TLG 2816 005 :: JOANNES :: Adversus Manichaeos (homilia 1)

JOANNES Gramm. Theol., Presbyter
(fort. Caesariensis (Palaestinae): A.D. 6)

Adversus Manichaeos (homilia 1)

Source: Richard, M. (ed.), Iohannis Caesariensis presbyteri et grammatici opera quae supersunt [Corpus Christianorum. Series Graeca 1] Turnhout: Brepols, 1977: 85–92.

Citation: (Line)

1tΙΩΑΝΝΟΥ ΑΠΟ ΓΡΑΜΜΑΤΙΚΩΝ
2tΟΜΙΛΙΑ ΠΡΩΤΗ ΠΡΟΣ ΜΑΝΙΧΑΙΟΥΣ
3 1. Καλὸν ἦν, ἀγαπητοί, τὴν εἰς οὐρανοὺς ἄνοδον ὑμῖν ὑποδει‐ κνύναι τῷ λόγῳ τε καὶ διαγράφειν πολιτείαν ἣν ὁ Χριστὸς τοῖς
5ἑαυτοῦ μαθηταῖς διετάξατο καὶ οὕτως ὑμᾶς, ὡς τοὺς ἀγαθοὺς τῶν ἀθλητῶν οἱ παιδοτρίβαι, τοῖς τῆς ἀρετῆς παλαίσμασι παρα‐ πέμπειν. Τοιούτοις γὰρ εἴωθεν ἡ ἐκκλησία τοὺς ἑαυτῆς θιασώτας | ὑπαλείφειν διδάγμασιν. Ἀλλ’ ἐπειδή τινες τῆς τοῦ Μάνεντος ἐμφορηθέντες μανίας διορύττειν καὶ τοὺς τῆς ἐκκλησίας διασα‐
10λεύειν τροφίμους ἐπιχειροῦσι, τῷ σίτῳ παραμιγνύντες ζιζάνια καὶ τοῖς ὀρθοῖς δόγμασι τῶν ἀποστόλων ὑποσπείροντες γέλωτος πλήρεις μυθολογίας, τῆς ὑμῶν ἕνεκεν ἀσφαλείας ὡς ἐν βραχεῖ τὸν πρὸς ἐκείνους πόλεμον ἀναδέξομαι καὶ τὰς ἀκάνθας προρρί‐ ζους ἀνασπῶν ἐλεύθερον ἀσεβείας τῆς ἐκκλησίας ἀναδείξω τὸ
15λήϊον. 2. Πολλάκις μὲν κατὰ τῆς τοῦ Χριστοῦ ποίμνης ὁ μισόκα‐ λος δαίμων εἰσεκώμασεν ἀναρριπίζων κατὰ τῆς εὐσεβείας ψευδῶν δογμάτων εἰσηγητάς, οἷος ἦν Σίμων τε καὶ Μαρκίων καὶ ὅσοι τῆς ἐκείνων τε καὶ μετ’ ἐκείνους τερατολογίας τε καὶ ψευδο‐ δοξίας μιμηταὶ πάλαι πεφήνασιν. Ἀλλ’ ἐκείνων μὲν ἀπέσβη τὰ
20παμμίαρα δόγματα καὶ τῶν μύθων ὁ λῆρος καὶ ὅσα πρὸς ἀσέβειαν ἠκονημέναις γλώσσαις καὶ θεομάχοις ἐφθέγξαντο. Ἡ δὲ τῶν Μανιχαίων ἄθεσμος αἵρεσις ἐκεῖθεν ἔχουσα τὰς ἀρχὰς ἔτι πικρὸν ἰὸν ἀνερεύγεται τῷ ζῶντι θεῷ καὶ τοῖς οὐσιωδῶς ὑφεστῶσι τὴν τῶν ἀνυπάρκτων ἀντιτιθεῖσα ματαιότητα· ὕλην γὰρ
