TLG 2860 002 :: ALEXANDER :: Inventio crucis (epitome prioris libelli)

ALEXANDER Scr. Eccl., Monachus, fiq Alexander Monachus Scriptor De Inventione Crucis
(Cyprius: A.D. 6?)

Inventio crucis (epitome prioris libelli)

Citation: Page — (line)

1tΑΛΕΞΑΝΔΡΟΥ ΜΟΝΑΧΟΥ ΙΣΤΟΡΙΟΓΡΑΦΟΥ
2tΙΣΤΟΡΙΚΟΝ ΕΓΚΩΜΙΟΝ
3tΠΕΡΙ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.

4077

Κατ’ ἐκεῖνον τὸν χρόνον ὁ τῆς Αἰλίας ἐπίσκοπος Μακάριος ὁ φερώνυμος ἦν Ἑρμονᾶν διαδεξάμενος. Ὁ δὲ Μέγας Κωνσταντῖνος μονοκράτωρ γενόμενος πᾶσαν τὴν φροντίδα εἰς τὰ θεῖα μετήνεγκεν. Ἀνοικο‐
5δομῶν τὰς ἐκκλησίας, ἐπ[ε]ὶ φιλοτίμως πλουτῶν [ἦν] ἐκ τοῦ δημοσίου λόγου, ἔν τε χρήμασι καὶ ἀναλώμασι, καὶ παντοίοις κειμηλίοις. Καὶ πρῶτον νόμον ἔγρα‐ ψεν ἀποδίδοσθαι τοὺς τῶν εἰδώλων ναοὺς τοῖς τῷ Χριστῷ ἀφιερωμένοις, καὶ τοὺς ἕτι εἰδωλολατροῦν‐
10τας, κεφαλικαῖς ἐπιτιμᾶσθαι τιμωρίαις. Δεύτερον νόμον ἔγραψεν, Χριστιανοὺς μόνους ὀρθοδοξοῦντας στρατεύεσθαι, ἐθνῶν τε καὶ στρατοπέδων τούτους ἄρχειν. Τρίτον νόμον ἔγραψεν, ἀπράκτους εἶναι τὰς πασχαλίας ἑβδομάδας δύο, μίαν πρὸ, καὶ μίαν
15μετά. Καὶ ἦν λοιπὸν εἰρήνη βαθεῖα, καὶ χαρὰ ἐν ὅλῃ τῇ οἰκουμένῃ, πάντων τῶν ἐθνῶν ὁσημέραι προστρε‐ χόντων τῇ πίστει, καὶ βαπτιζομένων, καὶ ἰδίαις χερσὶ τοὺς πατρῴους θεοὺς συντριβόντων. Ἀλλὰ ταῦτα οὐκ ἦν φορητὰ τῷ ἀλάστορι δαίμονι,
