TLG 2807 001 :: ANTONIUS Hagiographus :: Vita Symeonis Stylitae senioris

ANTONIUS Hagiographus Scr. Eccl.
(A.D. 5)

Vita Symeonis Stylitae senioris

Source: Lietzmann, H. (ed.), Das Leben des heiligen Symeon Stylites [Texte und Untersuchungen 32.4] Leipzig: Hinrichs, 1908: 20–78.

Citation: Section — (line)

t

ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΣΥΜΕΩΝ ΤΟΥ ΣΤΥΛΙΤΟΥ

1

Ξένον καὶ παράδοξον μυστήριον γέγονεν ἐν ταῖς ἡμέραις ἡμῶν. ἔδοξεν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἐλαχίστῳ Ἀντονίῳ γράψαι εἰς ὃ καταλαμβάνω. ὠφελείας γὰρ καὶ κατανύξεως πε‐ πλήρωται τὸ σύνταγμα. ὅθεν παρακαλῶ κλίνατε τὸ οὖς ὑμῶν
5καὶ ἀκούσατε εἰς ἅπερ καταλαμβάνω.

2

Ὁ ἐν ἁγίοις καὶ μακαριώτατος Συμεὼν νήπιος ὢν τῇ ἡλικίᾳ ἐποίμαινεν τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ καθ’ ὃν τρόπον καὶ ὁ προφήτης Δαβίδ· κατὰ δὲ ἁγίαν κυριακὴν εἰσῄει ἐν τῇ ἐκκλησίᾳ πρὸς τὰ λόγια τοῦ θεοῦ καὶ ἡδέως ἐπηκροᾶτο
5τῶν ἁγίων γραφῶν μὴ γινώσκων τὸ τί ἤκουεν. εἰς ἡλικίαν δὲ προβαίνων καὶ νυττόμενος ὑπὸ τοῦ λόγου τοῦ θεοῦ ἀπέρ‐ χεται ἐν μιᾷ τῶν ἡμερῶν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ ἀκούων τοῦ ἀποστόλου ἀναγινωσκομένου ἐρωτᾷ τινα γέροντα· Εἰπέ μοι, πάτερ, τί ἐστιν ὃ ἀναγινώσκει. λέγει αὐτῷ ὁ πρεσβύτης·
10Περὶ ἐγκρατείας ψυχῆς. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Τί ἐστιν ἐγκράτεια ψυχῆς; λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, τί με ἐρωτᾷς; ὁρῶ γάρ σε τῇ ἡλικίᾳ νέον, τὸ δὲ φρόνημα γηράλαιον κεκτη‐ μένον. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Οὐκ ἐκπειράζω σε, πάτερ· ἀλλὰ ξενίζομαι εἰς τὸ τῆς λέξεως ὄνομα. λέγει αὐτῷ ὁ πρε‐
15σβύτης· Ἐγκράτεια σωτηρία ἐστὶν ψυχῆς ὁδηγοῦσα εἰς φῶς εἰσάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Δίδαξόν με, τίμιε πάτερ, ἃ λέγεις, διότι ἰδιώτης εἰμί.20

3

Λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, ἐάν τις νηστεύῃ τῷ θεῷ ἀδιαλείπτως καὶ τὰς εὐχὰς πάσας μετὰ ἐπιεικείας ἀποδί‐ δωσιν αὐτῷ, τοῦτ’ ἔστιν τρίτην ὥραν εὐχὴν μίαν, ὁμοίως, καὶ ἕκτην, ἐννάτην καὶ δωδεκάτην καὶ τούτων τὰ ἀκόλουθα·
5καθὼς καὶ ἐν τοῖς μοναστηρίοις ἐπιτελοῦνται. εἰ οὖν οἶδας, τέκνον, τί ἤκουσας, λόγισαι ταῦτα ἐν τῇ καρδίᾳ σου· δεῖ γάρ σε καὶ πεινάσαι καὶ διψῆσαι καὶ ὑβρισθῆναι καὶ κολαφισθῆναι καὶ ὀνειδισθῆναι, ἀναστενάξαι καὶ κλαῦσαι καὶ θλιβῆναι καὶ ἀνομαλῆσαι, ὑγιᾶναι καὶ ἐπιθυμῆσαι ἀποτάξασθαι καὶ ταπει‐
10νωθῆναι καὶ πολλὰ παθεῖν παρὰ ἀνθρώποις, καὶ οὕτως παρα‐ κληθῆναι παρὰ ἀγγέλων· ἰδὲ ἤκουσας ταῦτα πάντα, ὁ κύριος τῆς δόξης δῴη σοι νοῦν ἀγαθὸν πρὸς τὴν αὐτοῦ θέλησιν.

4

Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Συμεὼν ἐξῆλθεν τῆς ἐκ‐ κλησίας καὶ ἀπέρχεται εἰς ἔρημον τόπον καὶ τίθησιν ἑαυτὸν ἐπὶ πρόσωπον ἡμέρας ἑπτὰ κλαίων καὶ εὐχόμενος τῷ θεῷ μήτε βρώσεως μήτε πόσεως μεταλαμβάνων. καὶ μετὰ τὰς
5ἑπτὰ ἡμέρας ἀναστὰς δρομαίως ἔρχεται εἰς μοναστήριον. καὶ πίπτει εἰς τοὺς πόδας τοῦ ἀρχιμανδρίτου κράζων καὶ λέγων· Ἐλέησόν με, πάτερ, ταπεινὸν καὶ ταλείπωρον ἄνθρωπον καὶ σῶσον ψυχὴν ἀπολλυμένην καὶ ἐπιποθοῦσαν δουλεύειν τῷ
θεῷ. λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Τίς εἶ καὶ πόθεν; καὶ τί22
10τὸ ὄνομά σου; καὶ πόθεν ἐλήλυθας; 〈λέγει ὁ μακάριος Συ‐ μεών· Τῷ μὲν γένει ἐλεύθερος, τὸ δὲ ὄνομα Συμεών, τὸ δὲ πῶς ἐλήλυθα ἐνταῦθα ἢ ποίων γονέων ὑπάρχω μή με ἐρώτα, δέσποτα, δέομαί σου, ἀλλὰ ἐξαγόρασον σεαυτῷ μίαν ψυχὴν ἀπολλυμένην. ταῦτα ἀκούσας ὁ ἀρχιμανδρίτης ἤγειρεν αὐτὸν
15ἐκ τοῦ ἐδάφους καὶ λέγει αὐτῷ ὁ〉 ἀρχιμανδρίτης· Εἰ ἀπὸ θεοῦ εἶ, ὁ κύριός σε φυλάξει ἀπὸ παντὸς πονηροῦ καὶ δολίου πράγματος καὶ ἔσῃ πᾶσιν ποιῶν τὴν ὑπηρεσίαν, ἵνα παρὰ πάντων ἀγαπηθῇς.

5

Οἱ δὲ γονεῖς αὐτοῦ οὐκ ἐπαύοντο κλαίοντες καὶ ζητοῦν‐ τες αὐτόν· ὁ δὲ ἅγιος διῆγεν ἐν τῷ μοναστηρίῳ δουλεύων τοῖς πᾶσι καὶ ἀγαπώμενος ὑπὸ πάντων καὶ πληρῶν τὸν κανόνα τοῦ μοναστηρίου. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξελθὼν τοῦ μο‐
5ναστηρίου εὑρίσκει ἐπάνω τοῦ φρέατος σίτλαν, ὅθεν τὸ ὕδωρ ἤντλουν, ἔχουσαν σχοινίον· καὶ λύσας τὸ σχοινίον ἀπέρχεται εἰς ἰδιάζοντα τόπον καὶ φασκιοῖ ἑαυτὸν ἐν ὅλῳ τῷ σώματι αὐτοῦ· καὶ ἐνδύεται ἐπάνω τοῦ σχοινίου στιχάριν τρίχινον καὶ εἰσῆλθεν ἐν τῷ μοναστηρίῳ καὶ λέγει τοῖς ἀδελφοῖς·
10Ἐξῆλθον ἀντλῆσαι ὕδωρ καὶ τὸ σχοινίον οὐχ εὗρον ἐν τῇ σίτλᾳ. λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Σιώπα, μηδεὶς μάθῃ τῷ ἀρχιμανδρίτῃ. καὶ οὐδεὶς ᾔδει ὅτι ἔσωθεν ἦν πεφασκιωμένος τὸ σχοινίον. ἔμεινεν οὖν ἕως ἐνιαυτοῦ ἑνὸς καὶ πλεῖον ἔχων τὸ σχοινίον ἐν τῇ σαρκὶ αὐτοῦ ἐνειλιγμένον καὶ κατέφαγεν
15τὰς σάρκας αὐτοῦ, ὥστε σκεπασθῆναι τὸ σχοινίον ἀπὸ τῶν σεσημμένων σαρκῶν τοῦ δικαίου, καὶ ἀπὸ τῆς δυσωδίας αὐτοῦ οὐκ ἐδύνατό τις ἔγγιστα αὐτοῦ στῆναι, καὶ οὐδεὶς ἔγνω τὸ μυστήριον. ἡ δὲ κοίτη αὐτοῦ ἐπληροῦτο σκωλήκων, καὶ οὐ‐ δεὶς ᾔδει τὸ γεγονός.

6

Ἐλάμβανεν δὲ τὴν τροφὴν αὐτοῦ καὶ ἐδίδου αὐτὴν πτωχοῖς μηδενὸς εἰδότος. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξέρχεταί τις τῶν μοναχῶν καὶ εὑρίσκει αὐτὸν διδόντα τὸν ἄρτον αὐ‐ τοῦ καὶ τὸ ὄσπριον ὃ ἐλάμβανεν πτωχοῖς. πάντες δὲ ἐνή‐24
5στευον ἕως ἑσπέρας, ὁ δὲ ἅγιος Συμεὼν ἀπὸ κυριακῆς εἰς κυριακὴν ἐγεύετο. εἰσελθὼν δὲ εἷς τῶν μοναχῶν διέβαλλεν αὐτὸν τῷ ἀρχιμανδρίτῃ λέγων· Δέομαι τῇ ἁγιοσύνῃ σου· ὁ ἄνθρωπος οὗτος καταλῦσαι θέλει τὸ μοναστήριον ἤτοι τὸν κανόνα ὃν παρέδωκας ἡμῖν. λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης·
10Πῶς θέλει καταλῦσαι τὸν κανόνα; λέγει αὐτῷ ὁ μοναχός· Ἡμεῖς ἕως ἑσπέρας παρελάβομεν νηστεύειν, οὗτος δὲ ἀπὸ κυριακὴν εἰς κυριακὴν ἐσθίει καὶ τὸν ἄρτον αὐτοῦ, ὃν λαμβάνει, καὶ τὸ ὄσπριον κρυφέως δίδωσι πτωχοῖς καθ’ ἑκάστην ἡμέραν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀπὸ τοῦ σώματος αὐτοῦ δυσωδία
15ἀνέρχεται ἀφόρητος, ὡς μὴ δύνασθαι ἔγγιστα αὐτοῦ στῆναί τινα· καὶ ἡ κοίτη αὐτοῦ σκωλήκων πεπλήρωται, καὶ ἡμεῖς οὐ δυνάμεθα ὑπενεγκεῖν· Ἀλλ’ εἰ βούλει, τοῦτον ὧδε ἔχε καὶ ἡμεῖς ἀναχωροῦμεν, ἢ ἀπόλυσον αὐτὸν ἀπελθεῖν, ὅθεν ἦλθεν.

