ ὅτι μό‐ να τὰ κοσμικὰ κερατίζει, δίκερως δὲ ὁ καὶ πρὸς τὰ τοῦ κόσμου βλέ‐ πων καὶ ἔχων πράξεις καὶ δεξιὰς καὶ ἀριστερὰς καὶ ποτὲ μὲν τοῦτο,
10ποτὲ 〈δὲ〉 ἐκεῖνο κερατίζων. ὁ δὲ θεωρηθεὶς μονόκερως οὐκ ἀνθρωπί‐ νοις πράγμασιν, ἀλλὰ μόνῳ θεῷ δουλεύει.
12l39, 13—15 πτέρυξ τερπομένων νεέλασσα, ἐὰν συλλαβῇ ἀσίδα καὶ νέσ‐
13lσα, ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει καὶ ἐπελά‐
14lθετο, ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει.
15 βούλεται εἰπεῖν διαφορὰν ὀρνέων καὶ ὅτι τινὰ μὲν ὑπὸ θεοῦ συνη‐ τίσθησαν, τινὰ δὲ ἀσυνετώτερά εἰσιν· καί φησιν, ὅτι τερπνὸν μέν ἐστιν τῇ θέᾳ ἡ νεέλασσα, τὴν δὲ ἀσίδαν καὶ νέσσαν ἀσύνετα θεὸς ἐποίησεν. καὶ ἀσίδαν μὲν ἔφασάν τινες τὸν πελαργόν, κακῶς νοήσαντες· οὔτε γὰρ εἰς γῆν τίκτει ὁ πελαργός, ἀλλὰ εἰς τὰ ὑψηλὰ τῶν δένδρων, καὶ
20οἱ τὰ ὀρνιθιακὰ γράψαντες ἕτερον γένος ἔφησαν εἶναι παρὰ τὴν
ἀσίδαν τὸν πελαργόν. ἀσύνετα οὖν, φησίν, ὄρνεα ἡ νέσσα καὶ ἡ ἀσί‐348

349

δα—οὕτω γὰρ καὶ Ἰερεμίας τὴν εὐθεῖαν προσηνέγκατο· ἡ ἀσίδα {καὶ ἡ νεέλασσα}—· ἐπὰν γὰρ συλλαβόντα τέκωσιν, ὑπὸ τὴν γῆν θάλπουσι τὰ ᾠὰ καὶ ἀφίπτανται ὥσπερ ἐπιλαθόμενα, ὅτι καὶ ποσὶν ἀνθρώπων σκορπίζονται ταῦτα καὶ θηρία καταπατοῦσιν αὐτά.
5 λόγος δέ, τὴν ἀσίδαν οἰκονομικῶς ἀνόητον ὑπὸ θεοῦ γενέσθαι· καὶ γὰρ ὑπεραίρει μεγέθει καὶ ἰσχύι ὡς δύνασθαι καταφρονεῖν καὶ ἱππέως, ἀλλὰ πρὸς τὴν ἰσχὺν οὐκ ἔσχε σύνεσιν, ὥστε μὴ πάντως σώ‐ ζεσθαι τοὺς νεοττοὺς καὶ ἐκ τούτου πληθύνεσθαι τὸ εἶδος. ἔστι δὲ καὶ οὕτω νοῆσαι· τοῖς τερπομένοις τοῖς ὄρνισιν ὡραῖον
10θέαμα ἡ νεέλασσα, μάλιστα ὅταν εὑρίσκηται μετὰ ἀσίδης καὶ νέσσας καὶ συλλάβωσιν ἀλλήλοις. ἔστι δὲ ἡ ἀσίδα εὐηθὲς ὄρνεον. ὁ δὲ Ἀκύλας ἐρωδιοῦ καὶ ἱέρακος ἐκδέδωκεν ὡς καὶ τούτων ὑπὸ χοῦν θαλπόντων τὰ ᾠά. ἐγὼ δὲ τέως οὐκ ἔχω πείθεσθαι, ὅτι ἐρωδιὸς ἐν γῇ τίκτει διὰ τὸ λέγειν τὸν ψαλμῳδόν· τοῦ ἐρωδιοῦ ἡ κατ‐
15οικία ἡγεῖται αὐτῶν ὡς τῶν δένδρων τῶν ὑψηλοτάτων τὰς κό‐ μας οἰκοῦντος τοῦ ὄρνιθος. οἱ δὲ τὰ περὶ τούτων ζητήσαντες καὶ αὐτοπτήσαντες τὸ ἀκριβὲς ἴσασιν, ἡμῖν δὲ οὐ σχολή, τὰ τοιαῦτα λεπτολογεῖν ἅπαξ τὸν νοῦν ἐγνωκόσι τῆς γραφῆς, ὅτι βούλεται εἰ‐ πεῖν ὀρνέων διαφοράν.
20 τινὲς δὲ ἔφασαν τὴν νεέλασσαν τὴν Ἀραβίδα εἶναι τὴν ὄρνιν, ἥτις ἐν τῇ Μεσοποταμίᾳ εὑρίσκεται.
22l39, 16 ἀπεσκλήρυνε τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτήν.
23αὕτη οὖν, φησίν, ἡ ὄρνις ἡ τὸ ᾠὸν μεθεῖσα καὶ ἀμελήσασα ἀπε‐
σκλήρυνεν—ἀντὶ τοῦ· εἴασε καταπονεῖσθαι—τοὺς νεοττούς, ἵνα μὴ349

350

ἑαυτὴν καταπονήσῃ νεοττοτροφοῦσα.
2l39, 16 εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου.
3 μὴ φοβηθεῖσα οὖν τὴν τῶν νεοττῶν ἀπώλειαν, ἀλλὰ ἀμελήσασα εἰς κενὸν ἐκοπίασε συλλαβοῦσα καὶ ἀποτεκοῦσα οὐ πάντως περισῳζομένων
5τῶν νεοττῶν.
6l39, 17 ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ
7lἐν τῇ συνέσει.
8 τοῦτο δὲ ἡ ὄρνις ὑφίσταται, ἐπειδὴ ἀπεσιώπησεν—ἀντὶ τοῦ· ἀνέσχεν—καὶ οὐκ ἐπεμέτρησεν αὐτῇ ὁ θεὸς σύνεσιν.
10l39, 18 κατὰ καιρὸν 〈ἐν〉 ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ
11lἐπιβάτου 〈αὐτοῦ〉.
12 μετὰ δὲ τὸν καιρόν, φησίν, τοῦ ἀποτεκεῖν εἰς τὸν ἀέρα ἀφίπταν‐ ται, κατὰ μὲν τὸν Ἀκύλαν ὁ ἐρωδιὸς καὶ ἱέραξ, ἐν τῇ πτήσει τὸ θαρρεῖν ἔχοντες καὶ περιφρονοῦντες ἵππου σὺν τῷ ἀναβάτῃ. εἰ δὲ
15περὶ τῆς ἀσίδης ὁ λόγος, διὰ τὴν ἰσχύν, ὥς φασιν, καὶ τὸ μέγεθος οὐδὲν εἶναι τὸν ἱππέα νομίζει.
17l39, 19 ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ
18lφόβον;
19σὺ δὲ τὸν ἵππον δυνατὸν εἰργάσω καὶ ὑψαύχενα ὡς φοβερὸν τῇ τοῦ
20αὐχένος ἀνατάσει φαίνεσθαι ἢ καὶ τῷ χρεμετισμῷ τῷ διὰ τοῦ αὐχένος
ἐξερχομένῳ;350

351

(1l)

39, 20 περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμαν;
2 παρὰ σοῦ δὲ ὥσπερ καθοπλισθεὶς θαρρεῖ καὶ τολμᾷ ἔνδοξα ἔχων καὶ ὡ‐ ραῖα τὰ στέρνα καὶ εὐθαρσῆ καρδίαν ἐν τοῖς στήθεσιν {ἔχων}, ἀντὶ τοῦ· εὔτολμος ὤν.
5l39, 21 ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ.
6τῷ δὲ ποδὶ κατακροαίνων τὴν γῆν γαυριᾷ καὶ φρυάττεται.
7l39, 21—22 ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι, συναντᾷ βέλει, κα‐
8lταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου.
9ἐκπορεύεται δὲ διὰ τοῦ πεδίου εἰς πόλεμον μὴ βέλος δεδοικὼς
10μηδὲ σιδήρου ἀκμήν.
11l39, 23—24 ἐπ’ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν.
12 διὰ τοῦ ἐπιβάτου δηλονότι τόξον μὲν ἔχοντος καὶ μάχαιραν, ὀργῇ δὲ τὴν τῶν πολεμίων γῆν ἐξαφανίζοντος.
14l39, 24—25 〈καὶ〉 οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ, σάλπιγ‐
15lγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέμου,
16lσὺν ἅρματι καὶ κραυγῇ ἐκπορεύεται.
17 καὶ ἕως μὲν οὔπω τὸ σύνθημα τοῦ πολέμου, σφαδάζει καὶ ὁρμητι‐ κῶς ἔχει, οὔπω δὲ καὶ ἀναπηδᾷ καὶ ἐξάλλεται· τοῦτο γὰρ σημαίνει τὸ καὶ οὐ μὴ πιστεύσει. φοβερὸν δὲ ἠχησάσης τῆς σάλπιγγος
20αἰσθάνεται, ὅτι πολέμου καιρός, καὶ χαίρει τῷ συνθήματι· τοῦτο γὰρ σημαίνει τὸ λέγει· εὖγε. καὶ ὁμοῦ τῇ κραυγῇ τοῦ στρατοπέ‐
δου ἐξαλλόμενος ἐπιτρέχει τοῖς πολεμίοις.351

352

εἰ δὲ λέγει τις μὴ ταῦτα τῆς φύσεως εἶναι τοῦ ἵππου, ἀλλὰ τῆς διδαχῆς, ἴστω μὴ ἄλλως τοὺς ἀνθρώπους δύνασθαι διδάσκειν, εἰ μὴ τὸ ζῷον ἐπιτηδείως ἔχον εἰς τοῦτο ὑπὸ θεοῦ κατεσκεύαστο, ἐπεὶ μηδὲ ἄνθρωποι διδασκόμεθά τι μὴ ἐπιτηδείως ἔχοντες πρὸς τὰ μαθήματα.
5 ἐνδείκνυται οὖν ὁ θεὸς διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον ἑαυτοῦ σοφίαν, ὡς ἂν διδαχθῶμεν τὰ μεγάλα καὶ ὑπέρογκα καὶ ἀπόκρυφα μὴ πολυπραγμονεῖν.
8l39, 26 ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέ‐
9lρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον;
10 ἡ δὲ σὴ σύνεσις καὶ ἐπιστήμη τὸν ἱέρακα ἐξεπαίδευσεν ἁπλώσαντα τὸ πτερὸν ἀκίνητον τῷ ἀέρι φέρεσθαι; λέγεται δὲ ὁ ἱέραξ ἐπὶ τὰ νότια μέρη ἁπλοῦν τὸ πτερὸν καὶ ὥσπερ ὄρθιος ἵστασθαι ἐν τῷ ἀέρι καὶ ἀποσκοπεῖν τὸ θήραμα καὶ οὕτως αὐτοῦ καθίπτασθαι. φασὶ δὲ τοῦτο τὸ πτηνὸν δύνασθαι στρέφεσθαι καὶ ὁρᾶν τὰ ὀπίσθια αὐτοῦ.
15l39, 27 ἐπὶ δὲ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός;
16τὴν δὲ ὑψιπετῆ πτῆσιν σὺ τῷ ἀετῷ προσέταξας ἔχειν;
17l39, 27—30 γὺψ δὲ ἐπὶ νοσσιᾶς ἑαυτοῦ καθεσθεὶς αὐλίζεται, ἐπ’ ἐξο‐
18lχῇ πέτρας καὶ ἀποκρύφῳ· ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφ‐
19lθαλμοὶ αὐτοῦ σκοπεύουσιν· νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι,
20lοὐδ’ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.
21ἀπὸ κοινοῦ τὸ ἐπὶ δὲ τῷ σῷ προστάγματι· εἰς ἀκροτό‐
μων ὁ γὺψ καθεζόμενος πετρῶν ἐξοχὰς ἀκραιφνεῖς ἔχων τὰς αἰσθή‐352

353

σεις συναισθάνεται, ποῦ τεθνηκότα σώματα, ἵνα τροφὴν ἑαυτῷ πορί‐ σηται· σὺ δὲ τοὺς αὐτοῦ νεοττοὺς ἐδίδαξας ἔτι μικροὺς ὄντας σαρ‐ κοβορεῖν καὶ αἱμάτων ἐρᾶν; κατὰ μὲν οὖν τὸ ῥητὸν ταῦτα. διαγράφει δὲ ὁ λόγος κατὰ τὴν ἀλληγορίαν γύπα τὸν ἀκάθαρτον
5καὶ φιλόσαρκον ἄνθρωπον καὶ ὀκνηρὸν πρὸς ἀρετήν· γύψ, γάρ φησιν, ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται, τοῦ δὲ θεωρηθέντος ὀκνηροῦ καὶ ἀκαθάρτου πόρρωθεν οἱ ὀφθαλμοὶ σκοπεύουσιν· ἐῶν γὰρ τὰ ἐγγὺς καὶ τοῖς παροῦσι καθ’ ἡδονὴν χρώμενος καὶ ὑπερτιθέμενος τὸ τὴν ἀ‐ ρετὴν ἐργάζεσθαι τὰ πνευματικὰ ὕστερον ὑπάρξαι ἑαυτῷ φαντάζεται.
10εἰσὶ γὰρ ἄνθρωποι λέγοντες· τέως ἀπολαύω καὶ μετὰ ταῦτα σωφρονῶ καὶ ἐλεῶ καὶ νηστεύω. οἱ δὲ νεοσσοὶ τοῦ τοιοῦδε—τουτέστιν· οἱ τρόποι—ἀεὶ τοῖς νεκροῖς καὶ ἀκαθάρτοις ἐφιζάνουσι πράγμασιν.
13l40, 1 καὶ ἀπεκρίθη ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν· μὴ κρίσιν μετὰ ἱκα‐
14lνοῦ κρινεῖς; ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν.
15 οἱ μὲν πρῶτοι λόγοι θεοῦ σοφίαν καὶ δύναμιν παρίστων τῷ Ἰώβ, νῦν δὲ πρὸς αὐτὸν στρέφει τὸν λόγον καί φησιν· μὴ κρίσιν μετὰ ἱκανοῦ κρινεῖς; ἀντὶ τοῦ· μὴ μετ’ ἐμοῦ ταῦτα διακρινεῖς; μὴ οἶσθα, πῶς γί‐ νονται; μὴ τούτων ἔχεις τοὺς λόγους; ἐλέγχων θεὸν ἀποκριθή‐ σεται αὐτήν, τουτέστιν· εἰ νομίζεις δύνασθαί με ἐλέγχειν ὡς οὐκ
20εὖ εἰρηκότα, ἀποκρίθητι τὴν κρίσιν, ἣν προέτεινά σοι, τουτέστιν· ὧν εἶπον, τούτων τὴν θαυματουργίαν ἀποκρίθητι. λέγει δὲ ταῦτα οὐχ ὡς ἀγνοῶν τοῦ Ἰὼβ τὴν εὐσεβῆ γνώμην, ἀλλὰ τοῖς
φίλοις δεῖξαι βουλόμενος, οἷος ἦν τὰ πρὸς θεόν, δι’ ὧν ἀνταποκρίνεται.353

