TLG 2816 007 :: JOANNES :: Disputatio cum Manichaeo JOANNES Gramm.
Theol., Presbyter Disputatio cum Manichaeo Citation: (Line) | ||
1t | ΔΙΑΛΕΞΙΣ ἸΩΑΝΝΟΥ ὈΡΘΟΔΟΞΟΥ | |
---|---|---|
2t | ΠΡΟΣ ΜΑΝΙΧΑΙΟΝ | |
3 | 1. ὈΡΘΟΔΟΞΟΣ. Εἰ τὸ σῶμα 〈ἐκ〉 τῆς ὕλης, ἡ δὲ ψυχὴ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ θεοῦ καθ’ ὑμᾶς, ἐναντία δὲ ταῦτα, τὰ | |
5 | δ’ ἐναντία οὐ συντίθεται ἄνευ τεχνίτου τινός, οἷον τὸ μέλαν καὶ λευκὸν ὑπὸ ζωγράφου καὶ ὑπὸ ἰατρῶν τὰ θερμὰ εἴδη τοῖς ψυχροῖς, τίς ὁ συναγαγὼν τὰ ἐναντία, ψυχήν τε καὶ σῶμα, καὶ ἓν ζῷον ἐργασάμενος; 2. ΜΑΝΙΧΑΙΟΣ. Ὁ ἀγαθὸς θεός, ἀτάκτως κινουμένης τῆς | |
10 | ὕλης, λαβὼν μοῖράν τινα τῆς ἑαυτοῦ δυνάμεως τῇ ὕλῃ προσέπεμ‐ ψε, δελεάσαι αὐτὴν βουλόμενος· ἡ δὲ λαβοῦσα κατέπιε. Καὶ οὕτως ἐκ τῆς κράσεως ἀμφοτέρων τὰ σύνθετα γέγονεν. 3. ὈΡΘ. Ταῦτα μῦθοί τινές εἰσιν, πλέον τῆς ἀσεβείας τὸ ἀπίθα‐ νον ἔχοντες· πρῶτον μὲν ὅτι οὐδεὶς ἑαυτὸν συντίθησι πρὸς | |
15 | ἑτέρου γένεσιν· πρὸς τούτοις δὲ παθητὸς καὶ μεριστὸς ὁ θεὸς ἐντεῦθεν εὑρίσκεται, εἴ γε μέρος αὐτοῦ λαβὼν τῇ ὕλῃ προσέρ‐ ριψεν· ἀλλὰ καὶ ἡ ὕλη τοῦ εἶναι κακὴ ἐλευθερωθήσεται, ἐρασθεῖσα τοῦ ἀγαθοῦ καὶ τὸ ἐξ αὐτοῦ φῶς καταπιοῦσα. Ἄλλως τε δὲ ἀπόκριναί μοι ἐρωτῶντι· ἀσώματος ὁ θεός; | |
20 | 4. ΜΑΝ. Ναί, ἀσώματος. 5. ὈΡΘ. Πῶς οὖν ὁ ἀσώματος καὶ ἁπλοῦς τομὴν καὶ διαίρεσιν ὑπομένει; 6. ΜΑΝ. Ἀλλ’ οὐ διαίρεσιν ἢ τομὴν γεγονέναι λέγω τῆς θείας οὐσίας, ἀλλὰ προβολὴν ὁμοούσιον τῷ προβαλλομένῳ, καὶ πρὸς | |
25 | τοῦτο διαμάχεσθαι χριστιανοὺς ὄντας ὑμᾶς οὐκ οἶμαι. Τὸν γὰρ υἱὸν τοῦ θεοῦ καὶ λόγον οὐ τμῆμα τῆς τοῦ πατρὸς οὐσίας φατέ, καὶ ὅμως ὁμοούσιος τῷ πατρὶ καὶ παρ’ ὑμῖν ὁμολογεῖται καὶ εἰς | |
τὸν κόσμον ἀπεστάλθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων ὑπὸ τῆς ἁγίας γραφῆς κηρύττεται· οὕτως οὖν, τομῆς μὴ γενομένης, ὁ | 117 | |
30 | ἀγαθὸς θεὸς δύναμίν τινα θείαν προεβάλετο πρὸς τὸ ἐπισχεῖν τῆς ὕλης τὴν ἀταξίαν. 7. ὈΡΘ. Καὶ οὕτως ἐλεγχθήσει τῷ τῆς τομῆς ἐγκλήματι περι‐ πίπτων. 8. ΜΑΝ. Ἔλεγξον, καὶ πείσομαι τοῖς παρὰ σοῦ. | |
35 | 9. ὈΡΘ. Διῃρῆσθαι τὴν ὕλην καὶ τὸν θεὸν ἰδίοις τόποις οἶδα, πολλάκις ἀκηκοὼς παρὰ τῶν Μανιχαίων, καὶ ὡς τὸ μὲν νότιον τῇ ὕλῃ, τὸ δὲ βόρειον καὶ ἀνατολικὸν καὶ δυτικὸν προσνέμεται τῷ ἀγαθῷ θεῷ. 10. ΜΑΝ. Οὕτως γὰρ ὁμολογοῦμεν. | |
40 | 11. ὈΡΘ. Πῶς οὖν οὐ δέδοικας τὴν τῆς τοσαύτης βλασφημίας ὑπερβολήν, περιγραπτὸν εἰσάγων τὸ θεῖον, ὃν ἀγαθὸν καὶ παντο‐ δύναμον ὁμολογεῖς, καὶ ταῦτα ἀπὸ τῆς κακίστης ὕλης περιγρα‐ φόμενον; Πέρας γὰρ τῷ θεῷ δίδως, ἐν τόπῳ τοῦτον ὑποτιθέμε‐ νος· τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ | |
45 | περιεχόμενον· περιεχόμενος δὲ ὁ θεὸς περιγραπτὸς πάντως ἐστίν, καὶ αὐτὸς δὲ ὁ τὸν θεὸν περιέχων τόπος περιγράφεται κατ’ ἐκεῖνο τὸ τέλος, καθὸ τῆς ὕλης τοῦ τόπου ἐφάπτεται. Καὶ οὕτως ὑπὸ περιγραφομένου τόπου περιγραφήσεται ὁ θεὸς καθ’ ὑμᾶς, τοὺς τόπῳ τινὶ περιορίζοντας τὸν θεόν. Ἀλλὰ τοῦτο μὲν παρεί‐ | |
(50) | σθω· εἰπὲ δέ μοι, ἐν τῷ οἰκείῳ τόπῳ μένοντα τὸν θεὸν φὴς προ‐ βάλλεσθαι τὴν ἐξ αὑτοῦ δύναμιν καὶ ἐπὶ τὸν τῆς ὕλης ἐξαποστεῖ‐ λαι τόπον; 12. ΜΑΝ. Ναί, τοῦτό φημι. 13. ὈΡΘ. Εἰ οὖν ἡ ἐκ θεοῦ προβολὴ ἐν ἑτέρῳ γέγονε τόπῳ, τοῦ | |
55 | θεοῦ ἐν ἑτέρῳ χωρίῳ διαμείναντος, πῶς οὐκ ἐμερίσθη τῆς τοῦ πατρὸς ὑποστάσεως; Τὰ γὰρ διεστῶτα τοῖς τόποις πάντως καὶ | |
ἀλλήλων διαιρεῖσθαι ἀνάγκη· καὶ οὕτως οὖν ἡ τοῦ θεοῦ δύναμις κατὰ σὲ οὐκ ἐν τῷ θεῷ, ἀλλ’ ἔξω τῆς αὐτοῦ γέγονεν ὑποστάσεως; Τὸ δὲ ἔξω τινὸς ὑπάρχον πάντως καὶ τῆς ὑποστάσεως αὐτοῦ | 118 | |
60 | διῄρηται· ἡμεῖς δὲ οὐχ ἑπόμεθα ταῖς ὑμῶν ἀσεβείαις, οὐδὲ δύο ἀρχὰς διῃρημένας τοῖς τόποις φαμέν, ἀλλ’ ἕνα τοῦ παντὸς δη‐ μιουργὸν καὶ μίαν τὴν πάντων ἀρχὴν λέγοντες, πατέρα τε καὶ υἱὸν τὰ πάντα πληροῦν δογματίζομεν, πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ προσομολογοῦντες κατὰ τὸ λόγιον τὸ φάσκον· Ἐγὼ ἐν τῷ | |
65 | πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ Πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι. Διὸ καὶ Ἰωάννης ὁ θεοφόρος, ὡς τὰ πάντα πληρούσης τῆς ἁγίας τριάδος, περὶ τοῦ θεοῦ λόγου φησίν· Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Καθ’ ὑμᾶς δὲ τοὺς Μανιχαίους οὐκ εἰς τὰ ἴδια ἦλθεν, ἀλλὰ μᾶλλον εἰς τὰ ἀλλότρια, εἴ γε τῷ | |
70 | τῆς ὕλης ἐπῆλθε τόπῳ, τὰς ψυχὰς ἐν ἀλλοτρίῳ τόπῳ πεπεδημέ‐ νας καθ’ ὑμᾶς βουλόμενος ἀνασῶσαι, ὥστε καὶ δι’ ὧν ἀνεκαλέσω τὴν τομήν, τὴν πολλάκις ὑπὸ σοῦ λεχθεῖσαν, οἰόμενος ἐκφεύξε‐ σθαι τῆς θείας οὐσίας τὴν διαίρεσιν, οὐδ’ οὕτως ἐκπέφευγας· εἰς τὴν αὐτὴν γὰρ ἀσέβειαν περιπέπτωκας. Ἀλλ’ ὅθεν ἐξέβην τῷ | |
75 | λόγῳ, πάλιν ἐπάνειμι. Ἀπόκριναι οὖν· ἡ ὕλη καθ’ ἑαυτήν, ἄνευ τῆς πρὸς θεὸν συγκράσεως, ἁπλῆ ἐστιν ἢ σύνθετος; 14. ΜΑΝ. Σύνθετος. 15. ὈΡΘ. Ἐξ ἁπλῶν δὲ τὸ σύνθετον γίνεται; 16. ΜΑΝ. Οὕτως ἔχει. | |
80 | 17. ὈΡΘ. Εἰ τοίνυν σύνθετος ἡ ὕλη, δῆλον ὡς ὑπό τινος ἑτέρου συντέθειται· οὐδεὶς γὰρ ἑαυτὸν πρὸς σύνθεσιν ἄγει. Πῶς οὖν ὑφ’ ἑτέρου συντεθεῖσα ἄναρχός ἐστιν; Ἄλλως τε τὰ σύνθετα ἐκ διαφόρων συντέθειται, ἢ προϋπαρχόντων ἢ καὶ συνθεωρου‐ μένων ἀλλήλοις, ἐκ προϋπαρχόντων μὲν ὡς τὸ ἤλεκτρον τὸ ἐκ | |
85 | χρυσίου καὶ ἀργύρου συντεθέν, 〈ἐκ〉 συνθεωρουμένων δὲ ὡς ἥτις κεφαλὴ ἐξ ὀστέων καὶ σαρκῶν καὶ ὑμένων καὶ νεύρων· ταῦτα γὰρ ἅμα συνέστη διάφορα ὄντα, καὶ οὐδαμῶς ἕκαστον προϋπέστη τῆς | |