7

Ταῦτα ἀκούσας ὁ ἀρχιμανδρίτης ἔκθαμβος ἐγένετο, καὶ καταμανθάνει τὴν κοίτην αὐτοῦ, καὶ εὑρίσκει αὐτὴν πεπλη‐ ρωμένην σκωλήκων, καὶ ἐκ τῆς δυσωδίας οὐκ ἠδύνατο στῆναι ἐκεῖ. Καί φησιν ὁ ἀρχιμανδρίτης· Ἰδοὺ καὶ ὁ νέος Ἰώβ. Καὶ
5κρατήσας αὐτὸν λέγει αὐτῷ· Τί ταῦτα ἐποίησας, ἄνθρωπε; πόθεν ἡ δυσωδία σου αὕτη, τί πλανᾷς τοὺς ἀδελφούς, τί
καταλύεις τὸν κανόνα τοῦ μοναστηρίου; ἦ φάντασμα ὑπάρ‐ χεις; ἀλλαχοῦ ἄπελθε καὶ ἀπόθανε χωρὶς ἡμῶν· διὰ σοῦ τάχα ἦλθον πειρασθῆναι ὁ ἄθλιος ἐγώ; εἰ γὰρ ἦς σὺ ἀνὴρ ἀληθὴς26
10ἐκ γονέων συνετῶν, ἀπήγγειλες ἂν ἡμῖν, τίς ἦν ὁ πατήρ σου καὶ ἡ μήτηρ σου καὶ τὸ γένος σου, καὶ πόθεν ἦλθες ὧδε; ταῦτα ἀκούσας ὁ ἅγιος κάτω προσέχων πρὸς τὴν γῆν ἐσιώπα μηδὲν λέγων, καὶ ἐκ τῶν δακρύων αὐτοῦ ἐπληροῦτο ὁ τόπος, ἐν ᾧ ἵστατο· ἐπὶ πολὺ δὲ ἐμμανὴς γενάμενος ὁ ἀρχιμανδρί‐
15της λέγει τοῖς μοναχοῖς· Ἀποδύσατε αὐτόν, ὅπως ἴδωμεν ἡ δυσωδία πόθεν αὕτη.

8

Ἠβουλήθησαν οὖν ἀποδῦσαι αὐτὸν καὶ οὐκ ἠδυνήθησαν· κεκολλημένον γὰρ ἦν τὸ ἱμάτιον αὐτοῦ ἀπὸ τῆς σαπείσης σαρκός. Ἐπὶ τρεῖς οὖν ἡμέρας οὐκ ἐπαύοντο διαβρέχοντες αὐτὸν ὕδατι χλιαρῷ σὺν ἐλαίῳ, καὶ οὕτως μετὰ πολλῆς ὀδύνης
5ἠδυνήθησαν ἀποδῦσαι αὐτὸν, ὥστε σὺν τῷ ἱματίῳ ἀποδαρῆναι τὴν σεσημμένην σάρκα αὐτοῦ, καὶ εὑρίσκουσι τὸ σχοινίον περι‐ πεπλεγμένον ἐν τῷ σώματι αὐτοῦ, ὡς μὴ φαίνεσθαί τι ἐξ αὐ‐ τοῦ, εἰ μὴ μόνον τὰς ἀρχὰς τοῦ σχοινίου· τῶν δὲ σκωλή‐
κων τῶν ὄντων ἐν αὐτῷ οὐκ ἦν εἰκασμός· τότε ἔκθαμβοι28
10ἐγένοντο ἐπ’ αὐτὸν πάντες οἱ μοναχοὶ ὁρῶντες τὴν ἀνίατον πληγὴν ἐκείνην, καὶ διελογίζοντο ἐν ἑαυτοῖς, τὸ πῶς καὶ ποῖον μηχάνημα ποιήσαντες ἀροῦσι τὸ σχοινίον ἀπ’ αὐτοῦ· ὁ δὲ ἅγιος Συμεὼν ἔκραζε λέγων· Συγχωρήσατέ μοι, κύριοί μου ἀδελφοί, ἐάσατέ με ἀποθανεῖν οὕτως τὸν κύνα τὸν ὄζοντα,
15κατὰ γὰρ τὰς πράξεις μου οὕτως ὤφειλον καὶ κριθῆναι· πᾶσα γὰρ ἀδικία καὶ πλεονεξία σὺν ἐμοὶ γεγένηται, ἐγὼ γάρ εἰμι τὸ πέλαγος τῶν ἁμαρτιῶν. οἱ δὲ μοναχοὶ καὶ ὁ ἀρχιμανδρίτης ἔκλαιον ὁρῶντες τὴν ἀνίατον πληγὴν ἐκείνην· καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Οὔπω τυγχάνεις ἐνιαυτῶν δέκα καὶ ὀκτὼ
20καὶ ποίας ἁμαρτίας ἔχεις; λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Ὁ προφήτης Δαβὶδ λέγει· Ἰδοὺ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου· καὶ πάντων τούτων τὰ ὅμοια ἠμφίεσμαι. ἐξεπλήττετο δὲ ὁ ἀρχιμανδρίτης ἐπὶ τῇ συνετῇ αὐτοῦ ἀποκρίσει, ὅτι ἄγροικος ὢν πῶς κατηνύγη εἰς
25τὸν φόβον τοῦ θεοῦ. καλέσας δὲ ὁ ἀρχιμανδρίτης ἰατροὺς δύο, μετὰ πολλῶν μόχθων καὶ πόνων ὡς νομίζεσθαι αὐτὸν τεθνηκέναι, ἀπέσπασαν ἀπ’ αὐτοῦ τὸ σχοινίον † ἀπὸ τῶν σαρ‐ κῶν τῶν κεκολλημένων ἐν αὐτῷ, καὶ ἐπιμελησάμενοι αὐτοῦ ἡμέρας πεντήκοντα ὠφέλησαν αὐτὸν ἐκ μέρους. καὶ λέγει
30αὐτῷ ὁ ἀρχιμανδρίτης· Τέκνον, ἰδοὺ ὑγιὴς γέγονας· ἄπελθε ὅπου βούλει.

9

Τότε ἐξέρχεται ἐκ τοῦ μοναστηρίου ὁ ἅγιος Συμεών· καὶ ἰδοὺ ἦν παρακείμενον φρέαρ πλησίον τοῦ μοναστηρίου, ἐν ᾧ ὕδωρ οὐχ ὑπῆρχεν ἐν αὐτῷ, πλῆθος δὲ πνευμάτων ἀκα‐
θάρτων πονηρῶν κατῴκει ἐν αὐτῷ· οὐ μόνον δὲ πνευμάτων30
5ἀκαθάρτων, ἀλλὰ καὶ ἀσπίδων καὶ ἐχιδνῶν καὶ ὄφεων καὶ σκορπίων πλῆθος ἀνείκαστον· ὅθεν πάντες ἐφοβοῦντο διελ‐ θεῖν διὰ τοῦ τόπου ἐκείνου. Ἀπῆλθεν δὲ ἐκεῖ ὁ ἅγιος Συ‐ μεὼν μηδενὸς εἰδότος καὶ ῥίπτει ἑαυτὸν ἐν τῷ φρέατι ἐκείνῳ, ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα, καὶ κρύβει ἑαυτὸν ἐν τῷ
10πλαγίῳ τοῦ φρέατος.

10

Μετὰ οὖν ἑπτὰ ἡμέρας τοῦ ἀναχωρῆσαι αὐτὸν τοῦ μοναστηρίου θεωρεῖ ὁ ἀρχιμανδρίτης κατ’ ὄναρ ἀνείκαστον πλῆθος ἀνδρῶν λευχειμονούντων καὶ κυκλούντων τὸ μοναστή‐ ριον, λαμπάδας κρατούντων καὶ λεγόντων· Ἄρτι κατακαί‐
5ομέν σε ἐνταῦθα, εἰ μὴ τὸν δοῦλον τοῦ θεοῦ Συμεὼν παρα‐ δώσεις ἡμῖν. διὰ ποίαν δὲ αἰτίαν ἐδίωξας αὐτόν, τί δὲ ἐποίησεν, ὅτι ἀπέρριψας αὐτὸν ἐκ τοῦ μοναστηρίου, ποῖον δέ ἐστιν τὸ σφάλμα αὐτοῦ; εἰπὲ ἡμῖν, πρίν σε κατακαύσωμεν· οὐκ οἶδας, τί εἶχες ἐν τῷ μοναστηρίῳ σου; οὗτος γὰρ μείζων σου εὑρε‐
10θήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ. καὶ δι‐ υπνισθεὶς ὁ ἀρχιμανδρίτης ἔντρομος γενόμενος λέγει τοῖς μοναχοῖς· Ὡς ὁρῶ ὅτι ὁ ἄνθρωπος ἐκεῖνος γνήσιος δοῦλος τοῦ θεοῦ τυγχάνει· ἰδοὺ γὰρ πολλὰ κακὰ ἔπαθον κατ’ ὄναρ τῇ νυκτὶ ταύτῃ δι’ αὐτόν· ἀλλὰ παρακαλῶ ὑμᾶς, ἀδελφοί,
15διαδράμετέ μοι καὶ εὕρετέ μοι αὐτόν, ἐπεὶ μηδεὶς ἔλθοι ἐξ ὑμῶν ἐνταῦθα.