354

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΒΔΟΜΟΝ
2 〈Ἀρχὴ τοῦ ῥητο·〉 ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ· τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων {τὸν} κύριον, ἀκούων τοιαῦτα οὐδὲν ὤν;
5tΠροθεωρία τοῦ κεφαλαίου
6 ὁ φιλόθεος καὶ τῶν οἰκείων μέτρων ἐπιστήμων Ἰὼβ θείας ἀδοκήτως φωνῆς ἀκροασάμενος προσκαλουμένης αὐτὸν εἰς ὁμιλίαν καὶ τῶν λεγο‐ μένων ἔλεγχον περιχαρὴς μὲν γέγονεν, ὡς εἰκός, ὁμολογεῖ δὲ ἐκ προ‐ οιμίων τὴν οἰκείαν ἀσθένειαν καὶ δίδωσι θεῷ τὰ νικητήρια. πρὸς
10γὰρ θεοῦ σοφίαν, φησίν, οὐδὲν ἕτερον δεῖ ποιεῖν ἢ τῇ σιωπῇ δεικνύ‐ ναι τὸ θαῦμα καὶ τῷ ἀρρήτῳ θαυμάζειν τὸ ἀκατάληπτον.
12tΑἱ λέξεις
13l40, 4 τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον, ἀκού‐
14lων τοιαῦτα οὐδὲν ὤν;
15 εἰς τί ἐγὼ κρίνομαι, δέσποτα, εἰς τί ἐγὼ ταῦτα ἀκούω καὶ νου‐ θετοῦμαι ὡς μέλλων ἐλέγχειν θεόν, ὁ μηδεὶς ὢν καὶ μηδὲ λόγου τινὸς
ἄξιος;354

355

(1l)

40, 4 ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στό‐
2lματί μου.
3 ἐγὼ δὲ τί πρὸς τὰ εἰρημένα φθέγξομαι; ἄμεινον κρίνω τῇ σιωπῇ τὴν ἀκατάληπτόν σου θαυμάζειν σοφίαν. ταῦτα καὶ τῷ Ἰὼβ πρέπον‐
5τα ῥήματα καὶ ἡμῖν εἰς διδασκαλίαν ὠφέλιμα πρὸς τὸ μὴ χρῆναι τοῖς θείοις ἀντιφθέγγεσθαι λόγοις μηδὲ πολυπραγμονεῖν τὰ ὑπὸ θεοῦ λε‐ γόμενα, ἀλλὰ τῇ πίστει συγκατατίθεσθαι καὶ τῇ σιωπῇ θαυμάζειν τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν.
9l40, 5 ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
10 ἐλάλουν, φησίν, ὅτε πρὸς ἀνθρώπους ἦν ἡ διάλεξις, ὅτε κατεδι‐ καζόμην ὡς ἁμαρτίας ἐκτίνων δίκας, πρὸς δὲ τὰ δεύτερα, τουτέστι τὰ περὶ θεοῦ σοφίας τε καὶ δυνάμεως, οὐδέν ἐστι προσθεῖναι, οὐ
φθέγγεσθαι, οὐκ ἀντειπεῖν.355

356

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΟΓΔΟΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους· μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
5tΠροθεωρία τοῦ κεφαλαίου
6 ὑπερβολὴ φιλανθρωπίας κἀνταῦθα τοῦ θεοῦ δείκνυται. ἁγιοπρεπῶς γὰρ τοῦ Ἰὼβ τὴν πρὸς θεὸν ἀναδυομένου διάλεξιν καὶ τὸ μηδὲν εἶ‐ ναι ὁμολογοῦντος ὁ φιλάνθρωπος θεὸς καὶ φιλοδίκαιος πράως ὁμοῦ καὶ φιλικῶς φησι πρὸς αὐτόν· μὴ σιωπήσῃς, ἀλλὰ λάλει. οὐ γὰρ δι’
10ἄλλο τί σοι κεχρημάτικα, ἀλλ’ ἵνα τὴν σὴν δημοσιεύσω δικαιοσύνην. πάλιν δὲ ἐκ τῆς πρὸς τὸν δίκαιον διαλέξεως ἡμᾶς τὴν ἑαυτοῦ δύ‐ ναμιν καὶ ὑπεροχὴν ὁ θεὸς ἐκδιδάσκει. καὶ περὶ θηρίων διαλεγόμε‐ νος εἰσάγει καὶ τὸν περὶ τοῦ δράκοντος λόγον, ὃν δή τινες μὲν ζῷον εἶναι καθ’ ἱστορίαν ὑπειλήφασιν ὑπερφερὲς ἰσχύι καὶ μεγέθει, ἕτεροι
15δὲ τοῦτον ἔφασαν εἶναι τὸν λευιαθὰν τὸν τῷ διαβόλῳ τὴν ἀρχὴν ὑπη‐ ρετησάμενον καὶ τὴν Εὕαν ἐξαπατήσαντα—λευιαθὰν δὲ οἱ Ἑβραῖοι τὰ μεγάλα κήτη προσαγορεύουσιν—, οἱ δὲ πλείονες τῶν ἐν ἐκκλησίᾳ διαλαμψάντων ἐν οἰκείαις ἐξηγήσεσι καὶ λογογραφίαις εἰς τὸν διά‐ βολον ἀλληγορικῶς ἀνήνεγκαν τὰ ἀναγεγραμμένα. ἐγὼ δέ, εἰ μὲν καὶ
20ζῷόν ἐστι τοιοῦτον, οὐκ ἔχω λέγειν· οὔτε γὰρ αὐτὸς εἶδον, οὔτε
ἑτέρων ἱστορησάντων ἤκουσα. ὅτι δὲ εἰς τὸν ἀποστάτην δράκοντα,356

357

τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων, τουτέστι τὸν Σατανᾶν, καλῶς ἀναφέρεται τὰ γεγραμμένα καὶ τῇ θείᾳ ῥήσει πρέπουσα ἡ τοι‐ αύτη θεωρία, σφόδρα συντίθεμαι. τίνι γὰρ ἔπρεπεν ἢ μόνῳ τῷ θεῷ τοῦ ἀρχεκάκου δράκοντος διαγράψαι ὡς ἐν σωματοποιίᾳ τήν τε κακίαν
5καὶ ἰταμότητα, ἵνα τῷ δέει τοῦ θηρίου βαλλόμενοι πρὸς τὸν αὐτὸν χειρωσάμενον καταφύγωμεν κύριον; ὅτι δὲ πολλάκις ἡ γραφὴ ὡς περὶ σωματικῶν διαλεγομένη ἐπὶ νοητὰ ἡμᾶς παραπέμπει πράγματα διὰ τὸ μὴ προδήλως, ἀλλὰ μετ’ ἐπικρύψεως τὰ μυστηριώδη διαλέγεσθαι, παν‐ τί που πρόδηλον τῷ καὶ κατὰ βραχὺ τῇ διανοίᾳ τῆς θεοπνεύστου γρα‐
10φῆς ἐπιστήσαντι, ὅπουγε τὸ Ἆισμα τῶν ᾀσμάτων σωματικὰ μὲν διαλέγεται πάντα, μυστικὴ δέ ἐστιν ἡ βίβλος καὶ ὅλη πρὸς ἀλληγορίαν βλέπει. εἰ μὲν οὖν ἔστι τι καὶ τοιοῦτον θηρίον καθ’ ἱστορίαν, οὔπω μὲν πείθομαι, πλὴν οὐ φιλονεικῶ. ὅτι δὲ τὸν διάβολον αἰνίττεται ἡ γραφή, πολλοῖς ἁγίοις ἀνδράσι καὶ ἐν ἐκκλησίᾳ διαπρέψασιν ἔδοξεν. διὸ κατὰ
15ταύτην τὴν ἔννοιαν τὴν περὶ τούτου λέξιν ἑρμηνεῦσαι πειρασώμεθα.
16tΑἱ λέξεις
17l40, 7 μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ
18lδέ μοι ἀποκρίθητι.
19μὴ σιωπήσῃς, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου,
20τουτέστιν· ἀνάλαβε σαυτόν, ἄνδρισαι, ἀπόσεισαι τὴν ἀθυμίαν. πρὸς δὲ διάνοιαν ζώννυται τὴν ὀσφὺν ὁ σώφρων διὰ τὸ τὰ σπέρματα ἐν τῇ ὀσφύι εἶναι λέγεσθαι· διὸ καὶ Λευὶ ἐλέγετο ἐν τῇ ὀσφύι τοῦ πατρὸς εἶναι, ὅτε τὰς δεκάτας προσήνεγκε τῷ Μελχισεδὲκ ὁ Ἀβραάμ.
ζώννυται δὲ τὴν ὀσφὺν ὡς ἀνὴρ ὁ ἀληθείᾳ δογμάτων τὴν ὀσφὺν περιεζωσ‐357

358

μένος, ὁ μετὰ σωφροσύνης καὶ ὀρθοδόξοις πλουτῶν δόγμασιν, ὁ κατ‐ αργήσας τὰ τοῦ νηπίου καὶ γενόμενος ἀνὴρ ἐν τῇ γνώσει δεξάμενος αὔξησιν. ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι· ἐννοήσας, τίς
5ὁ τὴν ἐρώτησιν ποιούμενος, οὕτως ἀποκρίνου.
6l40, 8 ἢ ἀποποιῇ μου τὸ κρίμα;
7μὴ παραιτοῦ δικάσασθαι μηδὲ ἔκφευγε τὴν ἐμὴν κρίσιν.
8l40, 8 οἴει δὲ μὴ ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;
9θέλω, φησίν, ἵνα παραθῇ τὰ σὰ δίκαια. ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἐπόθει
10ἐπὶ θεοῦ λέγειν τὰ προσόντα θαρρῶν τῇ αὐτοῦ δικαιοκρισίᾳ καὶ ἔ‐ λεγεν ὅτι· θεοῦ κρίνοντος οἶδα ὅτι ἀναφανοῦμαι δίκαιος, τούτων αὐτὸν εἰς ἔννοιαν ὁ θεὸς ἄγει, δίκασαι, λέγων, κρίθητι παρ’ ἐμοί, καλῶς ἐπίστευες, καλῶς ἤλπιζες ἀναφανήσεσθαι δίκαιος· καὶ γὰρ διὰ τοῦτο συνεχώρησα τοὺς πειρασμούς, ἵνα ἐπὶ τέλει χρηματί‐
15σω σοι καὶ πάσαις δημοσιεύσω ταῖς γενεαῖς τὴν σὴν δικαιοσύνην. ὅρα δέ, ὡς οὐκ εἶπεν· ἵνα γένῃ δίκαιος—ἦν γὰρ ἀκριβῶς τὴν δι‐ καιοσύνην ἀσκήσας—, ἀλλ’ ἵνα ἀναφανῇς, τουτέστιν· ἵνα δημοσιευ‐ θῇ τὰ κατὰ σὲ εἴς τε σὴν εὔκλειαν καὶ τῆς οἰκουμένης ὠφέλειαν.
19l40, 9 ἢ βραχίων σοί ἐστι κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ’ αὐτὸν βροντᾷς;
20ἐνταῦθα θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται τῷ Ἰὼβ δύο τούτων
αἰτιῶν χάριν. συνεχώρησά σε, γάρ φησιν, πληγῆναι οὐχ ὡς πολεμῶν358

359

σοι οὐδὲ ὡς ὀργιζόμενος, ἀλλ’ ἵνα ἀναφανῇς δίκαιος· ἐπεὶ ποία σοί ἐστιν ἰσχύς, ἵνα καὶ εἰς πόλεμον ἀντικαταστῶ σοι; καὶ ἄλλως δέ· ἐπειδὴ εἶπεν αὐτῷ ὁ θεός· διὰ τοῦτό σοι κεχρημάτικα, ἵνα ἀναφανῇς δίκαιος, ἵνα μὴ ἐντεῦθεν μέγα φρονήσῃ, εὐθὺς αὐτῷ
5τὴν οἰκείαν ἐνδείκνυται δύναμιν καταστέλλων τὴν ὡς τὰ πολλὰ παρεπο‐ μένην τοῖς κατορθοῦσιν ὑπεροψίαν, εἰ δὲ καὶ ὁ μακάριος Ἰὼβ τοῦτο οὐκ ἂν ἔπαθεν. ἀλλ’ ἐπειδὴ κοινωφελεῖς εἰσιν οἱ λόγοι, ἡμᾶς ἀεὶ καταστέλ‐ λεσθαι προσήκει, κἂν εἰς τὸ ἀκρότατον ὕψος τῆς ἀρετῆς φθάσωμεν, τοῦ θεοῦ τὴν ἄφατον ἐνθυμουμένους μεγαλειότητα. μὴ ἔστι σοι, φησίν, τοι‐
10γαροῦν δύναμις ὥστε ἀντιτάξασθαι θεῷ, ἢ δύνῃ βροντῆσαι κατ’ αὐτόν;
11l40, 10 ἀνάλαβε δὲ ὕψος καὶ δύναμιν, δόξαν 〈δὲ〉 καὶ τιμὴν ἀμφίασαι.
12ἃ δὴ κατὰ φύσιν ὑπάρχει τῷ θεῷ.
13l40, 11—12 ἀπόστειλον δὲ ἀγγέλους ἐν ὀργῇ· πᾶν δὲ ὑβριστὴν ταπεί‐
14lνωσον, ὑπερήφανον δὲ σβέσον.
15 χρῆσαι δὲ τοῖς ἀγγέλοις, εἰ δύνῃ, εἰς τιμωρίαν τῶν ὑβριστῶν καὶ ὑπερηφάνων.
17l40, 12—13 ἀσεβεῖς δὲ παραχρῆμα κρύψον, σῆψον δὲ ὁμοθυμαδὸν εἰς
18lγῆν ἔξω.
19ἔργασαι δὲ τοὺς ἀσεβεῖς ἀφανεῖς καὶ εἰς τὰ κατώτατα τῆς γῆς
20καὶ εἰς τὸ ἐξώτερον ἔκπεμψον σκότος σήπεσθαι—ἀντὶ τοῦ τιμωρεῖ‐ σθαι—αὐτοὺς παρασκευάζων· τὸ δὲ παραχρῆμα ἀντὶ τοῦ· ἀκωλύ‐
τως, ὅτε ἂν βουληθῇς.359

360

(1l)

