TLG 2860 001 :: ALEXANDER :: Inventio crucis (fort. auctore Alexandro alio)

ALEXANDER Scr. Eccl., Monachus, fiq Alexander Monachus Scriptor De Inventione Crucis
(Cyprius: A.D. 6?)

Inventio crucis (fort. auctore Alexandro alio)

Citation: Page — (line)

4016

(1t)

ΑΛΕΞΑΝΔΡΟΥ ΜΟΝΑΧΟΥ
2tΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΕΥΡΕΣΙΝ
3tΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.
1 Τὴν κέλευσιν τῆς ὑμετέρας πατρικῆς ὁσιότητος δεξάμενος, λίαν ἰλιγγίασα. Ἐκελεύσατε γὰρ τῇ ἐμῇ οὐδενείᾳ, ἱστορικόν τινα λόγον ποιήσασθαι περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ ξύλου, τοῦ πανσέπτου καὶ
5σεβασμίου σταυροῦ, ἐν ᾧ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τανυσθεὶς ἑκουσίως, κατέλυσε μὲν τοῦ διαβόλου τὴν δύναμιν, καὶ θανάτου τὴν τυραννίδα, σωτηρίαν δὲ ἀκατάληπτον τοῖς εἰς αὐτὸν πιστεύου‐ σιν ἐδωρήσατο. Τοῦτο τὸ ἐπίταγμα, σφόδρα τυγχά‐
10νον ὑπὲρ τὴν ἐμὴν δύναμιν, δεξάμενος, ἐγχείρησιν ἐδειλίασα· ἑτέρων γὰρ ἢ καθ’ ἡμᾶς τό γε ὑπάρχει τὸ πόνημα· οὐδὲν γὰρ τῆς ἐγκυκλίου παιδεύσεως ἐν μυήσει γεγόναμεν, καὶ τὴν ἐξ ἀσκήσεως γυμνασίαν κεκτήμεθα, ἀλλ’ ὡς ἀληθῶς ἰδιῶται τυγχάνομεν, οὐ
15μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει διὰ, τὴν ἐν ἡμῖν παθῶν χρονίαν ἐπικράτειαν. Ἐπεὶ δὲ οὐχ οἷος τὸν τῆς παρακοῆς ὑφορώμε‐ νος κίνδυνον, πόθῳ τῆς ὑπακοῆς τὸ κελευσθὲν πειρά‐ σομαι πέρατι παραδοῦναι, τὸ πᾶν εἰς τὸν Θεὸν καὶ
20εἰς τὰς ὑμετέρας εὐχὰς ἀπωθήσαντες. Ἐροῦμεν δὲ ἴδιον οὐδὲν (χθιζοὶ γάρ ἐσμεν, κατὰ τὸ λόγιον, καὶ οὐκ οἴδαμεν)· ὅσα δὲ ἐξ ἀρχαίων ἱστοριῶν ἰσχύ‐ σαμεν εὑρεῖν (πολλοὶ γὰρ ἕτεροι περὶ τούτου πεπο‐ νήκασιν, οἱ μὲν εὖ καὶ καλῶς, οἱ δὲ καὶ ἑτέρως), καὶ
25ὅσα ἐκ τῆς ἀνέκαθεν εἰλήφαμεν παραδόσεως, ταῦτα
ὑμῖν, σὺν Θεῷ φάναι, ἐσπούδασα πανταχοῦ τῆς4016

4017

ἀληθείας φροντίσας. Ὑμεῖς δὲ τὰ λείποντα ἐπιδιορ‐ θώσατε, καὶ προσεύξασθε ὑπὲρ ἡμῶν, ἁγιώτατοι. Ἀρχὴν δὲ τοῦ λόγου ποιησόμεθα τὸν πάσης ἀρχῆς κατάρχοντα. Ὁ μονογενὴς, Υἱὸς τοῦ Θεοῦ, ὁ ὢν ἐν τοῖς
5κόλποις τοῦ Πατρὸς, ὁ ἐκ ζῶντος τοῦ Πατρὸς ζωοποιὸς Λόγος ὁ ἐν ἀρχῇ ὢν, πρὸς τὸν ἀεὶ ὄντα Θεὸν, ὁ ὢν «ἀπαύ‐ γασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως» τοῦ ἀϊδίου Πατρὸς ἐκ τῆς ἀνάρχου ἀρχῆς, ἡ ἀνέκλειπτος ἀρχὴ, ἡ ἐκ τῆς ἀεννάου ζωῆς ζωὴ ἀτελεύτητος, ἡ ἐκ
10τῆς ζωοποιοῦ πηγῆς πηγὴ ἀθανασίας, ἡ ἀπηκριβωμένη καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου Θεοῦ, τὸ ἐκμα‐ γεῖον τοῦ φύσαντος Πατρὸς, τὸ ἐξ ἀκαταλήπτου φωτὸς φῶς ἀνεκλάλητον, τὸ ζωοπάροχον νᾶμα τῆς ζωοτόκου πηγῆς, ὁ ὁμοούσιος καὶ ὁμόθρονος, καὶ ὁμοδύναμος,
15καὶ ὁμάγαθος τῷ γεννήσαντι Πατρὶ, ὁ πάντα ἔχων ὅσα ἔχει ὁ Πατὴρ πλὴν τῆς ἀγεννησίας, ὁ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι (τῷ ἐκ Πατρὸς ἀεὶ ἐκπορευο‐ μένῳ) καὶ δι’ ἑαυτοῦ τὰ πάντα, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών. Οὐδὲν γὰρ ἦν, εἰ μὴ ἡ ἁγία
20Τριὰς ἡ ὁμοούσιος, ἐν ταῖς ἰδίαις ἀεὶ ὑπάρχουσα ἰδιό‐ τησιν ἤτοι ὑποστάσεσιν, ἤγουν προσώποις, ἡ ἄκτι‐ στος φύσις, ἡ ἀνέκλειπτος θεότης, τὸ δεσποτικὸν ἀξίωμα, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἁπλῆ καὶ ἀσύνθε‐ τος καὶ ἀσχημάτιστος οὐσία, ἡ ἀεὶ καὶ ὡσαύτως
25ἔχουσα, μηδὲ ἀρξαμένη, μηδὲ παυσομένη. Οὗτος τοίνυν ὁ ζῶν καὶ ἐνεργὴς καὶ παντοδύναμος τοῦ Θεοῦ Λόγος, βουλήσει τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος πᾶσαν τὴν κτίσιν τὴν ὁρατὴν καὶ τὴν ἀόρατον ἐν τῷ δέοντι καιρῷ εἰς τὸ εἶναι ἐξ
30οὐκ ὄντων παρήγαγεν, ἐπιστάμενος μέντοι κατὰ θεϊ‐ κὴν πρόγνωσιν, τὸ, πότε, καὶ ποῦ, καὶ πῶς, καὶ πόσα
χρὴ γενέσθαι τὰ ὄντα. Ἄπειροι γὰρ αἰῶνες, ἵν’ οὕτως4018

4020

εἴπω, διῆλθον, ἐν οἷς οὐδὲν ἦν, εἰ μὴ μόνος ὁ Θεὸς, ὁ ἐν Τριάδι δοξολογούμενος· ἓν γὰρ τὰ τρία ἐν οἷς ἡ Θεότης· οὐδὲ γὰρ διὰ χρείαν ἰδίαν παρήγαγε τὰ ὄντα· ἀνενδεὲς γὰρ τὸ Θεῖον· ἀλλ’ ἐξ ἀμέτρου ἀγαθό‐
5τητος, ὡς εἶναι πλείονας τοὺς μετέχοντας τῆς αὐτοῦ χάριτος. Παραγαγὼν τοίνυν καὶ κατακοσμήσας τὰ πάντα τῷ πρέποντι κόσμῳ, ὕστερον πάντων δημιουρ‐ γεῖ τὸν ἄνθρωπον, ἐκ τῆς γῆς ἤδη προϋποστάσης διαπλάσας τὸ σῶμα, παρ’ ἑαυτοῦ δὲ ψυχὴν λογικὴν
10αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα‐ νιώδης Ὠριγένης ἐβλασφήμησεν οὐσιώδη τινὰ προΰπαρξιν ψυχῶν, καὶ τὴν ταύτῃ ἑπομένην τερα‐ τώδη ἀποκατάστασιν γραωδῶς, μᾶλλον δὲ ἀσεβῶς
15εἰσηγησάμενος. Τὸ γὰρ ἐν τῇ ἱερᾷ καὶ θείᾳ Γραφῇ ἐμφερόμενον, ὅτι «Ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσ‐ ωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν,» οὐ παραστατικόν ἐστι προϋπάρξεώς τινος ψυχῆς· οὐδ’ εἰ ἂν εἴρητο, «Καὶ ἔλαβεν
20ἄνθρωπος ψυχὴν ζῶσαν.» Ἀλλ’ οὐδὲ τὸ φύσημα ἐκεῖνο ἦν ψυχὴ τοῦ ἀνθρώπου, ἀλλ’ ἵνα δειχθῇ ὡς αἰνίγματι, ὅτι οὐκ ἀλλότριον τῆς δημιουργικῆς δυνά‐ μεως ὑπάρχει τὸ πανάγιον Πνεῦμα, κατὰ τὸν Προ‐ φήτην λέγοντα, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερε‐
25ώθησαν, καὶ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» καὶ πάλιν· «Πνεῦμα Θεοῦ τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με.» Πάντα τοιγαροῦν καὶ μεγαλοπρεπῶς ἐργασά‐
30μενος ὁ τοῦ Θεοῦ Λόγος τῷ πολλοστῷ τῆς δυνάμεως ἐξεκάλυψε. Καὶ τί λέγω πολλοστῷ δυνά‐
μεως, ὅπουγε τὰ πάντα νεύματι μόνῳ ἐποίησε καὶ4020

4021

ποιεῖ, ἔχων ἀεὶ σύνδρομον τὴν δύναμιν κατὰ τὸν Προφήτην τὸν λέγοντα, «Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν.» Ὁ δὲ ἐκστατικὸς Ὠριγένης ἐτόλμησε λέγειν πεπερατωμένην εἶναι τὴν τοῦ Θεοῦ
5δύναμιν, καὶ μυρίας ἑτέρας βλασφημίας ἀπα‐ φρίσας καὶ ὑπέρογκα καὶ δυσεξάγγελτα ἐν τοῖς συντάγμασιν αὐτοῦ ἐκληρήσας, ἐπλήρωσε τὴν οἰκου‐ μένην ἀμέτρου φλυαρίας· ἀξίαν δὲ τῆς ἑαυτοῦ τολ‐ μηρίας συνοδικῶς ἀπηνέγκατο κατάκρισιν. Ἀλλ’
10ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ποιήσας τοιγαροῦν ὁ Θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα ἰδίαν καὶ ὁμοίωσιν, ἔθετο αὐτὸν ἐν παρα‐ δείσῳ, καθώς φησιν ἡ Γραφὴ, ἐργάζεσθαι πάντως οὐ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν
15μένουσαν εἰς ζωὴν αἰώνιον, φυλάττειν δὲ πάλιν δηλονότι τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Κτίστου ζωο‐ φόρον ἐντολήν. Ἀλλὰ μηδεὶς μεμφέσθω οὕτω τῷ προοιμίῳ μηκύνοντι, οὐ γὰρ εἰκῆ, οὐδὲ μάτην· ἀλλ’ ἐπειδήπερ προέκειτο ἡμῖν σταυροῦ μνείαν ποιή‐
20σασθαι, ἐβουλήθην δεῖξαι τοῦ ζωοποιοῦ σταυροῦ τὴν δόξαν ἄνωθεν, καὶ ἐξ ἀρχῆς ἐν πάσῃ τῇ κτίσει δια‐ λάμπουσαν. Καὶ σκοπεῖτε εἰ μὴ οὕτως ἔχει· ἔνι γὰρ μετὰ ἀκριβείας πάσης ἰδεῖν, ὅτι πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον σταυροειδῶς ὁ Θεὸς ἐποίησε· ποιήσας
25γὰρ τὸ πλάτος, καὶ τὸ μῆκος, καὶ τὸ ὕψος, καὶ τὸ βάθος, σαφῶς τοῦ σταυροῦ τὸν τύπον ἐν μυστηρίῳ διεγράψατο, ἐν τούτοις δὲ τὸ πᾶν ὑπάρχει. Καὶ τοῦτό ἐστι, ὡς οἶμαι, τὸ εἰρημένον τῷ σοφωτάτῳ Παύλῳ. Φησὶ γὰρ, «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς
30τὸν Πατέρα,» καὶ τὰ ἑξῆς, «ἵνα ἐξισχύσητε καταλαβέ‐ σθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ ὕψος, καὶ βάθος, καὶ πλάτος, καὶ μῆκος.» Ἀλλὰ καὶ ὅσα τίμια ἐν πάσῃ τῇ κτίσει, σταυροει‐ δῶς ὑπὸ τοῦ Δημιουργοῦ σοφίᾳ κρείττονι ἐγεννήθησαν.
35Τὰ γοῦν τετράμορφα ζῶα σταυροῦ τὸν τύπον διὰ τοῦ σχήματος ἀναμφιβόλως σημαίνουσι. Λέγει γὰρ ὁ θεσπέσιος προφήτης· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου,» καὶ τὰ ἑξῆς, «καὶ Σεραφὶμ ἑστήκεισαν κύκλῳ αὐτοῦ, καὶ τὰ σκέλη
40αὐτῶν ὀρθὰ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο.» Μυστικῶς διὰ τῶν ἀνωτάτων δυνάμεων ἐδείχθη ἡ δόξα τοῦ ζωοποιοῦ σταυροῦ.
45Ἀλλὰ καὶ οἱ φωστῆρες σταυροειδῶς τὸ φέγγος αὐτῶν ἐξαστράπτουσι, καὶ ἄνθρωπος δὲ σταυροειδῶς διεπλά‐ σθη. Πᾶς γάρ τις ἑστὼς καὶ ἐκτείνων τὰς χεῖρας ἀναντιῤῥήτως σταυρὸν διὰ τοῦ σχήματος τυποῖ. Καὶ ὁ παράδεισος δὲ σταυροῦ τὸ σύμβολον ἔχει, τουτέστι

4021

(50)

τὸ ξύλον τῆς ζωῆς, ἀφ’ οὗ φαγεῖν ὁ ἀρχέκακος ὄφις4022

4024

δι’ ὑπερβολὴν φθόνου συνεχώρησε τὸν ἄνθρωπον, θᾶττον διὰ τῆς ἐξ ἀπάτης παρακοῆς ἐκβαλὼν τοῦ παραδείσου, καὶ διὰ τῆς κακίστης παρακοῆς παρα‐ δοὺς αὐτὸν τῇ ἁμαρτίᾳ, διὰ δὲ τῆς ἁμαρτίας κα‐
5ταβαλὼν αὐτὸν εἰς τὸν πικρότατον θάνατον. Προέκοψε δὲ ἡ ἁμαρτία τῆς κακίστης ἀρχῆς κατὰ γενεὰν καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ’ οὕτως ἀπεστράφη τοῦ ἰδίου
10πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ’ εἰκόνα ἐποίησεν, οὐδ’ ἀπώσατο τὸν τυραννηθέντα ὑπὸ τῆς τοῦ διαβόλου κακοτεχνίας, ἀλλὰ καθ’ ἑκάστην γενεὰν ἐπισκεπτόμενος οὐ διέλιπε, καὶ ἀνακαλούμενος συμβολικῶς, ὡς ἐν αἰνίγματι, διὰ τοῦ ζωοποιοῦ
15σταυροῦ τὸν πλανηθέντα ἄνθρωπον. Οὐ γὰρ ἐβούλετο ὡς ἀγαθὸς, τὸν ἐπὶ ἀφθαρσίας κτισθέντα καὶ εἰκόνα ὄντα τῆς ἰδίας ἰδιότητος, διὰ τὴν τοῦ διαβόλου κακουργίαν εἰς παντελῆ ἀπώλειαν χωρῆσαι. Ὅτε δὲ ἐφθάρη πᾶσα ἡ γῆ ταῖς ἀτόποις ἐπιμιξίαις καὶ κατ‐
20εδικάσθη εἰς ἐξάλειψιν, τότε τὸν δίκαιον Νῶε πανοικεῖ εἰς παλιγγενεσίαν τοῦ κόσμου ἐκ τοῦ οἰκουμενικοῦ ναυαγίου δι’ ἐλαχίστου ξύλου ἔσωσεν. Ἀβραὰμ δὲ ὁμοίως ὁ μέγας πατριάρχης διὰ ξύλου τὰς ἐπαγγελίας τοῦ Θεοῦ μεθ’ ὁρκωμοσίας ἐδέξατο, ὁπηνίκα εἰς τὴν
25γῆν τὴν ὑψηλὴν ἀπεστάλη ἱερουργῆσαι τὸν ἀγαπητὸν υἱὸν, οὗ ὁ Θεὸς τὸν τρόπον τῆς ὑπακοῆς δεξάμενος, ἐνέδειξεν αὐτῷ κριὸν τοῖς κέρασι κατεχόμενον ἐν φυτῷ Σαβὲκ, ὃ ἑρμηνεύεται ἄφεσις, διὰ τοῦ τύπου τὴν μέλλουσαν ἔσεσθαι τῶν τοῦ παντὸς κόσμου
30ἁμαρτιῶν ἄφεσιν, διὰ τῆς τοῦ νοητοῦ Ἀμνοῦ ἐπὶ ξύλου προσηλώσεως, σαφῶς προμηνύων. Καθὼς δὲ ἔχει ἡ παράδοσις, ἡ ὑψηλὴ γῆ ὁ ἅγιός ἐστι Γολγοθᾶς. Τί δὲ βούλεται τοῦ Ἰακὼβ ἡ ἐπὶ τὸ ἄκρον τῆς
35ῥάβδου προσκύνησις, ἢ ὅτι προφητικῶς ἐμήνυσεν ὁ πατριάρχης, ὅτι δεῖ προσκυνηθῆναι τὸν ζωοποιὸν σταυρὸν ὑπὸ πάντων τῶν εἰς Χριστὸν πιστευόντων; Ὅσα δὲ τέρατα καὶ σημεῖα ἐποίει Μωϋσῆς ἐν γῇ
Αἰγύπτου, καὶ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη4024

