TLG 2816 006 :: JOANNES :: Adversus Manichaeos (homilia 2)

JOANNES Gramm. Theol., Presbyter
(fort. Caesariensis (Palaestinae): A.D. 6)

Adversus Manichaeos (homilia 2)

Source: Richard, M. (ed.), Iohannis Caesariensis presbyteri et grammatici opera quae supersunt [Corpus Christianorum. Series Graeca 1] Turnhout: Brepols, 1977: 92–105.

Citation: (Line)

1tΤΟΥ ΑΥΤΟΥ ΙΩΑΝΝΟΥ
2tΠΡΕΣΒΥΤΕΡΟΥ ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ
3 1. Ἤρκει μὲν οὖν ὅσα πρὸς ἔλεγχον τῆς ἀθέου πλάνης τῶν Μανιχαίων ἐν τοῖς προλαβοῦσι διελέχθημεν. Ἀλλ’ ἵνα μή τις
5ἑτέραις ἀκάνθαις ἀσεβείας περιπειρόμενος πληγείη τὸν νοῦν, οὐκ ὀκνήσω καὶ ζητημάτων ἑτέρων ἐπιμνησθῆναι, δεικνὺς τί τέ ἐστι τὸ κακὸν καὶ πόθεν ἐστίν· τοῖς τοιούτοις γὰρ ζητήμασι κεχρημένοι παρατρέπειν ἐγχειροῦσι τοὺς ἁπλουστέρους. Πρότε‐ ρον οὖν διαληπτέον περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ, τί δηλοῖ
10τούτων ἑκάτερον· ἕτερον γὰρ δηλοῖ τὸ καλόν, ἕτερον δὲ τὸ ἀγαθόν. Καὶ καλὸν μέν ἐστι τὸ συμμετρίᾳ μελῶν εὐηρμοσμένον καὶ ἀνελλιπῶς ἔχον πρὸς ὃ γεγένηται ὑπὸ τοῦ δημιουργήσαντος. Διὸ γέγραπται· Ἰδοὺ καλὰ λίαν περὶ τῆς τῶν κτισμάτων οὐσίας· πάντα γὰρ καλὰ πεποίηκεν ὁ θεός, αἰσθητά τε καὶ νοητά.92
15Περὶ πάντων γὰρ ἐπιφέρει λέγων· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν, συμπεριλαβὼν τοῖς αἰσθητοῖς τῶν ἀσωμάτων τὴν ποίησιν. Μετὰ γὰρ τὴν ἀνθρώπου δημιουργίαν, τὴν ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συνεστῶσαν, τοῦτό φησι Μωϋσῆς. 2. Τὸ δὲ ἀγαθὸν διττόν ἐστι τῇ σημασίᾳ. Καὶ ἐπὶ μὲν
20θεοῦ τὸ ἀγαθὸν οὐσία τυγχάνει· ἀγένητος γὰρ ὢν ὁ θεὸς πάντα ὅσα κέκτηται οὐσιωδῶς ἔχει καὶ οὐδὲν ὕστερον αὐτῷ ἐπιγίνεται ὃ μὴ ἀεὶ ἦν ἐν αὐτῷ. Διὰ τοῦτο, ἐπεὶ ἀσχημάτιστος ἦν ὁ θεός, ἀεὶ ἀσχημάτιστος ἔσται· καὶ ἐπειδὴ ἄποιος ἦν, ἀεὶ ἄποιος ἔσται· καὶ ἐπειδὴ παντοκράτωρ ἐστίν, ἀεὶ παντοκράτωρ ἦν· καὶ ἐπειδὴ
25δημιουργός ἐστιν, ἀεὶ δημιουργὸς ὑπάρχει, εἰ καὶ μὴ εἴη τὰ δημιουργηθέντα καὶ κρατούμενα παρ’ αὐτοῦ. Καὶ γὰρ ὁ θεὸς οὐσιωδῶς ἔχει πάντα ὅσα καὶ ὀνομάζεται καὶ οὐ σχετικῶς ἔχει ἅπερ ἐστίν. Αἱ γὰρ σχέσεις περὶ [οὐσίαν] εἰσί, μὴ οὖσαι οὐσίαι. Ἄσχετος οὖν ἐστιν ὁ θεός· οὐ γὰρ πρός τινα τῶν γενητῶν ἔχειν
30τινὰ δυνατὸν αὐτὸν σχέσιν. Αὔταρκες γὰρ τὸ θεῖον καὶ αὐτὸ ἑαυτοῦ συμπληρωτικόν, ἐν οὐδεμιᾷ σχέσει τῇ πρὸς τὰ ἔξωθεν τὸ εἶναι ἔχον, ἵνα μή τι τῶν ὑπ’ αὐτοῦ τελουμένων συμπληρωτικὸν εἶναι αὐτοῦ λέγειν ἀναγκαζώμεθα τῆς δυνάμεως. 3. Καὶ ἐπὶ πάντων δέ, οὐκ ἐπὶ θεοῦ μόνον, ὁ αὐτὸς λόγος. Αἱ γὰρ
35συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις οὐκ ἐν τῇ πρὸς τὰ ἔξωθεν σχέσει τὸ εἶναι ἔχουσιν, ἀλλ’ ἀσχέτως τοῖς πράγμασιν ἐνυπάρ‐ χουσι καθ’ ἑαυτὰς θεωρούμεναι. Σκόπει δὲ τὸν λόγον οὑτωσί· τὸ ἐν ὀφθαλμῷ βλεπτικὸν ἢ τὸ ἐν ἡλίῳ φῶς συμπληρωτικὰ τῆς ὀφθαλμοῦ τε καὶ ἡλίου ἐστὶν οὐσίας. Καὶ εἰ μηδὲν ὑπόθοιτό τις
40εἶναι τῶν ὑπὸ τοῦ ὀφθαλμοῦ θεωρουμένων ἢ τῶν ἔξωθεν μετ‐ εχόντων τῆς φωτοειδοῦς τοῦ ἡλίου δυνάμεως, οὐδ’ ὄντως ἀτελὴς ὁ ἥλιος ἢ ὁ ὀφθαλμὸς κατὰ τὴν οὐσίαν τοῖς ὀρθῶς κρίνουσιν ὑποληφθήσεται. Οὕτως οὖν, εἰ καὶ ἀμυδρὸν ὑπάρχει τὸ παράδειγμα, πρὸ τοῦ δημιουργηθῆναι τὸν κόσμον φύσει καὶ
45ἀσχέτως δημιουργὸς ὁ θεός, οὐ τῇ πρὸς τὰ ἔξωθεν σχέσει γινόμενος ποιητής. Τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸν θεὸν ἐξυβρίζειν καὶ σχέσιν ἐπίκτητον διδόναι θεῷ, οἷον ἔχουσι πρὸς ἄλληλα τὰ ἐξ ἀπιστίας εἰς ἐπιστήμην προκόπτοντα, καὶ ἐξισάζειν
τοῖς οὐσιωδῶς | ἐνυπάρχουσι τὰ ὕστερον ἐπιγεγονότα. 4. Καὶ ἡ93

(50)

