TLG 2800 018 :: BASILIUS :: De vita et miraculis sanctae Theclae libri ii [Sp.] BASILIUS Scr. Eccl. De vita et miraculis sanctae Theclae libri ii [Sp.] Citation: Book — section — (line) | ||
1t | ΠΡΑΞΕΙΣ | |
1prol(t) | Προθεωρία | |
1 | Ἱστορία μὲν τὸ πονηθὲν ἡμῖν τοῦτο σύγγραμμα καὶ παλαιῶν ἔργων διήγησις, τῶν ὑπὸ τῆς μακαρίας Θέκλας τῆς ἀποστόλου καὶ μάρτυρος πραχθέντων, ἐξ ἑτέρας μὲν καὶ παλαιοτέρας ἱστο‐ ρίας ἐκληφθεῖσα, κατ’ ἴχνος δὲ αὐτῆς ἐκείνης συντεθεῖσα. Ἰστέον | |
---|---|---|
5 | δὲ τοσοῦτον, ὅτιπερ οὐχ ὡς ἐροῦντές τι πλέον, ἢ περικαλλέστερον, ἤγουν ἀκριβέστερον τῶν πάλαι ῥηθέντων, τὸν πόνον τοῦτον ἐν‐ εστησάμεθα, ἀλλ’ ὡς εὐχήν τε οἰκείαν ἡμῶν ἐκπληροῦντες—ὥστε τι καὶ τῶν ἡμῖν δυνατῶν τῶν μικρῶν καὶ εὐτελῶν ἀναθεῖναι τῇ μεγάλῃ μάρτυρι καὶ τὰ μικρότατα ἀγαπώσῃ δι’ ἀγαθότητα—, | |
10 | ἔτι μὴν καὶ ἀνδρὸς εὐσεβοῦς ἐπίταγμα εἰς πέρας ἀγαγεῖν σπουδά‐ ζοντες, οὗπέρ που καὶ κατὰ τὴν συγγραφὴν ἀμωσγέπως ἐποιησά‐ μεθα μνήμην. Παρατηρεῖν μέντοι ἀξιῶ τούς τε νῦν, τούς τε αὖθις ἴσως ἐντευξομένους τῷ συγγράμματι τούτῳ, ὡς εἴ τι καὶ περιττὸν ἐν τούτοις εἴρηται παρ’ ἡμῶν—εἴρηται γάρ—, ὡς οὐκ | |
15 | ἔξω τοῦ σκοποῦ τῶν πάλαι συγγραφέντων εἴρηται. Καὶ γὰρ τῇ διανοίᾳ καὶ τάξει τῶν τότε λεχθέντων ἤτοι πραχθέντων κατὰ τὸν τοῦ μαρτυρίου καιρὸν ἀκολουθήσαντες, δι’ ἑτέρας μόνον, ὡς εἰ‐ πεῖν, συνθήκης καὶ λέξεως τὸν ἄλλοις προπονηθέντα πόνον ᾠκειωσάμεθά τε καὶ ἀνεθέμεθα τῇ μεγίστῃ μάρτυρι. Προσυφή‐ | |
20 | ναντες δὲ αὐτῇ καὶ δημηγορίας κατὰ τὸ ἐνδεχόμενον, ἀρχαιό‐ τροπον αὐτῇ προσενείμαμεν, ὡς οἶμαι, κάλλος, μετὰ τοῦ καὶ τὸ οἰκεῖον καὶ ἁρμόζον ἑκάστῳ προσώπῳ φυλάξαι σχῆμα κατὰ τοὺς λόγους. Λέξεώς γε μὴν ἀττικιζούσης, ἤτοι φράσεως ἀρχαϊζού‐ | |
σης ὀλίγα ἐφροντίσαμεν, μόνης δὲ τῆς ἀληθείας καὶ σαφηνείας, | 168 | |
25 | καὶ τῆς ἐν τοῖς πράγμασι τάξεως ἐποιησάμεθα πρόνοιαν, ὡς μηδὲν ἀγνοεῖσθαι τὸ σύνολον τῶν ὑπὸ τῆς ἀποστόλου καὶ μάρ‐ τυρος ῥηθέντων ἢ πραχθέντων, ἤτοι καὶ τῶν δι’ αὐτὴν ὑφ’ ἑτέρων ῥηθέντων πάλιν ἢ πραχθέντων. Ἡρόδοτος μὲν ὁ Ἁλικαρνασεὺς καὶ Θουκυδίδης ὁ Ἀθηναῖος, | |
30 | καὶ εἴ τις μετὰ τούτους γέγονε τῶν ἱστορίας παλαιὰς ἢ νέας συγγεγραφότων, οἰκείᾳ ἔφασαν γνώμῃ καὶ προθυμίᾳ ἐπὶ τὸν οἰκεῖον ἕκαστος ἐληλυθέναι πόνον τῆς συγγραφῆς· ἐγὼ δὲ τὰ μὲν ὑπὸ θείας ὀμφῆς ἐρεθισθεὶς πολλάκις, τὰ δὲ καὶ ὑπὸ συμβουλῆς ἀνδρὸς ἀρίστου προτραπείς, Ἀχαιοῦ λέγω τοῦ παναρίστου καὶ | |
35 | σοφωτάτου, ἐπὶ τὴν τῆς ἀποστόλου καὶ μάρτυρος Θέκλας ἱστορίαν ἐλήλυθα. Οὐχ ὡς ἂν μὴ ἐξίτηλα, μηδὲ ἄδηλα τῷ μακρῷ χρόνῳ γένηται—βέβαια γὰρ ἀεὶ καὶ πάγια καὶ ἀθάνατα μένει τὰ τῶν ἁγίων ἔργα παρὰ Θεοῦ φυλαττόμενα, εἴς τε οἰκεῖον ἀεὶ κλέος, καὶ ἀνθρώπων τῶν ἐν γῇ ἔτι στρεφομένων ὠφέλειαν—, ἀλλ’ ὡς | |
40 | ἂν ἡμᾶς τε αὐτοὺς τῷ ἱερῷ τούτῳ πόνῳ κοσμήσωμεν, καὶ ἣν πάλαι ὠδίνομεν εὐχήν, ταύτην ἀποπληρώσωμεν, τόν τε ταῦτα ποιεῖν ἡμῖν διακελευσάμενον ἄνδρα δῆλον καὶ τοῖς μετέπειτα ποι‐ ήσωμεν ἀνθρώποις. Ὥσπερ οὖν καὶ ὁ θαυμάσιος Λουκᾶς φαίνε‐ ται πεποιηκὼς ἔν τε τοῖς θείοις Εὐαγγελίοις, ἔν τε τῷ περὶ τῶν | |
45 | ἀποστόλων συντάγματι, προτάξας τὸν Θεόφιλον, ᾧ καὶ τὸν πάντα πόνον ἀνέθηκε τῆς θείας συγγραφῆς. Ἄρξομαι δὲ ὧδε τῆς παρθενικῆς ἱστορίας. | |
1.1 | Τοῦ Θεοῦ Λόγου φύντος μὲν ἐκ Θεοῦ καὶ Πατρὸς ἄνωθεν καὶ ἐξ ὅτου περ ἦν ὁ Πατήρ—οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ὁ Πατήρ, ἀεὶ συνὼν τῷ Παιδί· καὶ γὰρ ἀεὶ συνυπῆρχον ἀλλήλοις, ὁ Πατὴρ τῷ Παιδί, ὁ Παῖς τῷ Πατρί, τὸ φῶς τῷ φωτί, τὸ ἀεὶ ζῶν ὕδωρ τῇ ἀεὶ ζώσῃ | |
5 | πηγῇ—, φύντος δὲ καὶ σαρκωθέντος ἐκ τῆς ἁγίας παρθένου καὶ ἀείπαιδος Μαρίας ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, καὶ φοιτήσαντος εἰς γῆν ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους, διόπερ ἐγεγόνει καὶ ἄνθρωπος, συνέστη μὲν ὁ χορὸς τῶν ἀποστόλων ὑπ’ αὐτοῦ Χρι‐ στοῦ τὰ κατὰ τὴν γῆν ἔτι διαθεσμοθετοῦντος, ἐπεβλάστησαν δὲ | 170 |
10 | καὶ ἐπώμβρησαν αἱ τῶν μαρτύρων ἀγέλαι πολλαὶ καὶ ἀναρίθμητοι μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ τοῦ Χριστοῦ. Πάλιν ἐν τού‐ τῳ πάρεισι τῷ καιρῷ καὶ ἡ Θέκλα, οὐ μετὰ πολλοὺς μάρτυρας οὐδὲ μετὰ πολλάς, ἀλλὰ δευτέρα μὲν εὐθὺς μετὰ τοὺς ἀποστόλους καὶ Στέφανον τὸν μάρτυρα, ὃν καὶ πρῶτον οἶδεν ὁ λόγος τῆς ἀλη‐ | |
15 | θείας, πρώτη δὲ πασῶν γυναικῶν, ὥστε τὸν μὲν Στέφανον ἡγε‐ μονεύειν τῶν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν ἀγωνισαμένων ἀν‐ δρῶν, τὴν δὲ Θέκλαν τῶν γυναικῶν, ἐν ὁμοίοις διαγωνισαμένην τοῖς ἄθλοις. Πάρεισι δὲ οὕτως. Ὁ θεσπέσιος Παῦλος, ὢν μὲν ἰουδαῖος τὸ ἐξ ἀρχῆς καὶ διώ‐ | |
20 | κτης καὶ τοῦ πατρῴου νόμου ζηλωτής, ὡς αὐτός πού φησιν, ἀξιωθεὶς δὲ τοῦ θείου βαπτίσματος καὶ κηρύγματος, καὶ τοῦ εἶναι ἀπόστολος—τὸ δὲ ὅπως παρὰ τοῦ μακαρίου δεδιδάγμεθα Λουκᾶ —, τοῦ ἀποστολικοῦ καὶ αὐτὸς εἴχετο δρόμου λοιπόν. Οὗτος τοίνυν ὁ Παῦλος διαθέων τὴν οἰκουμένην ἐπὶ κατηχήσει καὶ κλήσει | |
25 | καὶ σωτηρίᾳ τῶν ἐθνῶν, γίνεται καὶ κατὰ τὸ Ἰκόνιον, ὡς ἂν καὶ αὐτόθι κηρύξων τὴν εὐσέβειαν. Πόλις δὲ αὕτη Λυκαονίας, τῆς μὲν Ἑῴας οὐ πολύ τι ἀπέχουσα, τῇ δὲ Ἀσιανῶν μᾶλλόν τι προσορμίζουσα, καὶ τῆς Πισιδῶν καὶ Φρυγῶν χώρας ἐν προ‐ οιμίῳ κειμένη. Ἐν ταύτῃ δὴ γεγονώς, καὶ τῆς παρὰ Ὀνη‐ | |
30 | σιφόρου δεξιώσεως ἀξιωθείς, καὶ φιλοφρόνως ξεναγηθείς, γίνεται καὶ γείτων τῆς παρθένου Θέκλας, οὐ τοῦτο βουλόμενος, οὐδὲ πρὸς τοῦτο ἐπειγόμενος, ὑπὸ δὲ τοῦ ἁγίου Πνεύματος ὁδηγούμε‐ νος, ἵν’ ἐκ τῆς τοιαύτης γειτνιάσεως καὶ μὴ ὁρώμενος ὁ Παῦλος | |
διαπορθμεύσῃ τῇ παρθένῳ τὴν πίστιν, καὶ τῇ ὑπὸ τῷ ζόφῳ τῆς | 172 | |
35 | πλάνης ἔτι καθημένῃ κόρῃ διαπέμψῃ καὶ ὑπαυγάσῃ τὴν ἀκτῖνα τῆς εὐσεβείας. Ὃ δὴ καὶ γεγένηται. Ὡς γὰρ ὁ μὲν ἐδίδασκε κατὰ τὴν ἑστίαν τοῦ Ὀνησιφόρου, πολλοὶ δὲ ἠκροῶντο, ἐπ’ αὐτό τε τοῦτο καὶ διὰ τοῦτο συλλεγέντες, ἡ παρθένος, εὐπατρίδις τε οὖσα τὸ ἐξ ἀρχῆς, καὶ τῶν ἄγαν ἐπ’ εὐγενείᾳ καὶ πλούτῳ καὶ | |
40 | κάλλει σεμνυνομένων, ἤδη δὲ καὶ ὥραν ἔχουσα γάμου, καὶ πολ‐ λοῖς μὲν πολλάκις τῶν εὐδαιμόνων καὶ νέων κινήσασα φροντίδας καὶ ἔρεις—ὑπὲρ ὧν εὐδαίμοσι καὶ νέοις, καὶ τὴν καλλίστην καὶ βελτίστην ἄγεσθαι βουλομένοις, ἀεὶ κινεῖσθαι φιλοῦσι φροντί‐ δες καὶ ἔριδες—, προσομιληθεῖσα δ’ οὖν ὅμως τῷ Θαμύριδι διὰ | |
45 | τῆς μητρὸς Θεοκλείας, ἀνδρὶ τῶν ὁπόσοι κατὰ τὴν πόλιν ἐκείνην ἦσαν εὐδαίμονες εὐδαιμονεστέρῳ τε καὶ τἆλλα κρατοῦντι τῶν ἄλλων ἁπάντων, ἔτι δὲ ἐν ὑπερθέσει καὶ ἀναβολῇ τῆς νυμφο‐ στολίας οὔσης, πρός τινι γίνεται τῶν κατὰ τὴν ἑστίαν θυρίδων ἡ παρθένος, πλησίον οὔσῃ καὶ αὐτῇ θυρίδος ἑτέρας τῆς κατὰ | |
1.1(50) | τὴν ἑτέραν οἰκίαν ὑπαρχούσης, τὴν τοῦ Ὀνησιφόρου, καί πως ἀκούει τῆς Παύλου φωνῆς· καὶ τὴν ἀρχὴν κατεπλάγη, ὡς ἂν ξένης καὶ ἀήθους ἀκούσασα φωνῆς—οὕτω τοῦ Χριστοῦ βουλη‐ θέντος, ἵν’ οὕτω μάλιστα τὸ τοσοῦτο ζωγρηθείη καλόν. Καί τινων λόγων ὑπαισθομένη τῆς θείας ἀκροάσεως, ἐδήχθη μὲν εὐ‐ | |
55 | θὺς τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων, προσπήγνυται δὲ τῇ θυρίδι | |
καθάπερ ὑπ’ ἀδαμαντίνων ἥλων τῶν τοῦ Παύλου λόγων. | 174 | |
1.2 | Ποῖοι δὲ καὶ τίνες οἱ τοῦ Παύλου λόγοι; «Ἄνδρες, οἳ ξυνεληλύθατε μὲν ὥς τι ξένον ἀκουσόμενοι καὶ παράδοξον παρ’ ἐμοῦ τοῦ ξένου δημηγόρου, ἐρῶ δὲ ξένα μὲν ἀλη‐ θῶς καὶ παράδοξα, θεῖα δ’ οὖν ὅμως καὶ σωτήρια, καὶ ἃ παρ’ αὐ‐ | |
5 | τοῦ τοῦ Θεοῦ Λόγου δεδίδαγμαι, τοῦ ἐξ ἀνθρωπίνης μορφῆς καὶ φύσεως καὶ τεχθέντος καὶ εἰς γῆν ὀφθέντος, καὶ τὴν ἀγγελικὴν ἡμᾶς ταύτην καὶ οὐράνιον πολιτείαν ἐκπαιδεύσαντος. Ὡς μακα‐ ριστὸς μὲν ἐκεῖνος καὶ Θεοῦ γνήσιος θεωρός, ὁ τὴν ἑαυτοῦ ψυχὴν εἰλικρινῆ καὶ ἀμιγῆ καὶ ἀθόλωτον ἐκ τῶν ἀνθρωπίνων τούτων | |
10 | διατηρήσας κακῶν· μακαριστὸς δ’ αὖ πάλιν κἀκεῖνος ὁ ταῖς αἰσχίσταις τῶν ἡδονῶν τὴν ἑαυτοῦ σάρκα μὴ καταπροδούς, ὡς τὸν Θεὸν ἐσαεὶ καὶ αὐτὸς ἀκωλύτως ὀψόμενος· οὐδὲν δὲ ἧττον μακαριστὸς καὶ ὁ τεχθεὶς μὲν φύσεως νόμῳ, ὡς μηδὲ ὅλως τεχθεὶς καθαρὸς καὶ ἀκηλίδωτος τὸν βίον παραδραμών, καὶ το‐ | |
15 | σοῦτον τῷ βίῳ μόνον χρησάμενος, ὅσον χρήσασθαι μὲν τοῖς καλλίστοις καὶ Θεῷ ἀρέσκουσι, μὴ χρήσασθαι δὲ τοῖς κακίστοις καὶ λυποῦσι Θεόν. Κάλλιστον δὲ εἶναί φημι κἀκεῖνο, καὶ τῆς αὐτῆς μακαριότητος πρόξενον, τὸ τὸν μὲν γάμον αἱρεῖσθαι καὶ πηγνύναι γαμηλίους παστάδας, ὡς καὶ Θεοῦ τοῦτο κελεύσαντος, | |
20 | τοσοῦτον δὲ κεχρῆσθαι ταῖς γυναιξίν, ὅσον τοὺς ἐξ αὐτῶν καὶ ἀντ’ αὐτῶν παρέξειν τῷ βίῳ, τῇ μέντοι γε σεμνότητι τῶν ἐν παρθενίᾳ μηδὲν διαλλάττειν. Τῆς ἴσης δὲ αὖ πάλιν κἀκείνους μετέχειν φαίη τις ἂν μακαριότητος τοὺς αἰδοῖ καὶ φόβῳ τοῦ θείου ἐπιμελουμένους μὲν τῆς τῶν ψυχῶν καὶ σωμάτων ἁγνείας, | |
25 | ἐπιμελουμένους δὲ τῆς ἀκηράτου καὶ πάντα ἀρίστης παρθενίας, καὶ τὸν τῶν ἀγγέλων ἐπὶ γῆς βίον ζηλοῦντας, ὡς ἂν καὶ αὐτοὺς τῆς αὐτῆς πάντως μεθέξοντας ἀπαθείας καὶ λήξεως. Πολλῷ δὲ ἔτι | |
καὶ μᾶλλον καὶ πλέον ἥγημαι μακαρίους τοὺς καὶ τὴν ἀπὸ τοῦ βαπτίσματος χάριν σώαν καὶ ἀκέραιον φυλάξαντας, καὶ τὸ | 176 | |
30 | ἔνδυμα τοῦ Χριστοῦ δι’ αἰσχρῶν ἔργων ἢ λόγων μὴ μολύναντας, ἀλλ’ οἷόνπερ ἔλαβον τὴν ἀρχήν, τοιοῦτο καὶ μέχρι τέλους τη‐ ρήσαντας. Ἔτι γε μὴν ζηλωτοὺς κἀκείνους εἶναι νενόμικα τοὺς τῆς τῶν δεομένων καὶ πτωχῶν ἀνενδείας φροντίζοντας, καὶ τὸν ἴσον ἔλεον παρὰ τοῦ μεγίστου Θεοῦ θηρωμένους. Πρὸς ἐπὶ τού‐ | |
35 | τοις δὲ πᾶσι, χρὴ τὴν εἰς Χριστὸν πίστιν καὶ εὔνοιαν ἀμείωτον, ἀσάλευτον, ἀκλινῆ, ἀμετάπτωτον καὶ ἄπταιστον φυλάττειν ἀεί. Ὡς τῆς γε τῶν ἀρετῶν κορυφῆς ἀκλινῶς καὶ ἀμεταπτώτως ἐχούσης ἀεί, καὶ τὸ πᾶν σῶμα τῆς εὐσεβείας ὑγιῶς τε ἕξει, καὶ ἀπόνως εὐθυπορήσει πρὸς οὐρανόν, καὶ τῆς αὐτόθι μεθέξει λοιπὸν | |
40 | βασιλείας καὶ δόξης καὶ λήξεως, καὶ τῶν θείων ἐκείνων καὶ ἀκη‐ ράτων ἀπολαύσει στεφάνων καὶ ἄθλων· ὧν ὁ μὲν ἐπιτυχὼν μακα‐ ριστότατος, ὁ δὲ διαμαρτὼν ἐλεεινότατός που καὶ τῶν ἐν ᾅδου κολάσεων ἀληθῶς ἄξιος.» | |
1.3 | Ἀλλ’ ὁ μὲν θεσπέσιος Παῦλος τοιαῦτα καὶ λέγων καὶ συμβου‐ λεύων τοῖς ἀεὶ παροῦσι τῶν πολιτῶν ἐφαίνετο, ὡς καὶ τῶν ἀ‐ κροωμένων ἕκαστον, εἴτε ἀνδρῶν, εἴτε γυναικῶν, εἰς πολλὴν καὶ ἄπειρον ἐπιθυμίαν τῶν ὑπὲρ τῆς εὐσεβείας λόγων ἐνάγειν, ὡς καὶ | |
5 | περιρρεῖσθαι μὲν ὄχλῳ πολλῷ τὸ δωμάτιον, περιρρεῖσθαι δὲ τὸν στενωπὸν ἐκεῖνον ὑπ’ ἀνδρῶν ὁμοίως καὶ γυναικῶν, ἤδη δὲ καὶ παιδαρίων καὶ γερόντων, πάντας δὲ ὑφ’ ἡδονῆς ἐπιλελῆσθαι μὲν ποτοῦ καὶ σιτίων, ἐπιλελῆσθαι δὲ τῶν οἴκοι καὶ τῶν ἐπ’ ἀγορᾶς ἔργων, μόνης δὲ ἐξηρτῆσθαι τῆς Παύλου γλώττης καὶ διδασκα‐ | |
10 | λίας. Ἡ δὲ παρθένος ἔμενε μὲν ἐπὶ τῆς ἑστίας ἔτι καὶ τῆς φιλτάτης εἴχετο θυρίδος· ἡ γὰρ αἰδὼς τῆς ἡλικίας, καὶ τὸ νόμον εἶναι ταῖς ἔτι παρθένοις μὴ θυραυλεῖν, ἀλλ’ ἔνδον ἠρεμεῖν, ἦγχεν ἔτι τὴν κα‐ λὴν ἐπιθυμίαν, καὶ μένειν ἔπειθεν ἔνδον, δυσανασχετοῦσαν μὲν | |
καὶ σχετλιάζουσαν, ὅ τι δὲ πράξοι τέως οὐκ ἔχουσαν. Τῶν μέντοι | 178 | |
15 | παρόντων καὶ ἀκροωμένων, ἡ μὴ παροῦσα, μηδὲ θεωμένη τὸν Παῦλον, μᾶλλον τῶν Παύλου λόγων ἐδράττετο, καὶ ἀπρὶξ εἴχετο τῆς θυρίδος, ὡς ἂν καὶ τὴν φιλτάτην αὐτῇ διακονούσης φωνήν, καὶ κατὰ μηδὲν λείπεσθαι ποιούσης αὐτὴν τῶν αὐτὸν θεωμένων καὶ περιεστηκότων τὸν Παῦλον. Οὕτω δὲ τῆς κόρης ἐμβριθῶς | |
20 | ἐχούσης καὶ καρτερικῶς, καὶ μηδ’ ὅσον ἀνεχομένης ἀποστῆναι μὲν τῆς θυρίδος, μετασχεῖν δὲ ποτοῦ καὶ τροφῆς, καλλῦναι δέ, καὶ ᾗπερ ἔθος ταῖς κόραις, τὰ ἠμελημένα μέλη τοῦ σώματος, ἐσθῆτι καὶ μύρων ἀλοιφαῖς καὶ χρωμάτων ὑπογραφαῖς καὶ τριχῶν ἐμπλοκαῖς, ἐλύπει τοῦτο τὴν Θεόκλειαν, ἣν καὶ μητέρα οἶδεν ὁ | |
25 | λόγος τῆς κόρης, καὶ πρὸς ὑποψίαν καὶ δειλίαν ἐνῆγεν οὐ καλήν. Τὸ γὰρ ἐπτοῆσθαι μὲν οὕτω περὶ τὸν ξένον, ἀπεστράφθαι δὲ πάντα τά τε ἀναγκαῖα καὶ τερπνὰ τοῦ βίου, οὐκ ἀγαθὴν ἔτι τοῖς ἀπείροις τοῦ πράγματος εἰκότως ἐνεποίει τὴν ὑπόνοιαν. Ὅθεν καί, ὡς εἶχε τάχους, ἡ μήτηρ πέμπει πρὸς τὸν Θάμυριν, | |
30 | ὡς ἂν ἐκείνου δυνησομένου μόνου μεταπεῖσαι καὶ μεταγαγεῖν τὴν αὐτῷ φυλαττομένην κόρην. Καὶ γὰρ καὶ πρὸ τῆς συμ‐ πλοκῆς καὶ μίξεως, ὡς τὰ πολλά, πέφυκέ τις ἔρως ἐντίκτεσθαι τοῖς καὶ ἐκ λόγων τέως ἁρμοσθεῖσι μόνον· καὶ ἐρᾷ μὲν τῆς κόρης ὁ νέος, ἧς μηδέπω ἐν πείρᾳ γεγένηται, ἐρᾷ δὲ ἡ νέα τοῦ κόρου, | |
35 | καί, πρὸ τοῦ θαλάμου καὶ τῆς παστάδος, ὡς ἀνδρὶ λοιπὸν τῷ μηδέπω συναφθέντι διαλέγεται, καὶ τῶν γάμων ἔτι μελλόντων, ὑφέρπει τις ἡδονὴ καὶ χαρίεσσα τέρψις τοὺς ἑκατέρων λογισμούς· καὶ πρὸ τῆς εὐνῆς, οἷάπερ εἰκός, τὰ μετὰ τὴν εὐνὴν διαλέγονται. Ἧκε τοιγαροῦν ὁ Θάμυρις ὡς μεταπεμφθείς, ὀνειροπολῶν μὲν | |
40 | ἅπερ καὶ ἤλπιζε, καὶ διὰ τοῦτο θέων συντόνως, εὑρὼν δὲ ἅπερ οὐκ ἤλπιζε, καὶ διὰ τοῦτο τῷ τάχει μεμψάμενος. Καὶ γὰρ εὐ‐ θὺς ἡ Θεόκλεια τοιούτοις πρὸς αὐτὸν ἐχρήσατο λόγοις. «Φθάνει μέν μου τοὺς λόγους ἡ αἰδώς, ὦ Θάμυρι, καὶ τὰ δάκρυα, καὶ πρὸ τῶν ῥημάτων αἰσχύνομαι, τὴν ἐφ’ οἷς ἐρεῖν μέλλω κατὰ | |
45 | τῆς ἐμῆς παιδὸς ὕβριν μὴ φέρουσα. Ἄκουε δ’ οὖν ὅμως καὶ παρὰ μὴ βουλομένης λέγειν τὴν συμφοράν. Καὶ γὰρ ἡ σὴ Θέκλα | |
τῶν μὲν ἡμετέρων ἐπ’ αὐτὴν εὐχῶν καὶ ἐλπίδων ἔξω γεγένηται, καὶ ὑπερορᾷ μὲν ἐμοῦ τῆς μητρός, ὑπερορᾷ δὲ σοῦ τοῦ μνηστῆ‐ ρος, τὰ δὲ κατὰ τὴν οἰκίαν ταύτην οὐδ’ ὅλως ἐπίστασθαι θέλει· | 180 | |
1.3(50) | ἐρᾷ δὲ ξένου τινὸς καὶ ἀπατεῶνος καὶ πλάνου, καὶ τὴν γείτονα ταύτην οἰκίαν—ἐπὶ κακῷ τῆς ἡμετέρας οἰκίας—κατειληφότος, ἵν’ αἰχμάλωτον ταύτην ἀπέλθῃ λαβών, καθάπερ ἐκ μυλῶνος ἢ τέγους τινός. Ἐπείχθητι τοιγαροῦν καὶ φθάσον, ὦ Θάμυρι, καὶ τὴν πρὸς ἕτερον ἤδη βλέπουσαν ἀφάρπασον μὲν τῶν ἐκείνου χειρῶν, | |
55 | ἀνακάλεσαι δὲ πρὸς ἡμᾶς πάλιν, καὶ τῷ σῷ καὶ ἐμῷ γένει τὴν ἀρχαίαν εὐδαιμονίαν φύλαξον· μὴ γενώμεθα μῦθος αἰσχρὸς καὶ διήγημα κάκιστον τῷ τῶν ἀνθρώπων γένει. Ἁπαλοῖς μέντοι γε καὶ θωπευτικοῖς τοῖς πρὸς αὐτὴν χρῆσαι λόγοις, καὶ καθάπερ ἐλαίῳ τινὶ τῇ κολακείᾳ τὸ τῆς ψυχῆς αὐτῆς ἀτενὲς καὶ θυμού‐ | |
60 | μενον μάλαξον. Βίᾳ μὲν γὰρ οὐκ οἶδεν εἴκειν ποτὲ τὸ αὐθάδες τοῦτο καὶ ἀπεσκληκὸς τῆς γνώμης, πειθοῖ δὲ μᾶλλον χαλᾶσθαι καὶ τοῖς μαλάσσουσι τῶν λόγων. Πρόσελθε τοίνυν αὐτῇ χαριέν‐ τως καὶ θωπευτικῶς, καὶ ἴσως ἕλξεις μὲν αὐτὴν πρὸς ἑαυτόν, ἐπανάξεις δὲ πρὸς τὴν ἄνωθεν ἐλευθερίαν καὶ τάξιν, καὶ τὴν παρ‐ | |
65 | θένοις καὶ κόραις ἁρμόττουσαν αἰδὼ καὶ σωφροσύνην.» | |
1.4 | Ταῦτα λεγούσης τῆς Θεοκλείας καὶ ποτνιωμένης, ἰλίγγου μὲν εὐθὺς καὶ σκοτοδινίας ἐπληρώθη ὁ Θάμυρις, καὶ πρὸς ἄμετρον λύπην ἐξ ἀμέτρου χαρᾶς ὑπενόστησε. Προσῆλθε δ’ οὖν ὅμως τῇ παρθένῳ, κατηφὴς καὶ περιδεὴς καὶ περίδακρυς, ὅ τι μὲν καὶ | |
5 | φθέγξοιτο πρὸς αὐτὴν τέως ἀπορῶν, μόλις δέ ποτε τῆς λύπης ἀνενεγκών, τοιαῦτά φησι πρὸς αὐτήν· «Ἀπορῶ μὲν ὅθεν ἀρξαίμην τῆς πρὸς σὲ διαλέξεως, κόρη πάν‐ των ἐμοὶ φιλτάτη. Καὶ γὰρ τουτὶ τὸ παρὰ σοῦ πραττόμενον νῦν εἰς ἀμηχανίαν περιέστησε μὲν ἐμέ, περιέστησε δὲ μητέρα | |
10 | τὴν σήν. Οὔτε γὰρ τῶν σῶν ἠθῶν καὶ τρόπων, οὔτε τῆς σῆς αἰ‐ δοῦς ἄνωθεν καὶ σεμνότητος, ταυτὶ τὰ παρὰ σοῦ γινόμενα νῦν. Ἐπήρεια δέ, ὡς οἶμαι, σκαιοῦ τινος καὶ πονηροῦ δαίμονος, πει‐ | |
ρωμένου παρατρέψαι σε μὲν ἐκ τοῦ καθήκοντος λογισμοῦ, ἀνα‐ τρέψαι δὲ τὴν ἄνωθεν τῆς οἰκίας εὐδαιμονίαν, περιάψαι δὲ πᾶ‐ | 182 | |
15 | σιν ἡμῖν αἰσχρὰν λοιδορίαν ἀντ’ εὐφημίας καλλίστης. Ὅμως καὶ νῦν πείσθητί μοι τῷ σῷ Θαμύριδι· καὶ γάρ εἰμι σός, καὶ εἰ μηδέπω τῷ γάμῳ, τῷ νόμῳ λοιπὸν καὶ ταῖς ἐπὶ σοί μοι γεγε‐ νημέναις συνθήκαις. Καὶ ἀπόστηθι μὲν ταυτησὶ τῆς θυρίδος, ἀπόστηθι δὲ τοῦ τὴν ἀκοὴν παρέχειν τῷ ξένῳ τούτῳ καὶ ἀλήτῃ | |
20 | καὶ οὐκ οἶδ’ ὅπως ἐπεισφθαρέντι κατὰ τὴν πόλιν ταύτην, μήπου τις καὶ λόγος ἄτοπος ῥυῇ περὶ σοῦ, ὡς ἄρα ‘ἡ παῖς μὲν τῆς σεμνῆς Θεοκλείας, μνηστὴ δὲ τοῦ Θαμύριδος, πρώτη δὲ τῆς πόλεως, ὁμοῦ πάντων ὑπεριδοῦσα, καὶ πλούτου καὶ γένους καὶ μητρὸς καὶ τῶν σεμνῶν τοῦ γένους διηγημάτων, ἔτι γε μὴν καὶ τῆς ἄνω‐ | |
25 | θεν τροφῆς καὶ παιδεύσεως, προσερρύη ξένῳ τινὶ καὶ ἀλήτῃ, καὶ γέγονε τὸ σεμνολόγημα τῆς πόλεως ἑνός τινος αἰχμαλώτου καὶ πελάτου παίγνιον. Καὶ προσᾴδει μὲν ἐκεῖνος πρός τινι θυρίδι καθήμενος, ἑάλωκε δὲ τοῖς ᾄσμασιν ἐκείνη, καὶ αὐτὴ θυρίδος ἐπει‐ λημμένη τινός. Καὶ περιφρονεῖται μὲν ἡ μήτηρ παραινοῦσα καὶ | |
30 | πᾶσαν ὥραν προσλιπαροῦσα, περιφρονεῖται δὲ ὁ μνηστὴρ καὶ μετ’ ὀλίγον ἀνήρ, νουθετῶν καὶ δεόμενος· ὅλη δέ ἐστιν ἐκείνου καὶ τῶν ἐκείνου λόγων καὶ δολερῶν ἰύγγων.‘ Φθάσον τοιγαροῦν, ὦ φιλτάτη, καὶ φύγε τοιαύτας διαβολὰς καὶ λοιδορίας, καὶ ἀπό‐ στησον τῆς μιαρᾶς ἐκείνης φωνῆς τὴν σὴν ἀκοήν, ἐπίπροσθεν δὲ | |
35 | τῆς ἀπατηλῆς ταύτης καὶ ξένης ἡδονῆς ποίησαι τὴν οἰκείαν αἰδὼ καὶ σωφροσύνην, κατάλιπε λοιπὸν καὶ τὴν θυρίδα ταύτην, τόπον οὔτε πρὸς ἐλευθέρας καὶ κόρης ὄντα, καὶ οὐκ ἀγαθῆς φήμης πάντως ἐσόμενόν σοι πρόξενον. Εἰ δέ σοι μὴ φορτικόν, ὡς ἔτι παρθένῳ, νομισθείη τὸ ῥῆμα, καὶ τὸν πολύευκτον ἤδη περαί‐ | |
40 | νωμεν γάμον, σὺν εὐμενεῖ τῷ δαίμονι.» Τούτοις μὲν καὶ τοιού‐ τοις ἔτι πλείοσιν ἐχρήσατο λόγοις ὁ Θάμυρις, συνικετευούσης ἅμα καὶ τῆς Θεοκλείας, καὶ πεισθῆναι τὴν παῖδα βιαζομένης, προβαλλομένης ἅμα καὶ μαστὸν καὶ πολιάν, καὶ μὴ καταισχῦναι ταῦτα δεομένης τῷ παραλόγῳ τούτῳ νοσήματι. Ἡ μέντοι γε | |
45 | παρθένος μηδὲ ὅλως τι παραδεξαμένη τῶν λόγων τούτων, πρὸς τὴν Παύλου μόνον ἀπεστήρικτο φωνήν, μηδ’ ὅσον προσβλέψαι τὸν Θάμυριν ἀνασχομένη, μηδὲ τῇ μητρὶ δοῦναι παραινούσῃ τὴν | |
ἀκοήν, κατὰ δὲ τὰς θεολήπτους τῶν γυναικῶν πρὸς ἓν ἐκεῖνο μόνον ὁρῶσα, πρὸς ὅπερ ἂν εἷλκεν αὐτὴν ὁ ὑπὲρ Χριστοῦ πόθος | 184 | |
1.4(50) | καὶ λόγος, ὡς ὀλολυγῆς μὲν καὶ θρήνου διὰ τοῦτο πληρωθῆναι τὸ δωμάτιον, πάντα δὲ κατηφείας καὶ πένθους γενέσθαι μεστά. | |
1.5 | Ἐν τούτοις δὲ ὄντων τῶν κατὰ τὴν ἑστίαν, ἀναπηδήσας ὁ Θάμυ‐ ρις καὶ τῆς οἰκίας ἐκδραμών, ἔρχεται πρὸς τὴν αὔλειον θύραν τοῦ Ὀνησιφόρου, ἐπ’ αὐτὸν τὸν Παῦλον ἐπειγόμενος· ἐπαύσατο δὲ τῆς ὁρμῆς, τοῖς περὶ τὸν Δημᾶν καὶ Ἑρμογένην αὐτόθι προσ‐ | |
5 | εντυχών. Τούτω δὲ ἤστην οὐκ ἀγαθὼ μὲν ἄνδρε, τοῦτο δὲ πλαττο‐ μένω. Ἤστην δὲ μετὰ Παύλου, οὐχ ὅπερ μὲν ἦσαν λανθάνοντες, τῆς δὲ τοῦ ἀποστόλου τέως φιλανθρωπίας ἀπολαύοντες, ἵν’ ἢ βελτίους ἐκ τῆς τοιαύτης γένωνται συνουσίας, ἢ ἑαυτοῖς μέμ‐ ψωνται λοιπὸν τῆς ἀβουλίας ὡς ἐμμείναντες τῇ κακίᾳ. Ἤρετο | |
10 | τοιγαροῦν αὐτοὺς ὁ Θάμυρις ὅστις τε οὗτος ὁ ξένος εἴη, καὶ πόθεν, περὶ τοῦ Παύλου λέγων, καὶ ὅ τι βούλοιτο, καὶ ὅ τι λέγοι, καὶ ὅ τι πράττοι. Τεκμηριωσάμενοι δὲ οἱ περὶ τὸν Δημᾶν τῆς τοῦ ἀνδρὸς ὁρμῆς τε καὶ ὀργῆς—οὔτε γὰρ ἔλαθεν αὐτοὺς θυμοῦ γέμων καὶ οἰδήματος ὁ Θάμυρις—, τὸν πάλαι κρυπτόμενον καὶ | |
15 | ὑπὸ τοῖς σπλάγχνοις τυφόμενον ἰὸν εὐθὺς ἀπεγύμνουν, ὡς καὶ τότε καιρὸν ἔχοντα κατὰ τοῦ Παύλου, καί φασι πρὸς τὸν Θά‐ μυριν· «Ὦ βέλτιστε ἀνδρῶν, τοῦτο γὰρ τέως δῆλον ἡμῖν ἐξ ὧν ὁρῶμεν, ἐξ ὧν πυνθανόμεθά σου—ὄψει δὲ καὶ ἀκοῇ τά τε τῆς ἀρετῆς, | |
20 | τά τε τῆς κακίας τὰ πολλὰ κρίνεται—, περὶ ὧν πυνθάνῃ νῦν ἡμῶν, ἄκουσον, ἀληθείας ἡγουμένης. Οὗτος ὁ ξένος τὸ μὲν ὅθεν τε καὶ ὅστις ἐστίν, οὐκ ἴσμεν σαφῶς· ὅτι δὲ ἀπατεὼν καὶ πλάνος ἐστί, καὶ κατὰ τῆς κοινῆς τοῦ βίου τάξεώς τε καὶ εὐταξίας ἀλώ‐ μενος πάντα διέφθαρκε, τοῦτο δὴ ἴσμεν, καὶ πάνυ σαφέστατα, | |
25 | ἐξ ὧν παρ’ αὐτοῦ τούτου πολλάκις δεδιδάγμεθα. Καὶ γὰρ τὴν ἐκ | |
τοῦ γάμου μὲν καὶ τῆς παιδοποιΐας, παρ’ αὐτῆς τῆς φύσεως ἐπι‐ νοηθεῖσαν τῷ γένει τῶν ἀνθρώπων ὁδὸν πειρᾶται οὗτος ἐκβάλλειν τε καὶ ἀνατρέπειν καὶ παντὶ σθένει διαφθείρειν. Καινοῖς δέ τισι καὶ ἀλλοκότοις διδάγμασι πᾶσαν ἅμα συγχεῖν τὴν ἀνθρωπίνην | 186 | |
30 | ἐπείγεται φύσιν, ἀγαμίαν νομοθετῶν, περὶ παρθενίας φιλοσοφῶν, ὀνόματα καινὰ καὶ νῦν καὶ πρῶτον παρ’ αὐτοῦ ῥηθέντα. Καὶ ἀνάστασιν δέ τινα τῶν πάλαι τεθνηκότων καὶ εἰς γῆν ἀναλυθέντων σωμάτων κηρύττειν τε καὶ παρεισάγειν πειρᾶται, πρᾶγμα καινὸν καὶ παρὰ μηδενὸς μηδέπω ἀκουσθέν, τῆς γε ἀληθοῦς καὶ ἀκρι‐ | |
35 | βοῦς ἀναστάσεως ἐν αὐτῇ γε τῇ ἀνθρωπίνῃ φύσει σῳζομένης τε καὶ ὁσημέραι ἐπιτελουμένης· ἡ γὰρ τῶν ἐξ ἡμῶν φυομένων παί‐ δων διαδοχὴ τοῦτό τέ ἐστι καὶ τοῦτο βούλεται, τῆς τῶν σπει‐ ράντων καὶ φυσάντων εἰκόνος ἐν τοῖς παισὶν αὖθις ἀνανεουμένης ἀεί, καὶ τρόπον τινὰ πάλιν ἀνισταμένης, ὡς δοκεῖν ἐκείνους τοὺς | |
40 | πάλαι κατοιχομένους ἐν τοῖς ζῶσί τε πάλιν καὶ περιοῦσιν ἀνθρώ‐ ποις ὁρᾶν.» | |
1.6 | Ταῦτα τῶν ἀμφὶ τὸν Ἑρμογένην καὶ Δημᾶν εἰπόντων, ἔτι μᾶλλον ὀργῆς τε ὁ Θάμυρις ὑπεπλήσθη, καὶ ὥσπερ σαφεστά‐ της κατὰ τοῦ Παύλου δημηγορίας λαβόμενος, τὸ μὲν παραυ‐ τίκα ἡσύχασε, καὶ πρὸς ἑστίασιν αὐτός τε ἐτράπη καὶ αὐτοὺς | |
5 | δήπουθεν τούτους ἐξενάγησέ τε καὶ προὐτρέψατο, ὥσπερ τινὰ μισθὸν τῆς κατὰ τοῦ Παύλου διαβολῆς τὴν ἑστίασιν αὐτοῖς ταύ‐ την καταβαλλόμενος, ἵνα δὴ καὶ προθυμοτέρους αὐτοὺς πρὸς τὰ λοιπὰ ποιήσειεν· ἄρτι δὲ ἡμέρας γεγονυίας, καὶ μηδὲ ὅσον | |
ἀνίσχειν τὸν ἥλιον ἀνασχόμενος, μετὰ δημοτῶν τινων καὶ ἀγοραί‐ | 188 | |
10 | ων καὶ πάντα τολμᾶν εἰθισμένων ἀνθρώπων ἐπιτίθεται τῷ Παύ‐ λῳ. Ἑκάστῳ δὲ τῶν ἑπομένων ὅπλον ἦν ὁ ἑκάστου θυμὸς καὶ τὸ ἐν χερσὶν εὑρεθὲν ὄργανον τῆς ἑκάστου τέχνης. Καὶ πρὸς ταῦτά τις ἐβόα λοιπόν· «Βαλλέσθω, παιέσθω, ἐπὶ τὸ δικαστήριον ἑλκέσθω ὁ ἀπατεὼν οὗτος καὶ ἀλιτήριος, καὶ τῶν καινῶν καὶ | |
15 | ἀλλοτρίων τῆς φύσεως νόμων εὑρετής, ὁ ἐπὶ φθορᾷ καὶ λύμῃ τῶν πόλεων ἀλώμενος, καὶ τὸν μὲν ἐπὶ σωφροσύνῃ καὶ γενέσει παίδων γνησίων εὑρεθέντα γάμον κακηγορῶν καὶ βδελυττόμενος, ἐπὶ προφάσει δὲ παρθενίας πορνείαν νομοθετῶν.» Ἔτι δὲ τού‐ των λεγομένων, ἧκον καὶ ἕτεροί τινες πολλοί, ὑβρισταὶ καὶ θρα‐ | |
20 | σεῖς, ὑβριστικῶς καὶ βιαίως τὸν Παῦλον ἄγοντες. Μεστὰ δὲ ἦν πάντα θορύβου καὶ ταραχῆς καὶ οἰμωγῆς, ὡς ἂν πολεμίων τινῶν ἐξαίφνης εἰσπεπτωκότων κατὰ τὸ ἄστυ καὶ πάντα ληϊζο‐ μένων. Ἅμα δὲ τούτοις καὶ ὁ Θάμυρις ἔθει μακρὰ βιβάς, ποιητι‐ κῶς τις ἂν εἴποι, παρὰ τὸ δικαστήριον, ὡς ἂν ἐξ ἀκροπόλεως τύ‐ | |
25 | ραννόν τινα καθῃρηκώς τε καὶ ἄγων αὐτοχειρὶ τὸν Παῦλον παρὰ τῇ δίκῃ· εἴσω δὲ τῆς δικαστικῆς κιγκλίδος παρελθὼν καὶ στὰς ἐπὶ τοῦ βήματος, τοιῶνδε ἀπήρξατο λόγων· «Τῆς μὲν τῶν θεῶν εὐμενείας καὶ τῆς σῆς ἀγαθῆς τύχης, ὦ δι‐ καστά, οἶμαι καὶ τοῦτο εἶναι τεκμήριον, τὸ τὸν ἀλάστορα τοῦτον | |
30 | καὶ μιαρόν, ἐπὶ κακῷ τῆς ὅλης πόλεως ἐνδημήσαντα, γεγενῆσθαί τε φανερόν, καὶ ὑπὸ τοῖς νόμοις γενέσθαι. Σὸν δ’ ἂν εἴη λοιπὸν καὶ τῆς σῆς θέμιδος βοηθῆσαι μὲν τῇ νῦν καθεστώσῃ βασιλείᾳ, βοηθῆ‐ σαι δὲ τοῖς νόμοις, ἐπικουρῆσαι δὲ τῇ κοινῇ καταστάσει τῶν ἀνθρώπων ἤδη πρὸς τὸ μηκέτι εἶναι κινδυνευούσῃ. Τὸ δὲ ὅπως | |
35 | ἐγὼ λέξω διὰ βραχέων· Ὁ παρεστὼς οὗτος ἀνὴρ πρὸ τῶν σῶν θρόνων καὶ τῆς σῆς δίκης, τίς μὲν ὅλως ἐστίν, ἢ πόθεν ἧκεν, οὐκ ἔχω λέγειν· ξένος γὰρ καὶ πᾶσιν ἡμῖν ἄγνωστός ἐστιν ὁ ἄν‐ θρωπος. Ἐν ἐπιεικείας δέ, ὡς καὶ νῦν ἔχεις ὁρᾶν, προσχήματι καὶ πλάσματι καινήν τινα καὶ ἀλλόκοτον κατὰ τοῦ κοινοῦ γένους | |
