TLG 2816 003 :: JOANNES :: Adversus Aphthartodocetas

JOANNES Gramm. Theol., Presbyter
(fort. Caesariensis (Palaestinae): A.D. 6)

Adversus Aphthartodocetas

Source: Richard, M. (ed.), Iohannis Caesariensis presbyteri et grammatici opera quae supersunt [Corpus Christianorum. Series Graeca 1] Turnhout: Brepols, 1977: 69–78.

Citation: (Line)

1tΙΩΑΝΝΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ
2tΑΠΟ ΓΡΑΜΜΑΤΙΚΩΝ
3tΠΡΟΣ ΑΦΘΑΡΤΟΔΟΚΗΤΑΣ
4I. 1. Εἰ ἄφθαρτον φύσει τὸ σῶμα τοῦ Χριστοῦ καὶ φθορᾶς
5ἀνεπίδεκτον, πῶς ἡμῖν ὁμοούσιον, περὶ ὧν εἴρηται· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Τὸ γὰρ ἐκ μεταβολῆς γενόμενον ἄφθαρτον φύσει ἔχει τὴν φθοράν. 2. Ἀλλ’ ἴσως ὁ δι’ ἐναντίας ἐρεῖ· Ἐὰν 〈ἄ〉φθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχον πρὸ τῆς ἀναστάσεως τοῖς νῦν τῶν ἀνθρώπων σώμασιν οὖσι
10φθαρτοῖς οὐκ ἔστιν ὁμοούσιον, ἆρα καὶ ὑμεῖς οἱ ὁμολογοῦντες μετὰ τὴν ἀνάστασιν ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ, οὐκέτι φατὲ αὐτὸ ἡμῖν ὁμοούσιον; 3. Πρὸς ο[ὓς] ἀποκριτέον ὅτι κατὰ τοῦτο τοῖς ἡμετέροις ἐστὶν ὁμοούσιον· ὥσπερ γὰρ δεκτικὸν ὑπάρχον ἀφθαρσίας, ἄφθαρτον γέγονεν ἐκ φύσεως φθαρτῆς, οὕτως καὶ τὰ
15ἡμέτερα, φύσει ὄντα φθαρτά, ἐν τῇ ἀναστάσει ἄφθαρτα γενήσεται. Καὶ εἰ ἄφθαρτον ἦν τὸ σῶμα τοῦ Χριστοῦ, πῶς διῃρέθη τῇ λόγχῃ; Τῶν γὰρ διαιρουμένων ἴδιον τὸ φθείρεσθαι, εἰ καὶ μὴ φθείροιντο πολλάκις βουλήσει θεοῦ συγκροτούμενα, ὡς καὶ τὸ τοῦ κυρίου σῶμα φθαρτὸν ὑπάρχον φύσει τῇ τοῦ λόγου ἐπιβάσει κατὰ τὴν
20οἰκείαν φύσιν οὐκ ἐφθάρη διαλυθὲν ἐν τῷ τάφῳ εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη. 4. Ὅτι δὲ φθαρτὸν φύσει ἐβούλετο ὁ θεὸς λόγος σαρκωθεὶς εἶναι τὸ οἰκεῖον σῶμα καὶ ὅτι τὸ ἡμέτερον ἀνέλαβε καὶ δι’ ἑαυτοῦ καὶ ἐν αὐτῷ τοῖς πᾶσιν ἡμῖν σωτηρίαν προξενῶν, δι’ ὧν ἤρξατο ποιεῖν τε καὶ διδάσκειν καὶ δωρεῖσθαι τὰ ὑπὲρ φύσιν τοῖς