20ἀλλὰ πάλιν εἰς ἑαυτὸν ἐδραματούργει, πῶς ἂν ἐκκό‐ ψει τὴν τοσαύτην τῶν ἀνθρώπων χαρμονήν. Καὶ πεῖσαι μὲν τοὺς ἀνθρώπους θεοποιεῖσθαι τὴν κτίσιν οὐκέτι οἷός τε ἦν· ἐφωράθη γὰρ ἡ ἀπάτη αὐτοῦ. Τὸν δὲ Κτίστην συντάξαι τοῖς κτίσμασι παραπεῖσαι ἐπει‐
25ράθη τοὺς ἀστηρίκτους. Καὶ ἦν πάλιν τάραχος οὐκ ὀλίγος ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, Ἀρείου τινὸς Ἀλεξανδρέως ἄνω καὶ κάτω κυκλοῦντος, καὶ τὴν οἰκουμένην ταράττοντος. Συναπήχθησαν δὲ αὐτῷ ἐπίσκοποί τινες ὀλίγοι τὸν ἀριθμὸν, ὧν πρῶτος Εὐ‐
30σέβιος ὁ Νικομηδείας, καὶ Εὐσέβιος ὁ Παμφίλου, καὶ ἕτεροι σὺν αὐτοῖς. Θεωρῶν δὲ τὴν μεγάλην φιλο‐ νεικίαν ὁ Μέγας Κωνσταντῖνος, ἠνιᾶτο τὴν ψυχήν· καὶ πρῶτον μὲν ἐπειρᾶτο διὰ παραινετικῶν γραμμά‐ των τῶν ἑκατέρων μερῶν κατασβέσαι τὴν ἔριν. Ὡς
35δὲ ἴδεν ἀνήκεστον γινόμενον τὸ κακὸν, προσέταξε γενέσθαι οἰκουμενικὴν σύνοδον ἐν τῇ Νικαέων πόλει, καὶ συνῆλθον ἐπίσκοποι τὸν ἀριθμὸν τριακόσιοι δέκα καὶ ὀκτώ. Ὧν οἱ πλεῖστοι ἦσαν ὁμολογηταὶ, τὰ στί‐ γματα τοῦ Ἰησοῦ ἐν τῷ σώματι βαστάζοντες. Ἦν
40δὲ σὺν αὐτοῖς καὶ ὁ πανεύφημος Κωνσταντῖνος, καὶ δὴ τῆς ὑποθέσεως κινηθείσης, ἔκθεσιν πίστεως ἔγ‐ γραφον ἐξήνεγκαν, τὴν κατὰ πᾶσαν Ἐκκλησίαν ὀρθοδόξων νῦν ἀπαγγελλομένην. Τοὺς δὲ περὶ Ἄρειον καὶ Εὐσέβιον τὸν Νικομηδέα ἐπιμένοντας
45τῇ κακοδοξίᾳ ἀνεκήρυξαν, καὶ ἐξωρίσθησαν, καὶ ἐχειροτονήθησαν ἕτεροι ἀντ’ αὐτῶν. Φιλοτιμησάμενος δὲ ὁ βασιλεὺς τοὺς ἐπισκόπους, καὶ ἀσπασάμενος ἀπέλυσε μετ’ εἰρήνης εἰς τὰς ἰδίας παροικίας, χαί‐ ρων ἐπὶ τῇ συμφωνίᾳ τῶν Ἐκκλησιῶν.