11

Καὶ ἐξελθόντες ἐζήτησαν ἐν παντὶ τόπῳ αὐτὸν καὶ μὴ εὑρόντες αὐτὸν ἦλθον λέγοντες τῷ ἀρχιμανδρίτῃ· Ὄντως, δέσποτα, οὐκ ἐάσαμεν τόπον, ὅπου οὐκ ἐζητήσαμεν, εἰ μὴ τὸν τόπον, ἐν ᾧ οὐδεὶς τολμᾷ διοδεῦσαι διὰ τὸ πλῆθος τῶν
5ἀγρίων θηρίων. λέγει αὐτοῖς ὁ ἀρχιμανδρίτης· Τέκνα, ποιή‐ σαντες εὐχὴν καὶ λαβόντες λαμπάδας, ἀπελθόντες κατέλθατε καὶ ἐπιζητήσατε αὐτόν. καὶ ποιήσαντες εὐχὴν ἐπάνω τοῦ φρέατος ἐπὶ ὡρῶν τριῶν ἐχάλασαν ἐν τῷ φρέατι πέντε μοναχοὺς μετὰ σχοινίων λαμπάδας κρατοῦντας· καὶ τὰ ἑρ‐32
10πετὰ θεωροῦντα εἰς τὰς γωνίας ἔφυγον. ἰδὼν δὲ αὐτοὺς ὁ ἅγιος Συμεὼν ἀνέκραζεν λέγων· Δέομαι ὑμῶν, ἀδελφοὶ καὶ δοῦλοι τοῦ θεοῦ, ἔνδοτέ μοι μικρόν, ἵνα παραδῶ τὸ πνεῦμά μου, ἀρκεῖ γάρ μοι, ὅτι ὃ ἐπεβαλόμην οὐκ ἐπλήρωσα. οἱ δὲ μοναχοὶ βιασάμενοι αὐτὸν μετὰ πολλῆς βίας ἀνήγαγον αὐτὸν
15ἐκ τοῦ φρέατος, σύροντες αὐτὸν ὡς κακὸν πράξαντα· ἤγαγον δὲ αὐτὸν τῷ ἀρχιμανδρίτῃ. ὁ δὲ ἰδὼν αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Συγχώρησόν μοι, δοῦλε τοῦ θεοῦ, αὐτός μου γενοῦ καθηγητὴς καὶ δίδαξόν με, ἅπερ ἔχει καὶ δωρεῖται ἡ καρτερία.

12

Ὁ δὲ ἅγιος Συμεὼν οὐκ ἐπαύετο κλαίων καὶ δεόμενος τοῦ θεοῦ, ποιήσας δὲ ἐν αὐτῷ τῷ μοναστηρίῳ χρόνους τρεῖς ἐξέρχεται μηδενὸς γινώσκοντος, καὶ ἀπέρχεται εἰς ἔρημον τό‐ πον, ἐν ᾧ παρέκειντο χωρία ἱκανά, ἔγγιστα δὲ αὐτοῦ ἦν χω‐
5ρίον ἐπιλεγόμενον Γελασοῖς, καὶ οἰκοδομεῖ ἐκεῖ αὐτῷ τόπον μικρὸν ἀπὸ ξηρολίθων, καὶ στήκει μέσον χρόνους τέσσαρας νιφόμενος, βρεχόμενος, καυματούμενος, καὶ πολλοὶ ἀπήρχοντο
πρὸς αὐτόν· ἡ δὲ τροφὴ αὐτοῦ ἦν φακὴ βρεκτὴ καὶ τὸ πόμα αὐτοῦ ὕδωρ. Καὶ μετὰ ταῦτα ἐποίησεν ἑαυτῷ στῦλον πηχῶν34
10τεσσάρων καὶ στήκει ἐν αὐτῷ ἔτη ἑπτά, καὶ ἦν ἡ φήμη αὐτοῦ πανταχοῦ διατρέχουσα· καὶ μετὰ ταῦτα οἰκοδομοῦσιν αὐτῷ οἱ ὄχλοι μάνδρας δύο ἀπὸ ξηρολίθου, καὶ ἐπιτιθοῦσιν θύραν τῇ ἔσωθεν μάνδρᾳ καὶ ποιοῦσιν αὐτῷ στῦλον πηχῶν τριάκοντα, καὶ στήκει ἐν αὐτῷ ἔτη δεκαπέντε πολλὰς ἰάσεις ἐπιτελῶν·
15πολλοὶ γὰρ δαιμονιῶντες ἀπῄεσαν ἐκεῖ καὶ ἐθεραπεύοντο.

13

Ὁ δὲ ἅγιος Συμεὼν ἐμιμεῖτο τὸν καθηγητὴν αὐτοῦ Χριστόν, ὃν καὶ ἐπικαλούμενος χωλοὺς ἐποίει περιπατεῖν, λεπροὺς καθαρίζων, μογγιλάλους ποιῶν λαλεῖν, παραλυτικοὺς τρέχειν, μακρονοσοῦσιν παρέχων ἴασιν, νουθετῶν καὶ παρα‐
5καλῶν ἕκαστον· Ἐάν σοι εἴπῃ τις, ὅτι τίς σε ἐθεράπευσεν, λέγε σύ, ὅτι Ὁ θεός με ἐθεράπευσεν· μή σοι δόξῃ εἰπεῖν ὅτι Συμεών με ἐθεράπευσεν, ἐπεὶ πάλιν ἐν τοῖς αὐτοῖς πόνοις εὑρίσκῃ. καὶ τοῦτό σοι λέγω· μηδέποτε ψεύσῃς καὶ ὀμόσῃς τὸν θεόν· εἰ δὲ καὶ ἀνάγκη σοι γίνεται τοῦ ὀμόσαι, κατ’ ἐμοῦ
10τοῦ ταπεινοῦ ὄμνυε, εἴτε μετ’ ἀληθείας εἴτε μετὰ ψεύδους· μεγάλη γὰρ ἁμαρτία ἐστὶν καὶ φοβερὸν τὸ ὀμνύειν εἰς τὸν θεόν.

14

Ἀκούσατε φοβερὸν καὶ παράδοξον θαῦμα· ἡ μήτηρ αὐτοῦ διὰ εἴκοσι ἐτῶν μανθάνει, ποῦ ἐστιν ὁ ἅγιος Συμεὼν καὶ δρομαίως ἐλθοῦσα ἠθέλησεν αὐτὸν θεάσασθαι διὰ τοσού‐ των ἐτῶν καὶ πολλὰ κλαίουσα ἐπὶ τὸ ἰδέσθαι αὐτὸν καὶ οὐ36
5συνεχωρήθη θεάσασθαι αὐτόν· ἐπὶ πολὺ δὲ αὐτῆς θελούσης ἁγιασθῆναι ὑπὸ τῶν ἁγίων αὐτοῦ χειρῶν, ἠναγκάσθη ἐπὶ τὸν τοῖχον σκαλαβατᾶν· σκαλαβατοῦσα δὲ ἐπὶ τὸν τοῖχον τῆς μάνδρας ἐρράγη χαμαί, μὴ δυνηθεῖσα θεάσασθαι αὐτόν. καὶ δηλοῖ αὐτῇ ὁ ἅγιος Συμεών· Συγχώρησόν μοι, μήτηρ τὰ νῦν,
10καὶ εἴ ἐσμεν ἄξιοι ἐν ἐκείνῳ τῷ αἰῶνι θεωροῦμεν ἀλλήλους. καὶ ὡς ἤκουσεν ταῦτα, πλεῖον ἐκαίετο τοῦ θεάσασθαι αὐτόν. καὶ δηλοῖ αὐτῇ ὁ ἅγιος Συμεών· Παῦσαι, κυρία μου μήτηρ, ἐπειδὴ ἐκ μήκου ἐλήλυθας καὶ ἐκοπίασας δι’ ἐμὲ τὸν ταπεινόν, ἀλλὰ θὲς σεαυτὴ〈ν〉 μικρὸν καὶ ἀναπαύουσα ἴσχυσον καὶ μετ’
15ὀλίγον σε ὁρῶ. ἡ δὲ ἀκούσασα τίθησιν ἑαυτὴν εἰς τὰ πρό‐ θυρα αὐτοῦ καὶ εὐθέως ἀπέδωκεν τὸ πνεῦμα τῷ θεῷ. ἦλθον δὲ οἱ προσμονάριοι ἐπὶ τὸ ἐξυπνῆσαι αὐτήν· καὶ εὗρον αὐτὴν νεκρὰν καὶ ἀνήγγειλαν τῷ ἁγίῳ περὶ αὐτῆς. ὁ δὲ ἀκούσας κελεύει αὐτὴν εἰσενεχθῆναι καὶ τίθησιν αὐτὴν ἔμπροσθεν τοῦ
20στύλου αὐτοῦ, καὶ θεασάμενος αὐτὴν μετὰ δακρύων ἤρξατο λέγειν· Κύριε, ὁ θεὸς τῶν δυνάμεων, ὁ ὁδηγὸς τοῦ φωτὸς καὶ ἡνίοχος τῶν Χερουβίμ, ὁ ὁδηγήσας τὸν Ἰωσήφ, ὁ δυνα‐ στεύσας τὸν προφήτην σου Δαβὶδ κατὰ τοῦ Γολιάδ, ὁ τὸν Λάζαρον ἐγείρας τετραήμερον ἐκ νεκρῶν, ἐξέγειρον τὴν δεξιάν
25σου καὶ δέξαι ἐν εἰρήνῃ τὴν ψυχὴν τῆς δούλης σου. καὶ εὐχο‐ μένου αὐτοῦ τὸ ἅγιον αὐτῆς λείψανον ἐκινεῖτο καὶ ἐμειδίασεν τῇ ὄψει, πάντες δὲ οἱ θεωροῦντες ἐξεπλήττοντο καὶ ἐδόξαζον τὸν θεόν· καὶ κηδεύσαντες αὐτὴν ἔθαψαν ἔμπροσθεν τοῦ
στύλου αὐτοῦ, ἵνα, καθὼς εὔχεται, μνημονεύει αὐτήν.38

15

Ἄλλο ξένον καὶ παράδοξον ἀκούσατε μυστήριον· τινὲς ἤρχοντο εἰς εὐχὴν ἀπὸ μήκου πολλοῦ, καὶ ἀπαντᾷ αὐτοῖς ἔλαφος βοσκομένη, ἔχουσα ἐν γαστρί, καὶ λέγει εἷς ἐξ αὐτῶν τῇ ἐλάφῳ· Ὁρκίζω σε κατὰ τῆς δυνάμεως τοῦ ὁσίου Συμεών, στῆθι, ἵνα
5σε κρατήσω. καὶ εὐθέως ἔστη ἡ ἔλαφος, καὶ κρατήσας αὐτὴν ἔσφαξεν καὶ ἔφαγον τὰ κρέη αὐτῆς· τὸ δὲ δέρμα ἔμενεν· καὶ εὐθέως ἐκωλύθη ἡ ὁμιλία αὐτῶν, καὶ ἤρξαντο βληχᾶσθαι ὡς τὰ ἄλογα, καὶ δρομαῖοι ἔρχονται καὶ προσπίπτουσιν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ δεόμενοι τυχεῖν θεραπείας, τὸ δὲ δέρμα
10τῆς ἐλάφου ἐπλήρωσαν ἀχύρῳ καὶ πρὸς ἐπίγνωσιν πολλῶν ἀνθρώπων ἐτέθη τὸ δέρμα χρόνον ἱκανόν, οἱ δὲ ἄνδρες ποιήσαντες χρόνον ἱκανὸν ἐν μετανοίᾳ καὶ θεραπευθέντες ἀνεχώρησαν εἰς τὰ ἴδια.