4025

διὰ προστάγματος Θεοῦ, διὰ τῆς ῥάβδου ἐποίησε, σημαίνοντος κἀνταῦθα τοῦ νομοθέτου διὰ συμβόλου, ὅτι πάντα δυνατὰ τῷ πιστεύοντι εἰς τὸν σταυρωθέντα Χριστόν. Καὶ τί δεῖ λέγειν περὶ πάντων προφητῶν,
5οἴτινες ἀναφανδὸν τὸ ἔνδοξον σταυρὸν καὶ τὴν δι’ αὐτοῦ ἔσεσθαι μέλλουσαν σωτηρίαν τῷ κόσμῳ ἐκήρυξαν; Τί γὰρ ἀναφανδότερον τοῦ εἰπεῖν· «Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου;» Ἐπειδὴ γὰρ ἡ ἁγία καὶ
10ὁμοούσιος Τριὰς ἐν μιᾷ τῶν ἑαυτῆς ὑποστάσεων τὴν τῶν ἀνθρώπων διὰ σταυροῦ ᾠκονόμησε σωτη‐ ρίαν, εἰκότως καὶ τὸ τῆς σωτηρίας ὅπλον ἐκ τριῶν συνήρμοστο ξύλων. Τόπος γὰρ ὁ ἅγιός ἐστιν ἡ ἁγία καθολικὴ Ἐκκλησία, ἐν ᾗ πάντες οἱ πιστοὶ τὸν
15ζωοποιὸν σταυρὸν περιφέροντες, τὴν ἄχραντον καὶ πανύμνητον ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει δοξολογοῦσι Τριάδα. Οὕτως πάντοτε ἀπὸ Ἀδὰμ τοῖς σωζομένοις πᾶσιν, ἕως τοῦ Χριστοῦ, συμβολικῶς διὰ τοῦ τιμίου σταυροῦ
20ἡ δικαιοσύνη ἐβραβεύετο. Ὅτε δὲ ἦλθε τὸ πλή‐ ρωμα τοῦ χρόνου τῆς ἐνδόξου διὰ σαρκὸς παρουσίας τοῦ θείου Λόγου, τότε δὴ τότε πάντα τὸν πλοῦτον τῆς ἐμφύτου αὐτοῦ περὶ ἡμᾶς ἐξεκάλυψε φιλανθρωπίας, οὐ διὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ διὰ τὴν αὐτῷ τῷ εὐεργέτῃ
25πρέπουσαν ἀγαθότητα. Οὐ γὰρ ἐβούλετο διὰ σπλάγ‐ χνα ἐλέους τῆς αὐτῆς φιλανθρωπίας, ἕως τέλους τυραννίζεσθαι τὸν ἄνθρωπον ὑπὸ τῆς διαβόλου κακίας, ἀλλὰ βουλήσει τοῦ Πατρὸς καὶ εὐδοκίᾳ τοῦ ἁγίου Πνεύματος, ὁ ἀεὶ παρὼν καὶ μηδαμοῦ περιγρα‐
30φόμενος, δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἔκλινε τοὺς οὐρανοὺς, καὶ κατέβη, μὴ χωρισθεὶς τῶν οὐρανῶν, καὶ ἐνοικήσας ἐν τῇ νηδύϊ τῆς ἁγίας ἐνδόξου καὶ ἀειπαρθένου Μαρίας, προκαθαρθείσης αὐτῆς τῷ ἁγίῳ Πνεύματι τὴν ψυχὴν σὺν τοῖς μέλεσιν,
35«Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν,» οὐ μεταβαλὼν τὴν ἑαυτοῦ θεότητα εἰς ἀνθρωπότητα, ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ’ ἑνώσας ἑαυτῷ καθ’ ὑπόστασιν ἐκ τῶν σπλάγχνων τῆς Θεοτόκου σάρκα, ψυχὴν ἔχουσαν λογι‐
40κὴν καὶ νοερὰν, ἀσυγχύτως, ἀτρέπτως, ἀχωρίστως, ἀδιασπάστως. Καθ’ ὑπόστασιν δὲ εἴρηται, ὅτι οὐ διαπλασθέντι ἀνθρώπῳ ἡνώθη ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ’ αὐτὸς ὁ Λόγος τέλειος ὢν ἐν τῇ ἰδίᾳ ὑποστάσει προσελάβετο τελείαν τὴν ἑαυτοῦ ἐν
45ἀνθρώπησιν, εἷς ὢν ἀεὶ Χριστὸς καὶ Υἱὸς καὶ Κύριος καὶ βασιλεὺς τῶν ἁπάντων.
Τίκτεται τοιγαροῦν ἐκ τῆς ἀπειρογάμου νύμφης,4026

4028

οὔσης ἐκ σπέρματος Δαυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκος ἐστὶν ἡ ἁγία Παρθένος,
5ἥτις οὕτως αὐτὸν ἀπεκύησεν, ὥσπερ δὴ καὶ συνέλαβεν αὐτόν. Ἀφθόρως γὰρ συνέλαβεν, θεοπρεπῶς καὶ ἐγέννησεν. Θεὸς γὰρ ἦν ὁ ἐξ αὐτῆς σαρκωθεὶς, καὶ οὐδαμῶς θύρας πρὸς τὴν εἴσοδον ἢ τὴν ἔξοδον ἔχρῃζεν. Ἀλλ’ ὁ ἐξ αὐτῆς τεχθεὶς κατὰ ἀλήθειαν ὁ
10Ἐμμανουὴλ, ὢν τέλειος ἐν ἀνθρωπότητι, εἷς καὶ ὁ αὐτὸς ὑπάρχων ἐν ἑκατέρᾳ φύσει, σώζων ἐν αὐτῷ ἀεὶ τῶν συνελθουσῶν φύσεων εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τὸ διάφορον ἤτοι ἰδίωμα. Ἐγεννήθη δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς
15κατὰ σάρκα ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως. Ἤδη γὰρ ἐκλελοίπασιν οἱ ἐξ Ἰούδα ἄρχοντες, κατὰ τὴν προφητείαν, διαρκέσαντες ἕως Ἀριστοβούλου τινὸς ἀρχιερέως, ὅστις καὶ βασι‐ λικὸν διάδημα περιέθετο. Ἀλλὰ τοῦτον πολιορκήσας
20Πομπήϊος ὁ τῶν Ῥωμαίων στρατηγὸς δέσμιον σὺν παισὶ παρέπεμψεν εἰς Ῥώμην, καὶ ἐπιβαλὼν μέρος φόρου τοῖς Ἰουδαίοις Ὑρκανὸν, τὸν Ἀριστοβούλου ἀδελφὸν ἀνέδειξεν ἀρχιερέα· Οὖτος δὲ ὁ Ὑρκανὸς φιλίαν ἦγεν πρός τινα Ἀντίπατρον Ἀσκαλωνίτην εἰδωλό‐
25δουλον, τὸν πατέρα Ἡρώδου, ὃν κατέστησεν ἐπί‐ τροπον τῆς χώρας. Ἦν δὲ Ἡρώδης, υἱὸς αὐτοῦ, ἱκανὸς περὶ τὰ πράγματα καὶ πολλοὺς λῃστάρχας κατέστειλεν τῇ ἀνδρείᾳ αὐτοῦ. Τοῦ δὲ Ὑρκανοῦ αἰχ‐ μαλωτισθέντος ὑπὸ Πάρθων, καὶ Ἀντιπάτρου δολο‐
30φονηθέντος, καὶ μηδενὸς ὄντος τοῦ ἀντεχομένου τῶν πραγμάτων, ἐπεπήδησε τῇ ἀρχῇ ὁ Ἡρώδης πάμ‐ πολλα χρήματα δοὺς τοῖς Ῥωμαίοις, καὶ ὑπόσπονδος αὐτοῖς γενόμενος. Αὐγούστου δὲ Καίσαρος ἀπάραντος εἰς Αἴγυπτον
35μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, εἰς τὸν κατὰ Κλεοπάτρας πόλεμον, εἰς ἣν περιέστη τὰ τῆς ἀρχῆς Αἰγύπτου, οὖσαν γένος τῶν Πτολεμαίων, ὑπήντησε δὲ αὐτῷ Ἡρώδης παρέχων οὐ τὴν τυχοῦσαν λει‐ τουργίαν ἔν τε στρατεύμασι καὶ χρήμασι. Παρ‐
40έδωκε δὲ ὁ Θεὸς τὴν Κλεοπάτραν εἰς τὰς χεῖρας τοῦ Καίσαρος, καὶ οὕτως ἐπαύσατο ἡ κατ’ Αἴγυπτον δυναστεία τῷ δωδεκάτῳ ἔτει ἐπὶ τῆς βασι‐
λείας Αὐγούστου Καίσαρος. Ἐπανερχόμενος δὲ4028

4029

ἐπὶ τὴν Ῥώμην ὡς εὐνοήσαντα τὸν Ἡρώδην μετὰ βου‐ λῆς τῆς συγκλήτου ἀναδείκνυσι βασιλέα τῆς Ἰουδαίας, περιθεὶς αὐτῷ καὶ διάδημα. Οὗτος δὲ ἐπιβὰς τοῖς Ἱερο‐ σολύμοις, καὶ Ἰουδαίων μὴ βουλομένων αὐτὸν δέξασθαι,
5ὡς ἀλλόφυλον ὄντα, πολλοὺς παρ’ αὐτῶν κατέσφαξεν, λαφυραγωγήσας τὴν πόλιν καὶ τὸ ἱερὸν, πονηρῶς δὲ χρησάμενος τῇ ἐξουσίᾳ, πάσας τὰς τῶν φυλῶν καὶ τῶν γενῶν αὐτῶν τὰς ἀναγραφὰς τὰς ἀπὸ τοῦ Ἔσδρα ἀνακειμένας πυρὶ κατέκαυσε, πρὸς τὸ
10μηκέτι γνῶναι τοὺς Ἰουδαίους, ἐκ ποίας πατριᾶς εἰσιν, ἐκ ποίας φυλῆς, καὶ τίνες εἰσὶν οἱ αὐτόχθονες, καὶ τίνες οἱ λεγόμενοι γειῶραι, καὶ τὴν ἱερα‐ τικὴν στολὴν ὑπὸ τὴν ἰδίαν σφραγῖδα ἐπέθετο, καὶ λοιπὸν ἀδεῶς ἀσήμοις τισὶν ἐπὶ χρήμασιν ἱκανοῖς
15τὴν ἀρχιερωσύνην ἐπίπρασκεν. Ἔτους δὲ τεσσαρακοστοῦ δευτέρου Καίσαρος Αὐ‐ γούστου ἐξῆλθε παρ’ αὐτοῦ δόγμα ὑπογράφεσθαι πᾶ‐ σαν τὴν οἰκουμένην. Αὕτη ἡ ὑπογραφὴ πρώτη ἐγέ‐ νετο, ὥς φησιν ἱερὰ τῶν Εὐαγγελίων ἱστορία. Ταύτην
20δὲ τὴν ἀπογραφὴν ἤγουν φορολογίαν ὁ Καῖσαρ ὡς εὐνουστάτῳ τινὶ καὶ μεγίστῳ τῆς συγκλήτου ἐν‐ εχείρισε Κυρινίῳ, ὃν κατέστησεν ἡγούμενον Συρίας ἤτοι τῆς Ἰουδαίας, ἐν ὑπατείᾳ τρισκαιδεκάτῃ Αὐγούστου καὶ Συλουανοῦ, καθ’ ἣν ὑπατείαν ὁ Κύ‐
25ριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, κατὰ τὴν προφητείαν, τῷ τριακοστῷ καὶ τρίτῳ ἔτει τῆς βασιλείας Ἡρώδου τοῦ Ἀντιπάτρου, τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἐπιφάνιος δὲ ὁ μέγας καὶ ἱερὸς τῶν Κυπρίων ἐπίσκοπος, ἀγω‐
30νιστικῶς ἐνίσταται διαβεβαιούμενος, ὅτι πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίου γέγονεν ἡ ἀληθινὴ γένεσις τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Οἱ δὲ λοιποὶ πάντες θεόσο‐ φοι διδάσκαλοι τῆς ἁγίας καὶ καθολικῆς καὶ
35ἀποστολικῆς Ἐκκλησίας, ὡς ἐξ ἑνὸς στόματος, ὡρί‐ σαντο εἶναι τὴν γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γὰρ τα‐
40νῦν περὶ τούτου ἡμῖν ὁ λόγος. Ἕνα δὲ ἐπίσημον δι‐ δάσκαλον παραγαγὼν, ὃν καὶ αὐτὸς ὁ θεῖος Ἐπιφά‐ νιος παρήγαγεν, ὡς συνηγοροῦντα τοῖς λόγοις αὐτοῦ, καταλείψω τοῖς ἐντυγχάνουσιν αἱρεῖσθαι τὸ ἄμεινον.
Ἐφραὶμ τοίνυν ὁ Σύρος, οὐχ ὁ τυχὼν καὶ αὐτὸς τῆς4030

4032

εὐσεβείας διδάσκαλος, ἐν τῷ εἰς τὴν νίκην τοῦ φωτὸς λόγῳ ὧδέ φησιν· «Ἐν τῷ Ξανθικῷ δὲ τῷ φαιδρῷ σύλληψις τοῦ φαιδροῦ καρποῦ καὶ φωτός· τότε δὴ δραμὸν ὀξέως τὸ σκότος οὐκ ἴσχυσεν ἀμαυρῶσαι τὴν
5φωτεινὴν σύλληψιν.» Καὶ μεθ’ ἕτερα· «Ἐν τῷ σπη‐ λαίῳ γέγονεν ἡ γένεσις τοῦ φωτὸς, τοῦ τὸ ἡμέτερον σκότος διασκεδάσαντος. Καὶ τῷ μηνὶ ἐν ᾧ λείπεται τὸ σκότος ἀνέτειλεν ἡμῖν φῶς νοητὸν καὶ κινητικόν. Ὁ τῆς συλλήψεως αὐτοῦ μὴν ἡρμήνευσεν ὑμῖν τὸν
10τύπον, ὃν Μωϋσῆς διὰ γραμμάτων ἐμήνυσε· καὶ ὁ μὴν τῆς γενέσεως αὐτοῦ ὁμοίως ἐδήλωσεν ἡμῖν τὸ μυστηρίον.» Γεννᾶται τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας τῷ τεσσαρακοστῷ δευτέρῳ
15ἔτει τῆς βασιλείας Αὐγούστου Καίσαρος, ἐν ὑπατείᾳ τῇ προγεγραμμένῃ, ἔτους δὲ τριακοστοῦ τρίτου Ἡρώ‐ δου τοῦ Ἀντιπάτρου, ὑποταγῆς δὲ Αἰγύπτου τριακο‐ στῷ ἔτει, τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων κατὰ τοὺς Πατέρας, ὅτε καὶ οἱ Μάγοι παρεγένοντο εἰς Ἱε‐
20ροσόλυμα, ζητοῦντες τὸν τεχθέντα βασιλέα, οὗ καὶ ὁ ἀστὴρ ἀπὸ Ἀνατολῶν ὡδήγησεν αὐτοὺς ἕως τῆς Ἰου‐ δαίας. Ἐπιβάντες δὲ τῇ βασιλευούσῃ πόλει καὶ τὸν ὁδηγὸν ἀπολέσαντες, θρηνοῦντες ἠρώτων τοὺς αὐτό‐ χθονας, γνωρίζοντες αὐτοῖς καὶ τὸν οὐράνιον ὁδηγόν.
25Ὅθεν ἀκούσας ὁ Ἡρώδης, δεινὸς ὢν, συνῆκεν μὴ εἶ‐ ναι τὸ σημεῖον ἀνθρώπινον. Πολλῶν γὰρ, φησὶ, γεν‐ νηθέντων ἐν Ἱερουσαλὴμ βασιλέων, ἐπ’ οὐδενὶ τού‐ των ἀστὴρ ἐφάνη ἐν τῇ Ἀνατολῇ. Ἐμπόνως οὖν ἐρω‐ τήσας τοὺς Γραμματεῖς μανθάνει ἐκ τῆς προφητείας,
30ὅτι τὸν Χριστὸν ἔδει γεννηθῆναι ἐν Βηθλεέμ· καὶ λάθρα καλέσας τοὺς Μάγους ἠκρίβωσε παρ’ αὐτῶν τὸν χρόνον τῆς ἐπιστολῆς τοῦ ἀστέρος, καὶ δόλῳ ἀπέστειλεν αὐτοὺς, ταξάμενος αὐτοῖς, ὡς εἰκὸς, δω‐ ρεὰς μεγίστας, ὅπως ἐπὰν εὕρωσι τὸ παιδίον, ἀπ‐
35αγγείλωσιν αὐτῷ. Ὡς δὲ πάλιν ἐφάνη αὐτοῖς ὁ πάλαι καθοδηγῶν αὐτοὺς, μετὰ χαρᾶς μεγάλης τούτῳ ἠκο‐ λούθησαν ἕως Βηθλεὲμ, καὶ εὑρόντες τὸν ποθούμενον Βασιλέα, καὶ προσκυνήσαντες αὐτὸν ἐν δώροις, ἐχρη‐ ματίσθησαν ὑπὸ ἀγγέλου, καὶ δι’ ἄλλης ὁδοῦ ἀνεχώ‐
40ρησαν εἰς τὴν ἰδίαν χώραν. Τότε καὶ ὁ Ἰωσὴφ, κατὰ τὸ θεῖον πρόσταγμα, φεύ‐ γει εἰς Αἴγυπτον μετὰ τοῦ παιδίου καὶ τῆς μητέρος αὐτοῦ, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου. Συν‐ άγονται δὲ ἐκ τῆς ἀφίξεως τῶν Μάγων καὶ τοῦ ἐμ‐
45παιγμοῦ τοῦ Ἡρώδου καὶ τῆς εἰς τὴν χώραν αὐτῶν ἐπανόδου ἔτη δύο. Τότε θυμωθεὶς ὁ Ἡρώδης τὴν μιαιφονίαν τῶν νηπίων εἰργάσατο τῷ τριακοστῷ πέμπτῳ τῆς βασιλείας αὐτοῦ ἔτει. Εὐθέως δὲ μετ‐ ῆλθε θεήλατος ὀργὴ ἐπ’ αὐτὸν, καὶ ἐν ἀῤῥωστίαις

4032

(50)