40, 13 τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον. {κρύψον δὲ εἰς γῆν
2ὁμοθυμαδὸν μετὰ τῶν ἀσεβῶν.} πρόσωπα νόει μοι καὶ τὰ τῶν δαιμόνων, δι’ ὧν πάλαι τοὺς ἀνθρώ‐ πους ἠπάτων.
5l40, 14 ὁμολογήσω ἄρα, ὅτι δύναται ἡ δεξιά σου.
6 ἐὰν ταῦτα δυνατὸς ἦς ἀπεργάσασθαι, ἕξεις με συνομολογοῦντα τῇ σῇ δυνάμει.
8l40, 15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίει.
9ἐντεῦθεν τὸν περὶ τῶν νοητῶν θηρίων εἰσάγει λόγον καὶ αὐτοῦ
10τοῦ Σατανᾶ ἰδοὺ δή, οὖν φησιν, θηρία εἰσὶ παρὰ σοὶ ἄγρια καὶ ἀνήμερα, ἅτινα τῇ ἐμῇ ἰσχύι κρατοῦνται καὶ χαλινοῦνται ὡς οἱ βοῦς οἱ τὸν χόρτον ἐσθίοντες. εἰ μὴ γὰρ θεὸς ἐχαλίνου αὐτῶν τὴν ἀγρι‐ ότητα, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς κατὰ τὴν τοῦ μεγαλο‐ γράφου φωνήν. χόρτον δὲ ἐσθίειν λέγονται διὰ τὸ τοῖς φθαρτοῖς καὶ
15προσκαίροις τοῦδε τοῦ βίου ἐνηδύνεσθαι καὶ διὰ τούτων τοὺς ἀνθρώ‐ πους ἐξαπατᾶν, ἅτινα ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.
18l40, 16 ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ’ ὀσφύι.
19τοῦ θηρίου, φησίν, ἡ δύναμις ἐν τῇ πορνείᾳ· τὸ πρόσωπον δὲ σωματο‐
20ποιῶν τοῦ Σατανᾶ ἐκ τῶν δυνάμεων αὐτοῦ διαγράφει τοῦτον· ἐπειδὴ οὖν ἐν τῇ ὀσφύι τὰ σπέρματα, ἐν τῇ πορνείᾳ, φησίν, ἡ ἰσχὺς αὐτοῦ.
22l40, 16 ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός.
23ὅτι ἀπὸ πορνείας ἡ γυνὴ κατὰ γαστρὸς φέρει, καὶ ὅτι εἰς γα‐360

361

στριμαργίαν ἐκμαίνει. ἤκουσα δὲ καὶ ἄλλου τινὸς ἐξηγουμένου· ὁ ὀμφαλός, φησίν, ἐν μέ‐ σῳ κεῖται τοῦ παντὸς σώματος· ἐν μέσῳ οὖν αὐτοῦ πέπηκται ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀκλινής ἐστι πανταχόθεν μόνον κακὸς ὢν καὶ μηδέποτε
5ῥέπων εἰς ἀγαθόν.
6l40, 17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον.
7 οὐρὰ τὸ τέλος, κυπάρισσος δὲ ξύλον ἰταμόν. ἐπιμένει, οὖν φη‐ σιν, μέχρι τέλους ἰταμευόμενος. καὶ ἄλλως δὲ οἱ διάκονοι αὐτοῦ οὐρὰ καλοῦνται. εἴρηται γὰρ ἐν
10τῷ Νόμῳ· ἔσῃ οὖν εἰς οὐρὰν καὶ οὐκ εἰς κεφαλήν. καὶ αὐτοὶ οὖν οὗτοι ἑπόμενοι αὐτῷ μετασχηματίζονται εἰς ἀγ‐ γέλους φωτός· οἱ γὰρ ἅγιοι κυπάρισσοι λέγονται διὰ τὸ εὐῶδες ὡς ἐν τῷ Ἄισματι· φατνώματα ἡμῶν κυπάρισσοι. προσποιεῖται οὖν ἡ οὐραγία τοῦ Σατανᾶ εἶναι κυπάρισσος οὐκ οὖσα.
15l40, 17 τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται.
16 νεῦρα αὐτοῦ ἡ πανουργία αὐτοῦ· συμπλοκῆς γέμει καὶ δυσδιάλυτός ἐστιν. εἰσὶ δὲ καί τινες ἄνθρωποι ὥσπερ μέλη ὄντες τοῦ Σατανᾶ καὶ νεῦ‐ ρα αὐτοῦ συμπεπλεγμένα. ὁ τοὺς τούτων τῶν ἀνθρώπων δόλους διαλύων
20ἐπλήρωσε τὰ τοῦ Ἠσαίου λέγοντος· λύε πάντα σύνδεσμον ἀδι‐ κίας καὶ διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων.
22l40, 18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι.361

362

πλευραὶ οἱ δόλοι, αἱ πανουργίαι, αἱ μηχαναί, ὅτι πλάγιαί εἰσιν αἱ πλευραὶ ὥσπερ αὐτοῦ τὰ νοήματα σκολιὰ καὶ πλάγια. καὶ ἄλλως δέ, ὥσπερ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἡ γυνὴ γέγονε καὶ ἐθεώρησεν αὐτὴν ὁ μυσταγωγὸς ἀπόστολος εἰς τὴν ἐκκλησίαν εἰρηκώς·
5τὸ μυστήριον τοῦτο μέγα ἐστιν, ἐγὼ δὲ λέγω εἰς Χρι‐ στὸν καὶ εἰς τὴν ἐκκλησίαν, οὕτω πλευραὶ νοοῦνται τοῦ Σα‐ τανᾶ αἱ πάντων τῶν αἱρετικῶν συναγωγαί. χάλκειαι δὲ ἢ διὰ τὸ ἰταμῶς ἀνθίστασθαι τῇ ἀληθείᾳ, ἢ ἐπειδή‐ περ ὁ χαλκὸς στίλβων ἔοικε τῷ χρυσῷ, νοῦς δὲ ὁ χρυσὸς θεωρεῖται.
10δοκοῦσι δὲ καὶ οἱ αἱρετικοὶ ἔχειν τινὰ νοῦν, ἀλλ’ οὐκ ἀληθινὸν οὐδὲ νοῦν κυρίου, γνῶσιν δὲ μᾶλλον ψευδώνυμον.
12l40, 18 ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός.
13 τὰ ἀπορρινήματα τοῦ σιδήρου χωνευόμενα γίνονται σκεῦος ἀήττη‐ τον. ἔστι δὲ ἡ ῥάχις σύνδεσμος πάντων τῶν μελῶν. σημαίνεται τοί‐
15νυν διὰ ταύτης τὸ περιεκτικὸν πάντων τῶν παθῶν, ἐξ ἧς τὰ πάντα φύονται. καὶ ἄλλως δέ, ἐπειδήπερ τὰ ζῷα ἐπὶ τοῦ νώτου ἀχθοφοροῦσιν, τὸ ἰσχυρὸν αὐτοῦ διὰ τῆς ῥάχεως ἐσήμανεν. ὥσπερ δὲ μέλη Χριστοῦ λέγονται οἱ τοιοίδε τῆς ἐκκλησίας ἄνδρες κατὰ τὴν ἑκάστου ἀναλο‐
20γίαν, καὶ ὁ μέν τίς ἐστιν ὀφθαλμός, ὁ δὲ ποὺς καὶ τὰ λοιπά, οὕτω
καὶ οἱ τὰ τοῦ Σατανᾶ πράττοντες ἀναλόγως τῇ ἑαυτῶν πανουργίᾳ μέ‐362

363

λη νοοῦνται τοῦ δράκοντος.
2l40, 19 τοῦτό ἐστιν ἀρχὴ πλάσματος κυρίου.
3 οἱ μέν φασιν, ὅτι πρῶτον τοῦτον ἔκτισεν ὁ θεός· οἱ δὲ φεύγον‐ τες εἰπεῖν, ὅτι τὸ πρῶτον ποίημα τοῦ θεοῦ τὴν τροπὴν ὑπέμεινεν,
5φασίν, ὅτι οὐ πρῶτος μὲν γέγονεν, τὴν πρώτην δὲ ἀρχὴν παρ’ ἀγγέ‐ λοις εἶχεν εἷς τῶν πρώτων ἀρχόντων τυγχάνων κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε, καὶ ἐξώσθη ὡς χεῖρας ἀντάρας τῷ θεῷ. ἄλλοι δὲ λέγουσι πλάσμα εἶναι θεοῦ τὸν ἄνθρωπον, ἄρχειν δὲ τῶν
10ἀνθρώπων ὑπὸ τοῦ θεοῦ τετάχθαι τὸν διάβολον, μὴ εἰς δέον δὲ χρη‐ σάμενον τῇ ἀρχῇ αὐτόν τε ἀποστῆναι θεοῦ καὶ τοὺς ἀνθρώπους πεῖ‐ σαι τὸ αὐτὸ τοῦτο ποιεῖν· καὶ συγκέχρηνται τῷ ἀποστόλῳ λέγοντι· κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος τούτου. ἕτεροι δὲ λέγουσι μὴ ὑπὸ θεοῦ αὐτὸν τῶν ἀνθρώπων τὴν ἡγεμονία
15εἰληφέναι, ἀλλὰ τοὺς ἀνθρώπους προαιρετικῶς διὰ τὰ πάθη καὶ τὰς ἡδονὰς ἑαυτοὺς ὑπαγαγεῖν τῷ τυραννικῷ τοῦ διαβόλου ζυγῷ, ὃ δή, φη‐ μί, καὶ κάλλιον. ἀρχή, φασίν, τοῦ πλάσματος τοῦ κυρίου, τουτέ‐ στιν· τῶν ἀνθρώπων ἑκοντὶ τοῦτο παθεῖν ἑλομένων. ἄλλοι δὲ τὸ πλάσματος ἀντὶ τοῦ πλανήματος ἐνόησαν, ὅτι, φα‐
20σίν, ἐνανθρωπήσας ὁ κύριος ἐπλάνησεν αὐτόν, καὶ ποιήσας αὐτὸν ἐπελθεῖν αὐτῷ ἔδησεν αὐτὸν διὰ τοῦ σταυροῦ. οἱ δὲ προϋπεῖναι τὰς ψυχὰς τοῦ σώματος δοξάζοντες, οἱ μυθολο‐
γοῦντες, ὅτι σωμάτων ἐρασθεῖσαι αἱ ψυχαὶ σώματα ἐνεδύσαντο, φασίν,363

364

ὅτι αὐτὸς πρὸ πάντων γηίνων πραγμάτων ἐπεθύμησε καὶ ἐπλάσθη καὶ ἐγένετο δράκων. οἱ δὲ λέγοντες εἶναι καθ’ ἱστορίαν τοῦτον ζῷον, τὸν δράκοντα, εἶπον, ὅτι πρὸ πάντων ἐναλίων αὐτὸς ἐγένετο καὶ διὰ τοῦτο λέγεται
5ἀρχὴ πλάσματος κυρίου τῶν ἐν τῇ θαλάσσῃ δηλονότι γενομένων.
6l40, 19 πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.
7 ἐπειδὴ γὰρ ἀπέστη θεοῦ, καὶ ὑπὸ τῶν ἁγίων ἀγγέλων 〈ἐγκαταπαίζεται καὶ ὑπὸ τῶν ἰσαγγέλων〉 ἀνθρώπων, τῶν εἰληφότων ἐξουσίαν παρὰ τοῦ σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶ‐
10σαν τὴν δύναμιν τοῦ ἐχθρο.
11l40, 20 ἐπελθὼν δὲ ἐπ’ ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν
12lἐν τῷ ταρτάρῳ.
13 ὄρος ἀκρότομον τὸν ἐνανθρωπήσαντα λόγον φησίν. ὅτε γὰρ ἐπῆλθεν αὐτῷ καὶ παρεσκεύασε σταυρωθῆναι, ἐχάρησαν οἱ τοῦ ταρτά‐
15ρου ἄξιοι ἀνόητοι δαίμονες καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ μέχρι νῦν γελοιάζουσι καὶ χλευάζουσι τὸν σταυρόν.
17l40, 21 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται.
18 ἢ ὑπὸ πᾶν εἶδος ἀνθρώπων, ὅτι καὶ κατὰ δικαίων ἐπιχειρεῖ, ἢ ὑπὸ τὰ δένδρα τὰ τῷ ταρτάρῳ τετηρημένα, περὶ ὧν γέγραπται· δένδρα φθιν‐
20οπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα. κοιμᾶται δὲ ἀντὶ τοῦ αὐλίζεται, ἐπαναπαύεται.
22l40, 21 παρὰ κάλαμον καὶ πάπυρον καὶ βούτομον.364

365

ταῦτα ὕλη καὶ τροφὴ πυρὸς τυγχάνουσιν. αὐλίζεται οὖν μάλιστα παρὰ τοῖς ἀξίοις τοῦ πυρός.
3l40, 22 σκιάζονται δὲ αὐτῷ δένδρα μεγάλα σὺν ὀροδάμνοις.
4ἢ τοῦτο λέγει, ὅτι συνδιαιτῶνται αὐτῷ μεγάλοι τινὲς δαίμονες καὶ
5ὑποβεβηκότες τῇ κακίᾳ, ἢ ὅτι καὶ μικροὺς καὶ μεγάλους ἄνδρας ὑπέρχε‐ ται πάντας ὁμοίως ὑποτρέχων. ὀρόδαμνοι γὰρ οἱ κλῶνες, αἱ παραφυάδες. λέγει οὖν, ὅτι ὡς ὑπὸ σκιᾶς δένδρων καὶ παρὰ τούτοις ἐπαναπαύεται.
8l40, 22 καὶ κλῶνες ἄγνου.
9ἐπειδὴ πολλοὶ πολλάκις καὶ ἁγνείαν ἀσκήσαντες τῆς αὐτοῦ μερί‐
10δος γεγόνασιν, ὡς αἱ μωραὶ παρθένοι. εἰσὶ δὲ καὶ αἱρετικοὶ πολλά‐ κις τὴν ἄκραν ἁγνείαν μετερχόμενοι.
12l40, 23 ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἰσθηθῇ.
13 ἀντὶ τοῦ· ἐὰν γένηται πλῆθος γνώσεως—τουτέστιν· κἂν ἡ σύμπασα οἰκουμένη ἐπιγνῷ τὸν θεόν—, αὐτὸς μενεῖ ἐν τῇ πονηρίᾳ· καὶ τῆς εὐαγ‐
15γελικῆς διδασκαλίας δίκην ποταμίων ὑδάτων εὐφρανάσης τὴν οἰκουμένην —ὁ ποταμὸς γὰρ τοῦ θεοῦ ἐπληρώθη ὑδάτων, φησὶν ὁ ψαλμῳ‐ δός—αὐτὸς εἰς συναίσθησιν οὐκ ἦλθεν οὐδὲ κάλλιον αὐτῷ γέγονεν.
18l40, 23 πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ.
19πέποιθε τῇ ἑαυτοῦ συκοφαντίᾳ καὶ διασύρει τὸ θεῖον χάρισμα
20κατευτελίζων αὐτὸ λόγοις χλευαστικοῖς.365