40 | τῶν ἀνθρώπων ποιεῖται διδασκαλίαν, τὸν μὲν γάμον ψέγων, τὴν —ὡς ἂν εἴποι τις—ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν τῆς ἡμετέρας φύσεως, ἀφ’ οὗπερ καὶ πατέρες καὶ μητέρες καὶ παῖδες καὶ γένη καὶ πόλεις καὶ ἀγροὶ καὶ κῶμαι πεφήνασιν, ἀφ’ οὗπερ ναυτιλία | |
καὶ γεωργία καὶ αἱ παντοδαπαὶ τέχναι τῆς γῆς, ἀφ’ οὗπερ βασι‐ | 190 | |
45 | λεία καὶ πολιτεία καὶ νόμοι καὶ ἀρχαὶ καὶ δικαστήρια καὶ στρα‐ τεῖαι καὶ στρατηγίαι, ἀφ’ οὗπερ φιλοσοφία καὶ ῥητορικὴ καὶ ὁ σύμπας τῶν λόγων ἑσμός, καί, τὸ μεῖζον, ἀφ’ οὗπερ ναοὶ καὶ τεμένη καὶ θυσίαι καὶ τελεταὶ καὶ μυστήρια καὶ εὐχαὶ καὶ λιταί. Πάντα τε γὰρ ταῦτα, καὶ ὅσα διὰ πλῆθος λόγων παρελείψαμεν, | |
1.6(50) | τελεῖται μὲν καὶ πράττεται δι’ ἀνθρώπων, ἄνθρωπος δὲ γεώργιόν ἐστι γάμου. Τοῦτον μὲν οὖν, ὅνπερ εἶπον, τὸν γάμον ψέγει καὶ διαβάλλει, καὶ πείθει πάντας μισεῖν, ἐπαινεῖ δέ τινα παρθε‐ νίαν, ἣν ἐγὼ μὲν ὅ τί ποτέ ἐστιν εἰπεῖν οὐκ ἔχω, ἀκήκοα δέ τινων λεγόντων ὡς τὴν ἀγαμίαν ἐπαινεῖ καὶ θαυμάζει, καὶ | |
55 | τὸ μὴ συνεῖναι μηδὲ συνοικεῖν ἀλλήλοις κατὰ νόμον, μὴ γυναιξὶν ἄνδρας, μὴ γυναῖκας ἀνδράσιν, ἀσπάζεσθαι δὲ τὴν ἀπαιδίαν καὶ ἐρημίαν. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ πάντων ὁμοῦ καὶ γενῶν καὶ ἐθνῶν καὶ πόλεων καὶ κωμῶν καὶ ἀγρῶν καὶ τεχνῶν καὶ ἔργων καὶ ἐπιτηδευμάτων καὶ ἅπαξ ἁπλῶς ἁπάντων ἀναίρεσιν καταψη‐ | |
60 | φίσασθαι, καὶ συντόμως εἰπεῖν, ὥστε ἔρημον καὶ ἀοίκητον κατα‐ λεῖψαι τὴν γῆν. Εἰ γὰρ τοῦτο πεισθείησαν ἅπαντες ἄνθρωποι, ταχὺ τὸ ἀνθρώπινον τοῦτο γένος ἐπιλείψει τὸν βίον. Ἐγὼ μὲν οὖν ὡς ἐν κεφαλαίῳ τὰ παρὰ τούτου λεγόμενά τε καὶ τολμώμενα εἶπον. Σὸν δὲ ἂν εἴη λοιπόν, ὦ δικαστά, ἀπαιτῆσαι μὲν τοῦτον | |
65 | δίκην, ὡς ἐπὶ μεγίστοις ἁλόντα κακοῖς, βοηθῆσαι δὲ πᾶσιν ἡμῖν, οἷς ἐν εὐχῇ τῇ μεγίστῃ καὶ πρώτῃ τὸ ἀγαγέσθαι τε γυναῖκα καὶ γαμήλιον ἅψαι λαμπάδα, καὶ ὑμέναιον ᾆσαι, καὶ παῖδας καὶ παίδων παῖδας καταλιπεῖν, βοηθῆσαι δὲ καὶ τῷ βελτίστῳ γάμῳ, ἀφ’ οὗπερ καὶ σὺ γέγονας, καὶ παῖδας ἐκτήσω. Ὄψει δέ που | |
70 | πάντως καὶ ἐκγόνους πολλούς τε καὶ θαυμασίους, καὶ σοὶ τῷ πάππῳ καὶ ἐπιπάππῳ πρέποντας, ἂν μὴ μελλήσῃς περὶ τὴν δίκην.» Τούτων δὲ οὕτω λεγομένων παρὰ τοῦ Θαμύριδος, ὁ Δημᾶς εἴτ’ οὖν Ἑρμογένης, μικρὸν πόρρωθεν ἑστώς, ὑπεφώνησεν ἠρέμα πως καὶ τροχαλῶς ὅτι «Καλῶς μὲν καὶ δεινῶς καὶ | |
75 | σοφῶς τοῦ Παύλου τούτου κατερρητόρευσας. Ἓν δὲ καὶ τὸ μέγιστον παραλέλοιπας προσθεῖναι τοῖς εἰρημένοις, ὅτι καὶ | |
χριστιανός ἐστιν· ὃ μάλιστα πολέμιόν τε τοῖς νόμοις, καὶ θᾶττον ποιήσει τοῦτον ὑπὸ τὴν δίκην, καὶ τῷ τῆς ἀπωλείας παραπέμψει βαράθρῳ.» | 192 | |
1.7 | Καὶ τούτου δὲ ῥηθέντος παρὰ τοῦ Θαμύριδος, ὁ δικαστὴς ἤρετο λοιπὸν τὸν Παῦλον τίς τε εἴη, καὶ πόθεν, καὶ τίνα πεποιηκὼς εἴη· «τῶν γὰρ κατὰ σοῦ, φησί, λεχθέντων ὑπὸ τοῦ Θαμύριδος οὐδὲ σὺ πάντως ἀνήκοος γέγονας». Καὶ ὁ Παῦλός φησιν· | |
5 | «Ἀνθύπατε, ἀνδρῶν ἄριστε, τῆς μὲν ἐμῆς διδασκαλίας, ἧς οὗ‐ τοι νῦν κατηγοροῦσιν, οὐκ ἐγὼ δημιουργὸς οὔτε μὴν εὑρετής εἰμι· ὁ δὲ ἀληθῶς δημιουργὸς ταύτης καὶ διδάσκαλος καὶ νομοθέτης ὑπάρχε· Θεός, ὅς, τὸ ἀνθρώπινον τοῦτο γένος ἐλεῶν καὶ οἰκτιζό‐ μενος, ἄλλους τε πολλοὺς κἀμὲ νῦν ἔπεμψε κήρυκα τῆς αὑτοῦ περὶ | |
10 | πάντας ἡμᾶς φιλανθρωπίας· ὥστε τὴν μὲν ἄνωθεν ἐξ ἀγνοίας καὶ πλάνης καὶ ἀπάτης ἐπιπολάσασαν νόσον ἡμῖν πρόρριζον ἐκ‐ τεμεῖν τε καὶ ἀνασπᾶσαι, δημοσιεῦσαι δὲ καὶ ἀναπετάσαι καὶ δεῖξαι πᾶσιν ἀνθρώποις τὰ πάλαι κρυπτόμενα τῆς εἰδωλολατρείας κακά, τελετὰς δὴ λέγω καὶ μυστήρια καὶ ζῳοθυσίας καὶ ἀνθρωπο‐ | |
15 | κτονίας, διὰ μύθων μέν τινων καὶ λόγων εὐπρεπεστέρων ἐπεισκω‐ μάσαντα τῷ βίῳ τούτῳ, πάσης δὲ ἀνοσιουργίας καὶ μυσαρίας ἐμπλήσαντα τὴν γῆν· ἃ ῥητὰ μὲν οὐδαμῶς ἐστιν οὐδὲ ἀριθμητά, παντελῶς δὲ ἄρρητα καὶ ἐξάγιστα. Καὶ γὰρ διὰ τούτων μάλιστα τῶν εἴτε μύθων εἴτε πλασμάτων, ἠγνοήθη μὲν ὁ τῷ ὄντι Θεός, | |
20 | καὶ ταμίας καὶ δημιουργὸς τοῦδε τοῦ παντός, προσεκυνήθησαν δὲ δαίμονές τινες μυρίοι, ἀρουραῖοι καὶ ταρταραῖοι καὶ ταραχώ‐ δεις, σύγκλυδές τε καὶ βάσκανοι καὶ ἀλιτήριοι καὶ ἀποτρό‐ παιοι καὶ ἀμείλικτοι, ἀεὶ φόνων ἀθεμίτων ἐρῶντες, ἀεὶ κρεανομίας καὶ μιαιφονίας καὶ καπνοῦ καὶ λύθρου καὶ κνίσσης καὶ αἱμάτων | |
25 | διψῶντες, ἀντὶ σεισμῶν, ἀντὶ λοιμῶν, πᾶσαν τὴν ὑφήλιον ταύ‐ την ἐπιβοσκόμενοί τε καὶ ποινηλατοῦντες. Τὰ δὴ τούτων ἀνο‐ σιώτερα πάλιν καὶ βδελυρώτερα· καὶ γὰρ πάλιν διὰ τούτων τῶν | |
βελτίστων μύθων μοιχεῖαι καὶ πορνεῖαι καὶ παιδεραστίαι καὶ ἀδελφομιξίαι καὶ παιδοφθορίαι ἐσεβάσθησαν καὶ ἐλατρεύθησαν. | 194 | |
30 | Ἢ οὐ διὰ ταῦτα μὲν Ἀφροδίτη καὶ Ἄρης, καὶ Ἥρα καὶ Ζεύς, καὶ Ζεὺς πάλιν καὶ Γανυμήδης, καὶ ὁ κύκνος καὶ ἡ Λήδα, καὶ ὁ διὰ τῆς θαλάττης νηχόμενος ταῦρος μετὰ τῆς Ἰοῦς; Περὶ δὲ κυνῶν καὶ προβάτων καὶ βοῶν, καὶ τῶν ἔτι τούτων χειρόνων, αἰλούρων καὶ ἰκτίνων καὶ κροκοδείλων θεοποιουμένων, τί ἂν | |
35 | καὶ εἴποι τις πλέον; ἢ πῶς ἄρα οὐκ ἠρυθρίασαν οἱ τῆς πολυ‐ θεΐας ὑμῶν ἐξηγηταὶ θεοπλαστοῦντές τε ταῦτα, καὶ ἀπὸ γῆς εἰς οὐρανοὺς μετοικίζοντες; Ἔγωγε πολλάκις ἐθαύμασα, καὶ θαυμάζω. Διὰ ταῦτά τε οὖν καὶ τἆλλα πάντα τῆς δυσσεβείας κακά, ἐλεῶν, ὅπερ εἶπον, καὶ οἰκτιζόμενος τὴν φύσιν ταύτην ὁ | |
40 | Θεός, ὡς καὶ πλάστης αὐτῆς καὶ δημιουργὸς ὑπάρχων, ἡμᾶς τοὺς ἀποστόλους ἐψηφίσατο διὰ τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς ἐκ‐ περιελθεῖν τε καὶ περινοστῆσαι τὴν σύμπασαν γῆν, καὶ ἀνακα‐ θᾶραι μὲν ταύτην ἀφ’ ὧν εἶπόν τε καὶ παρέλειψα κακῶν, ἀντεισα‐ γαγεῖν δὲ πίστιν, θεογνωσίαν, εὐσέβειαν, ἃ μάλιστα τῶν πάντων | |
45 | χαρακτηρίζει καὶ τεκμηριοῖ Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅ‐ γιον, ἡ ἁγία καὶ προσκυνητὴ Τριάς, ἡ ἄκτιστος καὶ ὁμοούσιος θεότης, ἡ ἀΐδιος καὶ ἀναλλοίωτος, ἡ ἀχώριστος καὶ ἀπερίγραφος, ἡ ὑπέρχρονος καὶ ὑπερκόσμιος, ἡ ὁμότιμος καὶ ὁμόθρονος καὶ ὁμόδοξος, ἡ ἀναφής, ἡ ἀπερίληπτος, ἧς πάντα τε ἤρτηται καὶ | |
1.7(50) | πάντα ἐφίεται, καὶ τὸ κεχωρισμένον αὐτῆς ἐστιν οὐδέν. Μετὰ δὲ τοῦτο κηρύξαι καὶ τὴν μετὰ σαρκὸς γεγονυῖαν εἰς ἀνθρώπους ἐπιδημίαν αὐτοῦ τοῦ Θεοῦ Λόγου· καὶ γὰρ ἐκ τοῦ Θεοῦ τε ὤν, καὶ Θεὸς ὤν, καὶ πρὸς τὸν Πατέρα πάντοτε ὤν, ἐφανερώθη καὶ μετὰ σαρκός, τῷ κοινῷ τῆς ἀνθρωπίνης φύσεως τεχθεὶς | |
55 | νόμῳ, ἀλλ’ ἐκ παρθένου καὶ ἀπειρογάμου γυναικός, ἵν’ αὐτὸς τὸ οἰκεῖον ἀνασώσηται πλάσμα καὶ δημιούργημα, καὶ τῶν ἀεὶ τυραν‐ νούντων ἡμᾶς ἐλευθερώσῃ δαιμόνων, πρὸς ἐπὶ τούτοις δὲ ἅπασι | |
παιδεύσῃ καὶ σεμνότητα καὶ σωφροσύνην, συμβουλεύσῃ δὲ καὶ περὶ ἁγνείας καὶ παρθενίας καὶ τῆς ἱερᾶς ἐγκρατείας, συμβου‐ | 196 | |
60 | λεύσῃ δὲ τοῖς βουλομένοις καὶ πειθομένοις τὴν δι’ ἀρετῆς καὶ καρτερίας ὁδὸν ποιήσασθαι πρὸς τὸν Θεόν, οὐ μὴν καὶ ἀναγκά‐ σῃ τοὺς μὴ βουλομένους ἢ μὴ πειθομένους τοῖς θείοις τούτοις εἶξαι νόμοις τε καὶ θεσπίσμασι—βία γὰρ ἢ φόβος ἀρετῆς οὐκ ἄν ποτε γένοιτο δημιουργός· ἐθελούσια γὰρ καὶ οὐκ ἀνάγκης τὰ | |
65 | καλά. Καὶ ὁ γάμος δὲ οὗτος Θεοῦ φάρμακον καὶ βοήθεια τῷ κοινῷ γένει τῶν ἀνθρώπων δεδωρημένος, ὁμοῦ πορνείας τε ἀλεξι‐ φάρμακον ὑπάρχων καὶ πηγή τις καὶ ἐπιρροὴ καὶ διαδοχὴ τοῦ κοινοῦ γένους, παρ’ αὐτοῦ τοῦ πάντων ἐπινοηθεὶς δημιουργοῦ ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ καὶ διαρκεστέρᾳ ζωῇ τῶν ἀνθρώπων, | |
70 | ἄλλων ἄλλους διαδεχομένων καὶ τὴν ἀεὶ φθειρομένην εἰσαῦθις ἀνανεούντων φύσιν, μέχρι περ ἂν ὁ τῆς συντελείας καὶ ἀναστάσεως συμφθάσας καιρὸς παραγάγῃ μὲν τουτὶ τὸ σχῆμα τοῦ κόσμου, ἀντεισαγάγῃ δὲ τὴν ἀμείνω καὶ θειοτέραν λῆξιν. Δεῖ γὰρ τὸ θνη‐ τὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο μετεν‐ | |
75 | δύσασθαι ἀφθαρσίαν, καὶ πρὸς τὴν ἀρχαίαν αὖθις πάντας ἡμᾶς ἀναδραμεῖν πατρίδα καὶ πόλιν, ἧς χῶρος μὲν ὁ οὐρανός, κτίστης δὲ καὶ δημιουργὸς ὁ Θεός. Ταῦτα ἐγὼ κηρύττω, ταῦτα διδάσκω, διὰ ταῦτα πλανῶμαι κατὰ τὴν γῆν ἅπασαν, διὰ ταῦτα καὶ νῦν ἐνθάδε παραγέγονα· ὑπὲρ τούτων κρινέτω με, διωκέτω με ὁ | |
80 | βουλόμενος καὶ δυνάμενος. Ὡς ἕτοιμος ἐγὼ πρὸς πάντα πειρα‐ σμὸν ὁρμῆσαι καὶ κίνδυνον ὑπὲρ τῆς ἀληθείας.» | |
1.8 | Τοσαῦτα καὶ τοῦ Παύλου ἀντιρρητορεύσαντος τῷ Θαμύριδι, καὶ θαῦμα κινήσαντος οὐ μικρὸν ἐπὶ τοῖς οὕτω παρ’ αὐτοῦ λαμπρῶς καὶ ἀνυποστόλως ῥηθεῖσιν ὑπὲρ τῆς πίστεως, ὁ ἀνθύ‐ | |
πατος ἐκ μὲν τῆς πολλῆς βοῆς καὶ ταραχῆς τοῦ Θαμύριδος καὶ | 198 | |
5 | πομπείας καὶ δημοκοπίας τῶν λόγων οὐδὲν ἄξιον δίκης εὑρὼν κατὰ τοῦ Παύλου, τῆς δ’ αὖ πάλιν τοῦ ἀποστόλου δημηγορίας τὰ μὲν ἐπαινέσας, τὰ δὲ καὶ γελάσας, ὡς ἂν ἀήθων ἔτι καὶ καινῶν διηγημάτων ἀκούσας, ἅμα δὲ καί τινα τῷ κατ’ αὐτοῦ θορύβῳ καὶ πράγματι ἀναβολὴν ἐμποιῆσαι διανοηθείς, κελεύει τὸν Παῦ‐ | |
10 | λον ἐμβληθῆναι τῷ δεσμωτηρίῳ, ὡς ἂν καὶ αὖθις ἀκροασόμενος. Οὕτω δὲ τούτων γεγονότων, καὶ τῆς πολλῆς ἐκείνης ταραχῆς καὶ ζάλης διαστορεσθείσης, ἡ παρθένος ἀγνοήσασα μὲν τῶν πραχθέν‐ των οὐδέν, ὡς ἂν καὶ πολλὴν ἤδη ποιουμένη φροντίδα τῶν ἐπὶ τῷ διδασκάλῳ πραττομένων λοιπόν, ἅμα δὲ καὶ πάντα διδαχθεῖσα | |
15 | παρὰ τῆς πάντα διαθεούσης φήμης, διανοεῖται καὶ ποιεῖ πρᾶγμα κόρης μὲν προπετέστερον, γυναικὸς δὲ ἀνδρικώτερον, χρι‐ στιανῆς δὲ καὶ μυηθείσης ἤδη θερμότερον. Περιελομένη γὰρ τὸν κόσμον—πολὺς δὲ ἦν οὗτος καὶ πολύτιμος—, ψέλλια καὶ ἐλλόβια καὶ περιδέραια καὶ τὰ λοιπὰ τῆς γυναικικῆς ἀπειροκαλίας | |
20 | εὑρέματα, ὠνεῖται τούτοις τὸ τὸν Παῦλον ἰδεῖν καὶ θεάσασθαι. Ὁ γὰρ περὶ τὴν εὐσέβειαν ἔρως ἤδη καὶ εἰς τολμηροτέρας αὐτὴν ἐνῆγεν ἐνθυμήσεις καὶ πράξεις. Καί τινα τῶν οἰκετῶν, ἕνα τῶν καὶ ἐπὶ τῇ φυλακῇ τῶν θυρῶν, ἀναπείσασα, δοῦσα δὲ καὶ μισθὸν τὰ ψέλλια, καὶ τούτῳ μάλιστα ποιησαμένη φιλανθρωπότερον τὸν | |
25 | μαστιγίαν καὶ τό γε ἐπ’ αὐτῷ προδότην τῆς δεσποίνης, τυγχά‐ νει τε τούτου καὶ τῆς οἰκίας ἔξεισι, πάλλουσα μὲν τὴν καρδίαν καὶ τρέμουσα καὶ ἀλλοχροοῦσα πρὸς οὕτω τολμηράν τε καὶ κόρης ἀνοίκειον ἐγχείρησιν, ἔξεισι δ’ οὖν ὅμως, καὶ θᾶττον ἢ λόγος καταλαμβάνει τὸ δεσμωτήριον, ἅμα καὶ τῷ καιρῷ συνεργῷ πρὸς | |
30 | τὴν τοιαύτην χρησαμένη κλοπήν· νὺξ γὰρ ἦν βαθεῖα καὶ ἀλαμπής, καὶ πολλὴν ἄδειαν φεύγουσί τε καὶ φωρσὶ παρέχουσα. Ἐπεὶ δὲ τοῖς ἴσοις δώροις παραπείσασα καὶ τὸν δεσμοφύλακα—στρα‐ τιώτης δὲ ἦν οὗτος ἀστικός, ῥᾷστα ὑπὸ κέρδους ἀναπειθόμενος καὶ προδιδούς, ὧν καὶ κίνδυνος ψυχῆς ἐστιν ἡ προδοσία πολλά‐ | |
35 | κις—καὶ τυχοῦσα τῶν πυλῶν ἐλευθέρων εἰστρέχει παρὰ τὸν | |
Παῦλον. Εἰσελθοῦσα δὲ καὶ φανεῖσα μόνον πλησίον, πάντας μὲν τοὺς τότε παρόντας κατέπληξε καὶ εἰς πολὺ δέος κατέστησεν, ὡς καὶ ὡρακιᾶσαι πάντας, τὸν δὲ Παῦλον κατέπληξε μὲν καὶ αὐτόν, ὥς τι τολμηρότερον ἢ κατὰ γυναῖκα καὶ κόρην τολμήσασα, | 200 | |
40 | οὐ μὴν καὶ ἀπογνῶναι παντελῶς τῆς κατὰ Χριστὸν ἐλπίδος ἐποί‐ ησε. Τοιγγαροῦν καὶ προσεῖπε, καὶ πλησίον αὐτὴν ἐκάθισε, καὶ ὧν ἔδει μεταδοῦναι μετέδωκε λόγων θείων τε καὶ οὐρανίων, καὶ δι’ ὧν οἷόν τε ἦν ἁρμοσθῆναί τε αὐτὴν καὶ νυμφοστοληθῆναι τῷ Χριστῷ, τοσοῦτον, οἶμαι, ὑπειπών· | |
1.9 | «Δέδεμαι μέν, ὡς ὁρᾷς, ὦ κόρη, διὰ σὲ καὶ ὑπὸ τοῦ σοῦ μνη‐ στῆρος καταρρηθεὶς τοῦ Θαμύριδος. Ἤλγουν δὲ μέχρι τοῦ παρόν‐ τος, ἀλλ’ οὐχ ὡς δεδεμένος ἢ καθειργμένος—μήποτε οὕτως ἐπιλαθοίμην ὧν ἤδη τε πέπονθα, καὶ πείσομαι, καὶ ἔγνωκα πά‐ | |
5 | σχειν ὑπὲρ Χριστοῦ—, ὡς δεδοικὼς δέ, καὶ λίαν δεδοικώς, μή‐ ποτε ἄρα καὶ δεθεὶς ἀπόνωμαι τῶν δεσμῶν τούτων οὐδέν, ἀπέλ‐ θω δὲ ἐκ τῆς πόλεως ταύτης ἄκαρπος καὶ ἀνόνητος, μηδ’ ὅντινα οὖν ζωγρήσας μηδὲ προσαγαγὼν τῷ Χριστῷ. Ἀλλὰ γὰρ ἰδοὺ σύ μοι φανεῖσα, καὶ οὐκ οἶδ’ ὅθεν ἐπιστᾶσα, τοῦτο τὸ δέος ἔλυσας. | |
10 | Καὶ ὧν πέπονθα διὰ σέ, καὶ πείσομαι δὲ ἴσως, ἤδη μοι τὸ θέρος ὑποβλαστάνον ὁρῶ· σὲ δὲ ἥγημαι τοῦτο τὸ θέρος, τὴν ἄρτι μὲν ἐμοὶ προσδραμοῦσαν, πολὺν δὲ καὶ ὥριμον ἤδη τὸν τῆς εὐσεβείας καὶ πίστεως ὑπεμφαίνουσάν μοι στάχυν. Καὶ γὰρ αὐτὸ τοῦτο πρῶ‐ τον τὸ ἀναφλεχθῆναι μὲν ὑπὸ τοῦ μικροῦ καὶ ἀμυδροῦ σπινθῆρος | |
15 | ἐκείνου τῶν ἐμῶν λόγων, καταφρονῆσαι δὲ εὐθὺς καὶ μητρὸς καὶ πλούτου καὶ γένους καὶ πόλεως οὐκ ἀσήμου καὶ περισήμου μνη‐ στῆρος, ἤδη δὲ καὶ τὸν σταυρὸν ἀραμένην πρὸς τὸν εὐαγγελικὸν | |
παρεσκευάσθαι δρόμον, πόσης οἴει χαρᾶς πεπληρωκέναι τὸν οὐρανόν, τὰς ἐν οὐρανῷ δυνάμεις, αὐτὸν τὸν Χριστόν; ὃν οἶμαι | 202 | |
20 | καὶ καταμειδιᾶν ἄρτι τοῦ διαβόλου, τὸ μὲν πρῶτον γαυριῶντος ὁμοῦ καὶ βρέμοντος ἔτι κατὰ πάσης ὁμοῦ τῆς ἀνθρωπίνης φύ‐ σεως, νῦν δὲ καὶ ὑπὸ σοῦ μόνης τῆς ἁπαλῆς ἔτι καὶ νέας κόρης παιχθησομένου τε καὶ καταλυθησομένου ταχέως. Μόνον μηδεὶς ἔτι σε κλονήσῃ φόβος, ὦ θύγατερ, μηδεὶς ἀπατήσῃ δόλος, μηδεὶς | |
25 | γήϊνος παραγάγῃ πόθος, μὴ πῦρ, μὴ σίδηρος ἀπαγάγῃ τῆς καλῆς ταύτης ὁμολογίας. Μηδὲν ἔτι θῆλυ φρονήσῃς καὶ ἄνανδρον· μηδέ, σαυτὴν ἐπιδεδωκυῖα τῷ βασιλεῖ τῶν οὐρανῶν, τὸν τύραννον εὐ‐ λαβηθῇς ἔτι, κἂν ἐκ τῶν ὑπερτάτων προσβάλῃ σοι πειρασμόν, κἂν ἐκ νεφῶν ποθεν ἐπιστρατεύσηταί σοι, κἂν πάντα ἐπὶ σὲ κι‐ | |
30 | νήσῃ τὰ τῆς ἀσεβείας ὄργανα καὶ βέλη καὶ θήρατρα. Φαντα‐ σιοκοπήσει μὲν γὰρ πολλὰ καὶ ἄπειρα κατὰ σοῦ, διὰ λόγων, διὰ πραγμάτων, διὰ ὑποσχέσεων, διὰ μαστίγων, διὰ θωπείας καὶ κολακείας, διὰ πυρός, διὰ καὶ θηρίων, διὰ δικαστῶν καὶ δήμων καὶ δημίων. Ἢν δὲ μικρὸν μόνον αἴσθηταί σου τῆς εὐτονίας | |
35 | καὶ τῆς ἐν Χριστῷ δυνάμεως, ἀποπηδήσει ταχέως καὶ δραπετεύ‐ σει θᾶττον ἢ λόγος· φεύξεταί σε μᾶλλον ἢ τὸν Ἰὼβ ἐκεῖνον, ὃν ὅτε τοῖς μυρίοις κατεπολέμησε κακοῖς, τότε καθ’ ἑαυτοῦ νικηφόρον ἀνέδειξε. Φέρε δὴ καὶ ὑπογράψω σοι τῷ λόγῳ τὸν πο‐ λέμιον, ὦ θύγατερ, καὶ ἣν ἐν τοῖς ἐμοῖς τούτοις ὠδίνω δεσμοῖς, | |
40 | ἵν’ ἔχῃς εὖ τε καὶ ῥᾷον διαγινώσκειν αὐτόν. Οὗτος τοίνυν ὁ τοῖς ἀνθρώποις δοκῶν εἶναι φοβερός, ἔστι μὲν θρασὺς καὶ ἀναιδὴς καὶ τολμηρὸς καὶ παμπόνηρος καὶ φίλερις καὶ φιλοπόλεμος, ἔστι δὲ καὶ ποικίλος καὶ πανοῦργος καὶ θωπευτικὸς καὶ πρὸς πᾶσαν ῥᾳδιουργίαν εὐμήχανός τε καὶ δεινὸς μηχανορράφος, πρὸς τοὺς | |
45 | ἀεὶ παραπίπτοντας τῶν ἀνθρώπων μορφῶν τε ἑαυτὸν καὶ μετα‐ βάλλων. Ἔστι μέν τοί γε καὶ δειλὸς καὶ ἄτονος καὶ ἀγενὴς καὶ ἀσθενής, καὶ ἀπὸ μόνης ἀπειλῆς ἐμβριθεστέρας δραπετεύειν εἰδώς. | |
Ἂν μὲν γὰρ κατάφοβον ἴδῃ τινὰ τῶν χριστιανῶν καὶ δειλὸν καὶ ὀλίγωρον, καὶ φιλόζωον μᾶλλον ἢ φιλόθεον, ἐπιτίθεται, παρα‐ | 204 | |
1.9(50) | τάττεται, πᾶσαν ἐπ’ αὐτὸν κινεῖ μηχανήν, διὰ ἡδονῶν, διὰ παθῶν, μέχρι περ ἂν τὸν ἐλεεινὸν ἐκεῖνον καὶ ἄθλιον τῆς καλῆς ἐλπίδος καὶ πίστεως ἀποσχίσας, εἰς τὸ οἰκεῖον καὶ αὐτῷ μόνῳ πρέπον κατα‐ σπάσῃ βάραθρον. Ἂν δ’ αὖ πάλιν ἴδῃ τινὰ στερρὸν καὶ ἀνδρεῖον καὶ ὑψηλόφρονα καὶ ὑψηλογνώμονα καὶ τοῖς παρὰ τῆς πίστεως | |
55 | κατησφαλισμένον ὅπλοις, τούτῳ τὴν μὲν ἀρχὴν διὰ θωπείας καὶ κολακείας καὶ τοιαύτης τινὸς πρόσεισι μαγγανείας, ἠρέμα τε καὶ ἀψοφητὶ κατεπᾴδων αὐτὸν καὶ γοητεύων, καὶ τοῖς ἀπὸ τοῦ βίου τούτου λίχνοις δελεάζειν αὐτὸν καὶ ὑποσύρειν πειρώμενος, ἵνα πως αὐτὸν ἐκλύσας τῆς εὐτονίας, ἀποσυλήσῃ τῆς εὐσεβείας· | |
60 | ἐὰν δὲ θεάσηται τοῦτον μηδαμῶς μὲν ἐνδιδόντα, μηδὲ εἴκοντα, μηδ’ ὅλως ὑπὸ τοιούτων ἁλισκόμενον, στερρῶς δὲ καὶ κραταιῶς ἀνθιστάμενον, διὰ τῶν φοβερωτέρων αὐτῷ πρόσεισιν ὅπλων λοι‐ πόν, μορμολυττόμενος καὶ δεδιττόμενος αὐτόν, καὶ ξίφος γυ‐ μνῶν, καὶ πῦρ ἀνάπτων, καὶ δικαστὰς ἐρεθίζων, καὶ δήμους ἐπε‐ | |
65 | γείρων, καὶ δημίους ὁπλίζων, καὶ θηρία παρασκευάζων· ἢν δὲ καὶ πρὸς ταῦτα ἐνιστάμενον ἴδῃ, καὶ μέχρι θανάτου καὶ σφαγῆς τὸν πιστὸν καὶ τοῦ Χριστοῦ στρατιώτην παρατεταγμένον, εὐ‐ θὺς ἐκλύεται, ἐνδίδωσί τε καὶ ἀποναρκᾷ καὶ καταπίπτει καὶ δραπετεύει καὶ ἀνατείνει τὼ χεῖρε τὴν ἧτταν ὁμολογῶν· καὶ γὰρ | |
70 | καὶ ζήσας καὶ τελειωθεὶς μάρτυς οὐδὲν ἧττον ἐκείνῳ φοβερός. Πρὸς τὸν οὕτως οὖν ἔχοντα καὶ οὕτω παρεσκευασμένον μέλλεις, ὦ θύγατερ, διαγωνίζεσθαι καὶ αὐτή. Ἀλλ’, ὅπερ εἶπον, Χριστὸν ἔχουσα βασιλέα καὶ σύμμαχον, ἤδη δὲ καὶ νυμφίον, εὖ δὲ καὶ αὐτὴ παρεσκευασμένη τὴν γνώμην, εὐοδοῦ καὶ κραταιοῦ καὶ βα‐ | |
75 | σίλευε. Βασιλεύσεις γάρ, εὖ οἶδα, κατὰ πάσης ἐπισκευαζομένης σοι μηχανῆς, καὶ διὰ πάντων νικήσεις τὸν τύραννον· οὐ διὰ σαυ‐ τῆς δὲ μόνον, ἀλλὰ γὰρ καὶ δι’ ἑτέρων πολλῶν. Μαθητεύσεις γὰρ καὶ αὐτὴ πολλοὺς ἄλλους καὶ τῷ σῷ νυμφίῳ προσάξεις, ὡς Πέ‐ τρος, ὡς Ἰωάννης, ὡς ἕκαστος ἡμῶν τῶν ἀποστόλων, οἷς καὶ | |
80 | αὐτὴ συναριθμηθήσῃ πάντως, εὖ οἶδα ἐγώ.» | 206 |
1.10 | Τούτων δὲ καὶ τοιούτων ἑτέρων τινῶν, ὡς εἰκός, κατὰ τὸ δεσμωτήριον λεγομένων, καὶ τοῦ μὲν διδάσκοντος, τῆς δὲ διδα‐ σκομένης, ἐπέστη πάλιν ὁ Θάμυρις τῷ Παύλῳ μετὰ δὴ πλείονός τινος καὶ βιαιοτέρας ἀνάγκης· τὸ γὰρ ἀφανῆ καὶ ἄδηλον ἐν τῷ | |
5 | τέως γενέσθαι τὴν Θέκλαν σφοδρότερον ἐξῆψε τὸν κατὰ τοῦ Παύλου παρὰ τοῦ Θαμύριδος πόλεμον. Ἡμέρας γὰρ ἤδη γεγο‐ νυίας, καὶ τῆς ἀκτῖνος ὑπολάμπειν ἀρχομένης, αἱ μὲν κόραι πᾶσαι καὶ παιδίσκαι τῆς Θέκλας, αἱ καὶ προκοιτοῦσαι τῆς κόρης αὐτῆς, περὶ τὸν κοιτωνίσκον διέτριβον, ὡς ἀναστησομένης τε ἄρτι που | |
10 | τῆς δεσποίνης καὶ τὰ συνήθη παρ’ αὐτῶν ἐπιζητούσης, οἷα δεσποί‐ νης τέ ἐστιν ἐπιζητεῖν καὶ θεραπαινίδων ὑπουργεῖν. Ὡς δὲ πολὺς μὲν ὁ ἥλιος ἦν ὑπὲρ γῆς ἤδη, βοὴ δὲ οὐδαμοῦ παρὰ τῆς Θέκλας ἠκούετο, τὰ συνήθη προσταττούσης ταῖς κόραις, «Καὶ τί τοῦτο;» λεγουσῶν ἤδη τῶν παιδισκῶν πρὸς ἑαυτὰς καὶ ἀλλήλας, «ἆρα | |
15 | καθεύδει μέχρι τοῦ νῦν ἡ τροφίμη; μή τι γέγονεν αὐτῇ τῶν ἀνι‐ αρῶν, μὴ νόσος, μὴ θάνατος ἆρα αἰφνίδιος προσέπεσεν, ὡς μηδὲ φωνὴν ἔτι προΐεσθαι;» Ἔτι δὲ ταῦτα λέγουσαι, καὶ ὁμοῦ πᾶσαι τῷ κοιτωνίσκῳ ἐπεισελθοῦσαι—καὶ γὰρ ὁ χρόνος ὑπο‐ πτεύειν ἐδίδου τι λοιπὸν αὐταῖς οὐ χρηστόν—, τὴν μὲν παρθένον | |
20 | οὐδαμῶς εὑρίσκουσι, βοῆς δὲ καὶ ὀλολυγῆς ἐξαίφνης πληροῦσι τὸ δωμάτιον· ὡς τὴν Θεόκλειαν, ἐφ’ ᾧ καὶ ἡ βοὴ καὶ ὁ θρῆνος ἐγεγόνει μαθοῦσαν, ἄπνουν γενέσθαι καὶ ἄναυδον, θορύβου τε ὁμοῦ πληρωθῆναι πᾶσαν τὴν πόλιν, δρόμου δὲ καὶ ταραχῆς τὸν δῆμον, ἄλλων ἄλλοθεν διαθεόντων καὶ ἀναζητούντων τὴν κόρην· | |
25 | καὶ γὰρ κοινὴν τῆς πόλεως συμφορὰν τὴν τῆς κόρης ἐκάλουν φυ‐ γήν. Ἡ μέν τοί γε Θέκλα, καὶ τούτων γινομένων, ἐκάθητο μὲν παρὰ τοῖς τοῦ Παύλου ποσίν, ἀκαταπλήκτῳ δὲ καὶ ἀπτοήτῳ φρο‐ νήματι τῶν θείων δογμάτων ἀπήλαυεν. Ἐν τοσούτῳ δὲ καὶ ὁ Θάμυρις ἐπέστη, τῶν οἰκετῶν τινος τοῦτο μόλις καταμηνύσαντος, | |
30 | ὡς εἴη παρὰ τὸν Παῦλον ἡ παρθένος. Εἰσδραμὼν δὲ καὶ αὐτὸ τοῦτο κατανοήσας ὁ Θάμυρις, ἐπυρπολήθη μὲν ἔτι μᾶλλον, καὶ μανίας ἐγγὺς ἤλασεν, ὡς ἀληθῶς τῆς κόρης καταμαγγανευ‐ θείσης τε καὶ ἀποσυληθείσης ὑπὸ τοῦ Παύλου. Τό τε γὰρ ἀ‐ ποδρᾶναι, τό τε ἐν χρῷ οὕτω καθέζεσθαι τῶν τοῦ ἀποστόλου | 208 |
35 | ποδῶν, ὡς καὶ συνδεδέσθαι δοκεῖν αὐτήν, βεβαίαν ἐποίει καὶ ἀναμφίλογον τοῖς ὁρῶσι τότε τὴν οὐ καλὴν οὐδὲ ἀληθῆ τῆς ἀσελγείας ὑπόνοιαν. Πολλοὺς μὲν γὰρ ἤδη πολλάκις οὐ μόνον φαύλη πρᾶξις διέβαλεν, ἀλλ’ ἤδη καὶ σχῆμα καὶ βλέμ‐ μα περιεργότερον· τὸ δὲ νῦν τοῦτο τὴν ἴσην μὲν ὑποψίαν τοῖς | |
40 | ὁρῶσιν ἔφερεν. Οὐ μὴν καὶ εἰδότων ἦν τὸν Παῦλον καὶ τὴν Θέ‐ κλαν τό γε οὕτως ἄτοπα καὶ δυσαγῆ κατ’ αὐτῶν ὑποπτεύειν, οὔτε ἐφ’ οἷς παρεκαθέζετο μὲν ἡ κόρη, διελέγετο δὲ ὁ Παῦλος. Θεασάμενος οὖν ὁ Θάμυρις, ἅπερ οὐδὲ ὄναρ ἤλπισε, τὴν Θέκλαν ἅμα καὶ τὸν Παῦλον, περίτρομος ἐγένετο καὶ ἰλίγγου μεστός, | |
45 | ὡς μικροῦ καὶ εἰς λιποθυμίαν ἀπολῆξαι καὶ θάνατον ὑπὸ τῆς ἄγαν ἀνίας· ἐρωτικῆς γὰρ λύττης προσλαβούσης καὶ ζηλο‐ τυπίας, εἰς σαφῆ πάντως μανίαν καὶ φρενοβλάβειαν τελευτᾷ τὸ δυστύχημα. Συναρπάσας δὲ ὅμως μεθ’ ὧν εἶχε δημοτῶν καὶ οἰ‐ κετῶν τὸν Παῦλον, ἄγει φοράδην παρὰ τὸ δικαστήριον, οὐδὲν | |
1.10(50) | ἄρρητον, οὐδὲν ἄπρακτον ὧν θυμός τε βούλεται καὶ ζηλοτυπία παρακελεύεται ἐάσας κατὰ τοῦ Παύλου· ὡς καὶ τὸν Κεστίλλιον —ὄνομα δὲ ἦν τοῦτο τῷ ἀνθυπάτῳ—φειδοῖ μὲν τοῦ Παύλου— καὶ γὰρ ἑαλώκει τἀνδρός, καί τις δὲ καὶ εἰσεληλύθει πόθος αὐτὸν τῶν ὑπὲρ εὐσεβείας ὑπ’ αὐτοῦ λεγομένων—, αἰδοῖ δὲ καὶ | |
55 | τοῦ Θαμύριδος καὶ τῶν περὶ αὐτὸν βοώντων ἐπὶ τοῖς οὕτω δῆθεν ἀναίδην πραχθεῖσι καὶ τολμηρῶς, τὸ σεμνὴν καὶ εὐπάτριδα κόρην ἀνδραποδισθεῖσάν τε καὶ ἀναπεισθεῖσαν πάντων μὲν ἀλο‐ γῆσαι τῶν καλλίστων, ἑλέσθαι δὲ τὰ πάντων αἴσχιστα καὶ ἀτιμό‐ τατα, μικρὰ μαστίξαντα τὸν Παῦλον ἀποπέμψαι τῆς πόλεως, καὶ | |
60 | μὴ εἰσαῦθίς τι παθεῖν αὐτὸν βιαιότερον. | 210 |
1.11 | Ἄγεται δὲ καὶ ἡ Θέκλα παρὰ τῷ Κεστιλλίῳ, τῆς μητρὸς Θεοκλείας τοῦτο ἐπιβοώσης, τὸ καὶ ταύτην ἀχθῆναι καὶ δοῦναι δίκην ὑπὲρ οὕτως ἀθέσμου τε καὶ ἀτόπου πράξεως. Ὡς δὲ ἧκε καὶ ὤφθη, θαύματος μὲν ἅμα πάντας ἐπλήρωσε καὶ θάμβους, καὶ | |
5 | γὰρ ὀφθεῖσα μόνον ἅμα πάντας τῷ κάλλει κατήστραψε—καὶ ταῦτα ἐν ἠμελημένῳ λοιπὸν σώματι—, ἐλέου δὲ καὶ δακρύων τὸν δι‐ καστήν, κοινῇ δὲ πάντας τοὺς ὁρῶντας ἐκπλήξεως καὶ δέους, ἐπὶ τῷ οὕτως ἐπηρμένῳ καὶ γαύρῳ καὶ βλοσυρῷ φρονήματι καὶ βλέμματι. Καὶ γὰρ πρὸς μηδὲν ὅλως τῶν γινομένων καθυφεῖσα | |
10 | μηδὲ ὀκλάσασα, καθάπερ τις λεόντειος σκύμνος ἐν μέσῳ πολλῶν ἐφάνη δορκάδων. Ἐχρήσατο δὲ πρὸς αὐτὴν καὶ λόγοις τοιού‐ τοις ὁ ἀνθύπατος· «Ὁρῶ μὲν μηδὲν εὐγενείας σε μηδὲ σεμνότητος ἀπο‐ λείπουσαν, ὦ κόρη, μήτε μὴν φρονήσεως καὶ σωματικῆς εὐ‐ | |
15 | πρεπείας, ὁμοῦ δὲ πάντα κεκτῆσθαι τὰ κάλλιστα, ὡς ἐκ τῶν ὁρωμένων τούτων ἐμοί τε ἔνι καὶ τούτοις ἅπασι στοχάσα‐ σθαι. Τί δὲ βουλομένη λοιπὸν φεύγεις τὸν γάμον, εἰπεῖν οὐκ ἔχω, πρᾶγμα οὕτω σεμνὸν καὶ τίμιον καὶ παρὰ πάντων ὁμοίως ἐπαινού‐ μενον ἀνθρώπων τε καὶ θεῶν. Οὗτος γάρ, ὡς συντόμως εἰπεῖν, | |
20 | πληροῖ μὲν τὴν γῆν ἅπασαν ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων, πληροῖ δὲ τὸν ἀέρα πτηνῶν, ἤδη δὲ καὶ τῇ θαλάσσῃ δίδωσιν ἃ τῇ θαλάττῃ τρέφειν νόμος. Οὗτος ὁ γάμος καὶ τὴν τοῦ θανάτου διορθοῦται φύσιν, ἀντὶ τῶν παρ’ αὐτοῦ ληϊζομένων ἀντεισάγων τοὺς ἐσομένους, ὡς ἐγγὺς εἶναί που καὶ ἀθάνατον τὸ γένος ἡμῶν, | |
25 | τῶν ἐπιφυομένων ἀνθρώπων ἀεὶ τὴν τῶν προαπελθόντων ἀνα‐ πληρούντων καὶ φύσιν καὶ τάξιν καὶ χρείαν. Οὗτος καὶ σωφρο‐ σύνης διδάσκαλος, καὶ κάλλιστος ὅρος καὶ φύλαξ, ἐννόμῳ μίξει | |
τὰς παρανόμους ἡδονὰς καὶ μίξεις ἀεὶ κωλύων. Οὗτος καὶ τὸ γνήσιον ἀπὸ τῶν νόθων καὶ οὐκ εὖ γεγονότων διαιρεῖ, καὶ γνώμων | 212 | |
30 | ἀκριβέστατός ἐστι τῆς εὐπαιδίας. Οὗτος καὶ τῶν γενῶν τὰς ἐπω‐ νυμίας ἀκραιφνεῖς οἶδε φυλάττειν. Οὗτος καὶ τὰς τῶν χρη‐ μάτων διαδοχὰς οἷς τε προσῆκον καὶ ὡς προσῆκον διανέμει. Τί τοίνυν φεύγεις τὸν γάμον, ἱεροπρεπὲς οὕτω χρῆμα καὶ κάλλι‐ στον; καὶ γὰρ ὁ σὸς πατὴρ γάμον ἑλόμενος καὶ γάμον τιμήσας | |
35 | σὲ τὴν οὕτω καλλίστην ἐκτήσατο, καὶ ἡμῶν δὲ τῶν εὖ ἤδη γεγονότων ἕκαστον ὁ γάμος εἰς φῶς τε καὶ τὸν παρόντα βίον προήγαγε. Καὶ ἕκαστος μὲν ἡμῶν ἄπεισι πάντως ἐκ τοῦ βίου, ἀντεισάγει δὲ διὰ τοῦ γάμου πάλιν ἄλλον, οἷος αὐτός. Καὶ μὴν καὶ ὁ Θάμυρις οὗτος θαυμαστός τε καὶ εὐπατρίδης, καὶ τῶν σῶν | |