25ἀνθρώποις, φησὶν ὁ μακάριος Κύριλλος ἐν τῷ πρώτῳ κεφαλαίῳ περὶ ἐνανθρωπήσεως· «Εἶτα γέγονεν ἁμαρτίας ἐλεύθερος, ἵνα ἐν αὐτῷ καὶ μόνῳ τοῖς τῆς ἀναμαρτησίας αὐχήμασιν ἡ ἀνθρώπου φύσις στεφανουμένη καταπλουτήσῃ τὸ πνεῦμα τὸ ἅγιον», καὶ πάλιν πρὸς τὰς βασιλίδας, κεφάλαιον κγʹ· | «Καὶ καθὸ φύσει καὶ
30ἀληθῶς ἐστι θεός, δέχεται μὲν ἀνθρωπίνως οὐχ ἑαυτῷ μᾶλλον, ἀλλὰ [τῇ] τοῦ ἀνθρώπου 〈φύσει〉 δι’ ἑαυτοῦ καὶ ἐν αὐτῷ πρώτῳ προξενῶν αὐτό, δίδωσι 〈δὲ〉 θεϊκῶς ἐξ ἰδίας αὐτοῦ φύσεως τοῖς
ἀξίοις τοῦ λαβεῖν». 5. Πρὸς τούτοις τοῖς ἀγαθοῖς εἰς ὑπογραμ‐ μὸν ὡς [γρα]φὴν καὶ διδασκαλίαν ἡμῶν τὸ ἡμέτερον ἀνέλαβε69
35σῶμα. Πῶς δὲ ἡμῖν ὑπογραμμὸν τοῖς φθαρτὸν ἔχουσι σῶμα, αὐτὸς δὲ ἄφθαρτον καὶ καθ’ ἡμᾶς λοιπὸν δοκήσει καὶ οὐκ ἀλη‐ θείᾳ; Ὅμοιον γάρ ἐστι τοῖς δογματίζουσιν ἄφθαρτον Χριστὸν εἰληφέναι σῶμα τοῖς λέγουσι φαντασίαν τὴν οἰκονομίαν. 6. Ἐπεὶ οὖν μετὰ τὴν παράβασιν φύσει φθαρτὸν Ἀδὰμ γέγονε τὸ σῶμα διὰ
40τὸν ἐκ θεοῦ ὅ[ρον], ὃς μετὰ τὸν Ἀδὰμ διέδραμεν εἰς ὅλον τὸ γέ‐ νος ἡμῶν, τοῦτο τὸ φθαρτὸν βουλόμενος σῶσαι Χριστὸς ἀνεί‐ ληφε σῶμα. Πῶς γὰρ ἰατρείας ἀπέλαυε τὸ μὴ προσειλημμένον; 7. Εἰ δὲ τολμῶσι λέγειν ὡς οὐ γέγονεν ἡμῖν ὑπογραμμὸς σαρκω‐ θεὶς ὁ λόγος—ἴσως μαχόμενοι πᾶσι τοῖς τῆς ἐκκλησίας διδασκά‐
45λοις καὶ αὐτοῖς Χριστοῦ μαθηταῖς καὶ ἀποστόλοις, πανταχοῦ γὰρ κηρύσσουσι τὸ ἡμῖν ὑπογραμμὸν γεγονέναι—πῶς δὲ αὔξει, εἰ ἄφθαρτον ἦν; Ἐν γὰρ φθαρτῇ μόνῃ οὐσίᾳ γίνεται ἡ ἐν ποσῷ ἀλλοίωσις. 8. Ἐπεὶ οὖν μὴ νοοῦντες προβάλλονται λόγιον γραφι‐ κὸν ὅτι εἴρηται Ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν, [εἰσὶν ὄν‐]