πονηραῖς ἐξεταζόμενος κατέστρεψε τὸν βίον, τριά‐ κοντα ὀκτὼ ἔτη κρατήσας τὴν ἀρχὴν αὐτοῦ. Κατ‐ έλιπε δὲ τέσσαρας υἱοὺς διαδόχους τῆς αὐτοῦ βασι‐
λείας τε καὶ πονηρίας. Τότε δὴ διὰ προστάγματος4032

4033

Κυρίου ἐπανῆλθεν ἐξ Αἰγύπτου Ἰωσὴφ μετὰ τοῦ παι‐ δίου καὶ τῆς μητέρος, αὐτοῦ ὄντος τετραετοῦς, καὶ κατῴκησεν εἰς Ναζαρὲτ, Ἀρχελάου τετραρχοῦντος τῆς Ἰουδαίας. Οὕτω γὰρ ἐκαλοῦντο οἱ τοῦ Ἡρώδου
5υἱοὶ, Ἀρχέλαος οὗτος, καὶ Ἡρώδης, καὶ Φίλιππος καὶ Λυσανίας, διὰ τὸ ἕκαστον αὐτῶν ἔχειν τέταρτον μέ‐ ρος τῆς βασιλείας. Τῷ δὲ ὀγδόῳ ἔτει τῆς βασι‐ λείας Ἀρχελάου, ἤρξατο ὁ Κύριος ἐν τῷ ἱερῷ διδά‐ σκειν, ἐλθὼν ἐν μέσῳ τῶν διδασκάλων, ὢν ἐτῶν δώ‐
10δεκα κατὰ τὴν σωματικὴν ἡλικίαν. Κατελθὼν δὲ μετὰ τῶν κατὰ χάριν γονέων αὐτοῦ εἰς τὴν Ναζαρὲτ, μετὰ οὐ πολὺ ὁ Ἰωσὴφ τέλει τοῦ βίου ἐχρήσατο, νομιζό‐ μενος ὑπὸ πάντων εἶναι πατὴρ τοῦ Κυρίου. Διαρκέσας δὲ ὁ Ἀρχέλαος ἔτι ἐνιαυτὸν ἕνα κατ‐
15έλυσε τὸν βίον μὴ καταλείψας κληρονόμον. Αὔγου‐ στος δὲ ὁ Καῖσαρ πεντήκοντα ἓξ ἥμισυ ἐνιαυτοὺς πληρώσας ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι‐ βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα‐ πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν
20Πιλάτον, ἡγούμενον τῆς Ἰουδαίας ἀπέστειλε, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς τοῦ Καίσαρος. Ἐν ἔτει δὲ πέμ‐ πτῳ καὶ δεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, κατὰ τὴν τοῦ Εὐαγγελίου φωνὴν, ἦλθεν Ἰωάννης κατὰ ἀποκάλυψιν τοῦ Θεοῦ κηρύσσων βάπτισμα με‐
25τανοίας ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ ἐβαπτίσθη ὁ Κύριος ὑπ’ αὐτοῦ, ὢν ἐτῶν τριάκοντα, καὶ ἤρξατο τῆς κατὰ τὸ Εὐαγγέλιον πραγματείας. Ἦν δὲ Ἡρώδης κατ’ ἐκεῖνον τὸν καιρὸν ἐκβαλὼν τὴν ἰδίαν γυναῖκα, θυγατέρα οὖσαν Ἀρέτα τοῦ βασι‐
30λέως Ἀραβίας, περὶ οὗ ὁ Παῦλος ἐν τῇ πρὸς Κοριν‐ θίους ἐπιστολῇ μνείαν ἐποιήσατο, καὶ λαβὼν Ἡρω‐ διάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ. Ὁ δὲ κήρυξ τῆς ἀληθείας Ἰωάννης ὁ Βαπτιστὴς, μὴ φέρων τὴν ἀτοπίαν, σφοδρῶς τοῖς
35ἐλέγχοις ἐπῆλθε τῷ Ἡρώδῃ. Ὁ δὲ, ἀκατασχέτῳ θυμῷ ληφθεὶς, χαριζόμενος τῇ μοιχαλίδι τὴν παῤῥησίαν, τὸν προφήτην ἀπεκεφάλισεν, ἀλλ’ οὐκ εἰς μακρὰν τὴν δίκην εἰσεπράξατο τῶν τολμηθέντων. Ἡ γὰρ γυνὴ αὐτοῦ ἀτίμως διωχθεῖσα ἐπορεύθη πρὸς τὸν Ἀρέταν
40τὸν πατέρα αὐτῆς, καὶ τὴν βίαν ἀπωδύρετο. Ὁ δὲ, ὡς ὑβρισμένης τῆς θυγατρὸς αὐτοῦ, συναγαγὼν πάντα τὸν λαὸν αὐτοῦ, ἐπῆλθεν ἐπ’ αὐτὸν εἰς πόλε‐ μον, καὶ κατέκοψε πάντα τὰ στρατεύματα αὐτοῦ, καὶ τὴν χώραν αὐτοῦ πυρὶ παραδοὺς ᾐχμαλώτευσεν.
45αὐτοῦ. Ἐν ἔτει δὲ ὀκτὼ καὶ δεκάτῳ Τιβερίου Καίσαρος, Ἡρώδου δὲ εἰκοστῷ, ἡγεμονεύοντος Ποντίου Πιλά‐ του τῆς Ἰουδαίας, γέγονε τὸ σωτήριον πάθος πρὸ δεκατριῶν Καλανδῶν Ἀπριλλίων. Πέπονθε δὲ ὁ Κύ‐

4033

(50)

ριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ ἡμῶν ἑκουσίως,
Θεὸς ὢν ἀληθινὸς καὶ ἄνθρωπος, τῶν ἐν αὐτῷ δύο4034

4036

φύσεων μηδαμοῦ ἐπιδεχομένων μερισμὸν ἢ διαίρεσιν, Ἐν σταυρῷ γὰρ καὶ ἐν τάφῳ ἀμέριστος ἔμεινε ἡ οἰκονομία τῶν δύο φύσεων, ἐν αἷς γνωρίζεται ὁ εἷς καὶ μόνος Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς
5Υἱὸς καὶ Λόγος τοῦ ζῶντος Θεοῦ. Καὶ ἐπειδήπερ ἐν τῷ παντὶ ὁ σταυρὸς ἔνδοξος καὶ τὸ πᾶν σταυροειδῶς ὑπέστη, καθὼς προλαβὼν ἀπέδειξεν ὁ λόγος, εἰκό‐ τως ὁ Κύριος τὸν διὰ σταυροῦ ὑπέμεινε θάνα‐ τον, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου ἁγιάσῃ τὰ σύμ‐
10παντα, καὶ ἐξαγοράσῃ ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νό‐ μου, καὶ ἐλευθερώσῃ ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ λυτρώσηται ἡμᾶς ἐκ τῆς τυραννί‐ δος καὶ φθορᾶς. Ἀπέθανεν οὖν ὑπὲρ ἡμῶν ἀληθῶς καὶ οὐ κατὰ φαντασίαν ὁ Κύριος, σταυρωθεὶς
15ἐπὶ Ποντίου Πιλάτου τοῦ ἡγεμόνος, καὶ ἐτάφη, καὶ ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, ἀληθῶς, τῇ πρὸ δεκαμιᾶς Καλανδῶν Ἀπριλλίων κατὰ τὴν ἐαρινὴν ἰσημερίαν, οὐ τῆς θεότητος αὐτοῦ καταπε‐ σούσης εἰς πάθη καὶ θνῆσιν (μὴ γένοιτο· ἀπίοι γὰρ
20καὶ ἀπέστω ἀπὸ παντὸς τοῦ Χριστιανοῦ τὸ τοιοῦτο φρόνημα, ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀθάνατον), συμ‐ παρούσης δὲ μᾶλλον τῇ ἑνωθείσῃ αὐτῇ καθ’ ὑπόστα‐ σιν ὁμοουσίῳ ἡμῖν καὶ ὁμοιοπαθεῖ σαρκὶ, καὶ οἰκειου‐ μένης τὰ τῆς σαρκὸς πάθη οἰκονομικῶς, καὶ δωρου‐
25μένης ἡμῖν, διὰ τῆς μυστικῆς βρώσεως τοῦ ἀληθινοῦ σώματος καὶ αἵματος τοῦ λογικοῦ Ἀμνοῦ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἄφεσιν ἀμαρτιῶν καὶ ζωὴν αἰώνιον. Τὸ δὲ κατὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν μυστή‐ ριον ἐπιτελέσαντες οἱ κυριοκτόνοι Ἰουδαῖοι εἰς
30ἑαυτοὺς ἐδραματούργουν, ὅπως κρύψωσι τὸ θαῦμα. καὶ πρῶτον μὲν χρήμασιν ἱκανοῖς πείθουσι τὸν Πι‐ λάτον σφραγισθῆναι τὸν τάφον καὶ φυλαχθῆναι ὑπὸ τῆς τῶν στρατιωτῶν κουστωδίας. Ὁ δὲ Θεὸς συνεχώ‐ ρησεν αὐτοῖς πάντα ποιεῖν, ἵνα δι’ ὧν αὐτοὶ κακουρ‐
35γοῦσι, μᾶλλον συνιστῶσι τὴν ἀλήθειαν. Εἰ γὰρ μὴ ἐφύλαξαν, εἶχον ἂν εἰπεῖν, εἰ καὶ ψευδὲς τὸ λεγόμε‐ νον, ὅτι ἐκλάπη ὑπὸ τῶν μαθητῶν αὐτοῦ. Νῦν δὲ μετὰ τοσαύτης ἀσφαλείας περικαθίσαντες τῷ τάφῳ,
ἀναμφίβολος ἡ ἀνάστασις γέγονε, τῶν στρατιωτῶν4036

4037

πανταχοῦ τὸ θαῦμα κηρυττόντων, καίπερ λαβόντες ἐκ τῶν ἀρχιερέων χρήματα οὐκ ὀλίγα. Τοῦ δὲ Κυρίου ἀναληφθέντος καὶ θαυμάτων μεγί‐ στων ἐπιτελουμένων ἐπὶ τῷ ὀνόματι αὐτοῦ διὰ
5τῶν ἱερῶν ἀποστόλων, πάλιν διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ μαθητῶν, πᾶσι φανερὸν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι, ἀλλ’ ἵνα μὴ ἐπὶ
10πλέον διανεμηθῇ εἰς τὰς μετέπειτα γενεὰς, δεῦτε κρύψωμεν τὸν τόπον τῆς ταφῆς αὐτοῦ. Ἐὰν γὰρ ἴδω‐ σιν οἱ λαοὶ κενὸν τὸν τάφον, πάντες πιστεύσουσιν εἰς αὐτόν. Τότε ἐκέλευσαν χωσθῆναι τὸν τάφον καὶ τὸν τόπον τοῦ Κρανίου, ἐν ᾧ ὑπῆρχεν ὁ ἁγιώτατος σταυ‐
15ρὸς, τὰ τῆς σωτηρίας σημεῖα λήθῃ παραδοῦναι φιλο‐ νεικοῦντες. Καὶ αὕτη μέν ἐστιν ἡ κακίστη συμβουλὴ τῶν παρανόμων Ἰουδαίων. Ὁ δὲ Θεὸς πάντα συνεχώ‐ ρησεν αὐτοῖς ποιῆσαι, σαφῶς οἰκονομῶν τὰ μέλλοντα. Ἐπειδὴ γὰρ ἔμελλεν ἡ πόλις ἐρημωθῆναι καὶ πυρὶ
20παραδοθῆναι, συνεχώρησεν ὁ Θεὸς κρυβῆναι πρὸς ὀλί‐ γον τὸ ζωοποιὸν ξύλον καὶ τὴν ἔνδοξον ἀνάστασιν, ἵνα μὴ ἐν τῇ ἀναστασίᾳ ὑπὸ Ἰουδαίων καὶ ἐθνῶν πυρὶ οἱ τόποι παραδοθῶσιν· ᾔδει γὰρ ἐν τῷ δέοντι καιρῷ μετὰ δόξης πολλῆς ἀναδειχθήσεσθαι μέλλοντα.
25 Ὁ δὲ Πιλάτος πάντα τὰ πεπραγμένα ἐπὶ τοῦ σταυ‐ ροῦ ἀνήγαγε τῷ Καίσαρι, καὶ ὅτι ὁ σταυρωθεὶς Ἰη‐ σοῦς, ὁ λεγόμενος Χριστὸς, ἀνέστη τριήμερος, καὶ θαυμάσια μεγάλα ἐπιτελοῦνται ὑπὸ τῶν αὐτοῦ μαθη‐ τῶν ἐν τῷ ὀνόματι αὐτοῦ. Τιβέριος δὲ, ἀκούσας ταῦτα
30καὶ θαυμάσας, ἐπίστευε τῷ Κυρίῳ καὶ ἐβούλετο πα‐ ραχρῆμα τοῦτον διὰ βασιλικοῦ τύπου ἀναγορεῦσαι Θεόν. Ἀντεπράχθη δὲ ὑπὸ τῆς ἰδίας συγκλήτου, μω‐ ρίαν ἡγησαμένης τὸν λόγον τοῦ σταυροῦ. Ὁ δὲ Καῖσαρ ἐκράτει τὸν λόγον αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ τοῖς
35διαβάλλουσι Χριστιανοὺς ὄλεθρον ἠπείλησε. Μαθὼν δὲ ὅτι Ἡρώδης συνῄνεσεν εἰς τὸν θάνατον τοῦ Χρι‐ στοῦ, καὶ ὅτι διὰ τῆς ἀθεμίτου αὐτοῦ μοιχείας τῆς εἰς τὴν Ἡρωδιάδα κακὰ πολλὰ ἐγένετο κατὰ τὴν χώ‐ ραν ἐκείνην, καὶ ὅτι Ἰωάννην τὸν Βαπτιστὴν, ἄνδρα
40δίκαιον ὄντα, διὰ τὸν ἔλεγχον τῆς παρανομίας ἐφόνευ‐ σε, λίαν ἠγανάκτησε. Καὶ αὐτὸν δέσμιον μετὰ τῆς μοιχαλίδος εἰς Ῥώμην ἀπενεχθῆναι ἐκέλευσε, καὶ γυμνώσας αὐτὸν τῆς ἀρχῆς καὶ δημεύσας, σὺν τῇ Ἡρωδιάδι παρέπεμψεν ἐξόριστον εἰς Ἱσπανίους,
45κἀκεῖσε τὸν βίον χαλεπῶς κατέστρεψε. Τὴν δὲ κα‐ κῶς ὀρχησαμένην κόρην κατέπιεν ἡ γῆ, ἔτι ζώσης τῆς γεννησαμένης ἐχίδνης. Ἀπέθανε καὶ Τιβέριος βασιλεύσας ἔτη κβʹ, καὶ ἐβα‐
σίλευσε Γάϊος ἀντ’ αὐτοῦ ἔτη τέσσαρα. Οὗτος ἦν ἀν‐4038

4040

ήμερος καὶ λίαν ὑπερήφανος. Τούτῳ διαβληθεὶς ὁ Πιλᾶτος, παραστάσιμος ἀνηνέχθη εἰς Ῥώμην καὶ εἰς τοσαύτας περιπέπτωκεν ἀνάγκας καὶ περιστά‐ σεις, ὥστε αὐτὸν φονευτὴν ἑαυτοῦ γενέσθαι. Οἱ δὲ
5Ἰουδαῖοι εἰς μείζονας ἀταξίας ἐξετράπησαν, ὥστε πολλοὺς αὐτῶν ὑπὸ Ῥωμαίων ἀναλωθῆναι. Ὁ δὲ Καῖ‐ σαρ Ἡρώδην ἄλλον Ἀριστοβούλου, τὸν Ἀγρίππα λε‐ γόμενον, βασιλέα τῆς Ἰουδαίας ἀνέδειξε, παραδοὺς αὐτῷ πάσας τὰς τετραρχίας. Οὗτος δεινὸς ὢν ἐκακο‐
10ποίει τοὺς μαθητὰς τοῦ Χριστοῦ. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου μαχαίρᾳ, κατὰ τὴν ἱερὰν τῶν Πράξεων φωνὴν, ἐπιχειρήσας θανατῶσαι καὶ Πέ‐ τρον, εἰ μὴ παραδόξως δι’ ἀγγέλου ἁγίου ἐῤῥύσθη ἐκ τῶν χειρῶν αὐτοῦ. Καὶ οὐκ ἐπαύσατο δὲ ὁ προει‐
15ρημένος Ἡρώδης ἀλαζωνευόμενος, ἕως οὗ τῆς θείας δίκης πεῖραν ἔλαβε, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξε. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν Ἰάκωβος ὁ δίκαιος καὶ κληθεὶς ἀδελφὸς τοῦ Κυρίου πρῶτος ἦν κατασταθεὶς
20ἐπίσκοπος, κατὰ πρόσταξιν Θεοῦ, τῆς Ἱεροσολύμων ἁγίας Ἐκκλησίας. Τῶν δὲ Ἰουδαίων ἀτάκτως φερο‐ μένων κατὰ τῶν μαθητῶν τοῦ Κυρίου, πλειόνων κα‐ κῶν ἐπειράθησαν. Καὶ γοῦν πλῆθος πολὺ ὑπὸ Ῥω‐ μαίων κατεσφάγη. Ἦν δὲ ἄλλος Ἀγρίππας παραλα‐
25βὼν τὴν βασιλείαν τῆς Ἰουδαίας ὁ κατὰ τὸν ἅγιον Παῦλον. Ἀπέθανε δὲ Γάϊος, καὶ ἐβασίλευσε Κλαύδιος ἀντ’ αὐτοῦ ἔτη δεκατέσσαρα. Ἐπὶ τούτῳ ἐγένετο λι‐ μὸς μέγας ἐφ’ ὅλην τὴν οἰκουμένην, κατὰ τὴν προφη‐ τείαν Ἀγάβου. Τότε Ἰουδαῖοι εἰς μανίαν τραπέντες,
30δόλῳ κατὰ τῆς ἀγορᾶς ἀλλήλους κατέσφαζον, ἐφ’ ᾧ κινηθεὶς ὁ Καῖσαρ ἀπέστειλε τοῖς τῶν ἐθνῶν ἄρχου‐ σιν ἀφειδῶς χρήσασθαι τοῖς Ἰουδαίοις, καὶ λαὸς ἱκα‐ νὸς ἐξ αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας
35καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ‐ εβλήθησαν. Ταῦτα συνέβη αὐτοῖς διὰ τὴν εἰς Χριστὸν τόλμαν. Κλαύδιος δὲ ἀπέθανε, καὶ Νέρων ἐβασίλευσεν ἀντ’ αὐτοῦ ἔτη δεκατέσσαρα. Οὗτος πονηρὸς ἦν καὶ λάγνος,
40εἰ καί τις ἄλλος. Αὐτὸς πρῶτος ἤγειρεν διωγμὸν κατὰ τῶν Χριστιανῶν. Ἀνεῖλε δὲ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων τοῦ Χριστοῦ, καὶ πολλοὺς δὲ τῶν προγόνων, καὶ ἑτέρους πολλοὺς τῶν πρώ‐ των τῆς συγκλήτου ἀπώλεσε. Τότε Φῆστος ὁ ἡγεμὼν,
45ἔτι κατέχων τὴν τῆς Ἰουδαίας ἀρχὴν, ἐτελεύτησεν. Οἱ δὲ Ἰουδαῖοι, καιροῦ δραξάμενοι τῆς ἀναρχίας, ἐπὶ πλέον τὴν αὔξησιν τῆς ἀταξίας ἐποιήσαντο. Ἀπέκτει‐ ναν δὲ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς μαθητὰς μαστίζοντες ἐδίωξαν τῆς πόλεως,

