TLG 2816 001 :: JOANNES :: Apologia concilii Chalcedonensis (excerpta Graeca) JOANNES Gramm.
Theol., Presbyter Apologia concilii Chalcedonensis (excerpta Graeca) Citation: (Line) | ||
1t | [Ἐκ τῶν Εὐλογίου συνηγοριῶν περὶ τοῦ αὐτοῦ κεφαλαίου]. | |
---|---|---|
2 | I. Πᾶν ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ὑπάρχον, οὐσία ὀνομάζεται. Ἐπεὶ οὖν τῷ καθέ‐ καστον ἀνθρώπῳ ἐξ ἴσου πρόσεστι τὸ εἶναι σάρκα ἐψυχωμένην | |
5 | ψυχῇ λογικῇ, ὅ ἐστιν ἀνθρωπότης, κατὰ τοῦτο τὴν ἀνθρωπότητα καὶ δύο οὐσιῶν ὑπάρχουσαν γνώρισμα μίαν φαμὲν οὐσίαν, ὡς κοινῶς ἐν πᾶσιν ἀνθρώποις καὶ ἐξ ἴσου θεωρουμένην· ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Ἐμμανουὴλ οὔ φαμεν ποιῆσαι μίαν οὐσίαν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἐπεὶ ἀνάγκη καὶ ἐν | |
10 | πολλοῖς θεωρεῖσθαι τὴν τοιαύτην οὐσίαν. Ἡ γὰρ φύσις, ὅ ἐστιν οὐσία, ἐν πολλοῖς ἐξ ἴσου θεωρεῖται, ὡς ἀποδέδεικται. Εἰ οὖν μίαν οὐσίαν φασὶ γενέσθαι τὰ δύο, πάντως που τῆς τοιαύτης οὐσίας μετειλήφασι καὶ ἕτεροι καὶ ἔσονται πολλοὶ ἐξ ἴσου τῷ Ἐμμανουήλ, ὅπερ οὐκ ἔστι, μηδὲ τοσοῦτον παραφρονήσειαν οἱ νῦν συκοφάν‐ | |
15 | ται, εἰ καὶ λίαν θεομάχοι καὶ τῆς ἀληθείας ἐχθροὶ καθεστήκασιν. II. Καὶ μεθ’ ἕτερα. Τὴν ἀνθρωπότητα σύνθετον οὖσαν ἐξ ἀνομοίων πραγμάτων μιᾶς οὐσίας φαμὲν οὐ πρὸς τὴν διαφορὰν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀλλὰ πρὸς τὸ κοινὸν ἀφορῶντες, ὅτι κοινῶς ἐν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένοις θεωρεῖται. | |
20 | Οὗτος γάρ ἐστι τῆς οὐσίας ὁ ὅρος, ὡς Βασίλειος ἐπαίδευσε λέγων· «ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν». Κατὰ τοῦτον οὖν τὸν τῆς κοινότη‐ τος λόγον μιᾶς οὐσίας φαμὲν τὴν ἀνθρωπότητα, ὅτι κοινῶς ἐν πᾶσιν ἀνθρώποις τοῖς καθέκαστον καὶ ἐξ ἴσου ὑπάρχει τὸ εἶναι | |
25 | ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. Οὗτος γὰρ ὁ ὅρος τῆς ἀνθρωπότητος. Ἐπὰν δὲ τὰ ἐξ ὧν ἐστι λογισώμεθα καὶ ψυχὴν ὀνομάσωμεν καὶ σῶμα σκοπήσωμεν, τὸ ἑτεροφυὲς καὶ τὰ | |
ἴδια τῶν οὐσιῶν καὶ μετὰ τὴν ἕνωσιν οὐκ ἀρνηθείημεν. Εἰ γὰρ τῆς αὐτῆς οὐσίας τὸ σῶμα καὶ ἡ ψυχή, τῶν δὲ ὁμοουσίων ὁ αὐτὸς | 49 | |