ὕλη οὖν, ὡς ἔφην—ἐπαναληπτέον γὰρ ὅθεν ἐξέβη ὁ λόγος—εἰ ἀγένητος ἦν, ἀσχημάτιστος καὶ ἄποιος οὖσα, πῶς οὖν δη‐ μιουργηθήσεται ἀγένητος οὖσα καὶ μὴ δυναμένη προσλαβεῖν ὃ μὴ ἀεὶ ἦν ἐν αὐτῇ; Εἰ δὲ σχῆμα καὶ ποιότητα καὶ ποσότητα τὴν ὕλην ἔχειν φασίν, οὐκ ἀγένητος ὑπάρχει, ὡς ἀποδέδεικται, ἀλλὰ
55μᾶλλον γενητὴ ἐξ οὐκ ὄντων σὺν τοῖς σχήμασι καὶ ποιότησι παρὰ θεοῦ παραχθεῖσα. Ποιότης γὰρ καὶ ποσότης ἴδια τῶν γενητῶν. 5. Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶν γενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸς ὑπάρχει, διὰ πράξεως ἢ νοητῆς θεωρίας καὶ προσοχῆς κατορ‐
60θούμενον. Καὶ διὰ πράξεως μὲν ἄνθρωποι, σαρκὶ συζῶντες, κατορθοῦσι τὸ ἀγαθόν, αἱ δὲ νοεραὶ δυνάμεις διὰ θεωρίας καὶ προσοχῆς. Ἐπεὶ οὖν συμβεβηκός ἐστι τὸ ἀγαθὸν ἐπὶ τῶν γενητῶν, πάντως ἐπὶ τούτων καὶ προτερεύει τὸ εἶναι τοῦ ἀγαθὸν εἶναι· δεῖ γὰρ εἶναι τὸ ὑποκείμενον, ἵν’ οὕτως τὸ συμβεβηκὸς ἐν
65αὐτῷ θεωρηθείη, εἴτε χωριστὸν ἢ ἀχώριστον εἴη. Ἐπὶ δὲ τοῦ ἀγενήτου θεοῦ, ἀεὶ ὢν ὁ θεός, ἀεὶ καὶ ἔστιν ἀγαθός· οὐ γὰρ ἕτερον ἔχει τὸ εἶναι καὶ ἕτερόν τι τὴν ἀγαθότητα, ἀλλ’ αὐτῷ τῷ εἶναι ἔχει τὴν ἀγαθότητα. Διὰ τῶν εἰρημένων οὖν πᾶσι προφανὲς ὅτι τὸ πονηρὸν οὐκ ἔστιν ἐναντίον τῷ θεῷ, οὐσίᾳ ὄντι ἀγαθῷ· τῇ γὰρ
70οὐσίᾳ οὐδὲν ὅλως ἀντίκειται. Τῷ δὲ κατὰ τὸ συμβεβηκὸς ἀγαθῷ, τῷ ἐν τοῖς γενητοῖς θεωρουμένῳ, ἀντίκειται τὸ πονηρόν· διὰ γὰρ φαύλης πράξεως γινόμενον ἀντίκειται τῷ διὰ πράξεως ἀγαθῆς γινομένῳ. 6. Τούτων οὕτως ἀποδεδειγμένων, πῶς οὐ βδελυ‐ κτέον τοὺς Μανιχαίους οἵ φασιν· Ἦν θεὸς καὶ ὕλη, ἀγαθὸν καὶ
75πονηρὸν ἐν τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινω‐ νεῖν θάτερον θατέρῳ, ἀγένητά τε καὶ ζῶντα ἄμφω. Ῥητέον οὖν πρὸς αὐτούς· Πῶς οὐκ ἀλλόκοτος ὑμῶν ἐστιν ὁ λόγος; Εἰ γὰρ ἄκρως ἐναντία κατὰ τοὺς ὑμῶν φληνάφους θεός τε καὶ ὕλη, ὡς μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ, κατὰ τὸ δοκοῦν ὑμῖν ὡς
80ἔτυχεν ἀποφαινόμενοι, πῶς ὅλως ἐναντία ἔσται ἀλλήλοις κοι‐ νωνοῦντα κατὰ μηδέν; Ἴδιον γὰρ τῶν ἐναντίων κοινωνεῖν ἀλλήλοις κατὰ τὸ γένος, οἷον μέλαν καὶ λευκὸν κοινωνοῦσι τῷ ἑκάτερον εἶναι χρῶμα, καὶ πάλιν θερμὸν καὶ ψυχρὸν τῷ ἑκάτερον εἶναι ποιότητα, ὅπερ ἐπὶ τῆς μυθευομένης ὑμῖν ὕλης καὶ θεοῦ
85διδόναι οὐ βούλεσθε, ἀνοήτως φάσκοντες ἐναντία τε εἶναι καὶ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. Ἄλλως τε τὰ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικὰ καὶ οὐ δύνανται κατ’ ἐνέργειαν ἅμα συμβῆναι τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπὸ τὸν αὐτὸν χρόνον. Πῶς οὖν ἐν τῷ αὐτῷ κτίσματι, οἷον τῷ καυστικῷ καὶ φωτιστικῷ πυρὶ ἢ94
90θρεπτικῷ καὶ πνικτικῷ ὕδατι, καθ’ ὑμᾶς ἅμα ὑπάρχουσι κατ’ ἐνέργειαν, δι’ ὅλου κατὰ τὸ αὐτὸ θεός τε καὶ ὕλη, ὡς αὐτοὶ μυθολογεῖτε, ἐναντία φάσκοντες εἶναι τὰ μηδαμῶς ἐναντία τυγ‐ χάνοντα; 7. Ἄλλως τε τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα. Τὰ ἄμεσα κρᾶσιν οὐκ ἐπιδέχεται, ἀλλὰ μᾶλλον ἀλλήλων ἐστὶν ἀναι‐
95ρετικά, οἷον τάξις καὶ ἀταξία, ἄρτιος ἀριθμὸς καὶ περιττός. Τὰ ἔμμεσα δὲ ἕτερόν τε τὸ μέσον ἔχει παρὰ τὰ ἄκρα, οἷον μέλαν καὶ λευκόν· καὶ τούτων τὸ φαιὸν μέσον ἐστίν. Εἰ οὖν ὕλη καὶ ὁ θεὸς ἄμεσά ἐστι, πῶς κρᾶσιν ἐπιδέχεται καὶ τὸν κόσμον ἀποτελεῖ κατὰ τὴν ὑμῶν μυθολογίαν; Τὰ γὰρ ἄμεσα οὐ πέφυκε κιρνᾶσθαι. Εἰ δὲ

(100)