4040

(50)

καὶ αὐτοὶ, κατὰ ἀποκάλυψιν Θεοῦ, ἀνεχώρησαν εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, κἀκεῖσε διέτριβον, διὰ τὰ μέλλοντα τῇ πόλει ἔσεσθαι κακὰ, κατὰ τὴν πρόῤ‐
ῥησιν τοῦ Κυρίου.4040

4041

Τότε ὅλον τὸ ἔθνος τὴν πρὸς Ῥωμαίους ἀποστα‐ σίαν εἰργάσαντο. Ἀγρίππας δὲ φυγὰς ᾤχετο ἐπὶ τὴν Ῥώμην. Τότε Νέρων ἐν ὀργῇ καὶ θυμῷ ἔγραψε τῷ τῆς Ἑῴας στρατηγῷ (Οὐεσπασιανὸς δὲ ἦν τὸ τηνι‐
5καῦτα) κελεύων αὐτὸν συνεγείρειν πᾶσαν τὴν ὑπ’ αὐτῷ στρατιὰν, καταλαμβάνειν τὴν Ἰουδαίαν γῆν, καὶ ἄρδην ἀπολέσαι αὐτήν. Οἱ δὲ δυνάμενοι τῶν Ἰουδαίων ἀκούσαντες, κατέλαβον τὴν Ἱερουσαλὴμ, ἅτε ὀχυρω‐ τάτην οὖσαν τοῖς τείχεσι καὶ πύργοις μεγίστοις ἠσφα‐
10λισμένην. Ὁ δὲ στρατηγὸς προλαβὼν τὴν χώραν, πά‐ σας τὰς πόλεις τῆς Ἰουδαίας καταστρέψας, ἐξανεῖλε πυρί. Καταλαβὼν δὲ τὴν Ἱερουσαλὴμ καὶ πολιορκή‐ σας αὐτὴν ἐνιαυτὸν ἕνα, καὶ πολλὰ μηχανήματα κα‐ τασκευάσας, οὐδὲν ἴσχυσε ποιῆσαι, διὰ τὴν τῆς πό‐
15λεως ὀχυρότητα· ἀλλὰ καὶ ἐξελθόντες οἱ τῆς πόλεως αἰφνιδίως πολλοὺς ἔπληξαν τῶν Ῥωμαίων. Καταβὰς δὲ εἰς Καισάρειαν Οὐεσπασιανὸς ἀφῆκεν ἀναλαβεῖν τὸν στρατόν. Ἐν τούτοις δὲ ἀνῃρέθη Νέρων ἐπὶ τῆς Ῥώμης,
20καὶ ἐκράτησε Γάλβας μῆνας ζʹ. Κἀκεῖνος ἀνῃρέθη, καὶ ἐκράτησεν ὁ Ὄθων τρεῖς, καὶ μετὰ τοῦτον Βιτάλιος ἐκράτησε μῆνας τρεῖς. Ἐν πολλῷ οὖν κιν‐ δύνῳ καὶ ἀκαταστασίᾳ τῶν πραγμάτων ὑπαρχόντων, καὶ βαρβάρων τινῶν ἐπικειμένων τῇ Ῥωμανίᾳ,
25ὁ κατὰ τὴν Ἑῴαν στρατὸς ἄκοντα τὸν Οὐεσπασιανὸν ἔστεψε βασιλέα, συναινέσει πάντων κατὰ τὴν Ἀνα‐ τολὴν ἀρχόντων. Ἀπαίρων δὲ ἐπὶ τὴν Ῥώμην, χειμῶνος ὥρᾳ, τοὺς υἱοὺς αὐτοῦ Τίτον καὶ Δομε‐ τιανὸν Καίσαρας ἀναδείξας, τὸν μὲν Τίτον πολιορ‐
30κήσαντα Ἱεροσόλυμα κατέλιπε, Δομετιανὸν δὲ ἀπ‐ έστειλεν εἰς ἐκστρατείαν ἐπὶ τοὺς βαρβάρους. Ἐγ‐ γίζοντος δὲ αὐτοῦ ἤδη τῇ Ῥώμῃ, ὁ ἐκεῖσε στρατὸς μετὰ τῆς συγκλήτου, ἀνελόντες τὸν ἄνταρτον, σὺν εὐωχίᾳ μεγίστῃ καὶ κρότοις συνήντησαν αὐτῷ. Καθ‐
35εσθεὶς δὲ ἐπὶ τοῦ θρόνου κατέσφαξε πάντας τοὺς ἀτάκτους, καὶ ἐξαίφνης τὰ Ῥωμαίων αὖθις ἐπ‐ ανωρθώθη, τοῦ Δομετιανοῦ ἐξολοθρεύσαντος τοὺς ἐπανισταμένους βαρβάρους. Πολιορκουμένης δὲ τῆς Ἱερουσαλὴμ ἐπὶ ἔτη δύο,
40πάντες οἱ ἐν αὐτῇ λιμῷ ἐτάκησαν, τὰ τέκνα αὐ‐ τῶν φαγόντες ἐν τῇ πολιορκίᾳ. Παραλαβὼν δὲ αὐ‐ τὴν ὁ Καῖσαρ, κατακόψας τὸν λαὸν τὸν ἐν αὐτῇ, καὶ σκυλεύσας πᾶσαν μετὰ τοῦ λαοῦ πυρὶ παρ‐ έδωκε. Τότε ἐπληρώθη ὁ λόγος τοῦ Κυρίου, ὁ, Οὐ
45μὴ ἀφεθήσεται λίθος ἐπὶ λίθον ἐν αὐτῇ Τοὺς δὲ ἀναιρεθέντας διαγράφουσί τινες εἰς τριακοσίας μυριά‐ δας. Μετὰ δὲ τὴν ἅλωσιν τῆς πόλεως πάλιν ἐπανελ‐ θόντες οἱ πιστοὶ εἰς τὴν ἁγίαν Σιὼν, προεβάλλοντο δεύτερον ἐπίσκοπον Ἱεροσολύμων Σιμεῶνα, τὸν τοῦ

4041

(50)

Κλεόπα τοῦ ἐν Εὐαγγελίοις ἐμφερομένου, αὐτόπτην καὶ ἀκροατὴν, καὶ ἀνεψιὸν ὑπάρχοντα τοῦ Κυρίου.
Κλεόπας δὲ ἀδελφὸς ἦν τοῦ κατὰ χάριν πατρὸς τοῦ4042

4044

Κυρίου. Συνάγονται δὲ τεσσαράκοντα ἔτη ἀπὸ τοῦ σωτηρίου πάθους ἕως τῆς ἁλώσεως Ἱεροσολύμων. Ἐβασίλευσε δὲ ὁ Οὐεσπασιανὸς κραταιὸς ἔτη δέκα καὶ ἀπέθανε, καὶ ἐβασίλευσε Τίτος ὁ υἱὸς αὐτοῦ ἀντ’
5αὐτοῦ ἔτη τρία καὶ ἀπέθανε· καὶ ἐβασίλευσεν ὁ Δο‐ μετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἀντ’ αὐτοῦ, καὶ πάλιν διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ Δαυῒδ ὑπάρχει, καὶ μέγα ἔχει
10γένος, οἵτινές εἰσι χριστιανίζοντες, καὶ καταγγέλ‐ λοντες Ἰησοῦν Χριστὸν βασιλέα αἰώνιον, μέλλοντα καταλύειν πάσας τὰς ὑπὸ τὸν οὐρανὸν δυνάμεις, καὶ μόνος μέλλει βασιλεύειν. Θυμωθεὶς δὲ ὁ βασιλεὺς ἐπὶ τούτῳ, ἐκέλευσε μὴ ζῇν Χριστιανούς· ἀποστεί‐
15λας δὲ εἰς Ἱεροσόλυμα, τοὺς ἐγγόνους Ἰούδα, τοῦ ἀδελφοῦ τοῦ Κυρίου, ἐπὶ τὴν Ῥώμην ἀπήγαγεν, καὶ ἐπηρώτησεν αὐτοὺς περὶ τοῦ Χριστοῦ καὶ τῆς αὐτοῦ βασιλείας. Οἱ δὲ ἀπεκρίναντο μὴ εἶναι τὴν βα‐ σιλείαν αὐτοῦ ἐπίγειον, ἀλλ’ ἐπουράνιον, μέλλειν
20δὲ ἐν τῇ συντελείᾳ τῶν αἰώνων ἔρχεσθαι μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταῦτα ἀκούσας ὁ Καῖσαρ, καὶ ἔμφοβος γενόμενος, ἀπέλυσεν αὐτοὺς, καὶ τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἐκώλυσεν.
25 Ἀπέθανε δὲ Δομετιανὸς βασιλεύσας ἔτη δεκαπέντε, καὶ Νερουᾶς ἐβασίλευσεν ἀντ’ αὐτοῦ ἔτος ἕν. Ἀπ‐ έθανε δὲ Νερουᾶς, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Τρα‐ ϊανὸς ἔτη εἴκοσιν. Οὗτος διωγμὸν ἐπὶ πολὺ κατὰ Χριστιανῶν κινήσας, μάρτυρας παμπόλλους ἐφόνευ‐
30σεν, ὥστε τοὺς ἄρχοντας τῶν ἐθνῶν ἀποκακίσαντας τῷ πλήθει τῶν μαρτυρούντων ἀναγαγεῖν τῷ αὐτο‐ κράτορι, μαρτυροῦντας τῇ τῶν Χριστιανῶν ἐλευθε‐ ρίᾳ, ὅτι πάντα κατὰ νόμους τοὺς πρέποντας δια‐ πράττουσι, Χριστὸν δὲ μόνον Θεὸν ὁμολογοῦσι.
35Ταῦτα ἀκούσας ὁ αὐτοκράτωρ ἔπαυσε τὸν διωγμόν. Ἐμαρτύρησε δὲ ἐπ’ αὐτοῦ ἐν Ῥώμῃ Ἰγνάτιος ὁ ἐπί‐ σκοπος Ἀντιοχείας, καὶ Σιμεὼν ὁ τοῦ Κλεόπα, ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος, σταυρωθεὶς, ὢν ἐτῶν ἑκα‐ τὸν καὶ εἴκοσιν, ἐπὶ Ἀττικοῦ τινος ὑπατικοῦ. Κατ’
40ἐκεῖνον τὸν καιρὸν Ἰουδαῖοι τῇ σφῶν μανίᾳ χρώμενοι ἐτόλμησαν βασιλέα ἑαυτῶν στῆσαι, ἐφ’ ᾧ κινηθεὶς ὁ αὐτοκράτωρ ἀπέστειλεν ἄρχοντας στιβαροὺς ἐπ’ αὐ‐ τοὺς, οἵτινες χειρωσάμενοι τὸν προβληθέντα τύραν‐ νον ἀνὰ πᾶσαν λοιπὸν τὴν οἰκουμένην διώκοντες,
45πλήθη ἀναρίθμητα τῶν Ἰουδαίων κατέσφαζον. Ἀπέθανε δὲ Τραϊανὸς, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αἴλιος Ἀδριανὸς εἴκοσι καὶ ἓν ἔτος. Οὗτος περιείη τὰς χώρας, λωβηθεὶς τὸ σῶμα καὶ ζητῶν τινα ἐπι‐ κουρίαν τοῦ πάθους. Ἐλθὼν δὲ κατὰ τὴν ἁγίαν πό‐

4044

(50)

λιν, καὶ ἰδὼν αὐτὴν ἠδαφισμένην, μόνην δὲ τὴν τῶν Χριστιανῶν ἐκκλησίαν ἱσταμένην, ἐκέλευσε κτισθῆ‐ ναι τὴν πόλιν ὅλην, παρεκτὸς τοῦ ναοῦ. Ἀκούσαντες δὲ Ἰουδαῖοι συνεῤῥύησαν ἐκ παντὸς ἔθνους, καὶ ἐν
ὀλίγῳ χρόνῳ ταχέως λίαν ἐκτίσθη. Ἀλλὰ πάλιν ὁ4044

4045

ἐκβακχεύων αὐτοὺς ὁ πονηρὸς δαίμων, οὐκ εἴασεν αὐτοὺς ἠρεμεῖν, ἀλλὰ ἀποστάντες τῆς Ῥωμαίων ὑποταγῆς, κατέστησαν ἑαυτοῖς στασιώτην τινὰ κα‐ λούμενον Βαρχωχίβαν. Ταῦτα ἀκούσας ὁ Καῖσαρ ἀπ‐
5έστειλεν ἐπ’ αὐτοὺς στρατόπεδα πάμπολλα, καὶ πολυ‐ χρονίως ἐπολιόρκουν τὴν πόλιν, ἕως οὐ λιμῷ καὶ δίψῃ διεφθάρη πᾶς ὁ λαὸς ἐν αὐτῇ. Αὕτη ἐστὶν ἡ ἐσχάτη ἐρήμωσις τῆς Ἰουδαίας. Πάντας γὰρ τοὺς Ἰουδαίους ἐξολοθρεύσας καὶ εἰς
10παντελῆ ἐρημίαν καταστήσας τὴν πόλιν, ἐκέλευσε τοῖς Ἕλλησι κατέχειν αὐτὴν, γράψας νόμον δογματι‐ κῶς κελεύοντα, μηκέτι τοὺς Ἰουδαίους ὀφθαλμοῖς ὁρᾷν τῆς πατρῴας γῆς τὸ ἔδαφος. Οἱ δὲ οἰκήτορες τῶν Ἱεροσολύμων ἐξ ἀλλοφύλων τυγχάνοντες στήλην
15τῷ αὐτοκράτορι ἵδρυσαν ἐν αὐτῷ τῷ ἱερῷ παρὰ τὴν ὡραίαν πύλην, καὶ ἀμείψαντες τὸ ὄνομα τῆς πόλεως, ἐκάλεσαν αὐτὴν ἐπὶ τῷ ὀνόματι τοῦ κρατοῦντος Αἰλίαν. Ἡ δὲ πρὸ τούτων τῶν χρόνων ἐν Ἱεροσολύ‐ μοις ἁγία Ἐκκλησία ἐξ Ἑβραίων συστᾶσα οὐκ ἐδέχετο
20ἐπίσκοπον ἀπερίτμητον. Τοὺς δὲ χρόνους αὐτῶν συγχωρήσει μοι ἡ ὁσιότης ὑμῶν ἀπορήσαντι μὴ δια‐ σημᾶναι, οὐ γὰρ ἂν εὐκόλως εὕροι τις πώποτε. Τὰ δὲ ὀνόματα αὐτῶν ἐστι ταῦτα. Πρῶτος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφὸς, Σιμεὼν ὁ τοῦ Κλεόπα, Ἰοῦστος,
25Ζαχαῖος, Τοβίας, Βενιαμὶν, Ἰωάννης, Ματθίας, Φίλιππος, Σενέκας, Ἰοῦστος, Λεβῆς, Ἐφρῆς, Ἰω‐ σὴφ, Ἰούδας. Οὗτοι πάντες ἐκ τῆς περιτομῆς ὑπῆρχον, δέκα καὶ πέντε τὸν ἀριθμόν. Καὶ συνάγον‐ ται ἀπὸ τῆς ἁλώσεως Ἱεροσολύμων, ἕως τῆς ὑστέ‐
30ρας πολιορκίας καὶ τῆς τῶν Ἰουδαίων τελείας ἐκβο‐ λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάντα ἁγιώτατον.
35Μαθόντες δὲ ἐκ παραδόσεως οἱ πιστοὶ τὸν τόπον τοῦ ἁγίου Γολγοθᾶ κεχωσμένον ἕτι καὶ ἀφανῆ τυγχά‐ νοντα, ἐρχόμενοι καθ’ ἡμέραν σεβασμίως προσεκύνουν· ὅπερ θεωροῦντες οἱ εἰδωλολάτραι, τοῦ διαβόλου ὑπο‐ βάλλοντος αὐτοῖς, ᾠκοδόμησαν ἐκεῖσε ναὸν τῷ ἀγάλ‐
40ματι τῆς ἀκαθάρτου δαίμονος Ἀφροδίτης. Κωλυθὲν δὲ τὸ τῶν Χριστιανῶν πλῆθος τῆς ἐν τῷ τόπῳ προ‐ όδου, ἄγνωστοι τοῖς πολλοῖς λοιπὸν οἱ ἅγιοι τόποι ἐγίνοντο. Ἀπέθανε δὲ Ἀδριανὸς, καὶ ἐβασίλευσεν Ἁντωνῖ‐
45νος ὁ Εὐσεβὴς ἀντ’ αὐτοῦ εἴκοσι καὶ δύο ἔτη. Μετὰ τοῦτον δὲ Μάρκος Ἀουρήλιος Οὐῆρος, ὃν καὶ Ἀντωνῖ‐ νος ὁ υἱὸς αὐτοῦ σὺν καὶ Λουκίῳ ἀδελφῷ διαδέχεται ἔτη τεσσαρακαίδεκα. Διωγμοῦ δὲ κινηθέντος πολ‐ λοὶ γεγόνασι μάρτυρες θανόντες προθύμως ὑπὲρ

4045

(50)

Χριστοῦ. Σημεῖα δὲ μεγάλα ἐγίνετο, ὥστε αὐτὸν τὸν Καίσαρα Μάρκον, σὺν παντὶ τῷ στρατεύματι
αὐτοῦ, σπάνει ὕδατος μέλλοντα διαφθείρεσθαι, τῇ4046