30 | λόγος, φθαρτὸν δὲ τὸ σῶμα, οὐκοῦν ἄρα καὶ ἡ ψυχὴ διαφθείρεται καὶ τὸ λέγειν ἀθάνατον εἶναι τὴν ψυχὴν ψευδὲς ἀναδειχθήσεται διὰ τὰς ὑμῶν ἀνοήτους κενοφωνίας. III. 1. [Ἐκ τῶν συνηγορικῶν Εὐλογίου Ἀλεξανδρείας] πρὸς τοὺς λέγοντας· εἴ φατε τὸν Χριστὸν δύο ἔχειν οὐσίας, πάντως ἡ | |
35 | ἁγία τριὰς πᾶσαν σεσάρκωται τὴν ἀνθρωπότητα. Ταῦτα τῶν ἐναντίων ὑπάρχει τὰ προβλήματα. Οἴονται γὰρ ἴσως μεριστὴν εἶναι τὴν τῆς θεότητος οὐσίαν, καὶ τὸ μὲν αὐτῆς ἐν πατρὶ θεωρεῖσθαι, τὸ δὲ ἐν υἱῷ, τὸ δὲ ἐν ἁγίῳ πνεύματι, ὡς ἑκάστης ὑποστάσεως ἐκ μέρους, ἀλλ’ οὐκ ἐν πᾶσι τοῖς τῆς | |
40 | θεότητος ἰδιώμασι γνωριζομένης. Ἡμεῖς δὲ οὐκ εἰς τοσοῦτον ἀσεβείας ἠλάσαμεν, ὡς μερισμὸν ἡγεῖσθαι καὶ κατατομὴν περὶ τὴν θείαν ὑπάρχειν οὐσίαν, ἀλλά φαμεν ἑκάστην χαρακτηρι‐ στικὴν ὑπόστασιν ἀνελλιπῶς τὰ τῆς θεότητος ἔχειν γνωρίσματα, τὸ ἀγαθὸν, τὸ δημιουργικὸν καὶ ὅσα περὶ τὴν ἄκτιστον φύσιν | |
45 | ὑπάρχει. Οὕτω γὰρ καὶ ὁμοούσιον τὴν τριάδα φαμέν, ὡς τῆς αὐτῆς οὐσίας ὁλοτελῶς ἐν τρισὶ προσώποις γνωριζομένης. Καὶ γὰρ ὁ πατὴρ τελείαν ἔχει τὴν τῆς θεότητος οὐσίαν, ὁμοίως ὁ υἱός, ὁμοίως τὸ πνεῦμα τὸ ἅγιον. Ὅθεν τέλειος θεὸς ὁ πατήρ, τέλειος θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα. Τούτοις καὶ ὁ τῆς ἀληθείας | |
(50) | κῆρυξ Παῦλος συνηγορεῖ φάσκων· Ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐ γὰρ τὸν πατέρα φησὶ σεσαρκῶσθαι, ἀλλ’ ὅτι πᾶσα ἡ θεότης ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἀνελλιπῶς ὑπάρχει, ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ἐν ἑκάστῃ ὑποστάσει τελείως ἐνυπάρχουσα κατὰ τὴν φωνὴν τοῦ σωτῆρος | |
55 | τὴν λέγουσαν. Πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι, τουτέστιν ὅσα τῆς τοῦ πατρὸς οὐσίας ὑπάρχει γνωρίσματα, ταῦτα τοῦ θεοῦ λόγου καὶ σαρκωθέντος ἐστίν, οὐχ ὡς τοῦ πατρὸς ὄντος υἱοῦ ἢ τοῦ υἱοῦ ὄντος πατρός· ταῦτα γὰρ ὀνόματα σημαντικὰ τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει. Πῶς οὖν μὴ εἴπωμεν τὴν οὐσίαν τῆς | 50 |
60 | θεότητος ἀνελλιπῶς ἐν τῷ Χριστῷ εἶναι, ὁπότε τέλειον 〈θεὸν〉 αὐτὸν εἶναί φαμεν; Πῶς δὲ καὶ τέλειον αὐτὸν ἄνθρωπον ὁμολο‐ γοῦντες οὐ πᾶσαν ἀνθρωπότητος οὐσίαν ἐνυπάρχειν αὐτῷ προ‐ σομολογήσωμεν; Οὐ γὰρ μέρος αὐτῆς προσείληφεν, ὡς Ἀπολι‐ νάριός φησι, σάρκα δίχα λογικῆς ψυχῆς, ἀλλὰ πᾶσαν τὴν οὐσίαν, | |