(50)

τως μὴ νοοῦντες. Οὐ γὰρ εἶπεν ἄφθαρτον φύσει, ἀλλ’ ὅτι φθαρτὸν ὑπάρχον οὐ μέντοι φθορὰν ὑπέστη καὶ διάλυσιν τὴν εἰς τὰ στοιχεῖα διὰ τὸ ἄνευ φθορᾶς ἀναστῆναι τῇ δυνάμει τοῦ λόγου, διὸ καὶ οὐκ εἶδε διαφθοράν. 9. Τοῦτο δέ ἐστιν εὑρεῖν καὶ ἐπὶ τῶν ἐν τῇ συντελείᾳ εὑρισκομένων ζώντων περὶ ὧν εἴρηται ἐν 〈τῇ〉
55πρὸς Θεσσαλονικεῖς πρώτῃ ἐπιστολῇ· Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ πάλιν· Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα. 10. Ὁρᾷς ὅτι τοὺς νεκροὺς καὶ
60ἐφθαρμένους τὸ σῶμά φησιν ἀναστήσεσθαι, ὡς δὲ ζῶντας ἁρπαζ[ομένους] εὐθὺς ἐν νεφέλαις ἐπὶ τὸ ἀθάνατον καὶ ἄφθαρτον τὴν ἐναλλαγὴν ὑφισταμένους, τὴν ἀπὸ τῆς φθαρτότητος ἥτις ἐνεργείᾳ οὐ γέγονεν αὐτοῖς· οὔτε γὰρ ἐφθάρησαν εἰς τὰ στοιχεῖα, εἰ καὶ φθαρτὴν εἶχον τὴν φύσιν τὴν [ἐπὶ] τοῦ σώματος. Καὶ οἱ
65νεκροὶ ἐν Χριστῷ ἀναστήσονται, ὡς καὶ ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Δῆλον καὶ ὧδε ὅτι ἐν τῇ συντελείᾳ οὐκ ἀποθνήσκουσι, καθάπερ οἱ πρὸ τῆς συντελείας, ἀλλ’ ἐν ἀκαριαίῳ τινὶ χρόνῳ τῆς ἀφθαρσίαν λαμβάνουσιν. 11. Εἰ οὖν ἐκεῖνοι
70φθαρτὸν ὡς ἀληθῶς ἔχοντες σῶμα διαφθορὰν οὐκ εἶδον, ἀλλὰ μόνον μὲν | στάσιν ἐπὶ τὸ ἄφθαρτον, πῶς καὶ ἐπὶ τοῦ δεσποτικοῦ σώματος τοῦτο μὴ ὑποθώμεθα, τοῖς ἀπὸ γῆς σώμασιν ὁμοού‐ σιον, διαφέρον μὲν αὐτοῖς κατὰ τοῦτο· τοῖς ἀνθρώποις μὲν ἄκουσι τὰ φυσικὰ προσγίνεται πάθη, τῷ δὲ κυρίῳ οὐ70
75κατ’ ἀνάγκην, ἀλλ’ αὐτοῦ μᾶλλον ἐνδιδόντος τῇ φύσει τὰ οἰκεῖα ἐνεργῆσαι, ὡς [ἡμ]ᾶς ἡ τῶν ἁγίων πατέρων ἐπαίδευσε διδασκα‐ λία. 12. Πῶς δὲ πάλιν νοήσομεν τὸ ἐν ταῖς Πράξεσιν, Ὅτι ἀνέστησεν αὐτὸν μηκέτι μέλλοντα ὑποστρέ[φειν] εἰς διαφθοράν. Τὸ γὰρ μηκέτι δείκνυσι〈ν〉 ἐπιδεκτικὸν φθορᾶς
80πρὸ τῆς ἀναστάσεως. Πῶς δὲ πάλιν ὁ ἀπόστολος ἔφη· Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς· ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς; καὶ πάλιν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν παίδων, φθαρτὸν ἐχόντων τὸ σῶμα. Οὐ[δαμῶς]
85παραπλήσιον τὸ φθαρτὸν τῷ ἀφθάρτῳ.
86tII. Χρήσεις ἁγίων πατέρων ὅτι φθαρτὸν
87tτὸ σῶμα τοῦ Χριστοῦ πρὸ
88tτῆς ἀναστάσεως
891. Ἰουστίνου φιλοσόφου 〈ἐκ τοῦ〉 κατὰ Ἑλλήνων λόγου τρίτου·
90Οὕτω γεγονὼς ὁ ἄνθρωπος καὶ πρὸς τὴν παράβασιν [εὐ]θὺς ἰδών, τὴν φθορὰν φυσικῶς εἰσεδέξατο. Φύσει δὲ τῆς φθορᾶς προσγενομένης, ἀναγκαῖον ἦν τῷ σῶσαι βουλομένῳ αὐτήν, τὴν φθοροποιὸν οὐσίαν ἀφανίσαι. Τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι, εἰ μὴ ἡ κατὰ φύσιν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξαμένῳ,
95ἀφανίζουσα μὲν τὴν φθοράν, ἀθάνατον δὲ τοῦ λοιποῦ τὸν δεξάμε‐ νον διατηροῦσα. 2. Ἀθανασίου κατὰ Ἀπολιναρίου· Ὅπως θανάτῳ καταλύσῃ τὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν
φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ71

(100)

τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ’ ἡμᾶς τὴν ἡμετέ‐ ραν ὁδεύσας ὁδόν. 3. Ἐκ τοῦ αὐτοῦ λόγου· Διὰ τοῦτο ἐν μὲν ψυχῇ θεοῦ ἡ κράτησις τοῦ θανάτου ἐλύετο καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο καὶ ταῖς ψυχαῖς εὐηγγελίζετο, ἐν δὲ σώματι θεοῦ ἡ φθορὰ κατηργεῖτο καὶ
105ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο. 4. Ἐκ τοῦ πρὸς τὰς αἱρέσεις τρίτου λόγου· Οὐ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ Μαρία ἐξ ἧς ἦν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι καὶ κλαίοντι καὶ κάμνοντι
110γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. 5. Ἐκ τοῦ εἰς τὸν σταυρὸν λόγου· Ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι, τριταῖον ἀνέστη τοῦτο· ἵνα δὲ μὴ ἐπὶ πολὺ μεῖναν καὶ φθαρὲν τέλεον, ὕστερον ἀναστήσας ἀπιστηθῇ,
115ὡς οὐκ αὐτὸ ἀλλ’ ἕτερον σῶμα φέρων, διὰ τοῦτο | οὐ πλέον τῶν τριῶν ἡμερῶν ἠνέσχετο. 6. Ἀμβροσίου· Ἄλλη γὰρ σαρκὸς ἀσθένεια καὶ ἄλλο τὸ τῆς θεότητος ἀΐδιον, καὶ σαρκὸς μὲν ὁ θάνατος, τῆς δὲ δυνάμεως τὸ ἀθάνατον· εἰ δὲ τοῦτο πεποίηκεν ἡ θεότης ὥστε μὴ ἰδεῖν τὴν
120σάρκα διαφθοράν, ὑποκειμένην [δηλ]ονότι κατὰ φύσιν φθορᾷ, πῶς αὐτὴ τελευτᾶν ἡ θεότης ἠδύνατο; 7. Τοῦ ἁγίου Ἐφραὶμ περὶ ἀγάπης· Ἀφθαρσία ἐστὶν ἡ ἀνάστα‐
σις, ἀλλὰ τὰς οὐλὰς οὐκ ἠφάνισεν, ἵνα γένω[νται] μάρτυρες θεοῦ, ὅτι ἐνήργησεν, οὐ τὸ φθαρτὸν ἐνυβρίσας τῇ τῶν οὐλῶν παρα‐72
125μονῇ, τοὐναντίον δὲ δοξάσ[ας] τῇ ἀφθαρσίᾳ, ὅτι ἀπὸ τοῦ φθαρτοῦ σώματος τὴν φθορὰν ἐφυγάδευσεν. 8. Τοῦ θεολόγου εἰς [τὰ φῶτα]· Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον θεός, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ
130ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθές, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. 9. Ἐπιφανίου ἐκ τοῦ Ἀγκυρωτοῦ· Εἰσῆλθε μὲν θυρῶν κεκλει‐ σμένων, ἵνα δείξῃ τὸ παχυμερὲς λεπτομερὲς καὶ τὸ θνητὸν ἀθάνα‐ τον καὶ τὸ φθαρτὸν ἄφθαρτον· ἵνα δὲ πάντας ἐλέγξῃ τοὺς ἀπι‐
135στοῦντας εἰς τὴν ἡμῶν σωτηρίαν, φημὶ δὴ τὴν ἀνάστασιν, ὁ εἰς λεπτότητα μεταβάλλων τὸ σῶμα καὶ εἰς πνεῦμα συγκεράσας τὴν ἀνάστασιν οὐκ ἀπήλειψε τὰς οὐλὰς τῶν ἥλων οὐδὲ τὸν τύπον τῆς λόγχης, ἀλλ’ ἔδειξεν αὐτὸ τὸ ἐπὶ τοῦ σταυροῦ πεπονθός, ὅτι οὐκ ἄλλο ἦν τὸ ἀνα[στάν], οὐδὲ ἀπ’ αὐτοῦ ἕτερον φυέν, ἀλλ’ αὐτὸ τὸ
140πεπονθὸς ἀπαθὲς καὶ αὐτὸς ὁ πεσὼν κόκκος ἀναστὰς ἄφθαρτος. 10. Τοῦ Χρυσοστόμου ἐκ τῆς κατὰ Ἰωάννην ἑρμηνείας· Ἐφάνη οὖν τῇ ἑσπέρᾳ καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας καὶ πάλιν ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης. Τί δέ ἐστι τὸ Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκα‐
145τέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον. 11. Ἐκ τοῦ αὐτοῦ· Δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ. Τί οὖν ἐνταῦθά φησιν; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδό‐ ξαστο τῆς σαρκὸς ἡ φύσις, οὔτε ἀφθαρσίας ἀπολαύσασα, οὔτε
τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν73