4048

τῶν Χριστιανῶν εὐχῇ περισωθῆναι, τοῦ Θεοῦ ἐν ἀνύδροις τόποις ἀποστείλαντος αὐτοῖς τὸν ὑετόν. Τελευτήσαντος δὲ Οὐήρου διαδέχεται τὴν ἡγεμονίαν Κόμμοδος ἔτη δώδεκα. Μετ’ αὐτὸν ἐβασίλευσε Περ‐
5τίναξ μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Σεβῆρος ἔτη δέκα καὶ ὀκτώ· ἐφ’ οὗ, διωγμοῦ μεγάλου κινηθέντος, πολλοὶ κατὰ πάντα τόπον ἐμαρτύρη‐ σαν. Τούτου δὲ τελευτήσαντος Ἀντωνῖνος Καράκαλος
10ἔτη ἑπτὰ, Μακρῖνος τοῦτον διαδεξάμενος ἐβασίλευσεν ἔτος ἕν. Καὶ μετ’ αὐτὸν Ἀντωνῖνος ἄλλος ἔτη τεσ‐ σαρακαίδεκα. Ἐβασίλευσε μετὰ τοῦτον Ἀλέξανδρος ἔτη τρία καὶ δέκα. Οἱ δὲ κατὰ τὴν Αἰλίαν γε‐ νόμενοι ἐπίσκοποι ἀπ’ Ἀδριανοῦ τῆς βασιλείας,
15οὗτοί εἰσι· Μάρκος, Κασσιανὸς, Πούπλιος, Μάξιμος, Ἰουλιανὸς, Γάϊος, Ἰουλιανὸς ἕτερος, Καπίτων, Οὐάλης, Δολιχιανὸς Νάρκισσος. Οὗτος δὲ ὁ Ναρκισσὸς ἀποστολικοῖς χαρίσμασι λαμπρυνόμενος, καὶ τῆς ἡσυχίας ἐρῶν, καταλείψας τὴν ἐπισκοπὴν
20εἰς ἀγνώστους τόπους ἀπέδρα. Πολλὰ ζητηθέντος ὑπὸ τοῦ λαοῦ καὶ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, καὶ μὴ εὑρεθέντος, προβάλλεται ἀντ’ αὐτοῦ ἐπίσκοπος Διὸς, μετ’ αὐτὸν Γερμανίων. Τοῦτον διαδέχεται Γορ‐ δίας. Ἐπὶ τούτου, ὥσπερ ἐξ ἀδύτων, πάλιν ἀναφαί‐
25νεται Νάρκισσος. Καὶ ἦν σὺν τῷ χειροτονηθέντι ἐπι‐ σκόπῳ γέρων πολὺ ὑπάρχων, ὡς εἶναι αὐτὸν τρια‐ κοστὸν ἀπὸ τοῦ σωτηρίου πάθους. Τοῦ δὲ σὺν αὐτῷ ἐπισκόπου τελειωθέντος καὶ τοῦ Ναρκίσσου ὑπεργη‐ ράσαντος, ἦν γὰρ ἐτῶν ἑκατὸν ἑξκαίδεκα, Ἀλέξαν‐
30δρόν τινα ἐπίσκοπον ἀπὸ ἑτέρας χώρας ἐλθόντα εἰς προσκύνησιν τῶν ἁγίων τόπων, ἀντ’ αὐτοῦ κατὰ ἀποκάλυψιν Θεοῦ καθιστῶσιν ἐπίσκοπον Ἱεροσολύ‐ μων, πολλὰ αὐτὸν παρακαλέσαντες, ὅστις καὶ μαρ‐ τυρίῳ ὕστερον τελειοῦται. Κατ’ ἐκείνους δὲ τοὺς
35χρόνους εἰρήνη πολλὴ ὑπῆρχεν ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Ἦν γὰρ ἡ μήτηρ τοῦ αὐτοκράτορος, Μα‐ μαία, θεοσεβὴς λίαν. Ἀλεξάνδρου δὲ καταπαύσαντος τὴν ἀρχὴν, δια‐ δέχεται τὴν ἡγεμονίαν Μαξιμῖνος ἔτη τρία. Οὗτος
40κακῶς τῷ Ἀλεξάνδρου οἴκῳ χρησάμενος διωγμὸν ἤγειρε κατὰ τῶν Χριστιανῶν, καὶ τοὺς προεστῶτας τῶν Ἐκκλησιῶν ἀναιρεῖσθαι προστάττει, ὡς αἰτίους τῶν εἰς τοὺς θεοὺς βλασφημιῶν. Τούτου δὲ τελευτή‐ σοντος τῶν Ῥωμαίων ἀρχὴν παραλαμβάνει Πουπῖ‐
45νος καὶ Βαλβῖνος μῆνας τρεῖς. Τούτους δὲ διαδέχεται Γορδιανὸς ἔτη ἕξ. Μετὰ τοῦτον Φίλιππος αὐτοκράτωρ ἔτη ἐπτὰ ἐβασίλευσεν· οὗτος γνησίως ἐπίστευσεν εἰς Χριστόν· ἀλλ’ ὁ ὑπηρέτης τοῦ Σατανᾶ Δέκιος τοῦ‐ τον ἀποκτείνας κατέσχε τὴν βασιλείαν ἔτη δύο. Ἐπὶ

4048

(50)

τούτου, διωγμοῦ χαλεποῦ κινηθέντος, οὐκ εὐαρίθμη‐ τοι κατὰ τόπους ἐμαρτύρησαν. Τούτου δὲ σὺν παισὶ κατασφαγέντος, διαδέχεται τὴν βασιλείαν Γάλλος καὶ
Βουλισιανὸς ἔτη τρία καὶ τούτους δὲ Οὐαλεριανὸς4048

4049

καὶ Γαληνὸς διαδέχεται ἔτη δεκαπέντε. Οὗτος διωγμὸν μέγαν κατὰ Χριστιανῶν ἤγειρεν. Ὑπὸ βαρ‐ βάρων δὲ αἰχμαλωτισθέντος, ὁ υἱὸς αὐτοῦ ἔπαυσε τὸν διωγμόν.
5 Ἐν δὲ Αἰλίᾳ Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ‐ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ‐ σεν ἔτη δύο. Καὶ τούτου διάδοχος κατέστη Ἀουρηλια‐ νὸς ἔτη ἕξ. Μετὰ τοῦτον Τάκιτος καὶ Φλωριανὸς
10ἐκράτησαν μῆνας ἐννέα. Τούτου Πρόβος διάδοχος γέ‐ γονεν ἔτη ἕξ. Τούτου δὲ τελευτήσαντος τὴν ἡγεμο‐ νίαν ἐδέξατο Κάρος σὺν τοῖς υἱοῖς αὐτοῦ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη δύο. Μετὰ τούτους μετέρχεται βασιλείαν Διοκλητιανὸς καὶ Μαξιμιανὸς εἴκοσι καὶ
15ἓν ἔτος. Ἐπὶ τούτων ὁ βαρύτατος καὶ μακρότατος τῶν Χριστιανῶν γέγονε διωγμὸς, ἐν ᾧ ἀναρίθμητοι καὶ Κυρίῳ μόνῳ ἐγνωσμέναι μυριάδες ἐμαρτύρησαν. Ἐν Αἰλίᾳ δὲ Ὑμέναιος τὴν λειτουργίαν καταπαύσας, Ζαύδα διάδοχον αὐτοῦ καταλέλοιπεν, καὶ τούτου τε‐
20λευτήσαντος, Ἕρμων τὸν θρόνον κατέσχεν Ἱεροσολύ‐ μων. Οἱ δὲ περὶ Διοκλητιανὸν καὶ Μαξιμιανὸν τὸν ἐπί‐ κλην Ἑρκούλιον, μετὰ τὸ ἀποκτεῖναι αὐτοὺς τῶν ἁγίων πολλὰς μυριάδας, ὥσπερ κόρον λαβόντες τῶν
25κακῶν, τῇ ὑπερβολῇ τῆς ἀπονοίας ἀρθέντες, προφά‐ σει θεοσεβείας ἀλιτάρχαι γενόμενοι, ἐκ συνθήματος ἀπέθεντο τὸ βασίλειον, καὶ εἰς ἰδιωτικὴν διαγωγὴν κατεστάθησαν. Μαξιμιανὸς ὁ λεγόμενος Γαλέ‐ ριος, καὶ Μαξέντιος ὁ υἱὸς τοῦ Ἑρκουλίου κατέσχον
30τὴν Ῥωμαϊκὴν ἡγεμονίαν ἔτη ἐννέα. Ὁ μέν τοι Μα‐ ξιμιανὸς ἐν τοῖς τῆς Ἑῴας μέρεσι διέτριβεν, ὁ δὲ Μαξέντιος ἐν αὐτῇ τῇ Ῥώμῃ τῇ μεγάλῃ τὰ βασίλεια ἐποιήσατο, θῆρες ἄγριοι οὗτοι καὶ πᾶν εἶδος κακίας μετερχόμενοι, καὶ σφοδρῶς κατὰ τῶν Χριστιανῶν
35ἐπιμαινόμενοι. Συνεβασίλευσε δὲ αὐτοῖς κατὰ τὴν Βρετανίαν Κώστας ὁ μέγας, ὁ τοῦ μεγάλου Κων‐ σταντίνου πατὴρ, ἀνὴρ τὰ πάντα γαληνότατος καὶ πραότατος, εὐσέβειαν ἀσπαζόμενος, καὶ εἴδωλα μυσαττόμενος, καὶ λίαν τοὺς Χριστιανοὺς ἀποδεχόμε‐
40νος. Ὁ δὲ Κωνσταντῖνος ἔτι ὑπάρχων παῖς παρὰ τῷ τῆς Ἑῴας τυράννῳ ἐτρέφετο, παιδευόμενος τὴν Ἑλ‐ ληνικὴν σοφίαν, ὅθεν αὐτῷ καὶ ἐν Παλαιστίνῃ ὄντι καὶ θεωροῦντι, ὅσα πάσχουσιν οἱ δοῦλοι Χριστοῦ,
45ἐδάκνετο ἡ ψυχή. Ἦν γὰρ μισοπόνηρος ἐκ παιδόθεν. Τὸν δὲ Διοκλητιανὸν ἐν Δαλματίᾳ διάγοντα κατέλαβε θεήλατος ὀργὴ, καὶ ὀγκωθεὶς τὸ σῶμα εἰς πολλὰ διεῤῥήγνυτο μέρη, τῆς βλασφήμου αὐτοῦ γλώσσης σαπείσης ἐν τῷ λάρυγγι αὐτοῦ καὶ πλῆθος σκωλή‐

4049

(50)

κων ἀναβρισάσης. Οὕτως ἀπέῤῥηξε τὸ πνεῦμα. Ὁ δὲ Ἑρκούλιος ἐν Ταρσῷ τῆς Κιλικίας κατέστρεψε τὸν βίον. Ὁ δὲ Γαλέριος Μαξιμιανὸς, ὥσπερ ἄδειαν λα‐ βὼν, ἀθέως ἅμα καὶ ἀπανθρώπως ἐκέχρητο τῇ τυραν‐
νίδι. Γυναικομανοῦς γὰρ γενομένου αὐτοῦ ἀγῶνας4050

4052

ἔσχον οἱ ὑπ’ αὐτοῦ τελοῦντες, ποῦ κρύφωσι τὰς ἰδίας γαμετὰς καὶ θυγατέρας ἀπὸ προσώπου τυράν‐ νου Εἰς τοσοῦτον δὲ ἦν ἐντετηκὼς τῶν πλανώντων αὐτὸν δαιμόνων ἀπάτῃ, ὡς μὴ ἀνέχεσθαί τινος γεύ‐
5σασθαι ἄνευ μαντείας· τῶν δὲ Χριστιανῶν πανολε‐ θρίαν γενέσθαι προσέταξεν, οὐ μόνον διὰ τὴν ἀσέ‐ βειαν αὐτοῦ, ἀλλὰ καὶ διὰ τὸ ἁρπάσαι τὰ ὑπάρχοντα αὐτῶν. Βλέπων δὲ τὸν Κωνσταντῖνον προκόπτοντα εἰς μέ‐
10γεθος τῆς ἡλικίας καὶ συνέσει κεκοσμημένον, καὶ ὑποπτεύσας, μᾶλλον δὲ μαντευσάμενος αὐτὸν καταλύ‐ την μέλλειν ἔσεσθαι τῆς τυραννίδος αὐτοῦ, δόλῳ αὐ‐ τὸν θανατῶσαι διενοεῖτο. Ἀλλὰ θείᾳ προμηθείᾳ μα‐ θὼν ὁ νέος δόλον, ὡς ὁ Δαυῒδ φυγῇ τὴν σωτηρίαν
15ἐπορίσατο. Τοῦ δὲ τυράννου εἰς ἄμετρον ἀτοπίας ἐκβάντος καὶ τοῖς Χριστιανοῖς σφοδρῶς ἐπικειμένου, ἡ θεία δίκη τοῦτον ἀνεχαίτιζε μάστιγα κατ’ αὐτοῦ· ὑπεφιεῖσα. Ἕλκος γὰρ χαλεπὸν κατ’ αὐτὸ τῆς ἀκολα‐ σίας κρυπτὸν μόριον ἀναφυὲν, κρεῖττον πάσης ἀν‐
20θρωπίνης τέχνης κατέστη. Νομῆς δὲ καὶ σήψεως καὶ δυσωδίας δεινοτάτης διαλαβούσης τοὺς τόπους, σκωλήκων δὲ πλήθους ἀναδεδομένου, ἦν γὰρ καὶ πο‐ λύσαρκος ὁ δείλαιος, εἰς ἀπελπισμὸν λοιπὸν ἐληλυθὼς, ἔκειτο θέαμα ἐλεεινὸν πᾶσι τοῖς περὶ αὐτόν.
25 Τότε δὴ ἔννοιά τις ὑπεισῆλθεν αὐτῷ, ὡς ἄρα διὰ τὸν ἄδικον τῶν Χριστιανῶν φόνον ὑπὸ τῆς θείας δί‐ κης αὑτῷ συνέβη. Εὐθέως οὖν κατέπεμψε προστά‐ γματα κατὰ πᾶσαν πόλιν ἀναλύεσθαι τοὺς Χριστια‐ νοὺς, καὶ πράττειν καταθυμίως τὰ κατ’ ἔθος, καὶ
30ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπία ἐδείκνυτο. Καὶ πά‐ λιν ὁ ἐν ἐσχάταις ἀναπνοαῖς γεγονὼς, αὖθις ὑγιὴς καὶ ῥωμαλέος ὑπῆρχε, τοῦ χαλεπωτάτου ἕλκους
35ἐκείνου τῇ εὐχῇ τῶν Χριστιανῶν παραδόξως ὑγια‐ σθέντος. Ἀλλὰ μή πω τοῦ τραύματος καλῶς συνουλώ‐ σαντος, εἰς μειζοτέραν μανίαν κινηθεὶς ὑπὸ τοῦ ἐνεργοῦντος τοῦ ἐν αὐτῷ διαβόλου, ὁ τύραννος προσ‐ τάγματα ἄθεα καὶ νόμους πεπληρωμένους ὠμότη‐
40τος ἔγραψεν, ἐν οἷς ἐκέλευσε μήτε ζῇν μήτε πολι‐ τεύεσθαι Χριστιανοὺς, μήτε οἰκεῖν ἐν πάσῃ τῇ οἰκου‐ μένῃ, μήτε ἐν ταῖς ἐρήμοις ἄλλως γὰρ, φησὶν, οὐδὲ ζῇν καὶ εὐημερεῖν οὐ δυνάμεθα, εἰ μὴ ἐξαλει‐ φθῇ τὸ γένος τῶν Χριστιανῶν. Καὶ ἦν λοιπὸν παρὰ
45ἀνθρώποις ἀπηλπισμένα τὰ Χριστιανῶν. Ὁ δὲ Θεὸς οὐκ ἐπελάθετο τοῦ οἰκείου πλάσματος· ἦν γὰρ ἰδεῖν ἀγεληδὸν συρομένους τοὺς Χριστιανοὺς πανδημεὶ σὺν γυναιξί τε καὶ τέκνοις ἐπὶ τὸν θάνατον. Ἀλλ’ ἡ θεία δίκη τὰς βουλὰς τῶν ἀνόμων διεσκέδασε· παν‐

4052

(50)

ταχοῦ γὰρ πόλεμοι καὶ ἐπαναστάσεις βαρβάρων εὐ‐ θέως, λιμοί τε σφοδροὶ καὶ αὐχμοὶ λοιμοί τε, ἄωροι θάνατοι ἄφνω ἐπέσκηψαν, ὡς μὴ ἀρκεῖν τοὺς ζῶντας θάπτειν τοὺς νεκροὺς, κεραυνοί τε καὶ φόβητρα ἐπέμ‐
ποντο, ὥστε ἕκαστον ἑαυτοῦ μόνον μεριμνᾷν, καὶ4052