16

Ἄλλο ξένον καὶ θαυμαστὸν ἀκούσατε· γυνή τις διψῶσα διὰ τῆς νυκτὸς ἠθέλησεν πιεῖν ὕδωρ· ἐπιλαβομένη δὲ τὴν κάλπιν τοῦ ὕδατος συμπίνει ἅμα τοῦ ὕδατος ὄφιν μικρόν, καὶ τραφεὶς ἐν τῇ κοιλίᾳ αὐτῆς ἐγένετο μέγας, καὶ ἐγένετο τὸ
5πρόσωπον αὐτῆς ὡς εἰδέα χόρτου χλωροῦ, καὶ πολλοὶ ἰατροὶ ἦλθον, ἵνα θεραπεύσωσιν αὐτὴν καὶ οὐκ ἠδυνήθησαν· γνόντες
δὲ οἱ ἐν τῷ οἴκῳ αὐτῆς τὰ θαυμάσια καὶ τὰς ἰάσεις, ἃς ἐποίει ὁ ἅγιος τοῦ θεοῦ Συμεών, λαβόντες αὐτὴν ἀπήγαγον πρὸς τὸν ἅγιον καὶ ἀναγγέλλουσιν αὐτῷ πάντα τὰ περὶ αὐτὴν40
10καὶ κελεύει αὐτοῖς λέγων· Βάλετε ἐν τῷ στόματι αὐτῆς ἐκ τοῦ ὕδατος τούτου καὶ ἐκ τῆς πηγῆς ταύτης. καὶ ποιήσαντες οὕτως κατὰ τὸ προσταχθέν, ἐκινήθη τὸ θηρίον ἔμπροσθεν πάντων, καὶ ῥήσσει ἑαυτὴν χαμαί, καὶ ἐξέρχεται καὶ ἀποθέ‐ μενον τὴν κεφαλὴν αὐτοῦ ἀναμέσον τῶν 〈καγ〉κελλίων ἐψό‐
15φησεν, καὶ πάντες ἐδόξαζον τὸν θεόν.

17

Ἤλλαξαν δὲ τὸν στύλον αὐτοῦ ποιήσαντες αὐτὸν πηχῶν τεσσαράκοντα, καὶ διεφημίσθη εἰς ὅλην τὴν οἰκουμένην. ὅθεν τὸ πλῆθος τῶν Σαρακηνῶν παρεγένοντο πρὸς αὐτὸν τῇ πίστει φλεγόμενοι, καὶ κατένυξεν αὐτοὺς εἰς τὸν φόβον τοῦ
5θεοῦ. ὁ οὖν μισάνθρωπος διάβολος ἔχων ἔθος πειράζειν τοὺς ἁγίους καὶ καταπατεῖσθαι ὑπ’ αὐτῶν ἐπήγαγεν πληγὴν ἐπὶ
τὸν μηρὸν αὐτοῦ καθ’ ὃν τρόπον τοῦ μακαρίου Ἰώβ, ἄλγος τῆς λεγομένης πανούκλας, καὶ συνεσάπη ὁ μηρὸς αὐτοῦ καὶ εἰς ἕνα πόδα λοιπὸν ἵστατο ἐπὶ διετεῖ χρόνῳ. σκώληκες δὲ42
10ἀνείκαστοι ἐκ τοῦ μηροῦ αὐτοῦ ἔπιπτον ἐπὶ τῆς γῆς, ὅθεν ἄλλο οὐκ εἶχον ἔργον οἱ ἔγγιστα αὐτοῦ εἰ μὴ μόνον συλλέγειν αὐτὰ καὶ ἀναφέρειν εἰς τὸν τόπον ὅθεν ἀπέπιπτον, τοῦ ἁγίου λέγοντος· Φάγετε, ὅθεν ἔδωκεν ὑμῖν ὁ κύριος.

18

Κατὰ δὲ βούλησιν θεοῦ γίνεται τὸν βασιλέα τῶν Σαρακηνῶν ἐλθεῖν εἰς εὐχὴν πρὸς αὐτόν, καὶ ἅμα εἰσῆλθεν ἔγγιστα τοῦ στύλου εὐλογηθῆναι παρ’ αὐτοῦ τοῦ ἁγίου Συ‐ μεὼν ἰδὼν αὐτὸν ὁ ἅγιος τοῦ θεοῦ ἤρξατο αὐτὸν νουθετεῖν.
5καὶ ὁμιλούντων αὐτῶν πίπτει σκώληξ ἐκ τοῦ μηροῦ αὐτοῦ, καὶ τίθησιν τὸν νοῦν ὁ βασιλεὺς, οὐ μέντοι εἰδώς, τί ἦν τὸ πεσόν, καὶ δραμὼν ἁρπάζει αὐτό. καὶ τίθησιν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἰς τὴν καρδίαν καὶ ἐξέρχεται ἔξω κατ‐ έχων αὐτὸ ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ὁ ἅγιος δηλοῖ αὐτῷ λέ‐
10γων· Εἴσελθε ἀπόθες ὃ ἐπῆρες, βάρος ἐμοὶ τῷ ἁμαρτωλῷ προσφέρεις. σκώληξ ἐστὶν ὄζων ἐκ σαρκὸς ὀζομένης. τί τὰς χεῖράς σου ἀφανίζεις τίμιος ἀνὴρ ὑπάρχων; καὶ ταῦτα εἰπόν‐ τος τοῦ δικαίου εἰσέρχεται ὁ Σαρακηνὸς καὶ λέγει αὐτῷ· Τοῦτό μοι ἔσται εἰς εὐλογίαν καὶ εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ
15ἁπλώσας αὐτοῦ τὴν χεῖρα ἦν μαργαρίτης τίμιος ἐν τῇ χειρὶ
αὐτοῦ. καὶ θεασάμενος αὐτὸν ἤρξατο δοξάζειν τὸν θεὸν καὶ λέγει τῷ δικαίῳ· Ἰδοὺ ὃν εἶπες ὅτι σκώληξ ἐστίν, μαργαρίτης ὑπάρχει εἴ τις τιμὴν οὐκ ἔχει, δι’ οὗ ἐφώτισέν με ὁ κύριος. καὶ μετὰ ταῦτα ἀκούσας ὁ ἅγιος λέγει αὐτῷ· Ὡς ἐπίστευσας44
20γενηθήτω σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου οὐ μόνον δὲ σοί, ἀλλὰ καὶ τοῖς τέκνοις σου. καὶ εὐλογηθεὶς ὁ βασιλεὺς τῶν Σαρακηνῶν ἀπῆλθεν εἰς τὰ ἴδια χαίρων ἐν εἰρήνῃ.

19

Ἄλλο μυστήριον ἀκούσατε. ἐν τῷ ὄρει, ἐν ᾧ ἵσταται, τῷ ἐξ ἀνατολῶν δράκων παρέμενεν μέγας. ὅθεν οὔτε βοτάνη ἀνήρχετο ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ συνέβη τῷ δράκοντι ἐκείνῳ ἐν τῷ ἐκβαίνειν αὐτὸν τοῦ καταψύξαι, ξύλον εἰσελθεῖν ἐν τῷ
5ὀφθαλμῷ αὐτοῦ, καὶ ἐπὶ χρόνον ἱκανὸν ἐκ τοῦ πόνου τὸν συρισμὸν αὐτοῦ οὐδεὶς ἠδύνατο ὑποφέρειν. ἐν μιᾷ τῶν ἡμε‐ ρῶν οὖν ἐξέρχεται ὁ δράκων ἐκ τοῦ φωλεοῦ αὐτοῦ συρόμενος καὶ ἔρχεται πάντων ὁρώντων καὶ τίθησιν ἑαυτὸν εἰς τὰ πρό‐ θυρα τῆς μάνδρας. καὶ ἐξαίφνης ἀνεῴχθη αὐτοῦ ὁ ὀφθαλμὸς καὶ
10ἐξέρχεται τὸ ξύλον ἀπὸ τοῦ ὀφθαλμοῦ αὐτοῦ, καὶ ἐποίησεν ἐκεῖ ἡμέρας τρεῖς, ἕως οὗ ἀπεκατεστάθη ὑγιής. καὶ οὕτως ἀπῆλθεν ἐν τῷ τόπῳ αὐτοῦ πάντων ὁρώντων μηδένα ἀδι‐ κήσας, ἀλλ’ ὡς πρόβατον οὕτως ἔκειτο εἰς τὸ πρόθυρον τοῦ δικαίου, καὶ πάντες ἐσῄεσαν καὶ ἐξῄεσαν μηδὲν ἀδικούμενοι
15παρ’ αὐτοῦ.46

