TLG 2816 002 :: JOANNES :: Capitula xvii contra monophysitas

JOANNES Gramm. Theol., Presbyter
(fort. Caesariensis (Palaestinae): A.D. 6)

Capitula xvii contra monophysitas

Source: Richard, M. (ed.), Iohannis Caesariensis presbyteri et grammatici opera quae supersunt [Corpus Christianorum. Series Graeca 1] Turnhout: Brepols, 1977: 61–66.

Citation: (Line)

1tΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ
2tΠΡΟΣ ΤΟΥΣ ΑΚΕΦΑΛΟΥΣ ΚΕΦΑΛΑΙΑ ΙΖʹ
3 1. Εἰ ὁ λέγων θεὸν μόνον τὸν Χριστὸν μανιχαΐζει καὶ ὁ λέγων μόνον ἄνθρωπον τὸν Χριστὸν παυλιανίζει καὶ ὁ λέγων
5θεὸν τέλειον τὸν Χριστόν, ἄνθρωπον δὲ οὐ τέλειον, ἀπολιναρίζει καὶ ὁ λέγων θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἰδιοσυστάτως καὶ ἀνὰ μέρος θεωρουμένου τοῦ ἀνθρώπου καὶ ὑπὸ τοῦ λόγου ἐνεργουμένου, νεστοριανίζει, ὁ δὲ λέγων θεὸν τέλειον τὸν αὐτὸν Χριστὸν καὶ ἄνθρωπον, ὡς ἑνώσαντος ἑαυτῷ τοῦ θεοῦ λόγου τὸ
10ἡμέτερον φύραμα, ὅ ἐστι τὴν καθ’ ἡμᾶς ἀνθρωπότητα, ὀρθο‐ δόξως φρονεῖ, οἱ τὸ θεάνθρωπον ἡμῖν ἐπινοήσαντες λέγειν ἴσως ἕτερόν τι καὶ παρὰ ταῦτά φασι τὸν Χριστόν, ὡς καὶ τὸν τραγέλα‐ φον οὔτε τράγον, οὔτε ἔλαφον εἴποι τις ἄν, ἀλλ’ ἕτερόν τι τῷ γένει. Μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁμολογῶν, ἀπολινα‐
15ρίζεις μὴ λέγων τελείαν τὴν ἀνθρωπίνην φύσιν ἀνειλῆφθαι καὶ σεσῶσθαι· προσθεὶς δὲ σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ὀρθόδο‐ ξος ὑπάρχεις, εἰ ἄρα τὸν νοῦν φυλάξεις τῆς ὁμολογίας. Εἰπὲ οὖν· μίαν φύσιν ὁμολογεῖς τοῦ λόγου σεσαρκω|μένην σαρκὶ ἐψυχω‐ μένῃ ψυχῇ λογικῇ· μίαν φύσιν καὶ μόνον ὁμολογεῖς ἐπὶ
20Χριστοῦ ἢ δύο; Ἀλλ’ εἰ μὲν μίαν φύσιν ὁμολογεῖς ἐπὶ Χριστοῦ, ἢ μανιχαΐζεις ἢ παυλιανίζεις. Εἰ δὲ δύο τελείας λέγεις, διῃρημένας μέντοι καὶ ἀνὰ μέρος κεχωρισμένας, νεστοριανίζεις. Εἰ δὲ δύο τελείας καὶ ἐν μιᾷ χαρακτηριστικῇ ὑποστάσει σῳζομένας ὁμολο‐ γεῖς, ὀρθόδοξος ὑπάρχεις. Εἰ δὲ οὔτε μίαν μόνον, οὔτε δύο
25διῃρημένας, οὔτε μὴν ἡνωμένας ἐνυποστάτως ὁμολογεῖς, εἰπὲ πόσας τὰς φύσεις ἐπὶ Χριστοῦ 〈λέγεισ〉 ὁμολογῶν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ἐν προσλήψει σαρκὸς ψυχὴν ἐχούσης νοεράν; 2. Εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς καθ’ ὑμᾶς, οὐ μία
30δὲ φύσις τοῦ πατρὸς καὶ τῆς σαρκός, πῶς μία καὶ ἡ αὐτὴ φύσις τοῦ θεοῦ λόγου καὶ τοῦ πατρός; Πῶς δὲ ἀκτίστου θεότητος καὶ κτιστῆς σαρκὸς ἢ τῆς ἀχρόνου θεότητος καὶ τῆς ὑπὸ χρόνον τοῦ
λόγου σαρκὸς μία ἔσται φύσις, μὴ τῆς θεότητος τραπείσης εἰς σαρκὸς φύσιν, μήτε τῆς σαρκὸς ἀλλοιωθείσης εἰς θεότητος61
35φύσιν, ἀλλ’ ἑκατέρας φύσεως σῳζομένης ἀτρέπτως καὶ ἀδιαι‐ ρέτως ἐν τῷ Ἐμμανουήλ; 3. Ἐκ δύο φύσεων λέγων τὸν Χριστόν, ἀναθεματίζων δὲ τοὺς λέγοντας ἐν Χριστῷ τὰς δύο φύσεις ὑπάρχειν ἀδιαιρέτως ἐν μιᾷ ὑποστάσει ἡνωμένας, πῶς νοήσεις τὸ ἐκ δύο φύσεων; Ἢ γὰρ πρὸ
40τῆς ἑνώσεως εἴποις δύο, ἢ ἐν τῇ ἑνώσει. Ἀλλ’ εἰ μὲν πρὸ τῆς ἑνώσεως | εἴποις, προϋπάρχειν δίδως ἑκάτερον πρὸ τῆς ἐνώ‐ σεως, ὅπερ ἀσεβές. Εἰ δ’ ἐν τῇ ἑνώσει τὰς δύο φύσεις λέγεις, σῴζεται δὲ ἡ ἕνωσις εἰς αἰῶνας, ἄρα σῴζονται εἰς αἰῶνας καὶ αἱ δύο φύσεις ἐν τῷ Ἐμμανουήλ.
45 4. Εἰ μένων ὁ θεὸς λόγος ὃ ἦν γέγονεν ὃ οὐκ ἦν, καὶ οὐκ ἦν μὲν ὃ γέγονεν, ἔμεινε δὲ ὃ ἦν, πῶς οὐκ ἔμεινε μὴ ὢν ὃ γέγονεν; Εἰ δὲ ταῦτ’ ἀληθῆ, ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν 〈εἰπών, τὴν〉 τῶν ἐν Χριστῷ φύσεων ἀδιαίρετον καὶ ἀσύγχυτον ἕνωσιν ἡμᾶς ἐκδιδάσκει ὁ εὐαγγελιστής.