4053

οὕτως ἄπρακτα ἔμειναν τὰ τοῦ τυράννου προστάγ‐ ματα. Ὁ δὲ τὰ πάντα χρηστὸς Κωνσταντῖνος διεσώθη πρὸς τὸν οἰκεῖον πατέρα. Ὁ δὲ δεξάμενος αὐτὸν ὑγιῆ,
5καὶ πολλὰ τῷ Θεῷ εὐχαριστήσας, μετ’ οὐ πολὺ δὲ πα‐ ραδοὺς αὐτῷ τὴν βασιλείαν, μετήλλαξε τὸν βίον. Ἀν‐ ηγορεύθη δὲ βασιλεὺς ὁ μέγας Κωνσταντῖνος ἐν τῷ πρώ‐ τῳ ἐνιαυτῷ τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πρώτης Ὀλυμπιάδος, μηνὶ Ἰουλίῳ, εἰκοστῇ καὶ πέμπτῃ. Ὁ
10δὲ Μαξέντιος πονηρότατος πάντων τῶν πρὸ αὐτοῦ γεγονὼς τοὺς τῇ Ῥώμῃ ἐνοικοῦντας ἀπέτριβε καὶ μάλιστα τοὺς Χριστιανούς. Πολλοὺς οὗν τῶν πρώτων φονεύσας, καὶ πολλοὺς ἐξορίσας, τὰς οὐσίας αὐτῶν διήρπαζεν. Τῇ δὲ αὐτῇ τοῦ Γαλερίου χρώμενος
15ἀκολασίᾳ πολλὰς τῶν ἐλευθέρων γυναικῶν ἐμίανεν, ἑτέρας δὲ μυρίας ἀνοσιουργίας καὶ ἀῤῥητοποιΐας ἐπιτηδεύων, ἀφόρητος πᾶσιν ὑπῆρχε, γοητικαῖς κα‐ κομαγγανείαις χρώμενος. Τοῦ δὲ μεγάλου Κων‐ σταντίνου τὰ βόρεια καὶ δυτικὰ μέρη ἕως αὐτοῦ
20τοῦ Ὠκεανοῦ ὑποτάξαντος, ἦν εἰρήνη πολλὴ καὶ θυμηδεία καὶ κατάστασις ἐν ὅλῃ τῇ κατ’ αὐτὸν οἰκουμένῃ. Οἱ δὲ Ῥώμης οἰκήτορες δέησιν πρὸς αὐτὸν ἐστείλαντο παρακαλοῦντες, μὴ παριδεῖν τὴν μητέρα τῶν βασι‐
25λέων ἀπὸ ἀπηνοῦς τυράννου, μᾶλλον δὲ σαρκοβόρου θηρίου ἀπολλυμένην. Ταῦτα ἀκούσας ὁ μέγας Κων‐ σταντῖνος καὶ συμπαθήσας αὐτοῖς, ἐφρόντιζε τοῦ ἐλευθερῶσαι αὐτοὺς ἐκ τῆς δουλείας, ἐδεδίει δὲ τοῦτο διὰ τὰς γοητείας καὶ αὐτοῦ κακομαγγανείας.
30Ἤδη γὰρ ὡς πολλὰ ἀνέτεμε παιδία προφάσει τῆς ἀθεμίτου αὐτοῦ μαντείας. Ἐν πολλῇ οὖν φροντίδι καὶ σκέψει ὑπάρχοντι ὤφθη αὐτῷ ἐν κάμπῳ διάγοντι μετὰ τῶν στρατιωτῶν περὶ μεσημβρίας στηλοειδὴς σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, ἐν ᾧ ἐπ‐
35εγέγραπτο, «Ἐν τούτῳ νίκα.» Ἔμφοβος δὲ γενόμε‐ νος ὁ βασιλεὺς, ἠρώτα τοὺς σὺν αὐτῷ, εἰ καὶ αὐτοί τι ἐθεάσαντο. Οἱ δὲ ὁμολογήσαντες τὴν αὐτὴν αὐτῷ ἑωρακέναι ὀπτασίαν, τότε ὁ βασιλεὺς ἀναῤῥωσθεὶς τῷ φρονήματι, θάρσους τε καὶ προθυμίας ἀνάπλεως
40ἦν. Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ· Χρῆσαι τῷ φανέντι σημείῳ, καὶ ἔσῃ νικῶν πάντας τοὺς ἐχθρούς σου. Ἡμέρας δὲ γενομένης ἀμελητὶ σχεδιάσας σταυρὸν, ὅσπερ μέχρι τῆς σήμε‐ ρον ἐν τοῖς βασιλείοις φυλάττεται, ἐκέλευσε προ‐
45άγεσθαι αὐτὸν εἰς τὸν πόλεμον. Ὁ δὲ δυσσεβὴς τύραννος, θαρσήσας τοῖς δαίμοσιν αὐτοῦ, καὶ γε‐ φυρώσας τὸν παραρέοντα ποταμὸν πολλαῖς ναυσὶν,
ἐξῆλθεν εἰς πόλεμον.4054

4056

Συμβολῆς δὲ γενομένης, συνετρίβησαν ὑπὸ τῆς τοῦ σταυροῦ δυνάμεως οἱ ὑπεναντίοι, καὶ κατακο‐ πέντες οἱ πλεῖστοι, οἱ λοιποὶ σὺν τῷ τυράννῳ, ὡς ἐπὶ τὴν πόλιν ἔφυγον, τῆς δὲ γεφύρας κρείττονι
5δυνάμει διαῤῥαγείσης, κατεποντίσθησαν ἐν τῷ ποταμῷ κατὰ τὸν Φαραὼ πανστρατί. Καὶ ἦν ἰδεῖν ὅλον τὸν ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε
10νικοποιὸν σταυρὸν καὶ τὸν νικηφόρον βασιλέα σωτῆρα ἀποκαλοῦντες. Τότε ὁ βασιλεὺς ἐκέλευσε συναχθῆναι τὰ λείψανα τῶν ἁγίων μαρτύρων καὶ ὁσίᾳ ταφῇ ταῦτα παραδοθῆναι, καὶ τοῖς ἀδικηθεῖσιν τὰς οὐσίας αὐτῶν ἀποδοθῆναι· καὶ ἦσαν ἄγοντες
15ἐπινίκιον ἑορτὴν ἑπτὰ ἡμέρας γεραίροντες τὸν σταυρὸν τοῦ Χριστοῦ. Οὗτος ἧν ἕβδομος ἐνιαυτὸς τῆς βασιλείας Κωνσταντίνου. Ταῦτα ἀκούσας ὁ Γαλέριος Μαξιμιανὸς ἐξεληλύθει. Ἐξεδέχετο γὰρ καὶ αὐτὸς τὸν αὐτὸν μόρον, καὶ
20μικρὸν ἀπέστη τῆς κατὰ τῶν Χριστιανῶν ἀπειλῆς. Ὁ δὲ μέγιστος Κωνσταντῖνος θαῤῥῶν τῷ ἀηττήτῳ ὅπλῳ τοῦ σταυροῦ, ὥρμησεν ἐπ’ αὐτόν. Εἶχε δὲ καὶ Λικίνιον συμπολεμοῦντα αὐτῷ κατὰ τῶν τυράννων, προσ‐ ποιούμενον χαίρεσθαι τοῖς Χριστιανικοῖς δόγμασιν.
25Ὁ δὲ τύραννος ταῖς γοητικαῖς ἀπάταις ἐπερειδόμε‐ νος, παρατάξεσθαι τῷ εὐσεβεῖ βασιλεῖ ἐξελήλυθεν ἀναριθμήτῳ πλήθει τῶν στρατοπέδων φανταζόμενος. Γενομένης δὲ τῆς συμβολῆς, καὶ τοῦ τιμίου σταυροῦ φανέντος, οἱ τοῦ τυράννου ὑπασπισταὶ, τὴν προσβολὴν
30μὴ ἐνέγκαντες, ἐτράπησαν εἰς φυγὴν, καὶ οἱ μὲν ἔφευ‐ γον κατὰ τάχος, οἱ δὲ κατὰ κράτος ἐδίωκον, πολλῶν χι‐ λιάδων τῶν ἐναντίων καταπεσουσῶν. Οἱ λοιποὶ καταλι‐ πόντες τὸν τύραννον προσεχώρησαν τῷ αὐτοκράτορι. Ὁ δὲ δυσσεβὴς ῥίψας τὸ βασίλειον, οὗπερ ἀνάξιος
35ἐτύγχανεν, ὡς ἂν μὴ ἐπιγνωσθῇ φεύγων, περιερχό‐ μενος δὲ ἀπὸ κώμης εἰς κώμην καὶ κρυπταζόμενος μόλις μετ’ ὀλίγων τῶν εὐνουστάτων διεσώθη γυμνός. Συναγαγὼν δὲ τοὺς ἱερεῖς τῶν δῆθεν θεῶν, καὶ τοὺς προφήτας, καὶ τοὺς μάντεις, καὶ τοὺς ἐπὶ μαντείᾳ
40βεβοημένους, οὓς πρώην ἀγαπῶν ἐτίμα, ὡς ἀπατεῶ‐ νας καὶ πλάνους, ἐπιβούλους θ’ ἑαυτοῦ σωτηρίας κατέσφαξεν. Μέλλοντα δὲ ζῶντα εἰς τὰς χεῖρας τοῦ βασιλέως ἐμπεσεῖν (ἐπέκειτο γὰρ αὐτῷ ἔτι ὁ πόλε‐ μος), προλαβοῦσα θεήλατος ὀργὴ οὕτως αὐτὸν διέθη‐
45κεν, ὡς κεῖσθαι αὐτὸν πρηνῆ ἐπὶ τοῦ ἐδάφους δεόμε‐ νον ἐπικουρίας, καὶ μὴ τυγχάνοντα. Φλὸξ δὲ ἐκ βά‐ θους τῶν σπλάγχνων καὶ μυελῶν αὐτοῦ ἀναφθεῖσα ἀνυποίστους αὐτῷ τὰς ὀδύνας ἐνεποίει ἀσθμαίνοντι, καὶ τῇδε κἀκεῖσε περιστρεφομένῳ, ὥστε ἀμφότερα

4056

(50)

τὰ ὅμματα αὐτοῦ ἐκπηδῆσαι ἐπὶ τὴν γῆν καὶ κατα‐ λιπεῖν αὐτὸν τυφλόν. Τῆς δὲ ἔνδον φλογὸς εἰς ἄπει‐ ρον ἐξαπτομένης, αἱ σάρκες αὐτοῦ συνεσάπησαν, καὶ τῶν ὀστέων ἀπεχωρίζοντο, ὥστε ἐφ’ ἑαυτοῦ ἐπικα‐ λέσασθαι τὸν θάνατον. Οὕτως δὲ δι’ ὅλου κατασαπεὶς
55ἀπέῤῥηξε τὴν ψυχήν.4056

4057

Τῶν δὲ τυράννων ἐκ ποδῶν γενομένων, καὶ μονο‐ κράτορος γεγονότος τοῦ μεγάλου Κωνσταντίνου, ἐν βα‐ θείᾳ εἰρήνῃ ὑπῆρχεν ἡ οἰκουμένη, καὶ τὰ τῶν Χρι‐ στιανῶν ὁσημέραι εἰς ὕψος ἐγείρετο, καὶ ἐν πᾶσιν
5ἔθνεσιν ὁ σταυρὸς τοῦ Χριστοῦ ἐδοξάζετο. Τῷ δὲ Λι‐ κινίῳ, ὡς συμμαχήσαντι αὐτῷ εἰς τὴν τῶν τυράν‐ νων κατάλυσιν, ἐξέδοτο Κωνσταντῖνος τὴν ἀδελφὴν αὐτοῦ εἰς γυναῖκα. Καὶ ἀφορίσας αὐτῷ μοῖραν ἱκα‐ νὴν τῆς Ῥωμαίων γῆς, ἀνέδειξε βασιλέα, ἀπαιτήσας
10αὐτῷ συνθήκας μηδὲν κατὰ τοῦ δόγματος τῶν Χρι‐ στιανῶν πράττειν. Ὁ δὲ Λικίνιος κρατήσας τῆς ἀρ‐ χῆς, οὐκ ἤνεγκε τὴν εὐτυχίαν, ἀλλ’ ὥσπερ λήθην λα‐ βὼν τῶν συμβεβηκότων τοῖς πρὸ αὐτοῦ τυράννοις, εἰς εἰδωλολατρείαν ἐξώκειλε. Καὶ ὧν τῆς πικρᾶς
15καταστροφῆς θεατὴς γέγονε, τούτων τὸν βίον ἐζηλώ‐ κει, γυναικομανῶν, ἀδικῶν καὶ φονεύων τοὺς Χρι‐ στιανούς. Ταῦτα μαθὼν ὁ δοῦλος τοῦ Θεοῦ Κωνσταν‐ τῖνος σεβαστὸς, καὶ συσχεθεὶς τῇ λύπῃ ἔγραψεν αὐτῷ, παραινῶν ἀποστῆναι αὐτὸν τῆς κατὰ τῶν Ἐκκλη‐
20σιῶν τοῦ Χριστοῦ μανίας. Ὁ δὲ καταφρονήσας μα‐ νικωτέρως τὸν διωγμὸν ἐχρήσατο, καὶ λοιπὸν κρυπτῶς κατὰ τοῦ εὐεργέτου ἐπιβουλὰς ἐπενόει, ὕστερον καὶ δημόσιον πόλεμον συνεκρότει κατ’ αὐτοῦ, ὑπὸ θείας δυνάμεως φρουρουμένου τοῦ αὐτοκράτορος. Καὶ συμ‐
25βολῆς γενομένης ἐν τοῖς τῆς Βιθυνίας μέρεσι, καὶ τοῦ ἐνδόξου σταυροῦ προάγοντος, ὑποχείριος γένονεν ὁ δείλαιος τῷ αὐτοκράτορι, ζῶν συλληφθείς. Φιλαν‐ θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο‐
30νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσυχάσας ἐφωράθη βαρβάρους τινὰς μισθωσάμενος πρὸς τὸ αὗθις ἀναμαχέσασθαι· μαθὼν δὲ ταῦτα ὁ Κωνσταν‐ τῖνος ἐκέλευσεν κεφαλικὴν αὐτὸν ὑποστῆναι τιμω‐ ρίαν. Τότε τελείως τὰ πράγματα ἡσυχίας καὶ γαλή‐
35νης ἀπήλαυσε τῇ τοῦ σταυροῦ ἀηττήτῳ δυνάμει, τῆς τῶν τυράννων μοχθηρίας ἀπαλλαγείσης. Κατ’ ἐκεῖνον τὸν χρόνον ὁ τῆς Αἰλίας ἐπίσκοπος Μακάριος ὁ φερώνυμος ἦν Ἑρμωνᾶν διαδεξάμενος. Ὁ δὲ μέγας Κωνσταντῖνος μονοκράτωρ γενόμενος
40πᾶσαν τὴν φροντίδα εἰς τὰ θεῖα μετήνεγκεν, ἀνοι‐ κοδομῶν ἐκκλησίας καὶ φιλοτίμως πλουτῶν αὐτὰς ἐκ τοῦ δημοσίου λόγου ἔν τε χρήμασι καὶ ἀναλώμασι, καὶ παντοίοις κειμηλίοις, καὶ πρῶτον νόμον ἔγραψε ἀποδίδοσθαι τὰ τοῖς εἰδώλοις ἀφιερωμένα τῇ
45τῶν Χριστιανῶν Ἐκκλησίᾳ, καὶ τοὺς ἔτι εἰδωλολα‐ τροῦντας κεφαλικαῖς ὑφίστασθαι τιμωρίαις· δεύτε‐ ρον νόμον ἔγραψε, Χριστιανοὺς μόνους στρατεύε‐ σθαι, ἐθνῶν τε καὶ στρατοπέδων τούτους ἄρχειν. Τρίτον νόμον ἔγραψε, ἀπράκτους εἶναι τήν τε τοῦ

4057

(50)

σωτηρίου πάθους ἑβδομάδα, καὶ τὴν τῆς Διακαινη‐
σίμου. Καὶ ἦν λοιπὸν εἰρήνη βαθεῖα καὶ χαρὰ4058

4060

ἐν ὅλῃ τῇ οἰκουμένῃ, πάντων τῶν ἐθνῶν ὁσημέραι προστρεχόντων τῷ θείῳ βαπτίσματι, καὶ ἰδίαις χερ‐ σὶν τοὺς πατρῴους θεοὺς συντριβόντων. Ἀλλὰ ταῦτα οὐκ ἦν φορητὰ τῷ ἀλάστορι δαίμονι,
5ἀλλὰ πάλιν καθ’ ἑαυτὸν ἐδραματούργει, πῶς ἂν ἐκ‐ κόψειεν τὴν τοσαύτην τῶν Χριστιανῶν χαρμονὴν, καὶ ποιήσαι μὲν τοὺς ἀνθρώπους θεοποιῆσαι τὴν κτίσιν, οὐκ ἔτι δὲ οἷόστε ἦν. Ἐφωράθη γὰρ ἡ ἀπά‐ τη αὐτοῦ. Τὸν δὲ Κτίστην συντάξαι τοῖς κτίσμασι
10παραπεῖσαι ἐπειράθη τοὺς ἀστηρίκτους. Καὶ ἦν τά‐ ραχος οὐκ ὀλίγος ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, Ἀρείου τινὸς Ἀλεξανδρέως ἄνω καὶ κάτω κινοῦν‐ τος, καὶ τὴν οἰκουμένην ταράττοντος. Συναπήχθη‐ σαν αὐτῷ ἐπίσκοποί τινες ὀλίγοι τὸν ἀριθμὸν, ὧν
15πρῶτος Εὐσέβιος ὁ Νικομηδείας, καὶ Εὐσέ‐ βιος ὁ Παμφίλου, καὶ ἕτεροι σὺν αὐτοῖς. Θεω‐ ρῶν δὲ τὴν μεγάλην φιλονεικίαν ὁ μέγιστος Κων‐ σταντῖνος, ἠνιᾶτο τὴν ψυχὴν, καὶ πρῶτον μὲν ἐπει‐ ρᾶτο διὰ παραινετικῶν ῥημάτων καὶ γραμμάτων τῶν
20ἑκατέρων μερῶν διαλῦσαι τὴν ἔριν. Ὡς δὲ εἶ‐ δεν ἀνήκεστον γενόμενον τὸ κακὸν, προσέταξε γε‐ νέσθαι οἰκουμενικὴν σύνοδον ἐν τῇ Νικαέων πόλει. Καὶ συνῆλθον ἐπίσκοποι τὸν ἀριθμὸν τριακόσιοι δέκα καὶ ὀκτὼ, ὧν οἱ πλεῖστοι ἦσαν ὁμολογηταὶ, καὶ στί‐
25γματα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Ἦν4060