ἔμμεσα φήσουσιν, ἔσται τι διὰ μέσου τούτων ἕτερον παρὰ ταῦτα καὶ λοιπὸν τρίτον ἀγένητον τοῖς δύο συναριθμηθήσεται. 8. Ἀλλ’ ἴσως φήσουσι· καὶ πῶς οἷόν τε ἐξ οὐκ ὄντων τι γεγονέναι; Οὐδὲν γὰρ ἐκ μὴ ὄντων ὁρᾶται γινόμενον. Πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε μὴ εἰδότες τὴν δύναμιν τοῦ θεοῦ, ἀλλὰ μόνον τοῖς ἐξ
105ἀνθρώπων γινομένοις ἐνορῶντες τὸ θεῖον εἶναι τοιοῦτον ὑπειλή‐ φατε. Ἄνθρωπος μὲν γὰρ ἐξ ὄντων ἐργάζεται, ξύλα καὶ λίθους σχηματίζων ὡς βούλεται καὶ τὸ μὴ ὂν ἐν τούτοις ποτὲ σχῆμα διὰ τῆς οἰκείας τέχνης ἐντίθησιν· μόνον γὰρ σχημάτων ἐστὶ δημιουρ‐ γὸς ὁ ἄνθρωπος ἐξ οὐκ ὄντων τὸ σχῆμα διὰ τῆς τέχνης ἐντιθεὶς
110τῷ δημιουργήματι. Καὶ φύσις δὲ ὁμοίως ἐξ ὄντων ἐργάζεται, μείζονα δὲ τῆς ἀνθρώπου τέχνης τὸ διὰ τῆς φύσεως τεχνασθὲν ἔχει τὴν ἐργασίαν. Οὐ μόνον γὰρ σχημάτων ἐστὶν ἡ φύσις δημιουργός, κρᾶσιν καὶ σύνθεσιν τῶν στοιχείων ἐργαζομένη, ἀλλὰ καὶ τὰς διαφόρους οὐσίας καὶ τὰ εἴδη τῶν πραγμάτων
115ὑφίστησιν οὐ πρότερον ὄντα. Ἐκ στοιχείων γὰρ εἶδος ὀστέου ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας διαφοράς. 9. Εἰ τοίνυν τοσοῦτον ὑπερέχει τῆς ἀνθρώπων τέχνης ἡ φύσις, πῶς οὐκ ἀνάγκη καὶ τὴν τοῦ θεοῦ δημιουργίαν ἀσυγ‐
120κρίτως ὑπερβεβηκέναι καὶ τὴν τῆς φύσεως ἐργασίαν; Οὐκοῦν εἰ ἤδη ἡ φύσις τὰ εἴδη μὴ ὄντα παράγει, ἐν ὑποκειμένῳ μέντοι προϋπάρχοντι ταῦτα δημιουργεῖ διὰ τὸ ἀδυνάτως ἔχειν ἄλλως
τὴν δημιουργικὴν αὐτοῖς ἐνδείκνυσθαι δύναμιν ἄνευ τινὸς προϋποκειμένου, ἀνάγκη πᾶσα, εἴπερ καὶ ὁ θεὸς δημιουργεῖ καὶ95
125εἰς τὸ εἶναι παράγει τὰ ὄντα, ἔχειν τι πλέον τὴν αὐτοῦ δημιουργίαν τῆς φύσεως· οὐδὲν δὲ ἂν ἔχοι πλέον, εἰ μὴ δύναιτο ἐκ τοῦ μηδαμῇ μηδαμοῦ ὄντος εἰς τὸ εἶναι παράγειν τὰ πράγματα, ἀλλὰ δέοιτο καὶ αὐτός, ὥσπερ ὁ τεχνίτης ἄνθρωπος καὶ ἡ φύσις, ὑποκειμένου τινὸς προϋπάρχοντος, ἐν ᾧ τὴν ἑαυτοῦ δημιουργικὴν ἐνέργειαν
130ἐπιδείξεται, καὶ μηδὲ τοσοῦτον ὑπερέχοι τῆς φύσεως, ὅσον ὑπερέχει τῆς τέχνης ἡ φύσις, οὐ σχημάτων μόνον κατὰ τὴν τῶν ἀνθρώπων τέχνην, ἀλλὰ καὶ διαφόρων οὐσιῶν οὖσα δημιουργός. 10. Ἄλλως τε πάσης ἀτοπίας ἀνάμεστον τὸ διὰ τῶν μερικῶν καὶ παρ’ ἕκαστα γινομένων τοῦ ὅλου τὰς ἀποδείξεις ποιεῖσθαι. Εἰ γὰρ
135τοῖς μερικοῖς δημιουργήμασιν ἐνορῶντές φασιν· «Ἐπεὶ οὐδεὶς δημιουργὸς ἄνευ ὕλης ποιεῖ, διὰ τοῦτο καὶ ὁ θεὸς ἄνευ ὕλης οὐ ποιήσει», ἴστωσαν ὅτιπερ ἡ παντὶ τεχνίτῃ ὑποκειμένη ὕλη ἐκ προτέρας δημιουργηθεῖσα προνοίας ἢ τέχνης ὑπόκειται, ὡς τὰ ξύλα καὶ σίδηρον καὶ λίθοι, ἀνθρώποις τεχνίταις πρὸς τὸ σχημα‐
140τίζεσθαι μόνον ὑποκείμενοι, ἐκ φύσεως | τεχνικῆς ἀπὸ γῆς βεβλαστήκασι, καὶ ἡ φύσις δὲ ἐξ ὄντων δημιουργοῦσα, ἐκ προνοίας τινὸς εὑροῦσα προϋπάρχουσαν ὕλην δημιουργεῖ. Εἰ οὖν ἡ ὕλη καὶ αὐτῷ τῷ δημιουργοῦντι τὸ ὅλον ὑπόκειται, τῷ θεῷ, λεγέτωσαν ποία τέχνη ταύτην προϋπεστήσατο, καὶ οὕτω τὸ
145σοφὸν αὐτῶν ἐλεγχθήσεται· πάντως γὰρ θείαν φήσουσι τοιαύτην προϋποστήσασθαι τέχνην. Ἀλλὰ δὴ καὶ ἐκ τῶν παρ’ αὐτοῖς ὁμολογουμένων ἀπελέγξω τὸν ἰσχυρὸν αὐτῶν, ὡς οἴονται, λόγον, ὡς οὐ δεῖ τοῖς μερικοῖς τὴν τοῦ ὅλου ποιεῖσθαι ἀπόδειξιν· ἀστρονομίαν γὰρ δῆθεν ἀσπάζονται καὶ κίνησιν τοῦ παντὸς

(150)

ὑποτίθενται. Εἰ οὖν τὴν ἀπόδειξιν ἐκ τῶν μερικῶν τοῦ ὅλου ποιοῦνται καί φασιν· Ἐπείπερ τῶν μερικῶν ἕκαστον ἐξ ὄντων ὁρᾶται γινόμενον, οὕτω καὶ τὸ πᾶν ὑπὸ θεοῦ ἔκ τινος πρότερον ὄντος γενέσθαι χρή, εὔλογον αὐτοὺς καὶ τὸ τοῖς μερικοῖς ἑπόμε‐ νον καὶ τῷ παντὶ συμβαίνειν ὑποτίθεσθαι. Καὶ ἐπειδὴ τῶν μερικῶν
155ἕκαστον κινεῖται καὶ τὸ πᾶν δὲ κινεῖται, ἄρα ὡς κινεῖται τὸ μερικὸν κινηθήσεται καὶ τὸ πᾶν. Ἀλλ’ οὐχ ὁμοία τούτων ἡ κίνησις· τὰ μὲν γὰρ μερικὰ ἐξ ὅλου τὸν τόπον ἀμείβει, τὸ δὲ ὅλον οὐ μεθίσταται τοῦ οἰκείου τόπου, ἀλλὰ περὶ τὸ ἴδιον κέντρον ἐκπεριέρχεται, ἐπεὶ μὴ ἔστιν ἑτέρα χώρα εἰς ἣν μετασταίη ποτέ. 11. Καὶ πρὸς ἄλληλα
160δὲ καὶ αὐτῶν ἐκ τῶν μερικῶν τὴν τοῦ παντὸς γένεσιν κανονίζειν ἐπιχειρούντων, καὶ ὡς τὰ μερικὰ ἐξ ὄντων γίνεσθαι, οὕτω καὶ τὸ πᾶν ἐξ ὄντων γεγενῆσθαι φασκόντων, τὰ αὐτὰ ῥητέον ὅσα πρὸς ἔλεγχον Μανιχαίων διῆλθεν ὁ λόγος. Προσθετέον δὲ ὅτι ἀνάγκη τὰ τῶν μερικῶν καὶ ἐπὶ τοῦ ὅλου θεωρεῖσθαι· ἐπειδὴ τὰ μερικὰ ἐν96
165γενέσει καὶ φθορᾷ θεωρεῖται, ἄρα καὶ τὸ ὅλον γενέσει καὶ φθορᾷ ὑποκείσεται καὶ οὐκέτι ἀγένητος καὶ ἄφθαρτος ἔσται κατὰ τοὺς τῶν Ἑλλήνων σοφοὺς ὁ κόσμος, ἀλλὰ γενητὸς ἅμα καὶ φθαρτός· ἅπερ ὁμολογεῖν οὐκ ἀνέχονται. Καὶ τούτοις μὲν τοῖς λόγοις ἀποδέδεικται μὴ ἀγένητον εἶναι τὴν ὕλην. 12. Ἰστέον δὲ ὡς οὐδὲ
170τέχνη ἄνευ τῆς φύσεως καὶ θεοῦ ἐνεργήσει, οὔτε φύσις ἄνευ θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκει‐ μένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ —ἄνευ γὰρ θεοῦ οὐδὲ τὸ κινεῖσθαι τοῖς ἀνθρώποις ὑπάρχει— τὴν δὲ φύσιν μετὰ τοῦ θεοῦ. Εἰ γὰρ καὶ διὰ μέσων τινῶν γίνεταί
175τινα τῶν ποιημάτων, ἀλλ’ οὖν φανερὸν ὅτι αἴτιον καὶ τούτων ὑπάρχει τὸ καὶ τοῖς μέσοις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρέχον. Τῇ τέχνῃ δὲ καὶ τῇ φύσει τοῦ εἶναι αἰτίοις ὁ θεὸς δέδωκε δύναμιν. Οὐκοῦν πρῶτον αἴτιον τῶν ὄντων ἐστὶ θεὸς καὶ ὅσα μὲν ἀμέσως εἰς τὸ εἶναι παράγει ἄνευ ὕλης ἐξ οὐκ ὄντων δημιουργεῖ,
180ἅμα καὶ φύσιν ἐντιθεὶς τοῖς γενομένοις πρὸς διαμονήν τε καὶ ἀκολουθίαν τῶν ἐφεξῆς ἐξ αὐτῶν ἐσομένων, ὅσα δὲ διὰ μέσης τέχνης ἢ φύσεως ταῦτα ἐξ ὄντων ἐργάζεται. 13. Ἀλλά φησιν· Εἰ ἐξ οὐκ ὄντων γέγονεν ὁ κόσμος, εἰς τὸ μηδαμῶς ὂν πάλιν ἀναλυθή‐ σεται. Τὰ γὰρ ἐξ οὐκ ὄντων γινόμενα εἰς τὸ μὴ ὂν ἀναλύονται, ὡς
185τὰ σχήματα ὑπὸ τοῦ τεχνίτου τοῖς δημιουργουμένοις ἐπιτιθέμενα καὶ τὰ ἔνυλα εἴδη τὰ ὑπὸ τῆς φύσεως παραγόμενα· ταῦτα γὰρ μὴ ὄντα πρότερον, γενόμενα δὲ πάλιν, εἰς ἀνυπαρξίαν χωρήσει διαλυθέντα ἐν τῷ χωρισθῆναι τῆς ὕλης. | Οὕτως οὖν, εἰ ἐξ οὐκ ὄντων γέγονεν ὁ κόσμος, εἰς τὸ μηδαμῶς ὂν χωρήσει πάλιν
190φθορὰν ὑποστάς. Ἀλλ’ ἀγνοοῦσιν οἱ ταῦτα προβαλλόμενοι ὅτι ἐπὶ μὲν τῶν ὑπὸ φύσεως ἢ τέχνης ἀνθρώπων γινομένων ἀληθὴς οὗτος ὁ λόγος, ἐπὶ δὲ τῶν ἀμέσως ὑπὸ θεοῦ τὸ εἶναι λαχόντων οὐκ ἀληθής· ὧν γὰρ ἡ γένεσις ὑπὲρ φύσιν τε καὶ τέχνην ἐστί, τῇ ἀπείρῳ τοῦ θεοῦ δυνάμει συστᾶσα, τούτων καὶ ἡ διαμονὴ λήψεται
195τὸ ὑπὲρ φύσιν ἐκ θεοῦ διακρατουμένη διὰ παντός. Οὕτω καὶ αἱ νοεραὶ δυνάμεις οὐκ εἰς τὸ μὴ εἶναι ἀναλυθήσονται, καὶ ταῦτα ἐξ οὐκ ὄντων ὑπὸ τοῦ ἀεὶ ὄντος δημιουργηθεῖσαι θεοῦ. Οὕτω καὶ ὁ
κόσμος· καὶ αὐτὴ δὲ ἡ ὕλη ἀμέσως ὑπὸ τοῦ θεοῦ γεγονυῖα εἰς τὸ μηδαμῇ μηδαμῶς 〈ὂν〉 οὐ χωρήσει ποτέ· καινοὺς γὰρ οὐρανοὺς97

