TLG 2816 004 :: JOANNES :: In evangelium secundum Joannem (excerpta duo) (e cod. Vallicell. E 40)

JOANNES Gramm. Theol., Presbyter
(fort. Caesariensis (Palaestinae): A.D. 6)

In evangelium secundum Joannem (excerpta duo) (e cod. Vallicell. E 40)

Source: Richard, M. (ed.), Iohannis Caesariensis presbyteri et grammatici opera quae supersunt [Corpus Christianorum. Series Graeca 1] Turnhout: Brepols, 1977: 81.

Citation: (Line)

1tIn Ioh. 8, 44
1 Ἰωάννου γραμματικοῦ· Ὥσπερ ὁ Κάϊν φθόνῳ τηκόμενος φό‐ νου πρωτουργὸς γέγονεν, οὕτως καὶ Ἰουδαῖοι φθόνῳ φερόμενοι τὸν Χριστὸν ἀνελεῖν ἐπιθυμοῦσιν. Διάβολον γὰρ ἐνταῦθα τὸν Κάϊν ἐκάλεσεν, ὃν καὶ πατέρα αὐτῶν ὠνόμασεν ὡς εἰς τύπον
5αὐτῶν ὄντα. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ἐρωτώμενος γὰρ παρὰ τοῦ θεοῦ· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ψευδοεπεῖ ὁ δείλαιος, οἰόμενος ἀποκρούσασθαι τὸν πάντα γινώσκοντα.
7tIn Ioh. 10, 18
8 Ἰω〈άννου〉 γραμματικοῦ· Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου, τοῦ ὑπὲρ τῶν ἰδίων προβάτων ἔχειν ἐξουσίαν
10τιθέναι τὴν ψυχὴν καὶ πάλιν λαμβάνειν αὐτήν, ἐπεί με ὁ πατὴρ ἀγαπᾷ· τοῦτο δὲ ἀναγκαστικῶς πρὸς τὴν τῶν Ἰουδαίων εἴρηται ἀπείθειαν, λεγόντων αὐτὸν ἀντίθεον καὶ ὡς οὐκ ὄντα ἐξ αὐτοῦ· ἀναμιμνήσκεται δὲ αὐτοὺς ἐκείνην τὴν ἐντολὴν πληροῦν, ἣν ὁ πατήρ φησι τῷ Μωσῇ· Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν
15ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι
αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ.81