4061

δὲ σὺν αὐτοῖς ὁ πανεύφημος καὶ μέγας Κωνσταντῖ‐ νος, καὶ δὴ τῆς ὑποθέσεως κινηθείσης, ἔγγραφον πίστεως ἔκθεσιν ἐξήνεγκαν, τὴν κατὰ πᾶσαν Ἐκ‐ κλησίαν ὀρθοδόξως νῦν ἀπαγγελλομένην. Τοὺς δὲ
5περὶ Ἄρειον ἐπιμένοντας τῇ κακοδοξίᾳ ἀπεκήρυξαν, καὶ ἐξώρισαν, καὶ ἐχειροτονήθησαν ἕτεροι ἀντ’ αὐ‐ τῶν. Φιλοτιμησάμενος δὲ ὁ βασιλεὺς ἐπισκόπους καὶ ἀσπασάμενος ἀπέλυσε μετ’ εἰρήνης εἰς τὰς ἰδίας παροικίας, χαίρων ἐπὶ τῇ συμφωνίᾳ τῶν Ἐκκλη‐
10σιῶν. Παρεκελεύσατο δὲ τῷ τῆς Αἰλίας ἐπισκόπῳ Μα‐ καρίῳ παρόντι ἐν τῇ συνόδῳ, καὶ τῶν ἀποστολικῶν δογμάτων ὑπερμαχοῦντι, ἀναζητῆσαι τὸν ζωοποιὸν σταυρὸν, καὶ τὸ θεόληπτον μνῆμα, καὶ πάντας τοὺς
15ἁγίους τόπους, καὶ τοὺς ἄλλους ἐπισκόπους ὁμοίως προετρέψατο αἰτήσασθαι, εἴ τι συνορᾷ πρὸς ἀπαρ‐ τισμὸν ἕκαστος τῆς ἰδίας Ἐκκλησίας· ἦν δὲ ἐννεα‐ καιδέκατος τῆς βασιλείας αὐτοῦ ἐνιαυτὸς, ὅτε ἐγένετο ἡ κατὰ Νίκαιαν σύνοδος. Μετὰ ταῦτα ἀπέστειλεν ὁ
20βασιλεὺς ἑαυτοῦ μητέρα Ἑλένην τὴν ἀξιέπαινον καὶ θεοφιλῆ εἰς Ἱεροσόλυμα μετὰ γραμμάτων καὶ χρη‐ μάτων ἀφθονίας πρὸς τὸν Μακάριον Ἱεροσολύ‐ μων, ἐπὶ ἀναζητήσει τοῦ ζωοποιοῦ ξύλου, καὶ οἰκοδομῇ τῶν ἁγίων τόπων, αὐτῆς αἰτησαμένης τῆς
25βασιλίδος, φασκούσης ὀπτασίαν θείαν ἑωρακέναι, κελεύουσαν αὐτῇ τὰ Ἱεροσόλυμα καταλαβεῖν, καὶ τοὺς ἁγίους τόπους εἰς φῶς ἀγαγεῖν χωσθέντας ὑπὸ τῶν ἀνόμων, καὶ ἀφανεῖς γενομένους, ἐπὶ τοσούτους χρόνους. Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν
30βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι‐ σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα‐ σθαι. Ἀπορούντων δὲ πάντων περὶ τοῦ τόπου, καὶ ἄλλων ἄλλως ἐξ ὑποψίας διηγουμένων, ὁ τῆς πόλεως
35ἐπίσκοπος πάντας παρεκάλει ἡσυχίαν ἄγειν, καὶ σπουδαιότερον εὐχὴν ὑπὲρ τούτου τῷ Θεῷ προσ‐ φέρειν. Τούτου δὲ γενομένου εὐθέως ἐδείχθη θεόθεν ὁ τόπος τῷ ἐπισκόπῳ, ἐν ᾧ ἵδρυτο τῆς ἀκαθάρτου δαί‐
40μονος ὁ ναὸς καὶ τὸ ἄγαλμα. Τότε ἡ βασίλισσα τῇ βα‐ σιλικῇ αὐθεντίᾳ χρωμένη, συναγαγοῦσα πλῆθος πολ‐ λῶν τεχνιτῶν καὶ ἐργατῶν ἐκέλευσεν ἐκ βάθρων ἀνατραπῆναι τὸν τῆς δαίμονος ναὸν, καὶ τούτου γενομένου ἀνεφάνη τὸ θεῖον μνῆμα, καὶ ὁ τόπος τοῦ
45Κρανίου, καὶ μὴ μήκοθεν τρεῖς σταυροὶ κεχωσμένοι· ἐπιμελῶς δὲ ἐρευνήσαντες εὗρον καὶ τοὺς ἥλους. Ἐκεῖθεν λοιπὸν ἀμηχανία καὶ θλίψις κατέλαβε τὴν βασιλίδα, ἐπιζητοῦσαν ποῖος ἄρα ἦν ὁ Δεσποτικὸς σταυρός. Ὁ δὲ ἐπίσκοπος διὰ πίστεως τὴν ἀμφιβο‐

4061

(50)

λίαν ἔλυσε. Γυναικὶ γὰρ ἀῤῥωστούσῃ τῶν ἐπιφανῶν, καὶ ἀπεγνωσμένῃ ὑπὸ πάντων, καὶ τὰ τελευταῖα
πνεούσῃ προσαγαγὼν ἕκαστον τῶν σταυρῶν, τὸν ζη‐4062

4064

τούμενον εὗρεν μόνον· ὡς ἤγγισε γὰρ ἡ σκιὰ τοῦ σωτηρίου τῇ θανούσῃ, ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησε, μεγάλῃ τῇ φωνῇ δοξάζουσα τὸν Θεόν. Ἡ δὲ βασίλισσα μετὰ χαρᾶς
5μεγάλης καὶ φόβου ἀνελομένη τὸν ζωοποιὸν σταυρὸν, μέρος μέντοι σὺν τοῖς ἥλοις ἀνεκόμισε πρὸς τὸν παῖδα, τὸ δὲ λοιπὸν, γλωσσόκομον ἀργυροῦν ποιήσασα, παρέδωκε τῷ ἐπισκόπῳ τῆς πόλεως εἰς μνημόσυνον πάσαις γενεαῖς. Καὶ θεσπίσασα ἐκκλησίαν γενέσθαι
10ἐν τῷ ζωοποιῷ μνήματι καὶ ἐν τῷ ἁγίῳ Γολγοθᾶ, καὶ ἐν τῇ Βηθλεὲμ, ἔνθα ὁ Κύριος τὴν κατὰ σάρκα γέννησιν ἐτέχθη, καὶ ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔνθα ὁ Κύριος εὐλογήσας τοὺς μαθητὰς ἀνελήφθη, καὶ ἄλλα πολλὰ καλὰ ποιήσασα, ἀνέστρεψε πρὸς τὸν παῖδα.
15 Ὁ δὲ μετὰ χαρᾶς αὐτὴν ὑποδεξάμενος, τὴν μὲν τοῦ τιμίου σταυροῦ μερίδα ἐν χρυσῇ θήκῃ ἀποθέμε‐ νος παρέδωκε τῷ ἐπισκόπῳ εἰς τήρησιν, ἐνιαυ‐ σιαίαις μνήμαις ἑορτάζειν τὴν ἀνάδειξιν τοῦ σταυροῦ προστάξας. Τῶν δὲ ἥλων τοὺς μὲν εἰς τὴν ἰδίαν
20περικεφαλαίαν ἀνεχάλκευσε, τοὺς δὲ ἀνέμιξε τῷ σα‐ λιβαρίῳ τοῦ ἵππου αὐτοῦ, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος, «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι.» Ὁ δὲ βασιλεὺς ἔγραψε
25τῷ ἐπισκόπῳ Μακαρίῳ ἐπισπεύδειν τὴν οἰκοδομὴν, καὶ ἄρχοντα τοῦ ἔργου ἀπέστειλε μετὰ δαψιλείας χρημάτων, παραγγείλας αὐτῷ φιλοτίμως κτισθῆναι τοὺς ἁγίους τόπους, ὡς μὴ εἶναι τοσαύτην καλλονὴν ἐν πάσῃ τῇ γῇ. Ἔγραψε δὲ καὶ τοῖς ἡγεμόσι τῆς
30ἐπαρχίας, παντοίως συνεπιλαβεῖν τοῦ ἔργου ἐκ τῶν δημοσίων πραγμάτων ἔν τε χρήμασι καὶ ἀναλώμασι καὶ ὕλαις. Ἦν δὲ τότε ὁ βασιλεὺς φαιδρῶς ἄγων τῆς εἰκοσαετηρίδος τὴν ἑορτὴν, εὐχαριστῶν τῷ Θεῷ ὑπὲρ πάντων τῶν ἀγαθῶν, ὧν ἐποίησεν ἐν τοῖς χρόνοις
35τῆς βασιλείας αὐτοῦ. Συνάγονται δὲ ἔτη ἀπὸ μὲν Χριστοῦ παρουσίας ἕως τῆς εὑρέσεως τοῦ σταυροῦ ἔτη τριακόσια πεντήκοντα δύο, ἀπὸ δὲ Ἀδὰμ ἕως τοῦ Χριστοῦ παρουσίας ἔτη πεντακισχίλια καὶ τετρακό‐ σια ἑβδομήκοντα πέντε.
40 Ἐν δὲ Αἰλίᾳ τὸν Μακάριον ἐπίσκοπον διεδέξατο Μαξιμωνᾶς· οὗτος δὲ πρᾶος ἀνὴρ καὶ ἐπίσημος· ἐν γὰρ τῷ διωγμῷ πολλοὺς βασάνους ὑπέμεινε, καὶ τὸν δεξιὸν ὀφθαλμὸν ἐκκοπεὶς ἀπελύθη. Καὶ ἐν τού‐ τοις τελευτᾷ ἡ μακαρία Ἑλένη ἐτῶν οὖσα πʹ.
45πολλὰ ἐντειλαμένη τῷ παιδὶ περὶ τῆς εἰς Χριστὸν εὐσεβείας. Μαθὼν δὲ ὁ βασιλεὺς ὅτι τέλος ἔσχεν ἡ οἰκοδομὴ τῆς νέας Ἱερουσαλὴμ, ἐκέλευσε τῷ ἐπι‐ σκόπῳ καταλαβεῖν αὐτὴν καὶ συγκροτῆσαι σύν‐ οδον πλειόνων ἐπισκόπων καὶ ἐγκαινιάσαι τοὺς

4064

(50)

ἁγίους τόπους. Οὗτος δὲ ἦν Εὐσέβιος ὁ Νικομηδείας,
ὁ τῶν Ἀρειανῶν δογμάτων ἀντεχόμενος. Οὗτος4064

4065

ἀναθεματισθεὶς ἐν τῇ Νικαέων μετὰ τῶν συνθρό‐ νων αὐτοῦ καὶ ἐξορισθεὶς, μετὰ χρόνον δὲ τὴν φιλανθρωπίαν τοῦ βασιλέως εἰς ἐφόδιον λαβόντες, χαρτίον βασιλικὸν ἀνήνεγκαν τῷ βασιλεῖ, ὀμνύοντες,
5ὅτιπερ ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, καὶ τιμῆς ὅτι μάλιστα πλείστης ἠξίωσε. Σχολάζοντος δὲ τοῦ Κωνσταντίνου πόλεως θρόνου,
10ταῖς οἰκείαις μηχανίαις χρώμενος τυραννικῶς κατ‐ έσχεν τὸν τῆς βασιλευούσης θρόνον ὁ Εὐσέβιος. Ἐπι‐ λαβόμενος δὲ τῆς μείζονος ἐξουσίας καὶ τοὺς ὁμό‐ φρονας αὐτοῦ ἀποκατέστησεν εἰς τὰς τῆς Ἐκ‐ κλησίας ὑπηρεσίας, ἐξεώσας τοὺς ἀξίως διενεργοῦν‐
15τας αὐτάς. Τούτου δὲ γενομένου κατὰ Ἀθανασίου λοιπὸν Ἀλεξανδρείας ἐσχόλαζον, πολλὰς κατ’ αὐτοῦ σκαιο‐ ρίας ἐπινοοῦντες. Ὁ δὲ βασιλεὺς δίκαιον ἡγήσατο καὶ Ἀθανάσιον καλέσαι εἰς τὰ ἐγκαίνια τῶν ἁγίων
20τόπων. Κελεύει οὖν πρῶτον ἐν Τύρῳ συνελθεῖν τὴν σύνοδον, καὶ τὰ κατὰ Ἀθανάσιον διασκέψασθαι, καὶ οὕτω δίχα πάσης διχοτομίας ὁρμῆσαι πάντας ἐπὶ τὴν ἑορτήν. Ἀπέστειλε καὶ τὸν αὐτοῦ ἀνεψιὸν Δαλ‐ μάτιον ἐπόπτην γενέσθαι τῆς συνόδου. Συν‐
25ελθόντων δὲ τῶν ἐπισκόπων ἐν Τύρῳ, παρῆν σὺν αὐ‐ τοῖς καὶ ὁ τῆς Αἰλίας ἐπίσκοπος Μαξιμωνᾶς, ἀγνοῶν παντάπασι τὰ κατὰ Ἀθανασίου σωρευόμενα. Ὡς δὲ εἰσῆλθεν Ἀθανάσιος εἰς τὸ συνέδριον, περιέστη‐ σαν αὐτῷ οἱ κατήγοροι, μεγάλα καὶ βαρέα αἰτιάματα
30φέροντες κατ’ αὐτοῦ, ἅπερ ὑπέθεντο αὐτοῖς οἱ παρ‐ όντες δικασταὶ, Εὐσέβιος ὁ Νικομηδείας καὶ οἱ περὶ αὐτόν. Ἀλλ’ οὐκ ἴσχυσαν ἀποδεῖξαι, Ἀθανασίου ἀπο‐ λογουμένου, καὶ ἀράχνης δίκην διεσπῶντος τὰ ὑπ’ αὐτῶν προτεινόμενα. Εἰς μανίαν δὲ τραπέντες οἱ
35κατήγοροι, ἐφ’ οἷς ἐφωράθησαν ψευσάμενοι, συν‐ έχεον ἅπαν τὸ συνέδριον, βοῶντες· Ἄρατε τὸν γόητα, γοητείᾳ γάρ τινι χρησάμενος πάντας ἐφίμωσε. Καὶ ἐφονεύθη ἂν Ἀθανάσιος, εἰ μὴ ὁ ἀνεψιὸς τοῦ βα‐ σιλέως ἐξήγαγεν αὐτὸν διὰ στρατιωτῶν ἐκ χειρὸς
40αὐτῶν. Λόγος δὲ κρατεῖ, ὅτι Ἀθανάσιος ἐκεῖθεν φυγὼν, ἀνῆλθεν εἰς τὴν ἁγίαν πόλιν, καὶ ποιήσας εὐχὴν, καὶ τῷ ἁγίῳ μύρῳ χρίσας καὶ ἁγιάσας τοὺς εὐκτη‐ ρίους οἴκους πρὸ τῆς τῶν λοιπῶν ἐπισκόπων παρ‐
45ουσίας, οὗτος κατέλαβε τὸν βασιλέα, πάντα τὰ κατ’ αὐτοῦ ἐξειπών. Ὁ δὲ ἀκούσας καὶ θαυμάσας τῶν ἀντιδίκων αὐτοῦ τὴν πονηρίαν, καὶ τιμῆς μεγίστης ἀξιώσας αὐτὸν, μετὰ γραμμάτων βασιλικῶν ἀπέστει‐ λεν ἐπὶ τὴν Ἀλεξάνδρειαν. Παραγενόμενοι δὲ οἱ ἐπί‐

4065

(50)

σκοποι εἰς Ἱερουσαλὴμ, φαιδρῶς λίαν ἐπετέλεσαν τὴν ἑορτὴν τῶν ἐγκαινίων, τοῦ βασιλέως ἀποστεί‐ λαντος κειμήλια καὶ παντοδαπὰ χρυσᾶ τε καὶ ἀργυρᾶ, λίθοις τιμίοις πεποικιλμένα, καὶ περιπετάσματα πε‐
ποικιλμένα καὶ πολύτιμα, καὶ χρήματα ἱκανὰ εἰς4066

4068

διάδοσιν τῶν πτωχῶν καὶ φιλοτιμίαν πάντων τῶν συν‐ ερχομένων εἰς τὴν ἑορτήν. Ὡς δὲ ἤκουσε τὰ κατὰ τὰ ἐγκαίνια τῶν ἁγίων τόπων ὁ φιλόχριστος βασι‐ λεὺς, πολλὰ εὐχαρίστησεν τῷ Θεῷ, καὶ μᾶλλον προσ‐
5ετέθη τῷ Χριστιανισμῷ. Ἦν δὲ τριακοστὸν τοῦτο ἔτος τῆς βασιλείας αὐτοῦ. Νόμον δὲ εὐθὺς ἔγραψε μετὰ βασιλικοῦ τύπου, ὥστε μὴ δύνασθαι φανῆναι Ἰουδαίους εἰς Ἱεροσό‐ λυμα, ἀπὸ ἓξ σημείων κύκλῳ. Ἔχαιρε δὲ ἐπὶ τῇ
10χάριτι τοῦ Θεοῦ, βλέπων καὶ τὰ βάρβαρα ἔθνη προσ‐ τρέχοντα τῷ λόγῳ τῆς ἀληθείας, καὶ ἡδέως ὑποτασ‐ σόμενα τῷ βασιλεῖ. Ἐπιβιώσας δὲ ἔτι ἔτος ἓν καὶ μῆνας ὀλίγους περιέπεσεν ἀῤῥωστίᾳ τινὶ, ἐν ᾗ καὶ βαπτισθεὶς ἐν Νικομηδείᾳ ἀπέθανεν. Ἀνεβάλ‐
15λετο δὲ τοῦτο ἕως τοῦ τοῦδε καιροῦ, ἐν τῷ Ἰορδάνῃ ποταμῷ τούτου ἀξιωθῆναι ποθῶν. Εὔθυμος δὲ γενόμενος διέθετο εὐσεβῶς, τοὺς τρεῖς υἱοὺς καταλείψας τῆς αὐτοῦ βασιλείας καὶ εὐ‐ σεβείας κληρονόμους, τὸν πρεσβύτερον τὸν καὶ ὁμώ‐
20νυμον αὐτοῦ Κωνσταντῖνον ἄρχοντα ἀναδείξας τῶν ἑσπερίων μερῶν. Τὸν δὲ δεύτερον τὸν ὁμώνυμον τοῦ πάππου Κωνσταντίου, τῆς Ἀνατολῆς βασιλέα ἐχει‐ ροτόνησεν, τὸν δὲ νεώτερον τῆς Εὐρώπης. Οὐδεὶς δὲ τούτων παρῆν εἰς τὴν αὐτοῦ τελευτήν. Τελευτᾷ
25δὲ ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς ὢν ἐτῶν ἑξήκοντα πέντε, ἐβασίλευσε δὲ εὐσεβῶς καὶ θεαρέ‐ στως ἔτη τριάκοντα δύο, καὶ καταλείψας τὴν ἐπίγειον βασιλείαν, τῆς οὐρανίου ἀπελάβετο. Τὸ δὲ τίμιον αὐτοῦ λείψανον ἐν λάρνακι στρατιῶται χρυσέῳ ἐν‐
30θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτὸν θρηνοῦν‐ τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξ‐ ουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆς Ἑῴας βασιλεὺς, καὶ βασιλικῶς κηδεύσας τὸν πα‐ τέρα, ἐφ’ ὑψηλοῦ ἀπέθετο ἐν τῇ τῶν ἀποστόλων Ἐκκλη‐
35σίᾳ ἐν Κωνσταντίνου πόλει, ἔνθα ἀπετέθη ἡ μήτηρ αὐ‐ τοῦ Ἑλένη. Εἰς τοῦτο γὰρ ὁ μακάριος Κωνσταντῖνος ᾠκοδόμησεν ἐκείνην τὴν ἐκκλησίαν, εἰς τὸ θάπτεσθαι ἐκεῖσε τοὺς βασιλεῖς καὶ ἱερεῖς, ὅπως μὴ ὦσι μακρὰν τῶν ἀποστολικῶν λειψάνων. Ἐγένετο δὲ ἡμέρα τῆς
40κοιμήσεως αὐτοῦ εἰκάδι πρώτῃ Μαίου μηνὸς τῇ πρὸ δεκαμιᾶς καλανδῶν Ἰουνίων, ἐν ὑπατίᾳ Φηλικιανοῦ καὶ Τατιανοῦ. Κωνσταντίου δὲ ἄρτι κρατήσαντος τῆς βασιλείας, προσῆλθον αὐτῷ οἱ τῆς Ἀρείου νόσου προστάται,
45παρακαλοῦντες αὐτὸν τοῦ ὁμοουσίου τὸ πρόσρημα ἐκ
τοῦ συμβόλου τῆς πίστεως περιελεῖν. Αἴτιον γὰρ τοῦτο4068