(200)

καὶ καινὴν γῆν ἀπεκδεχόμεθα· ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος, καὶ ταῦ‐ τα ἐκ προϋποκειμένης ὕλης τῆς γῆς ὑποστὰς τὸ κατὰ σάρκα, ἐπεί‐ περ ἀμέσως αὐταρκοῦντος θεοῦ γεγένηται· Χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ὁ θεὸς ἔπλασε τὸν ἄνθρωπον, οὐκ ἐπιτρέψας τῇ φύσει δημιουργεῖν ὡς ἐπὶ τῆς τῶν ἄλλων γενέσεως, Ἐξαγαγέτω
205ἡ γῆ ψυχὴν ζῶσαν καὶ ἐξαγαγέτω τὰ ὕδατα λέγων, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ ἐργαζόμενος τὸν ὅλον ἄνθρωπον χερσί τε καὶ ἐμφυσή‐ ματι, οὐκ εἰς τὸ μὴ εἶναί ποτε σχήσει τὴν ἀλλοίωσιν ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ τὸ κρεῖττον ἀλλοιωθήσεται. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Καὶ ὅτι μὲν οὐκ ἀγένητος ἡ ὕλη ἣν καὶ
210πονηρὰν εἶναι φύσει φασὶν οἱ Μανιχαῖοι, ἀρκεῖν ἡγοῦμαι τὰ εἰρημένα. 14. Ἐντεῦθεν οὖν λοιπὸν ἀνακύπτει τὸ παρὰ τοῖς ἀθέοις θρυλλούμενον· Εἰ μηδέν ἐστιν ἔξω τῆς τοῦ θεοῦ δημιουργίας, ὁ δὲ θεὸς ἀγαθός, δηλονότι ἀγαθὰ τὰ δι’ αὐτοῦ γεγενημένα. Πόθεν οὖν τὰ κακά; Εἰ μὲν οὐσίαν ὑπειληφότες εἶναι τὸ κακὸν τοῦτο πυνθά‐
215νονται, μωρίας ἀνάμεστός ἐστιν ἡ πεῦσις. Οὐ γὰρ ὑφέστηκε τὸ κακόν· ἐνέργεια γάρ τίς ἐστιν. Πᾶσα δὲ ἐνέργεια ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, οὔτε πρὸ τῆς τοῦ ἐνεργοῦντος κινήσεως ἤτοι πράξεως οὖσα, οὔτε μετὰ τὴν κίνησιν διαμένουσα. Μόνον δὲ τὸ ἀποτελεσθὲν πολλάκις πρὸς μνήμην τῆς πράξεως καταλιμπάνει.
220Ἢ οὖν πρᾶξίς ἐστιν ἢ ἐνέργεια· πᾶσα δὲ πρᾶξίς τινος οὐσίας ἐστὶ πρᾶξις καὶ ἄνευ οὐσίας οὐκ ἔστιν. Πῶς οὐσία τὸ μηδαμῶς καθ’ ἑαυτὸ ὑφεστηκός, ἀλλὰ ἑτέρου δεόμενον εἰς τὸ εἶναι; Ἐπεὶ οὖν οὐκ ἔστιν οὐσία τὸ κακόν, ὡς ἀποδέδεικται, κἂν οἱ Μανιχαῖοι πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς ἔχοντες διαφιλονεικήσωσιν, οὑτωσὶ
225περὶ τούτου διαληπτέον. 15. Τὸ κακὸν διττὴν ἔχει τὴν σημασίαν· δηλοῖ γάρ ποτε μὲν τὴν κάκωσιν, ποτὲ δὲ τὴν ἁμαρτίαν, καὶ κυρίως μὲν κακὸν ἡ ἁμαρτία, καταχρηστικῶς δὲ ἡ κάκωσις κακὸν ὀνομάζεται. Ἡ γὰρ κάκωσις οὐ πάντως κακή· πολλάκις δὲ καὶ σωτηρίας πρόξενος γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενο‐
230μένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτικὰ ἐκ θεοῦ
προνοίας πρὸς σωφρονισμὸν ἀνθρώπων ἐξηυρημένα, οὐκ ἂν αἰτία τινὸς ἀγαθοῦ ἐγίνετο. Νῦν δὲ πολλάκις καὶ ἡ τούτων ἐλπὶς ἄγχει καὶ τοὺς ἄγαν εὐολίσθους πρὸς ἁμαρτίαν | καὶ θεὸν98
235δεδοικέναι ποιεῖ καὶ ἀμύνειν τὴν ἐκ τούτων ἐπήρειαν, ἱκετεύειν 〈δὲ〉 ἡμᾶς διανίστησι τὸν θεὸν εἴτε θηρίον ἢ ἑρπετὸν ἢ πόλεμος ἢ λοιμὸς ἢ λιμὸς ἢ ἀσθένειά τις εἴη τὸ ἐλπιζόμενον ἢ συκοφαντία καὶ ἐπιβουλὴ ἐκ φαύλης προαιρέσεως ἀνθρώπων μηχανωμένη, ἥτις κυρίως μὲν κακόν ἐστι τῷ ποιοῦντι, ἁμαρτία τυγχάνουσα, τῷ
240δὲ πάσχοντι οὐ κυρίως κακόν, κακωτικὸν μέντοι· καὶ τὰ κακωτι‐ κὰ οὐ πάντως κακά, ἀλλὰ καὶ τοῖς κατὰ θεὸν ἀνδρείοις πρόξενα μεγίστης εὐδοξίας γίνεται παρ’ ἀνθρώποις, εὐεργεσίας τε καὶ ἀμοιβὰς αἰωνίους θησαυρίζει τούτοις παρὰ θεῷ. 16. Μὴ οὖν τις ἀπατάσθω τὰ κακωτικὰ ὀνομάζων κυρίως κακά. Εἰ γὰρ κακόν
245ἐστι τὸ κακωτικὸν καὶ οὐ μᾶλλον παιδευτικὸν καὶ πρὸς δικαιο‐ σύνην καὶ παντοίαν ἀρετὴν προκαλούμενον, μηδεὶς τυπτέτω τὸν υἱὸν ἁμαρτάνοντα, μηδεὶς ἐπαινείτω τὸν ἀρχήν τινα πεπιστευμέ‐ νον λῃστὴν καταβάλλοντα ξίφει ἢ θηρίοις πρὸς βρῶσιν ψήφῳ δικαστικῇ κυροῦντα παραδίδοσθαι, μηδεὶς τὸν ἰατρὸν ἐπαινῇ τῷ