25ἀντιστρατεύει τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ καὶ τὸ σκότος ἀντιπαρα‐ τάττει τῇ φαιδρότητι τοῦ φωτὸς καὶ τῷ ἀγαθῷ τὸ κακὸν ἰσόρρο‐ πον εἶναί φησιν, τὸ μόνον ἐν ἀνοσίοις πράξεσι γνωριζόμενον. Φέρε τοίνυν τῇ τοῦ θεοῦ λόγου πανοπλίᾳ χρησάμενοι τὸ μέγιστον τῶν παρ’ αὐτοῖς ἀθέων δογμάτων ὀχύρωμα κατασπάσωμεν, τὴν
30ἑτέραν τῆς αὐτῶν ἀσεβείας ὑπερβάντες ἀδολεσχίαν καὶ ὅσα μυθικῶς ἡμῖν ἀναπλάττουσιν. Τοῦ γὰρ παρ’ αὐτοῖς πύργου κα‐ θαιρεθέντος, εὐεπίβατος ἔσται τῶν λοιπῶν δογμάτων, μᾶλλον δὲ βλασφημίας, καὶ τοῖς ἄγαν ἀμαθέσιν ἡ διάγνωσις. 3. Φασὶ τοίνυν οἱ πάσης ἀσεβείας ἐφευρεταὶ ὅτι ἄναρχος, ζῶσά τε καὶ ἀγένητος
35ὑπῆρχεν ἡ ὕλη. Πρὸς οὕς ἐστιν οὕτως ἀπαντῆσαι τῷ λόγῳ· Πᾶν ὅπερ οὐσιωδῶς ὑφέστηκεν ἢ σῶμα ἢ ἀσώματον ἢ ἐξ ἀμφοῖν τούτων καθ’ ἕνωσίν ἐστι γεγονός. Καὶ ἀσώματοι μὲν αἱ νοεραί τε καὶ λογικαὶ φύσεις, σώματα δὲ τὰ ἐκ στοιχείων συνεστηκότα· ἐξ ἑκατέρας δὲ τούτων οὐσίας τὸ τῶν ἀνθρώπων ὑφέστηκε γένος.
40Τὰ γὰρ παρὰ ταῦτα, οἷον πικρότης τε καὶ γλυκύτης καὶ ὅσα διὰ χρωμάτων ὁρᾶται ἢ γνωρίζεται, τῷ ποσῷ ἢ πρός τι τυγχάνει ἢ διὰ πράξεων ἐπιτελεῖται· ἀνυπόστατα πέφυκε καθ’ ἑαυτὰ καὶ ἄνευ τῶν δεχομένων αὐτὰ οὐσιῶν οὔτε ἦν, οὔτε ἔσται. Ἀλλ’ αἱ μὲν οὐσίαι, ὅ ἐστι τὰ ὑποκείμενα, ἀμεταβλήτως ἔχουσι πρὸς τοὐναν‐85
45τίον· οὐ γὰρ ἡ ἀσώματος οὐσία σῶμα γενήσεται, οὔτε τὸ σῶμα ἀσώματον ἔσται. Τὰ μέντοι ἐν αὐταῖς χρώματά τε καὶ σχήματα καὶ ὅσα περὶ τὴν οὐσίαν ὁρᾶται, μεταβάλλεταί τε καὶ μετατίθεται· οὐ γὰρ πέφυκεν αὐθυπόστατος. 4. Τί τοίνυν τῶν εἰρημένων τὴν ὕλην φασί; Εἰ μὲν γὰρ ἀσώματον, πῶς γέγονε σῶμα, τῶν οὐσιῶν