4069

ἔφασαν γεγονέναι τῆς τῶν Ἐκκλησιῶν διαιρέσεως. Οὗ ἀρθέντος, οὐκ ἔτι ἔσται ἀμφισβήτησις περὶ δογμά‐ των. Ὁ δὲ κουφότητι γνώμης ἀβασανίστως δεξάμε‐ νος τοὺς λόγους αὐτῶν, συνέθετο τοῦτο ποιῆσαι,
5καὶ πάλιν ἦν τάραχος οὐκ ὀλίγος ἐν ὅλῃ τῇ οἰκου‐ μένῃ. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν θαῦμα γέγονεν ἐν Ἱε‐ ροσολύμοις πάντα λόγον ὑπερβαῖνον. Ἐπειδὴ γὰρ ἐν τῇ τῶν δογμάτων φιλονεικίᾳ ἐκκοπὴ γέγονε τῶν προσ‐
10ερχομένων τῇ πίστει, σκανδαλιζομένων ἐπὶ τῇ τῶν ἱερωμένων διαφωνίᾳ, οὐρανόθεν ἔδειξεν ὁ τῶν θαυ‐ μασίων Θεὸς, ὅτι οὐχ ὁ λόγος τῆς εἰς αὐτὸν πίστεως αἴτιος τῶν σκανδάλων, ἀλλὰ τῶν ἀδοκίμων ἱερέων ἡ σκαιότης καὶ τῆς κακίστης αὐτῶν γνώμης ἡ ἀδια‐
15κρασία. Τοιγαροῦν ἄφνω φαίνεται ἐπάνω τοῦ ἁγίου Γολγοθᾶ ἡμέρας μεσούσης παμμεγέστατος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, καλύπτων τὴν τοῦ ἡμε‐ τέρου ἡλίου λαμπρότητα τῇ ὑπερβολῇ τοῦ φωτὸς, ἐνώπιον πάντων τῶν τὴν πόλιν οἰκούντων, μικρῶν τε
20καὶ μεγάλων, πιστῶν τε καὶ ἀπίστων. Κύριλλος δὲ ἦν τότε ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, τὸν ὁμολογητὴν Μαξιμωνᾶν διαδεξάμενος. Τούτου σώζονται κατηχή‐ σεις δεκαοκτὼ, εὐδοκίμως συγγεγραμμέναι, ἐν αἷς τὸ ἅγιον Σύμβολον ἑρμηνεύσας μνήμην τῆς τοῦ
25ὁμοουσίου λέξεως οὐκ ἐποιήσατο, τῶν καταδυνα‐ στευόντων τότε τὰς συσκευὰς ὑφορώμενος. Ἔμεινε δὲ ὅμως σὺν τοῖς ἁγίοις Πατράσι, συνηγορῶν ἀγρά‐ φως τῇ Ἐκκλησίᾳ. Οὗτος ἔγραψε τῷ βασιλεῖ Κων‐ σταντίῳ περὶ τοῦ γενομένου σημείου. Ἄμεινον δὲ τὰ
30περὶ τούτου διδάξει αὐτὰ τοῦ ἐπισκόπου τὰ γράμ‐ ματα, ἔχοντα τάδε· «Ἐπὶ μὲν τοῦ μακαρίου καὶ ἀοιδίμου πατρός σου τὸ σωτήριον εὕρηται τοῦ ζωοποιοῦ σταυροῦ ξύλον· ἐπὶ δὲ σοῦ, εὐσεβέστατε βασιλεῦ, προγονικὴ εὐσέ‐
35βειαν ἐπανάγοντος, εἰκότως οὐκ ἐκ γῆς, ἀλλ’ ἐξ οὐ‐ ρανοῦ τὰ θαυματουργήματα. Ἐν γὰρ ταῖς ἁγίαις ταύταις ἡμέραις τῆς Πεντηκοστῆς, νόναις Μαΐαις περὶ τρίτην ὥραν παμμεγέστατος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος ἐν οὐρανῷ ὑπεράνω τοῦ ἁγίου Γολ‐
40γοθᾶ καὶ μέχρι τοῦ ἁγίου ὄρους τῶν Ἐλαιῶν ἐκτεινό‐ μενος ἐφαίνετο, οὐχ ἑνὶ καὶ δευτέρῳ μόνον φανεὶς, ἀλλὰ παντὶ τῷ τῆς πόλεως πλήθει φανερώτατα δει‐ χθεὶς, οὐδ’ ὡς ἄν τις νομίσαι, ὀξέως ἢ καὶ κατὰ φαντασίαν παραδραμὼν, ἀλλ’ ἐπὶ πλείοσιν ὥραις
45ὑπὲρ γῆν ὀφθαλμοφανῶς θεωρούμενος, καὶ ταῖς ἀπαστραπτούσαις μαρμαρυγαῖς τὰς ἡλιακὰς ἀκτῖνας νικήσας. Ἢ γὰρ ἂν νικώμενος ὑπ’ αὐτῶν ἐκαλύπτετο, εἰ μὴ δυνατωτέρας ἡλίου τοῖς ὁρῶσι παρεῖχε τὰς λαμπηδόνας, ὡς ἅπαν ἐξ αὐτῆς τῆς ἁγίας Ἐκκλη‐

4069

(50)

σίας συνδραμεῖν τὸ πλῆθος, τῷ τῆς θεοπτίας φόβῳ συσχεθὲν ἐξ οὐρανοῦ θεόθεν γεγενημένης.» Καὶ ταῦτα μὲν ὁ ἐπίσκοπος. Ἐκ ταύτης δὲ παραδοξοποιίας πολλαὶ χιλιάδες προσετέθησαν τῇ πίστει. Ἕως ὧδε περὶ τῆς εὑρέ‐
55σεως τοῦ ζωοποιοῦ σταυροῦ ἡ ἱστορία ἔστω,4070

4072

καὶ μηδεὶς ἑαυτὸν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καὶ μυθοποιίας δι’ ὀνομάτων παραξένων παρεισαγα‐ γεῖ τῇ ὑποθέσει. Οὐδὲ γὰρ ἐπίσκοπος ἕτερος γέγονε πώποτε παρὰ τοὺς προγεγραμμένους, οὐδὲ βασιλεὺς
5ἕτερος Ῥωμαίων, οὐδὲ ἑτέρῳ τρόπῳ ὁ τίμιος σταυ‐ ρὸς ἀνεκηρύχθη. Ἀπὸ γὰρ Αὐγούστου τοῦ βασιλέως, ἐφ’ οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου
10ἕως τῆς αὐτῆς βασιλείας τριάκοντα πέντε γεγόνασιν Ἱεροσολύμων ἐπίσκοποι. Τὴν δὲ σεβάσμιον ἡμέραν τῆς ὑψώσεως τοῦ τιμίου σταυροῦ, καὶ τῶν ἐγκαινίων ὡρίσαντο οἱ Πατέρες μετὰ βασιλικοῦ προστάγματος τελεῖσθαι ἀνὰ ἔτος ἕκαστον τῇ τεσσαρεσκαιδεκάτῃ
15τοῦ Σεπτεμβρίου μηνὸς, ἥτις ἐστὶν ἡ πρὸς δέκα ὀκτὼ Καλανδῶν Ὀκτωβρίων, εἰς δόξαν Πατρὸς, Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἐπειδὴ δὲ χάριτι Θεοῦ κατηντήσαμεν τῷ λόγῳ εἰς τὴν εὔσημον ἡμέραν τῆς ἑορτῆς ἡμῶν ἥτις
20ἐστὶν ἀνάδειξις τοῦ ζωοποιοῦ σταυροῦ, φέρε καθὼς οἷόν τέ ἐστιν, μικρά τι χαιρετήσαντες τὸν σταυρὸν, καταπαύσωμεν τὸν λόγον. Χαίροις τοίνυν, σταυρὲ τίμιε. Χαίροις, ὅτι ἐν σοὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς ὑψώθη, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς χαρᾶς καὶ
25τῆς χάριτος. Σταυρὲ τίμιε, διὰ σοῦ γὰρ ἡ ἀένναος χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βραβεύεται. Χαίροις, σταυρὲ τίμιε, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ Δημιουρ‐ γὸς ἐν πάσῃ τῇ κτίσει τὴν εἰκόνα σου ἐζωγράφησεν. Χαῖρε, σταυρὲ ἔνδοξε, ὅτι πᾶσαι αἱ δυνάμεις τῶν
30οὐρανῶν ἐπὶ τῇ σῇ ὑψώσει ἐξαισίους ὕμνους ἀνα‐ πέμπουσι τῷ Θεῷ. Χαίροις, σταυρέ· διὰ τοῦ γὰρ ἐν πόλεσι, καὶ ἐν νήσοις, καὶ ἐν παντὶ ἔθνει, αἱ Ἐκκλη‐ σίαι ὀρθοδόξων τεθεμελίωνται. Χαῖρε, σταυρέ· διὰ σοῦ γὰρ πᾶν στόμα πιστῶν εἰς θεολογίαν ἀνέῳκται.
35Χαίροις, σταυρὲ μακάριε· διὰ σοῦ γὰρ ἄγγελοι σὺν ἀνθρώποις ἐπὶ γῆς χορεύοντες τὸν Χριστὸν ἀνυμνοῦσι. Χαίροις, σταυρέ· διὰ σοῦ γὰρ ἐν οὐρανοῖς ἄνθρωποι ὁμοίως σὺν ἀγγέλοις παρίστανται τῷ Θεῷ, μετὰ ἀνεκλαλήτου χαρᾶς τὸν Ποιητὴν δοξάζοντες. Χαῖρε,
40σταυρέ· διὰ σοῦ γὰρ ὁ Ἀδὰμ τῆς κατάρας ἐλυτρώθη, σκιρτῶν καὶ ἀγαλλιώμενος εἰς τὸν παράδεισον, ὡς ἐλήλυθεν, ἀπολαβὼν τὸ ἴδιον ἀξίωμα. Χαίροις, σταυρέ· σοῦ γὰρ πᾶσα διαβολικὴ δύναμις καταβέβλη‐ ται, καὶ πᾶσα δαιμονικὴ ἐνέργεια καταπεπάτηται.
45Χαίροις, σταυρὲ ἅγιε· διὰ σοῦ γὰρ ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς ἐν παντὶ τόπῳ πιστεύεται, καὶ ᾄδεται, ὑμνεῖται, δοξολογεῖται καὶ γνωρίζεται. Χαί‐ ροις, σταυρέ· διὰ σοῦ γὰρ πᾶσα ψυχὴ Χριστῷ πι‐ στεύουσα σώζεται.

4072

(50)

Χαίροις, σταυρέ· διὰ σοῦ γὰρ τὰ ἀναφαίρετα
ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται. Καὶ τί εἴπωμεν,4072

4073

ἢ τί παραλίπωμεν; Πῶς ἀνυμνήσωμεν τὴν δύναμιν τοῦ Δεσποτικοῦ σταυροῦ; Ὦ ὄνομα σταυροῦ, ἐν ᾧ τὰ μεγαλεῖα τῶν τοῦ Χριστοῦ μυστηρίων κέκρυπται, ἀγγέλοις αἰδέσιμον, καὶ ἀνθρώποις σεβάσμιον! Τί
5γὰρ ἐρασμιώτερον ὀνόματος σταυροῦ, ἡδύτερον Χρι‐ στιανοῖς; Τί δὲ τούτου ἐνεργέστερον εἰς θαυματουρ‐ γίαν; Σταυρὸς Ἐκκλησίας θεμέλιος. Σταυρὸς θείας δυναστείας σημεῖον. Σταυρὸς ἀγγέλων χαρὰ καὶ δαιμόνων πένθος. Σταυρὸς ὀλετὴρ δαιμόνων. Σταυ‐
10ρὸς παντὸς κόσμου ὁ φωστὴρ ἀειφανὴς καὶ παντο‐ φαής. Σταυρὸς τεῖχος ἀκράδαντον, ἀῤῥαγὲς καὶ ἀκα‐ ταπολέμητον πάσης τῆς οἰκουμένης. Σταυρὸς ἱερέων δόξα καὶ κράτος. Σταυρὸς στρατοπέδων παντευχία. Σταυρὸς πόλεως φυλακτήριον. Σταυρὸς διαβόλου
15πανολεθρία. Σταυρὸς λαῶν εὐφροσύνη. Σταυρὸς Χρι‐ στιανῶν ἐλπίς. Σταυρὸς ἀσθενούντων ἰατρός. Σταυρὸς εὐεκτούντων ἀδιάπτωτος ὑγίεια. Σταυρὸς χειμαζο‐ μένων λιμήν. Σταυρὸς πολεμουμένων εἰρήνη. Σταυρὸς ὀρθοδόξων καύχημα καυχημάτων. Σταυρὸς
20εἰδωλολατρείας κατάλυσις, καὶ εὐσεβείας ἀνόρθωσις. Σταυρὸς παρθενίας διδάσκαλος, καὶ σωφροσύνης φύλαξ. Σταυρὸς δικαίων ἀσφάλεια καὶ ἁμαρτωλῶν μετάνοια. Σταυρὸς μοναζόντων ἐγκαλλώπισμα, καὶ σεμνῶς βιούντων δόξα. Σταυρὸς νηπίων φύλαξ, καὶ νέων σωφροσύνη,
25καὶ γερόντων βακτηρία. Σταυρὸς πτωχῶν ἀδαπάνη‐ τος πλοῦτος, πεπλανημένων ἀπλανὴς ὁδηγός. Σταυ‐ ρὸς ἀνάπαυσις ἐν κόποις ἡμερινοῖς. Σταυρὸς ἐθνῶν εὐταξία καὶ παντὸς τοῦ κόσμου γαλήνη. Καὶ τί εἴπω, ἢ τί παραλίπωμεν; ἢ πῶς σε ἀνυμνήσωμεν,
30σταυρὲ ἁγιώτατε. Ὅτι σὲ μόνον ἀπὸ πάσης κτίσεως ὁ βασιλεὺς ᾑρετίσατο, καὶ ἀνέδειξεν ὅπλον ἀήττητον κατὰ τοῦ διαβόλου καὶ τοῦ θανάτου. Διὸ μακάριοι πάντες οἱ καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ
35ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Σὺ εἶ τὸ καύχημα τῶν ἀποστόλων· ἀδιαλείπτως γὰρ βοῶσι δι’ ἑνὸς αὐτῶν ἱεροκήρυκος, «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ
40μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου.» Σὺ εἶ τῶν μαρτύρων στέφος. Σὺ εἶ τὸ καύχημα τῶν ἐν ὄρεσι καὶ σπη‐ λαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς τὴν σάρκα σταυρω‐ σάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ὢ τῆς ἀνεκλαλήτου χαρᾶς Δεσποτικοῦ σταυροῦ! Ὢ
45τῶν ἐν αὐτῷ ἀκαταλήπτων μυστηρίων, καὶ ἵνα τὸ τοῦ Ἀποστόλου φθέγξωμαι, «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρί‐ ματα αὐτοῦ! «Παρὰ γὰρ τοῦ ξύλου νεκρωθέντες, παρὰ τοῦ ξύλου τῆς κατακρίσεως ἐζωοποιήθημεν. Ὢ τῆς

4073

(50)

ἀμέτρου χάριτος τοῦ δεδωκότος! Δέον οὖν ἡμᾶς τὴν πανέορτον ταύτην ἑορτὴν συ‐ στήσασθαι «ἐν τοῖς πυκάζουσι, ἕως τῶν κερά‐ των τοῦ θυσιαστηρίου.» Πυκάζοντες δέ εἰσιν, ὥς
φασιν οἱ περὶ ταῦτα δεινοὶ, τὰ ἐξ ἀμελείας ἢ παλαιό‐4074

4076

τητος ῥυπωθέντα ἢ τὰ ἐξ ἐπιμελείας πάλιν ἐπὶ τὸ τιμαλφέστερον μετακοσμούμενα εἰς εὐφροσύνην τῶν εὐοχούντων ἐν ἀγαλλιάμασι. Διατεθῶμεν τοίνυν, ὡς προτετάγμεθα, καὶ τὴν συμβᾶσαν ἡμῖν ἐκ τῆς ῥᾳ‐
5θυμίας ἀπεκδυσάμενοι ἀηδίαν, τὴν φαιδρὰν ταύτην καὶ πάνσεπτον ἡμέραν τῆς τοῦ ζωοποιοῦ σταυροῦ μνήμης ἐπιτελέσωμεν ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίροντες ἁμαρτίας, καθώς φησιν ἡ Γραφὴ, καὶ μετὰ φόβου, καὶ χαρᾶς οὕτω βοήσωμεν, «Ἅγιος
10ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς, ἁγία Τριὰς, ὁμοούσιε καὶ ὁμόθρονε, ἐλέησον ἡμᾶς·» ᾖ πρέπει δόξα, κράτος, μεγαλοσύνη τε, καὶ μεγαλοπρέπεια εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν
αἰώνων. Ἀμήν.4076