(150)

Ἐπὶ τῆς γῆς, ἀλλὰ Παρὰ σοί. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. Διὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. 12. Ἐκ τοῦ κατὰ Ματθαῖον εἰς τὸ Οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου· Ὑμῶν μαρτυρούντων· ὑμεῖς γάρ με
155ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι καινὸν καὶ καινῶς; Τουτέστι ξένως, οὐ σῶμα παθητὸν ἔχοντα, ἀ[λλ’] ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον καὶ οὐ δεόμενον τροφῆς· οὐ γὰρ διὰ χρείαν μετὰ τὴν ἀνάστασιν ἔφα[γέ τε] καὶ ἔπιεν· οὔτε γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα τούτων, ἀλλὰ διὰ τούτων τὰ τῆς ἀναστάσεως πληροφορῶν.
160 13. Κυρίλλου ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· Οἰκονομικώ‐ τατα τοίνυν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὔπω πρὸς δόξαν τὴν αὐτῷ πρέπουσαν τὸν οἰκεῖον μεταστοιχειώσας ναόν, ἐν τοῖς πρώτοις ἔτι διεφαίνετο σχήμασι, [τὴν] τῆς ἀναστάσεως πίστιν οὐκ ἐφ’ ἕτερόν τι σῶμα μετακομίζεσθαι θέλων ἢ εἰς ὅπερ ἔλαβεν
165ἐκ τῆς ἁγίας παρθένου, τῆς τοῦ θανάτου δυνάμεως κα[τὰ μ]όνης τρεχούσης τῆς σαρκ[ός, ἐξ ἧς] καὶ ἀπελήλαται. Εἰ γὰρ μὴ ἀνέστη τὸ τεθνηκὸς αὐτοῦ σῶμα, ποῖος νενίκηται θάνατος, ποῦ δὲ ἠτόνησε τὸ τῆς φθορᾶς κράτος, οὐδενὸς ἀποθανόντος τῶν λογικῶν κτισμάτων, οὐ ψυχῆς, οὐκ ἀγγέλου, μήτοι γε καὶ αὐτοῦ
170τοῦ θεοῦ λόγου; 14. Καὶ μετ’ ὀλίγα· Τὸ δὲ εἰσελθεῖν τῶν θυρῶν κεκλεισμένων τοῖς ἄλλοις αὐτοῦ σημείοις συντετάξεται παρά [γε] τοῖς σώφρο‐ σιν. 15. Ἐκ τοῦ δωδεκάτου βιβλίου τοῦ κατὰ Ἰωάννην εὐαγγελίου·
175φθορᾶς γὰρ σωματικῆς ἀπόδειξιν ἔχει καὶ χειρῶν καὶ πλευρᾶς ἔτι μένουσα καὶ σῳζομένη διάτρησις, τραυμά[των] ἰδέαι καὶ ἀπο‐ κεντήσεων τῶν διὰ σιδήρου γεγενημένων. 16. Καὶ μεθ’ ἕτερα· φθορᾶς γὰρ ὅλως σῳζομένης οὐκέτι μετὰ τὴν ἀνάστασιν τῆς ἁγίας μάλιστα σαρκός, ἐπείπερ ἀνεβίω πρὸς74
180ἀφθαρσίαν, ἀλλ’ οὐδὲ τροφῆς τῆς συνήθους δεδεῆσθαι πεπιστευ‐ μένης, καθὰ πρότερον, τύπους ἥλων ἐπεδείκνυ καὶ τροφῆς μεταλαχεῖν οὐκ ἀνένευσεν, ἵνα τὸ μέγα τῆς ἀναστάσεως ῥιζώσῃ μυστήριον καὶ τὴν ἐπὶ τούτῳ πίστιν ταῖς ἁπάντων ἡμῶν ἐμφυ‐ τεύσῃ ψυχαῖς.
185 17. Ἐκ τοῦ δευτέρου βιβλίου τοῦ Θησαυροῦ· Πρωτότοκος δὲ καὶ ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγεν. Διὸ καί φησιν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἐγώ εἰμι ἡ θύρα. Δι’ αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία καὶ τὴν καινὴν τῆς ἀναστάσεως βαδίζειν ὁδὸν
190ἐκδιδάσκεται καὶ ὡς διά τινος θύρας εἰς αὐτὸν εἰσέρχεται τὸν οὐρανόν. 18. Καὶ πάλιν· Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν θεοῦ καὶ χάριν τοὺς δι’ αὐτοῦ σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν
195διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ ὁδῶν ἐκτίσθαι λέγεται διὰ τὸ πάντας [δι’ αὐτοῦ] δύνασθαι τρέχειν εἰς σωτηρίαν. 19. Ἐκ τοῦ πρώτου τόμου τοῦ κατὰ Ματθαῖον· Πῶς οὖν ἀπέθα‐ νεν ἀθάνατος ὤν, ἵνα καὶ ἐγερθῇ καὶ νεκρώσῃ τὸν θάνατον, εἰ μὴ