366

τοῦτο δὲ ἔστιν ἀκοῦσαι καὶ τῶν ὑπ’ αὐτοῦ ἐνεργουμένων Ἑλλήνων τε καὶ Ἰουδαίων καὶ τῶν ἀνόμων Μανιχαίων οὐ προσδεχομένων τὴν διὰ τοῦ Ἰορδάνου ἀπολύτρωσιν. οὐ γὰρ βαπτίζονται Μανιχαῖοι ἀνάξι‐ οι τυγχάνοντες.
5l40, 24 ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν.
6 ὡς γὰρ τὴν κατάληψιν αὐτοῦ ἐπιστάμενος δέχεται καὶ συκοφαντεῖ τὴν δωρεάν. καὶ ἄλλως δέ· ἐπειδὴ σφόδρα κατανοεῖ τοῖς τῇ χάριτι προσελθοῦ‐ σι καὶ κατ’ αὐτῶν μάλιστα μέμηνεν, ἐν τῷ ὀφθαλμῷ αὐτο, λέ‐
10γεται πολεμεῖν αὐτούς.
11l40, 24 ἐνσκολιευόμενος τρήσει ῥῖνα.
12 ὁρμήσας καὶ ἐγκρούσας εἰς τὸν σταυρὸν ἐπλήγη τὴν ῥῖνα. δρακον‐ τοειδῆ γὰρ ὁ λόγος αὐτὸν ὑποτιθέμενος τῇ κεφαλῇ πολεμοῦντα δεί‐ κνυσιν. τῇ γὰρ ὅλῃ ἑαυτοῦ δυνάμει ἐπῆλθεν ἡμῶν τῷ σωτῆρι, καὶ ἡ ἄμα‐
15χος αὐτοῦ δύναμις τὰς μύλας τῶν λεόντων συνέθλασεν, αὐτοῦ δὲ δηλονότι καὶ τῶν ὑπ’ αὐτῷ τεταγμένων, ὥστε καὶ ἡ ῥὶν καὶ οἱ ὀδόν‐ τες καὶ ὅλον τὸ πρόσωπον τοῦ δράκοντος συνετρίβη.
18l40, 25 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ;
19δύνῃ δέ, φησίν, Ἰώβ, ποιῆσαι, ὅπερ ὁ μονογενὴς ὕστερον εἰργάσατο;
20ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος διὰ τῶν
οἰκείων ἥλων ὡς δι’ ἀγκίστρων ἰχθὺν ἤγρευσεν.366

367

(1l)

40, 25—26 περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; ἢ δήσεις κρίκον
2lἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ;
3 ψελίῳ δὲ ἀντὶ τοῦ περιοχῇ. ὡσπεροῦν ψελίῳ καὶ περιοχῇ ἔδησε τὸ στόμα αὐτοῦ, ἐφ’ ᾧ μηκέτι μεγαλαυχεῖν. καθηλούμενος δὲ ἧλος καὶ
5στρογγυλούμενος κρίκος γίνεται· καὶ τὸν μυκτῆρα οὖν αὐτοῦ κρίκῳ ἔδησεν ὡς ταύρου γαυρίαμα ἀφαιρούμενος, καὶ φορβαίαν αὐτῷ περιέ‐ θηκε καταπαίζεσθαι παρεχόμενος.
8l40, 27 λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς;
9τοῦτο γὰρ εἶπε διὰ τὸ παρακαλεῖν τοὺς δαίμονας τὸν κύριον μὴ
10βαλεῖν αὐτοὺς εἰς τὴν ἄβυσσον.
11l40, 28 θήσεται δὲ μετὰ σοῦ διαθήκην;
12 ἢ τοῦτο λέγει διὰ τὸ εἰρηκέναι αὐτὸν τῷ κυρίῳ· ταῦτά σοι πάντα δώσω, ἢ ὅτι· δύνασαι οὕτως ὑποτάξαι αὐτὸν ὡς αἱρεῖσθαι μηκέτι σοι πολεμεῖν;
15l40, 28 λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον;
16 ὁ δοῦλος ἢ προαιρετικῶς γίνεται δοῦλος, ὡς ὁ δουλεύειν θεῷ προ‐ αιρούμενος· ἢ ἀναγκαστικῶς αἰχμαλωτιζόμενος καὶ καταδεσμούμενος, ὃ δὴ πέπονθεν ὁ διάβολος.
19l40, 29 παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ, ἢ δήσεις αὐτὸν ὥσπερ στρου‐
20lθίον παιδίῳ;
21δήσας τὸν ἐχθρὸν ὁ κύριος ἡμῶν δέδωκε τοῖς ἁγίοις ἐγκαταπαί‐367

368

ζειν αὐτοῦ ὡσανεὶ στρουθίου, τοῖς στραφεῖσι καὶ γενομένοις ὡς τὰ παιδία κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος διδασκαλίαν.
3l40, 30 ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη.
4ὥσπερ γὰρ τῶν δικαίων βρῶμα ὁ κύριος, οὕτως αὐτὸς τῶν ἀσεβῶν.
5ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, φησὶν ὁ ψαλ‐ μῳδός, τουτέστι τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ.
7l40, 30 μεριοῦνται δὲ αὐτὸν Φοινίκων γένη.
8 πραγματευτικοὶ οἱ Φοίνικες καὶ φιλοκερδεῖς. αἰνίττεται οὖν διὰ τούτου τοὺς ἐν ἁμαρτίαις πεφυρμένους.
10 καὶ ἡ νῦν δὲ Φοινίκη Χαναναία τὸ πρότερον ἐκαλεῖτο, τὴν γὰρ Συ‐ ροφοινίκισσαν Χαναναίαν καλοῦσι τὰ εὐαγγέλια· οἱ δὲ Χαναναῖοι εἰδω‐ λολάτραι. λέγει οὖν, ὅτι μερίζονται τὸν δράκοντα οἱ εἰδωλολάτραι. καὶ ἄλλως δὲ Φοίνικες καλῶς νοοῦνται οἱ τοῖς εἰδώλοις θύοντες ὡς φοινισσόμενοι τοῖς ἐπιβωμίοις αἵμασιν, μερίζονται δὲ τὸν δρά‐
15κοντα ὁ μὲν τυχὸν θύων τῷ Δαγών, ὁ δὲ τῷ Βήλ, ὁ δὲ τῇ Ἀστάρτῃ· ἢ καὶ ὁ μέν τις πορνεύων, ὁ δὲ πλεονεκτῶν, καὶ ἄλλος ἄλλην ἄθεσ‐ μον μετιὼν πρᾶξιν· 〈ἢ〉 καὶ ὁ μέν τις ψευδοδιδάσκαλος ὤν, ὁ δὲ ψευδοπροφήτης· καὶ αἱ διάφοροι δὲ αἱρέσεις ποικίλως τὸν δράκοντα κατεμέρισαν.
20l40, 31 πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν οὐρᾶς αὐτοῦ.
21βύρσα ἡ φολίς, ἡ λεπίς· ὡς ἐπὶ δράκοντος δὲ τοῦτο εἶπεν.
φησὶν οὖν, ὅτι πάντες ἄνθρωποι κατὰ ταὐτὸν συναγόμενοι, οἱ τόν‐368

369

δε τὸν βίον θάλατταν καλούμενον πλέοντες, οὐδὲ μικράν τινα αὐτοῦ ἐπήρειαν τῶν ἐσχάτων καὶ τελευταίων δυνάμεων δύνανται ὑπενεγκεῖν. ὁ δὲ κύριος ἡμῶν αὐτὰς συνέθλασε τὰς κεφαλὰς τοῦ δράκοντος.
4l40, 31 καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ.
5 ἁλιεῖς οἱ τῆς ἐκκλησίας προεστῶτες διδάσκαλοι, πλοῖα δὲ αἱ ἐκκλησίαι. κεφαλὴν δὲ αὐτοῦ τὴν ὑπερηφανίαν λέγει. φησὶ δέ, ὅτι ὑπερηφανεύσεται καὶ κατὰ διδασκάλων καὶ κατὰ ἐκκλησιῶν, διωγμοὺς δηλονότι κινῶν κατ’ αὐτῶν. καὶ ἄλλως· πλοῖά εἰσι τὰ σώματα, ἐφ’ ὧν ὡς ἐπὶ πλοίων ἡμῶν ἐμ‐
10βέβηκεν ἡ ψυχή, διὸ καὶ ὁ νόμος ἐν αἰνίγματι ἔλεγεν· ἐπικατά‐ ρατος ὁ κρεμάμενος ἐπὶ ξύλου, τουτέστιν ὁ ἀποκρεμάσας τὴν ἑαυτοῦ ἐλπίδα τοῦ σώματος καὶ μόνοις τοῖς σωματικοῖς προσανέχων. οἱ ἁλιεῖς οὖν, οἱ θεῖοι ἀπόστολοι, κατὰ μίμησιν τοῦ οἰκείου δεσπότου τὴν κεφαλὴν ἐδέξαντο τοῦ δράκοντος, καὶ συνέθλασαν καὶ αὐτοὶ ταύ‐
15την, τῇ δυνάμει τοῦ Χριστοῦ τὸν ὑπὲρ αὐτοῦ θάνατον προθύμως κατα‐ δεξάμενοι.
17l40, 32 ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν
18lσώματι αὐτοῦ; καὶ μηκέτι γινέσθω.
19δύνῃ δὲ αὐτὸν ἐπισφίγξαι τῇ σῇ δυνάμει καὶ καταδῆσαι, ἢ ὅλως
20μνησθῆναι τὸν πόλεμον τὸν μέλλοντα γενέσθαι ἐν τῷ σώματι αὐτοῦ; σῶμα δὲ αὐτοῦ τὰς πάσας ἀποστατικὰς δυνάμεις λέγει ὡς αὐτοῦ κεφα‐ λῆς ὄντος. τοῦτον δὲ τὸν πόλεμον ἐπολέμησε καὶ ἐνίκησε διὰ τοῦ
τροπαιούχου σταυροῦ ὁ κύριος. τὸ δὲ μηκέτι γινέσθω, ἐπειδή‐369

370

περ ἅπαξ γέγονε ὁ σταυρός, ὡς καὶ ὁ ἱερὸς ἀπόστολος ἔφη· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ.
3l41, 1 οὐχ ἑώρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας;
4οὐκ ἐπληροφόρησά σε ὡς προφήτην; οὐκ εἶδες τοῖς νοητοῖς ὀφ‐
5θαλμοῖς τοῦτον τὸν πόλεμον; οὐ θαυμάζεις δὲ ἐπὶ τοῖς λεγομένοις; ναί, δηλονότι φήσειεν ἂν ὁ Ἰώβ, διὸ καὶ κατ’ ἀρχὰς ἔλεγεν· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.
8l41, 2 οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι;
9κἀν τούτῳ πάλιν προσυπακουστέον τὸ ναί· κατ’ ἐρώτησιν γάρ ἐ‐
10στιν ἡ ἀνάγνωσις. ἢ καὶ τοῦτο λέγει ὅτι· οὐκέτι αὐτὸν φοβηθήσῃ, ἡτοίμασται γάρ μοι εἰς τὸ ὑπ’ ἐμοῦ δεθῆναι καὶ ὑπὸ τῶν ἁγίων μου ἐγκαταπαίζεσθαι.
13l41, 2—3 τίς 〈γάρ〉 ἐστιν ὁ ἐμοὶ ἀντιστάς; ἢ τίς ἀντιστήσεταί μοι
14lκαὶ ὑπομενεῖ;
15ἀντὶ τοῦ· οὐδείς, διὰ τὸ ἄμαχον εἶναι τὴν τοῦ θεοῦ δύναμιν.
16l41, 3—4 εἰ πᾶσα ἡ ὑπ’ οὐρανὸν ἐμοί ἐστιν, οὐ σιωπήσομαι δι’ αὐτόν.
17 ἐπειδὴ γὰρ δημιουργός εἰμι πάντων καὶ δεσπότης, οὐ σιωπήσομαι διὰ τὸν σκυλεύσαντα τὴν ὑπ’ οὐρανόν, ἀλλ’ ἐπεξελεύσομαι καὶ ἀμυ‐ νοῦμαι αὐτόν.
20l41, 4 καὶ λόγῳ δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.
21ἀλλὰ χρήσομαι κατ’ αὐτοῦ τῷ λόγῳ τῆς ἐμῆς δυνάμεως, ὥστε πάν‐
τας ἐλεεῖν τὸν ἴσον τῷ διαβόλῳ γεγονότα ἄνθρωπον τῇ ἀποστασίᾳ,370

371

ἐφ’ οἷς καὶ αὐτὸς πείσεται. λέγει δὲ ὅτι· τιμωρήσομαι καὶ τὸν δι‐ άβολον καὶ τὸν ὑπ’ αὐτοῦ ἐνεργούμενον ἀντίχριστον.
3l41, 5 τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ;
4ἀντὶ τοῦ· οὐδεὶς πλὴν ἐμοῦ. πρόσωπον δὲ ἐνδύσεως λέγει
5τὸ ἄλλοτε ἄλλο προσωπεῖον, ὃ μετενδύεται ὑποκρινόμενος· πλάττεται γὰρ πρόσωπον προβάτου λύκος ὤν, καὶ φαίνεται ὡς ἄγγελος φωτὸς σκότος τυγχάνων.
8l41, 5 εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;
9κατεπτυγμένος ἐστὶν ὁ θώραξ αὐτοῦ, οὐδὲν φανερὸν ἔχει, ἀλλὰ πάντα
10ἐπικεκρυμμένα. λέγει οὖν ὅτι· τίς ἱκανός ἐστιν εἰσελθεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συγκεκαλυμμένα τυγχάνουσιν;
12l41, 6 πύλας δὲ προσώπου αὐτοῦ τίς ἀνοίξει;
13 πύλαι προσώπου αὐτοῦ κεκλεισμέναι εἰσὶν ὡς ἀθέατα αὐτοῦ εἶναι τὰ νοήματα. τὰς ἐπικαλύψεις οὖν αὐτοῦ τίς φανεροποιήσει; ἀντὶ
15τοῦ· οὐδεὶς πλὴν ἐμοῦ.
16l41, 6 κύκλῳ ὀδόντων αὐτοῦ φόβος.
17 τὰ ῥήματα τὰ πονηρά, οἱ ψευδοπροφῆται καὶ ψευδοδιδάσκαλοι, οἱ δάκνοντες ὅλῳ τῷ στόματι. ἔστι δὲ καὶ ἄλλως φοβερὸς τοῖς αὐτὸν ἀγνοοῦσιν ἐκφοβῶν καὶ
20ἀπειλῶν, ἃ ποιεῖν οὐ δύναται μὴ συγχωροῦντος θεοῦ. αὐτίκα γοῦν τοῖς ἐν τοῖς ἐρήμοις ἀσκηταῖς ἐκφοβεῖν αὐτοὺς πειρώμενος ἀπειλεῖ δαί‐
μοσι παραδιδόναι καὶ λῃστὰς ἐπιπέμπειν κατ’ αὐτῶν εἰς ἀναίρεσιν, ἅ‐371