20

Ἄλλο παράδοξον θαῦμα ἀκούσατε. Ἀρχιλῃστὴς γέ‐ γονεν ἐν τῇ Συρίᾳ, τοὔνομα Ἀντίοχος, τὸ δὲ παρώνυμον αὐ‐ τοῦ Γονατᾶς ἐλέγετο, ὃς ἐλαλήθη ἐν ὅλῳ τῷ κόσμῳ τὰ περὶ αὐτοῦ. ἔνθεν δὲ κἀκεῖθεν ἐπέμφθησαν στρατιῶται τοῦ
5θηρεῦσαι αὐτὸν καὶ ἀγαγεῖν ἐν Ἀντιοχείᾳ, καὶ οὐδεὶς ἐδυνήθη θηρεῦσαι αὐτὸν διὰ τὴν πολλὴν δύναμιν τῆς ἰσχύος αὐτοῦ. ἡτοιμάσθησαν οὖν ἐν Ἀντιοχείᾳ ἄρκοι καὶ λοιπὰ θηρία, ὡς ὀφείλοντος αὐτοῦ θηριομαχῆσαι, καὶ ἐκινήθη πᾶσα ἡ πόλις Ἀντιόχεια δι’ αὐτόν. καὶ ἐξέρχονται τοῦ θηρεῦσαι αὐτὸν καὶ
10εὑρίσκουσιν αὐτὸν πίνοντα, ἐν κώμῃ τινὶ ἐν πανδοχείῳ, καὶ ἐκύκλωσαν τὸ πανδοχεῖον οἱ στρατιῶται. κἀκεῖνος μαθὼν ἤρξατο τραγῳδεῖν, ποταμὸς δὲ παρέκειτο τῇ κώμῃ, καὶ εἶχεν φοράδαν ὁ ἀρχιληστὴς ἐκεῖνος καὶ ὡς ἀνθρώπῳ αὐτὴν ἐκέ‐ λευεν καὶ ἀναστὰς ῥίπτει τὰ ἱμάτια αὐτοῦ ἐπὶ τὴν φοράδαν
15καὶ λέγει αὐτῇ· Ἄπελθε εἰς τὸν ποταμὸν κἀκεῖ με ἔκδεξαι, καὶ ἐξέρχεται ἡ φορὰς ἐκ τοῦ πανδοχείου δάκνουσα καὶ κολαφί‐ ζουσα, καὶ ἀπελθοῦσα ἐν τῷ ποταμῷ ἐξεδέχετο αὐτόν. ἐξέρ‐ χεται δὲ καὶ ὁ ἀρχιλῃστὴς ἐκ τοῦ πανδοχείου τὴν σπάθην αὐτοῦ γυμνώσας, κράζων καὶ λέγων πρὸς τὸ πλῆθος τῶν στρατιω‐48
20τῶν· Φεύγετε μή τις ἀποθάνῃ, καὶ οὐδεὶς τῶν στρατιωτῶν κατεκυρίευσεν αὐτοῦ. καὶ λαθὼν πάντας τοὺς φρουροῦντας αὐτὸν καὶ περάσας τὸν ποταμὸν ἅμα τῇ φοράδι, ἐπικαθίσας τε αὐτῇ, κατέλαβεν τὴν μάνδραν τοῦ ἁγίου Συμεών. καὶ εἰσελθὼν ἔρριψεν ἑαυτὸν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, καὶ
25δὴ συναχθέντες οἱ στρατιῶται ἐν τῇ μάνδρᾳ τοῦ ἁγίου λέγει αὐτοῖς ὁ ἅγιος· Μετὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεσταυρώθησαν δύο λῃσταί, ὁ εἷς μὲν κατὰ τὰ ἔργα αὐτοῦ ἀπέλαβεν, ὁ δὲ ἕτερος βασιλείαν οὐρανῶν ἐκληρονόμησεν. εἰ δέ τις δύναται ἀντιστῆναι τῷ πέμψαντι αὐτόν, ἔλθῃ καὶ αὐ‐
30τὸς ἀποσπάσῃ αὐτόν, ἐγὼ γὰρ οὔτε ἤγαγον αὐτὸν οὔτε ἀπο‐ λῦσαι αὐτὸν δύναμαι. ὁ γὰρ πέμψας αὐτὸν ἐνταῦθα αὐτὸς αὐτοῦ καὶ ἀντιποιεῖται, μηδεὶς οὖν λοιδωρείτω ἐμὲ τὸν τα‐ πεινόν, τὸν πολλὰ καμόντα διὰ τὰς πολλάς μου ἁμαρτίας. καὶ ταῦτα εἰπὼν αὐτοῖς ἀπέλυσεν αὐτούς. τούτων δὲ ἀπερ‐50
35χομένων ὁ ἀρχιλῃστὴς λέγει· Κύριέ μου, ἐγὼ ἀπέρχομαι. ὁ δὲ ἅγιος λέγει αὐτῷ· Πάλιν ἐν τοῖς αὐτοῖς κακοῖς ἀπέρχῃ; ὁ δὲ ἀρχιλῃστὴς λέγει· Οὐχὶ δέσποτα, ὁ κύριός με καλεῖ. καὶ ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, οὐδὲν πλέον εἶπεν, εἰ μὴ μόνον· Υἱὲ τοῦ θεοῦ δέξαι τὸ πνεῦμά μου ἐν εἰρήνῃ.
40καὶ ἔκλαυσεν ἐπὶ ὥρας δύο, ὥστε ποιῆσαι αὐτὸν καὶ τὸν δί‐ καιον δακρῦσαι σὺν τοῖς παρεστῶσιν. τιθεὶς οὖν ἑαυτὸν ἔμ‐ προσθεν τοῦ στύλου τοῦ δικαίου, εὐθέως παρέδωκεν τὸ πνεῦμα, καὶ συνέστειλαν αὐτὸν οἱ ὄχλοι καὶ ἔθαψαν αὐτὸν πλησίον τῆς μάνδρας τοῦ δικαίου. τῇ οὖν ἑξῆς ἡμέρᾳ ἔρχον‐
45ται ἀπὸ Ἀντιοχείας πλεῖον ἑκατὸν ἄνδρες μετὰ ξιφῶν ἁρπάσαι αὐτὸν καὶ ἤρξαντο κατακράζειν τοῦ δικαίου· Ἀπόλυσον ἡμῖν ὃν ἔχεις. ὁ δὲ ὅσιος εἶπεν αὐτοῖς· Ἀδελφοί, ὁ ὧδε αὐτὸν ἀποστείλας ἰσχυρότερος ὑμῶν ἐστιν, καὶ χρείαν αὐτοῦ ἐσχηκὼς ὡς χρησίμου αὐτοῦ ὄντος, ἀποστείλας πρὸς αὐτὸν δύο στρα‐

20

(50)

τιώτας φοβεροὺς ἐν ὅπλοις, οἳ ἠδύναντο τὴν πόλιν ὑμῶν κε‐ ραυνῶσαι μετὰ τῶν κατοικούντων ἐν αὐτῇ, ἔλαβεν αὐτόν, κἀγὼ ἰδὼν ὁ ἁμαρτωλὸς τὸ φοβερὸν αὐτῶν σχῆμα, φοβηθεὶς
οὐκ ἐτόλμησα ἀντειπεῖν αὐτοῖς, ἵνα μὴ κἀμὲ τὸν ταπεινὸν ἀποκτείνωσιν ὡς ἀντιβαίνοντα θεῷ. οἱ δὲ ἄνδρες ἐκεῖνοι52
55ἀκούσαντες ταῦτα παρὰ τοῦ ἁγίου καὶ μαθόντες μετὰ ποίας δόξης ἀπέδωκεν ὁ ἀρχιλῃστὴς τὸ πνεῦμα, δοξάζοντες τὸν θεὸν καὶ τρέμοντες πάλιν ἐπὶ τὴν Ἀντιόχειαν ἀπῆλθον.

21

Ἄλλο θαῦμα φοβερὸν καὶ ἔνδοξον ἀκούσατε. Ἐν τῷ τόπῳ, ἐν ᾧ ἦν ὁ ἅγιος, ὕδωρ οὐκ ἐφαίνετο. καὶ τὸ πλῆθος τῶν ζῴων καὶ τῶν ἀνθρώπων ἠπώλετο τῶν ἐρχομένων ἐν τῷ τόπῳ τοῦ ἁγίου Συμεών. καὶ ποιήσας εὐχὴν ὁ ἅγιος ἐπὶ
5ἡμέρας ἑπτὰ οὐκ ἐλάλησέν τινι, ἀλλ’ ἦν κεκλικὼς τὰ γόνατα καὶ εὐχόμενος, ὡς νομίζειν πάντας ὅτι ἤδη τέθνηκεν. καὶ περὶ ὥραν πέμπτην τῆς ἑβδόμης ἡμέρας ἐξαίφνης ἀνέβλυσεν ὕδωρ ἀπὸ ἀνατολῶν τῆς μάνδρας αὐτοῦ, καὶ ὀρύξαντες ηὗρον τύπον σπηλαίου πεπληρωμένον ὕδατος. καὶ ᾠκοδόμησαν ἐν
10αὐτῷ στόματα ἑπτά. καὶ πάντες ἐδόξαζον τὸν θεὸν τοῦ οὐ‐
ρανοῦ καὶ τῆς γῆς.54

22

[Βασίλισσα δέ τις τῶν Σαρακηνῶν στεῖρα ὑπάρχουσα ἀπῆλθεν δεομένη αὐτοῦ διὰ τὸ τεκεῖν αὐτήν. ὠνειδίζετο γὰρ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς καθ’ ἑκάστην ἡμέραν καὶ πολλὰ προσ‐ πίπτουσα καὶ δεομένη ἐπὶ ἱκανὰς ἡμέρας 〈ἦν〉 προσκαρτεροῦσα
5ἐπὶ τοῦ στύλου τοῦ ἁγίου Συμεῶνος. ἐδήλωσεν οὖν αὐτὴν ὁ ἅγιος· Ἄπελθε εἰς τὸν οἶκόν σου καὶ ἔχει ὁ κύριος τὰ συμ‐ φέροντά σοι παρασχεῖν. καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς συνεγένετο τῷ ἀνδρὶ αὐτῆς καὶ παραχρῆμα συνέλαβεν. καὶ ἔτεκεν θυγατέραν. καὶ ἐπὶ ἐνιαυτοὺς πέντε οὔτε ἐλάλει οὔτε
10περιεπάτει. καὶ ἔρχεται μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῦ τέκνου αὐτῆς προσκλαίουσα, καὶ ἀποκριθεὶς ὁ ἅγιος Συμεὼν εἶπεν αὐτοῖς· Παραμείνατε καὶ ἔχει ὁ θεὸς βοηθῆσαι. ὡς δὲ ἐποίησαν ἡμέρας ἑπτὰ οὐδὲν εὐεργετοῦντο καὶ λελυπημένοι ἀνεχώρουν λέγοντες ὅτι Πάντως οὐκ ἠθέλησεν ὁ κύριος ἰάσα‐
15σθαι αὐτήν. ὁδευόντων δὲ αὐτῶν καὶ ἀπελθόντων οὐκ ὀλίγῳ στρέφονται ἰδεῖν τὸν κίονα τοῦ ἁγίου Συμεῶνος. καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτῶν ἐξαίφνης ἀνέκραξεν λέγουσα· Δόξα σοι ἅγιε Συμεών. καὶ θεασάμενοι οἱ γονεῖς τοῦ παιδίου ἐδόξασαν τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος.