65 | ὅ ἐστι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ. Αὕτη γὰρ κοινῶς ἐν τοῖς καθ’ ἕκαστον ἀνθρώποις τελείως ἐνυπάρχουσα, οὐσία εἰκότως ἂν ῥηθείη. Χωρίζονται γὰρ ἀλλήλων οἱ κατὰ μέρος οὐ τῇ οὐσίᾳ, τοῖς δὲ παρεπομένοις ἰδιώμασι, μεγέθει καὶ χρώματι καὶ ἁπλῶς εἰπεῖν ταῖς χαρακτηριστικαῖς τῶν προσώπων ποιότησιν. | |
70 | 2. Πῶς δὲ καὶ ἐκ δύο φύσεων φήσουσι τὸν Χριστόν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτοῖς νοηθείη τὸ τῆς φύσεως ὄνομα; Οὐ γὰρ ἀντὶ ὑποστάσεων χαρακτηριστικῶν τολμήσουσι λέγειν, ἐπεὶ καὶ ἐκ δύο προσώπων ἀναγκασθήσονται εἰπεῖν. Ἡ γὰρ ὑπόστασις ἡ χαρακτηριστικὴ πρόσωπον δίδωσιν ἐννοεῖν. Ἐν χαρακτῆρι δέ | |
75 | φημι, μήπως τῇ συνήθει τῶν αἱρετικῶν ἀπάτῃ δίχα χαρακτῆρος ὑπόθωνται τὴν ὑπόστασιν. Τότε γὰρ τὴν τῆς οὐσίας σημασίαν ἀποφέρεται. Πῶς δὲ καὶ ὁμοούσιον τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιον τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ὑποτίθενται καὶ οὐ ναρκῶσι δύο μὲν ὁμοούσια ὁμολογοῦντες, ἀρνούμεναι δὲ τὰς δύο οὐσίας; | |
80t | [Ἐκ τῶν συνηγοριῶν Εὐλογίου | |
81t | Ἀλεξανδρείας] | |
82 | IV. 1. Ἤκουσά τινος αὐτῶν γενναίως οἰομένου διαλέγεσθαι ὅτι οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσω‐ | |
πον. Εἰ οὖν δύο φύσεις, πάντως καὶ δύο πρόσωπα. Πῶς οὐκ ἄν | 51 | |
85 | τις τοὺς τὰ τοιαῦτα προβαλλομένους ἐλεήσειεν, οἳ σαφῶς οὕτω προσπταίουσι καὶ Νεστορίῳ προσποιούμενοι πολεμεῖν τοῖς αὐτοῦ προβλήμασι κέχρηνται καὶ τὴν ἐκείνου νόσον τό γε ἐπ’ αὐτοῖς ἀσφαλίζονται; Εἰ γὰρ οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσωπον, φασὶ δὲ ἐκ δύο φύσεων τὴν | |
90 | ἀπόρρητον ἕνωσιν ἐν Χριστῷ γεγονέναι, ἄρα ἐκ δύο προσώπων κατ’ αὐτοὺς ὁ Ἐμμανουήλ, καὶ ἀνέῳκται λοιπὸν τοῖς βλασφημοῦ‐ σι παρρησία δύο πρόσωπα λέγειν ἐν Χριστῷ, ὅπερ μανίας ἀνάμεστον. Οὐ γὰρ ἂν Πέτρον ἢ Παῦλον, εἴ τις ἑνώσειεν, μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον εἴποι. Αἱ γὰρ ὑποστάσεις, ὅ ἐστι | |
95 | πρόσωπα, τὴν κατ’ οὐσίαν καὶ σχέσιν ἕνωσιν ἐπιδέχονται, οὐ τὴν ἐνυπόστατον καὶ ἓν πρόσωπον ἀποτελοῦσαν. Κατ’ οὐσίαν μὲν οὖν αἱ ὑποστάσεις ἑνοῦνται, ὡς ἐπὶ τῆς ἁγίας τριάδος· τρεῖς γὰρ ὑποστάσεις μιᾶς οὐσίας ὑπάρχουσιν. Ἡ δὲ κατὰ σχέσιν ἕνωσις κατὰ πολλοὺς νοεῖται τρόπους· ἐν ὁμωνυμίᾳ, ἐν ἰσοτιμίᾳ, ἐν | |