372

περ ἀδυνατεῖ εἰς ἔργον ἄγειν μὴ συγχωροῦντος θεοῦ. Χριστιανοὺς δὲ οὐ προσήκει δεδοικέναι τοὺς κτύπους αὐτοῦ καὶ φόβητρα· κύριον τὸν θεόν σου φοβήθητι καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ ἄλλον.
4l41, 7 τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ.
5 τὰ ἔγκατα αὐτο, τουτέστιν οἱ διαλογισμοί. ὅλοι, φησίν, οἱ διαλογισμοὶ αὐτοῦ ἰοῦ γέμουσι καί εἰσιν οὐχ ἁπαλοί τινες, ἀλλ’ ἰ‐ ταμοὶ καὶ σκληροί.
8l41, 7—8 σύνδεσμος 〈δὲ〉 αὐτοῦ ὥσπερ σμιρίτης λίθος, εἷς τοῦ ἑνὸς
9lκεκόλληται.
10 σύνδεσμος ὅλον τὸ σῶμα αὐτοῦ. αἱ γὰρ κακίαι, αἵτινες σύν‐ δεσμός εἰσιν αὐτοῦ, μία τῆς μιᾶς ἤρτηνται. τοιαύτη γὰρ καὶ ἡ τοῦ σμιρίτου φύσις, εἷς γὰρ τοῦ ἑνὸς κεκόλληται. λέγεται δὲ ὁ σμιρίτης λίθος καὶ ἰταμώτατος εἶναι ἐγγὺς τοῦ ἀδάμαντος, καὶ σίδηρον ἁρπάζειν, καὶ τραχύτατος δέ, ὡς καὶ τὴν ὕελον γλύφειν. ἱκαναὶ δὲ
15καὶ αἱ κακίαι αἱ διαβολικαὶ καὶ τοὺς στερεοὺς εἰς ἑαυτὰς ἕλκειν. ἔδειξε δὲ καὶ διὰ τούτων τοῦ διαβόλου τὸ ἰταμὸν καὶ τραχύ.
17l41, 8 πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν.
18 οὐδεμία γὰρ ψυχὴ ἐκφεύγει αὐτὸν καὶ τὰς αὐτοῦ κακίας, καὶ γὰρ καὶ τὰ νήπια τὴν πατροπαράδοτον ἕλκουσιν ἁμαρτίαν.
20ἤκουσα δὲ καὶ οὕτως ἐξηγουμένου τινός· ἡ φλογίνη, φησίν,372

373

ῥομφαία αὐτός ἐστιν καὶ ἀντιπράττων κατέχει πᾶσαν τὴν ψυχήν, ἐφ’ ᾧ μὴ εἰσελθεῖν εἰς τὸν παράδεισον. τὸ οὐ μὴ διέλθῃ οὖν οὐχ, ὅτι οὐκ εἰσέρχεται—χάριτι γὰρ εἰσέρχονται κυρίου, ὡς καὶ ὁ λῃστὴς εἰσῆλθε μετ’ αὐτοῦ—, ἀλλ’ οὐ μὴ διέλθῃ ἀντὶ τοῦ· οὐ
5λανθάνει αὐτόν, ἀλλὰ πάντας τηρεῖ καὶ πᾶσι πειρᾶται τὴν εἴσοδον ἀποκλείειν. ταῦτα ἐκείνου διηγουμένου ἤκουσα, οὔπω δὲ οὔτε ἐθέμην οὔτε ἀπεῖπον τῇ ἐξηγήσει.
8l41, 9 ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ
9lἀποσπασθῶσιν.
10 ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ ὁδηγούμενος ὡς πόλις ὀ‐ χυρ. κἂν σφόδρα οὖν τινες, φησίν, ὁμονοήσωσιν ὡς μὴ διασπασθῆ‐ ναι, καὶ τούτοις ἐπιτίθεται. ὅρα δέ, μὴ καὶ περὶ τῶν κακιῶν καὶ τῶν ἐνεργούντων αὐτὰς δαι‐ μόνων τοῦτο λέγει. ὥσπερ γὰρ ἄνθρωπος ἀνθρώπῳ διὰ τὸ ὁμοφυὲς κολ‐
15λᾶται καὶ τὸ ὅμοιον τῷ ὁμοίῳ, οὕτω καὶ οἱ δαίμονες ἀλλήλων ἔχον‐ ται, κἂν κατὰ τὰς ἐνεργείας ἑαυτοῖς ἐναντιῶνται—εἷς γὰρ σκοπὸς αὐτοῖς ἡ τοῦ ἀνθρώπου ἀπώλεια, κἂν ἐναντία συμβουλεύειν δοκῶσιν, τουτέστιν ὁ μὲν πορνείαν, ὁ δὲ ὑπερηφανίαν—, καὶ αἱ κακίαι μία τῇ μιᾷ συγκεκόλληνται.
20l41, 10 ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος.
21πταρμὸς εὐεξίας σημεῖον· ἐνηδύνεται οὖν, φησίν, τοῖς κακοῖς καὶ373

374

ἀναστράπτει ἐν αὐτοῖς. καὶ ἄλλως δέ· πταρμὸς καθαρτικὸς ἐγκεφάλου. ἐπεὶ οὖν καὶ αὐτὸς μετασχηματίζεται εἰς φῶς, προσποιεῖται καὶ δύνασθαι καθαίρειν. αὐτίκα γοῦν καὶ οἱ γόητες ἔχουσί τινας καθαρμοὺς πάσης αὐτοὺς
5πληρούσης ἀνοίας καὶ ἀκαθαρσίας. εἰσὶ δὲ καί τινες ἄνδρες μυκ‐ τῆρες αὐτοῦ, καθαίρειν ἐπαγγελλόμενοι ὡς οἱ ἀπὸ τῶν αἱρέσεων. προσποιοῦνται μὲν φωτὸς ἔχειν λόγους, ὅλοι δέ εἰσιν ἀκάθαρτοι.
8l41, 10 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου.
9κατὰ ἀπάτην· οὐ γὰρ ἔχουσι τὸ ἀληθινὸν φῶς. ὀφθαλμοὶ δέ εἰσι
10τοῦ δράκοντος ἄνθρωποί τινες δοκοῦντες εἶναι γνωστικώτεροι ὡς οἱ ἀπὸ τῶν αἱρέσεων, οὐκ ὄντες μὲν ἑωσφόροι οὐδὲ φέγγος ἡμέρας ἔχον‐ τες, ἀλλ’ εἶδος ἑωσφόρου, κατὰ ἀπάτην τοῦτο εἶναι ὑποκρινόμε‐ νοι.
14l41, 11 ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι.
15αἱ δυσφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων.
16l41, 11 καὶ διαρριπτοῦνται ἐσχάραι πυρός.
17ἐδευτέρωσε τὸν λόγον.
18l41, 12 ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυ‐
19lρὶ ἀνθράκων.
20ὁ καπνὸς ὀφθαλμῶν βλαπτικός· ἡ δὲ ἄνοια καὶ ψευδηγορία σκοτίζει
τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς ψυχῆς.374

375

ἔστι δὲ νοῆσαι καὶ τὰς μιαρὰς τῶν θυσιῶν καὶ καπνισμάτων ὀδμάς. καὶ ἄλλως δέ· ἐπειδὴ τὰ σπλάγχνα αὐτοῦ κάμινός ἐστιν, οὐ καθα‐ ρὰν ἔχει τὴν ἀναπνοήν. ἐπιτηρήσωμεν οὖν καὶ ἡμεῖς μηδὲν ἀναπνεῖν τοῦ δράκοντος, ἵνα μὴ πυρὸς ἑαυτοῖς γενώμεθα πρόξενοι.
5l41, 13 ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύε‐
6lται.
7 ψυχὴν αὐτοῦ ἔοικε λέγειν τὴν ἐσχάτην ὑπερηφανίαν· τὰ δὲ μεγά‐ λαυχα καὶ ὑπεροπτικὰ ῥήματα ἐκ στόματος αὐτοῦ ἐκπορευόμενα οὐδὲν ἕτερόν εἰσιν. εἰ μὴ φλὸξ κατακαίουσα τοὺς χρωμένους αὐτοῖς.
10l41, 14 ἐν τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις.
11 τραχήλ· τῇ οἰήσει. αὐλίζεται δέ, ὅτι οὐ παύεται, ἀλλ’ ἀ‐ εὶ ἐν οἰήσει τυγχάνει. καὶ αἱ πορευόμεναι δὲ ὑψηλῷ τραχήλ, αἱ τοὺς χι‐ τῶνας σύρουσαι καὶ μετὰ καλλωπισμοῦ προιοῦσαι πολύκοινοι γυ‐
15ναῖκες τράχηλος αὐτοῦ τυγχάνουσι δυνάμεις εἰς ἀπάτην ἔχουσαι.
16l41, 14 ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια.
17 οἷον πρόδρομος αὐτοῦ τίς ἐστι καὶ δορυφορεῖ αὐτὸν ἡ ἀπώλεια· εἰ μὴ γάρ τις πρότερον εἰσδέξηται τὰς φθαρτικὰς ἡδονὰς καὶ κακίας, αἵτινες αὐτοῦ προτρέχουσιν. οὐδὲ εἰσοικίζεται τὸν διάβολον.
20l41, 15 σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται.375

376

τὰ πάθη ἓν τοῦ ἑνὸς κεκόλληνται. σῶμα δὲ αὐτοῦ οἱ ἁμαρτωλοὶ καὶ οἱ τὴν ἁμαρτίαν ἐνεργοῦντες δαίμονες, ὥσπερ τοῦ κυρίου ἡ ἐκ‐ κλησία. οὐκ εἶπε δέ· ἥνωνται, ἀλλά· κεκόλληνται· τὸ γὰρ ἓν οὐκ ἔστι παρ’ ἐκείνῳ. οὐδὲ γὰρ συμφωνοῦσιν οἱ τῶν αὐτοῦ δογμάτων προ‐
5εστηκότες, εἰ καὶ δοκοῦσιν ὅμοια λέγειν.
6l41, 15 καταχέει ἐπ’ αὐτόν, οὐ σαλευθήσεται.
7 οἵαις γὰρ ἄν τις θεραπείαις καὶ καταντλήσεσιν αὐτῷ χρήσαιτο καὶ εἰ δ’ ἂν αὐτῷ προσαγάγοι, ἀναλγής ἐστι καὶ ἀθεράπευτος.
9l41, 16 ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκεν δὲ ὥσπερ
10lἄκμων ἀνήλατος.
11 ἀπελιθώθη, φησίν, ἡ καρδία αὐτοῦ καὶ οὐ δύναται ἐλασθῆναι, οὐ λόγῳ πείθεται, οὐκ ἐπικάμπτεται, ἀλλ’ ὅλος ἐστὶν ἀπεσκληκὼς καὶ ἰταμὸς καὶ ἀμετάθετος.
14l41, 17 στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλο‐
15lμένοις.
16 ὅταν δὲ στραφῇ κατὰ τῶν πειθομένων αὐτῷ, τῶν θηριοτρόπων καὶ δίκην τετραπόδων ἀνοήτων, τῶν τὰ γήινα φρονούντων, τρέμουσιν ἐκ‐ δειματούμενοι παρ’ αὐτοῦ.
19l41, 18—21 ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐθὲν οὐ μὴ ποιήσωσιν αὐτῷ,
20lδόρυ ἐπηρμένον καὶ θώραξ. ἡγεῖται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ
21lὥσπερ ξύλον σαθρόν. οὐ μὴ τρώσει αὐτὸν τόξον χάλκειον, ἡγεῖται πετρο‐376

377

(1l)

βόλον μὲν χόρτον. ὥσπερ καλάμη ἐλογίσθησαν αὐτῷ σφῦραι.
2 διὰ τούτων τὸ ἰταμὸν ἐδήλωσε τοῦ θηρίου καὶ ὅτι, ὅσα ἂν οἱ ἅ‐ γιοι διὰ πάντων τῶν πνευματικῶν {καὶ} πολεμίων τρόπων καταβάλω‐ σιν αὐτόν, οὐκ αἰσθάνεται, ἀλλὰ πάλιν ὁ αὐτός ἐστιν. πετροβόλον
5γάρ ἐστιν ἡ σφενδόνη.
6l41, 21 καταγελᾷ δὲ σεισμοῦ πυρφόρου.
7 πυρφόρος ὁ θεοφιλὴς βίος ὡς ζέων τῷ πνεύματι. φησὶν οὖν, ὅτι κἂν κατὰ πάντα βίῳ θεοφιλεῖ συσσείσῃ τις αὐτόν, οὐδὲν ἧττον καταφρονεῖ καὶ καταπαίζει.
10l41, 22 ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς.
11ἐπὶ γὰρ τοῖς ὀδυνηροῖς καὶ ἀνωμάλοις πράγμασιν ἐπαναπαύεται.
12l41, 22 πᾶς δὲ χρυσὸς θαλάσσης ἐπ’ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος.
13 τοῦ κυρίου λέγοντος· ἐμόν ἐστι τὸ χρυσίον καὶ ἐμόν ἐστι τὸ ἀργύριον οὗτος ψευδολογῶν ἐπαγγέλλεται ἴδια αὐτοῦ εἶ‐
15ναι ταῦτα· διὸ καὶ ἔλεγε τῷ σωτῆρι ψευδόμενος· ταῦτά σοι πάν‐ τα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. ἐπαγγέλλεται οὖν ἔχειν χρυσὸν ὡς πηλὸν ἀμύθητον· θαλάσσης δὲ ἔοικε λέγειν· τοῦ κόσμου. οὕτω δὲ ὁ κόσμος ἐκλαμβάνεται, ἵνα εἴπῃ, ὅτι συκοφαντεῖ ὡς πάντα τὸν χρυσὸν τοῦ κόσμου περιβεβλημένος.
20l41, 23 ἀναζεῖ τὴν θάλασσαν ὥσπερ χαλκεῖον.
21ἐπειδὴ ἡ ψυχὴ αὐτοῦ πῦρ ἐστιν, πάντα τὸν βίον τοῦτον ἐκβράσσει377