23

Ἕτερον δὲ μυστήριον ἀκούσατε. ἐν μιᾷ τῶν ἡμερῶν στρατιωτῶν ὁδευόντων, γυνή τις ἐκ πολλῆς ἐπιθυμίας ἐλθοῦσα ἰδεῖν τὸ πρόσωπον τοῦ ἁγίου Συμεῶνος προφάσει ποίᾳ ἰδέ‐ σθαι αὐτόν· ἐμηχανᾶτο τοίνυν ἀνδρὸς σχῆμα ἀναλαβεῖν καὶ ἰδέ‐
5σθαι αὐτόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν εἶδεν στρατιώτας ἱκανοὺς ἀπερχομένους πρὸς τὸν ἅγιον εὔξασθαι. καὶ ἀναλαβομένη τὸ στρατιωτικὸν σχῆμα καὶ αὐτὴ συνωδοιπόρει αὐτοῖς. καὶ φθά‐ σαντες παρὰ τὸν τόπον, ὅπου ἦν ὁ στύλος τοῦ ἁγίου Συμεῶνος, λέγει τοῖς σὺν αὐτῷ στρατιώταις· Ἀδελφοί, εἰ βούλεσθε, κατα‐
10λείψαντές μοι τὰ ζῷα ὑμῶν εἰσέλθατε καὶ εὐλογήθητε παρὰ τοῦ δικαίου, καὶ ὅταν ἐξέλθητε πάλιν εἰσέρχομαι κἀγώ, ὅπως ἀξιωθῶ εὐλογηθῆναι παρὰ τοῦ δικαίου. εἰσελθόντων δὲ αὐ‐ τῶν καὶ προσκυνησάντων αὐτῶν λέγει αὐτοῖς ὁ ἅγιος Συ‐ μεών· Εἷς στρατιώτης ἐξ ὑμῶν κατελείφθη ἔξω. οἱ δὲ εἶπον
15αὐτῷ· Ναὶ δέσποτα· ζῷα ἡμῶν φυλάττει. καὶ ἀποκριθεὶς ὁ
δίκαιος εἶπεν αὐτοῖς· Ἐξελθόντες εἴπατε αὐτῷ· Μὴ σκύλλου, εἰσηκούσθης γὰρ καὶ εὐλογημένος εἶ τῷ κυρίῳ. οἱ δὲ ἐξελ‐ θόντες ἐπυνθάνοντο παρακαλοῦντες αὐτὸν ὅτι Τί σοι ἀγαθὸν πέπρακται παρὰ τῷ θεῷ; ἰδοὺ γὰρ εἶπεν ἡμῖν ὁ δίκαιος56
20ὅτι Εἴπατε τῷ μεθ’ ὑμῶν στρατιώτῃ τῷ ἀπομείναντι ἔξω· μὴ σκύλλου, εἰσηκούσθη γὰρ ἡ δέησίς σου καὶ εὐλογημένος εἶ τῷ κυρίῳ. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὁμολογῶ ὑμῖν, ἀδελ‐ φοί, γυνή εἰμι καὶ ἐκ πολλῆς ἐπιθυμίας εἶχον ἰδέσθαι τὸν δί‐ καιον, ἐπειδὴ ἁμαρτωλὸς ὑπάρχω. καὶ ἀκούσαντες οἱ στρα‐
25τιῶται ἐξεπλήττοντο εὐλογοῦντες τὸν θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος καὶ ἐπορεύοντο ἐν εἰρήνῃ.

24

Ἄλλο δὲ μυστήριον ἐὰν ἀκούσῃς. παραγενομένου πλή‐ θους ἱκανοῦ † κατὰ τὸ ἔθος μετὰ θυμιάματος κράζων αὐτῷ· Δοῦλε τοῦ θεοῦ, ὁ λαὸς τὴν εὐλογίαν σου προσκαρτερεῖ δέ‐ ξασθαι, κέλευσον ἀπόλυσον αὐτούς, ἰδοὺ γὰρ πολλὴν ὥραν
5ἔχουσιν προσκαρτεροῦντες, καὶ οὐδεμίαν ἀπόκρισιν ἐλάμβανον. οὐδὲ γὰρ παρῆν τὸ πνεῦμα αὐτοῦ. ἐν δὲ τῷ κράζειν με αὐ‐ τὸν ἐπιμόνως καὶ μὴ λαμβάνειν ἀπόκρισιν ἤρξατο ὁ διάκων ὀδύρεσθαι ἄνω παρὰ τὸν κίονα νομίσας ὅτι ἀπέθανεν. καὶ θεασάμενον τὸ πλῆθος τοῦ λαοῦ ἤρξατο στρεγγίζειν καὶ κό‐
10πτεσθαι κοπετὸν μέγαν πενθοῦντες τὰς ἁμαρτίας αὐτῶν. καὶ ὡς μετὰ ὥραν ἱκανὴν πάλιν ὑπέστρεψεν τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον, καὶ ἀποκριθεὶς εἶπεν τῷ λαῷ· Ἀδελφοί, πλοῖον μέγα ἐν τῇ θαλάσσῃ ἐχειμάζετο σφοδρῶς τῇ ὥρᾳ ταύτῃ, ἔχον[τα] ὡς τριακοσίας ψυχάς· καὶ ἔκραξαν πᾶσαι αἱ ψυχαὶ παρακαλοῦσαι
15τὸν δεσπότην θεόν. καὶ κράζοντές μοι μεθ’ ὅρκων φρικτῶν καὶ θεασάμενος τὸ συμβαῖνον αὐτοῖς παρεκάλεσα τὸν ἀεὶ μακρο‐ θυμοῦντα θεὸν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν τὴν θάλασσαν κατα‐ πραῧναι, καὶ δεδωκὼς αὐτοῖς χεῖρα ἀπέσωσα ἅπαντας. καὶ ἀκούσαντες τὸ μυστήριον τὰ πλήθη τοῦ λαοῦ ἐδόξαζον τὸν
20θεὸν διὰ τοῦ ἁγίου Συμεῶνος. καὶ εὐλογήσας αὐτοὺς ὁ δίκαιος ἀπέλυσεν ἐν εἰρήνῃ.

25

Ὄφεως θηλείας ἐξῆλθεν φῦμα μέγα καὶ ἐκ τῶν ἀλγη‐ δόνων αὐτῆς ἀπῄει ἐπὶ μίλιον ἕν. καὶ συναλγήσας ὁ ἄρρεν
τοῖς πόνοις αὐτῆς λαβὼν τὴν θήλειαν αὐτοῦ ἤρχοντο πρὸς τὸν κύριν Συμεῶνα καὶ φθάσαντες παρὰ τὸν στύλον ἐχωρίσθη‐58
5σαν ἀλλήλων. ἡ γὰρ θήλεια μὴ τολμῶσα ὀφθῆναι τῷ δικαίῳ ἀπῆλθεν εἰς τὸ μέρος τῶν γυναικῶν, ὁ δὲ ἄρρεν εἰσελθὼν μεταξὺ τοῦ πλήθους ἐκείνου προσεκύνει τῷ στύλῳ ἄνω κάτω ποιῶν τὴν κεφαλὴν αὐτοῦ καὶ δεόμενος τῷ δικαίῳ. θεασάμενοι δὲ οἱ ὄχλοι τὸ παμμεγεθὲς τοῦ ὄφεως ἔφυγον ἀπ’ αὐτοῦ. καὶ
10ἰδὼν ὁ ἅγιος Συμεὼν εἶπεν τοῖς ὄχλοις· Μὴ φεύγετε, ἀδελφοί, ὄντως γὰρ εὐχὴν ἔχων ἦλθεν ὧδε. ἡ γὰρ θήλεια αὐτοῦ ἀσθε‐ νεῖ σφόδρα καὶ εἰς μέρος τῶν γυναικῶν ἀπῆλθεν. καὶ λέγει τῷ ὄφει. Ἔπαρον ἐκ τῆς γῆς πηλὸν καὶ ἀνένεγκε τῇ γυναικί σου. καὶ ἐπιθήσας ἐμφύσησον αὐτὴν καὶ ἔχει αὐτῇ θεραπεῦσαι.
15λαβὼν δὲ ὁ ὄφις ἐκ τῆς πηλοῦ ἀπῄει πρὸς τὴν θήλειαν αὐτοῦ. θεασάμενοι δὲ οἱ ὄχλοι κατηκολούθησαν αὐτὸν ἰδεῖν τί μέλλει ποιεῖν. καὶ βλέπουσι τὴν θήλειαν αὐτοῦ ἑστῶσαν ὀρθὴν ἔξω‐ θεν τῶν καγκέλλων ἔχουσαν φῦμα μέγα καὶ λαβὼν ὁ ὄφις τὸν πηλὸν ἐπιτιθεῖ αὐτὴν καὶ ἐμφυσήσας αὐτῇ παρουσίᾳ πάν‐
20των ἐθεράπευσεν αὐτήν. καὶ λαβὼν αὐτὴν ἀνεχώρησεν. καὶ θεασάμενοι οἱ ὄχλοι τὸ μυστήριον ἐδόξασαν τὸν θεόν.