40 | ὑμεναίων τε καὶ γάμων οὐκ ἀνάξιος· καὶ γὰρ καὶ γένει λαμ‐ πρύνεται, καὶ πλούτῳ κομᾷ, καὶ τῆς πόλεώς ἐστι τὸ κράτιστον. Ὁρᾷς δὲ ὅπως καὶ μέμηνεν ἐπὶ σοί, σὲ πάντα ἡγούμενος, καὶ τῶν ἐπὶ σοὶ μόνον ἐλπίδων ἐξηρτημένος. Μήτε οὖν σαυτῇ, μήτε τούτῳ φθονήσῃς τῶν εὐδαιμόνων γάμων, μήτε μὴν τῇ πόλει τῶν ἐξ ὑμῶν | |
45 | μικρὸν ὕστερον ἐσομένων ἐκγόνων, ὑφ’ ὧν κοσμηθήσεται μὲν ἡ πόλις, κοσμηθήσεται δὲ τὸ γένος. Οὐκ ἐπιλείψετε δὲ οὔτε ὑμεῖς ποτε τῇ μνήμῃ τὸν βίον, παίδων παισὶν ἀεὶ παραδιδόντων τὴν καθ’ ὑμᾶς εὔκλειαν. Εἰ δέ τι παρὰ τοῦ ξένου τούτου καὶ γέροντος ἀκήκοας, ὡς ὕθλων καὶ μύθων καταφρόνησον τῶν ἐκείνου λόγων | |
1.11(50) | καὶ λήρων, μήπου καὶ μέμψῃ τὴν ἐπὶ τούτοις ἀβουλίαν. Οὔτε γὰρ τῆς σῆς ἡλικίας ἤδη καὶ φρενὸς κρίνειν τά γε τοιαῦτα δόγματα, ἱστῷ δὲ μᾶλλον καὶ ἡλακάτῃ προσκαθῆσθαι, ἃ καὶ μόνα γυναιξίν, ὡς εἰπεῖν, ἡ φύσις ἀπένειμεν. Ἀλλὰ πείσθητί μοι, καὶ μετάθου μὲν ἀπὸ τῆς κενῆς ταύτης ἀπάτης καὶ ληρωδίας, ἑλοῦ δὲ τὰ | |
55 | κρείττονα καὶ λυσιτελέστερα, καὶ συνάφθητι τῷ Θαμύριδι, καὶ γενοῦ πᾶσιν ἡμῖν ἑορτῆς ὑπόθεσις καὶ χαρᾶς καὶ φαιδρότητος. Χορεύσω γὰρ ἐπὶ τῷ σῷ γάμῳ κἀγώ· καὶ περιθήσω μέν σοι, περιθήσω δὲ τῷ νυμφίῳ τῷ σῷ τὸν πολύευκτον στέφανον, ἐπεύ‐ | |
ξομαι δὲ ταῦτα, καὶ ὑμετέροις συγχορεῦσαι παισίν.» | 214 | |
1.12 | Ἀλλ’ ὁ μὲν ἀνθύπατος πράως οὕτως καὶ προσηνῶς μεταθεῖναι τῆς προθέσεως τὴν κόρην ἐσπούδαζεν, ἡ δὲ Θέκλα προῆκε μὲν οὐδ’ ὅλως φωνήν, οὔτε γυναικικῆς εὐκοσμίας, οὔτε παρθενικῆς αἰδοῦς ἄξιον κρίνουσα δημοσιεύειν ὅλως φωνήν, καὶ προτιθέναι | |
5 | γλῶτταν παρθενικὴν πανδήμῳ θεάτρῳ. Καὶ γὰρ οὐδὲν οὕτω γυναιξὶ πρεπῶδες, οὐδὲν οὕτως ἁρμόδιον, ὡς σιωπὴ καὶ τὸ ἠρε‐ μεῖν. Φωνῆς μὲν οὖν οὐδ’ ὅλως μετέδωκεν οὐδενί, εἱστήκει δέ —εἰ μὴ τολμηρὸν ἄρα εἰπεῖν—ὡς ἀμνὰς ἐναντίον τοῦ κείροντος αὐτὴν ἄφωνος, οὐ τί φθέγξεται ζητοῦσα, τί δὲ ἄρα καὶ πότε | |
10 | πάθοι διὰ Χριστὸν ὀνειροπολοῦσα, καὶ τῷ ἀτρεμεῖ καὶ ἀταράχῳ τῆς στάσεως τὴν ἐπὶ τοῖς δεινοῖς ἤδη καρτερίαν ὑπεσήμαινε. Πολλῆς δὲ ἐπὶ τούτοις ἡσυχίας οὔσης, καὶ τῆς μὲν Θέκλας οὐδὲν ἀποκρινομένης, τοῦ δὲ Κεστιλλίου διαποροῦντος ὅ τι καὶ δράσοι, καὶ τοῦ δήμου δὲ τὸ ἀτενὲς καὶ ἄεικτον τῆς κόρης θαυμάζοντος, | |
15 | ἀνέκραγέ ποθεν ἐκπαθῶς ἡ Θεόκλεια· «Ὦ δικαστά, φησί, τί μέλ‐ λεις; τί δὲ ἀναβάλλῃ εἰσπράττεσθαι δίκας τὴν ἄνομον ταύτην καὶ ἄνυμφον; —αὐτοῖς γὰρ τοῖς ἐκείνης προσχρήσομαι ῥήμασι— Τί δὲ ὑπερτίθῃ καὶ μέλλεις πῦρ ἐπ’ αὐτὴν ἀνάπτειν; καιέσθω γὰρ καὶ ἀπολλύσθω, ἡ τὸν μὲν εὐκλεῆ καὶ πάτριον ἀρνησαμένη γάμον, | |
20 | ἑταίρας δὲ καὶ θεραπαινίδος αἰσχρᾶς προελομένη βίον, καὶ τὸν μὲν ἐπὶ τοσαύτῃ φερνῇ νυμφίον φυγοῦσα, πρὸς δὲ τὸν ἀλήτην καὶ ξένον αὐτομολήσασα, καὶ μεγίστην προστρίψασα τὴν αἰσχύνην πα‐ τρίδι τε ὅλῃ καὶ γένει καὶ πόλει, κἀμοὶ τῇ ἐπὶ τοσούτῳ κακῷ τε‐ κούσῃ παιδίον, ἵνα γένωμαι τραγῳδία τῷ βίῳ.» Δεινοπαθήσας | |
25 | οὖν ἐπὶ τοῖς οὕτως ἐλεεινῶς παρὰ τῆς Θεοκλείας ῥηθεῖσιν ὁ ἀνθύπατος, ἅμα δὲ καὶ τὸν Θάμυριν ὑφορώμενος, ὡς μεγάλα τε δυνάμενον καὶ δικαίως ὀργιζόμενον ὡς καὶ γαμετῆς οὕτω καλλί‐ στης ἀποστερούμενον, καὶ τὰ ἐπὶ χριστιανοῖς δὲ κείμενα καὶ θρυ‐ | |
λούμενα τότε δόγματα δεδοικώς, κελεύει πυρὶ παραδοθῆναι | 216 | |
30 | τὴν Θέκλαν, ἵν’ ἅμα καὶ ἡ τοῦ Χριστοῦ διαδειχθῇ δύναμις, καὶ ἡ τῆς μάρτυρος ἐκλάμψῃ χάρις λοιπόν, καὶ ὁ τοῦ Παύλου μὴ ἄκαρπος γένηται πόνος. Πάντων τοιγαροῦν πανταχόθεν ξύλα συμφορησάντων, καὶ τῆς φλογὸς εἰς αὐτὸν αἰθέρα κορυφωθείσης, ἐπιβῆναι κελεύεται | |
35 | τῇ οὕτως ἐκφλογωθείσῃ πυρᾷ. Ἐν ὁρμῇ δὲ καὶ αὐτῆς τῆς κόρης τοῦ πράγματος οὔσης, καὶ πρὸς τὸ πῦρ ὁρώσης, καὶ ᾀττούσης μὲν λοιπὸν μετὰ περιχαρείας καὶ γεγανυμένης ψυχῆς, ὀρθῷ δὲ καὶ φαιδρῷ καὶ ἀκλινεῖ τῷ βλέμματι, παραδείκνυσιν ἑαυτὸν ὁ Χριστὸς ἐν τῇ τοῦ Παύλου μορφῇ, τὴν προθυμίαν | |
40 | αὐτῆς ἐπιθαρρύνων, τὴν εὐτονίαν ἐπιθήγων, τὴν φύσιν ἐπι‐ σφίγγων, ὡς καὶ τὴν παρθένον ἰδοῦσαν—καὶ γὰρ ἀληθῶς αὐτὸν ᾤετο εἶναι τὸν Παῦλον, ἀλλ’ οὐ τὸν Χριστόν—ὑπομει‐ διᾶσαι, καὶ πρὸς ἑαυτὴν εἰπεῖν· «Ἰδού, περισκοπεῖ καὶ φυ‐ λάττει με Παῦλος, μήπως ἄρα ὀλιγωρήσασα καὶ ὀκλάσασα, καὶ | |
45 | πρὸς τὸ πῦρ ἀποδειλιάσασα, ἀποστήσωμαι τῆς καλῆς καὶ μακα‐ ρίας ὁμολογίας. Ἀλλ’ οὐ μὰ τὸν ὑπὸ σοῦ μοι τοῦ Παύλου εὐαγ‐ γελισθέντα Χριστόν, οὐ μὴ προδῶ τὴν εὐσέβειαν, οὐδὲ μὴ τὴν σὴν καταισχύνω διδασκαλίαν. Μόνον στῆθι μικρόν, ὦ διδάσκαλε, καὶ ἐπικάλεσαί μοι τὸν Χριστόν, ἵνα καὶ τῇ αὔρᾳ τοῦ Πνεύματος | |
1.12(50) | διαρριπίσῃ καὶ δροσίσῃ τοῦτο τὸ πῦρ, κἀμοῦ τὴν ἀσθένειαν τῆς φύσεως ὑποστηρίσῃ τῇ παρ’ αὐτοῦ βοηθείᾳ.» Καὶ μετὰ τοὺς λόγους τούτους, τὸν τοῦ σταυροῦ τύπον πρότερον ἐν ἑαυτῇ ἐκ‐ τυπώσασα, ἑαυτὴν δὲ μᾶλλον καὶ ὅλην εἰς τὸν τοῦ σταυροῦ τύπον ἀπεικάσασα διὰ τῆς ἐφ’ ἑκάτερα ταῖν χειροῖν ἐκτάσεως, εὐθὺς | |
55 | ἐφήλατό τε τῇ πυρᾷ καὶ κατετόλμησε τῆς φλογὸς θαρσαλέως οὕτω καὶ ἀδιστάκτως, ὡς οὐκ ἄν τις ἄλλως ἐν σταθερᾷ με‐ | |
σημβρίᾳ καὶ ὥρᾳ πνίγους. Ὅθεν καὶ τὸ πῦρ, τῆς ἑαυτοῦ φύ‐ σεως ἐκλαθόμενον, αἰδοῖ καὶ φόβῳ τοῦ σταυροῦ, θάλαμος μᾶλλον ἢ κάμινος ἐγένετο τῇ παρθένῳ, οὐδὲ τοῦτο τοῖς θεωμένοις παρα‐ | 218 | |
60 | σχόν, τὸ γυμνὴν τὴν Θέκλαν ἰδεῖν· καὶ γὰρ ὑψωθὲν καὶ περικυρ‐ τωθὲν καὶ ἀποτειχίσαν πάντοθεν τοῖς ἀκολάστοις τὴν θέαν, κοι‐ τωνίσκου μᾶλλον ἤπερ πυρὸς ἐπλήρωσε χρείαν. Φασὶ δέ τοι καὶ παῖδας Ἑβραίων ἐν Βαβυλῶνι τῇ μεγάλῃ τῇ Μήδων, τρεῖς ὄντας, φιλανθρώπου ποτὲ καὶ τοιούτου τυχεῖν τοῦ πυρός, τοῦ | |
65 | Θεοῦ τότε κἀκεῖνο τὸ πῦρ ἡμερώσαντος. Ἀλλ’ ἐκεῖ μὲν τοῦτο μόνον ὑπῆρξε, καὶ τὸ θαῦμα ἔστη, ἐνταῦθα δὲ καὶ ἡ γῆ τὴν παρά‐ νομον ἐμαρτύρατο βίαν, μέγα τι καὶ διωλύγιον ὑπηχήσασα, καὶ οὐρανὸς ὄμβρον ἀφῆκεν, οὐκ ἀτμοῖς, οὐ νεφέλαις πρότερον κα‐ λυφθείς, ἃ δὴ καὶ ὄμβρων εἶναι πιστεύεταί τε καὶ λέγεται μηνύ‐ | |
70 | ματα, ὑπὸ τοῦ Θεοῦ δὲ τοῦτο ποιῆσαι προσταχθεὶς ἐπὶ τιμῇ καὶ συμμαχίᾳ τῆς μάρτυρος. Ὅθεν καὶ καταρραγὲν μετὰ καὶ χα‐ λάζης πολλῆς καὶ μεγίστης τοῦτο τὸ ὕδωρ, πολλοὺς μὲν τῶν Ἰκο‐ νιέων διέπνιξεν, ἐν αὐτῇ τῇ τόλμῃ καὶ τὴν ὑπὲρ τῆς τόλμης τιμωρίαν εἰσπραξάμενον, τὴν δὲ παρθένον καὶ αὐτοῦ τοῦ δο‐ | |
75 | κοῦντος εἶναι πυρὸς ἠλευθέρωσεν. | |
1.13 | Τούτων δὲ οὕτως ἐν τῇ πόλει συμβάντων, καὶ πάντων ὑπ’ ἐκ‐ πλήξεως ἅμα καὶ δέους κατεπτηχότων καὶ τοῖς ἐπὶ τῇ Θέκλᾳ τετολμημένοις μεταμελομένων τε καὶ ὀδυρομένων πικρῶς, ὁ Παῦ‐ λος ἔξω μέν που τοῦ ἄστεως ἔν τινι τύμβῳ ἅμα καὶ τῷ Ὀνησι‐ | |
5 | φόρῳ διέτριβεν, οὔτε δὲ αὐτὸς ἔξω τῶν ἀγώνων τούτων καὶ δει‐ μάτων ὑπῆρχε, περιδεής τε γὰρ ἦν ἄγαν, καὶ ἄσιτος διετέλει, καὶ πρηνὴς ἐπ’ ἐδάφους ἔκειτο δακρύων τε καὶ τὸν Χριστὸν ὑπὲρ τῆς ἀγωνιζομένης κόρης ἐπιβοώμενος. Οὔτε γὰρ ἐλελήθει τῶν γινομένων αὐτὸν οὐδέν, ἅτε καὶ ἀγχοῦ τῆς πόλεως ὄντα, καὶ | |
10 | τῶν ταῦτα περιθρυλούντων οὐκ ὀλίγων ὄντων. Ἐκτεινομένης δὲ | |
τῆς ἀσιτίας, οἱ τοῦ Ὀνησιφόρου παῖδες κακῶς ἔχοντες λοιπὸν ὑπ’ ἐνδείας τε καὶ πείνης μακρᾶς—οὔτε γὰρ ἦν τι πρὸς δια‐ τροφὴν αὐτοῖς, οὐκ ἄρτος, οὐ ποτόν, οὐκ ὄψον, ὡς ἂν φεύγουσί τε καὶ κρυπτομένοις—, ἐπιτραπῆναι δέονται παρὰ τοῦ Παύλου τό τε | 220 | |
15 | ἄστυ καταλαβεῖν καὶ τὰ τῆς ἀνάγκης πρίασθαι. Ἔπασχον δὲ τοῦτο εἰκότως· νέας γὰρ ἡλικίας ἔτι καὶ μειρακιώδους οὐχ οὕτω τὸ ἀλγεῖν ἢ ἀθυμεῖν ὡς τὸ πεινῆν ἅπτεται καὶ διψῆν, καὶ τοῦτό ἐστιν ἡ μεγίστη συμφορὰ τοῖς παισίν. Ἐπιτρέπονται τοιγαροῦν παρὰ τοῦ Παύλου καὶ ἀπελθεῖν καὶ πρίασθαι· καὶ δὴ καὶ λαβόντες | |
20 | αὐτοῦ τὸν ἐπενδύτην ἀπῆλθον. Οὔτε γὰρ ἦν ἑτέρως αὐτοῖς ποιεῖν, μηδὲ ἀργυρίου παρόντος αὐτοῖς. Ἐν τούτῳ δὲ καὶ ἡ μάρτυς ἀπαλλαγεῖσα μὲν τοῦ πυρός, ἔτι δὲ διὰ τὸν Παῦλον ἀσχάλλουσα καὶ περινοστοῦσα, τοῖς τοῦ Ὀνησιφόρου περιτυγχάνει παισίν, οἳ καὶ πρὸς τὸν Παῦλον ἐπιγνόντες αὐτὴν ὡδήγησαν· ὃν ἐπὶ ἐδά‐ | |
25 | φους τε ἐρριμμένον εὗρε καὶ ποτνιώμενον καὶ τοῦτο αἰτοῦντα τὸν Θεόν, ὃ πλησίον τε καὶ παρὰ πόδας εἶχε λοιπόν. Ἐπιβοήσασα γοῦν ἡ μάρτυς εἶπεν εὐθύς· «Θεὲ βασιλεῦ καὶ δημιουργὲ τοῦδε τοῦ παντὸς εὐλογητέ, καὶ Πατὴρ τοῦ μεγάλου καὶ μονογενοῦς σου Παιδός, εὐχαριστῶ σοι ἐγώ τε τῆς τοῦ πυρὸς ἀπειλῆς καὶ βίας | |
30 | ἐλευθερωθεῖσα παραδόξως, τοῦτόν τε τὸν ἐμὸν σωτῆρα καὶ διδά‐ σκαλον θεασαμένη τὸν Παῦλον, ἀφ’ οὗπερ καὶ μάλιστα εὐηγγελί‐ σθην τῆς ὑμετέρας βασιλείας τὸ κράτος, τῆς ὑμετέρας ἐξουσίας τὸ μέγεθος, τῆς ἐν Τριάδι θεότητος τὸ ἀπαράλλακτόν τε καὶ ἰσοδύναμον καὶ ἰσοστάσιον, τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς | |
35 | σου Παιδὸς τὸ μυστήριον, τοῦ ἁγίου Πνεύματος τὴν οὐκ ἀποδέου‐ σαν ἐνέργειαν καὶ δύναμιν, τῆς πίστεως τὸ εἰλικρινὲς καὶ γνή‐ σιον καὶ σωτήριον κέρδος, τῆς ἀληθοῦς θεογνωσίας τὴν ὁδόν, πάσης ἅμα τῆς κατὰ Θεὸν πολιτείας τήν τε νῦν ὄνησιν καὶ τὴν μικρὸν ὕστερον ἐσομένην μακαρίαν ἀνταπόδοσιν.» | |
40 | Τούτων ἀκούσας ὁ Παῦλος, ἀνέθορέ τε ἐκ τῆς γῆς, καθάπερ ἔκ τινος μηχανῆς, τῆς παρθενικῆς ἀθρόον μετεωρισθεὶς φωνῆς. Μέ‐ σος δὲ ἡδονῆς καὶ ἐκπλήξεως γενόμενος, ὧδε καὶ αὐτὸς ἐπηύ‐ ξατο· «Εὑρεῖν μὲν ἄξιον, ὦ δέσποτα, τῆς σῆς φιλανθρωπίας εὐ‐ χαριστήριον ὕμνον, χαλεπόν τε καὶ λίαν ἐργῶδες. Τίς γὰρ ἂν | |
45 | ἐφίκοιτο λόγος τῆς σῆς ἀγαθότητος, τῆς σῆς ἡμερότητος, ἢ δυνάμεως, ἢ σοφίας, ᾗ τά τε πάντα συνεστήσω καὶ διακρατεῖς καί, ὡς οὐκ ἂν ἐφίκοιτο λόγος, οἰκονομεῖς, κοινῇ τε πάσῃ τῇ κτίσει καὶ τοῖς καθ’ ἕκαστον ἡμῶν ἐπιμερίζων τὴν σαυτοῦ κη‐ δεμονίαν καὶ πρόνοιαν; Εὐχαριστῶ δ’ οὖν ὅμως, καὶ ὡς ἀν‐ | 222 |
1.13(50) | θρώπῳ δυνατόν, ἐπὶ τῇ παρ’ ἐλπίδα καὶ ξένῃ σωτηρίᾳ τῆς δούλης σου Θέκλας, καὶ ὅτι τῆς ἐμῆς αἰτήσεως ὀξυτέρα πέφυκεν ἡ σὴ δωρεά, καὶ τῶν ὑπὲρ αὐτῆς μου κινδύνων καὶ πόνων οὐκ ἀκερδὴς ἡ θλίψις γεγένηται. Ἰδοὺ γάρ σοι διὰ τῶν ἐμῶν κἀνταῦθα θλίψεων καὶ δεσμῶν καὶ πληγῶν προσγεγένηται μάρτυς καὶ μα‐ | |
55 | θήτρια καί, μικρὸν ὕστερον, εὐαγγελίστρια. Σοῦ μὲν γὰρ εὐδοκήσαντος καὶ ὁ τῆς παρθενίας οὗτος στάχυς ἐβλάστησεν, ὃς πολλὰς ἡμῖν εὖ οἶδ’ ὅτι παρθένων καρποφορήσει μυριάδας· πολύχους γὰρ καὶ ὁ κόκκος οὗτος τοῦ σίτου καὶ γνήσιος καὶ τῆς σῆς ἀποθήκης ἄξιος.» | |
1.14 | Τοσαῦτα δὲ καὶ τοῦ Παύλου εἰρηκότος, ἅμα πάντες πρὸς θυ‐ μηδίαν ἐκ πολλῆς ἀθυμίας ἐτράπησαν, αὐτὸς ὁ Παῦλος, ὁ Ὀνησι‐ φόρος, ἡ παρθένος, οἱ τοῦ Ὀνησιφόρου παῖδες, ὡς ἅψασθαι καὶ ποτοῦ καὶ τροφῆς, καὶ μηδὲν ἀπεῖναι τὸ σύνολον τῶν εἰς εὐφρο‐ | |
5 | σύνην τελούντων πνευματικήν. Ἔτι δὲ ἑστιωμένων αὐτῶν ἅπερ ὅ τε καιρὸς καὶ ἡ ἀνάγκη παρεῖχε—λάχανα δὲ ἦν ταῦτα καὶ ἄρτος, καὶ ὕδωρ τὸ ποτόν—, εἶπεν ἡ Θέκλα τῷ Παύλῳ· «Σέσωσμαι μέν, ὦ Παῦλε, διὰ σοῦ, καὶ τῆς ἐν Χριστῷ τετύχηκα πολιτείας καὶ πίστεως, οἶμαι δὲ ὡς οὐκ ἀσφαλὲς ἔτι μοι τὸ σοῦ | |
10 | τε κεχωρίσθαι καὶ τὴν πόλιν ταύτην οἰκεῖν· ὅπως γὰρ ἀσεβείας ἔχει καὶ θράσους, ἀκοῇ μὲν οὐδαμῶς, αὐτῇ δὲ τῇ πείρᾳ κατα‐ μεμάθηκας. Οὐκοῦν ἕψομαί σοι, τῆς κορικῆς ταύτης καὶ ἀπατηλῆς κόμης ἀφελοῦσα τὸ πλέον, ὡς ἂν καὶ τοὺς θεωμένους καὶ τά γε | |
τοιαῦτα πολυπραγμονοῦντας ἐκκλίνειν ἔχοιμεν εὐμαρῶς. Ἀμει‐ | 224 | |
15 | φθὲν γάρ, ὡς οἶμαι, τὸ σχῆμα τοῦτο συσκιάσει τό, ὡς σὺ φῂς κάλλος καὶ τὴν εὐμορφίαν.»—«Ἀλλὰ βούλομαι μέν, ὁ Παῦλος ἔφη, δέδοικα δὲ τὸν καιρόν, καὶ σὲ πολλῷ πλέον· τὸν μὲν ἀκολασίας μηδὲν ἀπολείποντα, σὲ δὲ κάλλους οὕτως ἔχουσαν καὶ νεότητος, ὡς μὴ εἶναι τοῖς θεωμένοις σε μηδὲ πάνυ βουλομένοις ἠρεμεῖν. | |
20 | Μή τις οὖν ἡμῖν καὶ πάλιν ἐπαναφυῇ πόλεμος ἕτερος, ἴσως δὲ καὶ τοῦ προλαβόντος τούτου βιαιότερος, καὶ σοῦ τὴν γνώμην διασα‐ λεύσῃ καὶ ὑπολισθῆσαι παρασκευάσῃ ναρκήσασάν πως καὶ προδοθεῖσαν ὑπὸ τῆς γυναικικῆς ταύτης φύσεως καὶ ἀσθενείας. Καὶ ἀνδράσι δὲ δυσκατέργαστος οὗτος ὁ πόλεμος, μήτιγε καὶ | |
25 | γυναιξί, καὶ κόραις ἄρτι τῶν θαλάμων καὶ κοιτωνίσκων προ‐ ελθούσαις.»—«Ἀλλὰ γὰρ οὐδὲν τούτων πείσομαι, φησὶν ἡ Θέκλα πάλιν, ὁ γὰρ ἐπὶ τῆς πυρᾶς μοι βοηθήσας Θεὸς βοηθήσει πάντως καὶ πρὸς ἑτέρους κινδύνους, κἂν πολυπλοκώτερα τούτων ῥάψῃ καθ’ ἡμῶν ὁ πολέμιος μηχανήματα. Μόνον δός μοι καὶ αὐτός, ὦ | |
30 | διδάσκαλε, τὴν ἐν Χριστῷ σφραγῖδα· τούτῳ γὰρ ὁπλισθεῖσα τῷ ὅπλῳ οὐδὲν ὑποπτήξω, οὐδὲν ἔτι δειλιάσω, ὑπεράνω παντὸς ὀφθή‐ σομαι κινδύνου, ὑπεράνω παντὸς ὀφθήσομαι πειρασμοῦ καὶ δαίμονος· μόνον δός μοι τὴν ἐν Χριστῷ σφραγῖδα.»—«Τοι‐ γαροῦν, ἐπειδή, φησί, ταῦτά σοι δέδοκται, ταῦτα ἔσται· | |
35 | καὶ νῦν μὲν τῆς ὁδοιπορίας μοι συμμεθέξεις, μικρὸν δὲ ἀναμεί‐ νασα χρόνον καὶ τῆς διὰ τοῦ ἁγίου βαπτίσματος τεύξῃ χάριτος, ἥπερ μόνη σωτηρίας καὶ ἀσφαλείας καὶ πίστεως δύναμις ἀναν‐ ταγώνιστός ἐστι τοῖς ἐπὶ Χριστὸν ὅλως ἠλπικόσι καὶ τε‐ θαρρηκόσι.» Καὶ ταῦτα εἰπὼν εὐθὺς τῆς ὁδοιπορίας ἥπτετο, τὸν | |
40 | Ὀνησιφόρον ἀνακτησάμενος σὺν τοῖς αὐτοῦ παισὶν ἅμα, ἐπί τε τὴν αὐτοῦ πόλιν καὶ ἑστίαν ἀποπεμψάμενος. Ἀλλὰ τὰ μὲν κατὰ τὸ Ἰκόνιον ὧδέ τε ἐπράχθη, καὶ τέλος ἔσχε τοιοῦτο· ἃ φύσεως μὲν ἀνθρωπίνης ἐστὶν ὑπέρτερα, θείας δὲ δυνάμεως οὐκ | |
ἀπεικότα τυγχάνει θαύματα. | 226 | |
1.15 | Ὡς δὲ καὶ τῆς Ἀντιοχείας—Ἀντιοχείας δὲ λέγω τῆς Σύρων, τῆς καλῆς καὶ μεγίστης καὶ πρῶτον τὸ καλὸν καὶ μακάριον ὄνομα τὸ καλεῖσθαι χριστιανοὺς κτησαμένης, οὐ τῆς Πισιδῶν, τῆς καὶ γείτονος Λυκαόνων, εἰ καὶ Πισίδαι τοῦτο βούλονται—πλη‐ | |
5 | σίον ἐγένοντο καὶ ταῖς πύλαις ἤδη προσήλαυνον, ἀπέβαινεν ἤδη τῷ Παύλῳ ἅπερ αὐτὸν καὶ κατὰ τὴν ἀρχὴν ἔθραττεν. Οὔπω γὰρ ἤδη οὔτε τέλεον ὀφθέντες τοῖς ἀμφὶ τὰς πύλας διατρίβουσι τῆς πόλεως, προεκδραμὸν ὥσπερ τις ἀστραπὴ τὸ κάλλος τῆς Θέκλας, καὶ τοῖς τοῦ Ἀλεξάνδρου προσπεσὸν ὀφθαλμοῖς, ἀνέφλεξέ τε ὅλον | |
10 | αὐτὸν καὶ ἐπυρπόλησεν· ὡς μηδ’ ἀντισχεῖν ἔτι δυνηθῆναι τὸν ἄνθρωπον, μηδὲ κἂν πρὸς ὀλίγον ἀναβαλέσθαι τὸ κακόν, κατὰ δὲ τοὺς λυττῶντας κύνας ἢ δαιμονῶντας ἀνθρώπους ἀθρόον ἐπι‐ πηδῆσαι τῷ παρθενικῷ καὶ πανάγνῳ σώματι. Τὸ γὰρ τῶν ἐρών‐ των τοῦτο πάθος ἄρχεται μέν, ὡς εἰπεῖν, ἐκ τῶν ὀμμάτων, κατο‐ | |
15 | λισθῆσαν δὲ εἰς αὐτὴν τὴν ψυχὴν τὸ κακόν, μεμηνότα τὸν ἄρτι σωφρονοῦντα ποιεῖ καὶ παράφρονα. Ὁ τοίνυν Ἀλέξανδρος οὗτος Σύρος μὲν ἦν τὸ γένος, εὐπατρίδης δὲ ὢν καὶ πλούσιος, καὶ αὐτῆς ἦρχε τότε τῆς καλῆς Ἀντιοχείας, πάσης ἡδονῆς καὶ τέρψεως γινόμενος αὐτῇ χορηγός. Ὅθεν δὴ καὶ τὸ πλεῖστον ἀνήρ‐ | |
20 | τητο κράτος τῆς πόλεως. Φύσει μὲν γὰρ ἅπας δῆμος ἄστατόν τι καὶ ἀστάθμητόν ἐστι χρῆμα, καὶ τοῖς τέρπουσι μᾶλλον καὶ εἰς ἡδονὰς ἐκμαίνουσι μετροῦν τὴν εὐδαιμονίαν, οὐ μὴν τοῖς τὰ χρηστὰ καὶ ὠφέλιμα συνεκπορίζουσι τῶν ἀνδρῶν ἐφηδόμενον, ὡς ἐπὶ τὸ πολὺ δὲ τοῖς πρὸς πᾶσαν αὐτοὺς ἀκολασίαν καὶ τέρψιν | |
25 | ἐκβακχεύουσιν ἐπαγαλλόμενον. Ὁ δὲ τῆς Ἀντιοχείας λεὼς ἔχει τι καὶ πλέον εἰς ἡδυπάθειαν, καὶ ἢν ἐκπορίζῃ τις αὐτοῖς τὰ πρὸς ἡδονὰς καὶ θέας καὶ τέρψεις, οὗτος φιλόπολις ἀληθῶς καὶ φιλό‐ | |
δημος καὶ φιλότιμος. Οὗτος τοίνυν ὁ Ἀλέξανδρος, ὁ πάντοθεν οὕτω λαμπρὸς καὶ περίσημος, ὡς εἶδεν, ὡς ἐθεάσατο τὴν παρ‐ | 228 | |
30 | θένον οὐκ εὐαγέσιν οὐδὲ σώφροσιν ὀφθαλμοῖς, ἑάλω κατὰ κράτος τῆς κόρης· καὶ πρόσεισιν ὡς ἂν μαστρωπῷ καὶ προαγωγῷ τῷ Παύλῳ, τάξει τινὶ δῆθεν ἐν ἀταξίᾳ χρησάμενος, καὶ πολλὰ μὲν ἱκετεύσας, πολλὰ δὲ ὑποσχόμενος, ὡς ἂν καὶ ὑπερφλεγό‐ μενος, τέλος δὲ διαμαρτών, τοῦ Παύλου κατὰ μηδὲν ὅλως προσ‐ | |
35 | ήκειν αὐτῷ τὸ γύναιον ἀποφήσαντος—μηδὲ γὰρ εἰ ἔστι γύναιον ὅλως εἰδέναι σαφῶς—, βιαιότερον ἀπεπειρᾶτο τῆς Θέκλας λοι‐ πόν, ἐμπλακείς τε αὐτῇ καὶ μανικῶς ἐπελαύνων, ὡς ἄρα βοῆσαι μὲν καὶ εἰπεῖν τὴν παρθένον· «Ὢ τῆς βίας! ὢ τῆς παρανομίας! ὢ τῆς ἀλογίστου τυραννίδος! ὢ τῆς ἀναισχύντου καὶ ἀπηρυθρια‐ | |
40 | σμένης ἀκολασίας! Καὶ γὰρ ὡς εἰς λιμένα καὶ σωφροσύνης ὅρμον τὴν πόλιν ταύτην καταφυγοῦσα, ἀγριωτέρων τῶν ἐν αὐτῇ πειρῶμαι κυμάτων τῆς ἀσελγείας. Εἰμὶ μὲν γὰρ ξένη καὶ ἄγνωστος, οὐκ ἄπολις δέ, οὔτε ἄσημος, οὔτε ἄδοξος. Καὶ γάρ ἐστί μοι πό‐ λις λαμπρὰ τὸ Ἰκόνιον, καὶ γένος ἐπίδοξον, καὶ πλοῦτος οὐκ ὀλί‐ | |
45 | γος. Ὑπεριδοῦσα δὲ γάμου καὶ νυμφίου λαμπροῦ τοῦ Θαμύ‐ ριδος, σωφροσύνης ἔρωτι καὶ παρθενίας καὶ τοῦ δουλεύειν Χρι‐ στῷ τὴν μακαριωτάτην καὶ πάσης ἐλευθερίας ἀμείνονα δουλείαν, διὰ ταῦτα ἐκβέβλημαι καὶ ἀπελήλαμαι τῆς πόλεως. Οὐ γάρ, ὡς σὺ νομίζεις, ἀλῶμαι δι’ ἔρωτας αἰσχροὺς καὶ σοὶ πρέποντας, κα‐ | |
1.15(50) | πηλεύσασά μου τὸ κάλλος καὶ προτιθεῖσα τοῦτο τοῖς βουλομέ‐ νοις ὤνιον· μὴ γένοιτο, μηδὲ οὕτω καταισχυναίμην τὸν προ‐ στάτην μου Θεόν, μηδὲ οὕτως ἐπιλαθοίμην ὧν ὑπεσχόμην Θεῷ, ὥστε ψεύσασθαί με τὰς διὰ τοῦ Παύλου μοι πρὸς αὐτὸν γεγενη‐ μένας συνθήκας. Μὴ βιάζου τοίνυν τὴν ξένην, μὴ βιάζου τὴν τοῦ | |
55 | Θεοῦ δούλην.» Οὔτε γὰρ ἂν περιπαθεστέροις χρησαίμην λόγοις τῶν τῆς μάρτυρος τούτων ῥημάτων. Ὡς δὲ καὶ οὕτω βοώσης καὶ πο‐ τνιωμένης αὐτῆς οὐδὲν ἧττον ὁ Ἀλέξανδρος προσῆγε τὴν βίαν, ἡ παρθένος θαρραλεώτερον ἢ κατὰ γυναῖκα τολμήσασα | |
60 | καὶ βουλευσαμένη, ἐπικαταρρήγνυσι μὲν αὐτῷ τὴν χλαμύδα, τὸ σοβαρὸν τοῦτο καὶ ἀπόβλεπτον φόρημα, περιαιρεῖ δὲ τὸν λαμ‐ πρὸν καὶ χρυσήλατον καὶ διαυγῆ στέφανον, ἵστησι δὲ θρίαμβον αὐτὸν ἐπὶ πάντων, ἐν ᾧ τόπῳ καὶ τέμενος ἄξιον τῇ παρθένῳ διῳκοδόμηται, καὶ εἰς δεῦρο σῴζει τὸ σχῆμα, καὶ τὴν τοιαύτην | 230 |
65 | νίκην βοᾷ καὶ μαρτύρεται. Πᾶς γάρ τις προσιών, καὶ τὸν τόπον ἅμα καὶ τὸν νεὼν θεώμενος, καὶ τῶν τότε γεγονότων εὐθὺς εἰς μνήμην ἔρχεται, καὶ δοκεῖ πάλιν θεᾶσθαι καὶ τὴν Θέκλαν νι‐ κῶσαν καὶ τὸν Ἀλέξανδρον γυμνόν, ἡττώμενον καὶ γελώμενον. Καὶ τῷ παντὶ δέ, οἶμαι, συμπαραπέμψει χρόνῳ τὸ κλέος ὁ τόπος | |
70 | οὗτος. Ὡς ὑβρισθεὶς τοίνυν ὁ Ἀλέξανδρος καὶ διαμαρτὼν τῆς ἐλπίδος, πρὸς μὲν τὰς ἐναντίας ὑπηνέχθη διαθέσεις φίλ‐ τρου τε ἅμα καὶ μίσους, καὶ ὅ τι δέοι πρᾶξαι τέως ἠπόρει, θυμῷ τε καὶ πόθῳ μεμερισμένος, καὶ νῦν μὲν ὡς τοῦτον, νῦν δὲ ὡς ἐκεῖνον ἀποκλίνων. Τέλος δ’ οὖν ὁρμᾷ πρὸς τὸ δικαστήριον καὶ | |
75 | παραδίδωσι τὴν Θέκλαν, οὐ τοσοῦτον ἡττηθεὶς τῷ θυμῷ, ὅσον τῆς ἀκολάστου πράξεως ἀπογνούς. Ἦ γὰρ ἂν καὶ ὑπερεῖδε καὶ κατεφρόνησεν, εἰ καὶ πολλῷ ταύτης ἡ ὕβρις ἦν χαλεπωτέρα, εἰ μό‐ νον ἐξῆν καὶ μετὰ τὰς ὕβρεις ἀπολαύειν τοῦ κακῶς αὐτῷ προσ‐ πεσόντος ἔρωτος. Νῦν δὲ τὸ λίαν ἀπηνὲς καὶ ἀνήμερον τῆς κό‐ | |
80 | ρης ἀγριώτερον ἐποίει τὸν πολέμιον, ὡς ὑβρισθέντα τε καὶ ὑ‐ περοφθέντα, καὶ ὧν οὐκ ἐνδίκως ἠράσθη παντελῶς ἀποπεπτωκότα. | |
1.16 | Παραδοθεῖσα δ’ οὖν ὅμως ἡ παρθένος ἐπὶ τῇ κρίσει, ἥδετο μὲν ἐπ’ αὐτῇ, καὶ νίκην ἤδη τὴν δίκην ἐκάλει καὶ μαρτυρικῶν ἀγώ‐ νων προσθήκην· ὑφορωμένη δὲ τὸν Ἀλέξανδρον μήπως, ἔρημον αὐτὴν καὶ μόνην ἀπολαβών, καὶ πρὸς βίαν ἀφέλοιτο τῆς παρ‐ | |
5 | θενίας, ὑπὲρ οὗ καὶ ὁ πᾶς αὐτῇ κίνδυνος ἀνερριπτεῖτο, αἰτεῖ χά‐ | |
ριν τὸν δικαστήν, οὐ τὸ μή τι παθεῖν τῶν προηγορευμένων δεινῶν, τὸ δὲ μεῖναι μόνον ἁγνὴν καὶ φυλαχθῆναι πορνικοῦ μολύ‐ σματος καθαράν. Καὶ γὰρ ὅσον τῆς κατὰ τοὺς κινδύνους ἠφροντί‐ στει δειλίας, τοσοῦτον τῆς κατὰ τὴν παρθενίαν ἐφρόντιζεν | 232 | |
10 | ἀσφαλείας. Ποιεῖται δὴ καὶ τούτου πρόνοιαν ὁ Θεός· ἐκ τῶν γὰρ περὶ αὐτὴν οὐσῶν γυναικῶν—πολλὰς δὲ ἡ κατ’ αὐτὴν τὴν Θέκλαν φήμη συνήθροισε—τινὰ Τρύφαιναν, οὕτω καλουμέ‐ νην, εἰς τοῦτο προβαλόμενος καὶ παρορμήσας, ἀρρήτως τε καὶ ὡς αὐτῷ φίλον ἐκ τῶν ἀπόρων καὶ ἀμηχάνων ἀεὶ πορίζεσθαι τοῖς | |
15 | ὧδε ἔχουσι μηχανάς τε καὶ λύσεις. Αὐτὴ τοιγαροῦν ἡ Τρύφαινα, βασιλέως τε ἀγχιστείᾳ λαμπρυνομένη καὶ πλούτῳ κομῶσα καὶ ἀρετῆς τῆς κατὰ τὸν βίον καὶ τρόπον ἐπιμελομένη, πιστεύ‐ εταί τε καὶ δέχεται τὴν Θέκλαν. Ἔπραττε δὲ τοῦτο, καὶ αὐτὴ μὲν οἰκτιζομένη τὴν παρθένον, ἐφ’ οἷς οὕτω τυραννικῶς τε καὶ | |
20 | βιαίως ἔπασχε, σωφροσύνης ἀπαιτουμένη δίκας, ἅμα δὲ καὶ βου‐ λομένη παραμυθίαν σχεῖν αὐτὴν ἀντὶ τῆς ἄρτι τετελευτηκυίας αὐτῆς θυγατρός. Φαλκόνιλλα δὲ ἦν ὄνομα τῇ παιδί. Ἡμέρας δὲ διαγενομένης μιᾶς, προάγεται μὲν ἡ Θέκλα παρὰ τοῦ Ἀλεξάνδρου τὴν διὰ τῶν θηρίων ὑφέξουσα δίκην· ἐπηκολούθει | |
25 | δὲ καὶ ἡ Τρύφαινα, τὴν ἅπαξ πιστευθεῖσαν οὐκέτι προέσθαι τοῖς βουλομένοις ἀνεχομένη. Ἔνθα γίνεταί τι καὶ παράδοξον καὶ θεοσημείας ἀληθῶς ἄξιον ἔργον· ἡ γάρ, ὡς ἐνόμιζον, πικροτάτη συνδεθεῖσα λέαινα τῇ Θέκλᾳ, τῆς μὲν οἰκείας ἀπημέλει φύσεως, ἅτε δὲ θεραπαινὶς καὶ ἄνωθεν συντραφεῖσα τῇ κόρῃ, παρεκα‐ | |
30 | θέζετό τε καὶ περιέσαινε τοὺς πόδας, καί που καὶ τοὺς ὀδόντας αὐτῆς παραφυλάττουσα, ὡς οἶμαι, μή πῃ καὶ ἄκουσα τρώσῃ καὶ παραλυπήσῃ τοὺς εὐαγγελικοὺς ἤδη πόδας τῆς μάρτυρος. Τοῦτο κοινῇ μὲν ἅπασαν τὴν πόλιν ἐξέπληξε, καί τινος ἀφα‐ σίας ἅμα πάντας τοὺς θεωμένους ἐπλήρωσε. Τὸ δὲ τῶν γυναικῶν | 234 |
35 | φῦλον οὐδὲ ἡσυχῇ τὸ θαῦμα κατασχεῖν ἠνέσχετο—πρός τε γὰρ ἡδονὴν τὸ γένος εὐόρμητον, πρός τε φόβον εὐπτόητον—, ἀλλὰ γὰρ καὶ ἐπεβόων τοῖς τολμωμένοις κατὰ τῆς μάρτυρος, οὐχ ὡς μάρ‐ τυρος, ἀλλ’ ὡς γυναικὸς καὶ ἐλεεινὰ πασχούσης καὶ δίκην ἄλο‐ γον εἰσπραττομένης ὑπὲρ σωφροσύνης, ὑπὲρ σεμνότητος, ὑπὲρ | |
40 | ὧν οὐ προΐεται πορνείᾳ καὶ ἀσελγείᾳ τὸ σῶμα. | |
1.17 | Ὡς δὲ διελύθη μὲν ἡ τοιαύτη τῶν θηρίων πομπή, διελύθη δὲ ἡ παρὰ τῶν γυναικῶν βοή, λαβοῦσα πάλιν ἡ Τρύφαινα τὴν Θέ‐ κλαν πρὸς ἑαυτὴν ἐπανήγαγεν, οὐ δι’ ἔλεον ἔτι μόνον καὶ οἶκτον, ἀλλὰ γὰρ καὶ αὐτοῦ μόνου λοιπὸν τοῦ θαύματος χάριν, καὶ ὧν | |
5 | ἐν ὄψει κατὰ τὴν νύκτα τεθέατο. Ἑσπέρας γὰρ ἤδη καταλα‐ βούσης, καὶ τῆς Τρυφαίνης πρὸς ὕπνον ἐλθούσης, ἐπιστᾶσα ἡ Φαλκόνιλλα ἐδόκει τοιαῦτα τῇ μητρὶ λέγειν· «Τὸ μὲν πολὺ τοῦ δι’ ἐμὲ πένθους, ὦ μῆτερ, παραινῶ σοι καταλιπεῖν, καὶ μὴ δα‐ κρύειν ἀνόνητα, μηδὲ τὴν ἑαυτῆς καταξαίνειν τοῖς ὀδυρμοῖς ψυ‐ | |
10 | χήν. Οὔτε γὰρ ἐμὲ διὰ τούτων ὀνήσεις, καὶ σεαυτὴν ἐμοὶ προσαπολεῖς. Δεήθητι οὖν τῆς συνοικούσης σοι Θέκλας, τῆς καὶ ἀντ’ ἐμοῦ σοι γεγενημένης παιδός, ποιήσασθαί τινα πρε‐ σβείαν ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, ὡς ἂν καὶ φιλανθρωπίας τύχοιμι καὶ βλέμματος γαληνοῦ, καὶ πρὸς τὸν τῶν δικαίων μετατεθείην | |
15 | χῶρον· καὶ γὰρ κἀνταῦθα πολύ, φησίν, ἤδη τὸ θαῦμα τῆς Θέκλας, | |
ἐφ’ οἷς οὕτω λαμπρῶς καὶ εὐθαρσῶς ὑπὲρ τοῦ Χριστοῦ διαγωνί‐ ζεται.» Ταῦτα εἰρηκέναι δοξάσης τῆς Φαλκονίλλης καὶ ἀποπτά‐ σης εὐθύς—αὕτη γὰρ ὀνείρου φύσις, ἐπιστῆναί τε ἀδήλως, φῆναί τε καὶ διαλεχθῆναι ἀμυδρὰ καὶ ἀμφίβολα, καὶ ἀποπτῆναι πάλιν | 236 | |
20 | ἀφανῶς—, ἐπανέστη τοῖς εἰρημένοις τούτοις ἡ Τρύφαινα καί, ὁμοῦ τε ἡσθεῖσα καὶ γενομένη περίδακρυς, καὶ τὸ μέν τι ἐπὶ τῇ ὄψει παθοῦσα τῆς θυγατρός, τὸ δὲ ἐπὶ τῇ μνήμῃ τῆς Θέκλας, τὸ τῆς ἡδονῆς, λέγει πρὸς τὴν παρθένον αὐτοῦ που καὶ πλησίον παρα‐ καθεύδουσαν· «Ὦ τέκνον, φησίν, ἐμόν, καὶ τέκνον θεόσδοτον, ἐπει‐ | |