ἐξ αὐτῶν συντεθείσης κεφαλῆς. Ἡ ὕλη οὖν, εἰ σύνθετός ἐστι καὶ αὕτη, οὐκέτι ἔσται μία ἀρχή, ἀλλὰ πολὺ πλείους, αὐτὴ καθ’ ἑαυτὴν | 119 | |
90 | σύνθετος οὖσα καὶ ἄνευ τῆς πρὸς θεὸν συνθέσεως. 18. ΜΑΝ. Ἁπλῆν οὖν φὴς εἶναι τὴν ὕλην; 19. ὈΡΘ. Οὐχ ἁπλῆν εἶναι λέγω τὴν ὕλην, ἀλλὰ δεικνύναι βούλομαι ὅτι οὐκ ἄναρχός ἐστιν, οὐδὲ ἀγένητος ὡς σὺ φής, καὶ ὅτι σὺν ταῖς ποιότησιν ὑπὸ τοῦ δημιουργοῦ παρήχθη, τῶν περὶ αὐτὴν | |
95 | ποιοτήτων ἀλλαττομένων ἀεὶ καὶ μεταβαινουσῶν ἄλλης εἰς ἄλλην ὅταν παρασταίη τῷ ταύτην παραγαγόντι θεῷ. Εἰ γὰρ ἁπλῆ ἐστι, πῶς ἐξ ἑνὸς ἁπλοῦ, φημὶ δὲ τῆς ὕλης, τὰ σύνθετα γέγονε σώματα; Πῶς δὲ ἐν τῷ ἑνὶ ἁπλῷ, τῇ ὕλῃ, δύο ἐναντία εὑρίσκομεν, γένεσιν καὶ φθοράν; Εἰ δὲ ἐξ αὐτῆς τὰ σώματα, σῶμα ἐξ ἀνάγκης καὶ αὕτη | |
(100) | ἔσται· τὸ γὰρ γεγενημένον ἔκ τινος σώματος σῶμα ὑπάρχει· εἰ δὲ σῶμα ἡ ὕλη καὶ σύνθετος· σύνθετος δὲ τυγχάνουσα, οὐκ ἔστιν ἀγένητος, ὡς ἀποδέδεικται. 20. ΜΑΝ. Πόθεν οὖν νόσοι καὶ θάνατοι καὶ τοιαῦτα κακά; Εἰ γὰρ μὴ ἐξ ὕλης ἀνάρχου καὶ ἀγενήτου καὶ φύσει κακῆς ταῦτα | |
105 | τυγχάνει, ὁ θεὸς αἴτιος ἔσται τῆς τούτων γενέσεως. 21. ὈΡΘ. Τί γὰρ κακὰ νομίζεις τὰς νόσους καὶ τὸν θάνατον; Καίτοι θάνατος μὲν ἐλευθεροῖ τοῦ σώματος τὴν ψυχὴν καὶ τοῦ δεσμοῦ τῆς ὕλης ἀπαλλάττει, νόσος δὲ πάλιν τήκει τὸ σῶμα, ὅπερ σῶμα σὺ νομίζεις κακὸν ὑπάρχειν. Πολλάκις δὲ καὶ ἁμαρτίας | |
110 | ἐνεργεῖν κωλύει ἡ νόσος, ἃς ἔπραξεν ἂν ὁ νοσῶν, εἰ μὴ τῇ νόσῳ πεπέδητο. Ἄλλως τε ἀπόκριναί μοι πυνθανομένῳ· Δεῖ τὴν κακίαν μισεῖν; 22. ΜΑΝ. Ναί. 23. ὈΡΘ. Πῶς οὖν ταύτην, ἣν μισεῖν προσποιεῖ, μεγίστως | |
115 | τιμᾷς, ὁμοίαν αὐτὴν λέγων τῷ ἀγαθῷ θεῷ, ἀΐδιόν τε καὶ ἄναρχον καὶ ἀγένητον; | |
24. ΜΑΝ. Οὐχ ὁμοίαν αὐτὴν ποιοῦμεν τῷ ἀγαθῷ θεῷ. Οἴδαμεν γὰρ τὸν θεὸν ὕψιστον, ἀγαθόν, φωτοειδῆ, παντοκράτορα. Εἰ καὶ ἄναρχος οὖν ἡ κακία, ἀλλὰ πολὺ τοῦ θεοῦ ἀποδέει. | 120 | |
120 | 25. ὈΡΘ. Ἔοικας ἀγνοεῖν ὅτι τὸ ἀγαθὸν καὶ φωτοειδὲς τοῦ θεοῦ καὶ εἰς τοὺς ἁγίους ἀγγέλους, καὶ εἰς ἡμᾶς τοὺς ἀνθρώπους κατὰ μετουσίαν ἤτοι χάρισμα φθάνει. Ὃ μέντοι τῆς θείας φύσεώς ἐστι χαρακτηριστικόν, τὸ ἄναρχον καὶ ἀγένητον, τοῦτο ἐν οὐδενὶ τῶν ἄλλων ἐνθεωρεῖται. Εἰ δὲ τῇ κακίᾳ δίδως τὰ κυρίως καὶ | |
125 | πρώτως τῆς θείας φύσεως χαρακτηριστικά, πῶς οὐχ ὁμότιμος ἔσται τῷ θεῷ; Εἰπὲ δέ μοι πῶς παντοκράτορα λέγεις τὸν θεόν, εἴ γε κατὰ σὲ τῆς ὕλης καὶ τῶν ἐξ αὐτῆς οὔπω κεκράτηκεν; 26. ΜΑΝ. Ἀλλ’ ἔσται καιρὸς ὅτε καὶ αὐτῆς κρατήσει. 27. ὈΡΘ. Οὐκοῦν οὔπω νῦν παντοκράτωρ ἐστίν, ἐπεὶ οὔπω | |