26

Ἕτερον δὲ θαῦμα ἐγένετο ἐν ταῖς ἡμέραις αὐτοῦ. ἐπελθούσης γὰρ τῆς μεγάλης ἀπειλῆς τῶν φόβων ἐπὶ πᾶσαν τὴν οἰκουμένην κατήγοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἀνατολὴ καὶ Ἀντιόχεια δεόμενοι αὐτοῦ ἐπὶ τὸ δυσωπῆσαι τὸν θεόν. πολλαὶ
5γὰρ πτώσεις ἐγίνοντο οἰκημάτων καὶ θνήσεις ἀνθρώπων ἱκα‐ νῶν, ὥστε καὶ τὸν δίκαιον σὺν τῷ στύλῳ ὥσπερ κάλαμον ὑπὸ ἀνέμου δονεῖσθαι. καὶ σὺν αὐτοῖς δακρύων ἔλεγεν τοῖς ὄχλοις· Ἀδελφοί, πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, οὐκ ἔστιν ἕως ἑνός. οὐκ ἀκούετέ μου, ἀλλὰ εἰς τὸ τίς τίνα πλεονεκτή‐
10σει αἱ πορνεῖαι ὑμῶν καὶ αἱ ἀδικίαι ὑπερπεριέσσευσαν. ὄντως ὑμῖν ἀδελφοὶ λέγω· εὐκοπώτερόν ἐστιν μοι λαλεῖν μετὰ τοῦ
δεσπότου ἢ μεθ’ ὑμῶν τῶν ἀπίστων. καὶ κελεύσας παύσασθαι τὸ λιτανεύειν, ἐποίησεν εὐχήν, καὶ πάλιν ἐπέμενεν ἐν τοῖς αὐτοῖς ἡ ἀπειλὴ δονοῦσα τὰ πάντα. καὶ ἐπέτρεψεν αὐτοῖς60
15κράζειν τὸ Κύριε ἐλέησον. καὶ ἐπιμενόντων αὐτῶν ἐπὶ ὥρας ἱκανὰς καὶ κραζόντων αὐτῶν· Δὸς ἡμῖν εἰρήνην, ἐποίησεν εὐχὴν μεγάλην. καὶ μετὰ τὸ πληρῶσαι αὐτὸν τὴν εὐχὴν ἀποκριθεὶς εἶπεν τῷ λαῷ· Ἀδελφοὶ ὄντως ὑμῖν λέγω, ὅτι ἀπὸ παντὸς τοῦ πλήθους εἰ μὴ μία ψυχὴ ἄλλη οὐκ εἰσηκούσθη· ἵνα δὲ
20πείσω ὑμᾶς, ἰδοὺ ἐν τῷ μέσῳ αὐτὸν ποιῶ ἐλθεῖν. καὶ κελεύ‐ σας αὐτὸν ἐλθεῖν παρουσίαν πάντων ἐπερωτᾷ αὐτὸν καὶ λέγει αὐτῷ· Ἀδελφὲ πίστευσόν μοι λέγοντι· ἀπὸ πάντων τούτων σὺ μόνος ἠκούσθης· ἀλλὰ πληροφόρησον πάντας καὶ εἰπὲ ἡμῖν, τί σοι ἀγαθὸν πέπρακται. ἐ〈κεῖ〉νος δὲ οὐκ ἤθελεν λέγων·
25Ἁμαρτωλός εἰμι, συνχώρησόν μοι. ἀναγκαζομένου δὲ αὐτοῦ ἐπὶ πολὺ ἦλθεν αὐτῷ φωνὴ ἐκ τὸν οὐρανὸν λέγουσα· Εἰση‐ κούσθη ἡ δέησίς σου. καὶ τοῦ ἀγροίκου ἑστῶτος μεταξὺ παν‐ τὸς τοῦ λαοῦ ἤρξατο αὐτοῖς διηγεῖσθαι ὅτι Ἄνθρωπός εἰμι γεωργὸς καὶ ἔθος μοί ἐστιν, τὸν κόπον μου τῆς ἡμέρας, ὃν
30ἐὰν κάμω, εἰς τρία μέρη μερίζω αὐτά. καὶ πρῶτον ἀποτίθε‐ μαι τὸ μέρος τῶν πτωχῶν, μετὰ τὸ τέλος τοῦ δημοσίου, καὶ οὕτως τὸ τοῦ ἀναλώματός μου. τοῦτο ποιῶν ἕως τῆς δεῦρο οὐκ ἐπαυσάμην. καὶ πάντες ἀσπαζόμενοι προσεκύνουν αὐτόν.
καὶ συνέθλιβον τὸν ἄνδρα εἷς ἕκαστος μαινόμενος ἰδεῖν αὐτόν.62

27

Ἰουλιανὸς δέ τις ἄνθρωπος ὑπάρχων Ἀρδαβουρίου οὐκ ἐπαύσατο ἐνοχλῶν Ἀρδαβουρίῳ λέγειν· Ἐπίτρεψόν μοι καὶ ἀνελθὼν κατα〈φέρω αὐτὸν〉 ἐκ τοῦ κίονος καὶ πληρῶ αὐτὸν fehlt eine Zeile καὶ ὁρμήσαντος πρὸς αὐτὸν καὶ θήσαντος
5〈σκά〉λαν εἰς τὸν κίονα ἀνῆλθεν Ἰουλιανὸς ὁ προσδοκῶν αὐτὸν καταγαγεῖν. καὶ ἀνελθὼν ἕως τρίτου βασμίδος ἀπέστη ἡ σκάλα ἀπὸ τοῦ κίονος καὶ ἐκρεμάσθη ἀπὸ τῆς γῆς ὡς ἀπὸ πηχῶν τεσσάρων, καὶ ἐκρέμετο εἰς τὸν ἀέρα. καὶ πάντες ἐθαύμαζον ἐπὶ τῇ θέᾳ τῇ γινομένῃ· καὶ διαπονηθεὶς Ἀρδαβούριος ἔτεινεν
10τὸ τόξον αὐτοῦ βουλόμενος αὐτὸν τοξεῦσαι καὶ εὐθέως ἐνάρ‐ κησεν αὐτοῦ ἡ χεὶρ καὶ οὐκ ἴσχυσεν ἀπολ〈ῦσαι〉 τὴν σαγίταν. οὐ μόνον δὲ ἐχειράγρησεν ἀλλὰ καὶ ἐποδάλγησεν ἕως τῆς τε‐ λευτῆς αὐτοῦ.]

28

Ἔστη οὖν ὁ μακάριος ἐν διαφόροις κίοσιν ἔτη τεσσα‐ ράκοντα καὶ ἑπτὰ καὶ μετὰ ταῦτα πάντα ἐπεζήτησεν αὐτόν· καὶ ἦν ἡμέρα παρασκευή· καὶ ἦν κεκλεισμένος εἰς εὐχὴν καὶ ὡς ἔθος εἶχεν, ἐποίησεν ὅλην τὴν παρασκευὴν καὶ τῷ σαββάτῳ
5καὶ τῇ κυριακῇ καὶ οὐκ ἀνένευσεν, ὡς ἔθος εἶχεν, εὐλογεῖν τοὺς κεκλικότας τὰ γόνατα. καὶ ὡς εἶδον τοῦτο, ἀνῆλθον πρὸς αὐτὸν καὶ εἶδον τὸ πρόσωπον αὐτοῦ καὶ ἦν ἐξαστράπτον ὡς
ὁ ἥλιος. καὶ καθὼς εἶχεν ἔθος τοῦ λαλεῖν μοι, οὐδέν μοι ἀπ‐ εκρίνατο. κἀγὼ ἔλεγον ἐν ἑαυτῷ, ὅτι ἀνεπάη· καὶ πάλιν ἠπί‐64
10στουν καὶ ἐφοβούμην ἐγγίσαι αὐτῷ καὶ τολμήσας λέγω αὐτῷ· Κύριέ μου, διὰ τί μοι οὐ λαλεῖς καὶ τελεῖς τὴν εὐχήν σου; ὁ κόσμος ἐκδέχεται, ἵνα εὐλογηθῇ, ἰδοὺ τρεῖς ἡμέραι. καὶ στὰς πάλιν ὥραν μίαν λέγω αὐτῷ· Οὐδέν μοι ἀποκρίνῃ, κύριέ μου. καὶ ἐκτείνας μου τὴν χεῖρα ἡψάμην τοῦ πώγωνος αὐτοῦ καὶ
15ὡς εἶδον, ὅτι μαλθακώτερον ἦν τὸ σῶμα αὐτοῦ, ἔγνων, ὅτι ἐτελεύτησεν· καὶ θεὶς τὸ πρόσωπόν μου ἐν ταῖς χερσίν μου ἔκλαυσα πικρῶς καὶ κύψας ἐφίλησα αὐτοῦ τὸ στόμα καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸν πώγωνα καὶ παρεπάρας αὐτοῦ τὸ ἱμάτιον ἐφίλησα τοὺς πόδας αὐτοῦ καὶ κρατήσας τὴν χεῖρα αὐτοῦ
20ἔθηκα ἐπὶ τοὺς ὀφθαλμούς μου. καὶ ἐν ὅλῳ τῷ σώματί μου καὶ ἐν τοῖς ἱματίοις αὐτοῦ ἦν ὀσμὴ μύρου, ὥστε εὐφραν‐ θῆναι ἀπὸ τῆς εὐωδίας ἐκείνης. καὶ στὰς ὡς ἡμιώριον προσ‐ έσχον τῷ τιμίῳ αὐτοῦ λειψάνῳ καὶ ἰδοὺ ἐσείσθη τὸ σῶμα αὐτοῦ ἅμα τῷ στύλῳ καὶ ἤκουσα φωνῆς λεγούσης· Ἀμὴν ἀμὴν
25ἀμήν, καὶ ἐκ τοῦ φόβου εἶπον· Εὐλόγησόν με, κύριε, καὶ μνήσθητί μου ἐν τῇ καλῇ σου ἀναπαύσει.