(50)

5. Εἰ σαρκωθεὶς ὁ λόγος ἔμεινεν ὃ ἦν, ἦν δ’ ἄσαρκος, πῶς οὐκ ἔσται ἄσαρκος κατὰ τὴν τῆς θεότητος φύσιν, εἰ καὶ ἐσαρκώθη, τῆς ἡμετέρας φύσεως προσλαβὼν τὸ φύραμα; Εἰ δὲ τοῦτ’ ἀληθές, πῶς τὸν ἕνα Χριστόν, ὅ ἐστι θεὸν λόγον σαρκωθέντα, οὐκ εἴποιμι τὰς δύο ἔχειν φύσεις, ὅ ἐστιν οὐσίας, 〈τὴν〉 τοῦ πατρὸς λέγω καὶ
55τὴν ἐκ τῆς θεοτόκου Μαρίας ληφθεῖσαν ἀνθρωπίνην οὐσίαν; 6. Εἰ ἔστιν ὁ πατὴρ ἀπαθὴς θεὸς καὶ ἀθάνατος, ὁ δὲ υἱὸς σαρκωθείς, ὅ ἐστι Χριστός, ἐστὶν ἀπαθὴς καὶ παθητός, ἀθάνατος καὶ θνητός, τὸ μὲν ἀπαθὲς καὶ ἀθάνατον ἔχων κατὰ τὴν τῆς θεότητος φύσιν, τὸ δὲ πάθος καὶ τὸν θάνατον ἔχων κατὰ τὴν
60ἀνθρωπότητος φύσιν, εἷς ὢν καὶ ὁ αὐτός, πῶς μὴ εἴπω τὰς δύο φύσεις ἐν αὐτῷ, τὴν μὲν δεκτικὴν πάθους καὶ θανάτου, τὴν δὲ τούτων ἀνεπίδεκτον; Εἰ δὲ τὸν θάνατον καὶ τὰ πάθη καὶ ὑμεῖς
σαρκὶ δέξασθαι αὐτόν φατε, ὀρθῶς μὲν λέγετε· ζητῶ δὲ εἰ ἡ σὰρξ φύσις ἐστὶ τῆς θεότητος αὐτοῦ ἢ ἑτέρα κατ’ οὐσίαν· καὶ εἰ μὲν ἡ62
65αὐτὴ τῇ θεότητι, | θεοπάθειαν ἡμῖν δογματίζετε· εἰ δ’ ἑτέρα ἐστὶ τῇ φύσει, ἡνωμένη μέντοι τῷ θεῷ λόγῳ ἐνυποστάτως, τί τὰς δύο φύσεις οὐχ ὁμολογεῖτε ἐν τῷ ἑνὶ Χριστῷ; 7. Πᾶσα ὑπόστασις ἐν κοινότητι, ὅ ἐστιν οὐσίᾳ, θεωρεῖται· καὶ εἰ μὲν ἡ ὑπόστασις ἁπλῆ εἴη, καὶ ἡ κοινότης ἁπλῆ· εἰ δὲ σύνθετος ἡ
70ὑπόστασις εἴη, καὶ ἡ κοινότης σύνθετος ἔσται ἢ ἐν διαφόροις κοινότησιν ἡ σύνθετος ὑπόστασις ἔσται. Οἷον ἁπλῆ ἡ ὑπόστασις τοῦ λόγου, ἁπλῆ καὶ ἡ κοινότης ἣν ἔχει 〈αὐτὸς καὶ〉 ὁ πατὴρ καὶ τὸ πνεῦμα· σύνθετος ἡ οὗτινος ἀνθρώπου ὑπόστασις, σύνθετος καὶ ἡ κοινότης ἡ ἐν πᾶσι κοινῶς τοῖς ἀνθρώποις θεωρουμένη. Πᾶς
75γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν. Εἰ δὲ μὴ τὴν σύνθετον κοινότητα βουληθείημεν νοῆσαι, πάντως ὁ δεῖνα ἄνθρωπος ἐν δύο κοινότησιν εὑρεθήσεται, ἡ μὲν ψυχὴ ἐν κοινότητι τῇ πρὸς τὰς ἄλλας ψυχάς, τὸ δὲ σῶμα ἐν κοινότητι τῇ πρὸς τἄλλα σώματα. Ἐπὶ δὲ Χριστοῦ ἡ ὑπόστασις σύνθετος οὖσα οὐ θεωρεῖται ἐν συνθέτῳ
80κοινότητι. Οὐδεὶς γὰρ ἄλλος Χριστὸς θεὸς καὶ ἄνθρωπος ὑπάρ‐ χων ταῖς ἀληθείαις σύνθετός ἐστιν, εἰ μὴ ὁ ἐκ παρθένου τῆς θεοτόκου τεχθείς. Εἰ οὖν οὐδεμίαν σύνθετον ἔχει κοινότητα, πάντως ὑπολείπεται ἐν διαφόροις κοινότησι θεωρεῖσθαι, ἐν τῇ τοῦ πατρὸς καὶ ἁγίου πνεύματος κοινότητι, καθ’ ἥν ἐστι θεός, καὶ
85ἐν τῇ πρὸς πάντας ἀνθρώπους κοινότητι, οἷς ὅμοιός ἐστι κατὰ τὸ εἶναι ἄνθρωπος. Κοινότητα δὲ ἐν τοῖς πᾶσι τούτοις φαμὲν τὴν οὐσίαν, ὅ ἐστι φύσιν· αὗται γὰρ κοινῶς πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος | ἐνθεωρουμένοις ὑπάρχουσιν, οὐ τῷ μὲν πλέον, τῷ δὲ ἔλαττον ἐνυπάρχουσαι.
90 8. Τῆς ἄκρας ἑνώσεως ἴδιόν ἐστι τὸ ἔχειν ταὐτότητα καὶ ἑνότητα καὶ ἑτερότητα, οἷον ἡ καθ’ ὑπόστασιν ἕνωσις· αὕτη γάρ, ὡς ἐπὶ ψυχῆς καὶ σώματος, ἑτερότητα οὐσίας καὶ ταὐτότητα ὑποστάσεως ἔχει. Ἑτέρα γὰρ ἡ τῆς ψυχῆς οὐσία καὶ ἑτέρα ἡ τῆς σαρκός, κἂν ἓν ζῷον ἀποτελεσθῇ ὁ ἄνθρωπος. Καὶ οὐκ ἄν τις
95εἴποι φύσει τὴν μὲν ψυχὴν θνητήν, τὴν δὲ σάρκα νοητήν· καὶ
ἀσθενούσης δὲ τῆς σαρκὸς ἐρρῶσθαι τὴν ψυχὴν λέγομεν. Εἷς δὲ ὁ ἑκατέρων συγκείμενος ἄνθρωπος καὶ ἐν τῷ ἑνὶ ὁμοίως ἑκάτερόν ἐστί τε καὶ νοεῖται. 9. Εἰ οὐσία ἐστὶ ἐν τοῖς καθ’ ἕκαστον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀνα‐63