(100) | ταυτοβουλίᾳ, καὶ ὅσα τούτοις παραπλήσια. Ὁμωνυμίᾳ μέν, ὡς Ἰούδας ὁ Ἰακώβου καὶ ὁ Ἰσκαριώτης· ἰσοτιμίᾳ δὲ καὶ ταυτοβουλίᾳ, ὡς Πέτρος καὶ Ἰωάννης· ἑκάτερος γὰρ ἀπόστολος, καὶ αὔξειν ἠβούλοντο τὸ κήρυγμα τοῦ Χριστοῦ. Ὃ οὖν ἔφθην εἰπών, αἱ δύο ὑποστάσεις ἤγουν πρόσωπα ἑνούμενα οὐδέποτε | |
105 | μίαν ἀποτελοῦσιν ὑπόστασιν καὶ ἓν πρόσωπον. Εἰ οὖν ἐκ δύο φύσεων ὁ Ἐμμανουήλ, ἡ δὲ φύσις πρόσωπόν ἐστι κατ’ αὐτούς, ἔσται ἄρα καὶ ἐκ δύο προσώπων, ἅπερ οὐκ ἐπιδέχονται τὴν ἐνυπόστατον ἕνωσιν. Καὶ οὕτω κατὰ τὸν αὐτῶν διεφθαρμένον λόγον τὸ τῆς ἀθέου διαιρέσεως δόγμα χώραν εὑρήσει, καὶ | |
110 | Κύριλλος ἐκβληθήσεται πάλαι κατὰ Νεστορίου τοιαῦτα βοῶν· «Ὀνήσει δὲ κατ’ οὐδένα τρόπον τὸν ὀρθὸν περὶ τῆς πίστεως λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσί τινες». Ἀλλ’ οὐχ οὕτως οὔτε ἡ ἀλήθεια ἀπαιτεῖ, οὔτε ἡμεῖς | |
ἀνεξόμεθα, ἀλλὰ τὴν ἀκλινῆ καὶ μέσην ὁδὸν βαδιούμεθα, τοὺς μὲν | 52 | |
115 | δυάδα προσώπων εἰσάγοντας ἀναθεματίζοντες, τὴν δὲ ἀλήθειαν τῶν ἐν Χριστῷ οὐσιῶν ὁμολογοῦντες. 2. Ἀλλ’ ἴσως ἐξ ἀπορίας διαστρέφειν πειρώμενοι τὴν τοιαύτην πεποίηνται πρότασιν. Ἡμῶν γὰρ ἐνυποστάτως ἡνωμένας δύο φύσεις λεγόντων ἐθελοκωφοῦσι καὶ περιξύοντες τῆς ὁμολογίας | |
120 | ἡμῶν τὸ ἐνυποστάτως ἡνωμένας, προβλήματι κέχρηνται καθ’ ἡμῶν τῆς ἡμετέρας ὁμολογίας ἀπᾴδοντι καί φασιν· οὐκ ἔστι φύσις ἀπρόσωπος. Τί τοίνυν αὐτοῖς τὸ σοφὸν τοῦτο βούλεται πρόβλημα; Εἰ μὲν ὅτι οὐ δυνατὸν τὰς φύσεις ἄλλως ἢ ἐν προσώ‐ ποις θεωρεῖσθαι, τούτοις πᾶς τις καὶ τῶν μικρὰ εἰδότων συνομο‐ | |
125 | λογήσειε. Τίς γὰρ ἀγνοεῖ, ὅτι καθόλου ἐν τοῖς κατὰ μέρος προσώποις, ὅπερ ταῖς χαρακτηριστικαῖς ὑποστάσεσι θεωρεῖται, οἷον ἡ τῆς θεότητος φύσις ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ὁμοίως ἡ ἀγγελικὴ φύσις ἐν Μιχαήλ, ἐν Γαβριὴλ καὶ τοῖς λοιποῖς, καὶ ἡ τῆς ἀνθρωπότητος φύσις ἐν τοῖς καθ’ ἕκαστον γνωρίζεται | |
130 | προσώποις; Εἰ δὲ τοῦτο βούλονται κατασκευάζειν ὅτι πάσῃ φύσει ἰδιάζον παρέπεται πρόσωπον, ἐπὶ τῶν μὴ καθ’ ὑπόστασιν ἡνω‐ μένων φύσεων, ὅ ἐστιν οὐσιῶν, καὶ τοῦτον ὀρθῶς ἔχειν ἡγοῦμαι τὸν λόγον, ἐπὶ δὲ τῶν ἐν συνθέσει καὶ ἐνυποστάτως ἡνωμένων πόρρω τῆς ἀληθείας καθέστηκεν. Ἔστι γὰρ ὅτε διάφοροι φύσεις | |