(250)

σιδήρῳ πάθος σεσηπὸς ἀποτέμνοντα· κακοῖ γὰρ τὸν ἰατρευόμε‐ νον. Μηδεὶς συγχωρείτω θηριακὰ ἐξ ἐχιδνῶν συντιθέναι, εἴπερ κακά, ὥς φασιν οἱ Μανιχαῖοι, τὰ ἑρπετά. Ἀλλ’ ἀγνοοῦσιν οἱ ταῦτα ἀπείρως διαλοιδορούμενοι ὅτι καλόν ἐστι πᾶν ὅπερ ἀνελλιπῶς ἔχει πρὸς ὃ δεδημιούργηται παρὰ θεοῦ. Εἰ δέ, ὡς ἀποδέδεικται,
255πρὸς σωφρονισμὸν ἡμῶν ἐξηύρηται ταῦτα καὶ ἔστι προνοίᾳ θεοῦ, πῶς οὐ καλὰ λίαν ταῦτα, εἰ καί τινα αὐτῶν μὴ οὐσίαι τυγχάνουσιν, ἀλλὰ μόνον ἐκ φυσικῆς ἀσθενείας ἐπισυμβαίνου‐ σιν. 17. Τῶν δὲ φυσικῶν τὰ μὲν ἀνάγκῃ φύσεως ἐπιτελεῖται. Ἀνάγκῃ δὲ φύσεως λέγω ταῦτα τελεῖσθαι ὅσα αὐτομάτως καὶ
260ἀκόντων ἡμῶν ὑπὸ τῆς φύσεως γίνεται, ὡς τὸ ἀποθνήσκειν καὶ
αὔξειν μέχρι τῆς ὡρισμένης ἡλικίας τὸν ζῶντα. Τινὰ δὲ ἀκολου‐ θίᾳ μὲν φύσεως γίνεται, ἐνδέχεται δὲ καὶ μὴ γενέσθαι, οἷον τὸ παιδοποιεῖν διὰ μίξεως· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν· οὐ γὰρ πάντως ἐπακολουθεῖ τῇ μίξει παιδοποιΐα. Ταῦτα οὖν πάντα99
265ὅσα ἀνάγκῃ φύσεως γίνεται ἄνευ ἁμαρτίας ἀποτελεῖται καὶ παρὰ τοῖς ἀνθρώποις τοῖς τῷ λόγῳ διοικουμένοις. Ὅσα δὲ ἐνδέχεται γίνεσθαι καὶ μὴ γίνεσθαι, ἐπὶ μὲν τῆς ἀλόγου φύσεως ἀνεύθυνα τυγχάνει, οἵαν δ’ ἂν ἔχοι τὴν ἐνέργειαν· οὐ γὰρ ἔχουσι λόγον κατὰ φύσιν δοκιμάζοντα τὰ πρακτέα· ἐπὶ δὲ τῶν ἀνθρώπων, ἅτε δὴ
270λόγῳ ῥυθμιζομένων, ἐστὶν ἐνίοτε ταῦτα κυρίως κακά, ὅτε δὴ μὴ λόγος ὀρθὸς ἡγεῖται τῆς πράξεως ἐκ ῥαθυμίας ἡμῶν ἀσθενήσας ἢ καὶ παντελῶς πυρωθεὶς ταῖς ἐπιθυμίαις τῶν ἡδυπαθειῶν. Ἁμαρτία γάρ ἐστιν ἡ τῶν κατὰ φύσιν ἐνδεχομένων γενέσθαι τε καὶ μὴ γενέσθαι ὑπὸ τῶν λογικῶν ἀλόγιστος αἵρεσίς τε καὶ
275χρῆσις· ἀρετὴ δὲ ἀνθρώπου τὸ δύνασθαί τι πράττειν, ὑπό τε τῆς φυσικῆς κινήσεως ἐρεθίζεσθαι, εἰ δὲ ἄτοπον εἴη τοιῶσδε γινόμε‐ νον ἢ καὶ παντελῶς γινόμενον, ἀπέχεσθαι τῆς πράξεως τούτου κυβερνήτῃ λογισμῷ κεχρημένον καὶ καταπατεῖν τῆς ἡδυπαθείας τὸ δέλεαρ. 18. Ἀλλά φασιν· Τί γὰρ | οὐκ ἀνεπιδέκτους πεποίηκεν
280ὁ θεὸς τοῦ ἁμαρτάνειν ἡμᾶς, ἵνα μηδὲ ἑκόντες ἁμαρτάνοιμεν; Οἱ δὲ τὰ τοιαῦτα προβαλλόμενοι ἐοίκασιν ἀγανακτεῖν ὅτι μὴ λίθους καὶ ξύλα πεποίηκεν αὐτοὺς ὁ θεὸς καὶ μέμφεσθαι τὸν εὐεργέτην ὅτι λογικοὺς τοὺς ἀνθρώπους εἰργάσατο καὶ οὐ μᾶλλον ἀκινή‐ τους πρὸς αἵρεσιν ἀγαθοῦ τε καὶ πονηροῦ. Εἰ δέ φασιν· Ἔδει ἡμᾶς
285πεποιῆσθαι λογικοὺς καὶ εἰδέναι ἀγαθόν τε καὶ πονηρόν, ἀτρέπτως δὲ ἐν τῇ τοῦ ἀγαθοῦ ἵστασθαι πράξει, οὐδὲν ἕτερον ἔοικασί μοι ζητεῖν, ἀλλ’ ὅτι οὐκ ἔδει ἡμᾶς ἀνθρώπους γεγονέναι, ἀλλὰ τῆς αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος
290ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ κακία ἀσθένειά τίς ἐστιν ἐνθεωρουμένη τοῖς γενητοῖς· παρὰ δὲ τῷ ἀγενήτῳ ποῖον ἴχνος ἔσται τῆς ἀσθενείας; Εἰ δὲ τῆς αὐτῆς ἦμεν φύσεως τῷ θεῷ,
οὐκέτι ἦμεν αὐτοῦ δημιουργήματα, ὄντες φύσει θεοί, ὡσπεροῦν ἐκεῖνός ἐστι θεός. Ἀλλ’ ἐπειδὴ οὐδεὶς τοσοῦτόν ἐστι παραπλὴξ100
295ὡς ὑπεραίρεσθαι καὶ ἀπαιτεῖν ἑαυτὸν εἶναι θεὸν ἄνθρωπος ὤν— τὰ γὰρ τοιαῦτα φρονεῖν τῶν παρανόμων Μανιχαίων ἴδιον, οἰο‐ μένων τὰς ἡμῶν ψυχὰς συναϊδίους εἶναι τῷ θεῷ καὶ ὁμοίους— ἐξεταστέον τὸ τῆς λογικῆς φύσεως μέτρον καὶ οὕτω τὸν περὶ τοῦ ἁμαρτάνειν λόγον διεξιτέον. 19. Φαμὲν οὖν ὡς παντὶ τῶν λο‐