(100)

γομένων ἐξ ἴσου πᾶσιν ἐνυπάρχουσα, δίχα δὲ τῶν καθ’ ἕκαστον ἀνύπαρκτος οὖσα τυγχάνει, οἱ λέγοντες ἐκ δύο οὐσιῶν, ἆρ’ ἔν τισι τῶν καθ’ ἕκαστον ἑκάστην ἰδιαζόντως ἐνυπάρχειν; Ἆρ’ ἐξ ἀνυπάρκτων ἡ σύνοδος; Εἰ δ’ ἔν τισι τῶν καθ’ ἕκαστον ἰδια‐ ζόντως, ἆρ’ αἱ δύο φύσεις ἐν δύο θεωρούμεναι προσώποις
105συνῆλθον, ὅπερ ἐστὶ Νεστορίου καὶ τῶν ψιλὸν λεγόντων εἶναι τὸν Χριστὸν ἄνθρωπον πρὸ τῆς ἑνώσεως; Ἡμεῖς δὲ οὐχ οὕτω φαμὲν ἐν δύο φύσεσι τὸν Χριστόν, ἀλλ’ ὅτι ἐνδέχεται δύο καὶ πλείονας φύσεις ἐν ἑνὶ καὶ τῷ αὐτῷ θεωρεῖσθαι προσώπῳ, ὅτ’ ἐστὶν αὐτῶν ἡ ἕνωσις ἐνυπόστατος. Εἰ γὰρ ἦσαν διῃρημέναι, πάντως ἑκάστη
110ἐν ἰδιοϋποστάτῳ νοηθήσεται προσώπῳ. 10. Οὐ μόνον ἐπὶ τῶν ἁπλῶν ὑποστάσεων ἤγουν προσώπων τὸ ἓν λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων. Ποία οὖν ἔσται διαφορὰ ἁπλοῦ τε καὶ συνθέτου, εἰ μὴ τὸ μὲν ἐν μιᾷ οὐσίᾳ, τὸ δὲ ἐν δύο οὐσίαις γνωρίζομεν; Οὔτε τοίνυν διαιροῦμεν ἀπ’ ἀλλήλων τὰς
115φύσεις μετὰ τὴν ἕνωσιν· μίαν γὰρ ὑπόστασιν σεσαρκωμένην κηρύττομεν. Οὔτ’ ἀλλήλας εἰς μίαν οὐσιότητα συγχέομεν· τὴν τῶν φύσεων γὰρ διαφορὰν οὐκ ἀναιροῦμεν διὰ τὴν ἕνωσιν, ἀλλὰ καὶ τὴν σύνθεσιν ἐν τῷ ὅλῳ γνωρίζομεν καὶ τὸ ὅλον ἐν τῇ συνθέσει θεωροῦμεν, ὅλον θεὸν τὸν Χριστὸν κηρύττοντες μετὰ τοῦ σώμα‐
120τος, ἀλλ’ οὐ κατὰ τὸ σῶμα, καὶ ὅλον ἄνθρωπον τὸν αὐτὸν ὁμολογοῦντες καὶ μετὰ τῆς θεότητος, ἀλλ’ οὐ κατὰ τὴν θεότητα. 11. Ὅσαι ἂν ὦσι φύσεις ἐνυποστάτως διῃρημέναι, ἐν ἰσαρίθ‐ μοις προσώποις θεωροῦνται. Ὅσαι δ’ ἂν ὦσι φύσεις ἐνυπο‐ στάτως ἡνωμέναι, ἐν ἑνὶ προσώπῳ θεωροῦνται.
12512. Ἡ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, καὶ ἡ θεότης θεότης ἐστὶ
καὶ οὐ σάρξ. Εἰ οὖν ταὐτὸν τὰ δύο ταῦτα, πῶς ἀλλήλων διαφέρου‐ σιν; Κατὰ φύσιν ἢ καθ’ ὑπόστασιν ἢ μόνον κατ’ ὀνομασίαν ψιλὴν καὶ οὐ κατὰ διαφορὰν φύσεων; Ποίας τῶν ἐν Χριστῷ φύσεων θεός ἐστιν ὁ πατὴρ καὶ ποίας αὐτῶν πατήρ; Ἆρα θεός ἐστι τῆς64
130πάσης μιᾶς φύσεως τοῦ λόγου σεσαρκωμένης; Οὐκοῦν καλῶς οἱ Ἀρειανοὶ θεὸν τοῦ λόγου τὸν πατέρα λέγουσιν. Εἰ δὲ οὐ θεὸς τοῦ λόγου, πῶς λέγει· Πατέρα μου καὶ πατέρα | ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν; 13. Τὰ ἀνόμοια ἀλλήλοις πρὸ τῆς ἑνώσεως, ἤγουν τὸ σῶμα καὶ
135ὁ θεὸς λόγος μεμενήκασι μετὰ τὴν ἕνωσιν ἀνόμοια ἢ γεγόνασι κατὰ φύσιν ἀλλήλοις ὅμοια; Εἰ τὸ λέγειν δύο φύσεις προσθήκην φύσεως λέγεις ἐπὶ τῆς ἁγίας τριάδος, πάντως καὶ ὁ λέγων δύο γεννήσεις εἰς τὸν Χριστὸν προσθήκην γεννήσεως λέγει ἐν τῇ ἁγίᾳ τριάδι.
140 14. Ἀναληφθέντος τοῦ Χριστοῦ, τί ἐξ ἡμῶν ἀνήγαγε τῷ πατρί; Φύσιν ἢ ὑπόστασιν; Σῶμα ὅμοιον τῷ λόγῳ ἢ οὐχ ὅμοιον; Καὶ εἰ μὲν ὅμοιον τῷ λόγῳ, πάντως καὶ ὁ λόγος περιγραπτὸς ἢ τὸ σῶμα ἀπερίγραπτον. Εἰ δὲ μὴ ἀπερίγραπτον, ποῦ ἀνήρχετο τὸ ἀπερί‐ γραπτον, ὥστε φαντασίαν οἱ ἅγιοι μαθηταὶ ἑώρων καὶ οὐκ
145ἀλήθειαν; 15. Αὕτη ἡ μία τοῦ θεοῦ λόγου φύσις σεσαρκωμένη μετὰ τὴν ἄφραστον ἀνάληψιν ὁμοία ἐστὶ τῷ πατρὶ κατὰ πάντα τρόπον καὶ ὁμοούσιος αὐτῷ, ἢ ἔχει ὁ Χριστὸς τὸ μὲν ὁμοούσιον τοῦ ἰδίου πατρός, τὸ δὲ ἑτεροούσιον. Καὶ εἰ ὁμοούσιος ὅλος ὁ Χριστὸς τῷ