135 | συνερχόμεναι κατὰ τὴν ἀδιαίρετον ἕνωσιν ἓν πρόσωπον καὶ μίαν ἀποτελοῦσιν ὑπόστασιν, οἷον τὰ τέσσαρα στοιχεῖα διάφοροι ὑπάρχουσιν οὐσίαι, ἀλλ’ ὅμως ἓν ἀποτελοῦσι σῶμα τοῦδε τυχὸν τοῦ ξύλου ἢ λίθου τοῦ ἐν ἰδιότητι θεωρουμένου, ὅπερ ἐστὶν ὑπόστασις. Ἀλλ’ ἐπείπερ τὸ παράδειγμα κρᾶσιν δοκεῖ πως ἐμ‐ | |
140 | φαίνειν καὶ σύγχυσιν, ληπτέον ἡμῖν τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα τὸν ἐν μιᾷ ὑποστάσει. Ἐν ἑκάστῳ γὰρ ἡμῶν ἡ οὐσία τῆς ψυχῆς ἑτέρα ἐστὶν ὡς πρὸς τὴν οὐσίαν τοῦ σώματος, ἀλλ’ ὅμως αἱ δύο οὐσίαι συνελθοῦσαι ἐν τοῖς καθέκαστον ἓν | |
πρόσωπον ἀποτελοῦσι, φέρε εἰπεῖν Ἰωάννου ἢ Παύλου ἢ ἄλλου | 53 | |
145 | τινός, μείνασαι δύο. Οὔτε γὰρ ἡ ψυχὴ σὰρξ ἐγένετο, οὔτε μὴν ἡ σὰρξ ψυχὴ γέγονε. Μάρτυς δὲ τούτου Παῦλος ὁ κῆρυξ τῆς ἀληθείας φάσκων· ὁ ἔσω ἄνθρωπος καὶ ὁ ἔξω, ἵνα τὸ διάφορον σημαίνῃ τῶν οὐσιῶν. Τούτῳ κατ’ ἴχνος ἑπόμενος Ἰωάννης ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος καὶ πάσης ἐκκλησίας διδά‐ | |
(150) | σκαλος τοιαῦτα γράφει ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ εἰς τὴν ἀσά‐ φειαν τῆς παλαῖας διαθήκης· «διπλοῦν γὰρ τοῦτο τὸ ζῷον ὁ ἄνθρωπος ἐκ δύο συγκείμενον οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοητῆς, ψυχῆς λέγω καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχον· διὰ γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω | |
155 | δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς ἐπὶ γῆς συνῆπται πράγμασι, σύνδεσμος ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως». Οὕτως οὖν ἐν Χριστῷ τῶν δύο οὐσιῶν γέγονεν ἕνωσις εἰς μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον, εἰ καὶ ἀμυδρῶς διὰ τῶν παραδειγμάτων ἀποδέ‐ δεικται. Πᾶσαι γὰρ ἕνωσιν ἡ ἐν Χριστῷ οἰκονομία ὡς ἀληθῶς | |
160 | ὑπεραίρουσα τὴν ἀνθρωπίνην διαδιδράσκει κατάληψιν. 3. Ἀλλὰ πάλιν τοῖς αὐτοῖς ἐμφιλοχωροῦσι νοσήμασιν, ὗς κατὰ τὸν λόγον τῷ βορβόρῳ ἐγκυλιόμενος. Τὰ αὐτὰ γὰρ πάλιν δια‐ φόρως προβάλλονται. Φασὶ γάρ· Οὐκ ἔστιν οὐσία ἀνυπόστατος· πῶς οὖν οὐκ ἐν δύο ὑποστάσεσι ῥητέον, εἴπερ ἄρα δύο οὐσίας | |
165 | φατέ; Ὁρᾶτε τῶν κομψῶν τούτων τὴν ἄγνοιαν; τὴν γὰρ αὐτὴν ἡμῖν ἀνοήτως εἰσήγαγον πρότασιν, τὰ ὀνόματα πάλιν ὑπαλλά‐ ξαντες. Τίς γὰρ διαφορὰ οὐσίας καὶ φύσεως; Τίς δὲ προσώπου πρὸς τὴν ἐν χαρακτῆρι ὑπόστασιν; Ὅθεν ὁ αὐτὸς ἡμῖν καὶ ἐπὶ τοῦ παρόντος ἀρκέσει λόγος. Εἴποιμι γὰρ ἂν πρὸς αὐτούς· καὶ ἐμὲ τὸν | |