25 | δή σε Θεὸς δεῦρό τε ἤγαγε καὶ ταῖς ἐμαῖς ταύταις ἀγκάλαις ἐνέ‐ βαλεν, ἵνα που πάντως καὶ τὴν ἐμὴν ταύτην ἐπελαφρύνῃς συμφο‐ ράν, καὶ τὴν τῆς ἐμῆς θυγατρὸς ψυχὴν τῆς Φαλκονίλλης οἰκειώσῃς Χριστῷ, καὶ τὸ παρὰ τῆς πίστεως ἐλλειφθὲν διὰ τῆς σῆς ἐκπορίσῃς αὐτῇ πρεσβείας, εὖξαι καὶ δεήθητι τοῦ βασιλέως Χριστοῦ τὸ σοὶ | |
30 | δοθῆναι παρ’ αὐτοῦ χάριν τὴν τῆς ἐμῆς θυγατρὸς ἀνάπαυλαν καὶ διαιωνίζουσαν ζωήν. Τοῦτο γὰρ καὶ αὐτή σου δεῖται Φαλκό‐ νιλλα διὰ τῆς ἐν τῇ νυκτί μοι ταύτῃ γενομένης ὄψεως.» Ταῦτα τῆς Τρυφαίνης εἰπούσης, ἡ παρθένος, καὶ ὡς ἑτοίμην ἀεὶ τὴν ψυχὴν ἔχουσα πρὸς τὴν εὐχήν, καὶ πρὸς τὸ δοκοῦν ἀεὶ δυ‐ | |
35 | σωποῦσα τὸ θεῖον, ἅμα δὲ καὶ τὸ τῆς αἰτήσεως εὔλογον ἐννοήσασα καὶ τὴν αἰτοῦσαν αὐτήν, ἀμελητὶ πρὸς τοῦτο ὥρμησε. Τὰς γὰρ ἱερὰς αὐτῆς καὶ πανάγνους χεῖρας εἰς οὐρανὸν ἄρασα, οὕτω πως ἔφη πρὸς τὸν Θεόν· «Χριστὲ βασιλεῦ τῶν οὐρανῶν καὶ Παῖ τοῦ μεγάλου καὶ ὑψίστου Πατρός, ὁ καὶ ἐμοὶ τὸ πιστεῦσαί τε καὶ | |
40 | σωθῆναι χαρισάμενος, καὶ τὸ τῆς σῆς ἀληθείας ὑπολάμψας μοι φῶς, καὶ τὸ ὑπὲρ σοῦ πάσχειν ἤδη με καταξιώσας, δὸς καὶ τῇ δούλῃ σου Τρυφαίνῃ τὸν ἐπὶ τῇ θυγατρὶ πληρωθῆναι πόθον· πόθος δὲ αὐτῇ τὸ τὴν ἐκείνης ψυχὴν ταῖς τῶν ἤδη σοι πεπιστευκότων ἐναριθμηθῆναι ψυχαῖς, καὶ τῆς ἐν παραδείσῳ διαίτης καὶ τρυφῆς | |
45 | ἀπολαύειν. Ταύτην αὐτῇ καὶ ὑπὲρ ἐμοῦ, δέσποτα Χριστέ, τὴν ἀμοιβὴν ἔκτισον. Ἰδοὺ γάρ, ὡς ὁρᾷς, αὕτη μου τῆς παρθενίας γεγένηται φύλαξ, αὕτη μοι μετὰ τὸν σὸν Παῦλον παρέστηκεν, | |
αὕτη με τῆς οἰστρομανίας ἀπήλλαξεν Ἀλεξάνδρου, αὕτη με μετὰ τὸν τῶν θηρίων φόβον τοῖς οἰκείοις αὐτῆς ἐναποψύχει | 238 | |
1.17(50) | κόλποις. Καὶ γὰρ βασιλὶς οὖσα συνεταπεινώθη μοι διὰ τὸν σὸν πόθον καὶ φόβον. Ὑπὲρ ὧν πάντων τοῦτο αἰτεῖ, τοῦτο βούλεται, τὸ τυγχάνειν ἀναπαύλης τινὸς τὸ μόνον καὶ ἀγαπητὸν παι‐ δίον αὐτῆς.» Τοσαῦτα δὲ καὶ τοιαῦτα τῆς Θέκλας ἐπευξαμένης, ἡ Τρύφαινα γοερόν τι καὶ θρηνῶδες καὶ διωλύγιον ἀναβοήσασα, | |
55 | τὴν μὲν τῆς θυγατρὸς οὐκέτι τελευτὴν ἀπωδύρετο, τὴν δὲ Θέ‐ κλαν ἐθρήνει λοιπόν, ὡς ἂν καὶ αὐτῆς μικρὸν ὕστερον θηριαλώτου γινομένης, σὺν εὐπρεπείᾳ τε σώματος καὶ φρονήσει τοσαύτῃ. | |
1.18 | Ἐν τούτοις δὲ οὔσης τῆς Τρυφαίνης, ἧκεν ὁ Ἀλέξανδρος ὡς παραληψόμενος τὴν Θέκλαν καὶ ἄξων εἰς τὸ κυνηγέσιον, ὡς ἂν καὶ πάντων μὲν τῶν πρὸς τοῦτο ηὐτρεπισμένων, ἤδη δὲ καὶ τῶν θεατῶν κατειληφότων τὴν θέαν καὶ θορυβούντων καὶ τὸν τῆς | |
5 | μελλήσεως αἰτιωμένων χρόνον. «Ὁ ἡγεμὼν γάρ, φησί, κάθηται, καὶ ὁ ὄχλος θορυβεῖ· δός, ἀπαγάγω τὴν θηριομάχον.» Ὡς τὴν Τρύφαιναν ὑπὸ τῶν ῥημάτων τούτων δηχθεῖσάν τε καὶ ἀνα‐ φλεχθεῖσαν ἐκβοῆσαί τε πικρὸν καὶ γοερόν, ὡς καὶ εἰς φυγὴν τραπῆναι τὸν Ἀλέξανδρον. Οἷα δὲ τὰ ῥήματα Τρυφαίνης· «Οἴμοι, | |
10 | φησίν, οἴμοι τοῦ δευτέρου μοι τούτου καὶ χαλεπωτέρου πέν‐ θους. Ὡς ἀλλεπάλληλά με κατείληφε τὰ δεινά, καὶ βοηθείας ἢ παραμυθίας οὐδαμόθεν μοι πόρος. Καὶ γὰρ ἄπαις εἰμὶ καὶ συγ‐ γενείας ἔρημος, καὶ δυστυχῶ χηρείαν, καὶ πρὸς ἀμηχανίαν πάντο‐ θεν συνελήλαμαι. Ἀλλὰ γὰρ εὑρηκέναι μοι δοκῶ πόρον ἐν ἀπό‐ | |
15 | ροις καὶ τοσούτῳ πλήθει δυσχερείας· ἐπὶ γὰρ τὸν τῆς Θέκλας Θεὸν καὶ βοηθὸν ἤδη μοι καταφευκτέον. Ὁ Θεὸς τοιγαροῦν τῆς Θέκλας, τῆς καὶ ἐμοὶ τὸ σὸν εὐαγγελισαμένης κράτος καὶ τὴν ἀληθῆ καὶ εὐθεῖάν μοι τῶν σῶν ἐντολῶν ἀτραπὸν τῆς εὐσεβείας | |
ὑποδειξάσης, ἐπιφάνηθι καὶ νῦν τῇ δούλῃ σου Θέκλᾳ, καὶ κινδυ‐ | 240 | |
20 | νευούσῃ βοήθησον, καὶ δεῖξον ἡμῖν ἅπασιν ὡς ἀγαθὸν ἀληθῶς καὶ ἀναμφίλεκτον τὸ διὰ σὲ καὶ ἐπὶ σοὶ κινδυνεύειν. Εἰ γὰρ αὐτὴ τύχῃ τινὸς νῦν ἐπικουρίας, οὐκ ἔστιν ὅστις οὐ τῇ σῇ προσδρα‐ μεῖται βασιλείᾳ.» Ἔτι δὲ τούτων λεγομένων ὑπὸ τῆς Τρυφαίνης, ἧκον καὶ στρατιῶταί τινες ἀστικοί, παρὰ τοῦ ἡγεμόνος σταλέντες | |
25 | τε καὶ πρὸς βίαν ἀφελέσθαι τὴν κόρην ἐπιτραπέντες. Ἡ μέντοι γε Τρύφαινα, πρὸς μὲν τὸ ἀντισχεῖν ἀδυνατήσασα, εἴξασα δὲ τῇ βίᾳ, τὴν μὲν κόρην οὐδ’ οὕτω μεθῆκεν, ἐπιδραξαμένη δὲ τῆς χειρὸς αὐτῆς, ἅμα τοῖς στρατιώταις ἀπῄει, ὀδυρμῶν καὶ θρήνων πληροῦσα τὴν ἀγοράν, καὶ ὡς ἂν ἐπὶ νεκρᾷ λοιπὸν κοπτομένη καὶ ὀλολύζουσα | |
30 | τῇ Θέκλᾳ, καί τινα τοιαῦτα ὑποφωνοῦσα· «Ὢ τῆς τῶν δαιμόνων πονηρίας! Ὡς ἀπλήστως ταῖς κατ’ ἐμοῦ κέχρηνται συμφοραῖς! Μιᾶς μὲν γὰρ παιδὸς ἡ δυστυχὴς ἐγὼ μήτηρ ἐγενόμην, ἰδοὺ δὲ καὶ δευτέρας ποιοῦμαι λοιπόν, ὡς ὁρᾶτε, θυγατρὸς ἐκφοράν. Καὶ τὸ δὴ χαλεπώτερον, Φαλκόνιλλαν μὲν τεθνηκυῖαν ἐπὶ τοὺς | |
35 | τάφους ᾗ νόμος παρέπεμψα, τὴν Θέκλαν δὲ ταύτην καὶ ζῶσαν ἔτι, καὶ μηδὲν θανάτου πλημμελήσασαν ἄξιον, ἵνα δὲ μὴ φθορᾷ καὶ τῇ δυσαγεῖ πορνείᾳ παραδῷ καὶ μολύνῃ μετὰ τοῦ σώματος καὶ τὴν ψυχήν, τοῖς τῶν θηρίων ἄπειμι παραδώσουσα στόμασιν. Ὢ τῆς βίας! Ὢ τῆς τυραννίδος! Ὢ τῆς τῶν Ἀντιοχέων πόλεως, | |
40 | τοιούτου μελλούσης ἀναπίμπλασθαι μύσους καὶ ἄγους!» Ἐπὶ τοῖς ῥήμασι τούτοις ἡ Θέκλα δηχθεῖσά τε καὶ ὑπεραλ‐ γήσασα τὴν ψυχήν, πηγὰς μὲν ἀφῆκε δακρύων πολλάς, πικρὸν δὲ καὶ διωλύγιον ἀναβοήσασα τοιούτοις καὶ αὐτὴ πρὸς τὸν Θεὸν ἐχρήσατο ῥήμασι· «Θεέ μου καὶ βοηθέ μου, ἐφ’ ὃν ἐγὼ | |
45 | θαρρήσασα καὶ πᾶσαν ἐλπίδα θεμένη καὶ πατρίδα κατέλιπον καὶ μητρὸς ὑπερεῖδον καὶ γάμου κατεφρόνησα, καὶ νῦν ἔπιδε, καὶ τοῖς κατ’ ἐμοῦ πραττομένοις ἐπισκόπησον, κἀμὲ μὲν ἐκ τῶν φο‐ βερῶν τούτων καὶ ἀνημέρων ῥῦσαι θηρίων, καθάπερ ἤδη με καὶ πρώην τοῦ παμφάγου πυρὸς ἠλευθέρωσας, τῇ δὲ σῇ δούλῃ Τρυ‐ | |
1.18(50) | φαίνῃ τῶν ὑπὲρ ἐμοῦ πόνων ἀντίδος τὴν ἀμοιβήν! Ὁρᾷς γὰρ ὅπως, ἵνα σοί τε ἀρέσῃ κἀμὲ φυλάξῃ παρθένον, πάσης ἀνέχεται | |
παροινίας καὶ ὕβρεως. Διὰ γοῦν ταύτην καὶ τὴν ταύτης ἐπ’ ἐμοὶ συμπάθειαν οὔτε τῆς παρθενίας ἐκπέπτωκα, καὶ τῆς Ἀλεξάνδρου κατ’ ἐμοῦ περιγέγονα λύττης· καὶ μετὰ τῆς ἐμοὶ καὶ σοὶ φίλης | 242 | |
55 | σωφροσύνης ἀγωνίζομαι, ὀλίγα τῶν θηρίων φροντίζουσα, διὰ σὲ τὸν ἐξ οὐρανῶν ἐπαμύνοντά μοι καὶ ταύτην τὴν ἐπὶ γῆς με φυ‐ λάττουσαν. Τῆς δὲ σῆς ἐπ’ ἐμοὶ καὶ τοῦτο προνοίας, τὸ ἐν ἀγρίοις οὕτω καὶ ἀνημέροις κύμασιν εὐπορῆσαι λιμένος, ἐκ τῆς πολλῆς με ταύτης διαδεχομένου ζάλης τῶν θηρίων τούτων.» | |
1.19 | Καὶ ἡ μὲν ἔληξεν εὐχομένη, πολὺς δὲ πάντοθεν ὁ φόβος ἐπήρ‐ τητο, παρὰ τῶν θηρίων, παρὰ τῶν τὰ θηρία διεγειρόντων ἐκ τῆς τῶν μαστίγων πληγῆς καὶ ἠχῆς, καὶ παρὰ τῆς τοῦ δήμου ταρα‐ χῆς καὶ συγκλύδου βοῆς, παρὰ τῆς τῶν γυναικῶν οἰμωγῆς καὶ | |
5 | ὀλολυγῆς. Μέρος γὰρ καὶ αὐταὶ τοῦ θεάτρου γεγόνασι, καὶ τὴν ἐπὶ τῇ παρθένῳ διενείμαντο γνώμην. Αἱ μὲν γὰρ ἐφήδοντο τοῖς πραττομένοις κατὰ τῆς Θέκλας, ὅσον ἀσελγὲς καὶ ἀκόλαστον ἦν· ὅσον μέντοι γε σωφρονοῦν καὶ κόσμιον, ἐπήλγει τε τοῖς γινο‐ μένοις, καὶ τὴν πόλιν ἠλέει τῆς συμφορᾶς, ὡς ἂν αὐτίκα καὶ | |
10 | πάνδημόν τι πεισομένην κακὸν ἐπὶ τοσούτῳ κακῷ τῆς μιαι‐ φονίας. Πολλαὶ δὲ καὶ συναπολέσθαι τῇ Θέκλᾳ προθυμίας εἶχον καὶ γνώμης, οὕτως ἐδεινοπάθουν ἐπὶ τῷ δεινῷ καὶ παραλόγῳ τῆς συμφορᾶς. Πάντων δὲ μετεώρων ὄντων λοιπὸν καὶ πρὸς ἓν τοῦτο κεχηνότων, τὸ τῆς θέας παράδοξον, εἰσάγεται καὶ ἡ | |
15 | παρθένος, τῶν μὲν τῆς Τρυφαίνης ἀφαιρεθεῖσα χειρῶν, ἀπογυμνω‐ θεῖσα δὲ καὶ τῆς ἐσθῆτος, ὡς ἂν καὶ τοῦτο τοῖς λέουσιν ἐρεθισμός τις εἴη εἰς τὴν κατ’ αὐτῆς ὁρμήν· τὰ γὰρ λαμπρὰ τῶν σωμάτων ἀεὶ τὰς τῶν θηρίων ὄψεις ἐφέλκεσθαι πέφυκεν. Οὕτω δὴ καὶ τούτου παρασκευασθέντος, ἡ πικρὰ καὶ πάλιν κατ’ αὐτῆς ἀ‐ | |
20 | φείθη λέαινα, ὡς θρήνων διὰ τοῦτο καὶ δακρύων πληρωθῆναι τὸ θέατρον. Ἡ βελτίστη μέντοι γε λέαινα, λεαίνης μὲν ὁρμὴν | |
ἐπεδείξατο καὶ ὀργήν, ὡς δὲ καὶ πλησίον ἐγένετο, θεραπαινὶς μᾶλλον ὤφθη· καὶ οὐ μόνον οὐχ ἥψατο τοῦ ἱεροῦ καὶ πανάγνου σώματος, ἀλλὰ γὰρ καὶ ἀνακλιθεῖσα πρὸ τῶν παρθενικῶν πο‐ | 244 | |
25 | δῶν, τὴν ἀπὸ τῶν λοιπῶν αὐτῇ θηρίων ἀσφάλειαν παρείχετο. Τὴν γὰρ ἐπελθοῦσαν αὐτῇ τῶν ἄρκτων θρασυτέραν ἀνεῖλέ τε καὶ διέφθειρε παραχρῆμα, καὶ λέοντι δέ, θυμικώτερον ᾄττοντι κατ’ αὐτῆς, ὑπαντήσασά τε καὶ συμπλακεῖσα συνδιεφθάρη. Τοῦτο πολλῆς τοὺς θεατὰς ἀνίας ἐπλήρωσεν, ὡς ἂν καὶ τῆς συμμα‐ | |
30 | χούσης αὐτῇ λεαίνης ἐκποδὼν γεγονυίας· οὔτε γὰρ εἶχον συν‐ ιδεῖν ὅλως ὡς θεοσημείας, ἀλλ’ οὐ τῆς τοῦ θηρίου φύσεως, ἦν ἔργον τὸ γεγονός. Θαυμαστοῦ γὰρ ὄντος καὶ τοῦ προτέρου, τοῦ μὴ θίγειν τῆς Θέκλας τὴν λέαιναν, θαυμασιώτερόν ἐστι τὸ καὶ προασπίζειν αὐτῆς. Τὰ μὲν γὰρ θηρία, θηρία τέ ἐστι πάντοτε, καὶ | |
35 | ἔχει φύσεως ὡς ἔχει· Θεοῦ δὲ λοιπόν ἐστι τὸ μετασκευάζειν πρὸς ἃ βούλεται, καὶ ἀνέχειν αὐτῶν τὰς ὁρμάς, καὶ τοῖς μὲν ἁγίοις εὐήνιά τε καὶ καταπειθῆ ταῦτα παρέχειν, τοῖς δὲ ἄλλως πως ἔχου‐ σιν ἀνήμερα καὶ ἀπάνθρωπα. Τοῖον δή τι κἀπὶ τοῦ πυρὸς τοῦ κατὰ τὸ Ἰκόνιον γέγονεν, εἰ δὲ βούλει, καὶ τὴν Βαβυλῶνα καὶ τοὺς | |
40 | τρεῖς παῖδας· καὶ γὰρ ἐκεῖνο τὸ πῦρ ἦν μὲν πῦρ ἀληθῶς διακαές, παμφάγον, ὀλέθριον—καὶ γὰρ αὕτη πυρὸς φύσις—, προστα‐ χθὲν δὲ παρὰ Θεοῦ, δρόσου καὶ δροσιζούσης αὔρας ἐνέργειαν ἐκεί‐ νοις τε καὶ ταύτῃ παρέσχετο. Καὶ Δανιὴλ δέ, ὅν φασι τὸν Ἑβραῖον νεανίσκον συγκαθειρχθέντα ποτὲ λέουσι, σῶόν τε | |
45 | καὶ ἀσινῆ τῶν θηρίων ἐκείνων ἀπαλλαγῆναι, οὐ τῆς τῶν θη‐ ρίων φύσεως τοῦτο βουλομένης, τῆς δὲ τοῦ Θεοῦ δυνάμεως τοῦτο ἐργασαμένης. Ἀλλὰ παρὰ Βαβυλωνίοις μέν, παρ’ οἷς καὶ τὸ θαῦμα γέγονε, τοῦτο γέγονε μόνον, τὸ μὴ διαφθαρῆναι τὸν νέον, ἐνταῦθα δὲ καὶ πόλεμον ὑπὲρ τῆς Θέκλας ᾑρεῖτο πρὸς | |
1.19(50) | ἄλληλα τὰ θηρία· τοσοῦτον ἄρα παρ’ ἡμῖν μᾶλλον τὸ ὑπερ‐ | |
βάλλον τοῦ θαύματος. | 246 | |
1.20 | Ὡς δὲ καὶ τῆς πείρας ταύτης διελεγχθείσης, ὁμοῦ πολλῶν τε λοιπὸν καὶ ἀγριωτέρων θηρίων ἐπαφιᾶσι πλῆθος τῇ Θέκλᾳ· αὐτῆς μέντοι γε τῆς μάρτυρος ὁ λογισμὸς οὐ περὶ τὸν τῶν θηρίων ἠσχολεῖτο μᾶλλον φόβον καὶ βόμβον, περὶ δὲ τὴν εὐχὴν ὅλη συν‐ | |
5 | ετέτακτο· οἶμαι δὲ ὡς καὶ τοιούτοις τισὶν ἐχρῆτο ῥήμασι σιγῇ καὶ ἐφ’ ἑαυτῆς εὐχομένη· «Πολλὴ μέν σοι χάρις, ὦ δέσποτα Χριστέ, τῆς ὑπὲρ ἐμοῦ ταύτης βουλῆς καὶ προθέσεως, ὅτι κόρην οὖσαν, ἔτι δὲ καὶ θαλαμευομένην, καὶ τοῖς πολλοῖς ἄγνωστον, γάμῳ τε καὶ Θαμύριδι φυλαττομένην, ἐν τῷ μέσῳ τε προ‐ | |
10 | ήγαγες διὰ τοῦ σοῦ Παύλου, καὶ τῆς σῆς πάλιν δι’ αὐτοῦ σφρα‐ γῖδος καὶ χάριτος ἠξίωσας, καὶ τῶν ὑπὲρ σοῦ με πόνων καὶ κιν‐ δύνων ἔγευσας, ἐν Ἰκονίῳ μὲν διὰ τοῦ πυρός, ἐνταῦθα δὲ διὰ τῶν πολλῶν τούτων καὶ ἀνημέρων θηρίων, καὶ πάνδημόν με προτέ‐ θεικας θέατρον, οὐχ ὑπερορῶν μου τῆς σωτηρίας, ἀλλὰ κατα‐ | |
15 | γυμνάζων μου τὴν εἰς σὲ πίστιν καὶ πρόθεσιν. Ὑπὲρ μὲν οὖν τούτων, ἀξίως μὲν οὐδαμῶς, εὐχαριστῶ δ’ οὖν ὅμως, ὡς ἂν ὅλως τῶν ὑπὲρ σοῦ καταξιωθεῖσα παθημάτων καὶ στιγμάτων. Ἐπειδὴ δὲ πολὺν ἔτι καὶ βαρὺν ὁρῶ τὸν πολέμιον καὶ ταῖς προσ‐ θήκαις ἀεὶ τοὺς κινδύνους ἐπαύξοντά μοι, δέδοικα δὲ μήπως, | |
20 | ὡς καὶ φύσει ἀσθενὴς καὶ προκεκμηκυῖα τοῖς κακοῖς, ἀποναρκήσω πρὸς τὰ λοιπὰ τοῦ ἀγῶνος, καί πως ἀτέλεστος μείνω καὶ ἀστε‐ φάνωτος, καί, τὸ δὴ χαλεπώτερον, τῆς σῆς διαπέσω βασιλείας, εἰ δοκεῖ, περίστειλόν με τῷ θανάτῳ λοιπόν, καὶ τῷ διὰ τοῦ θανάτου βαπτίσματι λῦσον μὲν ἐμοὶ τὸν φόβον, λῦσον δὲ τούτοις τὸν κατ’ | |
25 | ἐμοῦ πόνον. Εἰ γὰρ ἐγὼ καταλύσω τὸν βίον, καταλύσουσί που | |
πάντως καὶ οὗτοι τὴν κατ’ ἐμοῦ βίαν καὶ τυραννίδα.» Ταῦτα κατὰ τὸ εἰκὸς εἰποῦσα, καὶ μεταστραφεῖσα κατὰ τὸ συμ‐ βάν, ὁρᾷ κολυμβήθραν καὶ ὕδωρ καὶ φώκας ἐννηχομένας, θηρία μὲν ὄντα καὶ αὐτὰ θαλάττια καὶ ἀνδροφόνα, καὶ ταῦτα δὲ ἴσως πρὸς | 248 | |
30 | τιμωρίαν παρασκευασθέντα τῆς Θέκλας. Καὶ μικρὰ ἄττα ἐπι‐ βοησαμένη τὸν Χριστόν, καὶ οὕτως εἰποῦσα· «Ἐν τῷ ὀνόματί σου, Κύριε, ὑστέρᾳ ἡμέρᾳ βαπτίζομαι», ἐνήλατο τῷ ὕδατι τούτῳ, τῆς διὰ τοῦ θανάτου λοιπὸν ἐρῶσα τελειώσεως καὶ πρὸς Χριστὸν ἀναλύσεως. Τούτου δὲ οὕτως ἐπιτελεσθέντος, ὁ δῆ‐ | |
35 | μος ἅπας ἀνηλάλαξέ τε καὶ τὴν οὕτως ἄτοπον καὶ ὀλέθριον ἀπεμέμψατο τόλμαν, τὸ προπετῶς οὕτω καὶ ἀφειδῶς κυβιστῆσαι καθ’ ὕδατος, οὕτω πρόδηλον τὸν ἀπὸ τῶν φωκῶν ἔχοντος θάνατον, ὃν ἡ μὲν παρθένος ὑπερησμένιζε μόνον ἵνα τύχῃ τῆς ἐν Χριστῷ τε‐ λειώσεως, ὡς τολμηρὸν δὲ ἄγαν καὶ φρικῶδες ὁ πᾶς κατῳκτίζετο | |
40 | λεώς, καὶ δάκρυσι κατένιφε τὸ κυνηγέσιον. Ἀλλ’ οὐδὲ ὣς ἠμε‐ λεῖτο ἡ μάρτυς· τὸ γὰρ περιλαμφθὲν ἐξαίφνης οὐράνιον πῦρ καὶ τοῖς ὕδασιν ἐμπεσόν, τὰ μὲν θηρία τῆς οἰκείας ἐξίστη τοῦ δρᾶν ἐνεργείας, τὴν δὲ Θέκλαν γυμνὴν οὖσαν καὶ περιέστελλε, καὶ θαλάμου χρείαν αὐτῇ παρείχετο. | |
1.21 | Ἀλλὰ γὰρ οὔτε τούτων γινομένων τῶν θεοσημειῶν αἰδώς τις ἢ φόβος εἰσῄει τὸν ἀναιδῆ Ἀλέξανδρον· τῷ γοῦν πλήθει τῶν θηρίων πλῆθος ἕτερον ἐπεισῆγεν, ὥσπερ τι πνεῦμα βίαιον κύ‐ μασι ἐπεγεῖρον κύματα, καὶ νικῆσαι μὲν φιλονεικῶν ὃν ἀμή‐ | |
5 | χανον ἦν—τίς γὰρ Θεὸν οἶδε νικήσας ποτέ; —, ἡττώμενος δὲ | |
ἐλάνθανε. Καὶ γὰρ ὑπὸ συμπαθείας πολλῆς τὰ θεώμενα γύναια, ἢ καὶ θεόθεν κινηθέντα, ἀντιμηχανῶνταί τι τοιοῦτο καί, πλῆθος ἀρωμάτων καὶ μύρων ἐπεισαγαγοῦσαι καὶ διὰ πυρὸς ἐξατμίσασαι, τῷ ποικίλῳ τῆς ὀδμῆς κατεκήλησάν τε τὰ θηρία καὶ ὕπνῳ βαθεῖ | 250 | |
10 | κατεκοίμισαν, ὡς τὴν Θέκλαν εἶναι μὲν μεταξὺ θηρίων πολλῶν, πολλῆς δὲ τό γε ἐπὶ τούτοις τῆς ἀδείας ἀπολαύειν. Εἴωθε γὰρ οὐκ ἐκ περιουσίας ποτὲ ἢ δυνάμεως ὁρμᾶν κατὰ τῶν ἀνέδην ἀσε‐ βούντων ὁ Θεός, ἀπὸ δὲ σκνιπῶν καὶ βατράχων καὶ μυιῶν καὶ παρνόπων καὶ ἑτέρων τινῶν τοὺς μεγάλα δύνασθαι βουλομέ‐ | |
15 | νους ἀεὶ καταγωνίζεσθαι, παιδιᾶς μᾶλλον, οὐ σπουδῆς ἔργον ποιούμενος τὴν τῶν δοκούντων ὑψηλῶν καὶ ἀθέων κατάλυσιν, ὥσπερ δὴ κἀνταῦθα γεγένηται. Καὶ τούτου δὲ οὕτως γεγονότος, ἀναιδέστερος ἦν ὁ Ἀλέξανδρος. «Ταύρους γὰρ ἔχω, φησὶ πρὸς τὸν ἡγεμόνα, χαλεποὺς καὶ λίαν μανιώδεις· τούτοις ἐὰν συν‐ | |
20 | δεθῆναι μόνον κελεύσῃς αὐτήν, ταχέως τὸ τῆς τιμωρίας ὀψόμεθα πέρας.» Ἀλλ’ ὁ μὲν ἡγεμὼν ἀκούσας, καὶ ἄκων, ἐπέτρεψε, τῷ προσώπῳ τὴν ἐπὶ τῷ πράγματι λύπην ἐπιδειξάμενος. Ὁ δὲ Ἀλέξανδρος, πρὸς τῇ κατὰ φύσιν θηριωδίᾳ τῶν ταύρων καὶ τὸ πῦρ ἐπιμηχανησάμενος, διά τινων ἐκκαιομένων ὀβελῶν ὑπομά‐ | |
25 | ζιον προσῆγε τοῖς ταύροις. Ἔλαθε δὲ καὶ οὕτως ἡττηθείς· τούς τε γὰρ ταύρους ἀνεῖλε τὸ πῦρ, καὶ τὰ δεσμὰ διέφλεξε, καὶ τὴν παρθένον τῶν δεσμῶν ἀπέλυσε, μηδ’ ὅσον ψαῦσαν αὐτῆς· καὶ τὸ οὕτω δεινὸν σόφισμα εἰς τοὐναντίον περιῆλθε τῷ δεινῷ σοφιστῇ καὶ μηχανορράφῳ κατὰ τῆς τοῦ Θεοῦ | |
30 | σοφίας τε καὶ δυνάμεως. Καὶ τῆς ἀπειλῆς δὲ ταύτης εἰς τοῦτο τελευτησάσης, ἡ Τρύ‐ φαινα, καὶ τῷ μήκει τοῦ χρόνου ἀπειποῦσα, καὶ τῷ μεγέθει τῆς ἐπὶ τῇ Θέκλᾳ ἀνίας λιποψυχήσασά τε καὶ λιπαυγήσασα, ἀθρόον καταφέρεται τοῦ θεάτρου παρὰ τοὺς Ἄβακας—τόπος δὲ ἦν | |
35 | οὕτω καλούμενος ἄβακες. Τοῦτο φόβου μὲν πολλοῦ καὶ πτοήσεως τὴν πόλιν ἅμα πᾶσαν ἐπλήρωσε—καὶ γὰρ εὐθὺς ἐξεβοήθη τὸ κακόν—, δείματος δὲ ἐξαισίου τὸν δικαστήν. Ὁ δὲ Ἀλέξανδρος ἐκπλαγεὶς καὶ ὑπότρομος γενόμενος, πρη‐ νής τε πεσὼν ἐπὶ τῆς γῆς, τοιούτοις ἐχρῆτο πρὸς τὸν ἡγεμόνα | 252 |
40 | ῥήμασιν· «Ὕβρισμαι μὲν ἐγώ, καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμόν, ὦ κράτιστε ἀρχόντων, παρὰ ταύτης τῆς εἴτε γυναι‐ κός, εἴτε δαίμονος, εἴτε κακοδαίμονος· οὐ γὰρ ἔχω τί καλέσω τὸ ξένον τοῦτο καὶ ἀλλόκοτον θηρίον, καὶ πάντων τῶν θηρίων τούτων φανὲν ἀναιδέστερον. Καὶ γὰρ πέπονθε παρ’ αὐτῶν τού‐ | |
45 | των, ὧν ἔδει παθεῖν, οὐδὲν βλαβερόν, ἐκ μαγγανείας ἴσως τι‐ νὸς ἢ ἄλλης κρείττονος τέχνης καὶ τελετῆς περιγεγονυῖα τῆς οὕτω ἀγρίας καὶ ἀνημέρου φύσεως. Ἀπίτω δ’ οὖν ὅμως ἐντεῦθεν, ἐκβαλλέσθω τῆς πόλεως, ἐκφερέσθω πρὸς ἑτέρους, οἰχέσθω λοι‐ πὸν καὶ διδότω πεῖραν ἐν ἄλλοις τῆς οὕτω ξένης καὶ καινοτέρας | |
1.21(50) | φύσεως. Φόβος γὰρ οὐχ ὁ τυχών, ὦ θαυμάσιε τῶν ἀρχόντων, τὴν πόλιν ταύτην ἐξέσεισέ τε καὶ περιεδόνησεν, ὅτιπερ δι’ αὐτὴν ταύτην τὴν θηριομάχον ἡ Τρύφαινα τάχα τέθνηκεν. Εἰ δὲ τῷ ὄντι καὶ τέθνηκε, καὶ τῷ ταύτης συγγενεῖ τῷ Καίσαρι τοῦτο γένηται δῆλον, ἀπολοῦμαι μὲν ἐγώ, ἀπολεῖται δὲ ἡ πόλις αὕτη, | |
55 | καὶ σὺ δὲ κινδυνεύσεις, ὡς τοσαύτης καὶ οὕτω χαλεπῆς ὑπεριδὼν τραγῳδίας. Εἰ οὖν ἐμοὶ πείθῃ, ἔκβαλε μὲν ταύτην τῆς πόλεως, γενώμεθα δὲ τῆς τοῦ βασιλικοῦ γυναίου σωτηρίας, εἴ τις ἄρα λόγος ἡμῖν καὶ φροντὶς περὶ τῆς σφῶν αὐτῶν σωτηρίας.» | |
1.22 | Ἐπὶ τούτοις ὁ ἡγεμὼν διαταραχθεὶς τοῖς ῥήμασιν, ἅμα δὲ καὶ ἡσθεὶς ὡς οὕτω παρανόμου καὶ βιαίας δίκης ἀπαλλαττόμενος, πλησιαίτερον τὴν Θέκλαν μεταπεμψάμενος, ἤρετο τίς τε εἴη καὶ ὅ τι πράττουσα κρείττων πέφηνε τῶν θηρίων, ἴσως καὶ πρὸς | |
5 | ὑπόνοιαν καὶ λογισμὸν ἐλθὼν οὐκ εὐπρεπῆ, οὐδὲ τῇ Θέκλᾳ προσή‐ | |
κοντα. Τοῖς γὰρ ἐν ἀγνοίᾳ τοῦ θείου τυγχάνουσι καὶ τῆς θεό‐ θεν τοῖς εὐαγέσι τῶν ἀνθρώπων χορηγουμένης ἰσχύος, ὕποπτα καὶ τὰ θαύματα τῶν ἁγίων γίνεται. Οὔτε γὰρ Θεοῦ ταῦτα νομίζουσιν, οὔτε μὴν ψυχῆς εὐσεβούσης ἰνδάλματα, μαγγανείας δέ τινος καὶ | 254 | |
10 | μαγικῆς τέχνης ἀποτελέσματα, ἐκ τῶν καθ’ ἑαυτοὺς ἀεὶ κακῶν καὶ τὰ ἡμέτερα κρίνοντες. Ἔχει δὲ οὐχ οὕτως. Μάγος μὲν γὰρ ἄνθρωπος καινουργῆσαί τι καὶ παραδοξοποιῆσαι βουληθείς, ἐπ’ ἀνδροφονίας τε καὶ ζῳοκτονίας καὶ ἄλλας τινὰς τοιαύτας μιαρουργίας πρότερον ἵεται· οὔτε γὰρ ἂν πράξειέ τι τῶν ἀτόπων | |
15 | καὶ ἀήθων δίχα τῆς τούτων βδελυγμίας τε καὶ συνεργίας. Καὶ εἴ τις ἔγνω τὸν ἐκ Τυανέων τῶν Καππαδοκῶν Ἀπολλώνιον παρὰ τοῖς τὸν ἐκείνου βίον ἀναγεγραφόσιν—ἵνα ἐκ τῶν πάνυ πολλῶν τὸ περιφανέστερον εἴπωμεν—, ἔγνω που πάντως καὶ τῆς κατὰ τὴν γοητείαν τοῦ ἀνδρὸς τέχνης τὰ μιαρὰ καὶ δυσαγῆ | |
20 | ἀποτελέσματα, θεαγωγίας τέ τινας καὶ ψυχαγωγίας καὶ δαιμόνων ἐπικλήσεις καὶ λανθανούσας ἀνοσιουργίας· ὡς καὶ παρὰ τῶν ἐν Αἰθίοψι καὶ Ἰνδοῖς Γυμνοσοφιστῶν μήτε εἰσδεχθῆναι σπουδαίως, ἀλλὰ γὰρ καὶ θᾶττον ἀποπεμφθῆναι, ὡς οὐκ εὐαγὴς οὐδὲ ὅσιος ἄνθρωπος, οὐδὲ φιλόσοφος ἀληθῶς, πολὺ δὲ τοῦ κατὰ τὴν γοη‐ | |
25 | τείαν μιάσματος ἔχων. Ἰουλιανοὺς δὲ καὶ Ὀστάνας καὶ Σίμω‐ νας καὶ τοιοῦτον ὅμιλον κακῶν, τί ἄν τις καταλέγοι νῦν; ὧν καὶ τὸ μνησθῆναι μόνον μιάσματός ἐστι πληρωθῆναι. Ἀνὴρ δὲ ἅγιος καὶ θεοπρεπεῖ βίῳ κοσμούμενος, ἐξ εὐχῆς μόνον καὶ ῥημα‐ τίων ὀλίγων καὶ δακρύων οὐ πολλῶν, ὃ βούλεταί οἱ γενέσθαι | 256 |
30 | παρὰ Θεοῦ, τοῦτο ῥᾷστά τε καὶ εὐπετῶς διανύειν πέφυκεν. Οἷος Ἠλίας ἐκεῖνος, μικρὰ μὲν ἄττα φθεγγόμενος καὶ ἀγροικικὰ ῥήματα προϊέμενος, μεγάλα δὲ ἐργαζόμενος. Καὶ γὰρ ἀεί τι πάντως διετέλει μεγαλουργῶν, ὅς γε καὶ ἀπὸ μόνου τοῦ· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, εἰ ἔσται ὑετὸς ἐπὶ | |
35 | τὴν γῆν, εἰ μὴ διὰ στόματός μου, καὶ κλείσας ἐπὶ τρισὶν ὅλοις ἔτεσι καὶ μησὶν ἓξ τὸν οὐρανὸν καὶ τηρήσας ἀνέφελον, καὶ πάλιν ἀνοίξας αὐτὸν καὶ ποιήσας ὀμβροτόκον κατὰ τὸ δοκοῦν αὐτῷ. Οἷος ἦν Μωϋσῆς, ὁ ἐξ εὐχῆς μόνης καὶ τῆς τῶν ἱερῶν αὐτοῦ χειρῶν εἰς τὸν οὐρανὸν ἀνατάσεως ἔθνος ὅλον, τὸ τῶν Ἀμαλη‐ | |
40 | κιτῶν, καταστρατηγήσας· καὶ θαλάττῃ πάλιν οὕτω, τοσούτῳ καὶ ἀστάτῳ στοιχείῳ, τἀναντία ἐπιτάξας—διεῖλέ τε γὰρ αὐτὴν εἰς πορείαν τοῦ λαοῦ, καὶ πάλιν συνήγαγεν—, εὐχῇ καὶ τοῦτο κἀκεῖνο ποιήσας. Οἷος ἦν ὁ Πέτρος, δι’ εὐχῆς μόνης καὶ βαρβαριζούσης φωνῆς καὶ νεκρὸν ἀναστήσας, καὶ πύλας ἠσφαλισμένας καὶ εὖ | |
45 | μάλα συγκεκλεισμένας ἀναπετάσας, καὶ τὰς περικειμένας ἁλύσεις αὐτῷ περιτήξας, καὶ Σίμωνα τὸν πολυθρύλητον μάγον, εἰ οὐ‐ ρανὸν ἀναπτῆναι δοκοῦντα, κατασπάσας τε αὖθις καὶ ἐπὶ γῆς ἐξ αὐτοῦ λοιπὸν τοῦ αἰθερίου κύκλου καταρρήξας. Καὶ μάρτυς | |
τούτου τοῦ θαύματος ἡ μεγίστη Ῥώμη καὶ βασιλίζουσα πόλις. | 258 | |
1.22(50) | Οἷος ἦν Παῦλος, ὁ καὶ δεσμωτήριον ὅλον ἐκ βάθρων περιδονήσας καὶ μικροῦ κατασείσας, καὶ νεκρὸν τὸν Εὔτυχον ἀναστήσας, καὶ τὸν Ἐλύμαν ἄνθρωπον ἐπὶ γοητείᾳ βοώμενον ἐκτυφλώσας. Διὰ τοιούτων τοιγαροῦν καὶ ἡ Θέκλα καὶ ὁμοιοτρόπων εὐχῶν καὶ λόγων κρατῆσαι καὶ πυρὸς καὶ λεόντων καὶ ταύρων καὶ θαλαττίων | |
55 | θηρίων ἴσχυσεν. Ὅθεν καὶ ὑπολαβοῦσα, φησὶ πρὸς τὸν δικαστήν· «Εἰμὶ μέν, ὡς ὁρᾷς, γυνή, καὶ κόρη τὴν ἡλικίαν, καὶ ξένη, καὶ ἔρημος· προασπιστὴς δέ μου καὶ προστάτης ἐστὶ Θεός, καὶ ὁ τούτου μονογενὴς Υἱός, ὁ πάλαι μὲν ὢν καὶ προὼν καὶ σὺν τῷ Πα‐ | |
60 | τρὶ πάντοτε ὤν, νῦν δὲ καὶ ἐπὶ γῆς ὀφθείς, καὶ κηρυχθεὶς διά τε ἄλλων πολλῶν καὶ τοῦ ἐμοῦ διδασκάλου τοῦ Παύλου. Ἐπὶ τοῦτον τοίνυν τὸν Ἰησοῦν θαρροῦσα καὶ πιστεύουσα, τῶν πολλῶν καὶ φοβερῶν Ἀλεξάνδρου περιγέγονα θηρίων, καὶ τῆς αὐτοῦ δὴ πρώτου τοῦ Ἀλεξάνδρου τυραννίδος καὶ ἀνοσιότητος. Καὶ πᾶς | |
65 | δέ τις εἰς αὐτὸν θαρρῶν καὶ πιστεύων γνησίως, τῶν ἴσων ἐμοὶ ἢ καὶ μειζόνων ἐπιτεύξεται χαρισμάτων. Οὗτος γάρ, φησί—τά‐ χα δὲ καὶ ἄμεινον, μηδὲν ἐλλείψαντας, αὐτοῖς τοῖς τῆς μάρτυρος χρήσασθαι ῥήμασιν· ἔχουσι γάρ πως καὶ μεγαλοπρεπέστερον καὶ θεολογικώτερον ἢ κατὰ γυναικικὴν ἐπιστήμην—, οὗτος γάρ, | |
70 | φησί, μόνος σωτηρίας ὅρος ἐστί, καὶ ζωῆς ἀθανάτου ὑπόστασις, ἔτι γε μὴν καὶ χειμαζομένων προσφύγιον καὶ θλιβομένων ἄνεσις καὶ ἀπελπισμένων σκέπη· καὶ ἅπαξ ἁπλῶς δέ, φησίν, ὃς ἂν μὴ πιστεύσῃ εἰς αὐτόν, οὐ ζήσεται, ἀλλ’ ἀποθανεῖται εἰς τοὺς αἰῶνας.» | |
1.23 | Ταῦτα τῆς μάρτυρος εἰπούσης, θαυμάσας ὁ ἡγεμὼν τό τε ἔν‐ | |
τονον καὶ ἀνδρικὸν τῆς κόρης, τό τε ἐπὶ τοῖς λόγοις ἐμβριθὲς καὶ φιλόσοφον, καὶ δυσωπηθεὶς μᾶλλον ἤπερ οἰκτείρας, καὶ θαυμάσας ἤπερ ἐλεήσας, κελεύει τοῖς τε εἰθισμένοις αὐτὴν ἱματίοις ἀμφιά‐ | 260 | |
5 | σασθαι καὶ τὸν σεμνῇ καὶ σώφρονι πρέποντα γυναικὶ κόσμον ἀπολαβεῖν. Κομισθείσης δὲ τῆς ἐσθῆτος, καὶ τοῦ ἡγεμόνος οἰκείᾳ προτρεψαμένου φωνῇ χρήσασθαι τοῖς ἱματίοις, δέχεταί τε πρὸς ἡδονὴν τοὺς λόγους ἡ παρθένος, καὶ ὑπολαβοῦσα ἔφη· «Ὁ Θεός, φησίν, ὁ καὶ γυμνωθείσῃ μοι καὶ προκειμένῃ θηρίοις εἰς βορὰν | |
10 | βοηθήσας, καὶ τὴν ἀπὸ τοῦ φωτός μοι χαρισάμενος σκέπην, καὶ τῇ οἰκείᾳ με περιστείλας δόξῃ ἐν ἀδοξίας καιρῷ καὶ σχήματι, καὶ σέ, τὸν ἐπὶ γῆς ἄρτι κρατοῦντα καὶ τοῖς ἱματίοις με τούτοις ἀμφιάσαντα, κατὰ τὸν τῆς ἀναστάσεως καὶ βασιλείας καιρὸν ἐνδύσῃ σωτηρίαν ἄληκτον καὶ ἀτελεύτητον καί, ἀντὶ τῶν φθαρ‐ | |
15 | τῶν τούτων καὶ ἐπικήρων, τοῖς ἀθανάτοις αὐτοῦ καὶ διαιωνί‐ ζουσιν ἀμείψηται δώροις.» Τοσαῦτα δὲ καὶ τῆς Θέκλας ἐπευ‐ ξαμένης, ὁ ἡγεμὼν ἐνδοξοτέραν αὐτὴν καὶ περιφανεστέραν δια‐ φῆναι βουληθείς, οἰκείᾳ φωνῇ καὶ ῥήμασι τοιούτοις πρὸς τὸν Ἀντιοχέων δῆμον ἐχρήσατο· | |
20 | «Ἃ μὲν οὗτος ὁ Ἀλέξανδρος, ὦ ἄνδρες Ἀντιοχεῖς, ἔφησέ τε καὶ φάσκει κατὰ τῆς κόρης ταύτης, ὡς ἔοικεν, οὐδὲν οὔτε πιστὸν οὔτε ἀληθές ἐστιν. Οὔτε γὰρ τὸν τούτου θυμὸν χρὴ μᾶλλον ποιή‐ σασθαι δικαστὴν τοῦ ταύτης βίου καὶ τρόπου, ἢ τῶν ἔναγχος περὶ αὐτὴν ταύτην πραχθέντων τὸ πολὺ θαῦμα. Ἃ δὲ κοινῇ τε‐ | |
25 | θεάμεθα πάντες, πολλά τέ ἐστι καὶ θαυμάσια, καὶ θεοσημείας ἀληθῶς ἄξια πράγματα. Τὸ γὰρ θηρίοις μὲν αὐτὴν ἐμβληθῆναι πολλοῖς οὕτω καὶ χαλεποῖς, ὡς καὶ τοῖς ἄνω που καθημένοις καὶ θεωμένοις ἡμῖν πολλὴν πολλάκις ἐγγενέσθαι διὰ ταῦτα τὴν φρίκην, ἀσινῆ δὲ ταύτην ἀπελθεῖν καὶ ἀκέραιον, πῶς οὐχὶ καὶ τοῖς | |
30 | ἄγαν ἀνοήτοις εὔδηλον ὡς ἄρα θεός τις οὐρανόθεν ἀληθῶς προασπίζει τε καὶ ὑπερμαχεῖ ταύτης, βίου τε ἕνεκεν σωφρο‐ σύνης καὶ ταῖς εὖ γεγονυίαις πρεπούσης κόραις αἰδοῦς καὶ | |