(300)

γικῶν κτισμάτων μέτρον τι ὥρισται πρὸς ἀρετὴν καὶ τέλειόν ἐστί τε καὶ γνωρίζεται, ᾧ μηδὲν ἐλλείπει τῆς οἰκείας πρὸς τελειότητα φύσεως· τὸ δὲ τοιοῦτο ὑπερβῆναι μὲν ἀδύνατον, ἀφικέσθαι δὲ πρὸς τὸ ὡρισμένον μέτρον ἐντελὴς ἀρετή. Οὔτ’ οὖν ἀνθρώπους τοὺς ἔτι θνητοὺς καὶ ἐπικήρους ἀπαιτητέον ἀγγελικὴν ζωήν, οὔτε
305μὴν ἀγγέλους ἀπομιμεῖσθαι τὴν ὑπὲρ πάντα νοῦν καὶ κατάληψιν τοῦ θεοῦ δύναμιν. Τὸ γὰρ ὑπὲρ δύναμιν ἀπαιτεῖν ἕκαστον τῆς ἑαυτοῦ δυνάμεως παραφρονοῦντος λογισμοῦ τυγχάνει γνωρί‐ σματα. Τί τοίνυν μέτρον ὥρισται ἀνθρώπῳ πρὸς ἀρετὴν ἐπειγο‐ μένῳ; Δῆλον ὡς κατόρθωσιν φήσουσι σωφροσύνης, δικαιο‐
310σύνης, ἀνδρείας καὶ ὅσα τοιαῦτα τυγχάνει. Ταῦτα δὲ διακρίνειν οὐχ οἷόν τε ἦν, εἰ μὴ φρονήσεως σπέρματα τῇ φύσει ὁ θεὸς προκατεβάλετο, ὡς διακρίνειν ἡμᾶς τῶν ἐναντίων τὴν φύσιν· καὶ καθάπερ οἱ τέκτονες σπάρτῳ τῶν ξύλων τὰ σκολιὰ διευθύνουσι τὸ περιττὸν καὶ ἔξω τῆς εὐθείας γραμμῆς περικόπτοντες, οὕτω
315καὶ ἄνθρωποι τῶν ἐναντίων πράξεων τὸ διάφορον, ὡς μὴν στάθμῃ τινὶ τῷ λόγῳ κεχρημένοι τὸ μὴ δεόντως γινόμενον ὡς ἀπόβλητον ἐκκαθαίρουσι τῆς ἑαυτῶν ἐργασίας πόρρω τιθέμενοι. 20. Καὶ οὗτος μὲν ὁ λόγος τῆς φρονήσεως 〈καὶ〉 δι’ ἣν αἰτίαν ταύτην ἐνετύπωσε ταῖς λογικαῖς ψυχαῖς ὁ θεός· σωφροσύνης δὲ
320καὶ δικαιοσύνης ἅμα δὲ καὶ ἀνδρείας δύναμιν ἡμῖν ἐνεποίησε πρὸς κατόρθωσιν ὁ θεός, οὐ τὴν πρὸς τὰ ἐναντία δύναμιν ἀφελόμενος. Βούλεται γὰρ διὰ τῆς τῶν ἀντικειμένων ἐν ἐξουσίᾳ παραθέσεως εὐδοκίμους τοὺς ἀνθρώπους ἀποδείκνυσθαι. Εἰ γὰρ αἱ ἀρεταὶ καθ’ ἑαυτὰς ὑπῆρχον, οὐκ ἂν ἐγνωρίζοντο· οὐ γὰρ ἐξ
325ἀδυναμίας τοῦ ποιεῖν τὰ ἐναντία γνωρίζεται τῆς ἀρετῆς ἡ εὐπρέ‐ πεια. Τίς γὰρ ἐπαινέσει λίθον σωφρονοῦντα, ᾧ μὴ πάρεστι καὶ τὸ ἐναντίον πρὸς ἐργασίαν; Ὁμοίως τίς ἐπαινέσει ξύλον μὴ συκο‐ φαντοῦν ἢ ἵππον ἢ ὄνον μὴ ψευδόμενον; Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ὁ αὐτὸς παρὰ πᾶσι διασῴζεται λόγος. Ἀρετὴ οὖν γνωρί‐
330ζεται | ἐκ τοῦ δύνασθαι ποιεῖν καὶ τῶν ἐπαινουμένων πράξεων τὰ ἐναντία. Πῶς οὖν ὁ σώφρων γνωρισθείη μὴ κατ’ ἐξουσίαν προ‐ κειμένης τῆς ἀσελγείας καὶ ταύτην πράττειν δυνάμενος εἰ βουλη‐ θείη; Πῶς δὲ ὁ ἀνδρεῖος, μὴ τῶν πτοούντων ἐπανισταμένων;
Πῶς δὲ καὶ δίκαιος, εἰ μὴ καὶ ἡ πλεονεξία χώραν ἔχει γίνεσθαι101
335παρ’ αὐτοῦ; 21. Οὐχ ὅτι ἀνάγκῃ δεῖ τὴν κακίαν ἐνεργὸν εἶ‐ ναι, ἵνα ἡ ἀρετὴ διὰ τῆς ἀντιπαραθέσεως δειχθείῃ, ἄπαγε τῆς δυσφημίας, ἀλλ’ ἵνα μὴ γίνοιτο ἡ κακία τοῦ πράττοντος ἐπ’ ἐξουσίας ἔχοντος ταύτην ἐργάζεσθαι. Φέρε γὰρ εἰ ὑπό τινος ἀλήθειά τις ῥηθείη, ἆρα οὐχ ὁ τοιοῦτος ἐδύνατο ταύτην ἀπο‐
340κρυψάμενος ψεῦδος ἀντὶ τῆς ἀληθείας δημοσιεῦσαι, ὡς ἑκάτερον ἔχων ἐπ’ ἐξουσίας; Εἰ δὲ τὸ ψεῦδος ἀπεκρύψατο δι’ ἀρετήν, οὐ παρὰ τοῦτο τοῦ ἐναντίου τὴν ἐργασίαν ποιεῖν οὐκ ἐδύνατο; Ἴσχυε γὰρ τοῦτο ποιεῖν, εἴπερ ἠβουλήθη. Ἀσθενὴς γάρ ἐστι τῶν ἀνθρώπων ἡ φύσις καὶ ἀσθενοῦσα πρὸς ψεῦδος ἐπιρρεπὴς
345τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ θρυλλούμενον ἀποδέδεικται ὅτι τε ἀναγκαῖον πρὸς ἀρετὴν τὸ τῆς αὐτεξουσιότητος δώρημα τοῖς ἀνθρώποις καὶ ὅτι ἐκ μόνης προαιρέσεως καὶ αὐτεξουσιότητος ὑπάρχει τὰ κυρίως κακά· τὰ

(350)