(150)

πατρί, δῆλον ὅτι κτιστὸς ὁ πατήρ· κτίσμα γὰρ ἡ σάρξ. Εἰ δὲ ἑτεροούσιον τὸ σῶμα παρὰ τὸν θεὸν λόγον, πῶς οὐ δύο φύσεις; 16. Εἰ μὲν εἶπεν ὁ Χριστός· Λύσατέ με καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ ἑαυτόν, εἴχομεν εἰπεῖν ὡς πᾶσα ἡ μία τοῦ θεοῦ λόγου φύσις ἡ σεσαρκωμένη λέλυται καὶ τέθνηκεν. Ἐπειδὴ δὲ Λύσατε τὸν ναὸν
155τοῦτον εἶπε καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, εἴπωσιν ἡμῖν ποία
μὲν φύσις λέλυται, ποία δὲ τὴν λυθεῖσαν ἀνέστησεν. Εἰ δὲ οὐ τοῦτο βούλονται, εἴπωσιν ἡμῖν· Πᾶσα ἡ μία | σεσαρκωμένη τοῦ θεοῦ λόγου φύσις τέθνηκεν ἢ μέρος καὶ μέρος ἢ ἥμισυ καὶ ἥμισυ ἢ τρίτον καὶ δίμοιρον;65
160 17. Εἰ ὁ λέγων θεότητα παθοῦσαν μανιχαΐζει καὶ ὁ λέγων ἄνθρωπον παθόντα καὶ σταυρωθέντα νεστοριανίζει, πάντως ὁ
λέγων σῶμα θεοῦ ἀχώριστον παθὸν ὀρθῶς δοξάζει.66