σεμνότητος; Ἑωρᾶτε γοῦν ἀρτίως ὅπως καὶ μεταξὺ τῶν θηρίων ἱσταμένη εἰς οὐρανόν τε ὤρεγε τὰς χεῖρας, κἀκεῖθεν τὴν | 262 | |
35 | κατὰ τῶν θηρίων εἷλκεν ἐπικουρίαν—ὅ με καὶ πλέον πάντων εἰς ἔκπληξίν τε καὶ πολὺ θάμβος κατέστησε—, πῶς τῶν θηρίων τὰ μὲν οὐδ’ ὅλως αὐτῇ προσεπέλασε, τὰ δὲ καὶ προσπελάσαντα ἱκέτου τινὸς μᾶλλον καὶ δεδιότος ἐπλήρου χρείαν, ὑποκαθήμενά τε καὶ περισαίνοντα τοὺς πόδας τῆς κόρης, τὰ δὲ πρὸς ἐπι‐ | |
40 | βουλὴν αὐτῆς ὁρμήσαντα, πῶς ὑπὸ τῶν πέλας καὶ ὁμοφύλων θηρίων διεφθείρετο· ὅτε καὶ τῆς πολλῆς ἐκείνης βοῆς καὶ οἰμωγῆς, τῆς καὶ εἰς αὐτὸν τὸν αἰθέρα φθασάσης, ἐπληρώθη μὲν τουτὶ τὸ κυνηγέσιον, ἐπληρώθη δὲ ἡ σύμπασα πόλις, ὡς θαύματος οὕτω μεγίστου καὶ παραδόξου καὶ μείζονος ἢ κατὰ ἀνθρώπου φύσιν | |
45 | γεγονότος. Τί οὖν μὴ μετ’ εὐφημίας αὐτὴν τῆς προσηκούσης ἀποπέμπωμεν, ὡς σεμνήν, ὡς σώφρονα καὶ κοσμίαν καὶ Θεοῦ δούλην, ὡς θείων καὶ παραδόξων θαυμάτων αἰτίαν τῇ πόλει ταύτῃ γεγονυῖαν, ὡς καὶ τὰ παρ’ ἡμῖν γύναια ταύτην παιδεύσασαν μηδὲν σωφροσύνης ποιεῖσθαι τιμιώτερον, κἂν πυρί, | |
1.23(50) | κἂν ξίφει, κἂν θηρίοις δέῃ προσομιλεῖν; Ἀλλ’, ὦ κόρη, δέδιθι μὲν μηδαμῶς ἔτι· πεῖραν γὰρ οὐδενὸς ἔτι λήψῃ κακοῦ. Οὐδὲ γάρ, ἂν ἡμεῖς βουληθῶμεν ἐπαγαγεῖν σοι, πείσῃ τι χαλεπόν, οὕ‐ τως ἀτρώτοις καὶ ἀδαμαντίνοις ὅπλοις ὡπλισμένη. Ἀλλ’ ἄπιθι πρὸς οὓς ἐθέλεις καὶ ὅποι τε βούλει· μόνον καὶ ἡμῖν εὐμενῆ | |
55 | καὶ ἵλεω τὸν σόν, ὅστις ποτέ ἐστι, κατάστησον θεόν.» | |
1.24 | Ταῦτα ὁ δῆμος ἀκούσας, ἐπευφήμησάν τε καὶ πάσαις εὐλογίαις ἐξύμνησαν τὸν Θεόν. Πολλαὶ δὲ καὶ τῶν γυναικῶν ὁρμήσασαι πρὸς τὴν Τρύφαιναν, εὐαγγέλια τὴν τῆς Θέκλας ἐκόμισαν αὐτῇ σωτηρίαν, καὶ ὡς ἀφείθη μὲν τῶν θηρίων, ἐπείγεται δὲ πρὸς αὐ‐ | |
5 | τήν· ὡς ἀκούσασαν ταῦτα τὴν Τρύφαιναν ψυχωθῆναί τε, ὡς εἰπεῖν, αὖθις καὶ ἀναβιῶναι καὶ περισκοπεῖν πότε καὶ ποῦ ἂν | |
ἴδοι τὴν Θέκλαν. Ἣν ὡς εἶδε, προσέφυ τε καὶ περιεπλάκη, καὶ τὰ τῆς ἡδονῆς ἐπ’ αὐτῇ δάκρυα λοιπὸν ἀφῆκεν· ἅμα δὲ καὶ ὑπο‐ λαβοῦσα ἔφη πρὸς αὐτήν· | 264 | |
10 | «Γέγηθα μέν, ὦ τέκνον, οὕτως ἀπροσδοκήτως σε θεασαμένη σωθεῖσάν τε καὶ πολλῶν οὕτω κακῶν πεῖραν διαφυγοῦσαν. Γέ‐ γηθα δὲ πλέον, οὐχ ὅτι παρ’ ἐλπίδας πάσας ἐσώθης μόνον, ἀλλ’ ὅτι καὶ τῶν ὑπὲρ ἀναστάσεως λόγων, τῶν πρὸς ἐμέ σοι πολλάκις ῥηθέντων, ἐν σοὶ πρώτῃ τὴν πεῖραν εἶδον ἐκβεβηκυῖαν. Τὸ γὰρ | |
15 | οὕτω σε προδήλως διαφυγεῖν θανάτου καὶ τελευτῆς ἤδη φαινο‐ μένης ἱκανήν μοι καὶ μάλα πιστὴν ἐνεποίησε τὴν πληροφορίαν· ὡς ἤδη με πεπεῖσθαι καὶ περὶ τῆς μόνης μοι καὶ ἀγαπητῆς θυ‐ γατρὸς τῆς Φαλκονίλλης, ὡς ἀληθῶς ὧν ἐδεῖτο τετύχηκε διὰ τῆς σῆς εὐχῆς. Ἀλλὰ γὰρ δεῦρο τῶν ἐμῶν πάντων γενοῦ κλη‐ | |
20 | ρονόμος· εἰ γὰρ σύ μοι τῶν ἐπουρανίων οὐκ ἐβάσκηνας ἀγαθῶν, ἐγώ σοι τῶν ἐπιγείων τούτων καὶ ἐπικήρων φθονήσω; Δεῦρο δὴ οὖν τὴν τῆς Φαλκονίλλης μοι καὶ ἐν τῇ διαδοχῇ τῶν χρημάτων ἀναπλήρωσον τάξιν· οἶμαι γὰρ κἀκείνῃ τοῦτο ἀρέσκειν.» Ταῦτα τῆς Τρυφαίνης εἰπούσης, ἅμα πᾶσαι πρὸς τὸ δωμάτιον ὥρμησαν, | |
25 | καὶ πλὴν τῶν εἰς εὐφροσύνην καὶ θεολογίαν τελούντων οὐδὲν ἦν· ὡς ἐκκλησίαν μᾶλλον ἢ παροικίαν εἶναι ἔτι τὴν τῆς Τρυ‐ φαίνης ἑστίασιν. Ἀφ’ ἑστίας γάρ, ὡς εἰπεῖν, ἀρξαμένη τῆς κατηχήσεως ἡ μάρτυς, αὐτήν τε τὴν Τρύφαιναν καὶ τῶν ἐπὶ τῇ θεραπείᾳ τῆς Τρυφαίνης τεταγμένων παίδων καὶ παιδισκῶν τῷ | |
30 | τῆς πίστεως οὐκ ὀλίγους ᾠκείωσε λόγῳ, καὶ διὰ τῆς σφραγῖδος ἐστρατολόγησε τῷ Χριστῷ. | |
1.25 | Καὶ τοσαύτης δὲ οὔσης ἐπ’ αὐτῇ τῇ Θέκλᾳ τῆς περιχαρείας, καὶ τῆς Τρυφαίνης ὅλης εἰς αὐτὴν κεχηνυίας τῷ πόθῳ καὶ ἀνα‐ φλεγομένης ἀεί, ἔτι μὴν καὶ τῆς πόλεως μέγιστον ἐπ’ αὐτῇ τὸ κλέος ἐχούσης, ὅμως ἡ μάρτυς ἐτεθήπει τὸν Παῦλον, καὶ οὐδεὶς | |
5 | ἕτερος ἦν αὐτῇ λόγος, ἀλλ’ ἢ «Παῦλος», καὶ «Ποῦ Παῦλος;», καὶ «Τίς ἄρα καταμηνύσει μοι τοῦτον, ὃν ἡγεμόνα μοι καὶ φρα‐ στῆρα τῆς κατ’ αὐτὸν πολιτείας καὶ πίστεως δέδωκεν ὁ Χριστός;». Οὔτε γάρ, ὡς πολυκλεὴς ἤδη καὶ ἔνδοξος παρὰ τῶν θαυμάτων γεγονυῖα, κατεφρόνει τοῦ διδασκάλου λοιπόν· ἐξείχετο δὲ ἔτι | 266 |
10 | μᾶλλον αὐτοῦ, τὸ ὅθεν αὐτῇ ταῦτα μάλιστα προσγέγονεν ἐν‐ νοοῦσα, ἡ πίστις, ὁ βίος, τὰ θαύματα, τὸ δὴ μεῖζον καὶ περικλε‐ έστερον, τὸ ἁρμοσθῆναι ὅλως καὶ συναφθῆναι Χριστῷ. Τοῦ γὰρ τὸ σπέρμα παρεσχηκότος, καὶ τὰ μετὰ ταῦτα λογιστέον. Οὕτω δὲ πολυπραγμονούσης αὐτῆς καὶ ἀναζητούσης ἐπιμελῶς, ἀπαγγέλ‐ | |
15 | λεται εἶναι κατὰ τὰ Μῦρα ὁ Παῦλος—τῆς Λυκίας δέ ἐστιν αὕτη μητρόπολις. Μαθοῦσα δέ, καὶ μηδὲ ὅσον ἀναβαλλομένη, ἔξεισι μὲν τῆς Ἀντιοχείας, πρὸς τὸ ἀνδρικώτερον μεταμπισχο‐ μένη πάλιν, ὥστε ἐπικρύπτειν τῷ σχήματι τὴν ἐπιλάμπουσαν ὥραν αὐτῇ—καὶ γὰρ οὐδὲν τῶν τοσούτων κακῶν ἴσχυσεν ἀχλυῶ‐ | |
20 | σαι καὶ ἀμαυρῶσαι τὸ κάλλος αὐτῆς, ὃ τῷ κάλλει μάλιστα τῆς ψυχῆς τιμιώτερόν τε κατέστησε καὶ περιφανέστερον—, κατα‐ λαμβάνει δὲ τὴν Μυρέων πόλιν, οὐκ ὀλίγῃ θαλάττῃ καὶ γῇ διειργομένην τῆς Ἀντιοχείας. Ὁ δ’ οὖν περὶ τὸν διδάσκαλον πόθος ἐπέτεμνεν αὐτῇ τε καὶ τοῖς ἑπομένοις τὸν πόνον· παῖδες | |
25 | δὲ ἦσαν οὗτοι καὶ παιδίσκαι τῆς Τρυφαίνης. Ὡς δὲ καὶ τῆς πόλεως τῶν Μύρων ἔνδον ἐγένετο, εὑρίσκει μὲν τὸν Παῦλον αὐτὸν τὰ συνήθη καὶ φίλα ποιοῦντα, διδάσκοντα, παραινοῦντα, νουθετοῦντα, τὸν περὶ τῆς πίστεως κατηχοῦντα λόγον· πολλοὶ δὲ ἦσαν καὶ πολλαὶ τῶν Λυκίων τῇ γε τοιαύτῃ τοῦ Παύλου προσ‐ | |
30 | εδρεύοντες διδασκαλίᾳ. Πάντας γε μήν, ἄφνω τε ἐπιστᾶσα καὶ φανεῖσα, θάμβους καὶ ἀφασίας ἐπλήρωσε, τὸν δὲ Παῦλον καὶ δέους· τὰ γὰρ ἤδη φθάσαντα τῶν συμφορῶν, καὶ πρὸς ἑτέρων αὐτὸν ὑποψίαν ἐκίνει κακῶν. Διὸ καὶ πόρρωθεν τῆς τῶν πολλῶν καὶ παρόντων ὄψεως αὐτὴν ἀπαγαγών—μή τις ἄρα πάλιν τῷ κάλ‐ | |
35 | λει τρωθεὶς χαλεπωτέρων αὐτῷ πάλιν γένηται πραγμάτων ὑπόθεσις—, οὕτως ἐπύθετό τε παρ’ αὐτῆς πάντα, καὶ ἐπυνθάνετο. | |
Ὡς δὲ τὰ καθ’ ἕκαστον ἤκουσε τῶν κατὰ τὴν Ἀντιόχειαν αὐτῇ συμβεβηκότων, ἐθαύμασε μὲν αὐτὴν τὴν παρθένον τῆς ὑπομονῆς, τῆς καρτερίας, τῆς ἀνδρείας, ἐθαύμασε δὲ τὸν Θεὸν τῆς οὕτω | 268 | |
40 | περὶ αὐτὴν λαμπρᾶς βοηθείας, ἐπηύξατο δὲ καὶ τῇ Τρυφαίνῃ, ὡς ἂν καὶ αὐτῇ πολλὰ πρὸς τὴν ἄθλησιν συμβαλομένῃ τῇ μάρτυρι. Πολλῆς δέ, ὡς εἰκός, ἐπὶ τοῖς λόγοις τούτοις γινομένης τῆς εὐφροσύνης, ὑπολαβοῦσα εἶπε πρὸς τὸν Παῦλον· | |
1.26 | «Ὦ διδάσκαλε, τὰ μὲν ὑπηργμένα μοι διὰ σοῦ καὶ τῆς σῆς δι‐ δασκαλίας πάμπολλά τε καὶ κρείττονα διηγήσεως. Θεόν τε γὰρ τὸν πάντων βασιλέα, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν συμ‐ βασιλεύοντα τῷ Πατρὶ καὶ πάντων δημιουργόν, καὶ τὸ Πνεῦμα | |
5 | τὸ ἅγιον τὸ συμβασιλεῦον Πατρὶ καὶ Υἱῷ καὶ πάντων ἁγια‐ στικόν τε καὶ τελειωτικόν, τὴν ὁμοούσιον καὶ ἰσότιμον καὶ ἰσο‐ στάσιον Τριάδα ἔγνων διὰ σοῦ. Τὸ ἰσοστάσιον καὶ ἀπαράλλα‐ κτον καὶ ὁμόδοξον τῆς ἐν Τριάδι θεότητος ἔγνων διὰ σοῦ. Τὸ ἄφραστον, τὸ ἀπρόσιτον, τὸ ἀναλλοίωτον, τὸ ἀκατάληπτον τῆς ἐν | |
10 | Τριάδι δυνάμεως ἔγνων διὰ σοῦ. Τὴν ἐν οὐρανῷ καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἐν γῇ καὶ ὑπὸ γῆν, καὶ πανταχοῦ καὶ ὑπὲρ πάντα καὶ περὶ πάντα Τριάδα ὁμοούσιον ἔγνων διὰ σοῦ. Τὴν ἐν νοητῇ καὶ αἰσθητῇ, καὶ ὁρωμένῃ καὶ μὴ ὁρωμένῃ, καὶ λογικῇ καὶ ἀλόγῳ φύσει καὶ λήξει Τριάδα ὁμοούσιον ἔγνων διὰ | |
15 | σοῦ. Τὴν ἐν ἑκάστῳ καὶ ἐν πᾶσι καὶ διὰ πάντων, καὶ πάντα πληροῦσαν, καὶ ὑπὸ πάντων πληρουμένην Τριάδα ὁμοούσιον ἔγνων διὰ σοῦ. Τὴν οὔτε νῷ καταληπτήν, οὔτε λόγῳ ῥητήν, οὔτε ὀφθαλ‐ μοῖς θεωρητήν, οὔτε ἀκοῇ χωρητήν, οὔτε χειρὶ ψηλαφητήν, μόνῃ δὲ πίστει καὶ προσκυνήσει θεωρητὴν Τριάδα ὁμοούσιον ἔγνων διὰ | |
20 | σοῦ. Τὴν παντοδύναμον, τὴν πανεπίσκοπον, τὴν παναρμόνιον, τὴν ἄναρχον, τὴν ἄκτιστον, τὴν ὑπέρχρονον, τὴν ἀτελεύτητον, τὴν | |
ἀνίκητον Τριάδα ὁμοούσιον ἔγνων διὰ σοῦ. Ἔτι γε μὴν καὶ τὸ μέγα μυστήριον καὶ ὑπὲρ πᾶσαν ἔννοιαν λογικήν τε καὶ νοερὰν τῆς κατὰ σάρκα τοῦ μονογενοῦς γεννήσεως ἔγνων διὰ σοῦ. | 270 | |
25 | Τῶν θαυμάτων, τῶν τεράτων, τῶν διδαγμάτων τοῦ Χριστοῦ τὴν δύναμιν ἔγνων διὰ σοῦ. Τοῦ σταυροῦ, τοῦ θανάτου, τῆς ἀνα‐ στάσεως, τῆς εἰς οὐρανὸν ἀναλήψεως τοῦ Χριστοῦ τὴν αἰτίαν καὶ ὄνησιν ἔγνων διὰ σοῦ. Τῆς συντελείας, τῆς ἀναστάσεως, τῆς κρίσεως, τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας τὸ ἄψευστον | |
30 | καὶ ἀπαραλόγιστον ἔγνων διὰ σοῦ. Τῆς ἐν οὐρανῷ βασιλείας καὶ τῆς διαιωνιζούσης μακαριότητος τῶν ἁγίων τὸ ἀκήρατον καὶ ἀτελεύτητον ἔγνων διὰ σοῦ. Τοῦ Ταρτάρου, τοῦ πυρός, τοῦ Πυριφλεγέθοντος, τῶν ἐν ᾅδου δειμάτων καὶ κολάσεων καὶ κο‐ λαστηρίων τὸ ἀπέραντον καὶ ἀδέκαστον ἔγνων διὰ σοῦ. Τοῦ | |
35 | παραδείσου τὴν τρυφήν, τὴν ἄμοχθον ἀπόλαυσιν, τὴν ἄπονον καὶ αὐτόσκευον πανδαισίαν ἔγνων διὰ σοῦ. Τοῦ θείου λουτροῦ καὶ βαπτίσματος τὴν χάριν καὶ δύναμιν ἐν λόγῳ καὶ πείρᾳ ἔγνων διὰ σοῦ. Τὴν τῆς ἁγνείας καὶ παρθενίας χάριν μεμάθηκα διὰ σοῦ. Τῆς ἐγκρατείας καὶ καρτερίας τὸ χρήσιμον μεμάθηκα διὰ σοῦ. | |
40 | Τῆς εὐχῆς, τῆς νηστείας, τῆς ἐλεημοσύνης τὸ κέρδος μεμάθηκα διὰ σοῦ. Τῶν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν παθημάτων καὶ ἀγώνων καὶ πόνων τοὺς ἀποκειμένους στεφάνους μεμάθηκα διὰ σοῦ, καὶ ἅπαξ ἁπλῶς ὁμοῦ πάσης τῆς κατὰ Χριστὸν εὐσεβείας καὶ πολιτείας τὰ ἀποκείμενα ἆθλα καὶ γέρα τοῖς ἀγαπῶσιν | |
45 | αὐτόν. Τὰ μὲν οὖν διὰ σοῦ μοι καὶ τῆς σῆς προσγεγονότα διδασκαλίας ταῦτά γέ τε καὶ πολλῷ πλείονα τούτων ἐστίν. Εἰ δέ τινα τοῖς εἰρημένοις προσλείπει, κἀκεῖνα προσθεὶς θᾶττον ἀπόλυσον. Καὶ γὰρ ἤδη μοι καιρὸς ἀπιέναι, καὶ τὴν ἐμαυτῆς πόλιν καταλαβεῖν, τὸ Ἰκόνιον. Σὺ μέντοι γε μηδὲ οὕτω δια‐ | |
1.26(50) | λίπῃς εὐχόμενος καὶ ἱκετεύων ὑπὲρ ἐμοῦ, ὥστε με μέχρι τέλους | |
ἀνεμποδίστως, ἀνεπαισχύντως τὸν τῆς εὐσεβείας διανύσαι δρόμον, καὶ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν καταλαβεῖν, καὶ Χριστὸν τὸν ἐμὸν βασιλέα καὶ νυμφίον ἀπολαβεῖν, δι’ ὃν ἐγὼ πέπονθα ταῦτα, καὶ ἴσως δὲ καὶ πείσομαι πάλιν, καὶ νικήσω πάλιν. Σὺ | 272 | |
55 | μόνον, ὦ διδάσκαλε, μήποτε λήξῃς εὐχόμενος ὑπὲρ ἐμοῦ τῆς σῆς θυγατρὸς καὶ δεόμενος. Καὶ γὰρ ἐμὲ ἐν τοῖς κατὰ Χριστόν σου δεσμοῖς ἐγέννησας.» Πρὸς ταῦτα ὑπολαβὼν ἔφη ὁ Παῦλος· «Ἀλλ’ εὖ ἔχει μὲν πάντα τὰ κατὰ σέ, ὦ παρθένε, καὶ διὰ πάντων τὸ τῆς πίστεώς | |
60 | σοι περιγέγονε κράτος, καὶ τῶν ἀποστολικῶν ἤδη περιγέγονας πόνων καὶ δρόμων, ὡς μηδὲν ἐνδεῖν ἔτι σοι πρὸς ἀποστολὴν καὶ διαδοχὴν τοῦ θείου κηρύγματος. Ἄπιθι οὖν καὶ δίδασκε τὸν λόγον, καὶ τὸν εὐαγγελικὸν ἄνυε δρόμον, καὶ τὴν ὑπὲρ Χριστοῦ μέρισαί μοι σπουδήν. Διὰ τοῦτο γάρ σε καὶ Χριστὸς ἐξελέξατο | |
65 | δι’ ἐμοῦ, ἵνα σε καὶ εἰς ἀποστολὴν προσαγάγηται, καί τινάς σοι τῶν ἔτι ἀκατηχήτων πόλεων ἐγχειρίσῃ· χρὴ γὰρ καὶ σὲ πολυ‐ πλασιάσαι τὰ τάλαντα.» Τοσαῦτα δὲ καὶ τοῦ Παύλου εἰρη‐ κότος, ἡ μάρτυς τὰ χρήματα, ἃ παρὰ τῆς Τρυφαίνης αὐτῇ ἐδεδώ‐ ρητο—χρυσὸς δὲ ἦν ταῦτα πολὺς καὶ ἐσθὴς πολύτιμος—, | |
70 | καταλείψασα τῷ Παύλῳ πρὸς ἐπιμέλειαν τῶν πτωχῶν, πρὸς ἐπὶ τούτοις δὲ καὶ τὸ «Παράθου με τῷ Χριστῷ» ἐπιφθεγξαμένη, τῆς ὁδοῦ τῆς ἐπὶ τὸ Ἰκόνιον εἴχετο. | |
1.27 | Διανύσασα δὲ τὴν πορείαν καὶ εἴσω τοῦ ἄστεως γεγονυῖα, παρα‐ δραμοῦσα καὶ μητέρα καὶ γένος καὶ τὴν ἑστίαν αὐτήν, εἰς τὸν Ὀνησιφόρου κατάγεται οἶκον, μνήμῃ καὶ πόθῳ τῆς ἐκεῖθεν αὐτῇ πρῶτον ὑπολαμψάσης ἀκτῖνος, τῆς πίστεως δὴ λέγω καὶ θεο‐ | |
5 | γνωσίας. Θεασαμένη δὲ καὶ τὸν τόπον ἐν ᾧπερ καὶ τότε καθή‐ | |
μενος ὁ Παῦλος ἐδίδασκεν, ἐπιπεσοῦσα τούτῳ πρηνὴς κατεφίλει τε καὶ δάκρυσι διαρραίνουσα τὴν γῆν ἐχρῆτο καὶ ῥήμασι τοιού‐ τοις· «Ὁ Θεός, φησίν, ὁ ἐνταῦθά μοι καὶ ἐντεῦθεν ἐπιγνωσθεὶς διά τε τῆς τοῦ μονογενοῦς σου Παιδὸς εὐδοκίας καὶ διὰ τῆς Παύλου | 274 | |
10 | διδασκαλίας· ὁ Θεός, φησίν, ὁ καταξιώσας με τῆς διὰ τοῦ πυρὸς καὶ δεσμῶν καὶ θηρίων ἀθλήσεως· ὁ Θεός, φησίν, ὁ καὶ τὴν ἀπὸ τοῦ σοῦ φωτὸς γυμνῇ μοι οὔσῃ χαρισάμενος σκέπην, ὁ καὶ τὴν σφραγῖδα καὶ τὸ θεῖον λουτρὸν χαρισάμενος, ὁ καὶ πάλιν Παῦλον ἰδεῖν με καταξιώσας, ὥστε με τοῖς παρ’ αὐτοῦ | |
15 | πάλιν βεβαιωθῆναι λόγοις, ὁ καὶ πρὸς τὴν πόλιν αὖθίς με ταύτην τὴν ἐμὴν καὶ τὴν ἐμοὶ φίλην καὶ σωτήριον ἑστίαν καθο‐ δηγήσας, παράσχου μοι, κἀν τοῖς μετὰ ταῦτα πᾶσι, σοί τε καὶ τῷ σῷ Παιδὶ τὰ ἀρεστὰ πράττειν, καὶ μηδέποτε διαλιπεῖν ὑπὲρ τῆς παρὰ σοῦ φανείσης μοι εὐσεβείας καὶ πίστεως ἀγωνιζομένην, | |
20 | κἂν πυρί με δέοι, κἂν θηρίοις, κἂν δεσμοῖς, κἂν φυλακαῖς ὁση‐ μέραι προσομιλεῖν. Ὡς ἔμοιγε πᾶς ὁ ὑπὲρ εὐσεβείας καὶ θάνατος καὶ κίνδυνος, καὶ τῆς ἐν παραδείσῳ τρυφῆς καὶ πανδαισίας ἐστὶν αἱρετώτερος· μόνον ἀξία φαινοίμην τοῦ πάσχειν διὰ σὲ καὶ ὑπὲρ σοῦ πάντοτε.» Καὶ δὴ ταῦτα εἰποῦσα, μικρὰ δὲ ἄττα καὶ τῇ | |
25 | μητρὶ Θεοκλείᾳ διαλεχθεῖσα περὶ τῆς κατὰ Χριστὸν πίστεως καὶ πολιτείας, τοῦ Θαμύριδος ἤδη τεθνηκότος, ἐπὶ τὴν Σελεύκειαν ὥρμησε. Πόλις δέ ἐστιν αὕτη τῶν μὲν τῆς Ἑῴας ὁρίων ἐν προοι‐ μίῳ κειμένη, προεδρεύουσα δὲ καὶ προκαθεζομένη πάσης Ἰσαυ‐ ρίδος πόλεως, πρόσοικος θαλάττῃ, ποταμοῦ γείτων· Καλύκαδνος | |
30 | ὄνομα τῷ ποταμῷ, ἐρχομένῳ μὲν ἄνωθέν ποθεν ἀπὸ τῶν τῆς Κήτιδος μυχαιτάτων χωρίων, παραμείβοντι δὲ χώρας καὶ πόλεις συχνάς, κἀν τῇ πρὸς ἡμᾶς πορείᾳ συμπαραλαμβάνοντι καὶ ἑτέρους ποταμοὺς ἐκ τῶν ἐφ’ ἑκάτερα χωρῶν καὶ τόπων ἐπεισ‐ ιόντας καὶ ποιοῦντας τοσοῦτον, ὅσος ἡμῖν ὁρᾶται λοιπόν, τε‐ | |
35 | λευτῶντι δὲ μέχρις ἡμῶν καὶ τῆς γείτονος ταύτης θαλάσσης, | |
τῆς κατὰ τὴν ἕω καὶ μεσημβρίαν παρατεταμένης ἡμῖν καὶ ἡμᾶς καὶ Κυπρίους διοριζούσης. Θαυμασία δὲ καὶ μάλα χαριεστάτη πόλις, τοσοῦτον ἔχουσα μεγέθους, ὅσον τῆς κατὰ τὴν συμμετρίαν μὴ ἀποδεῖν χάριτος· οὕτω δὲ λαμπρὰ καὶ ἐπίχαρις, ὡς τὰς | 276 | |
40 | μὲν ὑπερβάλλειν τὰς πλείους, ταῖς δὲ καὶ παρισοῦσθαι, Ταρ‐ σῷ δὲ τῇ καλῇ καὶ ἁμιλλᾶσθαι, ὅρων τε ἕνεκα καὶ θέσεως, καὶ ἀέρων εὐκρασίας, καὶ καρπῶν ἀφθονίας, καὶ ὠνίων δαψιλείας, καὶ ὑδάτων εὐχρηστίας, καὶ λουτρῶν χάριτος, καὶ τῶν ἐν τέλει λαμπρότητος, καὶ μουσῶν εὐεπείας, καὶ δήμου φαιδρότητος, | |
45 | καὶ ῥητόρων εὐροίας, καὶ τῶν ἐν στρατηγικαῖς ζώναις εὐκλείας, ἐν ἑνὶ δὲ μόνῳ τῆς ἄγων ἀντιφιλοτιμήσεως ὑφιεῖσα καὶ ἠρέμα πως ὑποκατακλινομένη καὶ τοῦ πρωτεύειν αὐτῇ παραχωροῦσα, τῷ πατρίδα καὶ πόλιν εἶναι τοῦ μεγάλου Παύλου, ἀφ’ οὗπερ μά‐ λιστα καὶ ἡμῖν τὸ ἔχειν ὑπῆρξεν τὴν ἁγίαν παρθένον. Ἐν | |
1.27(50) | ταύτῃ τοίνυν τῇ πόλει καταχθεῖσα καὶ ἀρεσθεῖσα, καὶ τὴν γεί‐ τονα καὶ πρὸς μεσημβρίαν ἀνεστηκυῖαν καταλαβοῦσα κορυφήν, ποιεῖται μὲν ἑαυτῆς ἐνδιαίτημα, ὡς Ἠλίας τὸν Κάρμηλον, ὡς Ἰωάννης τὴν ἔρημον· ἐπιτειχίζει δὲ ἑαυτὴν τῷ δαίμονι τῷ Σαρπηδόνι, τῷ καταλαβόντι μὲν τὴν ἐπὶ τῆς θαλάττης χηλήν, | |
55 | πολλοὺς δὲ πλανῶντι καὶ ἀποβουκολοῦντι τῆς πίστεως δι’ ἀπάτης ποικίλης καὶ κιβδήλου χρησμολογίας· ἐπιτειχίζει δὲ τῇ ἀ‐ κραίᾳ καὶ πολεμικῇ τῇ δαίμονι Ἀθηνᾷ, ἣ αἰγυπιοῦ δίκην ἴσως που καὶ νῦν καθ’ Ὅμηρον κατειληφυῖα τὸν ἐπώνυμον αὐτῆς πύρ‐ γον, τοῖς αὐτόθι περιοικοῦσιν ὑφάνταις καὶ λήροις ἀνθρωπαρίοις | |
60 | ἐπικλαγγάζει καὶ ἐπισείει τὴν ἐρεμνὴν αἰγίδα καὶ θυσανόεσσαν, ἵνα τι καὶ προσπαίξωμεν τοὺς αὐτόθι πάντας, τὸν Ἀθηναίων τρόπον, τὴν ἀκρόπολιν οἰκοῦντας καὶ τῇ Παλλάδι σεμνυνομένους. | |
1.28 | Εὐαγγελισαμένη δὲ τὸν σωτήριον λόγον, καὶ πολλοὺς μὲν κατη‐ | |
χήσασα καὶ σφραγισαμένη καὶ στρατολογήσασα τῷ Χριστῷ, πολλῷ δ’ αὖ πλείω θαυματουργήσασα—ὡς Πέτρος ἐν Ἀντιο‐ χείᾳ καὶ τῇ μεγίστῃ Ῥώμῃ, Παῦλος ἐν Ἀθήναις καὶ τοῖς ἔθνεσι | 278 | |
5 | πᾶσιν, Ἰωάννης ὁ μέγιστος θεολόγος ἐν Ἐφέσῳ—, καὶ διὰ τῶν θαυμάτων μάλιστα πάντας ἐναγαγοῦσα πρὸς τὴν πίστιν, ἐκοιμήθη μέν, ὡς ὁ πολὺς καὶ ἀληθέστερος λόγος, οὐδαμῶς, ἔδυ δὲ ζῶσα καὶ ὑπεισῆλθε τὴν γῆν, οὕτω τῷ Θεῷ δόξαν, διαστῆναί τε αὐτῇ καὶ ὑπορραγῆναι τὴν γῆν ἐκείνην, ἐν ᾧπερ τόπῳ ἡ | |
10 | θεία καὶ ἱερὰ καὶ λειτουργικὴ πέπηγε τράπεζα, ἐν περιστύλῳ καὶ ἀγυροφεγγεῖ καθιδρυμένη κύκλῳ, καὶ παντὸς μὲν πάθους, πά‐ σης δὲ ἀρρωστίας αὐτόθεν ἀφιεῖσα πηγὰς ἰαμάτων, ὥσπερ ἔκ τινος ὑδρορρόης τῆς παρθενικῆς χάριτος ἐκεῖθεν ἐπαντλούσης τοῖς αἰτοῦσι καὶ δεομένοις ἰάματα· ὡς εἶναι πάνδημον ἰατρεῖον τὸν | |
15 | τόπον, καὶ κοινὸν καθεστάναι τῆς γῆς ἁπάσης ἱλαστήριον. Τὸν γοῦν ναὸν αὐτῆς ἤγουν καὶ πόλιν—καὶ γὰρ εἰς πόλεως λοιπὸν περιελήλαται καὶ σχῆμα καὶ χρείαν καὶ κάλλος—οὐκ ἂν εὕροις χωρὶς ἀστῶν ἢ ξένων ποτέ, πάντων πάντοθεν ἐπιρρεόντων εἰς αὐ‐ τήν, τῶν μὲν ἐπὶ τιμῇ καὶ εὐχῇ μόνον, καί τι τῶν οἰκείων ἀναθεῖναι | |
20 | αὐτῇ καὶ ἀνιερῶσαι σπουδαζόντων, τῶν δὲ καὶ ἐπὶ θεραπείᾳ καὶ βοηθείᾳ τῶν συνεχόντων αὐτοὺς παθῶν καὶ ἀλγημάτων ἢ καὶ δαιμόνων. Ὧν καὶ δι’ ἑτέρου πόνου καὶ βιβλίου ποιήσομαι μνήμην, ἤν τε Θεὸς θέλῃ καὶ ἡ παρθένος συμπράξῃ. Πολλοῦ γὰρ ἡμῖν καὶ | |
25 | πόνου καὶ χρόνου δεῖ πρός τε συλλογὴν καὶ ἀφήγησιν ἀκριβε‐ στέραν τῶν ἀεί τε καὶ μέχρι τοῦ νῦν ἐπιτελουμένων παρ’ αὐτῆς θαυμάτων, ὧν οὐκ ὀλίγα καὶ εἰς ἐμὲ τεθαυματούργηται παρ’ αὐ‐ τῆς. Οὐδεὶς μέντοι γε τῶν δεηθέντων ποτὲ θεραπείας ἢ λύσεως δυσχερῶν παρακουσθείς, ἢ καὶ λοξοῖς καὶ ἀμφιβόλοις ἀπατη‐ | |
30 | θεὶς ῥήμασιν—οἷα τῶν βελτίστων δαιμόνων καὶ πυθοχρήστων—, ἢ μηδ’ ὅλως τυχὼν θεραπείας ἀπῆλθε πολλὰ τῇ φήμῃ καταμεμψά‐ μενος. Πάντες δὲ καὶ πάντως τι λαμβάνοντες ὧν αἰτοῦσιν ἢ χρῄζουσιν, οὕτως ἀπίασιν ὑμνοῦντες, εὐχαριστοῦντες, εὐλογοῦντες, ὡς νομίζειν μείζονά που καὶ τῶν θρυλουμένων καὶ τῶν ἐλπι‐ | |
35 | σθέντων εὑρόντες τὰ θαύματα καὶ ἰάματα. Εἴη δὲ καὶ ἡμᾶς, | |
ὦ παρθένε καὶ μάρτυς καὶ ἀπόστολε, τόν τε προστάξαντα— λέγω τὸν ἱερὸν ἄνδρα καὶ σὸν τρόφιμον—κἀμὲ τὸν πεισθέντα, καὶ ἄνωθεν δὲ τὴν ἐπιθυμίαν ταύτην ὠδίνοντα, τὴν ὁπωσοῦν διήγησιν τῶν σῶν ποιήσασθαι πράξεων, ἵλεώ σου καὶ εὐμενοῦς τυγχάνειν | 280 | |
40 | ἀεί, πρεσβευούσης ὑπὲρ ἡμῶν τὰ εἰκότα πρὸς τὸν Θεόν, παρούσης τε πάντοτε ἡμῖν, καὶ φυλαττούσης ἡμᾶς, καὶ δι’ αὐτῆς τε παρε‐ χούσης ἃ παρέχειν σοι θέμις, καὶ διὰ Θεοῦ προξενούσης ἡμῖν τά τε κάλλιστα καὶ τὰ βέλτιστα, καὶ συμφέροντα, καὶ σοὶ δὲ τῇ παρθένῳ φίλα καὶ αὐτῷ τῷ παρέχοντι Χριστῷ τῷ Θεῷ ἡμῶν, | |
45 | ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 282 | |
2t | ΘΑΥΜΑΤΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ [ΠΡΩΤΟ]ΜΑΡΤΥΡΟΣ ΘΕΚΛΑΣ | |
2prol(t) | Προθεωρία | |
4 | Εἰ τὰς εὐφημίας τὰς ἐφ’ ὁτῳοῦν γινομένας ἀλήθεια μάλιστα | |
5 | κοσμεῖν πέφυκε, δύο δὲ μάλιστα εὐφημίας ὑποθέσεις αὗται, βίος καὶ πράξεις, εἴρηται δὲ ἡμῖν ἤδη περὶ τῆς μάρτυρος πολλά τε καὶ κάλλιστα κατὰ τὸ προλαβὸν περὶ αὐτῆς σύνταγμα, χρὴ δὲ τοῖς ῥηθεῖσι λοιπὸν ἕπεσθαί τε καὶ ἐπιλάμπειν τὴν ἀλήθειαν, τού‐ του χάριν μικρὰ φροντίσαντες καὶ πονήσαντες τὰ σποράδην αὐτῆς | |
10 | τυγχάνοντα θαύματα συνελεξάμεθά τε καὶ διὰ μικροῦ συγγράμμα‐ τος ἐξεθέμεθα· οὐ πάντα μέν, ἀλλ’ οὐδὲ τὸ πολλοστὸν τῶν πάντων μέρος, ὀλίγιστα δὲ παντελῶς, καὶ τὰ καθ’ ἡμᾶς καὶ τοῖς ὀλίγῳ πρὸ ἡμῶν συμβεβηκότα μόνον· καὶ τούτων δὲ ὀλίγιστα πάλιν καὶ ὅσα παρ’ ἀληθευόντων ἀνδρῶν ἢ γυναικῶν ἀναλέξασθαι ἰσχύ‐ | |
15 | σαμεν, ὅπως ἐξῇ τοῖς ἐντυγχάνουσι μηδὲ περὶ ὧν προειρήκαμεν ἀπιστεῖν, ἀλλ’ ἐκ τῶν νῦν ἐπιτελουμένων τε καὶ ἐπιτελεσθέντων ἤδη θαυμάτων καὶ τὰς περὶ τῶν προλαβόντων αὐτῆς ἀγώνων καὶ ἀθλήσεων πίστεις καρποῦσθαι. Διὰ τοῦτο δὲ προσώπων καὶ τό‐ πων καὶ ὀνομάτων ἐμνημονεύσαμεν, ὥστε μηδὲ περὶ αὐτῶν τοὺς | |
20 | ἐντυγχάνοντας ἀμφιβάλλειν, ἀλλ’ ἐγγύθεν ἔχειν καὶ ποιεῖσθαι τὴν περὶ ὧν εἰρήκαμεν ἐξέτασιν τῆς ἀληθείας. | |
22t | Θαύματα | |
23 | Ὑποφῆται μὲν καὶ ὑπηρέται δαιμόνων χρησμολόγων καὶ πυ‐ θικῶν τερατευμάτων ἐξηγηταί, τοῦ ἐν Δωδώνῃ θρυλουμένου λέγω | |
25 | Διός, τοῦ πυθικοῦ καὶ ἐν Δελφοῖς Ἀπόλλωνος, ἢ καὶ τοῦ παρὰ τὰ Κασταλίας νάματα ποιουμένου τὰς μαντείας, τοῦ ἐν Περγάμῳ καὶ ἐν Ἐπιδαύρῳ ἢ καὶ ἐν Αἰγαῖς ταύταις Ἀσκληπιοῦ, πολλὰ περὶ πολλῶν ἀναγεγράφασι χρηστήριά τε καὶ παθῶν λυτήρια. Ὧν τὰ μέν εἰσι μῦθοι καὶ πλάσματα καὶ αὐτῶν τῶν συγγεγρα‐ | 284 |
30 | φότων κομψεύματα, ἐνέργειαν καὶ ἰσχύν τινα καὶ πρόγνωσιν βου‐ λομένων περιθεῖναι τοῖς δαίμοσι, τὰ δὲ πιθανὰ μὲν καί που καὶ χρησθέντα πολλάκις, πολλῆς δὲ γέμοντα τῆς διπλόης καὶ ἀμφι‐ βολίας, ὡς καὶ τοὺς χρησαμένους αὐτοῖς πολλῆς ἀεὶ πληροῦσθαι τῆς ἀπορίας, μὴ ἔχοντας ὅπως χρήσαιντο τοῖς χρησθεῖσιν αὐ‐ | |
35 | τοῖς, ἢ καὶ χρησαμένους μέν, συναπολομένους δὲ ἄρδην αὐτοῖς θεσπίσμασι καὶ μαντεύμασιν· ἐν αἰνίγμασι γὰρ καὶ γρίφοις ἡ σύμπασα τῶν χρησμῶν ἐστι φιλοτιμία. Διὰ γὰρ τὸ μὴ ἔχειν εὐθυβόλως πρὸς τὴν ἀλήθειαν ἢ ὅπως ἂν τὸ μέλλον προείποιεν σαφῶς, τυφλὰ καὶ ἀγκύλα λοιπὸν καὶ πεπλανημένα καὶ πρὸς μυ‐ | |
40 | ρίας ὁδοὺς ἔχοντα τὰς ἀποκλίσεις ἐφοίβαζον ἅπερ ἐφοίβαζον, ὥστε μὴ τῶν χρησμῳδούντων μᾶλλον δαιμόνων ἢ τῶν μὴ νοούντων δῆθεν τοὺς χρησμοὺς εἶναι τὰ ἀποτεύγματα. Αὐτίκα τοῦ Κροίσου χρωμένου τε καὶ ἐρομένου τὸν Ἀπόλλω εἰ περιέσται τοῦ Κύρου —Περσῶν τε καὶ Μήδων, ἤδη δὲ καὶ Ἀσίας τῆς πλείστης | |
45 | ἦν οὗτος ὁ Κῦρος βασιλεύς—, καὶ πολλὰ μέν, ὡς εἰκός, ἱκετεύ‐ σαντος τοῦ Κροίσου, πολλὰ δὲ καὶ καταθύσαντος καὶ ἀφιερωσα‐ μένου χρήματα, ὡς ἂν καὶ λαμπρᾶς οὕτω καὶ μεγίστης ἐφιεμένου νίκης, τὸ τὸν Κῦρον καθελεῖν, τί φησι μετὰ ταῦτα πάντα ὁ θαυ‐ μάσιος χρησμῳδός; | |
2prol(50) | Κροῖσος Ἅλυν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. Τοῦτο τὸ μάντευμα, ὃ εἴτε ὡς Λοξίας ἔδωκεν ἐπ’ αὐτῷ κατα‐ λείψας τῷ καὶ λαβόντι τὴν κρίσιν, εἴτε ὡς πονηρὸς καὶ τοῦ ἱκέτου προδότης, εἴτε ὡς καὶ αὐτὸς ἀγνοῶν ὅπως τε καὶ ὅπῃ πεσεῖται τὸ μέλλον, καθάπαξ τὸν Κροῖσον ἀπώλεσε. Καὶ γὰρ καὶ | |
55 | αὐτὸς ὁ Κροῖσος οὗτος ἐπαρθεὶς τούτῳ τῷ καλῷ χρησμῷ διέβη τε θαρρῶν τὸν Ἅλυν ποταμόν, ὡς ἐπὶ λαμπρᾷ καὶ ἀριδήλῳ νίκῃ, συνέμιξέ τε τῷ Κύρῳ καί, ἡττηθεὶς κατὰ κράτος, αὐτὸς τὴν αὐ‐ τοῦ μεγάλην καταλύσας ἔλαθεν ἀρχήν, καταλείψας τῷ βελ‐ τίστῳ χρησμῷ καὶ ἀπολογίαν, τὸ μὴ αὐτὸς νενοηκέναι τὸ λόγιον, | |
60 | τἀναντία χρήσαντος τοῦ θεοῦ μὴ διαβῆναι τὸν Ἅλυν ποταμὸν | |
μηδὲ συμμῖξαι τῷ Κύρῳ, ὡς ἐπὶ καταλύσει τῆς αὐτοῦ μεγάλης ἀρχῆς τοῦτο ποιήσοντα. Καὶ εἴ τις ἀπιστοίη μοι ὡς ταῦτα εἴρηταί τε παρὰ τῆς βελτίστης Πυθίας καὶ γεγένηται παρὰ τοῦ Κροίσου, λαβὼν τὸν ἥδιστον Ἡρόδοτον ἐκεῖθεν τὰς περὶ τούτων | 286 | |
65 | ἐκλεγέσθω πίστεις. Καὶ παραλιμπάνω τὸν ἕτερον ἐπ’ αὐτῷ τῷ Κροίσῳ γεγονότα χρησμόν, καὶ τὴν ἡμίονον ἣν ἔφη βασιλεύσειν, καὶ τὴν ἀπάτην ἣν ὁ Κροῖσος ἀπατηθεὶς εἶδε μετ’ οὐ πολλὰς τὰς ἡμέρας τὴν ἡμίονον βασιλεύουσαν. Κῦρος δὲ οὗτος ἦν ὁ ἐκ Καμ‐ βύσου μὲν τοῦ Πέρσου, ἐκ Μανδάνης δὲ τῆς Ἀστυάγους τοῦ | |
70 | Μήδου θυγατρός· τὸ γὰρ ἀνόμοιον τοῖν γενοῖν τοῦτ’ ἦν ὅπερ ᾐνίττετο μὲν τὸ θαυμαστὸν λόγιον, ἡ δὲ ἀσάφεια καὶ διπλόη τὸν δόλον εἰργάσατο. Ἀλλὰ τὰ μὲν τῶν δαιμόνων, ὡς ἐκ πάνυ πολλῶν ὀλίγα εἰπεῖν, τοιαῦτα· ἀπατηλά, πονηρά, κίβδηλα, ὕπουλα, δολερά, πολὺ τὸ | |