δὲ ἕτερα, ὅσα κακὰ ὑπάρχει, παρὰ θεοῦ γινόμενα, παιδευτικὰ τῶν ἀνθρώπων εἰσί, παιδαγωγοῦντα μᾶλλον πρὸς ἀρετήν. Διὸ οὔτε κυρίως κακὰ ταῦτα λεκτέον· πῶς γὰρ τὸ κακὸν αἴτιον ἔσται τινὸς ἀγαθοῦ; 22. Ἀλλ’ ἴσως φασίν· Ἔστω καθ’ αἵρεσιν γίνεσθαι τὴν ἁμαρτίαν καὶ μὴ γίνεσθαι καὶ τῶν ἐνδεχομένων ἑκάτερον εἶναι.
355Πόθεν οὖν ἡμῖν αἱ ἐνθυμήσεις τῶν φαύλων πράξεων ἐπανίσταν‐ ται, εἰ μὴ πονηρά τις δύναμις ταύτας ἡμῖν ὑπετίθετο; Πρὸς οὓς συντόμως ἐστὶν εἰπεῖν ὅτι τῆς τῶν λογικῶν φύσεως ἴδιον γνῶσιν ἔχειν τῶν ἐναντιότητα καὶ διαφορὰν ἐχόντων πρὸς ἄλληλα, ὡς ἤδη διὰ πλειόνων ἀποδέδεικται. Φρόνησις γὰρ οὐδὲν ἕτερόν
360ἐστιν ἢ δύναμις λογική, διακριτικὴ τῶν οὐχ ὁμοίως ἐχόντων. Ἀναγκαῖον οὖν ὧν τὴν ἐπιστήμην εἰλήφαμεν πρὸς διάκρισιν τούτων δι’ ἐνθυμήσεως ἀκαριαίως τὸν νοῦν ἀντιλαμβάνεσθαι. Ἡ μὲν γὰρ γνῶσις ἀναγκαία τοῦ διειδέναι τῶν ἐναντίων τὴν φύσιν, δοκιμάζεται δὲ τὰ ἐγνωσμένα, κινοῦντος τοῦ νοῦ ταῦτα ἐν ἑαυτῷ
365διὰ τῆς ἐνθυμήσεως· οὐ γὰρ ἔξωθεν ὑποσπείρεται καὶ ἀνατυποῦ‐ ται τῷ νῷ ὑπὸ τοῦ διαβόλου τῆς ἁμαρτίας ἡ ἐνθύμησις, ἀλλ’ ἀπὸ τῶν ἐν ἡμῖν κινημάτων τὴν πεῖραν ἡμῖν προσάγει, συνεργῷ πρὸς τοῦτο κεχρημένος τῇ κινήσει τῆς φύσεως. 23. Ἡ δὲ τῆς σαρκὸς κίνησις οὐχ ἁμαρτία καθ’ ἑαυτήν, ὡς ἀποδέδεικται· ἄλογος γὰρ ἡ
370σάρξ, οὐδὲν δὲ ὑπὸ ἀλόγου γινόμενον ἁμαρτία. Τῇ δὲ τῆς ψυχῆς πρὸς τὴν σάρκα συναφείᾳ γίνεται τοῦ συναμφοτέρου ἡ ἁμαρτία, τοῦ χείρονος κρατοῦντος τοῦ κρείττονος, οὐκ ἀδυναμίᾳ τοῦ κρείττονος, ἀλλ’ ἡμῶν περὶ τὴν εὐεξίαν τοῦ σώματος πᾶσαν
σπουδὴν τιθεμένων, ὑπερορώντων δὲ τὴν λογικὴν καὶ κρείττονα102
375μοῖραν. Εἰ δέ τις δι’ ἀσκήσεως | ἀρετῆς μικρὰ τῆς σαρκὸς καὶ ὅσον ἐστὶν ἀναγκαῖον ἐπιμελόμενος τὸ πλέον ἀπονέμει τῷ καθη‐ γεμόνι λογισμῷ, οὗτος ἄπταιστον, ὡς ἔστιν ἐφικτὸν ἀνθρώπῳ, διακυβερνήσει τὸν βίον, ῥυθμίζων τὴς σαρκὸς τὰς ὀρέξεις ἐπὶ τὸ εὖ ἔχον καὶ εὐάρεστον τῷ θεῷ· ὥστε οὐχ ἡ κίνησις τῆς σαρκὸς
380ἁμαρτία, ἀλλ’ ἡ τοῦ συναμφοτέρου παράλογος πρᾶξις, ὅταν ὁ ἐφεστηκὼς λόγος τὰς ἡνίας ἐπιτρέψειε θυμῷ τε καὶ ἐπιθυμίᾳ τῇ ἀλόγῳ συνωρίδι ἑαυτὸν ὑποκλίνας, οὐκ ἄγειν κατὰ τὴν ἀξίαν, ἄγεσθαι δὲ μᾶλλον ἑλόμενος. 24. Ἀλλὰ πρὸς τοῦτό φασιν· Τί δὲ ὅλως κίνησιν ἔχειν τὴν σάρκα πεποίηκεν ὁ θεός; Ἐγώ σοι περὶ
385τούτου πυνθανομένῳ διευρύνων τὸν λόγον, ὡς οἷόν τε δια‐ σαφήσω τὸ βουληθέν. Λογικοὺς ἡμᾶς πεποίηκεν ὁ θεός, μεγίστῃ δωρεᾷ τῷ λόγῳ διακοσμήσας. Τοῦτο τοίνυν ἐνεργὸν ἐν ἡμῖν εἶναι βουλόμενος, ἐναντίως ἔχειν πρὸς ἑαυτὰ πλεῖστα τῶν φαινομένων πεποίηκεν, ὡσπεροῦν τὴν νύκτα πρὸς τὴν ἡμέραν, τάς τε τροπὰς
390τοῦ ἔτους πρὸς ἑαυτὰς καὶ τῶν στοιχείων τὰς ποιότητας, ἵνα ἐν τούτοις ὥσπερ τις ἡμῖν γυμνασία τοῦ λογικοῦ προσγένηται τὴν διάγνωσιν αὐτῶν δυναμένοις κατὰ παράθεσιν ποιεῖσθαι. Οὕτω δῆτα καὶ διὰ τῆς τῶν λοιπῶν σωματικῆς δημιουργίας οὐδ’ ἓν εἶδος, πλείστας δὲ διαφορὰς πρὸς τὴν τοῦ λόγου γυμνασίαν
395ἐδημιούργησεν ὁ θεός. Τὰ μὲν γὰρ τῶν σωμάτων ὄγκῳ καὶ σχήματι καὶ ποικιλίᾳ χρωμάτων διεκόσμησεν· τὰ δὲ πρὸς τοῖς εἰρημένοις ἔχειν πεποίηκε τὸ τρέφεσθαι τὴν πλησίον ἰκμάδα τῆς γῆς ἐπισπώμενα, αὔξειν τε καὶ τίκτειν καρποὺς καὶ ὁμογενῆ βλαστάνειν φυτά. Ἕτερα πάλιν τὴν τούτων φύσιν ἐπαναβεβηκέναι

(400)