130 | κεκράτηκε τῆς ἀϊδίως αὐτῷ συνούσης ὕλης, ὕστερον δὲ ὃ μὴ νῦν ἔχει προσγενήσεται αὐτῷ κατὰ σέ· δυνάμει γὰρ νῦν παντο‐ κράτωρ ὑπάρχων, ὕστερον ἐνεργείᾳ γενήσεται ἐξ ἀτελοῦς εἰς τελειότητα ἐρχόμενος. Ἀπόκριναι δέ μοι πῶς νῦν οὐκ ἔστι παντοκράτωρ, ὡς μὴ δυνάμενος ἢ ὡς μὴ βουλόμενος; Εἰ μὲν ὡς | |
135 | μὴ δυνάμενος, πῶς ὅλως παντοκράτωρ; Χρὴ γὰρ εἶναι τὸν παντοκράτορα ἀεὶ καὶ παντοδύναμον. Εἰ δὲ ὡς μὴ βουλόμενος, πρῶτον μὲν βασκαίνει τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἔπειτα δὲ καὶ αἴτιος τῆς κακίας εὑρίσκεται, δυνάμενος μέν, μὴ βουλόμενος δὲ αὐτὴν ἀνελεῖν. | |
140 | 28. ΜΑΝ. Πόθεν οὖν τὰ κακά; 29. ὈΡΘ. Οὐκ ἀκολουθίᾳ τινὶ λογικῇ ἡ παρὰ σοῦ πεῦσις γεγένηται. Χρὴ γὰρ εἰδέναι εἰ ἔστι κακόν, καὶ τί ἐστι τὸ κακόν, εἴθ’ οὕτω ζητῆσαι πόθεν συνίσταται. 30. ΜΑΝ. Οὕτω ζητήσωμεν. | |
145 | 31. ὈΡΘ. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία, τὰ δὲ ποιότης, τὰ δὲ ἐπιτηδειότης, τὰ δὲ ἐνέργεια. Καὶ οὐσία μέν ἐστιν ἐγώ, σύ· | |
ποιότης δὲ λευκόν, μέλαν, γλυκύ, πικρόν, καὶ ὅσα τοιαῦτα ἐν ὑποκειμένοις σώμασι θεωρεῖται· ἐπιτηδειότης δὲ πρὸς ἣν πεφύ‐ κασι τὰ γεγονότα δυνάμει τοιαῦτα τυγχάνοντα, οἷον ἐπιτηδείως | 121 | |
(150) | ἔχουσιν αἱ χεῖρες τέχνας ἐργάζεσθαι, γλῶσσα δὲ λόγῳ διακονεῖν, πόδες δὲ πρὸς βάδισιν, παιδίον δὲ πρὸς μάθησιν τεχνικήν· ἐνέργεια δέ ἐστιν ἡ τοῦ κατὰ φύσιν πρᾶξις, ἡ τοῦ ἀλόγου ὡς ἀλόγου, ἡ τοῦ λογικοῦ ὡς λογικοῦ. Τί τοίνυν τῶν εἰρημένων ὁρίζῃ τὸ κακὸν εἶναι; | |
155 | 32. ΜΑΝ. Ἐνέργειαν· δῆλον δὲ ὅτι πᾶσα ἐνέργεια οὐσίας ἐστὶν ἐνέργεια. 33. ὈΡΘ. Πᾶσα μὲν ἐνέργεια οὐσίας ἐστὶν ἐνέργεια. Ἐρωτῶ δέ σε· ἡ κακία ἐνέργεια οὖσα καὶ οὐσία εἶναι δύναται; 34. ΜΑΝ. Οὕτω φημί. | |
160 | 35. ὈΡΘ. Πρῶτον μὲν ἐναντίος σεαυτῷ ὑπάρχεις, ἐξ οὐσίας γενέσθαι λέγων τὴν ἐνέργειαν καὶ πάλιν οὐσίαν εἶναι τὴν ἐνέρ‐ γειαν ὑποτιθέμενος· ὅθεν πάσης ἀμαθίας ὑπερβολὴν καὶ παρὰ τοῖς ἄγαν ἀπείροις διαλεκτικῆς οὐ διαφεύξῃ νοσῶν· ἐρωτῶ δέ σε, ἆρα πᾶσα ἐνέργεια κακή; | |
165 | 36. ΜΑΝ. Οὐ πάντως. 37. ὈΡΘ. Ποίαν οὖν λέγεις κακὴν ἐνέργειαν; 38. ΜΑΝ. Φόνον, μοιχείαν, ἀδικίαν, καὶ ὅσα τοιαῦτα. 39. ὈΡΘ. Εἰ ὁ φόνος κατὰ σὲ φύσει κακός, οἱ δικασταὶ τυμβωρύχους καὶ ἀνδροφόνους φονεύοντες κακῶς ποιοῦσιν; | |
170 | Καὶ πάλιν· τί δήποτε ὁ μὲν τῇ ἰδίᾳ γαμετῇ μιγνύμενος οὐχ ἁμαρτάνει, ἐν ἀλλοτρίᾳ δὲ τοῦτο ποιῶν ἁμαρτάνει, καὶ ταῦτα μιᾶς ἐνεργείας οὔσης τῆς μίξεως; Οἶμαί σε διὰ τούτων καὶ ἄκοντα προσομολογεῖν ὅτι πᾶσα ἐνέργεια μέσῃ ἐστί, ποικίλλεται δὲ τῇ γνώμῃ τοῦ μετιόντος, ἀρετὴ ἢ κακία γινομένη· ὁ μὲν γὰρ σω‐ | |
175 | φρόνως τῇ ἰδίᾳ μίγνυται, ὁ δὲ ἀκολάστως τῇ ἀλλοτρίᾳ. 40. ΜΑΝ. Ἡ ἐπιθυμία οὐκ ἔστι κακή; | |