170 | ἐκ ψυχῆς καὶ σώματος ἐν ἰδιώμασι χαρακτηριστικοῖς θεωρούμε‐ νον ἄνθρωπον πολλὰς ὑποστάσεις καὶ πολλοὺς ἀνθρώπους δοκεῖτε ποιεῖν. Οὐ γὰρ δὴ τοσοῦτον ἠλίθιοι πεφύκατε, ὥστε ἀγνοεῖν ἑτέραν μὲν εἶναι κατ’ οὐσίαν τὴν ψυχὴν πρὸς τὸ σῶμα, ἕτερον δὲ τὸ σῶμα τὸν περὶ τῆς οὐσίας λόγον ἐπέχειν. Εἰ δὲ | |
175 | ἑκάστη οὐσία καθ’ ὑμᾶς ἰδικὴν ὑπόστασιν χαρακτηριστικὴν ἀνα‐ | |
δέχεται, κενά μοι τὰ τῆς ἑνώσεως καὶ ὁ εἷς γέγονα δύο, ἵνα ὑμῖν δόξῃ καὶ τοῖς ματαίοις σκινδαλάμοις. Εἰ δὲ ἐγὼ ἐκ δύο οὐσιῶν διαφόρων συγκείμενος οὔκ εἰμι δύο ἄνθρωποι, ἀλλὰ καὶ τὰς δύο ἔχω οὐσίας τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν ὑποστάσει μιᾷ | 54 | |
180 | θεωροῦμαι, τίς ἀνάγκη καὶ ἐπὶ Χριστοῦ τὰς δύο οὐσίας ὁμολο‐ γοῦντα δύο φάναι καὶ ἰδικὰς ὑποστάσεις; Αὐτοῦ μὲν γὰρ τῇ φύσει τὰ θεῖα, αὐτοῦ δὲ διὰ τὴν ἐνυπόστατον ἕνωσιν καὶ τὰ ἀνθρώπινα· οὐ γὰρ ἐν ἑτέρῳ, ἀλλ’ ἐν αὐτῷ ἡ ἰδικὴ αὐτοῦ ὑπέστη σάρξ, ὡς προείρηται. Τὸ κοινὸν γὰρ ἔχουσα τῆς ἀνθρωπίνης οὐσίας, | |
185 | τουτέστι τὸ εἶναι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ, ἐν μόνῳ τῷ θεῷ λόγῳ ἔσχε τὰ ἰδικά, τουτέστι τὸ εἶναι τοῦ θεοῦ λόγου καὶ οὐχ ἑτέρου σάρξ. Πῶς οὖν ἑτέρα ὑπόστασις ἡ μηδόλως καθ’ ἑαυτὴν ὑποστᾶσα; 4. Ἄλλως τε μηδὲ τοῦτο ἀγνοείτωσαν ὅτι ἀντὶ οὐσίας ἡ | |
190 | ὑπόστασις τοῖς ἁγίοις πατράσι πολλάκις νενόηται, ὡς καὶ Κυ‐ ρίλλῳ δοκεῖ. Ἐν γὰρ τῷ τρίτῳ ἀναθεματισμῷ φησιν· «Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν». Τὸ γὰρ ὑφεστηκὸς ἐνταῦθα δηλοῖ ἡ ὑπόστασις· οὐ γὰρ ἂν ὁ θεοφό‐ ρος ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ὑποστάσεις ὠνόμαζεν ὁ ταῖς Νεστο‐ | |
195 | ρίου βλασφημίαις ἀεὶ πολεμῶν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτὰς ἐδέχετο. 5. Ὁμοίως καὶ ὁ ἅγιος Ἀθανάσιος ἐν τῇ πρὸς Ἄφρους ἐπιστολῇ φησιν· «Ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμε‐ νον ἔχει ἢ αὐτὸ τὸ ὄν, ὅπερ ὁ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγῳν· Καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως. Ἡ γὰρ ὑπόστασις καὶ ἡ | |