4077

(50)

Παρεκελεύσατο δὲ τῷ τῆς Αἰλίας ἐπισκόπῳ Μα‐ καρίῳ παρόντι ἐν τῇ συνόδῳ, καὶ τῶν ἀποστολικῶν δογμάτων ὑπερμαχοῦντι ἀναζητῆσαι τὸν ζωοποιὸν σταυρόν, καὶ τὸ θεοδόχον μνῆμα, καὶ πάντας τοὺς
ἁγίους τόπους, καὶ τοὺς ἄλλους δὲ ἐπισκόπους ὁμοίως

4080

προετρέψατο, αἰτήσασθαι, εἴ τι συνορᾷ εἰς ἀπαρτι‐ σμὸν ἔκαστος τῆς ἰδίας Ἐκκλησίας. Ἦν δὲ ἐν‐ νεακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ, ὅτε ἐγένετο κατὰ Νίκαιαν σύνοδος.
5 Μετὰ ταῦτα ἀπέστειλεν ὁ βασιλεὺς τὴν ἑαυτοῦ μητέρα Ἑλένην, τὴν ἀξιέπαινον καὶ θεοφιλῆ, εἰς Ἱερο‐ σόλυμα, μετὰ γραμμάτων καὶ χρημάτων ἀφθονίας, πρὸς τὸν φερώνυμον Μακάριον τῆς Αἰλίας ἐπίσκοπον ἐπὶ ἀναζητήσει τοῦ ζωοποιοῦ ξύλου τοῦ ἐνδόξου
10σταυροῦ καὶ οἰκοδομῇ τῶν ἁγίων τόπων· αὐτῆς τοῦτο αἰτησάσης τῆς βασιλίδος, φασκούσης ὀπτασίαν τινὰ θείαν ἑωρακέναι κελεύουσαν αὐτῇ τὰ Ἱεροσόλυμα καταλαβεῖν, καὶ τοὺς ἁγίους τόπους εἰς φῶς ἀγαγεῖν χωσθέντας ὑπὸ τῶν ἀνέμων, καὶ ἀφανεῖς γεγονότας
15ἐπὶ τοσούτους χρόνους. Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν βασιλίδα, συναγαγὼν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, μετὰ τῆς δε‐ ούσης τιμῆς ἀπήντησεν αὐτῇ. Εὐθέως δὲ παρεκέλευσε τοὺς ἐπισκόπους τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου
20ποιήσασθαι. Ἀπορούντων δὲ πάντων ἐπὶ τοῦ τόπου, καὶ ἄλλου ἄλλο ὑποψίας διηγουμένου, ὁ τῆς πόλεως ἐπί‐ σκοπος πάντας παρεκάλει ἡσυχίαν ἄγειν, καὶ σπου‐ δαιοτέραν εὐχὴν ὑπὲρ τούτου τῷ Θεῷ προσφέρειν. Τούτου δὲ γενομένου, εὐθέως ἐδείχθη θεόθεν ὁ τόπος
25τῷ ἐπισκόπῳ, ἐν ᾧ ἵδρυτο τοῦ ἀκαθάρτου δαίμονος ὁ ναὸς καὶ τὸ ἄγαλμα. Τότε ἡ βασίλισσα, τῇ βασιλικῇ αὐθεντίᾳ χρωμένη, συναγαγοῦσα πλῆθος πολὺ τεχνιτῶν καὶ ἐργατῶν, ἐκέλευσεν ἐκ βάθρων ἀνατραπῆναι τὸ μυσαρὸν οἰκο‐
30δόμημα, καὶ τὸν χοῦν πόῤῥω που ἀποῤῥιφῆναι. Τού‐ του δὲ γενομένου, ἀνεφάνη τὸ θεῖον μνῆμα, καὶ ὁ τόπος τοῦ Κρανίου, καὶ οὐ μήκοθεν τρεῖς σταυροὶ κεχωρισμένοι· ἐπιμελῶς δὲ ἐρευνήσαντες εὗρον καὶ τοὺς ἥλους.
35 Ἐκεῖθεν λοιπὸν ἀμηχανία καὶ θλίψις κατέλαβε τὴν βασίλισσαν, ἐπιζητοῦσαν, ποῖος ἄρα εἴη ὁ Δεσποτικὸς σταυρός. Ὁ δὲ ἐπίσκοπος διὰ πίστεως τὴν διάκρισιν ἔλυσεν. Γυναικὶ γὰρ ἀῤῥωστούσῃ τῶν ἐμφανῶν, καὶ ἀπεγνωσμένῃ ὑπὸ πάντων, καὶ τὰ τελευταῖα πνεούσῃ,
40προσαγαγὼν ἑκάτερον τῶν σταυρῶν, τὸν ζητούμενον ηὗρεν· μόνον γὰρ ἤγγισεν ἡ σκιὰ τοῦ σωτηρίου σταυ‐ ροῦ τῇ ἀσθενούσῃ, εὐθὺς ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησεν καὶ μεγάλῃ τῇ φωνῇ βοῶσα, καὶ δοξάζουσα τὸν Θεόν.
45 Ἡ δὲ βασίλισσα Ἑλένη τῇ φωνῇ βοῶσα καὶ δοξά‐ ζουσα τὸν Θεὸν, μετὰ χαρᾶς μεγάλης καὶ φόβου ἀν‐ ελομένη τὸν ζωοποιὸν σταυρὸν, μέρος μέν τι σὺν τοῖς ἥλοις ἀνεκόμισε πρὸς τὸν παῖδα. Τῷ δὲ λοιπῷ γλωσ‐ σόκομον ἀργυροῦν ποιήσασα, παρέδωκε τῷ ἐπισκόπῳ