75 | ἀχλυῶδες καὶ διεψευσμένον ἔχοντα. Τὰ δὲ τῶν ἁγίων ἄρα λοιπὸν ἰάματα καὶ θεσπίσματα ποῖα; Σαφῆ, ἀληθῆ, ἁπλᾶ, ἅγια, ὁλό‐ κληρα καὶ τοῦ δεδωκότος θεοῦ ἀληθῶς ἐπάξια. Καὶ γὰρ οὐδ’ ἄλλως οἷόν τε χρηματίζειν ἡμῖν τοὺς ἁγίους ἢ διὰ μόνης γε τῆς τοῦ Χριστοῦ χάριτος. Καὶ γὰρ αὐτοὶ ταύτης τυγχάνοντες πρό‐ | |
80 | τερον, οὕτω καὶ αὐτοὶ τοῖς αἰτοῦσιν ἀντιδιδόασιν, ὥσπερ ὑδρορρόαι τινὲς ἔκ τινος ὑπερτάτης καὶ θειοτάτης πηγῆς ἕλκουσαί τε καὶ ἐπαντλοῦσαι πάλιν τοῖς διψῶσι τὰ ἱερὰ νάματα. Τούτων τῶν ἁγίων καὶ ἡ μεγίστη μάρτυς ἐστὶ Θέκλα, ἀεὶ παροῦσα, ἀεὶ φοι‐ τῶσα, τῶν δεομένων ἐπαΐουσα πάντοτε, καὶ πάντας ἀφθόνως ἐφο‐ | |
85 | ρῶσα, ὑγιαίνοντας, ἀρρωστοῦντας, εὐθυμοῦντας, ἀθυμοῦντας, πλέοντας, ὁδοιποροῦντας, κινδυνεύοντας, μὴ κινδυνεύοντας, κατὰ ἕνα, κατὰ πολλούς, κατὰ οἴκους, κατὰ γένη, κατὰ πόλεις, κατὰ δήμους, ξένους ὁμοίως καὶ πολίτας, ἐγχωρίους καὶ ὑπερορίους, ἄνδρας καὶ γυναῖκας, δεσπότας καὶ οἰκέτας, ἀφηλικεστέρους καὶ | |
90 | νέους, πλουσίους καὶ πένητας, τοὺς ἐν ἀρχαῖς, τοὺς ἐν στρατείαις, τοὺς ἐν δίκαις, τοὺς ἐν πολέμοις, τοὺς ἐν εἰρήνῃ. Ἤδη δὲ καὶ ἰουδαίοις καὶ ἕλλησιν ὤφθη τε πολλάκις καὶ τὴν αὐτὴν ἐπε‐ δείξατο δύναμιν, ἀντὶ συμβουλῆς, ἀντὶ νουθεσίας προσάγουσα τὴν θεραπείαν. Καὶ ἵνα συνελὼν εἴπω, εἰς πάντας ἀνθρώπους φοι‐ | |
95 | τῶσα, διὰ πάντων χαρισμάτων ἐνεργεῖ τὰ θαύματα, καὶ τοὐναντίον κατὰ πάντων αὖ πάλιν τῶν ἁμαρτανόντων καὶ παροξυνόντων αὐ‐ | |
τὴν κινεῖ τὴν ἰσχὺν αὐτῆς ἀεὶ καὶ ὀργήν, οὔτε τῶν ὅσια βιούντων ἀμελοῦσά ποτε, οὔτε τῶν ἀνόσια πραττόντων ἀφειδοῦσα, ἐναρ‐ γέστερον δὲ ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἐκεῖνα πράττουσα, καὶ δι’ ἑ‐ | 288 | |
2prol(100) | κατέρων τό τε ἐμβριθές, τό τε φιλάνθρωπον ἀεὶ τοῖς ἔργοις ἐπι‐ σημαίνουσα. Καὶ γὰρ οὐχ ἡνίκα ἦν τε ἐν σώματι καὶ συνῆν ἀν‐ θρώποις ὡρίσατο τὰς θεραπείας, μεταστᾶσα δὲ ἡσύχασεν· ἀλλὰ γὰρ ἀνεμίχθη μὲν ἀγγέλοις, οὐκ ἀπέστη δὲ οὔτε νῦν ἡμῶν, ἀλλ’ ἐν ἀμείνονι μὲν λήξει, μετὰ μείζονος δὲ τῆς βοηθείας κή‐ | |
105 | δεταί τε καὶ ἐπιμελεῖται ἡμῶν. Καὶ ἵνα ἐκ πάνυ πολλῶν ἄγαν ὀλίγα εἴπωμεν, φέρε εἴπωμεν ἅ τε ἡμεῖς ἴσμεν τέως, ἅ τε συνο‐ μολογεῖται τοῖς πολλοῖς, καὶ ὧν πάντες ἵστορές τε καὶ ἐν πείρᾳ καθεστήκαμεν, οἱ μὲν καὶ αὐτῷ τῷ εὖ παθεῖν, οἱ δὲ καὶ παρ’ αὐτῶν τῶν εὖ πεπονθότων ἀκηκοότες. Ἄρξομαι δὲ ἀφ’ ὧν ὑπὲρ | |
110 | αὐτῆς τε μάλιστα καὶ κατὰ δαιμόνων διεπράξατο. | |
2.1 | Τὸν Σαρπηδόνιον τοῦτον ἀγνοεῖ μὲν οὐδείς, καὶ γὰρ παλαιό‐ τατον τὸ κατ’ αὐτὸν μυθολόγημα ἔγνωμεν ἀπὸ ἱστοριῶν καὶ βι‐ βλίων. Ἴσασι δέ τινες, τῷ δυσσεβεῖν ἔτι κακῶς, ὅμως δὲ ὡς ἔκπαλαι, τὸν ἄνδρα ποτὲ τοῦτον γεγονότα καὶ ξένον καὶ ἔπηλυν, | |
5 | κατὰ ζήτησιν οἰκείας ἀδελφῆς ἀλώμενόν τε καὶ διὰ θαλάττης τοῖς τῇδε προσορμισθέντα χωρίοις, καὶ ἀγνοίᾳ μὲν τῶν τόπων, ἀγνοίᾳ δὲ τοῦ τότε βασιλεύοντος—θεῖος δὲ ἦν οὗτος αὐτῷ καὶ πατρά‐ δελφος ὁ Κίλιξ—ἀναιρεθέντα μέν, ὥς τι λυπήσαντα καὶ δια‐ θέντα τοὺς ἐπιχωρίους κακῶς, ταφέντα δὲ παρὰ τὴν χηλὴν καὶ | |
10 | τὴν ἠϊόνα ταύτην. Τοῦτον τοίνυν λαβόντα καὶ δαίμονος ὄνομα, καὶ χρησμῳδοῦ καὶ μάντεως φήμην, καὶ διὰ τοῦτο δόξαντα παρὰ τοῖς ἀνοήτοις εἶναι θεόν—πολλὰ γὰρ τοιαῦτα τίκτει μὲν ὁ πολὺς χρόνος, δέχονται δὲ ἀβασανίστως ἄνθρωποι καὶ θεοποιοῦσι μύθοις —, ἅμα τε προσήλασεν ἡ παρθένος τῇ χώρᾳ ταύτῃ καὶ ἥψατο | |
15 | τῶν ὁρίων αὐτῆς καὶ τὴν κορυφὴν ταύτην κατέλαβε, συνέστειλέ τε αὖθις καὶ κατεσίγασε. Καὶ μέχρι τοῦ νῦν ἀφωνότατον ἐκάθισε τὸν πολυφωνότατον χρησμολόγον, τὴν δεσποτικὴν ἐκείνην καὶ | |
βασιλικὴν ἐπιτειχίσασα αὐτῷ φωνήν, τὸ «Σιώπα, πεφίμωσο». Τοιγαροῦν σιωπᾷ καὶ ἠρεμεῖ καὶ κατέπτηκεν. Ἐξέστη δέ, οἶμαι, | 290 | |
20 | καὶ τοῦ οἰκείου τάφου καὶ χώρου, ἀνδράσι πτωχοῖς μὲν καὶ ἰδιώ‐ ταις, εὐχαῖς δὲ καὶ λιταῖς προσανέχουσι, τοῦτον παραχωρήσας τὸν εἴτε τάφον εἴτε τέμενος βούλεταί τις καλεῖν, ὡς Θεοῦ λοιπὸν καταγώγιον. Τοῦτο τῶν τῆς μάρτυρος θαυμάτων τὸ προοίμιον, ὃ ἀπιστεῖ μὲν οὐδεὶς ἔτι, ὁρῶσι δὲ οἱ τῇδε, θαυμάζουσι δὲ ἅπαντες | |
25 | ἄνθρωποι. | |
2.2 | Ἐπιστρατεύει δὲ μετὰ τοῦτο τῇ πλησίον κορυφῇ, ᾗ πρότερον μὲν Κωκύσιον ὄρος ἦν ὄνομα, ὁ δὲ χρόνος μετὰ τοῦ παλαιοῦ μύθου καὶ τοῦτο μεταπλάσας Ἀθηνᾶς κανίτιδος ἱερὸν προσεῖπεν, ὡς ἂν καὶ Ἀθηνᾶς ἱερὸν τὸ ὄρος. Καὶ ἀφαιρεῖται μὲν τοῦτο τῆς δαί‐ | |
5 | μονος, ποιεῖται δὲ τῆς τοῦ Χριστοῦ δεσποτείας, ἧσπερ καὶ ἄνω‐ θεν ἦν. Καὶ νῦν κατείληπται μὲν ὑπὸ μαρτύρων ὁ τόπος, καθάπερ τι φρούριον ὑψηλότατον ὑπ’ ἀνδρῶν στρατηγῶν καὶ πολεμάρχων, οἰκεῖται δὲ ὑπὸ ἀνδρῶν ἁγίων, τῆς ἀσπιδοφόρου καὶ πολιούχου καὶ Παλλάδος οὐδ’ ὅσον ἀνασχομένης τὴν τῆς ἀόπλου καὶ ξένης | |
10 | καὶ γυμνῆς κόρης προσβολήν. | |
2.3 | Ἀφροδίτην δὲ τὴν βελτίστην, οὐδὲ ποιησαμένη τινὰ λόγον αὐ‐ τῆς, ἐξ ἐμβριμήσεως μόνης ὡς ἂν παιδίσκην τινὰ ἀσελγαίνουσαν ἀπεσείσατο καὶ τῆς πόλεως ἐξήλασε, τὸν αὐτῆς Διομήδη, τὸν Δε‐ | |
ξιανόν, ἐφοπλίσασα αὐτῇ. | 292 | |
2.4 | Κατεργασαμένη δὲ καὶ ταῦτα, μετατάττει τὸν πόλεμον ἐπ’ αὐτὴν τὴν τῶν δαιμόνων κορυφήν, τὸν Δία. Καταγωνισαμένη δὲ καὶ τοῦτον εὖ μάλα ἀνδρικῶς, αὐτὸν μὲν ἐξοικίζει τῆς πόλεως ὡς τύραννον, ὡς ἀλιτήριον, τὸν αὐτοῦ δὲ νεὼν ποιεῖται τοῦ αὐτῆς | |
5 | διδασκάλου τοῦ Παύλου καταγώγιον, ὥσπερ οὖν καὶ ὁ Παῦλος ἐποιήσατο κατὰ τὴν αὐτοῦ πόλιν Ταρσούς, ὥστε ξενίζειν τε καὶ ξενίζεσθαι παρ’ ἀλλήλοις καὶ τοὺς ἀλλήλων πολίτας ἀνθυποδέχε‐ σθαι. Πρόξενος γοῦν Σελευκέων μὲν ὁ Παῦλος, Ταρσέων δὲ ἡ παρθένος, καὶ πολλή τις ἡ ἐν τοῖς πολίταις τούτοις ἅμιλλα, ἢ ἐπὶ | |
10 | τὸν ἀπόστολον ἀναδράμοιεν κατὰ τὴν ἐκείνου πανήγυριν, ἢ ἐκεῖθεν ἐπὶ τὴν ἀπόστολον ὁμοίως ἔλθοιεν κατὰ τὴν αὐτῆς ἑορτήν, καὶ πολλὴ πᾶσιν ἡμῖν ἡ περὶ τούτου ἔρις ἐμπέφυκε καὶ λίαν ἀγαθὴ καὶ πρέπουσα χριστιανῶν παισί τε καὶ δήμοις. Καὶ τὰ μὲν κατὰ τῶν δαιμόνων θαύματα τοιαῦτα τῆς μάρτυρος, | |
15 | ἃ καὶ τοῖς ἄγαν βουλομένοις ἀπιστεῖν οὐκ ἔστι μὴ πάντως ὁμολο‐ γεῖν μήτε λέγειν καὶ διηγεῖσθαι ἄλλοις. Τίς γὰρ ἂν τὰ ὑπὸ τοῖς πάν‐ των ὀφθαλμοῖς ἀρνήσαιτο μὴ οὕτως ἔχειν ἢ μὴ οὕτω γεγενῆσθαι; Ἐπεὶ καὶ τὸ κρατῆσαι πολυχρονίων οὕτω δαιμόνων καὶ πολλὴν τὴν ἀπὸ τῶν αὐτοῖς λατρευόντων προβεβλημένων ἰσχύν—οὗτοι | |
20 | δὲ ἦσαν ὅλαι πόλεις καὶ ὅλα ἔθνη—μόνου τε Θεοῦ καὶ μόνων τῶν ὑπὸ Θεοῦ τεταγμένων εἰς τοῦτο μαρτύρων. Ὥσπερ δὲ ἄλλοις ἄλλας τῶν ἁγίων πόλεις καὶ χώρας ὁ Χριστὸς διένειμεν ὥστε ἀνακα‐ θᾶραι σὺν ἀκριβείᾳ τὴν γῆν, οὕτω καὶ αὐτῇ ταύτην ἀπένειμεν, ὡς Πέτρῳ τὴν Ἰουδαίαν, ὡς Παύλῳ τὰ ἔθνη. | |
25 | Ἀλλὰ γὰρ ἰτέον ἤδη καὶ ἐπὶ τὰ λοιπὰ θαύματα τῆς μάρτυρος. Τοσοῦτον δὲ προρρητέον μόνον· ἐπειδὴ γὰρ Θεοῦ μὲν ἐπιτυχεῖν οὐ πᾶσιν ἀνθρώποις ἦν εὐπετὲς οὐδὲ ῥᾷστον, δυνάμεως οὕτως ὑπερτά‐ της καὶ ὑψηλοτάτης καὶ οὐδὲ ἀγγέλοις οὐδὲ ἀρχαγγέλοις ἐφικτῆς, ἦ πού γε ἀνθρώποις, ἢ διὰ βίον ἢ διὰ τρόπον ἢ δι’ ἀμφότερα | |
30 | κωλυομένοις τῆς θείας ἐκείνης ἀκοῆς ἐξικνεῖσθαι, πολὺ δὲ ὅσον καὶ φιλοκίνδυνον ἀεὶ τὸ γένος τῶν ἀνθρώπων, πολλαῖς ἀεὶ καὶ ποικίλαις περιπειρόμενον ὀδύναις καὶ ἀνίαις, φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ περὶ τὸ ἐλεεῖν ἑτοιμότατος καὶ φιλοτιμότατος ἐγκατα‐ | |
σπείρει τῇ γῇ τοὺς ἁγίους, ὥσπερ τισὶν ἰατροῖς ἀρίστοις κατα‐ | 294 | |
35 | νείμας τὴν οἰκουμένην, ὥστε τὰ μὲν αὐτοὺς ἀπραγματεύτως θαυ‐ ματουργεῖν ὥς που καὶ πλησιαίτερον τῶν δεομένων ὄντας κἀκ τοῦ παραχρῆμα ἐπαΐοντάς τε καὶ τὴν θεραπείαν ἐπάγοντας, τὰ δὲ καὶ διὰ τῆς αὐτοῦ χάριτος καὶ δυνάμεως μεγαλουργεῖν ὅσα καὶ τῆς αὐτοῦ μάλιστα δεῖται βοηθείας, πρεσβεύοντας, παρακα‐ | |
40 | λοῦντας, δυσωποῦντας ὑπὲρ ἐθνῶν, ὑπὲρ πόλεων, ὑπὲρ γενῶν καὶ δήμων, κατὰ λοιμῶν καὶ λιμῶν καὶ πολέμων καὶ αὐχμῶν καὶ σεισμῶν καὶ ὅσων οἷόν τε μάλιστα τὴν τοῦ Θεοῦ χεῖρα μόνην ὑπερ‐ έχειν τε καὶ ἀντιλαβέσθαι κραταιῶς. Εἰκότως οὖν καὶ ἡ μεγάλη μάρτυς, ὡς μεγάλα τε δυναμένη καὶ ἐπὶ τοῦτο ταχθεῖσα παρὰ | |
45 | τοῦ κοινοῦ βασιλέως Χριστοῦ, πολλάκις καὶ λιμὸν ἔπαυσε, καὶ λοιμὸν ἔλυσε, καὶ αὐχμὸν ἔσβεσε, καὶ πόλεμον ἔθραυσε, καὶ πο‐ λεμίους παρέδωκε, καὶ πόλεις ἔσωσε, καὶ οἴκους ἐφύλαξε, καὶ κοινῇ τε πᾶσι καὶ τοῖς καθ’ ἕκαστον ἅπερ ἕκαστος ᾔτησεν ἀφθόνως ἔδωκε—μόνον εἰ συμφερόντως τις καὶ πρεπόντως | |
2.4(50) | ᾔτησεν, ἅμα καὶ τὸν βίον τοῦ πάντως τι λαβεῖν ἄξιον ἀεὶ παρεχόμενος, ὡς ὅ γε ῥυπῶν καὶ δυσαγὴς οὐδὲ προσιτός ἐστί ποτε τῇ ἁγίᾳ μεγαλομάρτυρι. Φέρε δὴ καὶ τῶν κατὰ μέρος καὶ εἴς τινας ὑπαρξάντων ἢ κοινῶς ἢ ἰδίως θαυμάτων μνημονεύσωμεν, ὥστε τοῖς παρ’ ἡμῶν | |
55 | λεγομένοις καὶ πίστιν ἀναμφίβολον ἐπακολουθεῖν τὰ πράγματα. | |
2.5 | Μέγιστος ὠδίνετό ποτε φόβος κατὰ τῆς Σελεύκου ταύτης πό‐ λεως, ἀλιτηρίων αὐτῇ προσελαύνειν μελλόντων [Ἀγαρηνῶν], ὥστε ἢ δόλῳ ταύτην ὑφαρπάσαι ἢ πολέμῳ καὶ φόβῳ παραστήσασθαι. Βουληθῆναι γὰρ ἔδει μόνον καὶ ἡ πόλις ἦν ἐν χερσί, τῶν μὲν οἰ‐ | |
5 | κητόρων τῆς πόλεως ὡς τὰ πολλὰ ἀπιστούντων τε τοῖς τότε θρυλουμένοις καὶ ἀναπεπτωκότων ἢ καὶ θέαις σχολαζόντων καὶ τὸν παραυτίκα κίνδυνον ἐσόμενον οὐδ’ ὅλως ὑφορωμένων, τῶν δὲ πολεμίων ἐγρηγορότων, ἀγρυπνούντων, μονονουχὶ τὰ τῶν οἰκούν‐ των ἤδη διαλαγχανόντων χρήματα καὶ σώματα. Ὅτε οὖν ὁ λόχος | |
10 | ἐξήρτυτο καὶ ἦν ἤδη πλησίον, καὶ προσεῖρπε τοῖς τείχεσι τὸ κα‐ κόν, καὶ ἡ νύξ—καιρὸς συνᾴδων τῷ τολμήματι τῆς ἐπιχειρή‐ | |
σεως—οὐ πόρρω, καὶ αὕτη δὲ ἀσέληνος καὶ ἀφεγγὴς καὶ γνο‐ φώδης, καὶ ὕπνος βαθὺς κατὰ τῶν δῆθεν φυλαττόντων ἐκέχυτο, καὶ τὰ μηχανήματα τῶν τειχῶν ἤδη που πλησίον ἦν, ὡς καὶ | 296 | |
15 | προσπνεῖν τοῖς οἰκοῦσι λοιπὸν τὰ τῆς ἁλώσεως κακά, καὶ τὸ λεῖπον ἦν οὐδὲν τοῦ τὴν πόλιν ἤδη ληΐζεσθαι, ἡ μάρτυς ὑπερ‐ φανεῖσα μόνον τῶν τειχῶν καὶ ἐπαστράψασα καὶ μονονουχὶ ἐπα‐ λαλάξασα κατὰ τῶν πολεμίων, ἐκείνους τε τῆς ἐπιχειρήσεως ἀπέ‐ στησε καὶ τοὺς οἰκοῦντας πάντας ἐπὶ τῶν ἐπάλξεων ἔστησε· καὶ | |
20 | πολὺ μὲν τούτοις τὸ θάρσος ἐνέπνευσε, πολὺ δὲ ἐκείνοις τὸ δέος ἐπέσεισεν, ὥστε ἀπροσδοκήτως πάντοθεν τὴν ὑπὸ τοῖς πολεμίοις οὖσαν ἤδη περισωθῆναι πόλιν, ὡς τοὺς πολεμίους αὐτοὺς μεγάλα μὲν ἐλπίσαντας, μεγίστων δὲ ἀποτυχόντας, οὔτε δὲ τῆς ἀποτυχίας τὸν τρόπον καὶ τὸ αἴτιον ἀγνοήσαντας, πολὺ καὶ μέχρι τοῦ πα‐ | |
25 | ρόντος ἔχειν παρ’ ἑαυτοῖς ἔτι τὸ θαῦμα τῆς μάρτυρος. Καὶ γὰρ ἐξ ἐκείνης τῆς μιαρᾶς φάλαγγος εἰσὶν ἔτι τινὲς ὑπερυμνοῦντες ἐπὶ τούτοις τὴν μάρτυρα καὶ τὴν οὐδαμόθεν αὐτοῖς ἐλπισθεῖσαν ὁμο‐ λογοῦντες ἧτταν. | |
2.6 | Ἀλλ’ οὐ περὶ ταύτην μὲν ἡ παρθένος τοιαύτη γεγένηται, ὡς ἂν καὶ πρόμαχος αὐτῆς καὶ πολιοῦχος καὶ μήτηρ καὶ διδάσκαλος, ὀλίγωρος δὲ περὶ τὰς ἄλλας ἐστὶ τῶν πόλεων, ἥ γε καὶ τὸ Ἰκό‐ νιον, τὴν οὕτως εἰς αὐτὴν ἐξυβρίσασαν πόλιν καὶ τὸ κακῶν ἔσχα‐ | |
5 | τον πῦρ κατ’ αὐτῆς ἀναψαμένην, ἐπὶ ὁμοίοις κινδύνοις γεγονυῖαν διέσωσε, δραμοῦσά τε ἐντεῦθεν καὶ κατὰ χεῖρα συμπλακεῖσα τοῖς ἐπελθοῦσι τῶν πολεμίων καὶ ἀναιροῦσα καὶ παίουσα καὶ κονιορτῷ τὰς ὄψεις καταπάττουσα, ὥστε πᾶν τὸ ἐν ποσὶν ἠχλυῶσθαί τε καὶ ζόφου πεπληρῶσθαι, ὃ πολλοὺς μὲν ἀναιρεθῆναι παρεσκεύασε, | |
10 | πολλῷ δ’ αὖ πλείους καὶ ἁλῶναι, πάντας δὲ ὑφ’ ἑνὶ γενέσθαι καὶ κινδύνῳ καὶ ὀλέθρῳ, ὡς μηδ’ ἄγγελον ἀπονέεσθαι, ἔφη τις ἂν ὁμηρίζων. Καὶ εἰσὶν ἔτι καὶ νῦν οἱ τούτου μεμνημένοι τοῦ θαύ‐ ματος, ὃ πρεσβύτερον μέν ἐστι τοῦ καθ’ ἡμᾶς, οὐ πολλῷ δὲ φαυ‐ λότερον τοῦ τροπαίου τὸ τρόπαιον· καὶ γὰρ ἄμφω τῆς μιᾶς ἐστι | |
15 | χειρὸς καὶ γνώμης καὶ δυνάμεως ἔργον. Ἀλλὰ τούτων μὲν προτέρων ὡς ἂν καὶ περικλεεστέρων καὶ περὶ πόλιν ὅλην γεγονότων ἐμνήσθημεν τῶν θαυμάτων, μήτε δὲ τῶν καθ’ ἕνα ἄνδρα ἢ γυναῖκά ποτε γεγονότων ἀμνημονήσωμεν· ἦ γὰρ ἂν καὶ αὐτὴν ἀδικήσαιμεν τὴν δεδωκυῖαν, λήθῃ καὶ σιωπῇ | 298 |
20 | παραδόντες οὕτω λαμπρὰς καὶ μεγάλας θαυματουργίας, καὶ τοὺς εἰληφότας τὰ μέγιστα καταβλάψομεν, εἰ ἀμνημονήσομεν ἐκείνων ὧν μάλιστα μεγίστων καὶ μόνων ἀγαθῶν κατὰ τὸν βίον νομί‐ ζουσι—καὶ μάλιστα τοὺς ἐν τοῖς βασιλείοις διαλάμψαντας, ἐν ᾧ πιστεύουσιν ἐνδοξότεροι δι’ αὐτῆς γεγενῆσθαι—, καὶ τοὺς νῦν | |
25 | δὲ καὶ τοὺς μετέπειτα ζημιώσομεν, εἰ ἀγνοίᾳ τῶν προλαβόντων περί τινας ἀγαθῶν ἀργότεροι φανεῖεν αὐτοὶ περὶ τὰς ὁμοίας αἰ‐ τήσεις. Κἀνταῦθα δὲ προτιμητέα τὰ μάλιστα τιμιώτερα καὶ μά‐ λιστα τοῖς τιμιωτέροις ὑπάρξαντα, πάντων δὲ ἀνθρώπων ἀρχιε‐ ρεῖς καὶ ἱερεῖς τιμιώτεροι. | |
2.7 | Τὸν Δεξιανὸν τοίνυν ἐκεῖνον ἀγνοεῖ μὲν οὐδεὶς τῶν καθ’ ἡμᾶς, ὅσοι δὲ ἴσμεν, πάντες καὶ θαυμάζομεν ὡς ἱερὸν ἄνδρα, ὡς ἄριστον ἀρχιερέα, ὡς ἐπάξιον ἀληθῶς ἧς εἶχεν ἀξίας. Τοῦτον τοίνυν, ὄντα μὲν τότε τῆς γερουσίας τῶν ἱερέων, ὄντα δὲ καὶ αὐτῆς τῆς μάρτυ‐ | |
5 | ρος πάρεδρον, κἀκεῖνα πράττοντα ὅσαπερ ἱερεῖ καὶ ὅσα παρέδρῳ καὶ ὅσα φύλακι τῶν οὕτως ἁγίων καὶ τιμίων πρέπει, τιτρώσκει τις δαίμων βασκαίνων αὐτῷ τῆς πάντοθεν εὐκλείας, τιτρώσκει δὲ πάθει καὶ τρόπῳ τοιῷδε· ἐν νυκτὶ μέσῃ καὶ ἐν ἀφεδρῶνι καθε‐ ζομένῳ τῷ Δεξιανῷ ἐφίστησι δαιμονῶντα ἄγριόν τινα καὶ λυσ‐ | |
10 | σητῆρα, ὡς ἐξαίφνης αὐτὸν τοῦ παρεστῶτος αἰσθόμενον, τοῦτο μὲν ὡς ἐν βαθεῖ καὶ ἀφεγγεῖ σκότῳ, τοῦτο δὲ καὶ ὡς πνευματιῶντα καὶ βλέποντα καὶ φθεγγόμενον μανικά, ἐκπλαγῆναί τε καὶ περιδεῆ καὶ ἔντρομον γενέσθαι, καὶ ὅλον πληρωθῆναι δείματός τε καὶ ἱδρῶτος. Ἐκ δὴ τοῦ τοιούτου φόβου ἡ κεφαλὴ ἅμα τῷ αὐχένι | |
15 | τῆς οἰκείας ὥσπερ ἕδρας καὶ τάξεως ἀπολισθήσασα, καὶ τῶν | |
σπονδύλων οὐκ ἐναρμονίων ἔτι περιολισθαινόντων ἀλλήλοις, περί‐ τρομός τε ἦν καὶ συχνότερον περὶ αὐτὴν ἐκραδαίνετο, ὡς κοινὸν εἶναι πένθος τοῖς θεωμένοις αὐτόν. Τί οὖν ἡ μάρτυς; Τόν τε τοῦτο ἐργασάμενον οὐκ ἀγνοήσασα δαίμονα, καὶ τὸν πεπονθότα | 300 | |
20 | κακῶς ἐλεήσασα καὶ ὡς ἱερέα καὶ ὡς ἄνδρα τίμιον καὶ ὡς αὐτῆς πάρεδρον, εὐθὺς ἀπαλλάττει τοῦ πάθους, ὡς τοσοῦτο καὶ οὕτω μέγιστον κακὸν εὐθὺς παύσασθαί τε καὶ συσκιασθῆναι τῷ θαύ‐ ματι. Νύκτωρ γὰρ ἐπιφοιτήσασα αὐτῷ κελεύει μηδαμῶς μὲν ἀθυμεῖν μήτε δεδιέναι μήτε ὀλιγοπιστίας πρᾶγμα ὑπομένειν, χρή‐ | |
25 | σασθαι δὲ πρὸς θεραπείαν ἐλαίῳ τῷ τὸ νυκτιαῖον ἀεὶ φυλάττοντι φῶς κατὰ τὸν αὐτῆς χῶρον καὶ τὸ βῆμα τὸ ἱερόν. Τοῦτο ἀκούσας ὁ Δεξιανὸς καὶ ὑπὸ μόνης μὲν τῆς θαυμαστῆς ὄψεως καὶ περι‐ χαρείας ἰάθη, διαναστὰς δὲ τῆς κλίνης καὶ τῷ ἐλαίῳ μυρωθέντι χρισάμενος, αὐτῆς δήπουθεν καὶ τοῦτο ἐργασαμένης, εἰς δευτέραν | |
30 | ἔτι καὶ ἑτέραν ἡμέραν οὐκ ἐδεήθη τοῦ φαρμάκου, πλήν γε ὅσον ἐπιγαυρούμενος τῷ βοηθήματι κατεχρήσατο τῷ δώρῳ. Τοσαύτην δὲ καὶ μετὰ ταῦτα τὴν ἰσχὺν ἔσχε τοῦτο τὸ προσταχθέν, ὥστε αὐτῷ καὶ ἐν ἑτέρῳ πάλιν κινδυνεύσαντι καιρῷ κατὰ δαίμονος καὶ τότε προσβολὴν ἐπαρκέσαι. | |
2.8 | Φερομένῳ γὰρ ἐφ’ ἵππου ποτὲ γαύρου τε καὶ οἵου μὴ ἀνέχεσθαι χειρὸς ἀσθενεστέρας, καὶ δὴ κατενεχθέντι καὶ τὸ σκέλος κατεα‐ γέντι καὶ κακῶς ἔχοντι πάνυ, ἡ αὐτὴ μάρτυς τὴν αὐτὴν ὀρέξασα βοήθειαν τὸν μὲν ἰάσατο παραχρῆμα—καὶ γὰρ ἔμελεν αὐτῇ | |
5 | τἀνδρὸς ἄγαν—, ἴσον δὲ ἑκατέρων τὸ θαῦμα εἰργάσατο περί τε τὴν κεφαλὴν καὶ τὸ σκέλος. Καὶ ταῦτ’ ἀπ’ οὐδεμιᾶς πολυ‐ τρόπου φαρμακείας, ὃ δὴ καὶ μάλιστα ἄν τις αὐτῆς θαυμάσειε· μηνύουσα γὰρ ἃ χρὴ ποιεῖν τοὺς πάσχοντας, οὐκ ἐπί τι τῶν σπα‐ νίων καὶ πολυτιμήτων ἄγει τοὺς δεομένους, ἀλλ’ ἐπί τι τῶν εὐ‐ | |
10 | τελῶν καὶ ἐν μέσῳ κειμένων, ὥστε καὶ τῇ θᾶττον εὐπορίᾳ τοῦ μηνυθέντος εὐκολωτέραν γενέσθαι τὴν σωτηρίαν, μετὰ τοῦ καὶ τὴν αὐτῆς ἐν τοῖς οὕτως εὐτελέσι διαδείκνυσθαι δύναμιν, ὡς τῆς προσταττούσης, ἀλλ’ οὐ τοῦ προσταχθέντος εἶναι νομίζειν τὰς | |
ἐνεργείας. | 302 | |
2.9 | Μηνοδώρου δὲ τοῦ πάνυ καὶ τοῦ κατ’ αὐτὸν θαύματος τίς ἂν ἑκὼν ἐπιλάθοιτο; Ἦν μὲν γὰρ Αἰγῶν τῶν Κιλικιῶν οὗτος ἐπί‐ σκοπος, πόλεως θαλάττῃ μὲν προσοικούσης, εὐπαθούσης δὲ λίαν ἐπί τε ὡρῶν εὐκρασίᾳ, ἐπί τε ὠνίων ἀφθονίᾳ, ἐχούσης δ’ ἔτι καὶ | |
5 | ὄνομα ἐπὶ εὐσεβείᾳ λαμπρόν, ἀνὴρ τοὺς αὐτόθι πάντας οὐχ οὕτως εὐνοίᾳ καὶ τῷ προεστάναι τοῦ λεὼ προσαγόμενος ὡς ἁπλότητι τρόπων καὶ καθαρότητι βίου· καὶ γὰρ εἴ τις ἕτερος ἐνήσκητο ταῖς κατὰ Θεὸν ἀρεταῖς ἁπάσαις, καὶ ἦν πολὺς παρὰ πᾶσιν ὁ ἀνὴρ ᾀδόμενος ὡς ἡμερώτατος, ὡς σεμνότατος, ὡς καὶ τὸν Χριστὸν | |
10 | αὐτὸν ἐπὶ πᾶσιν ἀναπνέων οἷς τε ἔλεγεν, οἷς τε ἔπραττεν, οἷς τε ἐθαυματούργει—ἤδη γὰρ καὶ τοῦτο δι’ ὑπερβολὴν ἀριστείας πε‐ πίστευτο τὸ σημεῖα ποιεῖν· λέγεται γοῦν καί τινα τῶν ἀποβε‐ βιωκότων ἀποδοῦναι αὖθις τῷ βίῳ τούτῳ, τῆς τοῦ θανάτου δι’ εὐχῆς ἀφελόμενος ἰσχύος καὶ ἀρχῆς. Οὗτος τοίνυν ὁ οὕτω πεφυ‐ | |
15 | κώς, καταστὰς ὑπό τινος γυναίου πιστοῦ καὶ σεμνοῦ καὶ ἐπιδόξου τὸ γένος τοῦ οἰκείου καὶ διαφέροντος αὐτῷ κλήρου κληρονόμος, ὡς εὖ τε καὶ κατὰ Χριστὸν διαθεῖναι τὰ καταλειφθέντα χρή‐ ματα δυνάμενος καὶ μηδὲν εἰς οἰκεῖον σφετερίσασθαι κέρδος, περιπίπτει τοιῷδε πράγματι. Τῶν γάρ τις ἐν οἴκῳ βασιλέως ἀνα‐ | |
20 | στρεφομένων εὐνοῦχος, μεγάλα τε δυνάμενος καὶ πονηρίας οὐδὲν ἀπολείπων—Εὐτρόπιος ἦν ὄνομα αὐτῷ—, μαθὼν καὶ τοῦ γυναίου τὴν τελευτὴν καὶ εἰς ὃν κατέληξεν ὁ τῶν ἐκείνης χρημάτων κλῆ‐ ρος, ὑποπίμπλαται μὲν εὐθὺς θυμοῦ καὶ φθόνου—καὶ γὰρ φιλό‐ πλουτον ἀεὶ καὶ βάσκανον καὶ πλεονεκτικώτατον τὸ τῶν ἡμιβαρ‐ | |
25 | βάρων τούτων καὶ γυνάνδρων ἐστὶ γένος—, καταφεύγει δὲ ἐπὶ βασιλέα καὶ πειρᾶται διὰ τῶν ἐκείνου γραμμάτων ἀποστῆσαι μὲν τῆς κληρονομίας τὸν Μηνόδωρον, εἰς ἑαυτὸν δὲ μεταντλῆσαι τὸν πλοῦτον, ἀποπειρᾶται δὲ οὕτως· θεσπίσαι πρότερον παρασκευ‐ άζει βασιλέα μηδενί ποτε κληρικῷ ἐξεῖναι γυναῖκα κατὰ μηδὲν | |
30 | προσήκοντι χρῆσθαι κληρονόμῳ, καὶ ποιεῖται μὲν κοινὴν κατὰ πάντων τὴν νομοθεσίαν ταύτην, Μηνόδωρος δὲ ἦν ὁ θρυλούμενος, | |
ὁ ζητούμενος, ὁ μελετώμενος. Διαπραξάμενος δὲ τοῦτο, κατα‐ πέμπει στρατιώτας ἀστικοὺς τοὺς τὸν ἐπίσκοπον ἀγώγιμον ἄξοντας ὡς καὶ παραβεβηκότα νόμον καὶ κτήμασιν ἀλλοτρίοις | 304 | |
35 | ἐπιπηδήσαντα. Καὶ ἄγεται μὲν ὁ Μηνόδωρος ὥς τι λάφυρον ἀπὸ πολεμίων λαμπρόν, ἔβρεμε δὲ κατ’ αὐτοῦ ὁ Εὐτρόπιος εἰσπραττόμενος, βιαζόμενος ἅ τε εὐνοῦχος καὶ ὅσα πλεονέ‐ κτης καὶ ὅσα βασιλέως ὑπηρέτης καὶ ὅσα Εὐτρόπιος· τῶν γὰρ πώποτε διὰ πονηρίαν ἢ δυναστείαν ἄδικον ᾀδομένων περιφα‐ | |
40 | νέστερος ἦν ὁ Εὐτρόπιος, ἐν κακοῖς ἄγαν κακίων ὑπεράγαν ὤν τε καὶ δοκῶν παρὰ πᾶσι. Λύει μὲν οὖν ὅμως τὸν οὕτω χαλεπὸν καὶ βαρὺν πόλεμον ἡ μάρτυς εὐνοίᾳ καὶ μνήμῃ τῶν ποτε ὑπαρ‐ ξάντων αὐτῇ παρὰ τοῦ Μηνοδώρου, πρεσβυτέρου τε ὄντος καὶ παρεδρεύοντος καὶ βιοῦντος τῶν ἐκείνης ἐπαξίως ὀφθαλμῶν πάν‐ | |
45 | τοτε. Λύει δὲ οὕτως· κατηφιῶντι γὰρ αὐτῷ καὶ ποτνιωμένῳ καὶ προσευχομένῳ καὶ τήν γε αὐτῆς μετὰ Χριστὸν ἐπιβοωμένῳ βοή‐ θειαν ἐπιφοιτήσασα ἡ μάρτυς εἶπε μὴ ἂν ἄλλως ἀπαλλαγήσεσθαι τῆς ταραχῆς ταύτης καὶ ζάλης καὶ τρικυμίας ἐξ οὕτω μεγάλης ἀνακυκηθείσης δυναστείας εἰ μὴ τὸν δεῖνα διδάξοι τῶν συνηγό‐ | |
2.9(50) | ρων, τοῦτον δὲ εἶναι τὸν ἅμα τῇ ἕῳ πρὸς ταῖς ἱεραῖς θύραις τῆς ἐκκλησίας ἀπαντήσοντα, καὶ τοιόνδε καὶ τοιόνδε ὄντα τῷ σχή‐ ματι—καὶ γὰρ ὅστις ἦν, ὑπέγραψεν αὐτῷ τῷ λόγῳ τὸν ἄνδρα—· ὡς διαναστάντα τῆς κλίνης αὐτὸν καὶ δραμόντα πρὸς ταῖς θύραις τῆς ἐκκλησίας εὑρεῖν ἐκεῖνον ὕπαρ, ὃν ὄναρ ἐδόκει θεᾶσθαι. Ἀτα‐ | |
55 | λάντιος δὲ ἦν ὄνομα τούτῳ, τότε μὲν ἐν τοῖς ῥήτορσι, τελευταῖον δὲ καὶ ἐν ἐπισκόποις ἐκλάμψαντι. Διαλεχθεὶς δὲ αὐτῷ καὶ ὅ τι δέοι ποιεῖν ἀκούσας καὶ ἀναθαρρήσας, ἄπεισί τε καὶ συρρήγνυσι τῷ σμερδαλέῳ, καὶ πτῶκα ποιεῖ τὸν λέοντα καὶ κολοιὸν τὸν ἀετὸν ἐκ τῶν οἰκείων αὐτὸν θηράσας πτερῶν. «Ὁ μὲν γὰρ τοῦ | |
60 | βασιλέως—φησί—βούλεται νόμος μὴ ἐξεῖναι γυναίοις κληρι‐ κοὺς τίθεσθαι κληρονόμους. Ἐγὼ δέ—φησίν—οὐ κληρικός εἰμι, κληρικῶν δὲ ἡγούμενος», ἑτέρου νόμου καὶ τοῦτο διασαφοῦντος τί μὲν κληρικός, τί δὲ ἐπίσκοπος, καὶ ὡς ἄλλο μὲν τοῦτο, ἄλλο δὲ ἐκεῖνο. Καὶ γὰρ τούτοις αὐτὸν ὁπλίσας καὶ παραθαρρύνας ὁ Ἀ‐ | |
65 | ταλάντιος ἀπονητὶ περιγενέσθαι τοῦ πολέμου πεποίηκεν, τῆς μάρτυρος δηλονότι καὶ παρούσης καὶ παρομαρτούσης τοῖς γενο‐ μένοις καὶ πάντα ταῦτα ποιούσης ἰσχυρά τε καὶ ἀκαταγώνιστα, | |
ὡς τὸν ἐκ νεφῶν ποθεν δοκοῦντα βροντᾶν Εὐτρόπιον ἀράχνης εὐ‐ χερέστερον διαλυθῆναι, καὶ ἀγαπητῶς τῆς ἀθεμίτου ταύτης ἀπαλ‐ | 306 | |
70 | λαγῆναι δίκης. Μήτε δὲ τὸ ἕτερον θαῦμα τὸ δι’ αὐτοῦ πάλιν ἢ δι’ αὐτὸν ἐπι‐ τελεσθὲν ἀμνημόνευτον καταλείψωμεν, ὃ τοῦ μὲν ἄρτι ῥηθέντος ἐστὶ πρεσβύτερον, ἱκανὸν δὲ καὶ τοῦτο δεῖξαι τὴν τῆς μάρτυρος δύ‐ ναμιν. Οὗτος γὰρ τοῦ τῆς ἐκκλησίας ὢν ἔτι καταλόγου, ἐκκλησίας | |
75 | δὲ τῆς κατὰ Σελεύκειαν, τῆς Θέκλας λέγω, κατά τινα δὲ χρείαν ὑπὸ τοῦ τότε ταύτης προεδρεύοντος—Συμπόσιος δὲ ἦν οὗτος ὁ θαυμαστὸς καὶ θεῖος ἀνήρ—εἰς τὴν Κωνσταντίνου καὶ βασιλίδα πόλιν σταλείς, οἷα δὴ ξένος ἔν τινι δωματίῳ μεγίστης οἰκίας κατέ‐ λυσε. Μελλούσης δὲ ὅσον οὐδέπω καταπίμπρασθαι ταύτης, | |
80 | τοῦτο ἡ παρθένος προκαταμηνύει τούτῳ, ᾗ νόμος αὐτῇ, καὶ ἀμεῖ‐ ψαι προστάττει τὸ δωμάτιον. Οὔπω πᾶν εἴρητο ἔπος καὶ ὁ μὲν μεθίστατο, ἡ δὲ κατεφλέγετο καὶ εἰς κόνιν διελύετο, ἡ μάρτυς δὲ ᾔδετο, ὑμνεῖτο, εὐφημεῖτο κατὰ τὴν μεγίστην καὶ βασιλίζουσαν πόλιν. Τῆς δὲ τοιαύτης προφητείας καὶ ἆθλον ὁ Μηνόδωρος ἐκο‐ | |
85 | μίσατο παρὰ βασιλέως τὴν νῦν μὲν ἐκκλησίαν οὖσαν, πάλαι δὲ δίκης καὶ θέμιδος ὂν χωρίον, δι’ ὃ καί—ὥς φασιν— ἔσταλτο παρὰ βασιλέα. | |
2.10 | Ἐπεὶ δὲ ὁ Συμπόσιος ἧκεν ἡμῖν εἰς μνήμην, καλὸν μηδὲ ἐκεῖνο σιωπῇ παραδραμεῖν μέγιστόν τε ὂν σφόδρα καὶ τῆς μάρτυρος ἐπά‐ ξιον ἔργον. Κατά τινα τῶν τοίχων αὐτοῦ τοῦ νεὼ τῆς μάρτυρος, τὸν καὶ ἀντιπρόσωπον τῆς ἔνδον καὶ δευτέρας πύλης τῶν ἱερῶν | |
5 | περιβόλων, τῆς καὶ ἐπὶ τὸν νεὼν αὐτὸν καὶ τὰ σεμνὰ καὶ τοὺς παρθενῶνας ἀπαγούσης, ἐμπέπηγε γράμματα διὰ ψηφῖδος λεπτῆς | |
καὶ χρυσῆς, τῆς ἁγίας καὶ ὑπερτάτης Τριάδος κηρύττοντα πᾶσιν ἀνθρώποις τὸ ὁμοούσιον. Ταῦτα τὰ γράμματα ὁ Συμπόσιος, ὡς ἅτε ἀρειανός τε ὢν ἔτι καὶ παρ’ ὁμοδόξων ἐπισκόπων χειροτο‐ | 308 | |
10 | νηθεὶς ἐπίσκοπος, ἐκκολαφθῆναι κελεύει ὡς ἂν μὴ συνᾴδοντα τῇ τούτων βδελυρίᾳ. Ὁ δὲ τοῦτο ἐπιταχθεὶς σφῦραν τε καὶ κολα‐ πτῆρα λαβὼν καὶ διὰ πάσης ἐγκαρτερήσας ἡμέρας παίων καὶ κο‐ λάπτων, πάντα τρόπον ἀνορύττειν αὐτὰ πειρώμενος, τὰ μὲν γράμ‐ ματα τῆς μακαρίας ἐκείνης ὁμολογίας οὐδ’ ὅλως ἐκίνησεν, ἀλλ’ | |
15 | οὐδ’ ἐπεχάραξεν, οὐδ’—ὅ φησιν Ὅμηρος—ἐπέγραψε, σκεπούσης αὐτὰ δηλονότι καὶ φυλαττούσης τῆς ἀχράντου καὶ ἀκηράτου καὶ παρθενικῆς ἐκείνης χειρὸς ὡς βασιλικὰ σήμαντρα, ὡς θεμέλια καὶ φυλακτήρια τῆς ὅλης πίστεως καὶ αὐτοῦ τοῦ νεὼ καὶ αὐτῆς τῆς ἀνθρωπίνης φύσεως. Τελευταῖον δὲ καὶ αὐτὸς ἐκεῖνος ὁ τοῖς | |
20 | θείοις γράμμασι πολεμῶν ἀποπεσὼν τῆς κλίμακος συνετρίβη τε εὖ μάλα καὶ παρὰ πόδας ὧν ἐτόλμησε τὴν δίκην ἔδωκε. Καὶ ὁ Συμπόσιος δὲ τοῦ κακοῦ φρονήματος εὐθὺς τότε μεταθέμενος ἐκεῖ‐ να ἔλεγεν, ἐκεῖνα ἀπέπνει, ἐκεῖνα ἀνωμολόγει, ἐκεῖνα δημοσίᾳ τε καὶ ἀναφανδὸν ἐκήρυττεν ἃ τὰ πρότερον πολεμούμενα γράμματα | |