(50)

ἀμεταβλήτως ἐχουσῶν πρὸς τοὐναντίον, ὡς εἴρηται. Αἱ γὰρ μεταβολαὶ περὶ τὰς ποιότητάς τε καὶ ποσότητας καὶ ἐνεργείας | εἰώθασι γενέσθαι· τὸν γὰρ ὠχρὸν ὑπὸ δέους γινόμενον ἐρυθρόν ἐστιν ἰδεῖν, τοῦ θυμοῦ πολλάκις τὸ περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πά‐
55θους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴν ὕλην διὰ τῆς πρὸς τὸν θεὸν συγκράσεώς τε καὶ καταπόσεως, ὡς αὐτοῖς φίλον ἐστὶ μυθοποιεῖν, σῶμα γενέσθαι φασίν, οὐδὲν αὐτοὺς ὠφελήσει τὸ βλάσφημον· σύντομος γὰρ καὶ ἀληθὴς λόγος ἀνατρέψει τὸ ψεῦδος. Πῶς γὰρ τῶν ἐναντίων, καθὼς αὐτοί φασι,
60καὶ ἀμίκτων γέγονε σύνοδος ἄνευ τεχνίτου τοῦ ταῦτα πρὸς σύνθεσιν ἄγοντος; Πῶς δὲ τῶν ἀσωμάτων ἡ κρᾶσις σῶμα πεποίηκεν; Ὡς γὰρ οὐκ ἂν λογικὸν ποιήσειε πολλῶν ἀλόγων συνδρομή, οὕτως οὐκ ἂν θεοῦ τε καὶ ὕλης, ἀσωμάτων ὄντων, ἡ συνάφεια σώματος φύσιν ἀποτελέσειεν. 5. Εἰ δὲ μεταβάλλοντες
65τὸν λόγον σῶμα τὴν ὕλην φήσουσιν εἶναι, καὶ οὕτως ἀνατραπή‐ σεται τὸ σοφὸν αὐτοῖς κατὰ τῆς ἐκκλησίας μηχάνημα· πᾶν γὰρ σῶμα σύνθετον ὑπάρχον, ἀλλότριον ὑπάρχει τῶν ἀγενήτων, τοῖς γενητοῖς συναριθμούμενον. Πάσης γὰρ συνθέσεως αἴτιος ὑπάρ‐ χει δημιουργὸς καὶ οὕτως οὐ μόνον γενητή, ἀλλὰ καὶ ἀρχὴν
70ἔχουσα ἡ πρεσβευομένη παρὰ τοῖς μανεῖσιν ἄναρχος ὕλη δειχθή‐ σεται, ἐξ ἑτέρου τὸ εἶναι λαχοῦσα. Εἰ δὲ λέγοιεν ἀσώματον μὲν εἶναι τὴν ὕλην, δυνάμει δὲ σῶμα, ἰστέον ὡς τὸ δυνάμει ἐπὶ τῶν ἐνδεχομένων εὑρίσκεται, οἷον τὸ ὕδωρ δυνάμει θερμόν, τὸ παιδίον δυνάμει γραμματικόν· ἐνδέχεται γὰρ τὸ ὕδωρ θερμαίνε‐
75σθαι καὶ τὸ παιδίον εἶναι γραμματικόν. Ἀσώματον δὲ σῶμα γενέ‐ σθαι τῶν ἀδυνάτων. Πῶς οὖν δυνάμει σῶμα τὴν κατ’ αὐτοὺς ἀσώματον ὕλην ὑποληπτέον; 6. Καὶ ταῦτα μὲν συντόμως εἰρήσθω· οὐ γὰρ οἷόν τε διατρίβειν ταῖς ἀποδείξεσιν, ἑτέρας ζητήσεως κατεπειγούσης. Φῶς γὰρ καὶ σκότος εἶναί φασιν ἄμφω
80ἀγένητά τε καὶ συναΐδια, ὑπάρχοντά τε καὶ ζῶντα· ἑκάτερον γὰρ
οὐχ ὡς ἔχει φύσεως καταλαβόντες οἱ τοῦ Μάνεντος μυσταγωγοί, πρὸς τὸ βάραθρον ἐκπεπτώκασι τῆς ἀπωλείας, ἀντικειμένην τῷ θεῷ δύναμίν τινα τὸ σκότος ὑποστησάμενοι. Φασὶ γάρ· Εἰ φῶς ἐστι, τὸ τούτου πολέμιον σκότος ἂν εἴη, οὐκ ἐξ αὐτοῦ γεγονός·86
85οὐδὲν γὰρ τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου τὴν σύστασιν ἔχει· ἀΐδιον οὖν ἔσται τὸ σκότος, μὴ ὄντος δημιουργοῦ. Ὁ γὰρ θεός, φῶς καὶ ἀγαθὸς ὑπάρχων, οὐκ ἔστι τοῦ σκότους δημιουργός. Ταῦτα δαίμονός τινος ὑπάρχει κυήματα· τούτοις ὁ Σατανᾶς τοὺς ἁπλουστέρους σαγηνεύει καὶ ὑποσκελίζει τοῖς λογισμοῖς, ὅταν
90τῆς τοῦ Χριστοῦ διδασκαλίας ὑπερορῶντες ἑαυτοῖς ἐκ τριόδων ἐπισωρεύσωσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψωσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσωνται, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Σὺ δὲ τῆς τοῦ Χριστοῦ στρατιώτης ὑπάρχων αὐλῆς, ἀμύνου τοὺς προσιόντας
95κατακοντίζων τοῖς λόγοις. 7. Μίᾳ γὰρ καὶ μόνῃ φωνῇ τροπὴν ποιήσει τῶν ἀντιπάλων, λαμπρῶς τοιαῦτα βοῶν· Ἀποδειξάτω τις τοῦ σκότους τὴν ὕπαρξιν αὐτοῦ καὶ τότε δικαίαν σχήσει τῆς πλάνης τὴν ἀφορμήν. Ἀλλ’ οὐκ ἂν ἔχοιεν σκότους ὑπόστασιν εἰπεῖν, οὐκ ἀϊδίως προκόσμιον, οὐχ ὕστερον ὑποστᾶσαν. Εἰ δὲ

(100)