4080

(50)

τῆς πόλεως, εἰς μνημόσυνον πάσαις γενεαῖς, καὶ θεσπίσασα ἐκκλησίαν γενέσθαι ἐν τῷ ζωοποιῷ μνή‐ ματι καὶ τῷ ἁγίῳ Γολγοθᾷ καὶ ἐν τῇ Βηθλεὲμ ἐν τῷ σπηλαίῳ, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε, καὶ ἐν ὄρει τῶν
55Ἐλαιῶν, ἔνθα ὁ Κύριος εὐλογήσας τοὺς μαθητὰς ἀν‐ ελήφθη. Καὶ ἄλλα πολλὰ ποιήσασα ἐν Ἱεροσολύμοις, ἀνέστρεψε πρὸς τὸν παῖδα.
Ὁ δὲ μετὰ χαρᾶς αὐτὴν ὑποδεξάμενος, τὴν μὲν

4081

τοῦ τιμίου σταυροῦ μερίδα ἐν χρυσῇ θήκῃ ἀποθέμε‐ νος, παρέδωκε τῷ ἐπισκόπῳ εἰς τήρησιν, ἐνιαυσίαις μνήμαις ἑορτάζειν τὴν ἀνάδειξιν τοῦ τιμίου σταυροῦ προστάξας. Τῶν δὲ ἤλων τοὺς μὲν εἰς τὴν ἰδίαν περι‐
5κεφαλαίαν ἐχάλκευσεν, τοὺς δὲ ἀνέμιξε τῷ συμβα‐ ρίῳ τοῦ ἵππου αὐτοῦ, ἴνα πληρωθῇ τὸ ῥηθὲν τοῦ Κυ‐ ρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου, ἅγιον Κυρίῳ παντοκράτορι.»
10 Ὁ δὲ βασιλεὺς ἔγραψε ἐπισκόπῳ Μακαρίῳ ἐπι‐ σπεύδειν τὴν οἰκοδομὴν, καὶ ἄρχοντα τοῦ ἔργου ἀπέστειλε μετὰ δαψιλείας χρημάτων, παραγγείλας αὐτῷ φιλοτίμως κτισθῆναι τοὺς ἁγίους τόπους, ὡς μὴ εἶναι τοιαύτην καλλονὴν ἐν πάσῃ τῇ γῇ. Ἔγραψε
15δὲ καὶ τοῖς ἡγεμόσι τῆς ἐπαρχίας παντοίως συνελ‐ θεῖν τῷ ἔργῳ ἐκ τοῦ δημοσίου λόγου, ἔν τε χρήμασι καὶ ἀναλώμασι καὶ ὕλαις. Ἦν δὲ ὁ βασιλεὺς φαιδρῶς ἄγων τῆς εἰκοσαετηρίδος τὴν ἑορτὴν, εὐχαριστῶν τῷ Θεῷ ὑπὲρ πάντων τῶν ἀγαθῶν, ὧν ἐποίησεν ἐν τοῖς