41. ὈΡΘ. Οὐ πάντως· μέση γάρ ἐστι καὶ αὕτη, καὶ δυνατὸν αὐτὴν κοσμηθῆναι τῇ τοῦ νοῦ ἐπιστασίᾳ. Ἀμέλει καὶ καλῶν ἐστιν ἐπιθυμῆσαι· ὁ μὲν γάρ ἐστι φιλόπτωχος, ὁ δὲ φιλάργυρος, καὶ ὁ | 122 | |
180 | μὲν παιδοποιίας χάριν τῇ μίξει κέχρηται, ὁ δὲ χάριν ἡδονῆς. 42. ΜΑΝ. Τοῦτό μοι εἰπέ, ἐκ τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου θεοῦ ἡ φθορὰ τῶν σωμάτων καὶ ἡ σῆψις ἐγένετο; 43. ὈΡΘ. Τὸ ἔκ τινος πολλαχῶς λέγεται· ἔστι γὰρ ἐξ ἐμοῦ μὲν ὁ υἱός μου ὁμοούσιος ἐμοί, ἐκ δὲ τοῦ τέκτονος τὸ βάθρον, ἐκ δὲ τῆς | |
185 | γῆς οἱ καρποί, ἐκ τοῦ βασιλέως δημεύσεις. Ἡμεῖς τοίνυν οὐκ ἐκ τῆς οὐσίας τοῦ θεοῦ φαμεν εἶναι τὴν φθοράν, βουλήσει δὲ αὐτοῦ ἐνεργεῖσθαι συμφερόντως ἡμῖν. Εἰ γὰρ φθαρτῶν ὄντων τῶν πραγμάτων, οὕτω περὶ αὐτὰ μεμήναμεν, ὡς δικαστήρια καὶ πολέμους κατ’ ἀλλήλων κινεῖν, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ ἄφθαρ‐ | |
190 | τα ταῦτα παρήγαγεν; Πῶς δὲ καὶ αἴσθησιν ἐμέλλομεν τῆς δωρεᾶς λαβεῖν τῆς ἀφθάρτου ζωῆς, ἣν ἡμῖν ἐφιλοτιμήσατο ὁ κύριος ἡμῶν, εἰ μὴ πρότερον ἐν πείρᾳ γεγόναμεν τῆς φθαρτῆς ταύτης καὶ ἐπικήρου ζωῆς, εἰς ἣν ἡμᾶς προαγωνίσασθαι καλῶς ἔχειν ἐδοκί‐ μασεν; Ἄλλως τε δέ, εἰ ἡ φθορὰ κακόν, ἡ γένεσις πάντως ἀγαθόν, | |
195 | ἀλλὰ μὴν περὶ τὸ αὐτὸ σῶμα γένεσις καὶ φθορά, οὐκ ἄρα τὸ σῶμα φύσει κακόν, ὡς ὑμεῖς διαβεβαιοῦσθε τὸ σῶμα τῆς κακίας εἶναι δογματίζοντες. Διὰ τί δὲ ἃ μὲν νομίζεις εἶναι κακὰ τῶν σωμάτων θεωρεῖς τε καὶ λέγεις, τὰ δὲ ἐξ αὐτῶν ἀγαθὰ παρατρέχεις; Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἐκ γῆς ἀναδιδομένων καρπῶν τρεφό‐ | |
(200) | μεθά τε καὶ συνιστάμεθα· ἐκ δὲ λίθων καὶ ξύλων, οἴκους κατα‐ σκευάζομεν, δι’ ὧν ὄμβρου καὶ κρύους ἐλευθερούμεθα, ἀλλὰ καὶ τοῦ ἡλίου τὸ καυσῶδες ἐκκλίνομεν, ὃν σὺ θεοποιῶν οὐκ αἰσχύνῃ, σιδήρῳ δὲ οὐ μόνον τὴν γῆν ἀροῦμεν, ἀλλὰ καὶ πολεμίους ἐπιόντας φυλαττόμεθα. Εἰ δὲ τούτοις ἐλεγχόμενος ἐπιμένοις | |
205 | σῆψιν καὶ δυσωδίαν προβαλλόμενος, ἴσως ἀγνοεῖς ὅτι τὰ τῆς ψυχῆς μετασχόντα μᾶλλον τὴν σῆψιν καὶ δυσωδίαν ὑφίσταται. Τοῦ ἀγαθοῦ δὲ θεοῦ καθ’ ὑμᾶς ἡ ψυχὴ οὐσία ἐστίν· ὁ ἀγαθὸς οὖν θεὸς αἴτιος ἔσται ὧν νομίζεις κακῶν, τῆς σήψεώς τε καὶ δυσω‐ δίας. | |
210 | 44. ΜΑΝ. Εἰ μὴ ἔστι κακά, διὰ τί νόμοι κολάζουσιν αὐτά; | |
45. ὈΡΘ. Τοῦτο μάλιστα ἐλέγχει τὴν σὴν φρενοβλάβειαν· εἰ γὰρ μὴ ἐφ’ ἡμῖν ἦν τὸ κακὰ καὶ ἀγαθὰ ποιεῖν, οὐκ ἂν ἐκόλαζον τοὺς κακούργους οἱ νόμοι, οἵτινες πολλάκις οὐ τὴν πρᾶξιν σκοποῦσιν, ἀλλὰ τὴν διάθεσιν τοῦ πράξαντος ἐξετάζουσιν· οἷον | 123 | |