ὅλως πρὸς τὸ τῆς ἀληθείας φέγγος ἀτενίζειν ἐθέλοιεν, ἀλλὰ μὴ ὡς σκότους υἱοὶ διαλέγεσθαι, εὑρήσουσι τὸ σκότος οὐ | πρᾶγμα καθ’ ἑαυτὸ ὑφεστός, ἀλλ’ «ἀέρα τινὰ ἀφώτιστον ἢ τόπον ἐξ ἀντιφράξεως σώματος σκιαζόμενον» ἢ ἁπλῶς εἰπεῖν «τόπον φωτὸς ἐστερημένον», ὡς καὶ ὁ μέγας εἶπεν Βασίλειος, ὁ τὴν τοῦ
105παντὸς κτίσιν ἐπ’ ἀκριβείας κατὰ τὴν τοῦ Μωϋσέως προφητείαν ἐξηγησάμενος. Σκότος οὖν ὁριστέον τὸ ἀφεγγὲς τοῦ ἀέρος στερήσει φωτός, οὐκ οὐσίᾳ ὑφεστηκός· ὃ οὖν οὐχ ὑφέστηκε καθ’ ἑαυτό, πῶς θεοποιεῖν ἡμᾶς οἱ τῆς μανείσης αἱρέσεως ἀναγ‐ κάζουσιν; 8. Ὅτι γὰρ οὐδὲ ὅλως τὸ σκότος ἰδιάζουσαν ἔχει τὴν
110ὕπαρξιν, καὶ διὰ τῶν νυνὶ παρ’ ἕκαστα γινομένων ἕτι σαφέστε‐ ρον ἀποδειχθήσεται· τρία γὰρ δεῖ πρότερον συνδραμεῖν εἰς τὸ σκότος ἤτοι σκιὰν ἐπισυμβῆναι, τὸ φῶς, τὸ σῶμα, τὸν ἀλαμπῆ τόπον, ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολα‐ βοῦντος, ὁ κατ’ ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος
115ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς οὖν τὸ παρεπόμενον σκότος τοῖς δημιουργηθεῖσι, φημὶ δὴ σώματι καὶ τόπῳ καὶ φωτί,
τῶν δημιουργημάτων πρωτεύειν ὑπειλήφασι, μηδενὸς συγχω‐ ροῦντος λόγου τὸ γινόμενον πρὸ τοῦ ποιοῦντος ὑπάρχειν; Εἰ δὲ πρὸς ἀνατροπὴν τῆς ἀληθείας καὶ τὸ φῶς ἐν ἀπουσίᾳ τοῦ87
120σκότους ὑφίστασθαι φιλονεικήσουσιν ὡς διὰ τὴν ἐν ἑκατέροις ἰσότητα ἀλλήλοις ἀντιπαραχωρεῖν καὶ μεθίστασθαι, τούτους ὁ λόγος ἐλέγξει διὰ τῶν παρ’ ἕκαστα γινομένων τὰς ἀποδείξεις ποιούμενος. Οὐδὲ γὰρ τὸ φῶς ἐξίσταται τῷ σκότει, ὡς ἔστιν ἰδεῖν ἐκ τοῦ διὰ πυρὸς γινομένου φωτός· παρουσίᾳ γὰρ τούτου τὸ
125σκότος ἐξίσταται, εἰ καὶ λίαν ἀφεγγὲς καὶ ζοφῶδες ὑπάρχοι· φωτὸς δὲ παρόντος, παρείσδυσις οὐδεμία τῷ σκότει γενήσεται. Εἰ δὲ καὶ τοῦτο δοθείη, καὶ ὡς αὐτοί φασιν ἀληθὴς ὁ λόγος, τὸ ἀντιπαραχωρεῖν ἀλλήλοις τὸ φῶς τε καὶ τὸ σκότος, οὐ παρὰ τοῦτο ἀγένητον ἔσται τὸ σκότος. Εἰ γὰρ τὸ φῶς τὸ αἰσθητὸν
130γενητὸν ὑπάρχει καὶ τὸ ἀντικείμενον σκότος ἔσται γενητόν· ἐν γὰρ μόνοις γενητοῖς ἡ ἐναντιότης, οὐκ ἐν τοῖς ἀγενήτοις εὑρίσκε‐ ται· ἐναντίον δὲ τὸ φῶς καὶ τὸ σκότος. 9. Εἰ δέ φασι μὴ περὶ τοῦ παρ’ ἕκαστα γινομένου σκότους ζητεῖν, περὶ δὲ τοῦ ἐξ ἀρχῆς καὶ περὶ τοῦ φωτὸς συστάντος, περὶ οὗ γέγραπται· Καὶ σκότος ἦν
135ἐπὶ τῆς ἀβύσσου, ὃ οὐκ ἄν τις εἴποι γεγονέναι σώματος ἀντιπράττοντος τὴν ἐκ τοῦ φωτὸς λαμπηδόνα—οὔπω γὰρ τὸ φῶς ἐδεδημιούργητο—φαμὲν πρὸς αὐτούς, ὑπερβάντες τὰ τῷ μακαρίῳ Βασιλείῳ πρὸς εὐγνώμονας εἰρημένα ἀκροατάς· φιλό‐ νεικοι γὰρ ὄντες τοῖς ἡμετέροις διδασκάλοις ἀπεχθάνονται·
140οὕτως οὖν πρὸς αὐτοὺς ἀπαντητέον· Μόνος ὁ ἀὴρ τῶν σωμάτων, κατὰ φύσιν ἔχων καὶ μὴ ἐξ ἀτμίδος τινὸς παχυνθείς, οἰκεῖον οὐ κέκτηται χρῶμα, ὅπερ ἴδιόν ἐστι τῆς ὄψεως αἰσθητόν· ὡς γὰρ ἡ γεῦσις χυμῶν πικρῶν τε καὶ γλυκέων καὶ στυφόντων διακρίνει τὰς διαφοράς, ἡ δὲ ὄσφρησις τῶν ὀδμῶν ἀντιλαμβάνεται καὶ ἡ
145ἀκοὴ ψόφων τε καὶ ἤχων καὶ ἁφὴ πάσης ἀντιτυπίας λείας τε καὶ τραχείας, οὕτως καὶ ἡ ὄψις ἰδιαζόντως τῶν χρωμάτων ἐστὶ διακριτική. Ἐπεὶ οὖν ὁ ἀὴρ ἀχρωμάτιστός ἐστιν, ὡς ἔφην, εἰ‐ κότως καὶ ἀόρατος κατὰ φύσιν ὑπάρχει, | οὐ μόνον ἄνευ φωτὸς ὑπάρχων—τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων, τῶν ὁρατῶν φύσει σω‐