20χρόνοις τῆς βασιλείας αὐτοῦ. Συνάγονται δὲ τὰ ἔτη ἀπὸ μὲν Χριστοῦ παρουσίας ἕως τῆς εὑρέσεως τοῦ σταυροῦ, τριακόσια πεντήκοντα δύο ἔτη. Ἀπὸ δὲ Ἀδὰμ ἕως παρουσίας Χριστοῦ, ἔτη πεντακισχίλια πεντακόσια. Καθ’ ἑτέρους δὲ πεντακισχίλια τετρα‐
25κόσια ἐβδομήκοντα πέντε. Ἐν δὲ Αἰλίᾳ τὸν φερώνυμον Μακάριον διεδέξατο Μαξιμωνᾶς. Οὗτος δὲ πρᾶος ἀνὴρ καὶ ἐπίσημος λίαν. Ἐν γὰρ τῷ διωγμῷ πολλὰς βασάνους ὑπέμεινε διὰ τὸν Θεὸν, καὶ τὸν δεξιὸν ὀφθαλμὸν ἀπολέσας ἀπελύθη
30ἐπὶ τῇ ὁμολογίᾳ τῆς πίστεως. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἡ μακαρία Ἑλένη ἡ βασίλισσα τέλος τοῦ βίου ἐχρήσατο, ἐτῶν οὖσα ὀγδοήκοντα, πολλὰ ἐντειλαμένη τῷ παιδὶ περὶ τῆς εἰς Χριστὸν εὐσεβείας. Ἕως ὧδε περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ σταυ‐
35ροῦ ἡ ἱστορία ἔστω. Καὶ μηδεὶς ἑαυτὸν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καὶ μυθοποιίας δι’ ὀνομάτων παραξένων παρεισάγων τῇ ὑποθέσει. Οὐδὲ γὰρ ἐπί‐ σκοπος ἕτερος Ἱεροσολύμων γέγονε πώποτε παρὰ τοὺς προγεγραμμένους, οὐδὲ βασιλεὺς ἕτερος Ῥω‐
40μαίων, οὐδὲ μὴν ἑτέρῳ τρόπῳ ὁ τίμιος σταυρὸς εὑρέθη. Ἀπὸ γὰρ Αὐγούστου τοῦ βασιλέως, ἐφ’ οὗ ἐγεννήθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ κατὰ σάρκα, ἔως τοῦ εὐσεβοῦς βασιλέως Κωνστατίνου, τριάκοντα καὶ πέντε γεγόνασι βασιλεῖς. Ὁμοίως δὲ
45καὶ ἀπὸ Ἰακώβου τοῦ ἀποστόλου καὶ πρώτου τῶν ἐπισκόπων ἕως τῆς αὐτῆς βασιλείας, τριάκοντα καὶ πέντε Ἱεροσολύμων ἐπίσκοποι γεγόνασι. Τὴν δὲ σεβάσμιον ἡμέραν τῶν ἐγκαινίων τῶν ἁγίων τόπων, καὶ τῆς ὑψώσεως τοῦ προσκυνητοῦ σταυροῦ, ὡρίσαντο