(200)

προσέλαβε σῶμα τὸ τοῖς τοῦ θανάτου νόμοις ὑποκείμενον; Ἢ πῶς ἂν κατέλυσε τὴν φθοράν, ἐξελὼν τὸ ὑπ’ αὐτῇ πρᾶττόν τε καὶ
ὑποκείμενον γένος, εἰ μὴ ἔλαβε τὸ φθείρεσθαι πεφυκός; 20. Ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς· Μετὰ δὲ τὴν ἀνάστασιν ἦν μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθός, πλὴν οὐκέτι τὰς ἀνθρωπίνας75
205ἀσθεν[είας] ἔχον ἐν ἑαυτῷ· οὐ γὰρ ἔτι πείνης ἢ κόπου ἢ ἑτέρου [τι]νὸς τοιούτου, ἀλλὰ λοιπὸν ἄφθαρτον [καὶ οὐχὶ τ]οῦτο μόνον, ἀλλὰ καὶ ζωοποιόν. III. 1. Χρὴ γινώσκειν ὅτι ἐπειδὴ παρά τισι τῶν πατέρων εἴρηται [ἄφθαρτον] | τὸ σῶμα τοῦ Χριστοῦ, ἰστέον ὡς τὸ ἄφθαρ‐
210τον πολλαχῶς νοεῖται. Ἔστι γὰρ ἄφ[θαρ]τον τὸ μη[δαμῶς] πεφυκὸς φθείρεσθαι, ἀλλ’ ἀεὶ συγκροτούμενον ἐν ταὐτότητι παρὰ θεοῦ καὶ μ[ηδέ]ποτε ἀλλοίωσ[ιν] κατ’ οὐσίαν δεχόμενον, οἷαί εἰσιν αἱ νοεραὶ οὐσίαι ἄτρεπτοι κατ’ οὐσίαν ὡ[ς κατὰ] γνώμην ὑπάρχουσαι. 2. Λέγεται ἄφθαρτον καὶ τὸ πεφυκὸς φθείρεσθαι, μὴ
215μ[ὴν φθει]ρόμενον ἐνεργείᾳ καὶ διαλυόμενον εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη, οἷοι ἔσονται [οὕς] φησιν ὁ Παῦλος καθὼς καὶ πρόκει‐ ται· Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Εἰ καὶ ἐνεργείᾳ οὐ φθαρήσονται, ὅμως φθαρ‐ τοί εἰσι φύσει. 3. Λέγεται ἄφθαρτον καὶ τὸ ἀναμάρτ[ητον] πολλά‐
220κις. Διαφθορὰν γὰρ καλεῖ τὴν ἁμαρτίαν ὁ Δαυίδ. Φησὶ γάρ· Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, ὡς καὶ Μωσῆς φησιν ἐν τῇ Γενέσει· Καὶ εἶδε κύριος τὴν γῆν καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. 4. Εἰ οὖν εὕρεις περὶ τοῦ σώματος τοῦ Χριστοῦ τὸ