(150)

μάτων, εὑρήσεις· ἄνευ γὰρ φωτὸς καὶ τούτων οὐδέν ἐστιν ὁρᾶν —ἀλλὰ καὶ ὅταν αὐτῷ τῷ ἀέρι φῶς ἐπιγένηται, οὐχ ὁρᾶται, ἀχρωμάτιστος ὤν, οὐδὲ συγκεκραμμένον δι’ ὅλου τοῖς ἑαυτοῦ
μέρεσιν ἔχει τὸ φῶς, καὶ τοῦτο σοφῶς τοῦ θεοῦ πεποιηκότος, ὅπως, μηδενὸς ἐμποδὼν γινομένου χρώματος τοῦ φυσικῶς88
155ἐνυπάρχοντος τῷ ἀέρι, τὰς ἡμῶν ὄψεις ἀχρόνως παραπέμποι πρὸς τὰ ὁρώμενα διὰ τῆς τοῦ φωτὸς δι’ ὅλου πρὸς αὐτὸν ἀνακρά‐ σεως. 10. Τὸ οὖν ἀχρωμάτιστον φύσει τοῦ ἀέρος καὶ μήπω πεφωτισμένον ὁ Μωϋσῆς σκότος ὠνόμασεν. Οὐ τοῦτο δὲ λέγω ὅτι τὸν ἀέρα τὸν μήπω πεφωτισμένον καὶ ἀχρωμάτιστον σκότος
160ὠνόμασεν· οὕτω γὰρ ἡμῶν λεγόντων ὑπολήψεταί τις ὡς ὅτι ὁ ἀὴρ σκότος ὠνόμασται καὶ οἰήσεται τὸ σκότος ὑφεστηκός, ἐπείπερ ὑφέστηκεν ὁ ἀήρ, ὃν σκότος εἶναι προσωμολογήσαμεν. Οὐ τοῦτο οὖν φημι, ἀλλ’ ὅτι τὸ μὴ πεφωτισμένον καὶ ἀχρωμάτιστον τοῦ ἀέρος, ἅτινα μὴ ὄντα ἐστί, κατὰ στέρησιν εἰρημένα, ταῦτα ἐκάλε‐
165σε σκότος. Εἰ δὲ τὸ ἀχρωμάτιστον καὶ μὴ πεφωτισμένον στέρησις καὶ οὐκ ὄντα τυγχάνει, φανερὸν ὅτι καὶ αὐτὸ τὸ σκότος ἀνυπό‐ στατον καθ’ ἑαυτό. τὸ γὰρ δι’ ἀνυποστάτων γνωριζόμενον καὶ οὐ καθ’ ἑαυτό, πολὺ μᾶλλον αὐτὸ ἀνυπόστατον ἔσται. Οὐκ ἀπουσίᾳ δὲ φωτὸς τὸ σκότος ἐκεῖνο, τὸ ἐπὶ τῆς ἀβύσσου, Φαμέν· τὸ
170γὰρ ἐν ἀπουσίᾳ τινὸς γινόμενον δείκνυσι τοῦτο πρότερον ὄν, εἶτα ἀφεστηκέναι καὶ τῇ τούτου ἀπουσίᾳ γεγονέναι τὸ γεγονός. Οὔπω δὲ τὸ φῶς ἦν· οὐ γὰρ ἐγεγόνει. Πῶς οὖν ἀπουσίᾳ τοῦ μήπω ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτι‐ σμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς
175μεθόδοις τὴν τοῦ φωτὸς ἐξερευνήσειε φύσιν, οὐκ ἐναντίον ἔσται τὸ σκότος πρὸς τὸ φῶς, ἀλλὰ μᾶλλον στέρησις τὸ σκότος. Τὸ δὲ φῶς οὐσία σωματικὴ καὶ ὑφεστῶσα δειχθήσεται διὰ τῆς ἐξ αὐτοῦ γινομένης ἀντανακλάσεως· αἱ γὰρ ἀντανακλάσεις μόνων σω‐ μάτων ὑπάρχουσιν. Τὸ γὰρ κλώμενον γωνίαν ποιεῖ, γωνία δὲ
180μέγεθος, τὸ δὲ μέγεθος ἐν γραμμῇ τε καὶ ἐπιφανείᾳ καὶ σώματι δείκνυται. Ἀλλὰ τὸ φῶς οὐκ ἔστι γραμμὴ οὔτε μὴν ἐπιφάνεια· ἑκάτερον γὰρ τούτων διὰ παντὸς τοῦ στερεοῦ σώματος φοιτᾶν ἀδυνατεῖ. Μία γὰρ ἐν γραμμῇ τυγχάνει διάστασις μῆκος ἀπλατὲς διαγράφουσα. Ἡ δὲ ἐπιφάνεια δύο ἔχει τὰς διαστάσεις ἐν μήκει
185καὶ πλάτει θεωρουμένας. Πῶς οὖν αὗται διὰ στερεοῦ σώματος διαφοιτήσειαν, τοῦ φωτὸς ἀεὶ τοῦτο ποιοῦντος καὶ ἀκαριαίως, ἄνευ χρονικῆς παρατάσεως, ὀξείᾳ τινὶ ῥοπῇ ἀνακιρναμένου δι’ ὅλου τῇ τοῦ ἀέρος λεπτῇ τε καὶ ἀραιοτάτῃ φύσει; Λείπεται τοίνυν τριχῇ διαστατὸν εἶναι τὸ φῶς, ὅπερ ἴδιον σωμάτων
190ὑπάρχει. Μωϋσῆς μαρτυρεῖ ὅτι σῶμα τὸ φῶς. Ἐν γὰρ τῇ τῶν σωμάτων ἐξηρίθμησε δημιουργίᾳ, μετὰ τὴν οὐρανοῦ καὶ γῆς σύστασιν πρώτην φωνὴν θεοῦ τὸ Γενηθήτω φῶς ἀναγραψά‐ μενος. 12. Εἰ δὲ τὸν θεὸν φῶς καλεῖν εἴωθεν ἡ γραφή, μὴ παρὰ τοῦτο φαντάζου ἀσώματον εἶναι τὸ φῶς, ἐπειδὴ τὸ θεῖον ἀσώμα‐89
195τον. Τοῖς γὰρ παρ’ ἡμῖν φαιδροτέροις τε καὶ καλλίστοις ὁ θεὸς ὀνομάζεται, οὐ ταῦτα τυγχάνων, | ἀλλὰ πολύ τε καὶ ἀμέτρως τούτων ὑπεραναβεβηκὼς τὴν οὐσίαν, ὅση τοῦ ποιοῦντος πρὸς τὸ γινόμενον ὑπάρχει διαφορά. Κατὰ παράδειγμα τοίνυν ἀμυδρότα‐ τον τὸν θεὸν εἴωθε φῶς ὀνομάζειν ἡ θεία γραφή. Ἐπειδὴ γὰρ ὁ