4081

(50)

οἱ Πατέρες μετὰ βασιλικοῦ προστάγματος γίνεσθαι ἀνὰ ἔτος ἕκαστον τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμ‐ βρίου μηνὸς, ἤτις ἐστὶν ἡ πρὸ δεκαοκτὼ Καλανδῶν. Ὀκτωβρίων, εἰς δόξαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.
55 Ἐπειδὴ δὲ χάριτι τοῦ Θεοῦ κατηντήσαμεν τῷ λόγῳ εἰς τὴν εὔσημον ἡμέραν τῆς ἑορτῆς ἡμῶν, ἥτις ἐστὶν
ἡ ἀνάδειξις τοῦ ζωοποιοῦ σταυροῦ, φέρε καθὼς οἷόν

4084

τέ ἐστι μικρὰ χαιρετήσαντες τοῦτον καταπαύσωμεν τὸν λόγον. Χαίροις τοίνυν, σταυρὲ τίμιε, χαίροις, ὅτι ἐν σοὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑψώθη οἰκονομικῶς,
5ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς χαρᾶς καὶ τῆς χάριτος. Χαῖρε, σταυρὲ τίμιε· διὰ σοῦ γὰρ ἀένναος χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βραβεύεται. Χαῖρε, σταυρὲ τίμιε, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἐν πάσῃ κτίσει τὴν εἰκόνα σου ἐζωγράφησεν. Χαῖρε, σταυρὲ
10ἔνδοξε, ὅτι πᾶσαι αἱ κατ’ οὐρανὸν δυνάμεις ἴσως τῇ διὰ σοῦ σωτηρίᾳ φρικωδεστάτους ὕμνους ἀναπέμ‐ πουσι τῷ Δεσπότῃ. Χαῖρε, σταυρὲ ἔνδοξε· διὰ σοῦ γὰρ καὶ ἐν πόλεσι, καὶ ἐν νήσοις, καὶ ἐν παντὶ ἔθνει Ἐκκλησίαι ὀρθοδόξων τεθεμελίωνται. Χαῖρε, σταυρὲ
15ἔνδοξε· διὰ σοῦ γὰρ πᾶν στόμα πιστῶν εἰς θεολογίαν ἠνέῳκται. Χαῖρε, σταυρὲ μακάριε· διὰ σοῦ γὰρ ἄγγελοι οὐράνιοι σὺν ἀνθρώποις ἐπὶ γῆς Χριστὸν ὑμνοῦσι. Χαῖρε, σταυρὲ μακάριε· διὰ σοῦ γὰρ ἐν οὐρανοῖς ἐπίγειοι ἄνθρωποι ὁμοίως παρίστανται τῷ
20Θεῷ, μετὰ ἀνεκλαλήτου χαρᾶς τὸν Ποιητὴν δοξάζον‐ τες. Χαῖρε, σταυρὲ μακάριε· διὰ τοῦ γὰρ ὁ Ἀδὰμ τῆς κατάρας ἐλευθερωθεὶς, σκιρτῶν καὶ ἀγαλλιώμε‐ νος εἰς τὸν παράδεισον εἰσελήλυθεν ἀπολαβὼν τὸ ἀρχαῖον ἀξίωμα. Χαῖρε, σταυρὲ ἅγιε· διὰ σοῦ γὰρ
25πᾶσα διαβολικὴ δύναμις καταβέβληται, καὶ πᾶσα δαιμονικὴ ἐνέργεια κατελύθη. Χαῖρε, σταυρὲ ἅγιε· διὰ σοῦ γὰρ ἡ τρισαγία καὶ ὁμοούσιος Τριὰς παντὶ τόπῳ γνωρίζεται καὶ πιστεύεται καὶ δοξολογεῖται. Χαῖρε, σταυρὲ ἅγιε· διὰ σοῦ γὰρ τὰ ἀναφαίρετα
30ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται. Καὶ τί εἴπωμεν καὶ τί παραλείψωμεν; πῶς ἀν‐ υμνήσωμεν τὴν δύναμιν τοῦ Δεσποτικοῦ σταυροῦ; Ὦ ὄνομα σταυροῦ, ἐν ᾧ τὰ μεγαλεῖα τῶν μυστηρίων τοῦ Θεοῦ ἐγκέκρυπται, ἀγγέλοις αἰδέσιμον, καὶ ἀν‐
35θρώποις σεβάσμιον! Τί γὰρ ἐρασμιώτερον ὀνόμα‐ τος σταυροῦ, ἢ ἡδύτερον Χριστιανοῖς; Τί δὲ τούτου ἐνεργέστερον εἰς θαυματουργίαν; Σταυρὸς, θείας δυναστείας ἐνεργέστατον σημεῖον. Σταυρὸς, ἀγγέλων χαρὰ καὶ δαιμόνων πένθος. Σταυ‐
40ρὸς, Ἐκκλησίας θεμέλιος. Σταυρὸς, τοῦ παντὸς κόσμου φωστὴρ ἀειφανὴς καὶ παντοφανής. Σταυρὸς, τεῖχος ἀκράδαντον καὶ ἀῤῥαγὲς καὶ ἀκαταπολέμητον πάσης τῆς οἰκουμένης. Σταυρὸς, ἱερέων δόξα ἱερο‐ πρεπὴς καὶ ἀνεπηρέαστος. Σταυρὸς, βασιλέων κράτος
45καὶ δυναστεία, καὶ νικητικὸν ὅπλον κατὰ τῶν πολε‐ μίων. Σταυρὸς, στρατοπέδων παντευχία παναλκε‐ στάτη, καὶ ἀκατάπληκτος τοῖς ἐναντίοις. Σταυρὸς, πόλεων φυλακτήριον ἀνεπιβούλευτον καὶ ἀσκύλευτον. Σταυρὸς, λαῶν εὐφροσύνη διηνεκὴς καὶ ἀκατά‐