25 | ἐδίδασκεν· ἡ Τριὰς ὁμοούσιος. Ἀλλ’ ἄγε δὴ μετάβηθι, τοῦτό φησι μὲν Ὅμηρος, ἐμοὶ δὲ ποιη‐ τέον, καὶ πρὸς ἕτερα θαύματα μεταβητέον λοιπόν· οὐκ εἰς ἅπαντα μέν, ὅσα δὲ δυνατὸν ἐμοί. Καὶ γὰρ τῶν ἀμηχάνων εὑρεῖν τε πάντα καὶ εὑρόντα εἰπεῖν· ὥσπερ γὰρ ὅτε νιφάδες ἐπὶ γῆς φέρονται | |
30 | πολλάκις ὕοντος τοῦ Θεοῦ τῶν ἀμηχάνων ἐστὶ φράσαι πόσας ταύτας ἀφίησιν ὁ Θεός, οὕτω καὶ τῶν Θέκλας θαυμάτων ἀνεξε‐ ρεύνητος ὁ ἀριθμός· οὔτε γὰρ ἔληξεν, οὔτε μὴν λήξει ποτὲ τοῦ θαυματουργεῖν, ἀγαθή τε οὖσα καὶ πρὸς ἕκαστον ἀεὶ τῶν αἰτούντων ἐπικαμπτομένη. Οὗτοι δέ εἰσι πάντες ἄνθρωποι· ὅσα γὰρ ἔθνη, | |
35 | ὅσα γένη, ὅσαι πόλεις, ὅσαι κῶμαι, ὅσοι ἀγροὶ καὶ οἶκοι, πάντες τῆς μάρτυρος δέονται, μεθ’ ὧν τε ἔχουσι μαρτύρων καὶ πρό γε πάντων ταύτην ἐπιβοώμενοι. Καὶ γὰρ οἷς οὐκ ἔστι δύναμις τοῦ παραγενέσθαι καὶ τὸν νεὼν τοῦτον καταλαβεῖν, ἐν οἷσπερ καὶ εἰσὶ τόποις ἐπικαλεσάμενοι, ὡς παρούσης αὐτῆς καὶ πυνθανομένης | |
40 | οὕτω τυγχάνουσι ἑτοίμως τῆς βοηθείας. Οὔτε γὰρ εἴργει τὴν χάριν αὐτῆς καὶ δύναμιν οὐδὲν μὴ οὐκ ἐπὶ πάντα φοιτᾶν καὶ πάντων ἀκούειν, οὐκ ὄρη, οὐ πεδία, οὐ θάλαττα, οὐχ ὁδοῦ σταθμοὶ | |
τόσοι καὶ τόσοι, οὐ ποταμοὶ πελαγίζοντες, οὐ λίμναι ἐπὶ πολὺ τῆς γῆς ἡπλωμέναι, οὐχ ἡ Μαιῶτις, οὐχ Ἡράκλειοι στῆλαι, οὐδ’ αὐ‐ | 310 | |
45 | τὸς ὁ μέγιστος Ὠκεανὸς ὁ τὴν καθ’ ἡμᾶς τε καὶ ὑπὲρ ἡμᾶς ὁριζό‐ μενος γῆν. Ἰτέον οὖν ἡμῖν ἐφ’ ἅ τε δυνατὸν καὶ ὅσα δυνατόν· αὐτὴν δὲ οἶμαι συλλήψεσθαί μοι πάλιν τὴν καὶ ἐπ’ αὐτό με τοῦτο κεκινηκυῖαν μάρτυρα. | |
2.11 | Τοῦ τοίνυν κατ’ Αὐρήλιον γεγονότος θαύματος εἰ μὴ νῦν μνη‐ μονεύσομεν, ἀδικήσαιμεν ἂν τὴν τάξιν, εἴ γε ἱερεῦσι μὲν ἱερέας χρὴ συντάττεσθαι, πατράσι δὲ πνευματικοῖς παῖδας πνευματικούς. Τοῦτο δὲ ἦν τῶν προειληφότων Αὐρήλιος, τοῦ δευτέρου δὲ καὶ | |
5 | πολίτης, οἶμαι δὲ ὡς καὶ συγγενής. Οὗτος τοίνυν νέος ὢν ἔτι καὶ τὴν πρώτην ἕλκων ἡλικίαν περιπίπτει πάθει ᾧ ὄνομα παρὰ τῶν ἀσκληπιαδῶν τέθειται χοιράδες· αἳ περιλαβοῦσαι τὸν αὐ‐ χένα τοῦ νέου καὶ κατὰ μικρὸν περιοιδαίνουσαι καὶ πρὸς ἄμετρον ὄγκον ἀεὶ αἰρόμεναί τε καὶ πλατυνόμεναι, μικροῦ ἂν αὐτὸν καὶ | |
10 | ἀπέπνιξαν. Τῆς τῶν ἰατρῶν τέχνης μεταχειρισαμένης μὲν τὸ πά‐ θος ποικίλως, ἡττηθείσης δὲ ὅμως τῇ τοῦ πάθους κακοηθείᾳ, ἔνθα καὶ ὁ βέλτιστος καὶ ἰατρικώτατος ὥς φασι Σαρπηδόνιος ὑπὸ τῆς τοῦ νέου τήθης ἱκετευθείς, ὡς ἂν δαίμων παρὰ δαιμονώσης γυ‐ ναικός, οὐδ’ αὐτὸς ἔσχεν εἰπεῖν τρόπον θεραπείας, ἢ καθάπαξ | |
15 | ἀποσιωπήσας, ἢ καί—ὡς σύνηθες αὐτῷ—τὸ γύναιον ἀπατή‐ σας καὶ ἀνόνητον ἀποπέμψας, ἢ γρῖφον ἢ μῦθον ἢ οὐδ’ ὅλως ἀπο‐ φηνάμενος. Ἀλλ’ ἡ μάρτυς, ἡ ἀληθῶς ἀρωγός, ἡ ἐνεργὴς βοηθός, ἡ πάντοτε καὶ περὶ πάντα τὰ χρηστὰ πρόθυμος, τῆς μὲν γραὸς καταγελάσασα, τὸν δὲ νέον ὡς καὶ αὐτῆς τρόφιμον καὶ πιστῶν | |
20 | γονέων παιδίον οἰκτίζουσα, ὡς αὐτῇ ἔθος, ἐπείγεται μὲν ἐπὶ τὴν θεραπείαν, παραδραμοῦσα δὲ πάντας αὐτῇ φαίνεται τῇ πρεσβύ‐ | |
τιδι, τοῦτο μὲν ὡς οἰκείᾳ τοῦ παιδός, τοῦτο δὲ καὶ ὡς ἐπιτω‐ θάζουσα οἶμαι αὐτὴν δι’ ὃν ἐπρέσβευε δαίμονα. Ἐπιφοιτήσασα δὲ καὶ τὴν θεραπείαν εὐθὺς ὑπέφηνε· «Λαβοῦσα γάρ—φησίν—, | 312 | |
25 | ὦ βέλτιστον γραΐδιον, ἔριον μαλακὸν καὶ πρὸς μέτρον τὸ ἀνεστηκὸς τοῦ παιδίου μηρυσαμένη τοῦτο, ὡς ἄρχεσθαι μὲν ἐκ κεφαλῆς, λή‐ γειν δὲ ἄχρι ποδῶν, εἶτα τοῦτο καύσασα καὶ τὴν ἀπὸ τούτου τέ‐ φραν ἀναμίξασα τῷ φαρμάκῳ—ὃ πάλιν εἶπεν αὐτῇ—, κατὰ τὸ πεπονθὸς μέρος τοῦ αὐχένος τοῦτο ἔμπλασον, καὶ ἀπαλλάξεις τοῦ | |
30 | δεινοῦ πάθους τὸ παιδίον.» Καὶ ἡ μὲν εἰρηκυῖα ταῦτα ἀπέπτη ἠΰτε πέλεια—ποιητῶν ἄν τις εἶπεν—, ἐπανίσταται δὲ τοῖς ῥήμασι τούτοις ἡ πρεσβῦτις, καὶ ἀπὸ μόνου τοῦ προσχήματος ἐγνωκυῖα τίς ἡ ταῦτα φήνασά τε καὶ εἰποῦσα εἴη—καὶ γὰρ τῇ αὐτῆς μὲν θυγατρί, μητρὶ δὲ τοῦ νέου, Θέκλᾳ καὶ αὐτῇ καλου‐ | |
35 | μένῃ, δέμας φυήν τ’ ἄγχιστα ἐῴκει—, ἤσχαλλε μὲν καὶ ἠγριαί‐ νετο πρὸς τὴν ὄψιν ὅτι μὴ παρὰ τοῦ αὐτῆς δαίμονος ταῦτα ἐπύ‐ θετο, τὸ προσταχθὲν δ’ ὅμως ἐποίει φειδοῖ τοῦ παιδός. Ἔνθα καὶ θαυμάσειεν ἄν τις λοιπὸν τήν τε τοῦ πάθους ἀναίδειαν, τήν τε τοῦ βοηθήματος ἐνέργειαν· τοῦ γὰρ φαρμάκου καθ’ ὃν ὑπέθετο | |
40 | τρόπον ἡ μάρτυς ἐπιτεθέντος, αἱ μὲν χοιράδες ὑπεξίστανται μὲν ἐκείνου τοῦ μέρους καθ’ ὃ καὶ τὸ φάρμακον ἦν, χωροῦσι δὲ πρὸς ἕτερον τοῦ αὐχένος τόπον, πάλιν δὲ μετατεθέντος καὶ τοῦ φαρμάκου πρὸς ἐκεῖνο τὸ μέρος, πρὸς ἕτερον πάλιν μέρος καὶ αἱ χοιράδες ἀφήλαντο. Καὶ ἦν τις λοιπὸν ὥσπερ κυνῶν καὶ ἐλάφων δρόμος, | |
45 | τῶν μὲν ἐπιθεόντων, τῶν δὲ φευγουσῶν, μέχρι περ ὁ βέλτιστος ἰατρός, ὅστις καὶ ἦν, πολὺ τὸ φάρμακον τοῦτο ποιήσας—τῆς μάρτυρος οἶμαι καὶ τοῦτο ἐπὶ νοῦν ἀγαγούσης—καὶ τὸν αὐχένα ὅλον τούτῳ περιλαβών, καταδῦναι πρὸς τὴν γαστέρα τὰς ἀναιδεῖς χοιράδας ἠνάγκασε, κἀκεῖθεν διὰ τῆς ἕδρας ἐκρυῆναι. Τοῦτο γὰρ | |
2.11(50) | παρ’ αὐτοῦ τοῦ πεπονθότος καὶ ἰαθέντος ἔγνωμεν, διηγουμένου τε πολλάκις καὶ τὴν μάρτυρα ἐφ’ οἷς ἔτυχε δοξάζοντος. | |
2.12 | Τὸ δὲ περὶ ἐμὲ αὐτὸν θαῦμα, γεγονὸς ἅπαξ που καὶ δεύτερον καὶ τρίτον, ἐπερυθριῶ μὲν εἰπεῖν, μή τις καὶ ἀλαζονείας με γρά‐ ψαιτο καὶ ψεύδους, λέξω δὲ ὅμως αὐτῇ τῇ ἰασαμένῃ με μάρτυρι προσχρώμενος. Ἄνθραξ καλεῖταί τι πάθος παρὰ τῶν ἰατρῶν δια‐ | |
5 | καὲς ἄγαν καὶ φλογῶδες, ὅθεν καὶ τὸ καλεῖσθαι ἄνθραξ τετύχηκε· πολλάκις δὲ τοῦτο καὶ θάνατον τοῖς πεπονθόσιν ἔτεκε. Τοῦτον ἔσχον καθ’ ἑνὸς τῶν τῆς μιᾶς χειρὸς δακτύλων, τοῦ μετὰ τὸν ἀντίχειρα εὐθὺς τεταγμένου, καὶ ἦν πολὺς ὁ φόβος ἐμοί τε καὶ τοῖς ἰατροῖς μὴ κατὰ παντὸς ἕρψαν τὸ πάθος τοῦ σώματος, ὡς | 314 |
10 | καὶ ἄγαν κακόηθες, τῇ πάσῃ μου λυμήνηται ζωῇ. Καὶ τέως μὲν τοῖς ἐγχωροῦσιν ἐχρῶντο φαρμάκοις πραΰνειν τε πειρώμενοι τὸ κακὸν καὶ καταμαλάσσειν τὴν ὀδύνην χαλεπήν τε οὖσαν καὶ ἀπα‐ ρηγόρητον· ὡς δὲ καὶ τῆς τέχνης καὶ τῶν φαρμάκων κρεῖττον ἦν τὸ δεινόν, διὰ σιδήρου παρατάξασθαι τῷ πάθει λοιπὸν ἐβουλεύ‐ | |
15 | οντο καὶ ἀποτέμνειν τὸν δάκτυλον, καὶ οὕτω δὴ τῷ λοιπῷ σώματι χαρίσασθαι τὴν σωτηρίαν· ἑτέρως γὰρ μὴ ἂν εἶναι δυνατὸν ἔτι ζῆν. Τοῦτο οὗτοι μὲν ἐβουλεύοντο, ἐγὼ δὲ μετὰ δέους καὶ δα‐ κρύων ὠνειροπόλουν. Νὺξ δὲ ἦν ἔτι, τὸ μέσον τῆς βουλῆς καὶ τῆς τομῆς. Μικρὸν δὲ ὅσον ἀποκαθευδήσας αὐτὸ τὸ περίορθρον καὶ | |
20 | καθ’ ὃν ἀπολήγει μὲν ἔτι καιρὸν ἡ νύξ, ἄρχεται δὲ ἡ ἡμέρα, ὡς καὶ δοκεῖν ἄμφω ἀνακεκρᾶσθαι, φωτὶ μὲν σκότος, σκότει δὲ φῶς, καὶ δὴ ὁρῶ σφῆκας πολλούς τε καὶ δεινοὺς καὶ τὰ κέντρα ἠρκότας καὶ ὥσπερ αἰχμὰς προτείνοντας κατ’ ἐμοῦ, ὁρῶ δὲ καὶ τὴν παρθένον ἐπεισελθοῦσαν οὗ ἐκάθευδον. Ἐδόκουν δὲ ἐν τῇ τῆς | |
25 | ἐκκλησίας αὐλῇ καθεύδειν τῇ καὶ τὴν φιάλην καὶ τὸ ἐπ’ αὐτῇ βλύζον ὕδωρ ἐχούσῃ καὶ τὴν πλάτανον ὑφ’ ᾗ καὶ τὸ ὕδωρ ῥεῖ, ἐπεισελθοῦσαν δὲ καὶ θεασαμένην τὸν κατ’ ἐμοῦ τῶν σφηκῶν πό‐ λεμον, καὶ λαβομένην ἄκρου τοῦ ἱματίου τοῦ τὴν κεφαλὴν μετὰ καὶ τοῦ λοιποῦ σκέποντος σώματος καὶ περιστρέψασαν τῇ χειρί, | |
30 | τὸν πολὺν ἐκεῖνον ὅμαδον τῶν σφηκῶν ἀποσοβῆσαί τε καὶ καθε‐ λεῖν καὶ συμπατῆσαι τοῖς ποσί, καὶ ἐμὲ πάντων ἐκείνων ἐλευθε‐ ρῶσαι τῶν δεινῶν πολεμίων. Καὶ ἡ μὲν ὄψις ἡ γεγονυῖά μοι αὕτη· τῆς δὲ ἡμέρας ἤδη φανείσης καὶ ὑπολάμπειν ἀρχομένης, ἐγὼ μὲν ἀπηλλάγμην τῶν ἀγρίων ἐκείνων πόνων καὶ ἀλγηδόνων, | |
35 | ὡς καὶ μειδιᾶν καὶ γάννυσθαι ἐπὶ τῇ μακαρίᾳ ὄψει, οἱ δὲ ἰατροὶ κατὰ σπουδὴν μὲν ἦλθον καὶ τὸ σιδήριον μετὰ χεῖρας εἶχον καὶ ἀλλήλοις—οἷάπερ εἰκός—διελέγοντο, ἀπῆλθον δὲ καὶ αὐτοὶ τὴν μάρτυρα μετ’ ἐμοῦ θαυμάζοντες, ἀνυμνοῦντες, τάχα δέ τι ἂν μι‐ κρὸν αὐτῇ καὶ ἐπιμεμφόμενοι ὡς διὰ τὴν αὐτῆς ἐπίσκεψιν καὶ | |
40 | ἰατρείαν καὶ ἀπόμισθοι γεγονότες. Καὶ τόδε μὲν τὸ θαῦμα ὧδέ τε ἔσχε καὶ ὧδε ἐτελεύτησεν· ὃ δὲ ἐφεξῆς εἰμι ἐρῶν, περὶ ἐμὲ μὲν καὶ τοῦτο γεγένηται, δέδοικα | |
δὲ μήπως ἀπιστηθῇ πρός τινων, οὕτως ὑπερφυές τε ἄγαν ἐστὶ καὶ τῆς ἐμῆς οὐδενείας ὑπέρτερον· ἐρῶ δ’ οὖν ὅμως. Τὸ μειράκιον | 316 | |
45 | τοῦτο Βασίλειος, τὸ μὲν ὅπως ἐπίσκοπός τε ἐγένετο καὶ τῆς ἐκ‐ κλησίας ἐκράτησε, τὸ μηδὲ σκηνῆς ἄξιον, ἀφείσθω τὰ νῦν· ἐξ αὐ‐ τῆς δὲ τῆς κακίστης ἐπ’ αὐτῷ χειροτονίας ἀρξάμενον ὑπομηνιᾶν μοι—καὶ γὰρ ὡς εἰπεῖν μόνος ἢ μετὰ παντελῶς ὀλίγων ταῖς περὶ αὐτοῦ κακαῖς καὶ ὀλεθρίοις ψήφοις ἀντέκρουσα, ὡς οὔτε εὐ‐ | |
2.12(50) | αγέσιν, οὔτε τὸ δίκαιον, οὔτε τὸ ὅσιον ἐχούσαις—, πάντα τρόπον ἐπιβουλεῦόν μοι διετέλει. Καὶ δή ποτε καὶ πλασάμενος αἰτίαν, ἧς τὴν ἐπήρειαν ἐκ τῆς αὐτοῦ κεφαλῆς ζητήσοι Θεός, τῶν θείων εἴργει με μυστηρίων, ᾗ νόμος τοὺς ἀληθῶς πταίοντας εἴργειν. Ἐρῶ δὲ καὶ τὴν διὰ τοῦτό μοι προγεγονυῖαν ὄψιν, ἐφ’ οἷς παρὰ | |
55 | τοῦ δυστήνου τούτου παιδαρίου πείσεσθαι ἔμελλον. Ἀνθρωπί‐ σκος γάρ τις αἰθίωψ, ζόφου καὶ ἀχλύος πεπληρωμένος, περινο‐ στῶν ἀεὶ τὰς τῆς πόλεως ἀγυιὰς ἐπὶ τῷ τι κομίζεσθαι παρὰ τῶν ἐλεεῖν εἰωθότων—Ζαμαρᾶς δὲ ἦν ὄνομα τούτῳ τῷ Αἰθίοπι—, οὗτος καθεύδοντί μοι προσιέναι τε ἔδοξε καὶ ὀρέγειν ὃ καλεῖν | |
60 | ἔθος ἡμῖν τριμίσιον, ὡς ἂν καὶ τοῦ ὅλου στατῆρος τὸ τρίτον ὄν· ζοφῶδες δὲ καὶ τοῦτο ἦν καὶ μελάντατον, ἢ ἐδόκει ζοφῶδες εἶναι. Τοῦτο ἄκων ἐδεξάμην καὶ οὐχ ἡδέως, ὁμολογῶ· καὶ γὰρ ὄναρ ἔδοξέ μοι οὐκ ἀγαθοῦ τινος εἶναι μάντευμα τὸ τοιοῦτο. Καὶ τὸ μὲν ὄναρ εἰς τοῦτο ἔληξεν, ἄρτι δὲ ἡμέρας γεγονυίας, καὶ ἔτι μοι | |
65 | τὰ κατὰ τὴν ὄψιν ταύτην διανοουμένῳ καὶ ἀσχάλλοντι ὁ λευκὸς οὗτος Ζαμαρᾶς—πλὴν γὰρ τοῦ χρώματος, ὅτι ὁ μὲν μέλας ἦν, ὁ δὲ λευκός, τὰ πάντα ἤστην ὁμοίω, καὶ μάλιστά γε τὴν οἰνο‐ φλυγίαν—ἐπάγει μοι τὴν τῆς ἀκοινωνησίας ψῆφον, μὴ κατηγό‐ | |
ρου φανέντος, οὔτε γὰρ ἦν, μὴ μαρτύρων παρελθόντων, οὔτε γὰρ | 318 | |
70 | ἦν ἐφ’ ᾧ ἂν καὶ ζητηθεῖεν μάρτυρες. Ἐπάγει δ’ οὖν ὅμως κακούργῳ τινὶ καὶ ἀνελευθέρῳ περιόδῳ χρησάμενος· οὐ γὰρ ψεύσομαι. Τούτου δὲ γεγονότος, θόρυβός τε πολὺς καὶ θροῦ ἄτακτος κατὰ τὴν ἐκκλησίαν, κατὰ τὴν πόλιν, πάντων τὸ τοῦ πράγματος ἀναιδὲς καὶ ἄτοπον θαυμαζόντων, κατηφεῖς δὲ οἱ φίλοι | |
75 | καὶ οἱ ἐν τέλει πάντες, ὅσοι δὴ καὶ τὰ καθ’ ἡμᾶς ᾔδεσαν. Ὁ δὲ Θωμᾶς, ἀνὴρ ἅγιος καὶ Θεῷ φίλος, ὡς καὶ πτωχῶν πολὺν ποιού‐ μενος λόγον, ὧν καὶ μάλιστα μέλει Θεῷ, οὐδὲ πρᾴως ἤνεγκε τὴν ἐπ’ ἐμοὶ ψῆφον ἐξ ἀδίκου καὶ δολερᾶς γνώμης ἐξενεχθεῖσαν, ἀλλ’ ἐ‐ πεισιὼν ἀεὶ τῷ καθ’ ἡμᾶς συνεδρίῳ κατεβόα μὲν τοῦ Βασιλείου καὶ | |
80 | Εὐβούλου, τὴν καταγέλαστον αὐτῶν ἐπ’ ἐμοὶ σκαιωρίαν ὀνειδί‐ ζων, τὴν ἄλογον ψευδολογίαν, τὴν ἀνόητον συκοφαντίαν, τὴν ἀναί‐ σχυντον πονηρίαν, ἠρέμα πως καὶ τὴν Εὐβούλου προσονειδίζων αἰσχύνην καὶ βδελυρίαν, καὶ ὡς τὰ ἐκείνου κατασυσκιάζειν βου‐ λόμενοι τὰ καθ’ ἡμῶν ταῦτα τεκταίνονται. Οὕτω δὲ τούτων ὑπο‐ | |
85 | κινουμένων, ἤδη δὲ καὶ συγγενῶν καὶ φίλων ὁπλιζομένων κατὰ τοῦ Βασιλείου καὶ Εὐβούλου καὶ δρᾶσαι κατ’ αὐτῶν νεανικόν τι βουλευομένων, ἐκείνους μὲν τῆς ὁρμῆς ἐπέσχον ὡς δέοι μᾶλλον φιλοσοφεῖν καὶ παρακαλεῖν. Ἐπὶ τούτοις γὰρ αἰνέσας τὸν Θεόν, ἦλθον καὶ εἰς μνήμην τῆς κατὰ Ζαμαρᾶν ὄψεως, καὶ ὡς τῶν γεγο‐ | |
90 | νότων τούτων ἐκεῖνα σύμβολα ἦν καὶ προάγγελσις, καὶ ὡς ἤδη λωφήσει τὸ κακόν. Δευτέρας γοῦν ἡμέρας ἤδη μοι οὔσης ἐπὶ τῇ ἀκοινωνησίᾳ καὶ τῆς νυκτὸς ἐπιλαβούσης, καὶ πολλὰ μὲν ἀπο‐ δακρυσαμένῳ πρὸς τὸν Θεόν, πολλὰ δὲ καὶ ἐπιβοησαμένῳ τὴν μάρτυρα, μικρὸν δὲ καὶ ἀποκαθευδήσαντί μοι μετὰ τὰς λιτάς— | |
95 | πῶς εἴπω τὸ φρικτὸν ἐκεῖνο καὶ μακάριον θέαμα; —ἐφίσταταί μοι ἡ μάρτυς ἐν κορικῷ σχήματι καὶ τριβωνίῳ λευκῷ ἐκ τῶν μεταφρένων μὲν ἐπὶ τὰ στέρνα περιηγμένῳ, αὐτόθι δὲ λοιπὸν ἐμ‐ | |
πεπορπημένῳ, καὶ λαβομένη μου τῆς δεξιᾶς χειρὸς ἐντίθησί μοι ὅπερ Βασίλειος οὐκ οἶδα εἰ καλῶς ἀφείλετο· «Ἔχε καὶ θάρρει, | 320 | |
2.12(100) | τέκνον—ἐπιφθεγξαμένη μοι—, καὶ ἴσθι δὲ ὡς ἐπὶ Μακεδονίαν ἐπείγομαι νῦν γυναικὶ κινδυνευούσῃ βοηθήσουσα.» Καὶ γὰρ ἐπ’ ἐ‐ κείνοις ταῦτα προσέθηκε. Καὶ ἡ μὲν ταῦτα εἰποῦσα ἀπέπτη— καὶ γὰρ ἐπειγομένῃ ἐῴκει—, ἐγὼ δὲ διαναστὰς τὴν μὲν χεῖρα ἐξαισίου τινὸς εὐωδίας εὗρον πεπληρωμένην, αὐτός τε οὖν ἀνεθάρ‐ | |
105 | ρησα καὶ τοῖς παραγεγονόσι τῶν φίλων εἶπον εὐθὺς ὡς· «Σήμε‐ ρον, κἂν μὴ βούληται, Βασίλειος λύσει τὴν ἀκοινωνησίαν.» Ὃ δὴ καὶ ἐγένετο· τῆς γὰρ τρίτης ἡμέρας ἐπιγενομένης, μεταπεμψά‐ μενός με ὁ Βασίλειος λύει τὴν ἐπ’ ἐμοὶ ψῆφον, τῆς μάρτυρος καὶ ἄκοντα πρὸς τοῦτο συνωθούσης αὐτὸν ἀοράτως τε καὶ ᾗ | |
110 | νόμος αὐτῇ ποιεῖν. Καὶ ταῦτα μὲν εἰς τοῦτο ἔληξε—τὴν Βασι‐ λείου λέγω κακουργίαν καὶ τὴν τῆς μάρτυρος ἐπ’ ἐμοὶ θαυματουρ‐ γίαν—, ἐφ’ ὃ δὲ καὶ πάλαι ἠπειγόμην ῥητέον. | |
2.13 | Στρατιάρχης τις ἦν, τούτῳ δὲ ὄνομα Σατορνῖλος, ἀφ’ οὗ καὶ ὁ γεννάδας οὗτος Σατορνῖλος, ἀπ’ ἐκείνου τρίτος ὤν, ὁ τὸν δυσαγῆ καὶ ἀλάστορα καὶ τρισκακοδαίμονα Σεβῆρον ἐπὶ παροινίᾳ τοσαύτῃ καὶ τόλμῃ ᾗ κατὰ τῶν ἁγίων καὶ ἱερῶν ἐχρήσατο τόπων ἐπικατα‐ | |
5 | σφάξας τῷ μύσει καὶ τῷ κοινῷ κατὰ τῆς οἰκουμένης μιάσματι, καὶ τοσαύτης καὶ οὕτως ἐξαγίστου παρανομίας ἐλευθερώσας τὰς ἐκκλησίας. Ἀλλὰ τί τ’ ἄρρητ’ ἀναμετρήσασθαί με δεῖ; Τῷ τοι κἀγὼ πεισθεὶς Εὐριπίδῃ τῷ σοφῷ σιωπήσομαι. Ὁ οὖν Σα‐ | |
τορνῖλος ἐκεῖνος ἦν μὲν ἀνὴρ πιστὸς καὶ εὐπατρίδης καὶ περι‐ | 322 | |
10 | κλεής. Σταλεὶς δὲ ὑπὸ βασιλέως μετὰ καὶ στρατιᾶς συχνῆς καὶ ἀκμαζούσης καὶ πνεούσης θυμὸν ἐνυάλιον—εἶπεν ἄν τις ποιητι‐ κῶς—, ἐπήμυνε τῇ πάσῃ Ἑῴᾳ καμνούσῃ καὶ ληϊζομένῃ ὑπὸ τῆς γείτονος καὶ λῃστρίδος ταύτης χώρας, πάντα δι’ ὧν κακῶς ἅμα ἔφυσέ τε καὶ ἤνεγκε ποινηλατούσης. Τούτῳ τοίνυν ἥκοντι δεῦρο | |
15 | καὶ πολλὴν διὰ πολλῶν ἐπιδεδειγμένῳ τὴν εἰς Χριστὸν εὔνοιαν καὶ πίστιν, καὶ ἄλλοτε μὲν πολλάκις ὁρμῶντι πρὸς πόλεμον συμ‐ παρῆν τε καὶ προήσπιζεν ἡ μάρτυς καὶ πᾶσαν αὐτῷ συγκατειργά‐ ζετο νίκην, ποτὲ δὲ αὐτῷ καὶ λόχον καὶ ἐνέδραν ἐξ αὐτῶν τούτων τῶν ἀλιτηρίων κατεσκευασμένην προκατεμήνυσέ τε καὶ ἀνεκά‐ | |
20 | λυψεν, ὡς τὸν Σατορνῖλον προαισθόμενον τῆς ἐπιβουλῆς φυλά‐ ξασθαι τὸ παθεῖν καὶ τοῖς ἄρχουσιν αὐτοῖς περιτρέψαι τὸν κίνδυ‐ νον, ὡς μηδὲ τὸν μηνύσοντα καταλειφθῆναι τὴν συμφοράν. Πολλὰ τοῦδε τοῦ θαύματος χαριστήρια ἔτι καὶ νῦν ὁρᾶν ἔχομεν, ἃ ἐκεῖνος μὲν ἀνιέρωσε τῇ παρθένῳ, σαφεστάτῃ πείρᾳ τὴν χάριν αὐτῆς καὶ | |
25 | δύναμιν καρπωσάμενος, καλλωπίζει δὲ τὸν νεών. Τοιγάρτοι ὁσά‐ κις ἄν τις ἐκεῖνα θεῷτο, καὶ τοῦ θαύματος καὶ τοῦ δεδεγμένου τὴν χάριν ἀναμιμνῄσκεται, καὶ θαυμάζει μὲν τὴν παρθένον τῆς ἰσχύος, τῆς ὀξύτητος, τῆς εἰς τοὺς ἀγαπῶντας αὐτὴν εὐνοίας καὶ συμπαθείας, μακαρίζει δὲ τοῦτον τῆς βοηθείας καὶ προνοίας ἧς | |
30 | ἐκαρποῦτο παρὰ πάντα τὸν χρόνον τῆς μάρτυρος. Ἔτι δέ με ὑπὸ τῆς αἴγλης τοῦδε τοῦ θαύματος καταλαμπόμενον, θαῦμα ἕτερον ὑπολάμψαν ποτὲ γεγονὸς τῷ τε κάλλει με κατα‐ πλήττεται καὶ πρὸς ἑαυτὸ πείθει ταχέως μεθίστασθαι ὡς καλόν, ὡς ἐράσμιον, ὡς πολὺ πλέον τῶν ἄλλων θαυμάτων τόν τε ἀκροα‐ | |
35 | τὴν θέλξαι δυνάμενον καὶ τὴν τῆς μάρτυρος λαμπρότερον κηρῦξαι χάριν καὶ δύναμιν. Μήτε οὖν ἡμεῖς μελλήσωμεν, καὶ τῷ θᾶττον βουλομένῳ προπηδῆσαι θαύματι χαρισώμεθα τάχος. Ποῖον δὲ δὴ τοῦτό ἐστιν; | |
2.14 | Ἀνήρ τις εὐπατρίδης καὶ λαμπρός, ᾧ ὄνομα μὲν Ὑψίστιος, | |
πόλις δὲ ἡ Κλαυδίου—καὶ γείτων αὕτη πόλις—, οὗτος Χριστοῦ τε τὸ πρὶν πολέμιος ἦν καὶ δαιμόνων φίλος, οὐδενὸς οὐ ῥήματος οὐ πράγματος βλασφήμου καὶ δυσσεβοῦς ἀφειδῶν. Συνῴκει δὲ | 324 | |
5 | τούτῳ καὶ γύναιον ἐξ ὁμοίου μὲν καὶ περισήμου γένους ὁρμώ‐ μενον, σωφροσύνῃ δὲ καὶ εὐσταθείᾳ τρόπων καὶ τῇ εἰς Χριστὸν μάλιστα πίστει κοσμούμενον. Πλούτου δὲ καὶ τρυφῆς καὶ πάσης εὐπαθείας αὐτοῖς παρούσης ἐδυσχέραινεν, ἐδεινοπάθει, κατηφὲς καὶ περίδακρυ ἦν ἀεὶ τὸ γύναιον· ἐλύπει δὲ ἄρα ἕτερον μὲν αὐτὴν | |
10 | οὐδέν, τοῦ δὲ ὁμοζύγου ἡ ἀπιστία. Τὸν νεὼν τοιγαροῦν ἀεὶ τῆς μάρτυρος καταλαμβάνουσα, τῆς μὲν Ἄννης ἐκείνης ἧς καὶ πολὺ κλέος ἐν ταῖς θείαις ἐστὶ γραφαῖς ἐμιμεῖτο τὴν στάσιν, τὰς εὐχάς, τὰ δάκρυα, τὴν ἐπὶ ταῖς εὐχαῖς καὶ λιταῖς διακαρτέρησιν, ἀλλ’ οὐχ ὑπὲρ τοῦ κτήσασθαι παῖδας—ἰουδαϊκῆς γὰρ ἀπειροκαλίας τὸ | |
15 | αἴτημα—, ἵνα δὲ χριστιανὸν καὶ πιστὸν ἐπίδῃ τὸν ἑαυτῆς ἄνδρα. Ἐπήκουσε τούτων ἡ μάρτυς καί, θαυμάσασα μὲν αὐτὴν τῆς πί‐ στεως ἤπερ ἐλεήσασα, στρατηγικώτερον μὲν αὐτῷ ὡς ἂν καὶ ἀναι‐ δεστέρῳ πολεμίῳ πρόσεισιν, ἀπαλλάττει δὲ ὅμως αὐτὸν τῆς ἀπι‐ στίας καὶ εἰδωλομανίας. Νόσῳ γὰρ αὐτὸν ἰσχυρᾷ περιβαλοῦσα | |
20 | πρότερον, καὶ τὸ ἀγεννὲς καὶ ἀμείλικτον τῆς ψυχῆς αὐτοῦ κατα‐ μαλάξασα, τότε προσάγει τὴν θεραπείαν. Προσάγει δὲ οὕτως, ὃ καὶ λίαν τοὺς ἀκούοντας καταπλήξειε· τῶν γὰρ προλαβόντων θαυ‐ μάτων ἔχει τι καὶ παραδοξότερον· ὡς γὰρ ὁ μὲν προσήλωτο κλί‐ νῃ, πολλοῖς τε ἄλλοις πάθεσι μαχόμενος καὶ τῷ παρὰ τῆς ἀσε‐ | |
25 | βείας ἐκβρασθέντι πυρὶ συμφλεγόμενος, πολὺς δὲ καὶ ὁ χρόνος ἦν ἤδη τῆς ἀρρωστίας, ἀπειρήκει δὲ πᾶς ἰατρὸς καὶ πᾶς οἰκέτης, ἐτετρύχωτο δὲ καὶ αὐτὸ τὸ γύναιον ὑπό τε ἀγρυπνίας πολλῆς καὶ χαμευνίας καὶ τῆς τοῦ νοσοῦντος μελαγχολίας—νόσου γὰρ μα‐ κρᾶς ὡς τὰ πολλὰ μελαγχολία τὸ πέρας—, ἐλπὶς δὲ ἦν πάν‐ | |
30 | τοθεν ἀπωλείας, τί συμβαίνει καὶ τί γίνεται; Σταθερᾶς ἤδη μεσημβρίας οὔσης καὶ ἡλίου τὸ μέσον οὐρανοῦ καθιππεύοντος, ἐπεισέρχεται τῷ νοσοῦντι ἡ μάρτυς, ὕπαρ οὐκ ὄναρ, αὐτοπροσώ‐ πως ἀλλ’ οὐ δι’ ἑτέρας μορφῆς, εὐσταλής τις καὶ μικρὸν ἀνεστη‐ κυῖα κόρη, εὐπρόσωπος, ἐμβριθής, εὐσταθής, εὔχαρις, ὕπωχρος | |
35 | μετ’ ἐρυθήματος—τοῖς γὰρ τῆς ἀρετῆς ἔτι ἐμφαίνεσθαι καὶ τὰ τοῦ σώματος ἐφιλονείκει χρώματα—, πολὺ δὲ ἔτι καὶ παντὸς ἄλλου τὸ τῆς σωφροσύνης ἐπήνθει κάλλος αὐτῇ μετ’ αἰδοῦς, μετὰ | |
χαρίτων, μετὰ ὀφθαλμῶν ἀγλαΐας καὶ τῆς τοῦ λοιποῦ σώματος αἴγλης, ὃ τοῖς φαιοῖς μὲν ὑπέστιλβεν ἱματίοις, ἐδόκει δὲ ὥσπερ | 326 | |
40 | ἔκ τινος ἁλουργοῦ τε καὶ λεπτοῦ παραπετάσματος ὑπαυγάζειν ἥλιος· καὶ γὰρ ἔσταλτο μὲν παρθενικῶς καὶ ᾗ νόμος ταῖς ἱεραῖς τοῦ Χριστοῦ θεραπαινίσιν, οὐράνιον δέ τι καὶ θεῖον ἀπήστραπτε φῶς, ὡς δοκεῖν ἀγγέλου τε ἅμα καὶ ἀνθρώπου φύσιν ἀνακεκρᾶσθαι καὶ δι’ ἀμφοῖν ἄγαλμά τι συγκεῖσθαι θεοειδὲς καὶ ἀκήρατον καὶ | |
45 | ἔμπνουν. Οὕτω δὲ ἔχουσα σχήματος καὶ παρελθοῦσα εἴσω τοῦ δωματίου, τῇ κλίνῃ τῇ τοῦτον ἄρρωστον ἐχούσῃ παρεκαθέσθη, μικρὸν δὲ καὶ ὑποψοφήσασα τῷ ποδί, ὡς τὸν Ὑψίστιον αἰσθό‐ μενόν τε καὶ ὑποτοπήσαντα τῶν συνήθων εἶναι γυναικῶν κατα‐ βοῆσαί τε καὶ ἔρεσθαι τίς τε εἴη καὶ τί βούλοιτο νῦν διενοχλεῖν | |
2.14(50) | αὐτῷ—δυσάρεστοι γὰρ οἱ νοσοῦντες ἀπορίας ὕπο—, τὴν δὲ ὑπολαβοῦσαν εὐθὺς εἰπεῖν· «Ἐγώ, φησίν, εἰμὶ μὲν Θέκλα ἡ μάρ‐ τυς τοῦ Χριστοῦ ἡ παρὰ σοῦ πάντοτε ὑβριζομένη καὶ λοιδορου‐ μένη, παραγέγονα δὲ νῦν ἵνα ὁμοῦ σε καὶ τῆς ἀπιστίας ἀπαλλάξω καὶ τῆς ἀρρωστίας· τοιούτοις γὰρ ἐγὼ τοὺς ὑβριστὰς ἀμείβεσθαι | |
55 | πέφυκα δώροις. Τοιγαροῦν ἐπειδὴ τίς μέν εἰμι ἐγὼ μεμάθηκας, ἱκανὴν δὲ καὶ τῆς ἀπιστίας ἤδη δέδωκας δίκην, ἀνάστηθι, ἄπιθι, βαπτίσθητι, πρόσιθι τοῖς μυστηρίοις, προσκύνησον, ὁμολόγησον τὸν Πατέρα, τὸν Υἱόν, τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἄκτιστον καὶ ὁμο‐ ούσιον Τριάδα τὴν πάντα ταῦτα δημιουργήσασαν, εἴτε νοητά, | |
60 | εἴτε αἰσθητά, εἴτε ὁρατά, εἴτε ἀόρατα, τὴν πάντα φέρουσαν καὶ ἡνιοχοῦσαν, τὴν πάντα οἰκονομοῦσαν καὶ διακρατοῦσαν. Συνομο‐ λόγησον πρὸς τούτοις τὴν μετὰ σαρκὸς παρουσίαν καὶ ἐπιδημίαν τοῦ μονογενοῦς, τὴν ἀπὸ τῆς παρθένου λέγω καὶ θεοτόκου Μαρίας σάρκωσίν τε καὶ γέννησιν, τὸν σταυρόν, τὸν θάνατον, τὴν ἀνά‐ | |
65 | στασιν, τὴν ἀνάληψιν· καὶ παραχρῆμα ὑγιανεῖς καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ εὖ μὲν οἰκήσεις τὴν γῆν ταύτην, εὖ δὲ βιώσεις, εὖ δὲ καὶ μεταστήσει πρὸς τὸν οὐρανόν, καὶ σὺν πολλῇ τῇ παρρη‐ σίᾳ ὄψει τότε λοιπὸν τὸν βασιλέα Χριστόν.» Καὶ ἡ μὲν ταῦτα εἰποῦσα πρὸς τὸν αὐτῇ πρέποντα χῶρον ἀπεχώρησε πάλιν, ἐμ‐ | |
70 | πνεύσασά τι καὶ λεληθότως αὐτῷ σωτηρίας τε καὶ ἰσχύος καὶ χάριτος· πάντα δὲ ἅμα κατὰ ταὐτὸν ἀθρόα συνέβη, ἡ πίστις, ἡ χάρις, ἡ μύησις, τὸ ἐπὶ πᾶσι τούτοις ἐρρῶσθαί τε καὶ ὑγιαίνειν καὶ ἐν αἰσθήσει τῶν καλῶν ἀπολαύειν τῶν ἀληθῶς ἀγαθῶν, ὧν τὸ | |
κρατιστεῦον τὸ χριστιανόν τε γενέσθαι καὶ μήκιστον ἐπιβιώσαντα | 328 | |
75 | χρόνον τῇ πίστει μεταστῆναι οὕτως ἀπὸ τοῦ βίου μετὰ καὶ τῆς ἐπὶ τῇ ἀναστάσει πᾶσιν ἡμῖν ὑπαρχούσης ἐλπίδος. | |
2.15 | Ὃ δὲ Κυπρίων ἔστιν ἔτι καὶ νῦν διηγουμένων ἀκούειν, κἀγὼ διηγήσομαι. Τῶν γάρ τις εὐπατριδῶν καὶ πιστῶν ἐπιβάς ποτε ὁλκάδος παρὰ τὴν μάρτυρα ἠπείγετο, προσευξόμενός τε αὐτῇ καὶ τὴν ἑορτὴν θεάσασθαι βουλόμενος ἣν ἄγουσι μὲν ἑκάστου ἔτους | |
5 | οἱ καὶ πολῖται καὶ σύνοικοι τῆς μάρτυρος, τιμῶσι δὲ πάντες ἄν‐ θρωποι. Ἀλλ’ ὁ μὲν τῇ κατὰ τὴν Ἰσαυρίδα ταύτην χέρσῳ προσορμισθεὶς καὶ ἀποβάς, εὐθὺς εἴχετο τῆς ἐπὶ τὸ μαρτύριον ὁδοῦ καὶ πορείας ἅμα καὶ οἷς ἐπήγετο· γαμετὴ δὲ καὶ παῖδες ἦσαν οὗτοι καὶ οἰκέται. Καὶ τῶν ναυτῶν δὲ οἱ πλείους ἢ καὶ | |
10 | πάντες πόθῳ τῆς ἱερᾶς πανηγύρεως ἐφείποντο, μειρακίοις δυσὶ μόνοις ἢ καὶ αὐτῷ τῷ καιρῷ τὴν τῆς νεὼς παραδόντες φυλακήν· οὔτε γὰρ ἦν τι τῶν ἐκ τοῦ χειμῶνος ὑποτοπῆσαι χαλεπῶν, πολλῆς δὲ πάντοθεν ὑποφαινομένης τῆς ἀσφαλείας· θέρος τε γὰρ ἦν ἔτι καὶ τεττίγων ᾠδὴ καὶ κυμάτων σιωπὴ καὶ γαλήνη μετὰ πραείας | |
15 | αὔρας ἐπιμειδιῶσα τῇ θαλάσσῃ. Καί ποθεν ἐξαίφνης ἐμβαλὼν ἄνεμος πολύς τε καὶ ἄγριος καὶ ἠχλυωμένος ἐκίνει μὲν ἐκ βυθῶν ἅπαν ὁμοῦ τὸ κλυδώνιον, ἐπεγείρει δὲ κύματα κύμασι, τοῖς μὲν ἄρτι προσαρασσομένοις τῷ αἰγιαλῷ καὶ ταῖς πέτραις, τοῖς δὲ ἐπικυρτουμένοις ἔτι, τοῖς δὲ ἔνδοθέν ποθεν ἐκ μέσου τοῦ πελάγους | |
20 | ἐπικυκωμένοις τε καὶ ἐπεκθέουσιν, ὥσπερ ὄρεσι μεγίστοις ὄρη παμμέγιστα ἐπαιωρούμενα. Συναρπάσας δὲ καὶ τὴν βοηθείας ἔρημον ναῦν καὶ ἀποκόψας τῶν πεισμάτων, εἰς μέσον τε πέλαγος ἀπορρίπτει ταύτην μετὰ καὶ τῶν ἀποδυρομένων μειρακίων καὶ εἰς οὐρανὸν τὰς χεῖρας αἰρόντων μόνον καὶ τὸν ἐπινηχόμενον αὐ‐ | |
25 | τοῖς ἐκδεχομένων θάνατον, πονῆσαι δὲ ἢ βοηθηθῆναι μηδ’ ὁτιοῦν δυναμένων. Ἐν τούτοις δὲ τούτων ὄντων καὶ τοῦ χειμῶνος ἔτι καταδουποῦντος τὴν θάλασσαν, ἰδοὺ καὶ ἡ παρθένος ἐπὶ τῆς χει‐ μαζομένης καὶ ἤδη καταδύεσθαι μελλούσης νεὼς φαίνεται, τοῖς τε παισὶν ἤδη λειποθυμοῦσι θαρρεῖν ἐπικελευομένη καὶ οἰάκων | |
30 | ἁπτομένη καὶ κάλως ἀνασείουσα καὶ τὸ ἱστίον ἀνατείνουσα καὶ | |
τῷ χειμῶνι ἐπιτιμῶσα καὶ πάντα ποιοῦσα ὅσα τε ναύταις καὶ ὅσα κυβερνήταις πρέπει καὶ ὅσα αὖ πάλιν ἀποστόλῳ καὶ μάρτυρι καὶ πάντοθεν ἐχούσῃ τὸ δύνασθαι, καὶ οὕτω τήν τε ζάλην κατευνά‐ σασα, τήν τε ναῦν διευθύνασα, ἐκείνοις τε προσορμίζει τοῖς | 330 | |
35 | τόποις ἀφ’ ὧνπερ καὶ ἀνήχθη τὴν ἀρχὴν ὁ πιστὸς ἐκεῖνος καὶ θαυ‐ μάσιος ἀνήρ, ὡς καί τινας τῶν ἐπὶ τὴν πανήγυριν σταλέντων οἰ‐ κείους καὶ ἰδεῖν τὴν ναῦν καὶ καταπλαγῆναι καὶ ἔρεσθαι τὰ μει‐ ράκια καὶ μαθεῖν πάντα ἃ γεγένητο παρά τε τοῦ χειμῶνος καὶ τῆς μάρτυρος, καὶ ὡς αὖθις ἐκεῖθεν ἀναλαβοῦσα τὴν αὐτὴν ἵεται | |