(200)

θεός, πάσης γνώσεως αἴτιος ὤν, ταῖς νοεραῖς οὐσίαις αὐτὸς ἑαυτὸν δίδωσι πρὸς κατανόησιν, χορηγῶν τε τὸ νοεῖν καὶ διὰ τῆς ἑαυτοῦ χάριτός τε καὶ χορηγίας, ὡς οἷόν τε, ταύταις ἐπιγινωσκό‐ μενος, οὕτω δὴ καὶ τὸ αἰσθητὸν φῶς αἴτιον τοῦ ὁρᾶν ἐπιγινόμε‐ νον τοῖς ὀφθαλμοῖς αὐτὸ πρῶτον ὑποπίπτει τῇ θέᾳ, ἐντεῦθεν ἡ
205θεόπνευστος διδασκαλία ἐν παραδείγματι φῶς τὸν θεὸν ἐπωνό‐ μασε, τοῖς τῷ παχεῖ τοῦ σώματος ἐνδεδεμένοις διὰ τῶν αἰσθητῶν παραδειγμάτων τὸν ὑπὲρ αἴσθησιν καὶ διανόησιν ὑπογράφουσα. 13. Καὶ περὶ μὲν σκότους καὶ φωτὸς ἐπὶ τοσοῦτον εἰρήσθω, μήπως εἰς ἄπειρον τοῦ λόγου διεξιόντος τῶν ἐφεξῆς ἡ ζήτησις
210ἡμᾶς διαλάθῃ. Φασὶ γὰρ τὸ ἀγαθόν τε καὶ κακὸν ἀγενήτως ὑπάρχειν, ἀλλήλοις ἐναντία καὶ οὐδαμῶς συμβῆναι δυνάμενα· πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε, μὴ διακρίνειν εἰδότες τῶν πραγμάτων τὴν φύσιν· ἡ γὰρ τῶν ποιοτήτων ἐναντιότης ἐν τοῖς γενητοῖς, οὐκ ἐν τοῖς ἀγενήτοις γνωρίζεται. Ἐν μὲν γὰρ τοῖς
215γενητοῖς ὡς ἐξ οὐκ ὄντων εἰληφόσι τὴν γένεσιν διαφορὰν γενέ‐ σεώς ἐστιν ἰδεῖν· οὐ γὰρ μία τῶν γεγονότων ἐστὶν ἡ γένεσις, ὅθεν εἰκότως ἐν ταῖς διαφοραῖς ἐναντιότης εὑρεθήσεται, φυσικῶς μὲν περὶ τὴν τοῦ σώματος κρᾶσίν τε καὶ ἐπιφάνειαν, αὐθαιρέτως δὲ περὶ τὰς τῆς ψυχῆς ἐνεργείας, ἃς ἀρετήν τε καὶ κακίαν ὀνομάζειν
220εἰώθαμεν. Ἀγενησίας δὲ ποίαν τις διαφορὰν εὕροι ποτέ, ὥστε καὶ ἐναντιότητα διδόναι τοῖς ἀγενήτοις; Εἰ οὖν ἡ ὕλη ἀγένητος καθ’ ὑμᾶς, ὡς πάντα τολμῶντας εἰπεῖν, ἀγένητος δὲ καὶ ὁ θεός, ἄμφω ἀγαθοὶ τυγχάνουσιν· οὐ γὰρ ἂν μανείην καθ’ ὑμᾶς ἐναν‐ τιότητα τοῖς ἀγενήτοις ἐπιφημίσαι ποτέ. 14. Ἵνα δὲ καὶ ἐκ τῶν