378

ἀνακινῶν καὶ ἐκταράσσων.
2l41, 23—24 ἡγεῖται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρ‐
3lταρον τῆς ἀβύσσου 〈ὥσπερ αἰχμάλωτον〉· ἐλογίσατο ἄβυσσον εἰς περί‐
4lπατον.
5 ταῦτα κεναυχῶν νομίζει δύνασθαι. ἀμέλει καὶ διὰ Ἡσαίου φαίνε‐ ται λέγων· τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρ. ἐπειδὴ γὰρ ἐδόθη τις αὐτῷ μεγίστη δύναμις κατὰ φύσιν ὑπὸ τοῦ κτίσαντος αὐτὸν κυρίου, ὑπερηφανεύσατο καὶ τοιαῦτα ἤρξατο διαλέγεσθαι, ὡς καὶ με‐
10γαλορρημονεῖν καὶ λέγειν· ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστ. διὰ τοῦτο πέπτωκε μὲν ἐκ τοῦ οὐρανοῦ· ἐθεώρουν γὰρ τὸν Σατανᾶν, φησὶν ὁ κύριος, ὡς ἀστραπὴν πεπτωκότα ἐκ τοῦ οὐρανο. ἐξεβλήθη δὲ καὶ ἐκ τῆς γῆς ἐνανθρωπήσαντος τοῦ κυρίου.
15ἀλλ’ οὐδὲ τοῦ ἀέρος ἔτι τὴν ἐξουσίαν ἔσχεν τοῦ σωτῆρος ἡμῶν τὸν ἀέρα καθαίροντος, ὅτε ἐπὶ τὸν κοσμοφύλακα σταυρὸν ἀνέδραμεν. ἀλλ’ οὐδὲ τοῦ ᾅδου τὴν ἐξουσίαν ἔχει λύσαντος τοῦ θεοῦ καὶ σωτῆρος ἡ‐ μῶν τοῦ ᾅδου τὸ δεσμωτήριον. πάντων οὖν ἐξωσθεὶς τῶν τόπων, ὧν κρατήσειν ὁ μάταιος ἤλπιζεν, οὐδένα ὑπολελειμμένον ἔχει τόπον, εἰ
20μὴ τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον αὐτῷ καὶ τοῖς ἀγγέλοις αὐτο.
22l41, 25 οὐκ ἔστιν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ οὐδέν.
23 καλῶς εἶπεν· ἐπὶ τῆς γῆς, ἐπειδὴ τῶν οὐρανίων ἀψίδων ἐκβέ‐ βληται. τὸ δὲ ὅμοιον ἢ κατὰ τὴν ἰσχὺν ἢ κατὰ τὴν ἰταμότητα ἢ
25τὴν κακίαν.
26l41, 25 πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου.378

379

ἀλλ’ ὅμως, φησίν, ὁ τοιοῦτος καὶ τηλικοῦτος ὑπὸ τῶν ἁγίων ἀγγέ‐ λων καὶ τῶν τὸν ἰσάγγελον βίον ἑλομένων καταπαίζεται.
3l41, 26 πᾶν ὑψηλὸν ὁρᾷ.
4ὅλος γάρ ἐστιν ὑπερηφανία οὐδὲν ταπεινὸν λογιζόμενος.
5l41, 26 αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.
6 τῶν τὸν ὑγρὸν καὶ διαρρέοντα καὶ ἡδονικὸν μετιόντων βίον. διό‐ περ ἡμεῖς εὐξώμεθα μὴ βασιλεύσειν ἡμῶν τὴν ἁμαρτίαν πρὸς τὸν ἡμῶν θεὸν καὶ πατέρα μετὰ δακρύων λέγοντες· ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ἵνα τοῦ θεοῦ βασιλεύοντος ἐν
10ἡμῖν μηδένα ἔχῃ τόπον ἡ τυραννικὴ δυναστεία. ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἐθεωρήσαμεν ἐκ τῶν παλαιοτέρων ὁδηγηθέντες. πρὸς δὲ τοὺς λέγοντας κῆτος αἰσθητὸν εἶναι τὸν ὑπὸ τοῦ λόγου διαγραφέντα δράκοντα τοσαῦτα μὲν ἐροῦμεν· εἰ μὲν ὄντως ἔστι κῆτος τοιοῦτον, μανθάνετε, ὡς ἐξ ὁμοιώσεως τῶν θηρίων θεω‐
15ροῦμεν πολλάκις καὶ αὐτὸν τὸν διάβολον καὶ τῶν ἀνθρώπων τοὺς πο‐ νηρούς. καὶ περὶ μὲν τῶν δαιμόνων εἶπεν ὁ σωτήρ· ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθρο. πρὸς δὲ τὸν Ἡρώδην ἐκπέμπων ἔλεγεν· εἴπατε τῇ ἀλώπεκι ταύτῃ τὸ δολερὸν τοῦ
20ἤθους αὐτοῦ καὶ ἐπίκλοπον αἰνιττόμενος, ὥστε τύπον τινὰ ἔχουσι τοῦ διαβόλου τὰ θηρία, καθάπερ καὶ τῶν πονηρῶν ἀνθρώπων.
εἰ δὲ μὴ ἔστι τοιοῦτον θηρίον, οὐκέτι ἐξ ὁμοιώσεως, ἀλλ’ αὐτο‐379

380

προσώπως περὶ τοῦ διαβόλου τὰ εἰρημένα νοοῦνται, καὶ ὁ ὑμέτερος εἰς τὸ μηδὲν οἰχήσεται λόγος δοξαζόντων ὑφεστάναι τὸ μὴ ὑφεστηκός, ὥστε ὁ μὲν τῶν θεωρούντων τὰ εἰρημένα περὶ τοῦ δράκοντος κατὰ τοὺς τῆς ἀλληγορίας τρόπους καὶ εἰς τὸν διάβολον ἀναγόντων τὰ
5γεγραμμένα πάντως ἔρρωται καὶ ἀκίνητός ἐστιν, εἴτε ἔστι τι τοιοῦ‐ τον θηρίον αἰσθητόν, εἴτε καὶ μή, ὁ δὲ ὑμέτερος καὶ ἀμφίβολος καὶ
ἐσφαλμένος, ἕως ὅτε ἀποδειχθῇ, πότερον ἔστι τοιοῦτον θηρίον ἢ μή.380

381

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΝΑΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ· οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 ἠκούσαμεν ἀνωτέρω τοῦ Ἰὼβ λέγοντος· ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ζητῆσαι τοιγαροῦν ἄξιον, πῶς πάλιν φθέγγεται ὁ μηκέτι λαλεῖν ἐπαγγειλάμενος. παρὰ πόδα δὲ ἡ λύσις ἐστίν· ἐπειδὴ γὰρ σιωπήσειν ὑποσχόμενος ἀκήκοεν τοῦ θεοῦ λέγοντος· μ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου,
10ἄμεινον τίθεται τὸ θεῖον πρόσταγμα τῆς οἰκείας ὑποσχέσεως καὶ πά‐ λιν διαλέγεται, ὥστε κάλλιον τοῖς θείοις πείθεσθαι νόμοις ἢ τὰς οἰκείας πληροῦν ἐπαγγελίας, ὅταν δεσποτικὸν ἀντιπράττῃ βούλημα. διὸ καὶ ὁ Ἡρώδης καλῶς ἂν ἐποίει τοὺς οἰκείους ἀθετήσας ὅρκους καὶ μὴ τοῦ προδρόμου τὴν κεφαλὴν ἀφελόμενος· πλὴν τὸ πάντῃ κάλλι‐
15ον μὴ ῥᾳδίως ἐπαγγέλλεσθαι. μὴ ὅτι γε ὁ θεῖος Ἰὼβ καλῶς μὲν ὑπέ‐ σχετο μὴ λαλήσειν τιμῶν τὴν θείαν ὑπεροχήν, καλῶς δὲ καὶ αὖθις
φθέγγεται λύσαντος αὐτῷ τοῦ θεοῦ τῆς σιωπῆς τὴν ὑπόσχεσιν.381

382

(1t)

Αἱ λέξεις
2l42, 2 οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.
3 οὐ νῦν τοῦτο μεμαθηκέναι λέγει, ἀλλ’ εἰδέναι τὴν ἄμαχον τοῦ θεοῦ δύναμιν καὶ ὡς οὐδὲν ἀδύνατον τῇ παντοδυνάμῳ δυνάμει τοῦ θεοῦ.
5l42, 3 τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων
6lκαὶ σὲ οἴεται κρύπτειν;
7 ἀλλὰ καὶ τοῦτο οἶδα, ὡς καὶ ταῖς βουλαῖς ἐμβατεύεις καὶ πάντων τὰς ἐννοίας ἐπίστασαι καὶ οὐδείς ἐστιν, ὃς διαλαθεῖν σου δύναται τὸν πανεπίσκοπον ὀφθαλμόν.
10l42, 3 τίς δὲ ἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ
11lοὐκ ἠπιστάμην.
12 ἀντὶ τοῦ· οὐδεὶς πλὴν σοῦ. ποῖα δὲ ἦν, ἃ οὐκ ἠπίστατο ὁ δίκαι‐ ος Ἰὼβ ὁ τὰς περὶ θεοῦ δόξας θεοπρεπεῖς ἔχων; ἠγνόει τοιγαροῦν τὴν καθ’ ἑαυτὸν ὑπόθεσιν, καὶ ὅτι πεῖρά τις
15ἦν ἀρετῆς ὁ ἀγών. ταύτην ἔμαθεν ἀκηκοώς· οἴει δὲ μὴ ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; ἠγνόει τοῦ διαβόλου τὴν ἰταμωτάτην ἰσχύν, τὸ ἀμετάθετον, τοὺς δόλους, τὰς πανουργίας, καὶ ὅσα τούτοις ὅλως διαγράφων ἐδίδαξεν· ο, γάρ φησιν, ἑώρακας αὐτόν; ἔμαθε καὶ ταῦτα.
20 ἀμυδρῶς ἦν ἐλλαμφθεὶς τὰ περὶ τῆς τοῦ σωτῆρος οἰκονομίας· σα‐ φέστατα ταύτην ἐδιδάχθη καὶ ἐπιστώθη διὰ τῆς θείας ῥήσεως. ἔμαθε τοίνυν, ἅπερ οὐκ ᾔδει, πλείονα γνῶσιν προσειληφώς.
23l42, 4 ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἐρωτήσω δέ σε, σὺ382

383

(1l)

δέ με δίδαξον.
2 ἄξιον ζητῆσαι, πῶς ἐρωτήσειν ἐπαγγειλάμενος οὐδὲν ἐπηρώτησε τὸν θεόν, ἀλλὰ κατέπαυσε τὸν λόγον μήτε ἐρωτήσας, μήτε τινὰ ἀπό‐ κρισιν δεξάμενος. φαίνεταί μοι τοιγαροῦν τοιοῦτόν τινα νοῦν ἔχειν
5τὰ προκείμενα· ἐπειδὴ τοίνυν, φησίν, ἐδίδαξάς με, ἃ οὐκ ἠπιστάμην, εἰσάκουσόν μου, κύριε, καὶ ἐάν τι τῶν ἀγνοουμένων μαθεῖν βουλόμε‐ νος ἐρωτήσω σε, διδάσκειν με ἀξίωσον, ἵνα δυνηθῶ κἀγὼ λαλῆσαι καὶ ἑτέροις γενέσθαι τῶν ἀγνοουμένων διδάσκαλος παρὰ σοῦ τὴν γνῶσιν λαβών.
10l42, 5 ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ ὁ ὀφθαλμός μου ἑώ‐
11lρακέ σε.
12 πλείονα, φησίν, προσείληφα γνῶσιν περὶ σοῦ, ὅσον ὀφθαλμοὶ πλέ‐ ον ἀκοῆς ἔχουσιν. ἴσως δὲ καὶ τοῦτο λέγει διὰ τὸ τῆς ἐνανθρωπήσεως τοῦ μονογε‐
15νοῦς μυστήριον. ἀμυδρῶς γὰρ αὐτὸ πρότερον πληροφορούμενος τὴν τε‐ λειοτέραν περὶ αὐτοῦ προσείληφε γνῶσιν.
17l42, 6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ
18lσποδόν.
19ἐφαύλισα ἐμαυτὸν ὡς οἰηθέντα εἰδέναι τι, νῦν δὲ μαθὼν τὰ ὑπὲρ
20ἐμαυτὸν τῆς εὐτελείας τῆς ἐμῆς φύσεως τὸ μικροπρεπὲς κατενόησα. θεώρει δέ μοι τοὺς ἁγίους ἄνδρας, πῶς, ὅτε μειζόνων ἀξιοῦνται,
πλείονα κτῶνται ταπεινοφροσύνην.383

384

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα 〈ταῦτα〉 τῷ Ἰώβ, εἶπεν ὁ θεὸς Ἐλιφὰζ τῷ Θαιμανί‐ τῃ.
5tΠροθεωρία τοῦ κεφαλαίου
6 μεγάλως ὁ θεὸς τοὺς οἰκείους τιμᾷ θεράποντας· ὅπουγε καὶ νῦν τιμωρίας ἀξίων φανέντων τῶν ἀμφὶ τὸν Ἐλιφὰζ διὰ τὸ τοῦ δικαίου καταψηφίσασθαι, ἀνῆκε τὴν ἀπειλὴν ὁ θεὸς καὶ τὴν τιμωρίαν συνεχώ‐ ρησεν, αὐτῷ τῷ δικαίῳ τὴν συγχώρησιν χαριζόμενος.
10 εἰ δέ τις ἐρεῖ φιλομαθῶς κινούμενος· διὰ τί τὴν Μαριὰμ ἐλέ‐ πρωσε κατὰ Μωυσέως λαλήσασαν—εἰ καὶ ὕστερον ἀποκατέστησεν αὐ‐ τῆς τὸ σῶμα τιμῇ πάλιν τῇ πρὸς τὸν ἑαυτοῦ θεράποντα—, τοῖς δὲ ἀμφὶ τὸν Ἐλιφὰζ εὐθὺς τὴν συγχώρησιν δέδωκε μηδὲν αὐτοὺς περιερ‐ γασάμενος, φαμέν, ὅτι ἡ μὲν Μαριὰμ διὰ τῆς εἰς Μωυσέα λοιδορίας
15καὶ κατὰ θεοῦ τὴν βλασφημίαν ἔφερεν τοῦ δοξάσαντος τοῦ ἱεροφάντου τὸ πρόσωπον, οἱ δὲ φίλοι τοῦ Ἰὼβ τὴν ὑπὲρ θεοῦ συνηγορίαν ἀναδε‐ ξάμενοι εἰς μόνον τὸν δίκαιον ἐξημάρτανον ἀδίκως αὐτοῦ τὴν ἀσέ‐ βειαν καταλέγοντες. εἰ δὲ καὶ ζητήσεις· Ἀαρὼν δέ, διὰ τί μηδὲν ὑπέστη δεινόν, φαμέν, ὅτι τοῦ θεοῦ τιμῶντος τὴν ἱερωσύνην. δύο
20οὖν ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ ἁμαρτίας ἔνοχον τὸ τῶν δικαίων
κατηγορεῖν καὶ ὁ θεὸς τιμῇ τῇ πρὸς αὐτοὺς συγχωρεῖ τὰ ἁμαρτήματα.384

385

(1t)