(200) | οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει». 6. Εἰ οὖν τις ἐνυποστάτους κατὰ τοῦτον τὸν λόγον εἴποι τὰς οὐσίας, ὅ ἐστιν ὑπαρχούσας, οὐδὲ ἡμεῖς ἀρνηθείημεν. Ἡ γὰρ ὑπόστασις πρὸς τὴν οὐσίαν τῷ εἰναι μέν τι οὐ διαφέρει, ἀλλὰ τῷ τὴν μὲν κοινῶς εἶναι, φημὶ δὴ τὴν οὐσίαν, τὴν δὲ ὑπόστασιν ἰδικῶς, ὅταν μετὰ | |
205 | τῶν καθόλου καὶ ἰδικόν τι ἔχοι. Οὐ κατὰ τοῦτο οὖν φαμεν τὴν ἡμετέραν ἐν Χριστῷ οὐσίαν ἐνυπόστατον εἶναι, οἷον ὑπόστασιν | |
καθ’ ἑαυτὴν χαρακτηριστικὴν καὶ πρόσωπον οὖσαν, ἀλλὰ καθὸ ὑφέστηκέ τε καὶ ἔστιν. Ἐνίοτε γὰρ τὸ ὑφεστηκέναι δηλοῖ ἡ ὑπόστασις, ὅ ἐστιν οὐσία, ὡς ἀποδέδεικται, ὅταν τῶν χαρακτη‐ | 55 | |
210 | ριστικῶν ἰδιωμάτων καὶ περὶ πρόσωπον θεωρουμένων ἐστέρη‐ ται. | |
212t | [Ἐκ τῶν Εὐλογίου συνηγοριῶν] | |
213t | πρὸς τοὺς λέγοντας ὅτι εἰ δύο φατὲ οὐσίας. | |
214t | ὅ ἐστι φύσεις ἡνωμένας, πάντως μία γέγονε | |
215t | φύσις· τὰ γὰρ ἑνούμενα πάντως ἕν τι | |
216t | γίνεται. | |
217 | V. Εἰ μὲν τὸ ἕν τι γενέσθαι κατὰ τὴν χαρακτηριστικὴν ὑπόστα‐ σιν βούλονται κατασκευάζειν, ὀρθῶς καὶ λίαν εὐσεβῶς καὶ συνῳδὰ τοῖς ἐν Χαλκηδόνι δογματίζουσιν· κἀκεῖνοι γὰρ μίαν | |
220 | ὑπόστασιν ἀποφαίνονται, δύο δὲ τὰς οὐσίας. Ἡ σὰρξ ἔμεινε σάρξ, εἰ καὶ τοῦ θεοῦ λόγου σὰρξ ἐγένετο, ὅ ἐστι προσείληφε σάρκα καὶ ἥνωσεν ἑαυτῷ ἀδιαιρέτως. Οὐ γὰρ τροπὴν ὑπέστη τὴν εἰς σάρκα· καὶ γὰρ θεὸς ἀναλλοίωτος ὑπάρχει τῆς τριάδος ἡ φύσις. Ὡς ἔφην οὖν, ἀσύγχυτοι μεμενήκασιν ἐν τῷ Ἐμμανουήλ, τῷ ἑνὶ Χριστῷ τῷ | |
225 | υἱῷ τοῦ θεοῦ, μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο οὐσίαι. Εἰ δὲ μίαν οὐσίαν φασὶ γεγονέναι τὰς δύο φύσεις, λελήθασιν ἑαυτοὺς ἀπατῶντες καὶ σύγχυσιν ἢ τροπὴν ὑποτιθέμενοι, ὡς τῆς μιᾶς τραπείσης εἰς τὴν ἑτέραν ἢ συγχυθείσης. Ὅτι γὰρ τὰ ἑνούμενα ἀτρέπτως καὶ ἀσυγχύτως φυλάττεται ἐν τῇ οἰκείᾳ ποσότητι, | |
230 | τοῦτο σαφῶς ὑμῖν παραστήσω διὰ παραδείγματος τῶν τριῶν ὑποστάσεων ἀδιαιρέτως καὶ ἀσυγχύτως ἡνωμένων κατὰ τὴν οὐσίαν, φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὐ γὰρ διὰ τὸ ἡνῶσθαι αὐτὰς μία ὑπόστασις γεγόνασιν, ἀλλ’ ἡνωμέναι μέν εἰσι κατὰ τὴν οὐσίαν, ἐν τρισὶ δὲ καὶ ἡνωμέναις γνωρίζονται | |
235 | ὑποστάσεσιν. Οὕτως καὶ ἐπὶ τῆς οἰκονομίας τοῦ Χριστοῦ δύο οὐσίαι ἡνωμέναι ἀδιαιρέτως καὶ ἀσυγχύτως ὑπάρχουσι, μείνα‐ σαι μὲν δύο οὐσίαι, ἀποτελέσασαι δὲ μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐν ᾗ καὶ ἡνωμέναι ὑπάρχουσιν. Κείσθω δὲ | |