215 | ἔρριψέ τις ξύλον καὶ ἄκων ἀνεῖλέ τινα, οὐ κρίνουσι φόνου τὸν ἐργασάμενον· ἐμίγη τις ἄκων ἀλλοτρίᾳ τινὶ γυναικί, ἐπὶ κλίνης αὐτοῦ κοιμωμένην εὑρών, ὡς τῇ ἑαυτοῦ μιγνύμενος γαμετῇ, ἀπολύουσι μοιχείας τὸν κατηγορούμενον, εἰ τοῦτο δειχθείη. Ἀπόκριναι δέ μοι, διὰ τί τὸν ἥλιον προσκυνεῖτε; | |
220 | 46. ΜΑΝ. Ὅτι φωστήρ ἐστι τοῦ κόσμου, τοῦ ἀγαθοῦ θεοῦ γέννημα. 47. ὈΡΘ. Σῶμά ἐστιν ἢ ἀσώματος; 48. ΜΑΝ. Ἀσώματος. 49. ὈΡΘ. Καὶ πῶς ὁ ἀσώματος σωματικῶς ὁρᾶται; Τὰ μὲν γὰρ | |
225 | ἀσώματα νοητῶς θεωρεῖται, ὁ δὲ ἥλιος αἰσθητοῖς ὀφθαλμοῖς καὶ περιγραφῇ σώματος καταλαμβάνεται. Ἄλλως τέ ἐστί τι τῶν ἀσωμάτων σωματικὰς ἔχον ποιότητας; 50. ΜΑΝ. Οὐ νομίζω. 51. ὈΡΘ. Ἀλλὰ μὴν ὁ ἥλιος σωματικὰς ἔχει ποιότητας· θερμός | |
230 | τε γάρ ἐστι καὶ ξηρός· αὗται δὲ σωμάτων ποιότητες· σῶμα ἄρα ἐστὶ καὶ ὁ ἥλιος. Πῶς δὲ οὐκ ἐρυθριᾶτε, σέβοντες ὃν μισεῖν ὠφείλετε ὡς ἐναντία ποιοῦντα τοῦ δόγματος ὑμῶν; 52. ΜΑΝ. Διὰ τί ἐναντία; 53. ὈΡΘ. Ὅτι τὰ σώματα, ἃ τῆς κακίας ὑμεῖς εἶναι λέγετε, | |
235 | τρέφει τε καὶ συγκροτεῖ. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, μὴ τῇ πείρᾳ μαχόμενος. Εἰπὲ δέ μοι καὶ τοῦτο, κρίσιν ὁμολογεῖς; 54. ΜΑΝ. Ναί. 55. ὈΡΘ. Τίς ὁ κρίνων καὶ τίς ὁ κρινόμενος; 56. ΜΑΝ. Κρίνει μὲν ὁ ἀγαθὸς θεός, κρίνεται δὲ ἡ ἁμαρτήσασα | |
240 | ψυχή. | |
57. ὈΡΘ. Ἀλλ’ ἑαυτὸν ἁμαρτήσαντα κολάζων εὑρίσκεται ὁ θεός, εἴπερ ἐκ τῆς οὐσίας αὐτοῦ ἐστιν ἡ κρινομένη ψυχή. Πῶς δὲ ὅλως κρίνεται μὴ ἑκουσίως ἐργασαμένη τὸ πονηρόν; Ἀνάγκῃ γὰρ φύσεως καὶ οὐ προαιρέσει γίνεσθαί φατε τὰ κακά. | 124 | |
245 | 58. Ἀλλ’ ἐπειδὴ δύο ἀρχὰς εἶναί φατε, θεὸν καὶ ὕλην, καὶ τὸν μὲν θεὸν ἀγαθόν, τὴν δὲ ὕλην πονηράν, καὶ ἑκάστῃ φύσει κεχωρι‐ σμένον καὶ ἰδιάζοντα τόπον ἀφορίζειν τολμᾶτε καὶ ἑτέρους δὲ τούτοις ἐπισυνάπτετε μύθους, ὅτι θεωρήσασα ἡ ὕλη τὸ φῶς τοῦ θεοῦ εἰς ἔρωτα ἦλθε, καὶ ὥρμησε πρὸς τὸ φῶς· ἣν ἰδὼν ὁ ἀγαθὸς | |
(250) | θεὸς πρὸς πόλεμον παρασκευαζομένην τῆς οἰκείας οὐσίας μέρος ἀποτεμὼν ἐνέβαλε ταύτῃ, ἡ δὲ λαβοῦσα ἐγέννησε πάντα τὰ σώματα, ἐπεὶ οὖν ταῦτά φατε, ἀνατροπὴν τούτων σύντομον ποιήσομαι. 59. Πρῶτον οὖν ἐξεταστέον τὴν πρᾶξιν, εἰ ἁρμόττουσα καὶ | |
255 | κατάλληλός ἐστι τῇ φύσει τοῦ θεοῦ, εἶτα τῆς πράξεως τὸν σκοπόν, εἶτα τὸ τέλος. Εἴδωμεν τοίνυν ἐπὶ θεοῦ πρῶτον, εἰ ἁρμόττει τῇ τοῦ θεοῦ φύσει τὸ πραχθὲν ὑπ’ αὐτοῦ. Τί τοίνυν κατὰ φύσιν ἐστὶ τῷ θεῷ; Δηλονότι τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον καὶ τὸ ἀγαθὸν καί, καθ’ ὑμᾶς τοὺς Μανιχαίους, τὸ ἐν τῷ οἰκείῳ μεῖναι | |