225ὡμολογημένων ὑμῖν φληνάφων ὑμᾶς ἀπελέγξω, πῶς τὸ χεῖρον, ἣν ὕλην εἶναί φατε, ὑποτάττεται τῷ βελτίονι, ὅς ἐστι θεὸς καὶ καθ’ ὑμᾶς, εἴπερ ἐπ’ ἴσης εἰσὶν ἀγένητα καὶ ἀρχηγετικά; Πῶς δ’ ἂν εἴη φύσει κακὸν ἡ ὕλη, εἰ δέχεται τὸ κοσμεῖσθαι ὑπὸ τοῦ
ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν90
230αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιεμένη. Εἰ δὲ τοῦ θεοῦ διδόντος αὐτῇ τὰ ἀγαθά, πέφυκε καὶ οὕτω δέχεσθαι τὰ ἀμείνονα, πῶς φύσει κακὴ ἡ πεφυκυῖα δέχε‐ σθαι τὰ ἀγαθά; Λέγετε γὰρ ὑμεῖς ἐφίεσθαι μὲν τὴν ὕλην παρασπά‐ σασθαι τι τοῦ ἀγαθοῦ, τὸν δὲ θεὸν ἀναιρεῖν αὐτήν. Εἰ δὲ τοῦτο
235δοθείη, πῶς οὐ μᾶλλον ἡμῖν ἐστιν ἀγαθοειδὴς ὡς ἐφιεμένη τοῦ ἀγαθοῦ; Ὁ δὲ ἀναιρῶν αὐτὴν καὶ μὴ διακοσμῶν, πῶς οὐκ ἂν φθαρτικὸς εἴη τῶν ὄντων καὶ οὐκ ἀγαθός; Καὶ εὑρεθήσεται τὸ ἐναντίον τῶν παρ’ ἡμῖν δογματιζομένων. 15. Ἔτι, εἰ τὸ ἀγαθὸν καὶ κακὸν οὐσίαι ἀντικείμεναι, ἡ δὲ ζωὴ καθάπερ τι εἶδος τὰς
240ὑποκειμένας | οὐσίας εἶδος ποιεῖ, ἔσονται κατὰ τὴν ζωὴν καὶ τὸ εἶναι κοινωνοῦσαι ἀλλήλαις καὶ οὐ διὰ πάντων ἐναντίαι, ὡς ὑμεῖς ἠπατημένοι φατέ· οὐδεμία γὰρ ἀντίθεσις ἐξ ὅλων ἐναντίων ἀντίκειται, τῷ καὶ κοινὰ ὑπάρχειν τινὰ τοῖς ἐναντίοις, οἷον τὸ λευκόν, ἐναντίον ὑπάρχον τῷ μέλανι, κατὰ μόνας τὰς διαφορὰς
245ἔχει τὴν ἐναντίωσιν, ὄντων αὐτοῖς κοινῶν τῶν τῆς ποιότητος χρωμάτων. Οὐδὲν δὲ τῶν τοιούτων τὴν περὶ αὐτὰ ἐναντιότητα προτέραν ἔχει, ὑστέραν δὲ καὶ μετὰ τὰ κοινὰ ἐπιθεωρεῖσθαι τοῖς πράγμασι πέφυκεν· ἐν δὲ τοῖς κοινοῖς, καθὰ κοινὰ τυγχάνει, οὐκ ἔστιν ἡ ἐναντιότης. Δεῖ δὲ κοινὸν χρῶμα καὶ ποιότητα εἶναι, ἵνα

(250)