τὸ παράδειγμα εἰς μόνον τὸ παραστῆσαι τὸ πρόβλημα τὸ σαθρόν, | 56 | |
240 | ἐπεὶ τὸ τῆς ἐν Χριστῷ ἑνώσεως «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι». Ἐν δὲ τῷ Ἐμμανουὴλ ἄλλο μὲν θεότης, ἄλλο δὲ ἀνθρωπότης, ἵνα μὴ τὰς οὐσίας συγχέωμεν· οὐ γὰρ «ταὐτὸν τὸ ἄχρονον τῷ ἐν χρόνῳ | |
245 | καὶ τὸ ἀόρατον τῷ ὁρατῷ. Οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο»· τὰ γὰρ ἀμφότερα τῇ ἑνώσει ἓν πρόσωπον ἀπετέλεσαν καὶ μίαν ὑπόστασιν χαρακτηριστικήν. | |
248t | [Ἐκ τῶν Εὐλογίου συνηγοριῶν] | |
249 | VI. Μὴ τοίνυν πράγματα ἡμῖν παρεχέτωσαν οἱ μηδὲν ὑγιὲς νο‐ | |
(250) | εῖν βουλόμενοι, ἀλλὰ μάτην εἰκαιολογοῦντες καὶ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν διαταράττειν ἐπιχειροῦντες. Ἡμεῖς γὰρ ἕνα Χριστὸν υἱὸν θεοῦ προσκυνοῦμεν σαρκὶ ὀφθέντα τοῖς ἐπὶ γῆς. Διαφορὰν μέντοι τῆς θεότητος πρὸς τὴν σάρκα γινώσκομεν. Καὶ γὰρ ὁ θεὸς λόγος ἄχρονος, ἄκτιστος, ἀπαθής, καὶ ὅσα πρέπει τῇ | |
255 | θείᾳ μεγαλωσύνῃ. Ἡ δὲ σὰρξ αὐτοῦ ἕν τι ὑπάρχουσα πρὸς αὐτὸν διὰ τὴν ἄκραν καὶ ἐνυπόστατον ἕνωσιν, δι’ ἣν καὶ ὁ θεσπέσιος Ἰωάννης βοᾷ· Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἔγχρονος ὑπάρχει, κτιστή, παθητή. Πάντα δὲ ταῦτα τῆς σαρκὸς ὁμολογοῦμεν γενέσθαι τοῦ θεοῦ λόγου. Εἰ γὰρ ἰδία αὐτοῦ ἡ σάρξ, | |
260 | δῆλον ὅτι καὶ τὰ τῆς σαρκὸς πάντα αὐτοῦ ἔσται· οἰκειοποιεῖται γὰρ αὐτά, εἰ καὶ μὴ ὑπέκειτο τούτοις ἡ θεία αὐτοῦ φύσις. Ὅτι γὰρ πάντα τοῦ θεοῦ λόγου ἐστὶ μετὰ τὴν ἐνανθρώπησιν τὰ τῆς σαρκὸς αὐτοῦ, ἡ θεία γραφὴ ἡμᾶς παιδεύει. Φησὶ γάρ· Ἑωράκαμεν τὸν κύριον, τὸ συναμφότερον λέγουσα· ὁ γὰρ ἑωρακὼς τὴν σάρκα | |
265 | τοῦ Χριστοῦ ὅλον ἐθεάσατο, εἰ καὶ ἀθέατος τὸ κατὰ φύσιν ἡ θεότης ὑπῆρχε. Καὶ πάλιν· οὐκ ἂν τὸν κύριον τῆς δόξης | |
ἐσταύρωσαν, καίτοι τῇ θείᾳ φύσει αὐτοῦ μὴ παθόντος, ἀλλὰ τῇ οἰκείᾳ σαρκί. Διδασκόμεθα οὖν ἐν πᾶσι τούτοις, ὅτι τοῦ θεοῦ λόγου σαρκωθέντος ἦν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα· ἀλλ’ ἐν | 57 | |
270 | οἷς φησιν ὅτι ἐπείνησεν ἢ ἐδίψησεν ἢ ἐψηλαφήθη ἢ ὡράθη, νοῶ ὅτι οὐ τῇ θείᾳ φύσει ταῦτα πέπονθεν, ἀλλὰ τῇ προσληφθείσῃ | |
σαρκί, καθ’ ἣν ἄνθρωπος ἐχρημάτισεν. | 58 |