4084

(50)

ληκτος. Σταυρὸς, διαβόλων πανολεθρία διηνεκὴς καὶ ἀκατάπαυστος. Σταυρὸς, δαιμόνων κατάπτωμα αἰώνιόν τε καὶ ἐξαίσιον. Σταυρὸς, Χριστιανῶν ἐλπὶς βεβαία τε καὶ ἀνεπαίσχυντος καὶ ἀμείωτος. Σταυρὸς, ἀσθενούντων ἴασις εὐπρεπεστάτη ψυχῶν τε καὶ σω‐
55μάτων. Σταυρὸς, εὐεκτούντων ἀδιάπτωτος ὑγίεια. Σταυρὸς, χειμαζομένων λιμὴν εὐδιέστατος. Σταυρὸς, πολεμουμένων εἰρήνη ἀστασίαστος. Σταυρὸς, ὀρθο‐ δόξων καύχημα καυχημάτων, καὶ αἱρετικῶν κατά‐
κριμα ἀκατάπαυστον.

4085

Σταυρὸς, εἰδωλολατρείας κατάλυσις καὶ εὐσεβείας ἀνόρθωσις. Σταυρὸς, παρθενίας διδάσκαλος καὶ σωφροσύνης φύλαξ. Σταυρὸς, δικαίων ἀσφάλεια καὶ ἁμαρτωλῶν μετάνοια. Σταυρὸς, μοναζόντων
5ἐγκαλλώπισμα καὶ σεμνῶς βιούντων εὐκοσμία. Σταυρὸς, νηπίων φύλαξ, καὶ νέων σωφρονισμὸς, καὶ γερόντων στηριγμοῦ βακτηρία. Σταυρὸς, πτωχῶν ἀδαπάνητος θησαυρὸς, καὶ πλουσίων αὐταρκείας διδάσκαλος. Σταυρὸς, πεπλανημένων ὁδὸς, καὶ
10ἀπολλυμένων ἀπλανὴς ὁδηγός. Σταυρὸς, ἀνάπαυσις ἐν κόποις ἡμερινοῖς, καὶ βοήθεια ἐν φόβοις νυκτε‐ ρινοῖς. Σταυρὸς, ἐθνῶν εὐταξία, καὶ παντὸς τοῦ κόσμου βαθυτάτη γαλήνη. Καὶ τί εἴπωμεν, ἢ τί παραλείψωμεν, ἢ πῶς σε
15ἀνυμνήσωμεν, πανένδοξε σταυρέ; ὅτι σὲ μόνον ἀπὸ πάσης τῆς κτίσεως ὁ Βασιλεὺς τῆς δόξης ἀνέδειξεν ὅπλον ἀήττητον κατὰ τοῦ διαβόλου, καὶ τῆς ἁμαρ‐ τίας, καὶ τοῦ θανάτου. Διὸ μακάριοί ἐσμεν πάντες οἱ καταξιωθέντες τὴν ἁγίαν ἰδεῖν ἡμέραν τῆς σῆς
20ἀναδείξεως. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα· περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεόν· «Ἔδωκας τοῖς φοβουμένοις σε ση‐ μείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Σὺ εἶ τὸ καύχημα τῶν ἀποστόλων. Ἀδιαλείπτως γὰρ βοῶσιν
25ἐν Ἐκκλησίᾳ ἁγίᾳ δι’ ἑνὸς αὐτῶν ἱεροκήρυκος· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυ‐ ρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. «Σὺ εἶ καὶ τῶν μαρτύρων στέφανος· ἐπειδὴ καὶ αὐτοὶ τὸν σταυρὸν ἄραντες ἠκολούθησαν τῷ Κυρίῳ. Σὺ εἶ τὸ
30καύχημα καὶ τὸ ἀγαλλίαμα τῶν ἐν ὅρεσι καὶ σπη‐ λαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατοικούντων διὰ τὸ ὄνομα τοῦ Κυρίου· ὅτι καὶ αὐτοὶ τὴν σάρκα ἐσταύ‐ ρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Σὺ τῶν ἐγγὺς καὶ τῶν μακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις.
35Ὢ τῆς ἀνεκλαλήτου χάριτος τοῦ Δεσποτικοῦ σταυ‐ ροῦ! Ὢ τῶν ἐν αὐτῷ ἀνεκλαλήτων καὶ ἀκαταλήπτων μυστηρίων! Καὶ ἵν’ εἴπω κἀγὼ ἐκστατικόν τι μετὰ τῆς ἱερᾶς σάλπιγγος· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώ‐
40σεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ!» Παρὰ γὰρ τῷ ξύλῳ τῆς ζωῆς νεκρωθέντες, παρὰ τῷ ξύλῳ τῆς κατακρίσεως ἐζωοποιήθημεν. Διὰ τὴν ἄμετρον χάριν τοῦ σεσωκότος Δεσπότου δέον ἡμᾶς τὴν πανέορτον ταύτην συστήσασθαι «ἐν τοῖς πυκά‐
45ζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Πυκά‐ ζοντα δέ εἰσιν, ὥς φασιν οἱ περὶ ταῦτα δεινοὶ, τὰ ἐξ ἀμελείας ἢ παλαιότητος ῥυπωθέντα, εἶτα ἐξ ἐπιμε‐ λείας καὶ σπουδῆς πάλιν ἐπὶ τὸ τιμαλφέστερον μετα‐ κοσμούμενα εἰς εὐφροσύνην καὶ τέρψιν τῶν εὐωχη‐