οὕτω τὸ λευκὸν καὶ μέλαν εἴη. Ὡσαύτως καὶ μετὰ τὸ ποιόν, τὴν διάθεσιν, ἡ ἀρετὴ καὶ ἡ κακία. 16. Εἰ τοίνυν ἀγένητοι δύο ἀρχαὶ καὶ αὐταὶ ἐναντίαι, ἢ ἐξ ὅλων εἰσὶ τὴν ἐναντιότητα ἔχουσαι ἢ ὑπάρχει τινὰ αὐταῖς κοινά. Ἀλλ’ οὐδὲν ἐξ ὅλων δέχεται ἐναν‐ τιότητα, ἔχουσιν ἄρα καὶ αὐταὶ κοινὰ τὸ εἶναι καὶ τὸ οὐσίαι εἶναι
255καὶ εἴ τι ἕτερον εὑρίσκεται περὶ αὐτὰς κοινόν. Ἐναντίας δὲ ποιεῖ αὐτὰς τὸ τὴν μὲν ἀγαθόν, τὴν δὲ βδελυκτὸν εἶναι καὶ τὴν μὲν φῶς, τὴν δὲ σκότος. Προεπινοεῖται δὲ τὸ εἶναι αὐτὰς οὐσίας τοῦ ἀγαθὸν εἶναι ἢ κακόν. Ἐναντιότης ἄρα οὐ κατὰ τὸ κοινόν, ὅπερ ἐστὶν ἀρχή, ἀλλὰ κατὰ τὴν ἰδιότητα. Τίθενται δὲ αὐτὰς ἀγενήτους
260εἶναι· οὐδὲν δὲ πρὸ ἀγενήτου· πρὸ τοῦ κακοῦ δὲ καὶ τοὺ ἀγαθοῦ
ἐστιν αὐτὸ ὃ εἶπον κοινὸν αὐταῖς ὑπάρχειν τὸ ἀγένητον· οὐκ ἄρα ἀγένητοι ἀρχαί, ἀλλὰ μία ἀγένητος ἀρχή, αὐτὸ τὸ εἶναι ἀγένητον. Εἰ δὲ λέγοιεν μὴ κοινὸν αὐτῶν εἶναι τὸ ἀγένητον, φαμὲν οὐκοῦν εἰ θατέρῳ ὑπάρχει, τῷ λοιπῷ οὐχ ὑπάρχει. Ἔσται τοίνυν ἀγένητον ἢ91
265τὸ ἀγαθὸν ἢ τὸ κακόν· ἀμφότερα ἀδύνατον, τό τε ἀγαθὸν καὶ τὸ κακόν. 17. Ταῦτα τοῦ Μάνεντος δόγματα· τούτοις ὡς ἀρραγέσι κατὰ τῆς ἀληθείας ἐξώπλισται· οὕτω τὰ τούτου παμμίαρα δόγμα‐ τα ὑπὸ τῆς ἀληθείας ἀνατέτραπται. Τὴν γὰρ τῆς ὕλης ἀταξίαν πρὸς ἑαυτὴν καὶ ὅσα περὶ τοὺς ἱδρῶτας τῆς ὕλης ἐμυθολόγησεν,
270ἐκεῖθεν τοὺς ὑετοὺς τοῖς ἐπὶ γῆς καταρρήγνυσθαι φάσκων, καὶ ὅσα τούτοι προσελοιδόρησεν οὐδὲ λέγειν οἶμαι καλόν. Φεύγετε τοίνυν, ἀγαπητοί, τοὺς εἰσδεδεγμένους τοῦ Μάνεντος τὴν σηπε‐ δόνα, οἳ πολλάκις ὠχρότητι σώματος τὸ δοκεῖν ἐγκρατεῖς εἶναι θηρώμενοι, τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ τοῦ Χριστοῦ
275προσηγορίᾳ τοὺς ἁπλουστέρους ἐξαπατῶσι καὶ κῳδίῳ προβά‐ του τὸν ἔνδοθεν λύκον ὑποκρυπτόμενοι ἐπεισπηδῶσι καὶ τὴν Χριστοῦ ποίμνην διασπαράττειν ἐπιχειροῦσιν. Φεύγετε τοίνυν καὶ τοῖς τοιούτοις χαίρειν μὴ λέγετε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Εἰ δέ τις ἐν ὑμῖν πρότερον τούτοις ἐρρυπωμένος
280τοῖς δόγμασιν, νῦν τῷ τῆς ἀληθείας κατηυγάσθη φωτί, φυλατ‐ τέτω τῶν προφητῶν καὶ ἀποστόλων τὰ δόγματα. Εἷς γὰρ τούτων ὁ σκοπὸς ἐξ ἁγίου πνεύματος εἰρημένος· ἕνα τὸν τοῦ παντὸς δημιουργὸν ἀνακηρυττέτω, ἐξ οὐκ ὄντων τὰ πάντα πεποιηκότα·
ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.92