260 | τόπῳ. Ἀλλ’ ἡ πρᾶξις, κατὰ τὴν ὑμῶν ὑπόθεσιν, ἐναντία τῇ φύσει δείκνυται· λυμαίνεται γὰρ πᾶσι τοῖς εἰρημένοις. Οὔτε γὰρ εἷς ἀγένητος διαμένει ὁ εἷς ἀγαθὸς θεός, ὅταν εἰς δύο ἢ καὶ πλείονα ἀγένητα διαιρεθῇ. Οὔτε μὴν ἄφθαρτος ὁ μερισθεὶς διαμένει, ἀλλ’ οὔτε ἀγαθός. Πῶς γὰρ ἀγαθὸς ὁ ἑαυτῷ ἐχθράνας, καὶ μέρος | |
265 | τι ἑαυτοῦ προδοὺς τοῖς πολεμίοις; Πῶς δ’ ἂν εἴη ἀγαθός, ἑαυτὸν μὲν ἐλευθερῶν διὰ τῆς τοῦ κόσμου ποιήσεως, ἐπ’ ὀλέθρῳ δὲ τῶν δημιουργηθέντων τοῦτο ποιῶν; Ἀλλ’ οὔτε ἐν τῷ οἰκείῳ τόπῳ διέμεινε παντελῶς· μετέπεσε γὰρ αὐτοῦ μέρος ἐπὶ τὸν τόπον τῆς ὕλης. | |
270 | 60. Δεύτερον ζητητέον εἰ τῷ σκοπῷ ἀκόλουθός ἐστιν ἡ πρᾶξις. Τίς οὖν ὁ σκοπός; Δῆλον ὅτι ἡ νίκη. Δείκνυται δὲ καὶ τῷ σκοπῷ ἐναντίως ἔχουσα ἡ πρᾶξις· δῆλον γὰρ ὅτι ὁ ἡνωμένος τοῦ | |
μερισθέντος ἰσχυρότερος, καὶ ὁ κατὰ φύσιν τοῦ παρὰ φύσιν τραπέντος δυνατώτερος, καὶ ὁ ἐν τῷ ἰδίῳ τόπῳ μένων τοῦ | 125 | |
275 | μεταπεσόντος εἰς ἕτερον τόπον. Τί οὖν ἀκόλουθον καὶ πρεπῶδες τῷ σκοπῷ; Τηρῆσαι μᾶλλον τὴν ἰσχύν, καὶ μὴ τῇ διαστάσει ἀσθενεστέραν ταύτην ποιῆσαι. 61. Εἴδωμεν δὲ καὶ τὸ τρίτον, εἰ κατάλληλος τῷ τέλει ἡ πρᾶξις. Τί οὖν τὸ ἐκ τῆς νίκης τέλος φατέ; Ἢ γὰρ τὴν φυλακὴν τῆς | |
280 | συστάσεως τοῦ θεοῦ ἐρεῖτε πάντως, ἢ τὴν ἐλευθερίαν, ἢ τὸ τοῦ οἰκείου τόπου μὴ μεταστῆναι, ἢ ἵνα ἀναιρεθῇ ἡ ὕλη, ἢ ἵνα μεταβληθῇ ἐπὶ τὸ κρεῖττον. Ἀλλ’ ἡ πρᾶξις τὸ ἐναντίον τούτοις ὑπαγορεύει νοεῖν. Οὔτε γὰρ ἡ σύστασις τοῦ θεοῦ ἐν τῷ κατὰ φύσιν διέμεινε, προδοθέντος τοῦ μέρους, οὔτε ἡ ἐλευθερία· | |
285 | ἐδούλευσε γὰρ τῇ γενέσει τοῦ κόσμου, ἐξ ἑαυτοῦ μέρος τοῖς δημιουργηθεῖσιν ἐνθείς. Οὔτε δὲ ἐν τῷ οἰκείῳ διέμεινε τόπῳ, μεταστάντος τοῦ μέρους ἐπὶ τὴν ὕλην. Οὔτε δὲ ἡ φύσις τῆς ὕλης ἀνῃρέθη ἢ μετεβλήθη· ἔμεινε γὰρ ὃ ἦν ἐξ ἀρχῆς ἀμετάτρεπτος, ὥστε πανταχόθεν ἕωλον καὶ μωρὰν δείκνυσθαι τὴν ὑπόθεσιν ἣν | |
290 | μυθολογοῦντες συνεθήκατε. 62. Ἔστι δὲ καὶ ἐκ τῶν ἐνεργειῶν καὶ τῆς αἰτίας κἀκ τῶν τόπων, ὧν ὑποτίθεσθε, τῆς ἀσεβείας ὑμῶν ἐλέγξαι τὴν ἀτοπίαν. Ἐκ μὲν οὖν τῆς ἐνεργείας ἀνατρεπτέον οὕτως· εἰ ἐναντίαι αἱ φύσεις, ἐναντίαι καὶ αἱ ἐνέργειαι. Εἰ οὖν ἡ τοῦ θεοῦ ἐνέργεια ποιητικὴ | |
295 | ὁμολογεῖται, ἡ τῆς ὕλης παθητικὴ ἔσται. Εἰ δὲ τοῦτο, ὑπόκειται ἄρα τῷ θεῷ καὶ δουλεύει ἡ ὕλη· εἰ δὲ ὑπόκειται καὶ δουλεύει, οὐκ ἄρα ἀγένητός ἐστιν. Ἄλλως τε ἢ αἱ δύο ποιοῦσιν, ἢ αἱ δύο πάσχουσιν, ἢ ἡ μὲν ποιεῖ, ἡ δὲ πάσχει, ἢ αὐταὶ καὶ ποιοῦσι καὶ πάσχουσιν. Ἀλλ’ εἰ μὲν αἱ δύο ποιοῦσιν, θεοὶ ἔσονται, εἴ γε τὸ | |
(300) | ποιεῖν θεοῦ μετὰ τοῦ καὶ ὕλας ἐπινοεῖν. Εἰ δὲ πάσχουσιν ἀμφότε‐ ραι, ὗλαι ἔσονται αἱ δύο, καὶ ἕτερος ὁ ποιητὴς ζητηθήσεται. Εἰ δὲ ἡ μὲν πάσχει, ἡ δὲ ποιεῖ, ἡ μὲν πάσχουσα γενητή, ἡ δὲ ποιοῦσα | |