Αἱ λέξεις
2l42, 7 ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦ‐
3lτα τῷ Ἰώβ, εἶπεν ὁ κύριος Ἐλιφὰζ τῷ θαιμανίτῃ.
4ἔοικεν ὁ Ἐλιφὰζ αἰδεσιμώτερος τῶν ἄλλων τυγχάνειν· διὸ καὶ
5πρότερος τῆς πρὸς τὸν Ἰὼβ ἄρχεται διαλέξεως, καὶ νῦν ὁ κύριος πρὸς αὐτὸν διαλέγεται, καὶ ταῦτα τῶν λόγων τοῖς τρισὶν ἁρμοζόντων φίλοις. θεώρει δέ, ὡς εἰς ἐπήκοον ἁπάντων ὁ θεὸς ἐλάλει, ὡς ἂν εἰς πάντας ἡ τοῦ Ἰὼβ ἀρετὴ διὰ τῆς θείας μαρτυρίας κατάδηλος γέ‐ νηται.
10l42, 7 ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν
11lμου ἀληθὲς οὐδέν, ὡς ὁ θεράπων μου Ἰώβ.
12 κατανόει τῆς θείας ῥήσεως τὴν ἀκρίβειαν· ὅσον μὲν γὰρ παρὰ ἀν‐ θρώποις καλῶς μὲν ἐποίουν οἱ φίλοι θεῷ συνηγοροῦντες, οὐ καλῶς δὲ ἐποίει ὁ Ἰὼβ πρὸς θεὸν θέλων δικάσασθαι—ὅπουγέ τινες καὶ μέχρι
15νῦν προσκόπτουσι τοῖς αὐτοῦ ῥήμασι τῇ τῶν λέξεων προφορᾷ μόνῃ προσέχοντες—, παρὰ δὲ τῇ θείᾳ καὶ ἀδεκάστῳ καὶ ἀπροσωπολήπτῳ κρίσει τὸ ἐναντίον ἐφάνη. διὸ καὶ εἶπεν· ἐνώπιόν μου· παρ’ ἐ‐ μοὶ γάρ, φησίν, κριτῇ ὑμεῖς μὲν οὐδὲν ἀληθὲς ἐλαλήσατε ἀδίκως κα‐ τὰ τοῦ δικαίου τὰς ψήφους ἐκφέροντες, ὁ δὲ ἐμὸς θεράπων Ἰὼβ μετὰ
20τῆς ψιλῆς ἀληθείας πάντα ἐφθέγξατο. οὐ γὰρ διὰ ἁμαρτίας ἔπασχεν, ἀλλ’ ἵνα ἀναφανῇ δίκαιος. τίς οὖν δύναται λόγων κατηγορεῖν,
ὧν ὁ κύριος ἐπαινέτης κατέστη διὰ τῆς οἰκείας ἐπικρίσεως; καὶ385

386

ἐπιτήρει, πῶς οἰκεῖον θεράποντα τὸν Ἰὼβ καλεῖ κἀν τῇ προσηγορίᾳ τιμῶν τὸν δίκαιον· καὶ οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις τοῦτο ποιεῖ.
4l42, 8 νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς, καὶ πορεύθητε
5lπρὸς τὸν θεράποντά μου Ἰώβ, καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν.
6 ὁ ἑπτὰ παρὰ τῇ γραφῇ τίμιος καὶ τέλειος ἀριθμός. τέλεια τοι‐ γαροῦν θύματα κελεύονται προσφέρειν ὡς μεγάλα ἐξημαρτηκότες, αὐ‐ τὸν δὲ τὸν Ἰὼβ ἱερέα κελεύει γενέσθαι καὶ τὰς ὁλοκαρπώσεις ἀνα‐ φέρεσθαι δι’ αὐτοῦ προστάττει· οὕτω γάρ, φησίν, δίκαιός ἐστιν, ὡς
10καὶ ὑπὲρ ἑτέρων πρεσβεύειν· πρὸ δὲ τοῦ νόμου οἱ ἅγιοι δι’ ἑαυτῶν τὰς θυσίας προσέφερον ὥσπερ καὶ ὁ Ἀβὲλ καὶ ὁ Νῶε καὶ ὁ Ἀβραάμ.
12l42, 8 Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται ὑπὲρ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον
13lαὐτοῦ λήψομαι· εἰ μὴ γὰρ δι’ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς. οὐ γὰρ ἐλα‐
14lλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ.
15 βαβαὶ τιμῆς ὑπερβολῇ, ἣν τοῖς ἁγίοις ὁ κύριος ἀπονέμει. θανάτου μὲν γὰρ ἔνοχον ἀποφαίνει τὸ τῶν δικαίων καταλαλεῖν, καὶ τὴν θανα‐
τηφόρον δὲ τιμωρίαν συγχωρεῖ τιμῇ τῇ πρὸς αὐτούς.386

387

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ΠΡΩΤΟΝ
2〈Ἀρχὴ τοῦ ῥητο·〉 ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης.
3tΠροθεωρία τοῦ κεφαλαίου
4ἤρξατο μέν, ἀφ’ οὗ ὁ θεὸς ἐχρημάτισε πρὸς αὐτόν, τὰ ἔπαθλα τῷ
5δικαίῳ διδόσθαι. αὐτὸ γὰρ τὸ καταξιωθῆναι τῆς θείας ὁμιλίας καὶ διδασκαλίας καὶ μαρτυρίας πρῶτον ἐδέξατο στέφανον, νῦν βραβεῖα δέχεται δεύτερα τὸ ὑπὲρ τῶν φίλων εὔχεσθαι καὶ τῶν ἀγώνων δέχε‐ σθαι γέρα τὴν αὐτῶν συγχώρησιν.
9tΑἱ λέξεις
10l42, 9—10 ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης
11lκαὶ Σωφὰρ ὁ Μιναῖος, καὶ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς ὁ κύρι‐
12lος. καὶ ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ. ὁ δὲ κύριος ηὔξησε τὸν
13lἸώβ, εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς
14lτὴν ἁμαρτίαν· ἔδωκε δὲ ὁ κύριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν τῷ Ἰώβ,
15lεἰς διπλασιασμόν.
16 ὄντως ἱκανὴ τιμὴ καὶ περιφάνεια τὸ εὐχῇ δυσωπῆσαι τὸν θεόν, ἐφ’ ᾧ λῦσαι τὴν ἁμαρτίαν. διὸ πρὶν εἰπεῖν τὰ διπλᾶ τῆς περιουσίας
εἶπεν· ὁ δὲ κύριος ηὔξησε τὸν Ἰώβ. καὶ ὁ εἱλκωμένος καὶ387

388

πένης καὶ ἀπερριμμένος ὑπὲρ τῶν ὑγιαινόντων καὶ πλουσίων καὶ πε‐ ριφανῶν ηὔχετο. ὥστε καὶ νῦν, ἐὰν ἴδωμεν ἄνθρωπον πένητα καὶ νο‐ σοῦντα ὑπὲρ ἑτέρων εὐχόμενον καὶ προχωροῦσαν τὴν εὐχὴν εἰς ἔργον, τὴν πλουσίαν τοῦ θεοῦ θαυμάσαντες χάριν καὶ ἡμεῖς ἐν τοῖς ὁμοί‐
5οις γενόμενοι μὴ δυσχεράνωμεν· ἴσως καὶ εἰς ἡμᾶς ἡ πλουσιόδωρος τοῦ κυρίου ἐπιφοιτήσει δωρεά. θεώρει δὲ ἐνταῦθα τοῦ Ἰὼβ τὸ ἀμνησίκακον· πρῶτος γὰρ οὗτος τὴν θαυμαστὴν ταύτην ἀφῆκε φωνήν· κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, ἣ καὶ ὁ πρωτομάρτυς ὕστερον ἐφθέγξατο Στέ‐
10φανος. περὶ γὰρ τοῦ κυρίου μου Ἰησοῦ τί δεῖ καὶ λέγειν, ὅπουγε καὶ περὶ τῶν σταυρούντων αὐτὸν ἀπολογούμενος συμπαθῶς ἔλεγεν·
πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.388

389

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ΔΕΥΤΕΡΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτόν.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 ὥσπερ ἐν τῷ πειρασμῷ τοσαύτη τις γέγονεν αὐτῷ ἐγκατάλειψις ὡς καὶ τὴν βασιλίδα αὐτοῦ γυναῖκα θητεύειν ἐπὶ μισθῷ, οὕτω τῆς θείας ἐπιφοιτησάσης χάριτος πάντα λοιπὸν εὐοδοῦται τῷ μακαρίῳ Ἰώβ, καὶ συντρέχουσι πρὸς αὐτὸν συγγενεῖς, φίλοι, δωροφοροῦσιν, ἑστιῶνται. καὶ πάντα αὐτῷ λοιπὸν ὑπῆρχε θυμηδίας ἀνάμεστα.
10tΑἱ λέξεις
11l42, 11 ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ
12lπάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτόν, καὶ πάντες, ὅσοι
13lᾔδεισαν αὐτὸν ἐκ πρώτου.
14ἀδελφοὺς καὶ ἀδελφὰς πάντας τοὺς συγγενεῖς εἴωθεν ἡ θεία προσα‐
15γορεύειν γραφή. φήμη δὲ ἀγαθὴ κατὰ θεοῦ χάριν περιτρέχουσα καὶ τὰ κατ’ αὐτὸν περιαγγέλλουσα πάντας πρὸς αὐτὸν τοὺς γνωρίμους ἐκάλει. τὸ δὲ ἤκουσαν πάντα τὰ συμβεβηκότα αὐτῷ οὐχ ὅτι ἠγνόουν τὰ τῆς συμφορᾶς, ἀλλ’ ὅτι ἕκαστος πρὸς τὸν πλησίον ἅπαντα
ἔλεγε τά τε τοῦ πειρασμοῦ καὶ τῆς θείας ἐπισκέψεως· καὶ ἡδὺ πᾶσι389

390

καὶ ἐπωφελὲς διήγημα τὰ κατὰ τὸν Ἰὼβ ἐτύγχανεν.
2l42, 11 φαγόντες δὲ καὶ πιόντες παρ’ αὐτῷ παρεκάλεσαν αὐτὸν 〈καὶ
3lἐθαύμασαν〉 ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος. ἔδωκε δὲ αὐτῷ
4lἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον.
5 πάλιν ὁ ἀμνησίκακος καὶ ἀγαπητικὸς Ἰὼβ ἡδέως δέχεται τοὺς προσιόντας, καὶ οὐκ ἀποσείεται τὰ παρ’ αὐτῶν ἐπενεχθέντα οὐδὲ πέ‐ πονθεν, ὅπερ πάσχουσιν οἱ πολλοί, οὐδὲ εἶπε τοῖς προσερχομένοις· ἐπειδὴ παρὰ τὴν νόσον οὐκ ἐπεσκέψασθέ με οὐδὲ ἐπεκουρήσατέ μοι, οὐδὲ νῦν ὑμᾶς προσίεμαι οὐδὲ τῶν παρ’ ὑμῶν ἐπιδέομαι. ἀλλὰ καὶ
10ἡδέως ἐδέξατο τοὺς συνελθόντας ὡς οὐδέν τι πεπονθὼς παρ’ αὐτῶν, καὶ συνευωχήθη καὶ παράκλησιν τὸ πρᾶγμα νενόμικεν. ἐπειδὴ γὰρ κατὰ θεοῦ χάριν συνέτρεχον, οὐκ ἀπεσείσατο τὴν θείαν δωρεάν, ἀλλ’ ἡδέ‐ ως ἅπαντας περιεπτύξατο, ἐπεὶ καὶ ὁ μέγας Ἀβραὰμ ὁ τούτου πρόγο‐ νος τὰ τοῦ Φαραὼ προσεδέξατο δῶρα θείαν εἶναι δωρεὰν τὸ πρᾶγμα
15τιθέμενος.390

391

(1t)

ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ΤΡΙΤΟΝ
2 Ἀρχὴ τοῦ ῥητο· ὁ δὲ κύριος ηὐλόγησε τὰ ἔσχατα {τοῦ} Ἰὼβ ἢ τὰ ἔμπροσθεν.
4tΠροθεωρία τοῦ κεφαλαίου
5 ἐντεῦθεν καταριθμεῖται τῆς περιουσίας τὸν διπλασιασμὸν καὶ θείαν εὐλογίαν εἶναι λέγει τὰ σωματικὰ ἀγαθά. ἐπηγγέλλετο γὰρ τοῖς παλαιοτέροις εἰς εὐλογιῶν μοῖραν ἥ τε παιδογονία καὶ ἡ τῶν ὑπαρχόντων αὔξησις, ὥσπερ καὶ τοὐναντίον εἰς κατάραν αὐτοῖς κατελογίζετο.
10 ἐπειδὴ τοίνυν πρὸ νόμου τυγχάνων νομικῶς ὁμοῦ καὶ εὐαγγελικῶς ἐπολιτεύσατο, εἴληφε μὲν τὰς κατὰ νόμον εὐλογίας, ἀπόκειται δὲ αὐτῷ καὶ τὰ τοῖς ἁγίοις ἐπηγγελμένα ἐν τῷ μέλλοντι αἰῶνι, ὅσα ὑ‐ πὲρ λόγον καὶ ὑπὲρ τὴν ἡμετέραν ἔννοιαν. ἀπὸ δὲ τοῦ γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι
15ἕως τοῦ τέλους φασὶ μέν τινες μὴ εἶναι ταύτης τῆς ἱερᾶς γραφῆς, ἀλλὰ παρεγγεγράφθαι τῷ βιβλίῳ τὰ ῥήματα. ἡμεῖς δὲ ἐν πᾶσι τοῖς Ἑλληνικοῖς ἀντιγράφοις οὕτως εὑρηκότες γεγραμμένην τὴν βίβλον
πάντα τὰ ἐγγεγραμμένα οὕτω δεχόμεθα ὡς παρὰ τῶν πατέρων εἰλήφαμεν.391

392

(1t)

Αἱ λέξεις
2l42, 12 ὁ δὲ κύριος ηὐλόγησε τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν.
3 τὰ μὲν πρῶτα οὐκ ἆθλα ἀρετῆς ἐδέδοτο τῷ Ἰὼβ, ἀλλ’ ἵνα ἐν αὐ‐ τοῖς ἐγγυμνασθῇ, καὶ ἦν ὁ πλοῦτος αὐτῷ τῶν ἀγωνισμάτων ὑπόθεσις.
5ἐπειδὴ δὲ ἠγωνίσατο καὶ διδάσκαλος ἅπασι γέγονεν, ὅπως προσήκει τῷ πλούτῳ χρήσασθαι, εἶτα καὶ ἀφαιρεθεὶς τῶν ὑπαρχόντων ἐν τοῖς τῆς πενίας νομίμως ἠγωνίσατο σκάμμασιν, γέρα τῆς ἀρετῆς τὸν διπλασι‐ ασμὸν τῶν ὑπαρχόντων ὁ μέγας ἀγωνοθέτης αὐτῷ δίδωσιν.
9l42, 12—13 ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κά‐
10lμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι.
11lγεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.
12 τὰ μὲν τῶν ἀλόγων ὡς ἀπολομένων διπλᾶ δέδοται. ἐπειδὴ δὲ οἱ παῖδες οἱ ἀποθανόντες οὐκ ἀπώλοντο, ἀλλὰ ζῶσι θεῷ, οὗτοι τοῖς προτέροις ἰσάριθμοι δέδονται, ὡς ἂν καὶ παῖδας ἀπολάβοι τῶν προτέρων
15διπλοῦς ζώντων μὲν τῶν προαπελθόντων, τῶν δὲ δευτέρων ἐπιγενομένων.
16l42, 14 καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν.
17 οἶμαι τὸν μακάριον Ἰὼβ εἰς ἔνδειξιν τῶν θεόθεν αὐτῷ δοθέντων ἀγαθῶν ταῖς θυγατράσι τεθηκέναι τὰς προσηγορίας. διὸ τὴν πρώτην Ἡμέραν ἐκάλεσεν ὡς ἀπό τινος βαθείας νυκτὸς τῶν περιστοιχισάντων
20αὐτὸν κακῶν ἡμέρας αὐτῷ φωτεινῆς ἐπιλαμψάσης θεόθεν αὐτῷ δοθείσης εὐημερίας.
22l42, 14 τὴν δὲ δευτέραν Κασίαν.392