225ἄφθαρτον παρὰ τοῖς διδασκάλοις τῆς ἐκκλησίας, ὡς μὴ διαφθα‐ ρὲν τῇ ἐνεργείᾳ καὶ διαλυθὲν εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη ἢ κατὰ τὴν τοῦ ἀναμαρτήτου σημασίαν νόει. Ἄφθαρτον δὲ κατὰ τὴν φύσιν μὴ λέγε, ἀλλὰ μᾶλλον φθαρτόν· τὴν γὰρ κατὰ τοῦ προπά‐ τορος Ἀδὰμ ἀπόφασιν ἐξενεχθεῖσαν θεραπεῦσ[αι] βουλόμενος
230ὁ Χριστὸς τὸ μετὰ τὴν παράβασιν φθαρτὸν ἀνεδέξατο σῶμα, ἵνα ἐν αὐτῷ τὴν φθορὰν καταργήσῃ ἁμαρτ[ωλοῖς συμ]πολι‐ τευσάμενος. Εἰ γὰρ ἦν ἄφθαρτον φύσει, οὐκ ἂν ἦν πάθους δεκτικὸν οὐδενός. 5. Πάλιν ὁ μακάριος Βασίλειος ἔλεγεν· »[Ὥσπερ οὖν κα]τεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς
235τροφῆς διαπνευσθείσης, καὶ τὴν δίψαν προσ[ήκατο, τῆς] ὑγρότητος ἀναλωθείσης, τῆς ἐν τῷ σώματι, καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων διὰ ταλ[αιπωρίας] τῆς ὁδοιπορίας 〈ὑπερ‐ ταθέντων〉, οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ σώματος τὰ [ἐκ] φύσεως παρακολουθοῦντα συμπτώματα76
240δεχομένου». «Ἐδίδου γὰρ ὅτε ἐβούλετο καιρὸν [τῇ] φύσει τὰ ἑαυτῆς ἐνεργῆσαι ὁ κύριος», καθώς φησι καὶ ὁ θεολ[όγος]. 6. Πῶς οὖν ταῦτα ἐνήργει ἡ φύσις ἐν τῷ Χριστῷ ὡς ἑαυτῆς ὄντα, εἰ ἄφθαρ[τός ἐστιν; Περ]ὶ γὰρ φύσιν ἀνεπίδεκτον φθορᾶς ταῦτα γίνεσθαι χώραν οὐκ ἔχει. Ἀλλὰ μὴ [βου]λόμενος κωλύειν ὁ λόγος
245ἀπὸ τῆς οἰκείας σαρκὸς φθαρτῆς οὔσης, ταῦτα κ[αρτερεῖν τὰ] πάθη οὐκ ἐκώλυεν, ἀλλ’ ἐνεδίδου τὰ οἰκεῖα ὑφίστασθαι τῇ σαρκὶ [πρὸς] βε[βαί]ωσιν τοῦ ἀληθῆ εἶναι αὐτὴν καὶ οὐ κατὰ φαντασίαν. Ἄλλως τε τὴν [σάρκα κα]τεδέξατο, οὐχ ἵ[να] φύγῃ τὰ ἀνέγκλητα πάθη, ἀλλ’ ἵνα καταρ[γήσῃ] | σὺν τοῖς π[ά]θ[ε]σι καὶ

(250)