ἀγένητος. Εἰ δὲ αἱ δύο πάσχουσι καὶ ποιοῦσι, καθὸ μὲν ποιοῦσι, θεοὶ ἔσονται, καθὸ δὲ πάσχουσιν, ὗλαι. Αἱ αὐταὶ οὖν ἔσονται θεοὶ | 126 | |
305 | καὶ ὗλαι, γενηταὶ καὶ ἀγένητοι. 63. Κἀκ τῆς αἰτίας δὲ ἐλεγκτέον ὑμᾶς. Τί τὸ αἴτιον τοῦ εἶναι τὴν ὕλην κακὴν ὑποτίθεσθε; Ἢ γὰρ διότι ἀγένητος καὶ ἀρχή, ἢ διότι ὕλη, ἢ διότι σῶμα, ἢ διότι διαιρεῖται καὶ μεταβάλλεται; Ἀλλ’ εἰ μὲν διότι ἀγένητος καὶ ἀρχή, καὶ ὁ θεὸς τοιοῦτος. Εἰ δὲ διότι ὕλη, ὕλη | |
310 | δὲ προσαγορεύεται διὰ τὸ ὑποκεῖσθαι εἰς γένεσιν τῶν ἐξ αὐτῆς, διὰ τοῦτο κατὰ τὴν αὐτὴν ὑπόθεσιν οὐκ ἀγαθὸς ὁ θεός· ὑπόκειται γὰρ εἰς γένεσιν τῶν ἐξ αὐτοῦ ψυχῶν καὶ ἀγγέλων, ὡς ὑμεῖς οἱ Μανιχαῖοι δογματίζετε. Εἰ δὲ διότι σῶμα, οὐχὶ αὐτὴ ἡ αἰτία τοῦ εἶναι σῶμα, ἀλλ’ ὁ θεός, εἴ γε πρὸ τοῦ ἐμβαλεῖν τὸ ἐξ αὑτοῦ μέρος | |
315 | τῇ ὕλῃ οὐκ ἦν σῶμα. Εἰ δὲ διότι διαιρεῖται καὶ μεταβάλλεται, καὶ ὁ θεὸς καθ’ ὑμᾶς τοῖς αὐτοῖς ἐνεχόμενος κακοῖς ἔσται· εἰ γὰρ διαιρεῖται εἰς γενέσεις ἀγγέλων καὶ ψυχῶν, τὰ δὲ ἐξ αὐτοῦ οὐ θεοί, δῆλον ὅτι οὐ μόνον διῃρέθη, ἀλλὰ καὶ μετεβλήθη. Εἰ δὲ οὐδὲν τούτων φατὲ αἴτιον εἶναι τοῦ κακὴν ὑπάρχειν τὴν ὕλην, ἀλλὰ τὸ | |
320 | ταύτην ἁμαρτάνειν, ἰστέον ὡς οὐδὲν τῶν κατὰ φύσιν ἐξ ἀνάγκης γινομένων ἁμάρτημα τυγχάνει· πᾶσα γὰρ ἁμαρτία ἐκ προαιρέ‐ σεως γίνεται. Ἡ δὲ προαίρεσις ἐκ ψυχῆς, ἡ δὲ ψυχὴ οὐσία θεοῦ καθ’ ὑμᾶς· ἐκ θεοῦ ἄρα ἡ ἁμαρτία καὶ οὐκ ἐκ τῆς ὕλης, κατὰ τὸ ὑμῶν ἀσεβέστατον δόγμα. | |
325 | 64. Κἀκ τῶν τόπων δέ, ὧν ὑμεῖς ὑποτίθεσθε τὸν μὲν τῷ θεῷ, τὸν δὲ τῇ ὕλῃ προσνέμοντες, ὑμᾶς ἀπελέγξω μηδὲν ὑγιὲς δογμα‐ τίζοντας. Εἰ γὰρ ἀγένητος ὁ θεὸς καὶ ἡ ὕλη, ἑκάτερος δὲ ἐν τόπῳ τυγχάνει καθ’ ὑμᾶς, ὁ δὲ τόπος ἕτερός ἐστι κατ’ οὐσίαν τῶν ἐν αὐτῷ περιεχομένων, συμβήσεται τοὺς τόπους συναγενήτους | |
330 | εἶναι τοῖς ἐν αὐτοῖς. Καὶ οὕτως οὐ δύο τὰ ἀγένητα, ἀλλὰ τέσσαρα, θεὸν καὶ ὕλην καὶ ἑκατέρου τὸν τόπον, εὑρήσεις. Εἰ δὲ τοὺς τόπους πρεσβυτέρους φατὲ τῶν ἐν αὐτοῖς, οὐκέτι ὁ θεὸς καὶ ὕλη ἀγένητοι ἔσονται, ἀλλὰ μᾶλλον οἱ τούτων προϋπάρχοντες τόποι. Εἰ δὲ τὸν θεὸν καὶ τὴν ὕλην πρὸ τῶν τόπων εἶναί φατε, ἄρα οὐκ | |
335 | ἦσαν κεχωρισμένοι θεὸς καὶ ὕλη, ἀλλ’ ἐν ἀλλήλοις ὑπῆρχον· οὐ γὰρ ἦν οὔπω τόπος ὁ διορίζων. Καὶ οὕτως ὁ τῆς παρ’ ὑμῖν | |
ἐναντιότητος διαλυθήσεται λόγος· οὐ γὰρ ἐν ἀλλήλοις ὑφίστα‐ σθαι δύναται τῶν ἐναντίων ἡ φύσις, ὥστε πανταχόθεν ὑμῶν ἀπελήλεκται ἡ μυθώδης τερατολογία. | 127 | |
340 | 65. Μὴ οὖν ἑαυτούς τε καὶ ἑτέρους τοῖς τῆς ἀσεβείας περιπεί‐ ρετε δόγμασιν, ἀλλὰ προσδραμόντες τῷ φωτὶ τῆς ἀληθείας, τὸν ζόφον τῆς ἀγνοίας ἐκκαθάρατε τῶν ψυχῶν. Αὐτεξουσιότητι γὰρ καὶ οὐκ ἀνάγκῃ φύσεως ἄνθρωποι τὸ δοκοῦν ἐν αἱρέσει ποιούμε‐ | |
θα. | 128 |