393

ὡς ἤδη λοιπὸν ἐν εὐωδίᾳ τινὶ καὶ ἀπολαύσει τῶν ἀγαθῶν γινόμε‐ νος, οὕτω τὴν δευτέραν ἐκάλεσεν.
3l42, 14 τὴν δὲ τρίτην Ἀμαλθείας κέρας.
4ὡς πάντων λοιπὸν πανταχόθεν περιρρεόντων αὐτῷ τῶν ἀγαθῶν οὕτω
5τὴν τρίτην ἐκάλεσεν. Ἀμαλθείας γὰρ κέρας οἱ παλαιοὶ τὴν τῶν ἀγα‐ θῶν ἀφθονίαν ἐκάλουν. ἐκ μὲν ποίας 〈αἰτίασ〉 οὐκ ἔχω λέγειν· Ἕλληνες δὲ μύθους πλάτ‐ τοντες λέγουσιν αἶγά τινα γεγενῆσθαι τὴν Ἀμάλθειαν, ῥεῖν δὲ ἀπὸ τοῦ κέρατος τῆς αἰγὸς οἶνον, μέλι καὶ γάλα καὶ ὅτι ἂν ἐπιζητήσῃ.
10ἐγὼ δὲ πιθανώτερον ἀναπλάττω μῦθον ὡς ἐοικέναι τῇ ἀληθείᾳ· φημὶ γὰρ τὴν αἶγα τὴν λεγομένην Ἀμάλθειαν τὴν γῆν ἀνορύττουσαν τῷ κέ‐ ρατι θησαυρὸν κεκρυμμένον ἀποκαλύψαι, τὸν δὲ αἰπόλον πλούσιον εὐ‐ θὺς ἐκ πένητος ἀναφανῆναι καὶ οὕτω τῆς Ἀμαλθείας τὸ κέρας εἰς παράστασιν εὐδαιμονίας πρὸς ἀνθρώπων ὀνομάζεσθαι.
15 ἔστι δὲ καὶ ἄλλους μυρίους ἀναπλάσαι μύθους τῶν Ἑλληνικῶν πιθανωτέρους, ἀλλ’ οὐ σχολή γε τοῖς τῆς ἀληθείας ἐπιμεληταῖς τούτοις προσέχειν τὸν νοῦν. ἴσμεν δὲ μόνον, ὅτι ἐκ παλαιοῦ τῆς
Ἀμαλθείας τὸ κέρας εἰς δήλωσιν ἀφθόνων ἀγαθῶν ἐκλαμβάνεται, ὥστε393

394

κἂν σειρήνων ἡ γραφὴ μέμνηται, κἂν κοιλάδος Τιτάνων, κἂν Γιγάντων τῶν π’ αἰῶνος ὀνομαστῶν, οὐκ, ἐπειδή τινα περὶ τούτων Ἕλ‐ ληνες μυθολογοῦσιν, τὰ τῆς ἱερᾶς ἀθετοῦμεν γραφῆς ῥήματα, ἀλλ’ ἐκείνοις μὲν τοὺς μύθους καὶ τὰ πλάσματα καὶ τὰ γραώδη σοφίσματα
5καταλιμπάνομεν, ἡμεῖς δὲ πανταχοῦ τῆς ἀληθείας μεταποιούμεθα πανταχόθεν ἑαυτοῖς ἐκ τῆς θεοπνεύστου γραφῆς τὰ ψυχωφελῆ ποριζό‐ μενοι. εἰ δὲ δεῖ τι καὶ πνευματικὸν θεωρῆσαι ἐν τοῖς τόποις· ὅταν ὁ φωσφόρος τοῦ θεοῦ λόγος ἐν ταῖς καρδίαις ἡμῶν ἀνατεί‐
10λ, ἡμέρα ἡμῖν ἐπιλάμπει, προκόπτοντες δὲ Χριστοῦ εὐωδία γινόμεθα, περὶ οὗ γέγραπται· σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, αὐξανομένοις δὲ καὶ εἰς τελείωσιν ἐρ‐ χομένοις τότε καὶ Ἀμαλθείας κέρας ἡμῖν ἐγγίνεται ἡ τῶν πνευματι‐ κῶν χαρισμάτων ἀφθονία. εἰ δὲ καί τινα μυστικώτερον ἔχουσι λό‐
15γον τὰ γεγραμμένα, τοῖς διαβατικώτερον καὶ ὑψηλότερον θεωρεῖν δυ‐ ναμένοις καταλιμπάνομεν.
17l42, 15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν
18lἐν τῇ ὑπ’ οὐρανόν.
19καὶ τοῦτο πατέρων εὐδαιμονία, τὸ τέκνα ὡραῖα καὶ εὐπρόσωπα
20κεκτῆσθαι. καὶ γὰρ καὶ τῆς Σάρας ἐπαινεῖ τὴν ὄψιν ἡ γραφὴ καὶ τοῦ394

395

Ἰωσὴφ καὶ τοῦ Δαυίδ. νόει μοι δὲ τὸ κάλλος καὶ κατὰ ψυχήν, ὥστε τὸ βελτίους ἐπί τε ψυχῆς καὶ σώματος ἐκλαμβάνεσθαι. πρὸς δὲ διάνοιαν τρεῖς τινες ἀριστεῖαι τῷ Ἰὼβ γεγόνασιν, καθ’ ἃς μέχρι τῶν καιρῶν ἐκείνων οὐχ εὑρέθησαν ἐν τῇ ὑπ’ οὐρανόν· ἡ πρὸ
5τῶν πειρασμῶν ἐν τῷ πλούτῳ, ἡ ἐν αὐτοῖς μέσοις τοῖς ἀγωνίσμασιν, ἡ μετὰ τοὺς πειρασμούς. ἐν γὰρ τοῖς τρισὶ τούτοις καιροῖς ἄριστα ἀγωνισάμενος τρεῖς ὡραίας ἐσχηκέναι λέγεται θυγατέρας μενούσης μὲν καὶ τῆς ἱστορίας, ἀναγομένου δὲ καὶ τοῦ λόγου ἐπὶ τοὺς τρεῖς καιρούς, καθ’ οὓς ἄριστα ἀγωνισάμενος καρποὺς ὡραίους καὶ γεννήμα‐
10τα περιφανῆ καὶ πᾶσι γνώριμα προηνέγκατο.
11l42, 15—17 ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.
12lἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα
13lἔτη ἔζησε διακόσια τεσσαράκοντα ὀκτώ. καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς
14lαὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν. καὶ ἐτελεύ‐
15lτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.
16 πάσας εἴληφε τὰς κατὰ νόμον ἐπαγγελίας ὁ τὸν νόμον γραπτὸν ἐν τῇ διανοίᾳ περιφέρων πρὶν ἀκοῦσαι νόμου. ἦν γὰρ νόμου πληρωτής, εἰ καὶ μὴ μαθητής.
19l42, 17a γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ κύριος
20lἀνίστησιν.
21 τῶν δικαίων δηλονότι. οἱ γὰρ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων.
23l42, 17b οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου.
24καὶ ταῦτα τὰ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους
25ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφάναντος τῇ βίβλῳ.395

396

πλὴν ὅμως πάντα δεχόμεθα οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειλη‐ φότες.
3l42, 17b ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδου‐
4lμαίας καὶ Ἀραβίας. προυπῆρχε δὲ ὄνομα τῷ Ἰὼβ Ἰωβάβ, λαβὼν δὲ
5γυναῖκα Ἀράβισσαν γεννᾷ υἱὸν ὄνομα Ἐννών. τὰς μετονομασίας ἐπὶ τῶν ἁγίων εὑρίσκομεν, ὡς τὸν Ἀβρὰμ Ἀ‐ βραὰμ ὀνομαζόμενον καὶ τὸν Πέτρον Κηφᾶν, ὥστε καὶ τοῦτο σημεῖον τῆς τοῦ ἁγίου Ἀβραὰμ ῥίζης τὸ πρότερον καλεῖσθαι τὸν Ἰὼβ Ἰωβάβ. ἐπειδὴ δὲ τῆς παλαιᾶς τοῦ Ἰὼβ ὀνομασίας ἐμνήσθη, καλῶς καὶ τῆς
10αὐτοῦ γυναικὸς ἐμνημόνευσε τῆς Ἀραβίσσης. οὐ γὰρ ἑτέραν ἠγάγετο γυναῖκα, ὥς γε νομίζω, ἀλλ’ αὕτη ἦν ἡ πρώτη, ἐξ ἧς γέγονεν αὐτῷ ὁ Ἐννών, εἴτε εἷς τῶν πρώτων παίδων, εἴτε καὶ τῶν δευτέρων. καὶ εἰ μέν τις λέγει τὴν πρώτην τεθνηκέναι καὶ μὴ ἀπολαῦσαι τῶν ἀγαθῶν, φαμέν, ὅτι τοῦτο ὑπέστη διὰ τὸ εἰρηκέναι τῷ Ἰώβ· εἰπόν τι ῥῆ‐
15μα πρὸς κύριον καὶ τελεύτα. εἰ δὲ αὕτη ἐστιν ἡ περιοῦσα καὶ τῶν ἀγαθῶν ἀπολαύσασα, λέγομεν, ὅτι διὰ τὸ σωφρονεστέραν αὐ‐ τὴν γενέσθαι διὰ τῆς ἐπιτιμήσεως τοῦ δικαίου καὶ μὴ ἀντειπεῖν πρὸς τὴν συμβουλὴν δέδοται αὐτῇ καὶ τῶν ἀγαθῶν ἡ ἀπόλαυσις. πλὴν οὐκ ἀνάγκη τὰ τοιαῦτα λεπτολογεῖν.
20l42, 17c ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὰ τῶν Ἠσαῦ υἱῶν υἱός, μητρὸς
21lΒοσώρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ.
22κεῖται δὲ ἡ γενεαλογία ἐν Παραλειπομέναις. ἀπὸ γὰρ Ἀβραὰμ
Ἰσαάκ, ἐκ δὲ τούτου Ἠσαύ, ἐξ οὗ Ῥαγουήλ, ἀπὸ δὲ τούτου Ζάρα ὁ396

397

τοῦ Ἰὼβ πατήρ. πέμπτος οὖν ἀπὸ Ἀβραὰμ ὁ Ἰὼβ μὴ συναριθμουμένου, δηλονότι, τοῦ Ἀβραάμ, ὅθεν καὶ λέγομεν αὐτὸν πρὸ νόμου τυγχάνειν. ὁ γὰρ Μωυσῆς ἕκτος ἀπὸ Ἀβραὰμ εὑρίσκεται οὕτως· Ἀβραὰμ Ἰσαὰκ Ἰακὼβ Λευὶ Καὰθ Ἀμβρὰμ Μωυσῆς. ἢ οὖν πρὸ Μωυσέως εὑρίσκεται
5προλαμβάνων γενεὰν μίαν, ἢ κἂν δῶμεν αὐτὸν συγχρονίσαι τῷ Μωυσεῖ, οὔπω δὲ νόμου γέγονε μαθητής. ἡμεῖς μὲν οὖν οὕτω φαμέν, ἐπεὶ καὶ πολλοῖς τῶν 〈ἐν〉 ἐκκλησίᾳ διαπρεψάντων καὶ παλαιοτέροις ἐξηγηταῖς οὕτως ἐδόκει. εἰ δέ τις φιλονεικῶν λέγει αὐτὸν ἀκηκοέναι τοῦ νόμου, καὶ οὕτως ὁ Ἰὼβ θαυ‐
10μασιώτερος ἀναφανήσεται τῶν μὲν Ἰσραηλιτῶν μὴ φυλαξάντων τὸν νό‐ μον, ἀλλὰ καὶ εἰδώλοις θυσάντων, τοῦ δὲ Ἰὼβ νομικῶς ὁμοῦ καὶ εὐ‐ αγγελικῶς ἐν Ἰδουμαίᾳ πολιτευσαμένου.
13l42, 17d καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ, ἧς καὶ
14lαὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐ‐
15lτοῦ Δεναβά· μετὰ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ τοῦτον Ἀ‐
16lσὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Αὐσίτιδος χώρας· μετὰ δὲ τοῦτον Ἀδὰδ
17lυἱὸς Βαράδης ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ
18lπόλει αὐτοῦ Γεθθαίμ.
19οὕτω καὶ ἐν Παραλειπομέναις εὑρήσεις, ὥστε, ὅταν λέγῃ περὶ
20ἑαυτοῦ ὅτι· ἤμην ἐν μέσῳ αὐτῶν ὡς βασιλεὺς ἐν μονο‐ ζώνοις, ἢ ὅτι καὶ πρὸ τῆς βασιλείας διὰ τὴν ἀρετὴν ὡς βασιλεὺς ἐτιμᾶτο, ἢ τὸ ὡς οὐχ ὁμοιωματικῶς εἴρηται, ἀλλ’ ἐπ’ αὐτῆς τῆς ἀ‐ ληθείας, ὅτι βασιλεὺς ἐτύγχανεν.
24l42, 17e οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι· Ἐλιφὰζ τῶν Ἠσαῦ υἱῶν
25lΘαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων397

398

(1l)

βασιλεύς.
2 καλῶς πάλιν τῶν φίλων ἐμνημόνευσεν ὁ λόγος μονονουχὶ λέγων· ἐπὶ τῶν περιφανῶν τούτων καὶ ἀπαραγράπτων προσώπων γέγονε τὰ κατὰ τὸν Ἰώβ. ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθή‐
5σεται, φησὶν ἡ γραφή. τὸ μὲν οὖν πονημάτιον σύντομον, ὡς ἐπετάξατε, τετέλεσται, ὦ Ἰωάννης καὶ Ἰουλιανὲ οἱ θεοσεβέστατοι, ὥσπερ καὶ εἰς τὸν Ἐκκλη‐ σιαστήν. ὑμεῖς δὲ τὸ ἀτελεύτητον μὴ παύσησθε ἡμῖν εἰσφέροντες χρέ‐ ος, τὰς εὐχάς φημι καὶ τὴν ἀγάπην, μαθηταὶ γνήσιοι τοῦ τῆς ἀγά‐
10πης υἱοῦ τυγχάνοντες καὶ τῆς λεγούσης ἐντολῆς πληρωταί· μη‐ δενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν, ὃ δὴ καὶ ἄλλοις καὶ πᾶσιν ἡμῶν τοῖς ἀδελφοῖς εἰσφέροντες μὴ παυσώμεθα εὐπροσδέκτοις εὐχαῖς τοῦ μακαρίου προφήτου καὶ ἀγωνιστοῦ καὶ καλ‐ λιστεφάνου καὶ ἀμέμπτου Ἰὼβ μόνῃ χάριτι τοῦ κυρίου καὶ σωτῆρος
15ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα τιμὴ κράτος σὺν ἁγίῳ
πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.398