4085

(50)

θησομένων ἐν γάμοις ἐν ἑτέρᾳ τινὶ φαιδρᾷ θυμ‐ ηδίᾳ. Διατεθῶμεν τοίνυν ὡς προτετάγμεθα, καὶ τὴν συμβᾶσαν ἡμῶν ἐκ ῥᾳθυμίας τῷ συνειδότι ἀπεκδυσά‐ μενοι ἀειδίαν, τὴν φαιδρὰν ταύτην καὶ πάνσεπτον
55ἡμέραν τῆς τοῦ ζωοποιοῦ σταυροῦ μνήμης ἐπιτελέ‐ σωμεν, ἐλεημοσύναις τε καὶ πίστει, καθώς φησιν ἡ
θεία Γραφὴ, παῤῥησίαν ἐν εὐλαβείᾳ κεκοσμημένην

4088

ἀναλαβόντες, καὶ ἄραντες ἐπὶ τῶν ὤμων τὸ νικητι‐ κὸν ὅπλον τοῦ ζωοποιοῦ σταυροῦ, τὸν δωρηθέντα ἡμῖν οὐρανόθεν εἰς παῦσιν πάσης ὀργῆς ἀγγελικὸν ὕμνον συνήθως πρὸς τὸν Θεὸν βοήσωμεν· «Ἅγιος ὁ
5Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς·» ἁγία Τριὰς, ἀκατάληπτε, ἀπεριόριστε, ἀνεκφοί‐ τητε, ὁμοούσιε, καὶ ὁμόθρονε, καὶ ὁμόχρονε, καὶ ὁμό‐ δοξε, ἐλέησον ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου τοῦ ἁγίου, καὶ δὸς
10ἡμῖν εὑρεῖν ἔλεος καὶ οἰκτιρμοὺς ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ πρέπει σοι τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ Πνεύματι δόξα, μεγαλοσύνη, κράτος καὶ ἐξουσία πρὸ παντὸς αἰῶνος, καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας
15αἰῶνας τῶν αἰώνων. Ἀμήν.