ποιεῖ, προσθεὶς αἴσθησιν ἄλογον, οἷα τυγχάνει τῶν ὀστρέων καὶ σπογγίων τὰ γένη καὶ ὅσα τοιαῦτα. Οὐκ ἠρκέσθη ταῖς τοσαύταις διαφοραῖς, ἀλλὰ καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικὴν ἑτέροις προσεφιλοτιμήσατο, τὴν πάνσοφον αὐτοῦ δύναμιν ἐπιδεικνύμε‐ νος. 25. Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε
405φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. Δεῖ γὰρ πρότε‐ ρον εἶναι καὶ οὕτω τῆς ἑξῆς δωρεᾶς ἀπολαύειν καὶ μετὰ ταύτην τῆς ἔτι κρείττονος. Ἐπεὶ οὖν ἔδει καὶ λογικῷ ζῴῳ τουτονὶ τὸν αἰσθητὸν κόσμον δι’ ἀγαθότητα τοῦ θεοῦ κεκοσμῆσθαι καὶ λο‐ γικὴν φύσιν ἀναμεμίχθαι τοῖς αἰσθητοῖς τῶν ὁρωμένων, ὅσα κάλ‐
410λιστα τυγχάνει τῷ σωματικῷ τῆς ψυχῆς ὀργάνῳ ἐνεδημιούργη‐ σεν· τρέφεται γὰρ καὶ αὔξει, γεννᾷ τε καὶ αἴσθησιν ἔχει καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικήν, ἃ πάντα διακυβερνᾶν ἐπιτέτραπται παρὰ τοῦ δημιουργοῦ τὸ ἐν ἡμῖν λογικόν τε καὶ νοερόν. Ἄτοπον
γὰρ ἦν τοῦ κρείττονος τὸ σῶμα τυχεῖν, φημὶ δὲ τῆς λογικῆς103
415ψυχῆς, μὴ πρότερον τῶν ἡττόνων τὴν εὐκληρίαν κτησάμενον. Τίς γὰρ τῶν εὖ φρονούντων, μή τί γε δὴ θεός, τὰ μεγίστα δωρούμε‐ νος, φθονήσειε τὼν | μικρῶν; Ἔχεις τῆς ἀπορίας τὴν λύσιν, δι’ ἣν αἰτίαν τὴν σάρκα κίνησιν ἔχειν πεποίηκεν ὁ θεός. 26. Ἐπεὶ οὖν τὸν ἄνθρωπον οὕτω δεδημιούργηκεν ὁ θεὸς μεθόριον ὄντα λογικῶν
420τε καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, τῇ μὲν ψυχῇ τὴν τοῦ καλοῦ τύπωσιν ἐτύπωσεν, ὑπερορᾶν τε πεποίηκε τῶν ἐπικήρων τε καὶ μηδαμῶς ἱσταμένων, ὀρέγεσθαι δὲ τῆς τῶν αἰωνίων καὶ καταλλήλως ἐχόντων τῇ τῆς ψυχῆς φύσει καλῶν· ἀθάνατος γὰρ αὐτὴ τυγχάνουσα, τῶν ἀθανάτων ἐρᾷ. Τῷ δὲ σώματι δέδωκε
425πρὸς τὰ γήϊνα ῥέπειν, τὰ μηδαμῶς ἑστηκότα, μεταβολὴν δὲ ἄλλοτε ἄλλην ἐπιδεχόμενα· τὸ γὰρ ἐκ γῆς δημιουργηθὲν τοῦ συγγενοῦς ἐπιποθεῖ τὴν ἀλλοίωσιν καὶ ὡς αἰσθητικὸν τῶν λείων τε καὶ τῶν αἰσθήσει προσηνῶν ἀπολαύειν ἐπείγεται καὶ ὡς ἐπίκηρον τῶν προσκαίρων ἀντέχεται. 27. Σύνθετος οὖν ἐκ ψυχῆς
430καὶ σώματος ὑπάρχων ὁ ἄνθρωπος, ἀμφοτέρων ἀρχὴν εἰλη‐ φότων τοῦ εἶναι διὰ τῆς πανσόφου τοῦ θεοῦ δημιουργίας, πρὸς ἑκατέραν φύσιν μερίζεται, ἀνθελκόμενος πρὸς γῆν τε καὶ οὐρα‐ νόν· ὁμοφυῶς γὰρ ἔχει ψυχῇ τε καὶ σώματι πρὸς ἑκάτερα. Ἐντεῦθέν ἐστι μὲν ἀνθρώπων οὐδεὶς ὃς οὐχὶ τῷ λογικὸν εἶναι
435ἐπίσταται τὸ καλὸν ὃ τί ποτέ ἐστι· κἂν ἕτερον ἀδικεῖν ἐθέλῃ, ἀδικεῖσθαι αὐτὸς οὐκ ἀνέχεται, ἐντεῦθεν ἔλεγχον ἔχων τὴν τοῦ κρείττονος εἴδησιν. Εἰ γὰρ καὶ τῆς ψυχῆς ἀπαμβλύνεται τῆς ἐνεργείας ἡ κατὰ φύσιν ὀξύτης, τῇ τοῦ σώματος νωθρείᾳ συνε‐ ζευγμένης, ἀλλ’ οὐκ ἀποβάλλει τελέως τὰς ἑαυτῆς δυνάμεις,
440ἀλλ’ ὡς τὴν ζωὴν μεταδιδοῦσα τῷ σώματι αὐτὴ τοῦ ζῆν οὐ παύεται, οὕτω καὶ τῶν λοιπῶν αὐτῷ κοινωνοῦσα οὐκ ἀπόλλυσι τὴν ἐμπειρίαν. Ἀλλὰ μὴν καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπήν, τὴν ἐκ σώματος ἡμῖν ἐπιγενομένην, δείκνυσιν ἡ δυσκολία, μεθ’ ὅσης κατορθοῦν τὴν ἀρετὴν ἔθος τοῖς βουλομένοις. Ἑκάτερον οὖν,
445ψυχή τε καὶ σῶμα, μεγίστην ἔχει τὴν δύναμιν πρὸς ὃ πέφυκε γεγονός, οὔτε τῆς περὶ τὸ χεῖρον ῥοπῆς ἀφελεῖν ποτὲ δυνηθείσης τῆς ψυχῆς τοῦ καλοῦ τὴν μάθησίν τε καὶ γνῶσιν, οὔτε μὴν τῆς ἐνούσης ἡμῖν εἰδήσεως τοῦ καλοῦ τὴν περὶ τὸ ἐναντίον ἀφελο‐ μένης ῥοπήν. Εἰ μὲν γὰρ μετὰ τῆς τοῦ καλοῦ μαθήσεως καὶ τὴν

(450)

ῥοπὴν ἐπὶ τὸ καλὸν πᾶσαν ἡμῖν ἐνεῖναι πεποίηκεν ὁ θεός, ἀγυμνάστως καὶ ἀδιστάκτως μᾶλλον δὲ ἀλόγως ἡ τοῦ καλοῦ πρᾶξις ἡμῖν προσεγίνετο. Ἐπειδὴ δὲ τῷ μὲν σώματι ἔνεστιν ἡμῖν ἡ ἐπὶ τὸ ἐναντίον ῥοπή, τῇ δὲ ψυχῇ τὸ καλὸν διδασκόμεθα, τοῦτο
τοῦ θεοῦ σοφῶς τεχνιτευσαμένου, ἵνα σὺν ἱδρῶτι καὶ πόνῳ ὁ ἀπὸ104
455γῆς πλασθεὶς ἄνθρωπος ἐπιδειξάμενος ἔχῃ καὶ τοῖς οἴκοθεν ἀποσεμνύνεσθαι κατορθώμασιν, ὑπὸ μὲν τῆς τοῦ σώματος φύ‐ σεως ἐπὶ τὰ προσηνῆ καὶ φίλα τοῖς προσκαίροις καὶ συγγενέσι τῆς γῆς κατασπώμενος, τῇ δὲ ψυχῇ τοῖς παρὰ θεοῦ κεκελευσμέ‐ νοις ἑπόμενος, τί τε πρακτέον καὶ τίνος πράξεως ἀφεκτέον μαθὼν
460ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς | τοῦ σώματος ὀρέξεις ἢ περικόπτων· ὥστε γυμνασίας χάριν πεποίηκεν ὁ θεὸς τὰς τῆς σαρκὸς κινήσεις, ἵνα μὴ ἀστεφάνωτος 〈ὁ〉 ἄνθρωπος γένηται, ὡς ῥᾷστα κατορθώσας τὴν ἀρετὴν ἄνευ τινὸς ἀντιπαλαίοντος. Τοῦτο
465δὲ οὐκ ἀγένητον, οὔτε μὴν ἐξ ἀντικειμένης τῷ θεῷ δυνάμεως δείκνυσι τὴν κακίαν, ἀλλὰ μᾶλλον τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φυσικὴν κίνησιν, ἥτις καθ’ ἑαυτὴν ἁμαρτίας ἴχνος οὐκ ἐπιδείκνυται. Εἰ δὲ ἡ ψυχὴ κατασπασθείη καὶ τὴν οἰκείαν τάξιν ἀφεῖσα τοῖς τοῦ σώματος κινήμασιν ἀλόγως ἑαυτὴν
470ἐπιδῴη, τότε τὸ γενόμενον ἁμαρτία τυγχάνει ψυχῆς ἐξυπηρετου‐ μένης τοῖς τοῦ χείρονος δόγμασιν καὶ ὡς ἕν τι ζῷον ὁ ἄνθρωπος
ἁμαρτάνων κολάζεται ψυχῇ τε καὶ σώματι.105