29

Καὶ κατῆλθον καὶ οὐκ ἐφανέρωσά τινι τὸ μυστήριον, ἵνα μὴ θόρυβος γένηται, ἀλλὰ διὰ πιστοῦ ἀνδρὸς ἐσήμανα τῷ ἐπισκόπῳ Ἀντιοχείας Μαρτυρίῳ καὶ τῷ στρατηλάτῃ Ἀρδα‐
βουρίῳ. καὶ τῇ ἑξῆς ἡμέρᾳ ἔρχεται ὁ ἐπίσκοπος Ἀντιοχείας66
5μετὰ καὶ ἄλλων ἓξ ἐπισκόπων· ἔρχεται δὲ καὶ ὁ Ἀρδαβούριος μετὰ ἑξακοσίων ὀνομάτων, ἵνα μὴ συναχθέντων τῶν χωρίων ἁρπάσωσι τὸ τίμιον αὐτοῦ λείψανον· οὕτως γὰρ καὶ ἐσκέ‐ πτοντο. ἐγένοντο δὲ κορτῖναι κύκλῳ τοῦ στύλου αὐτοῦ. καὶ ἀνέρχονται τρεῖς ἐπίσκοποι καὶ φιλοῦσι τὰ ἱμάτια αὐτοῦ εἰπόν‐
10τες τρεῖς ψαλμοὺς καὶ ἀνήνεγκαν γλωσσόκομον μολύβδινον καὶ ἔθηκαν τὸ ἅγιον αὐτοῦ λείψανον καὶ καταφέρουσιν αὐτὸ διὰ μαγγάνων καὶ τότε ἔγνωσαν πάντες, ὅτι ἐτελεύτησεν ὁ ἅγιος Συμεών, ὥστε καὶ τοὺς Σαρακηνοὺς πάντας συναχθῆναι ἐν ὅπλοις μετὰ καμήλων βουλομένων καὶ αὐτῶν ἁρπάσαι τὸ
15λείψανον. καὶ γίνεται σύγχυσις τοῦ ὄχλου ὥστε μὴ φαίνεσθαι τὸ ὄρος ἐκ τοῦ πλήθους καὶ τοῦ καπνοῦ τῶν θυμιαμάτων καὶ τῶν κηρῶν καὶ λαμπάδων τῶν καιομένων, ὧν οὐκ ἦν ἀριθμός. Αἱ δὲ φωναὶ τοῦ κλαυθμοῦ τῶν ἀνδρῶν καὶ γυναι‐ κῶν καὶ παιδίων ἀπῄει ἕως μακρὰν καὶ ὅλον τὸ ὄρος ἐσαλεύετο
20ἀπὸ τῆς κραυγῆς τῶν πετεινῶν τῶν συναχθέντων καὶ κυκλω‐ σάντων τὴν μάνδραν τοῦ ἁγίου. Ὡς οὖν κατήγαγον αὐτόν, ἔθηκαν αὐτὸν ἐπὶ τὸ ἀλτάριον τὸ μαρμάρινον, ὃ εἶχεν ἔμπροσ‐ θεν τοῦ στύλου αὐτοῦ τετάρτην ἤδη ἔχων ἡμέραν τελευτήσας. καὶ οὕτως ἥπλωσεν τὸ ἅγιον αὐτοῦ λείψανον ὡς πρὸ ὥρας68
25μιᾶς ἀναπαείς. καὶ πάντες οἱ ἐπίσκοποι ἔδωκαν αὐτῷ τὴν ἀγάπην· τὸ δὲ πρόσωπον αὐτοῦ ἦν φαιδρὸν πάνυ ὡς τὸ φῶς· αἱ δὲ τρίχες τῆς κεφαλῆς αὐτοῦ καὶ τοῦ πώγωνος ἦσαν ὡσεὶ χιών. ἠθέλησεν δὲ ὁ ἐπίσκοπος Ἀντιοχείας ἆραι τρίχαν τοῦ πώγω‐ νος αὐτοῦ εἰς εὐλογίαν καὶ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ ἐποί‐
30ησαν πάντες οἱ ἐπίσκοποι ὑπὲρ αὐτοῦ εὐχὴν κλαίοντες καὶ λέγοντες τῷ ἁγίῳ λειψάνῳ ὅτι Οὐδέν σοι λείπει τῶν μελῶν ἢ τῶν ἱματίων οὔτε πάλιν ἀρεῖ τις ἐκ τοῦ ἁγίου σου καὶ τι‐ μίου λειψάνου. καὶ ταῦτα αὐτῶν λεγόντων μετὰ κλαυθμοῦ ἀπεκατεστάθη ἡ χεὶρ τοῦ ἐπισκόπου ὑγιής. καὶ τότε μετὰ
35ψαλμῶν καὶ ὕμνων ἔβαλον αὐτὸν ἐν τῷ γλωσσοκόμῳ.

30

Ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐθεώρουν πρὸ πέντε καὶ ἓξ
ἡμερῶν τῆς ἀναπαύσεως αὐτοῦ ἄνδραν ἐν στολῇ φοβερᾷ, ᾗ οὐ δύναμαι διηγήσασθαι καὶ τὸ μῆκος αὐτοῦ ὄντα ὡς δύο ἀνθρώπων καὶ λαλοῦντα αὐτῷ τρίτον τῆς ἡμέρας καὶ διδοῦντα70
5αὐτῷ τὴν ἀγάπην. ἐγὼ δὲ ἠθέλησα διηγήσασθαί τισιν τὰ περὶ αὐτοῦ καὶ ὁ νοῦς μου ἡρπάζετο καὶ ἐκωλυόμην τοῦ λαλεῖν ἕως οὗ ἀνεπάη. καθὼς οὖν ἤρχετο πρὸς αὐτὸν ὁ ἀνήρ, ὃν εἶπον, ἐθεώρουν, φησίν, ἐσθίοντας αὐτούς· τὸ δὲ τί ἤσθιον, οὐκ ᾔδειν καὶ ἔψαλλον· τί δὲ ἔψαλλον, οὐκ ᾔδειν, εἰ μὴ μόνον τὸ ἀμήν.
10καὶ φόβος με περιεῖχεν πρὸς τὴν θέαν τοῦ ἀνδρός.

31

Ἐπιτιθοῦσιν οὖν τὸ γλωσσόκομον τοῦ ἁγίου ἐπὶ τὴν καροῦχαν καὶ οὕτως μετὰ κηρῶν καὶ θυμιαμάτων καὶ ψαλμῳ‐
δίας ἀποφέρουσιν αὐτὸν εἰς τὴν πόλιν αὐτῶν Ἀντιόχειαν. ἐρχομένων δὲ αὐτῶν ὡς ἀπὸ μιλίων πέντε τῆς πόλεως ἐν72
5τόπῳ λεγομένῳ Μερόπη ἐστάθησαν αἱ μοῦλαι καὶ οὐκ ἐκι‐ νῶντο· μυστήριον γὰρ παράδοξον ἦν ἐκεῖ· ἦν γὰρ ἐκ δεξιῶν τῆς ὁδοῦ μνῆμα. καὶ παρέμενεν αὐτῷ τις ἀνήρ· τὸ δὲ πρᾶγμα τοῦ ἀνδρὸς τοιοῦτον ἦν. ὕπανδρον γυναῖκα ἐφίλει ἐπὶ εἴκοσι χρόνους καὶ οὐκ ἠδυνήθη αὐτῆς κυριεῦσαι. ἐτελεύτησεν δὲ ἡ
10γυνή, καὶ τιθοῦσιν αὐτὴν ἐν ἐκεῖνο τὸ μνῆμα. καὶ ἵνα πως κερδήσῃ ὁ μισόκαλος τὴν ψυχὴν τοῦ ἀνδρός, ἀπελθὼν ἐν τῷ μνημείῳ παρανοίγει τὴν πλάκα τοῦ μνήματος καὶ συγγίνεται τῷ νενεκρωμένῳ σώματι. καὶ εὐθέως ἐβοβώθη καὶ ἐκρατήθη ἐν τῷ μνήματι καὶ οὐκέτι ἠδύνατο ἀναχωρῆσαι τοῦ τόπου
15ἐκείνου. παρερχομένων δὲ τῶν ὁδοιπόρων προσεῖχον αὐτῷ καθεζομένῳ ἐν τοῖς βαθμιδίοις τοῦ μνήματος, καὶ ἕκαστος διὰ τὸν θεὸν ἀπέφερεν αὐτῷ, ὃς μὲν ὕδωρ, ὃς δὲ τροφήν. κατὰ βούλησιν δὲ θεοῦ παρερχομένου τοῦ τιμίου λειψάνου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ (lies ὁ) μήτε λαλῶν μήτε ἀκούων τῆς καρού‐
20χας ἱσταμένης καὶ τοῦ ὄχλου ἐξῆλθεν ἐκ τοῦ μνήματος κράζων καὶ λέγων· Ἐλέησόν με, ἅγιε τοῦ θεοῦ Συμεών, καὶ ἐπιλαβό‐ μενος τῆς καρούχας, εὐθέως ἠνεῴχθησαν αὐτοῦ τὰ χαλινὰ καὶ
αἱ φρένες αὐτοῦ ἦλθον εἰς διάνοιαν. καὶ πάντες ἰδόντες τὸ γεγονὸς ἐδόξασαν τὸν θεόν, ἀπὸ δὲ τῆς κραυγῆς τῶν ἀνθρώ‐74
25πων ἐσείετο ὁ τόπος ἐκεῖνος. ὁ δὲ ἄνθρωπος ἔκραζεν· Ἐγὼ σήμερον διὰ σοῦ ἐσώθην, δοῦλε τοῦ θεοῦ, ἀπολωλὼς γὰρ ἤμην τῇ ἁμαρτίᾳ.

32

Ἐξῆλθεν δὲ πᾶσα ἡ πόλις εἰς ὑπάντησιν τοῦ τιμίου λειψάνου λευχημονοῦντες μετὰ κηρῶν καὶ λαμπάδων. καὶ εἰσφέρουσιν αὐτὸν εἰς τὴν ἐκκλησίαν τὴν λεγομένην Κασιανοῦ. καὶ μεθ’ ἡμέρας τριάκοντα κελεύει ὁ στρατηλάτης Ἀρδαβού‐
5ριος καὶ τίθησιν αὐτὸν ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ, κἀκεῖθεν πάλιν κατὰ ἀποκάλυψιν θεοῦ οἰκοδομήθη εὐκτήριος ναὸς τοῦ ἁγίου καὶ ὁσίου Συμεὼν καὶ οὕτως μετὰ πολλῆς δόξης καὶ ὕμνων μετέθηκαν τὸ ἅγιον αὐτοῦ λείψανον ἐν τῷ εὐκτηρίῳ ἐκείνῳ.

33

Πολλοὶ δὲ παρεκάλεσαν δεδωκότες χρυσίον καὶ ἀργύ‐ ριον, ἵνα λάβωσιν εὐλογίαν ἐκ τῶν ἁγίων αὐτοῦ λειψάνων.
καὶ οὐδενὶ παρέσχεν ὁ ἐπίσκοπος διὰ τοὺς ὅρκους, οὓς ὤμωσεν. πολλαὶ δὲ ἰάσεις ἐπιτελοῦνται ἐν τῷ τόπῳ, ἔνθα ἀπόκεινται76
5τὰ τίμια αὐτοῦ λείψανα διὰ τῆς χάριτος τῆς δοθείσης αὐτῷ παρὰ τοῦ δεσπότου ἡμῶν Χριστοῦ. ἐτελειώθη δὲ ὁ ἅγιος τοῦ θεοῦ Συμεὼν μηνὶ σεπτεμβρίῳ αʹ βασιλεύοντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

34

[Ἐγὼ δὲ ὁ ἐλάχιστος Ἀντώνιος παραμονάριος ὢν ἐκ μέρους ἱστόρησα· τίς γὰρ ἠδύνατο κατ’ ἀξίαν τὰ θαύματα αὐτοῦ καὶ τὰς ἰάσεις συγγράψασθαι εἰ μὴ ἐκ μέρους εἰκάσαι τὰς ἀχράντους αὐτοῦ πράξεις εἰς ἔπαινον καὶ δόξαν θεοῦ εἰς
5τοὺς αἰῶνας, ἀμήν:]78