τὴν φθορὰν ἐν τῇ οἰκείᾳ σαρκί. 7. Ἱππολύτου Πρὸς Μαμμείαν βασι[λί]δα· Ἦν μὲν γὰρ [τοῦ] Χριστοῦ τύπος ἡ κιβωτὸς ἐξ ἀσήπτων ξύλων σημαίνουσα τὴν [αὐτοῦ] ἄσηπτον δύναμιν, ὅτι μὴ εἶδε διαφθοράν. Συμπεριέλαβε δὲ πέντε καὶ ἥμισυ μέτρα τὴν κι[βωτὸν] οὐκ ἀργῶς· διὰ γὰρ τῶν
255μέτρων ἐσήμανε τὸν ἐπιβαλόντα τῷ χρόνῳ ἀριθμόν, ὡς τῷ μέτρῳ τούτῳ συγκείμ[ε]ν[ος] πληρωθεὶς 〈...〉 φέροντα τὴν ἄσηπτον κιβωτόν, τὸ ἑαυτοῦ σῶμα, ἐν ᾧ πᾶν δικαίωμα χωρούμενος ἀνάπαυλαν λαμβάνει. 8. Ἀθανασίου 〈ἐκ τοῦ〉 κατὰ Ἀρεια[νῶν λό]γου τρίτου· Ἔπρε‐
260πε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητήν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτός, γενόμενος ἐν τῷ ἡμῶν σώματι τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς, δεξάμενοι τοῦτον τῆς παρ’ ἐκείνου μεταλαμβά[νομεν] ἀθανασ[ίας].
265 9. Μεθοδίου Μύρων Λυκίας περὶ παρθενίας· Ἔτι πηλουρ‐ γούμ[ενον] τὸν Ἀδάμ, ὡς ἔστιν εἰπεῖν, καὶ τηκτὸν ὄντα καὶ ὑδαρῆ καὶ μηδέπω φθάσαντα, δίκην ὀστράκου, τῇ ἀφθαρσίᾳ κραταιωθῆναι, ὕδωρ ὥσπερ καταλει[βομένη] καὶ καταστάζουσα διέλυσεν ἡ ἁμαρτία. Διὸ δ[ὴ πάλιν] ἄνωθεν κηροπλαστῶν [τὸν]77
270αὐτὸν εἰς τιμὴν ὁ θεὸς ἐν τῇ παρθενικῇ κραταιώσ[ας καὶ συγκ]εράσας τῷ λόγῳ ἄτηκτον καὶ ἄθραυστον ἐξήγα[γεν εἰς τὸν βίον, ἵνα μὴ πάλιν τοῖς τῆς] φθορᾶς ἔξωθεν ἐπικλυσθεὶς ῥεύμασι τηκεδόνα γεννή[σας διαπέσῃ]. 10. Γρηγορίου Νύσ〈σ〉ης ἐκ τοῦ Κατηχητικοῦ· Ἄνθρωπος
275[μὲν] γὰρ [ἐκ συνδυασμοῦ] τίκτεται [καὶ] μετὰ θάνατον ἐν δια‐ φθορᾷ γ[ίνεται]. Εἰ ταῦτα περ[ιεῖχε τὸ κ]ήρυγμα [οὐκ ἂν] θεὸν εἶναι πάντως ᾠήθης τὸν τοῖς ἰδιώ[μασι τῆς] φύσεως [ἡμῶν μα]ρτυρούμενον. [Ἐπεὶ] δὲ γεγεννῆσθαι μὲν αὐτὸν ἀκούεις, ἐκβεβηκέναι δὲ τῆς φύσεως ἡμῶν [τὴν] κοινότητα τῷ τε τῆς
280γενέσεως τρόπῳ καὶ τῷ [ἀνεπιδ]έκτῳ τῆς εἰς [φθορὰν] ἀλλοιώ‐ σεως. 11. Ἰδοὺ τὸ ἄφθαρτον τοῦ [Χριστοῦ] φ[α]σι τὸ ἀναμάρτητον ὥ[σπερ] οἱ πατέρες. Ἦν ἄρα τὸ μὴ διαλύεσθαι ἐν τάφῳ τὸ σῶμα τοῦ Χριστοῦ εἰς τὰ [ἐξ ὧν] συνετέθη ὡς θείᾳ δυνάμει
285συγ[κρο]τούμενον καὶ οὐ φύσει τὸ ἄ[φθαρτον] κεκτημένον· εἰ καὶ ἀναμάρτητος, ἀλλ’ οὖν φθαρτὸς ἦν κατὰ φύσιν, ὡς τὸν ὑπὸ ἁμαρτίαν γενόμενον Ἀδὰμ ἐνδυσάμενος, οὐ τὸν πρὸ τῆς [παρα]βάσεως ἐν ἀφθαρσίᾳ γεγενημένον. Ὅτι δὲ ἐξ ἀφθάρτου φθαρ[τὸς] γέγονεν [ὁ Ἀδάμ,] ἄκουε τῆς τῶν πατέρων
290διδασκ[αλίας ὅτι ἄφθαρ]τος ἦν ὁ Ἀδὰμ πρὸ τ[ῆς παραβάσεως]...78