40 | καὶ πάλιν ἐκείνοις ἐγκαθορμίζει τοῖς τόποις ἀφ’ ὧνπερ αὐτὴν καὶ ἀπέρρηξεν ὁ χειμὼν ἀγκυρῶν τε καὶ πεισμάτων κρείττων γενό‐ μενος· ὥστε τήν τε νῆσον τὴν Κύπρον πληρωθῆναι τοῦδε τοῦ θαύματος, τήν τε Σελεύκου ταύτην μὴ ἀγνοῆσαι τὸ παράδοξον, τῶν μειρακίων ὧδέ τε κἀκεῖσε πάντα διηγησαμένων, ἔτι γε μὴν | |
45 | καὶ τοὺς πανηγυρίζοντας ἐκείνους, ὃ καὶ πλήρωμα τῆς ὁλκάδος ἦν, ἐν ἀγνοίᾳ μὲν γενέσθαι τοῦ τοσούτου καὶ ᾗ θέμις πανηγυρίσαι σὺν ἡδονῇ, κατελθόντας δὲ τήν τε ναῦν εὑρεῖν καὶ τὸ θαῦμα ἀκοῦσαι καὶ ἀποσωθῆναι οἴκαδε μάλα ἀσμένως ταῦτα διηγουμένους, ταῦτα ἀκούοντας, ἐπὶ τούτοις πᾶσι τὴν μάρτυρα θαυμάζοντας καὶ δοξά‐ | |
2.15(50) | ζοντας. Ἀλλ’ οὐ τοῖς μὲν κατὰ θάλασσαν χειμαζομένοις οὕτως ἑτοίμως ἐπήμυνεν ἡ μάρτυς, τοῖς δὲ κατὰ γῆν ὁδοιποροῦσι καὶ κινδυνεύ‐ ουσιν ἀργοτέραν πως τὴν αὐτῆς παρέχεται δύναμιν, ἥ γέ τι καὶ τοιοῦτο φαίνεται πεποιηκυῖα. | |
2.16 | Ἀμβρόσιος γάρ τις, στρατιώτης μὲν ὢν ἀστικός, ἐφ’ ἵππου δὲ πολλάκις διελθὼν τὴν οἰκουμένην ἐν ἐπείγουσί τε καὶ τάχος ἀπαι‐ τοῦσι καιροῖς, ὥστε ἢ βασιλεῖ τι τῶν κατεπειγόντων ἀπαγγεῖλαι ἢ παρὰ βασιλέως ὑπηκόοις ἐπιτάξαι, ἤ τι τῶν τιμιωτέρων καὶ | |
5 | πολυτίμων διακομίσαι, οὗτος τοίνυν χρυσίον πολὺ καὶ εἰσπραξά‐ μενος καὶ διακομίζων, ἐδεῖτο μὲν τῆς κατὰ Κιλικίαν τε καὶ Καππα‐ δοκίαν παρατεινομένης ὁδοῦ, ἐπέπληστο δὲ πολεμίων αὕτη μέχρι καὶ τῶν βασιλείων αὐτῶν, πολλῶν τε καὶ οὐκ ἀνεκτῶν καὶ δι’ αὐτό γε τοῦτο τοὺς παριόντας λοχώντων, ὥστε καὶ τῶν χρημάτων ἀπο‐ | |
10 | γυμνοῦν καὶ τέλος ἢ ἀποσφάττειν ἢ χρημάτων πάλιν ἀποδίδοσθαι τοῖς οἰκείοις. Οὕτω δὴ τῆς ὁδοῦ κακῶς ἐχούσης ἐκείνης, ὅμως δι’ ἐκείνης ἠπείγετο, δυοῖν θάτερον πάντως πείσεσθαι προσδο‐ κῶν, ἢ ἁλῶναι καὶ ὑπὸ τοῖς πολεμίοις ἔσεσθαι, ἢ μελλήσεως ὑπο‐ μεῖναι δίκας. Πολλὰ δὲ μητρὶ φίλῃ μὲν οὐδαμῶς—ὥς πού φησιν | 332 |
15 | Ὅμηρος—ἠρήσατο χεῖρας ἀνασχών, τῇ δὲ τοῦ Χριστοῦ δούλῃ καὶ μάρτυρι, καὶ οὕτω τῆς τε ὁδοῦ ἅπτεται καὶ τυγχάνει τοῦ θαύ‐ ματος. Κατὰ γὰρ αὐτὸ τὸ φοβερώτατον καὶ λῃστρικώτατον τῆς ὁδοῦ μέρος, ἔνθα καὶ τὸ πολὺ δέος ἦν καὶ ὁ κίνδυνος πρόδηλος, ὁρᾷ στῖφος στρατιωτῶν ὡπλισμένων τε καὶ ἱππέων ἑπόμενόν τε | |
20 | καὶ παρεπόμενον, καὶ φυλάκων καὶ δορυφόρων ἀποπληροῦν χρείαν καὶ τάξιν. Τὸ δὲ ἦν ἄρα τῆς μάρτυρος ἔργον οὕτως αὐτῷ τε καὶ τοῖς πολεμίοις φανταζόμενον καὶ τῷ μὲν παρέχον οὐ μικρὰν τὴν ἀσφάλειαν, τοῖς δὲ πολεμίοις πολλὴν τὴν δειλίαν ἐμβάλλον· ὃ γὰρ τούτῳ παρεῖχε τὴν ἄδειαν, πολὺν ἐκείνοις ἐνεποίει τὸν φόβον· | |
25 | ὡς τὸν Ἀμβρόσιον ἀποσωθέντα μὲν ἐκεῖθεν, ἐν δὲ τοῖς βασιλείοις γενόμενον, καὶ τὸ θαῦμα βοᾶν, καὶ τὴν τοῦ θαύματος ἐργάτιν ὑμνεῖν καὶ γεραίρειν οἷς ἔνι μάλιστα, ὡς ἀρωγόν, ὡς σύμμαχον, ὡς ἐπίκουρον. Οὔτε γὰρ ἀφῆκεν ἡ μάρτυς λαθεῖν ἥτις ποτὲ ἦν ἡ φυλάττουσα καὶ παραπέμπουσα, ἢ τὸ δοκοῦν τότε φαίνεσθαί τε | |
30 | καὶ ἕπεσθαι στράτευμα παρασκευάζουσα. | |
2.17 | Λεοντίου δὲ εἰ ἀμνημονήσομεν καὶ τοῦ περὶ αὐτὸν γεγονότος θαύματος, οἶμαι ὡς οὐχ ὅσια πράξομεν, ἔτι τοῖς ἐκείνου κατὰ τὸ ἱερὸν βῆμα φιλοτεχνήμασι τὰς ὄψεις ἑστιώμενοι· ἥ τε γὰρ τῶν τοῖς τοίχοις περιυφασμένων μαρμάρων τε καὶ πλακῶν συνθήκη, | |
5 | τό τε τοῦ ἐδάφους κατὰ μικρὸν εἰς ἓν καὶ πολυειδὲς περιαθροι‐ ζόμενον κάλλος, τῶν ἐκείνου χειρῶν ἔργον καὶ πόνος ἐστίν. Οὗτος τοιγαροῦν τοιοῦτο μὲν εἰργάσατο καὶ διεμηχανήσατο κάλλος ἔν τινος τῶν εὐδαιμόνων οἰκίᾳ κατὰ τὴν Ἀντιόχου τὴν καλὴν καὶ | |
μεγίστην πόλιν. Εἰργάζετο δὲ μετὰ καὶ ἑτέρων πολλῶν ὑψοῦ τε | 334 | |
10 | καὶ περὶ τοίχους ποιούμενος τὴν σπουδὴν ταύτην, καί πως τῶν σανίδων περιολισθησασῶν, αἵπερ καὶ ἀντὶ ἐδάφους τοῖς ποσὶν αὐτῶν ὑπερηρεισμέναι τὴν ἐν τοῖς μετεώροις ἐργασίαν μετ’ ἀσφα‐ λείας παρείχοντο, καταφέρεται μὲν μετὰ πάντων, σῴζεται δὲ μόνος ἐκ πάντων, τὸ σκέλος εὖ μάλα κατεαγεὶς ὡς καὶ αὐτὸν | |
15 | συναριθμεῖσθαι τοῖς τεθνεῶσι. Τότε τοῦτο ἄγαν ἐλύπησε τὸν Μαξιμῖνον, ὅσπερ καὶ δεσπότης ἦν τῆς οἰκίας ἐκείνης, καὶ διὰ πολλῆς ἐπιμελείας ἐποιεῖτο τὸν ἄνθρωπον, οὐ διὰ τὴν τέχνην μᾶλλον ἢ ὡς χρηστόν τε καὶ βέλτιστον καὶ ἡσύχιον. Ὡς δὲ καὶ ὁ χρόνος προὔκοπτε καὶ τὸ πάθος ἐπετείνετο καὶ τῆς σωτηρίας ἐλ‐ | |
20 | πὶς οὐδαμόθεν ὑπεφαίνετο, δεῖται τοῦ Μαξιμίνου ὁ Λεόντιος ἐπι‐ τρέψαι οἱ τὴν ἐπὶ Σελεύκειάν τε ταύτην καὶ τὸ μαρτύριον τῆς Θέ‐ κλας ἄφιξιν. Καὶ δὴ ὁ μὲν ἐπέτρεψεν ἐπιμειδιάσας ὡς ἂν ἑώλῳ πράγματι τῷ κατὰ τὴν μάρτυρα—καὶ γὰρ τῶν ἔτι ἀπίστων ἦν ὁ ἄνθρωπος—, ὁ δὲ ἧκεν, καὶ ἄνεισι μὲν εἰς τὸ μαρτύριον | |
25 | ἑτέρων χρώμενος χερσὶ καὶ ποσίν, οὔτε δὲ τρίτης ἡμέρας δια‐ γενομένης τοῦ τε πάθους ἀπαλλάττεται ὁ Λεόντιος καὶ τὸν πόδα ἀναρρώννυται, συμπαγέντος αὖθις τοῦ καταθραυσθέντος ὀστέου, καὶ τὴν Ἀντιόχειαν αὖθις κατέλαβε θέων, βαδίζων ἀκωλύτως, καὶ ἀσκολιάστως ἐπὶ τὸν ἐφ’ ὅνπερ ἠπείγετο τρέχων πρὸς τὸν | |
30 | Μαξιμῖνον. Ὃν θεασάμενος ἐκπλαγῆναι λέγεται οὐ διὰ τὸ θαῦμα μόνον, ἀλλὰ καὶ διὰ τὸ τάχος, γενέσθαι δὲ δι’ αὐτὸ τοῦτο καὶ χριστιανός, ὅπερ μάλιστα καὶ ἡ μάρτυς προμηθουμένη τὸ θαῦμα εἰργάσατο, ἵνα καὶ τοῦ μειδιάματος αὐτὸν ὡς οὐ καλῶς γεγονότος ἐπαναμνήσῃ καὶ προσαγάγῃ τῷ Χριστῷ. Εἰργάσατο | |
35 | μέντοι γε τὸ θαῦμα ἡ μάρτυς οὕτως, οὐ γὰρ δίκαιον τὸν τῆς θερα‐ πείας σιωπηθῆναι τρόπον ἔχοντά τι καὶ χαρίεν· ἐκάθευδε μὲν γὰρ ὁ Λεόντιος οὗτος ἐν τῷ νεῴ, νυκτός τε οὔσης καὶ κακῶς ἔχων ὡς μηδὲ ἀσκολιάζων βαδίζειν, φοιτήσασα δὲ ἡ μάρτυς εἶπε μὲν οὐδὲν οὐδὲ ἐνέφηνε, πατεῖ δὲ τῷ οἰκείῳ ποδὶ τὸν ἐκείνου πόδα | |
40 | τὸν πεπονθότα, καὶ μάλα ἰσχυρῶς, ὡς τὸν Λεόντιον ἄγαν περι‐ αλγήσαντα ἀναπηδῆσαί τε ἀθρόον καὶ στῆναι, καὶ τότε πρῶτον βαδίσαι τε καὶ δραμεῖν, καὶ οὕτως ἀπαλλαγῆναι τοῦ πάθους εὐ‐ πετῶς, ὡς καὶ παραυτίκα τῆς ἐπὶ τὴν Ἀντιόχειαν ἅψασθαι πο‐ ρείας, πολλὰ ἐρρῶσθαι φράσαντα τῇ τε θαλάσσῃ, ταῖς ναυσὶ καὶ | |
45 | τοῖς κύμασιν. | 336 |
2.18 | Ταὐτὸ δὲ τοῦτο θαῦμα καὶ περὶ ἕτερα δύο εἰργάσατο γύναια, ὧν τῇ μὲν ὄνομα Ἀβά, πόλις δὲ ἡ Σελεύκου, γένος δὲ λαμπρὸν καὶ περίσημον, τῇ δὲ ὄνομα μὲν Τιγριανή, πόλις δὲ Ταρσοί, γένος δὲ καὶ ταύτῃ λαμπρόν. Ἀλλὰ γὰρ δὴ τούτων λοιπὸν ἡ μὲν χριστι‐ | |
5 | ανή τε οὖσα καὶ Ταρσόθεν ἰοῦσα καὶ πρὸς αὐτὴν τρέχουσα τὴν μάρτυρα, τῆς τε ἡμιόνου κατενεχθεῖσα καὶ τὸ σκέλος κατεαγεῖσα, καὶ πολλὰ τῆς μάρτυρος καταβοήσασα ὡς ἂν καὶ δι’ αὐτὴν ταῦτα πεπονθυῖα, τοιούτου τυγχάνει τοῦ θαύματος· καὶ γὰρ οὐδὲ ὅσον ἡ μάρτυς ἀναβαλλομένη ἐφίσταται νύκτωρ καὶ παρακελεύεται | |
10 | οὐ τὸ καὶ τὸ ποιῆσαι, οὐδὲ τῷδε ἢ τῷδε χρήσασθαι τῷ φαρμάκῳ, διαναστῆναι δὲ μόνον τῆς κλίνης καὶ βαδίζειν ἐφ’ ἅπερ ἠπείγετο καὶ μὴ μέλλειν ὅλως, ὡς τοῦ ποδὸς πρὸς τὸ οἰκεῖον αὖθις καὶ σχῆμα καὶ σθένος ἐπανελθόντος. Διαναστὰν δὲ τὸ γύναιον, ὡς μὲν ἀπιστοῦν τῷ τοσούτῳ θαύματι ἀποπειρᾶται τοῦ ποδός, ὡς ἐν | |
15 | ἔργῳ δὲ τὸ παράδοξον δεδεγμένη, τῆς ἡμιόνου μὲν οὐδαμῶς ἔτι ἐπέβη, βαδίζουσα δὲ σὺν εὐφημίαις καὶ εὐχαῖς καὶ ὕμνοις κατα‐ λαμβάνει τὸν νεὼν τῆς μάρτυρος, ἅμα μὲν καὶ ἐπαγαλλομένη τῷ θαύματι, ἅμα δὲ καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῆς ὁδοιπορίας ἀποπειρωμένη τοῦ θαύματος μή ποτε καὶ ὄναρ εἴη τὸ ὕπαρ· ἦν | |
20 | δὲ ἀληθῶς ὕπαρ. Πάντα γὰρ ἀληθῆ τε καὶ ἀψευδῆ καὶ τέλεια τὰ τῆς μάρτυρός ἐστί τε καὶ ἔσται θαύματα. Ἡ δὲ Ἀβὰ ἑλληνὶς μὲν ἦν ἔτι, οὔτε δὲ ἰουδαίους ἐβδελύττετο, οὔτε χριστιανοὺς ἀπεστρέφετο· ἐπλανᾶτο δὲ περί τε πάντας καὶ πάντα. Καὶ αὕτη τοίνυν καταφέρεται μὲν ἐξ ἡμιόνου, οὕτω δὲ | |
25 | διετέθη τὸ σκέλος κακῶς, τοῦ ἀποθραυσθέντος ὀστέου τὴν περι‐ τεταμένην τῷ ποδὶ σάρκα διελόντος τε βιαίως καὶ πρὸς τὸ ἔξω χωρήσαντος, ὡς καὶ θεραπείας λοιπὸν κρεῖττον εἶναι δοκεῖν τὸ κακόν. Καὶ γὰρ ἐν πλείονι μὲν τῷ χρόνῳ παρετάθη τὸ δεινόν, καὶ ἀκίνητος ἦν, ποτὲ μὲν ἰουδαίων, ποτὲ δὲ καὶ τῶν ἐπαοιδῶν | |
30 | τούτων, ἅμα δὲ καὶ τοῦ βελτίστου Σαρπηδονίου παιζόντων εἰς αὐτὴν καὶ τὴν μὲν θεραπείαν ἐπαγγελλομένων, ἢ καί τι δρώντων, οὐ μὴν καὶ ποιῆσαί τι δυναμένων οὔτε δυνηθέντων εἰς τέλος. Ὡς δὲ καὶ συμβουλευθὲν ἢ καὶ οἴκοθεν κινηθὲν τὸ γύναιον ἀνεκο‐ | |
μίσθη τε εἰς τὸν νεὼν καὶ ἐδεήθη τῆς μάρτυρος μετὰ δακρύων, | 338 | |
35 | μετὰ οἰμωγῶν πολλῶν τε καὶ ἱκανῶν ἐκμειλίξασθαι τὴν παρθένον, οὔτε τρεῖς ὅλαι διεγένοντο ἡμέραι καὶ βαδίζουσα κατῆλθεν ἡ γυνή, ὡς μηδὲ τοῦ χειραγωγήσοντος ἔτι προσδεηθεῖσα, συντόνῳ δέ, ὥς φασι, δρόμῳ πρὸς τὰ οἰκεῖα χωρήσασα. Ποῖον δὲ καὶ τὸ τῆς θεραπείας φάρμακον; Πάντως ὅτιπερ βούλεσθε καὶ τοῦτο μαθεῖν. | |
40 | Οὐ πολυτελές, οὔτε περίεργον, οὔτε τῆς τῶν ἀσκληπιαδῶν ἀλα‐ ζονείας κόμψευμα. «Τὸν γὰρ ῥύπον, φησὶν ἡ μάρτυς, τῶν περι‐ κειμένων τῷ ἐμῷ θαλάμῳ κιγκλίδων τούτων περιξέσασα, τῷ πε‐ πονθότι μέρει τοῦ ποδὸς ἔμπλασον, καὶ παύσεις μὲν παραχρῆμα τὸ πάθος, χρήσῃ δὲ τοῖς ποσὶ πρὸς ὃ κεχρῆσθαι δεῖ τοῖς ποσί.» | |
45 | Καὶ ἡ μὲν εἶπεν, ἡ δὲ ἔπραξε, καὶ τὸ θαῦμά γε μέχρι τοῦ παρόντος βοᾶται παρά τε ἐκείνης ἔτι καὶ τῶν ἐκείνην θεασαμένων βαδί‐ ζουσαν, θέουσαν, ἐνεργοῦσαν τῷ ποδί, τὸ δὴ μεῖζον καὶ χριστιανὴν ἀπὸ τοῦ τοιούτου γεγονυῖαν θαύματος, καὶ χριστιανὴν οἵαν εἰκὸς ἐκ πείρας γενέσθαι τοιαύτης. Ἡ γὰρ τοῦ ποδὸς θεραπεία | |
2.18(50) | καὶ αὐτὴν τὴν τῆς ψυχῆς συνεβλάστησε θεραπείαν· καὶ οὕτως ἀμφότερα ἐξ ἑνὸς ὑπῆρξε τοῦ θαύματος. | |
2.19 | Ἡκέτω δὲ ἡμῖν εἰς μέσον καὶ ἄλλη γυνή, καὶ διηγείσθω τὸ θαῦμα, καὶ κινείτω πάντας ἡμᾶς πάλιν εἰς θαῦμα. Καὶ γάρ τις τῶν Κητιδίων τούτων καὶ εὐπατριδῶν γυναικῶν Βασσιανή—τοῦτο γὰρ ἦν ὄνομα αὐτῇ—ὡμήρευε μὲν παρ’ ἡμῖν ἐπί τισι συνθήκαις, | |
5 | ἐπαγγελλομέναις μὲν ἐκ λῃστείας εἰρήνην, ἐν δὲ τῷ ἐκείνης σώματι τὸ βέβαιον πάντως ἐχούσαις. Προσεκαρτέρει δὲ ὡς τὰ πολλὰ καὶ προσελιπάρει τῇ μάρτυρι, τοῦτο μὲν καὶ ὡς χριστιανή, τοῦτο δὲ καὶ ὡς δεομένη λύσεως τῆς τότε προσδεσμούσης αὐτὴν ἀνάγκης. Αὕτη ποτὲ ἐν ὥρᾳ θέρους, καὶ ἡνίκα μάλιστα ἑαυτοῦ φλογωδέ‐ | |
10 | στερός ἐστιν ὁ ἥλιος, ἐνδιέτριβε μὲν τῷ νεῲ τῆς μάρτυρος τὰ | |
συνήθη ποιοῦσα, δακρύουσα, ψάλλουσα, εὐχομένη, καὶ οἷάπερ τὰ τῶν ἀνιωμένων τε καὶ εὐχομένων ἐστί. Νυκτὸς δὲ ἐπιλαβούσης καὶ τῆς φλογὸς ἐπιταθείσης, ἤσχαλλε μὲν τὴν ἀρχήν, ὡς ἂν καὶ ἀ‐ συνήθης, καὶ διηπορεῖτο, καὶ ἄσθματος ἐπληροῦτο, καὶ ἱδρῶτι | 340 | |
15 | κατερρεῖτο, καὶ ποτὲ μὲν κατὰ τὰ χαμεύνια αὐτὰ περιεστρέφετο, ἀεὶ τὸ κάμνον τοῦ σώματος θεραπεύουσα καὶ ἀναψύχουσα, καὶ τοῦτο ποιοῦσα συχνότερον, ποτὲ δὲ καὶ ἀναπηδῶσα τῆς κοίτης, ἡνίκα διάβροχός τε ἦν ἤδη λοιπόν, καὶ τοῖς μαρμάροις ἑαυτὴν προ‐ σήρειδεν, ὡς ψυχροτέροις τε οὖσι μᾶλλον καὶ ἀναψύξαι δυναμένοις | |
20 | αὐτήν. Τέλος δέ, ὡς ἐνικᾶτο τῷ κακῷ—καὶ γὰρ καὶ γαστρὸς ὄγκος αὐτὴν ἐπὶ παιδὶ κυρτουμένης συνεῖχε, καὶ τὸ τοῦ φλογμοῦ πολύ τε καὶ ἄηθες οὐκ ὀλιγωρεῖν παρεσκεύαζεν—, ὥρμησε μὲν ἐπί τί ποτε τῶν παρακειμένων φρεάτων, ὃ καὶ βαθὺ καὶ πλη‐ θύον ἦν ὕδατι, ὡς ἐγκυβιστῆσαί τε τούτῳ καὶ ἐννήξασθαι, ἢ | |
25 | καὶ ἀποπνιγῆναι· τοῦτο γὰρ ἦν τὸ πάντως ἐσόμενον τοῦ κακοῦ πέρας. Παραφανεῖσα δὲ ἡ μάρτυς καὶ τοῦ ἱματίου αὐτῆς λαβο‐ μένη, τῆς μὲν ὁρμῆς ἔπαυσε, πολλὰ λοιδορησαμένη τῆς τόλμης αὐ‐ τήν· προσκαλεσαμένη δὲ κόρην, ὡς ἄν τινα παιδίσκην αὐτῇ παρο‐ μαρτοῦσαν, φησί· «Τὴν λεκάνην μοι προσάγαγε ταύτην», ἣν καὶ | |
30 | μετὰ χεῖρας ἐδόκει φέρειν ἡ κόρη. Ἡ δὲ προσήγαγεν· ὕδατος δὲ ἦν αὕτη μεστή· καὶ τὸν αὐτῆς ἡ πραοτάτη καθιμήσασα δάκτυλον καὶ ἀναδεύσασα τῷ ὕδατι, ἐπαλείφει τὸ μέτωπον τούτῳ καὶ τῶν κατακλείδων ἑκατέραν, καὶ ἀπῆλθε, ζέφυρον—ὡς εἰπεῖν—αὐτῇ μόνον λιγυρὸν ἐπιπνέοντα καταλείψασα. Διεγένετο μὲν οὖν ὡς | |
35 | ἐν πᾶσιν ἐκφρυγομένοις τῷ καύσωνι αὐτὴ μόνη ὡς ἐν ἦρι καὶ ὡς ἐν Δάφνῃ τῷ πολυδένδρῳ καὶ πολυανέμῳ χωρίῳ διάγουσα. Καὶ ταῦτα δὲ ὕπαρ, οὐκ ὄναρ ἐδρᾶτο. Καὶ μάρτυς ὁ ἐκ ταύτης τότε γενόμενος παῖς, Μόδεστος δὲ ἦν οὗτος ὁ πάνυ, ἔτι τε καὶ νῦν ἐν ζῶσι τελῶν, καὶ τὴν εἰρήνης ἐπώνυμον πόλιν κοσμῶν, καὶ τὸ | |
40 | θαῦμα τοῦτο μετὰ πολλῶν καὶ ὅσων τῶν χαρίτων διηγούμενος· | |
εὔθυμος δὲ ὁ ἀνήρ, καὶ πολλῆς γέμων τῆς εὐμουσίας. | 342 | |
2.20 | Οὐκ ἄχαρι δὲ οὐδὲ ἐκείνου μνημονεῦσαι τοῦ θαύματος· κἂν ἐπ’ αὐτῷ μέλλῃ τι μικρὸν ὑπερυθριᾶν ἡ μάρτυς, οὐχ ὑπὲρ ἑαυτῆς, μᾶλλον δὲ τῆς αἰτησαμένης γυναικὸς τὴν χάριν ἐρυθριῶσα. Γύ‐ ναιον γάρ τι τῶν ἄγαν εὐδαιμόνων τούτων καὶ διὰ πλοῦτον μεγα‐ | |
5 | φρονούντων ἐπὶ τῷ συνοίκῳ, ὡς στρατιάρχῃ τε καὶ μεγάλα δυνα‐ μένῳ—Βιτιανὸς δὲ ἦν οὗτος, ὁ καὶ τῷ κατὰ Περσῶν ἐπιγαυ‐ ρούμενος τροπαίῳ—, τοῦτο τοίνυν ποτὲ τὸ γύναιον, ὡς περὶ τὴν εὐνὴν ὑπὸ τοῦ συνοικοῦντος ἀδικούμενον—φίλαυτον δὲ ἀεὶ γυνὴ καὶ ζηλότυπον οὐ μετρίως, καὶ δεινὸν ἀνδρὸς ὑφορᾶσθαι τρόπον | |
10 | περὶ ἕτερά τε καὶ ἑταιρικὰ πλανώμενον γύναια—, μετὰ πολλῆς πρόσεισι τῆς κατηφείας τῇ μάρτυρι, δακρύον, ἀρώμενον, κατευ‐ χόμενον, οὐ μὴν τοῦ ὁμοζύγου—καὶ γὰρ καὶ λυπῶν ἦν αὐτῇ περισπούδαστος, καὶ ἀνὴρ πρᾶγμα ἔνδοξον—, κατὰ δὲ τῶν θερα‐ παινίδων ἐκείνων, περὶ ἃς καὶ Βιτιανὸς ἐπτόητο καὶ ταύτης παρα‐ | |
15 | μελεῖν ἠνάγκαστο. Τί οὖν ἡ μάρτυς; οὐκ ἀπεστράφη τὴν ἱκεσίαν, οὐ τὴν ἄκαιρον τῆς γυναικὸς ἐμίσησεν ἀθυμίαν, παθοῦσα δέ τι διὰ τὸν γάμον, ὡς πατούμενόν τε καὶ ὑβριζόμενον ὑπὸ τῆς βδε‐ λυρᾶς πορνείας, δίδωσι τὴν χάριν ἀθρόως, διορθωσαμένη τὸν τοῦ ἀνδρὸς τρόπον, καὶ πόθον, ὅνπερ ἐπ’ ἐκείνας εἶχεν οὐ καλῶς, | |
20 | ἐπὶ ταύτην μετέθηκεν εὐπρεπῶς, οὐ τῶν μελῶν τι πρὸς τὸ χεῖρον ἢ ἄμεινον μετασκευάσασα, τὴν δὲ ψυχὴν τοῦ ἀνδρὸς εὐθῆ καὶ ὅσια βλέπειν καταναγκάσασα, καὶ μισῆσαι μὲν τὴν δυσαγῆ πορ‐ νείαν, τὰ δὲ τοῦ γάμου καλὰ καὶ δίκαια πρεσβεύειν. Εἰ καὶ ἡ βελτίστη γυνὴ μετὰ παῖδας οὕτω καλούς τε καὶ πολλοὺς καὶ ἡλι‐ | |
25 | κίαν ἔξωρον, μηδ’ ὅλως ἐπιχηρεύειν τοῖς ἐκ τοῦ Βιτιανοῦ παι‐ σὶν ἀνασχομένη, τὸν Γρηγόριον ἡμῖν ἀντηλλάξατο ἀντὶ τοῦ στρα‐ τιάρχου καὶ περσολέτου, ἄνθρωπον ἀλήτην καὶ ξένον, καὶ ἵππων καὶ ἡμιόνων ἀκεστὴν ἑλομένη τε καὶ συνοικοῦσα νῦν τούτῳ· τὴν | |
δὲ αἰτίαν οὔτε ἐμοὶ λέγειν εὐαγές, οὔτε ὑμῖν τοῖς ἀκούουσι μαθεῖν. | 344 | |
2.21 | Ἰτέον δὲ καὶ πρὸς ἑτέρου πάλιν θαύματος ἔργον, ὃ καὶ αὐτὸ μὲν περί τι γεγένηται γύναιον, γεγένηται δὲ οὕτως. Ἦν γάμος καὶ γαμικὴ χορεία καὶ πανήγυρις, καὶ ὁ θάλαμος εἰκότως κεκαλλώ‐ πιστο, ἥ τε παστὰς πεποίκιλτο· χρυσὸς δὲ ἦν ὁ κόσμος καὶ ἄργυ‐ | |
5 | ρος, καὶ αὐτὸς ἤδη κόσμος ὤν, καὶ ἐσθὴς δὲ ὅση ποικίλη τε καὶ λεπτὴ καὶ πολύτιμος· πολλὰ δὲ ἦν ταῦτα, καὶ παρὰ πολλῶν συνειλεγμένα πρὸς κόσμον τῆς νυμφοστολίας. Ἐνταῦθα φώρ τις καὶ Εὐρύβατος ἐπιτίθεται τῷ θαλάμῳ, καὶ τοῦ ὑφασμένου κόσμου τὸ ἀριπρεπέστατον ἀφελόμενος ᾤχετο. Ζώνη δὲ ἦν τοῦτο, πολύ | |
10 | τι χρῆμα καὶ τιμαλφέστατον· χρυσός τε γὰρ ἦν ἡ ζώνη καὶ λίθοι διαυγεῖς, ὁ μὲν ἱμάντος χρείαν παρεχόμενος, ὑποσφίγγων τε ἅμα πάντα καὶ συνδέων, οἱ δὲ δίκην ἀστέρων κύκλῳ περιλάμπον‐ τες καὶ ἄλλοι ἄλλοθεν ἐπαυγάζοντες· ὡς πολύολβον εἶναι τὸ κάλλος, ἐκ πολλῶν τε καὶ ἀλλοχρόων ἀκτίνων συγκεραννύμενον. | |
15 | Τοῦτο τοίνυν καὶ τὸ οὕτως ἔχον κάλλους ὑφελόμενος—ὅστις καὶ ἦν—ὁ βέλτιστος, ἔν τινι τόπῳ φέρων κατέχωσεν, οὐ καθαρῶς ἡδόμενος ἐπὶ τῷ κακίστῳ λήμματι—ὑφεῖρπε γὰρ ὁ φό‐ βος—, νομίζων ἔχειν οὐδέν. Ἐν αἰσθήσει δὲ τῆς ἀπωλείας γενο‐ μένης, κατήφεια μὲν εὐθὺς τὴν γαμικὴν χορείαν καὶ τέρψιν δια‐ | |
20 | δέχεται, δάκρυά τε τὸν γέλωτα· οὔτε γὰρ ἐν φορητοῖς ἦν ἡ ζημία. Ἀλλ’ ἡ πάντα ἐφορῶσα καὶ πάντα ἐποπτεύουσα μάρτυς, ὡς τὸν μὲν εἶδεν ὑφελόμενον, τοὺς δὲ δακρύοντας, ὑβρισμένον δὲ τὸν γάμον, ἐπιφοιτήσασα τῇ Παύλᾳ—ἧς καὶ τὸ γαμούμενον ἦν θυγά‐ τριον, καὶ ἀνὴρ ὁ Χρύσερμος, ἐν τοῖς πρώτοις μάλιστα τῶν περὶ | |
25 | τὰ ἀρχεῖα ῥητόρων τελῶν—καταμηνύει καὶ τὸν τόπον καὶ τὸ χωρίον καὶ τὸν φῶρα· καὶ οὕτω τήν τε κατήφειαν διέλυσε, καὶ τὴν γάμῳ προσήκουσαν εὐφροσύνην ἀπέδωκε, καὶ τὴν Παῦλαν | |
ὡς πιστὴν καὶ ἀρεσκόντως αὐτῇ βιοῦσαν ἐτίμησε τῷ θαύματι. | 346 | |
2.22 | Τοῦτο τὸ θαῦμα καὶ περί τι τῶν οἰκείων αὐτῆς ἐπεδείξατο κειμηλίων. Τῶν γὰρ ἀνιερωμένων αὐτῇ σταυρῶν ἕνα τις ὑφελό‐ μενος, ἔν τινι μέρει τῆς ἐπ’ αὐτὴν ἐκ τοῦ ἄστεος ἀναγούσης ὁδοῦ φέρων, εἴς τι φυτὸν εὖ μάλα κατώρυξεν. Ἡ δὲ μάρτυς καὶ γέ‐ | |
5 | λωτος μὲν ἀφορμὴν ἐποιήσατο τὸ περὶ αὐτὴν τοῦτο δρᾶμα, ὡς ἂν μηδὲ αὐτῆς ἀφειδούντων τῶν βελτίστων κλωπῶν, καὶ εἴπερ οἷόν τε λήσειν αὐτῆς τὸ πανδερκές τε καὶ θεῖον ὄμμα. Ἐπιφοι‐ τήσασα γοῦν τῶν αὐτῆς ὑπηρετῶν καὶ παρέδρων ἑνί, καταμηνύει πάλιν καὶ τὸν φῶρα καὶ τὸ φώριον καὶ τῷ ἀποκοσμηθέντι | |
10 | τόπῳ τὸν ἱερὸν σταυρὸν ἀποδίδωσι. Τῷ δὲ τὸν σταυρὸν ἔχειν νομίζοντι αὐτὸ τοῦτο περιῆν μόνον, τὸ καλεῖσθαι ἱερόσυλον. | |
2.23 | Τὴν δὲ κατὰ Παυσίκακον θαυματουργίαν, τίς ἂν ἑκὼν παρα‐ δράμοι; Εἰ γὰρ καὶ εἰς πένητας καὶ χειρώνακτας τετέλεκεν ὁ ἄνθρωπος οὗτος, ἀλλὰ γὰρ ἐν ἴσῃ τάξει τοῖς μεγάλα δυναμένοις καὶ περικλεέσιν ἠξίωται τοῦ θαύματος καὶ ἠρίθμηται παρὰ τῆς | |
5 | μάρτυρος. Οὗτος τοίνυν ὁ Παυσίκακος τῷ τῶν ὀφθαλμῶν ποτε περιπεσὼν πάθει καὶ τυφλωθείς, ἢ ἀμελείας ἢ ἀτεχνίας ἰατρῶν τοῦτο ἐργασαμένης, διὰ τῆς μάρτυρος αὖθις τὸ ἀπολεῖψαν αὐτὸν ἀνεκτήσατο φῶς. Λεκτέον δὲ καὶ τὸ ὅπως. Καταλαβὼν γὰρ οὗτος οὐ τὸν νεών, τὸ δὲ μικρὸν ἀπωτέρω τοῦ νεὼ προτεμένισμα, ᾧ | |
10 | ὄνομα Μυρσινεών, ᾧ καὶ τὰ πλεῖστα ἐνδιαιτᾶσθαι λέγεται καὶ πιστεύεται ἡ παρθένος, ἐνταῦθα τρόπον τινὰ καθείρξας ἑαυτόν, καὶ ἄπαυστα μὲν θρηνῶν, ἄπαυστα δὲ ποτνιώμενος, ἤδη δὲ καὶ καταβοῶν—πολλῶν γὰρ δὴ καὶ καταβοώντων πολλάκις ἡ μάρ‐ τυς ἠνέσχετο, καὶ ἡ συγγνώμη παρὰ τοῦ πάθους—, οὐ πρότερον | |
15 | μέντοι γε ἔληξε, πρὶν ὅπερ ἀπώλεσεν ἀνεκομίσατο. Ἀνεκομί‐ σατο δὲ οὕτως· φολίδων γάρ τινων—ὥς φασιν—ἐκ τῶν ὀφθαλ‐ μῶν ἔνδοθεν ἀποπεσουσῶν, συνεξέπεσε καὶ ἡ τὰς κόρας ἀχλὺς ἀλλοιοῦσα, καὶ ἀντεισῆλθε τὸ ἀρχαῖον φῶς. Τοῦτον οἱ ἰδόντες | |
τυφλὸν ἐπὶ χρόνον οὐκ ὀλίγον, εἶδον καὶ βλέποντα ἐπὶ χρόνον | 348 | |
20 | πολύν, τά τε αὐτοῦ ἐργαζόμενον, καὶ τὰς ποταμίας ἀνέλκοντα ναῦς, καὶ φορτηγοῦντα, καὶ τὸν βίον ἐκ τούτων ἐρανιζόμενον ἀφ’ ὧνπερ καὶ τὸ πρότερον ἐποιεῖτο. Καὶ μάρτυς τοῦ θαύματος ἡ σύμπασα Σελεύκου πόλις, ἥπερ καὶ πατρὶς ἦν ἐκείνῳ καὶ πόλις. | |
2.24 | Κἀκεῖνο δέ μοι ῥητέον, ὅ με καὶ μικροῦ παρέδραμε. Παιδίον, ἀπότιτθον ἄρτι γεγονός, ὑπὸ τοῦ ἄγαν κλαυθμυρίζεσθαι τὸν ἕτε‐ ρον τῶν ὀφθαλμῶν ἐκινδύνευσεν, ὡς καὶ ἰατρικῆς εἶναι λοιπὸν τὸ πάθος δυνατώτερον. Τοῦτο ἡ τίτθη λαβοῦσα, κάτεισι μὲν ἐκ τῆς | |
5 | ἀστυγείτονος ταύτης πόλεως, ᾗ ὄνομά ἐστιν Ὄλβα· ἀνελθοῦσα δὲ κατὰ τὸν νεών, διέτριβεν ἀεὶ μετ’ ὀδυρμῶν καὶ λιτῶν καὶ δακρύων προκομίζουσα τὸ παιδίον τῇ μάρτυρι, καὶ τὸ τραῦμα τοῦτο ἐπιδεικνύουσα, καὶ δεομένη μὴ παριδεῖν τὸ παιδίον εἰς οὕτως ἀκαλλές τε καὶ ἀπρεπὲς καὶ ἐπονείδιστον πρᾶγμα καὶ σχῆμα | |
10 | καθιστάμενον, καὶ τὴν μάλιστα τῆς ὄψεως ἀπολλύον χάριν, ὡς ἡμιτελές τε λοιπὸν ἔχειν τὸ φῶς καὶ ἡμίεργον, τὸ κάλλιστον ἐν ἀνθρώπῳ μάλιστα τοῦ Θεοῦ δημιούργημα. Τί δὲ οὕτω καλὸν ἡμῶν ἐν τοῖς μέλεσι; τί δὲ οὕτως ἀναγκαῖον καὶ χρήσιμον, ὡς ὀφθαλμοὶ παναυγεῖς τε καὶ ἴσα βλέποντες, καὶ ἴσα λάμποντες, | |
15 | καὶ ἴσον ἐπὶ πᾶσι τοῖς πραττομένοις τὸ φῶς ἔχοντες καὶ παρέ‐ χοντες; Ἐπεὶ καὶ τοῦ μεγάλου τούτου οὐρανοῦ, εἴ τις ἀφέλοι τὸν ἕτερον τῶν φωστήρων, οὐ μικρὰ ζημιώσει μὲν αὐτὸν τὸν οὐ‐ ρανὸν εἰς κάλλος, ζημιώσει δὲ τὴν γῆν, τοῦ μὲν τὸν ἥμισυν περιε‐ λὼν κόσμον, τῆς δὲ τὸ ἥμισυ καὶ νυκτιαῖον πάλιν περικόψας φῶς. | |
20 | Ἐπὶ τούτοις εἶπε μὲν ἡ μάρτυς οὐδέν, οὐδὲ τὸ καὶ τὸ ποιῆσαι προσέταξε· παιδιᾶς δὲ μᾶλλον ἢ σπουδῆς ποιεῖται τὸ θαῦμα. Καὶ γάρ τι συμβαίνει τοιοῦτο κατὰ τὴν αὐλὴν αὐτοῦ τοῦ νεώ. Καταρρίπτει τις ἀεὶ καὶ διαρραίνει σπέρματα σίτων, ἤτοι κρι‐ | |
θὰς ἢ καὶ ὀρόβους, ὡς εἶναι ταῦτα τροφὴν ταῖς αὐτόθι νεμο‐ | 350 | |
25 | μέναις περιστεραῖς, ἢ καὶ τοῖς ἄλλοις ὄρνισι· πολλὰ γὰρ δὴ καὶ ποικίλα τὰ νεμόμενα, κύκνοι, γέρανοι, χῆνες, περιστεραί, ἤδη δὲ καὶ τὰ ἐξ Αἰγύπτου καὶ Φάσιδος, ἃ κατὰ πόθον ἢ λόγον εὐχῆς κομίζοντες ἀνατιθέασιν οἱ ἐπιδημοῦντες τῇ μάρτυρι. Ἐνταῦθα καὶ τὸ παιδίον τοῦτό ποτε ἀθύρον καὶ τερπόμενον ἦν, ποτὲ μὲν | |
30 | διῶκον ὄρνιν μετὰ γέλωτος, ποτὲ δὲ καὶ διωκόμενον ὑπό τινος τῶν ὀρνίθων, ὡς καὶ τέρψιν εἶναι τοῦτο τοῖς θεωμένοις καὶ γέ‐ λωτος ἀφορμήν. Καὶ δὴ μία τῶν γεράνων, ὡς ἅτε δὴ παρὰ τοῦ παιδίου κωλυομένη φαγεῖν, μᾶλλον δὲ ὡς προσταχθεῖσα τοῦτο παρὰ τῆς μάρτυρος, ἐμπηδᾷ τῷ παιδίῳ, καὶ τῷ ῥάμφει τὸν ὀφθαλ‐ | |
35 | μὸν ἐκεῖνον ἐγκολάπτει τὸν καὶ ἤδη πεπονθότα καὶ ἀποσβεσθέντα λοιπόν. Καὶ ἀνωλόλυξε μὲν τὸ παιδίον ὑπὸ τῆς πληγῆς, συν‐ εξεβόησαν δὲ καὶ αἱ παροῦσαι γυναῖκες, ὡς ἂν καὶ ἀτόπου μεγάλου τινὸς γεγονότος. Ἡ δὲ πρεσβῦτις ἡ τίτθη—συμπαρῆν γάρ— μικροῦ καὶ ἀφῆκε τὴν ψυχήν, ὡς καὶ πρὸς τὸ χεῖρον ἔτι τοῦ πά‐ | |
40 | θους ἐλάσαντος καὶ τὸ λεῖπον ἐκκόψαντος τῆς ἐλπίδος. Τόδε ἄρα θεραπεία ἦν τοῦ πάθους καὶ ἄκος· τοῦ γὰρ ὀφθαλμοῦ, καθά‐ περ ὑπὸ ἰατροῦ καὶ σιδηρίου τρηθέντος καὶ σὺν ἐπιστήμῃ τρω‐ θέντος, ἐκρεῖ μὲν ἅπαν τὸ παχὺ ῥεῦμα καὶ ἀχλυῶδες τὴν κόρην ἐπισκοτοῦν—ἣν καὶ ὀφθαλμὸν εἴποι τις ἂν ὀφθαλμοῦ—, τού‐ | |
45 | του δὲ ἀποκενωθέντος, ἀναβλέπει τότε πρῶτον τὸ παιδίον, καὶ ἀπολαμβάνει τὸ ἐπιλεῖπον τοῖν ὀφθαλμοῖν φῶς· ὡς κατὰ μηδὲν ἐπιχωλεύειν τὴν ὄψιν, ἀπελθεῖν δὲ ἄρτιον καὶ ὁλόκληρον, πολὺ τῇ τε πόλει τῷ τε πατρὶ καὶ πάππῳ τὸ θαῦμα παρασχόν, ὧν ὁ μὲν καλεῖται Παρδάμιος, ὁ δὲ Ἀνατόλιος ὁ πάππος, ὁ καὶ ἱερεὺς ὢν | |
2.24(50) | τῆς ἐκκλησίας ἐκείνης. | |
2.25 | Ἐπεὶ δὲ ὀφθαλμῶν ἐμνημονεύσαμεν ὅλως, μηδὲ ἐκεῖνο παρα‐ λείψωμεν, ὃ ἀγχοῦ μὲν τοῦ χρόνου τούτου γεγένηται, πάντες δὲ ἡμεῖς ἴσμεν τὸ γεγονός, οἱ καὶ τοῦ θαύματος καὶ τῆς ἰάσεως ἀπο‐ λαύσαντες. Πανδήμου γὰρ ὀφθαλμίας ἐπιπεσούσης τῇ πόλει | |
5 | ταύτῃ κατὰ τὸ παριππεῦσαν ἔτος καὶ θέρος, ῥεύματος δὲ πολλοῦ τε καὶ δριμέως ἄνωθεν ἐκ τῆς κεφαλῆς ἐποχετευομένου τοῖς ὀ‐ | |
φθαλμοῖς, ὡς μηδὲ τοῖς ἀκεσταῖς τῶν σωμάτων εἶναι χώραν ἔτι τοῦ χρῆσθαι τοῖς ἀλεξητηρίοις τούτοις φαρμάκοις, τοῦ ἐπικατιόν‐ τος ἀεὶ ῥεύματος τὸ ἐμβαλλόμενον ταῖς βλεφαρίσιν ἢ καὶ ἐπα‐ | 352 | |
10 | λειφόμενον ἀποκλύζοντος φάρμακον, ὡς ἐρήμους μὲν εἶναι βοη‐ θείας τοὺς ὀφθαλμούς, ἀπορίας δὲ πολλῆς καὶ ἀμηχανίας μεστοὺς τοὺς ἰατρούς, ὑπὸ τοῦ κακοῦ νικωμένους, ἢ καὶ αὐτοὺς ἤδη καὶ συνεχομένους ὑπὸ τοῦ ἴσου κακοῦ—καὶ γὰρ πάντας ἀφειδῶς ἐπενείματο τὸ δεινόν—, ἀλλ’ ἡ μάρτυς, τὸ τῆς ἀνθρωπίνης φύσεως | |
15 | ἀλεξητήριον, ἐλεήσασα τὸ πολυάνθρωπον οὕτω καὶ ἀπάνθρωπον πάθος, ἀνοίγει μὲν ἐν τῷ αὐτῆς τεμένει τὸ ἰατρεῖον, προσκαλεῖται δὲ κοινῇ πάντας ὡς αὐτήν, ἑνὶ μὲν τῶν πασχόντων τοῦτο νύκτωρ διακελευσαμένη, πᾶσι δὲ δι’ ἐκείνου κηρύξασα, ὥστε τῷ αὐτῆς χρήσασθαι λουτρῷ πάντας τοὺς τῷ πάθει τούτῳ περιπεπτωκό‐ | |
20 | τας. Τοῦτο γὰρ ἦν τὸ ἰατρεῖον, ὃ τῷ μὲν νοσήματι τῆς ὀφθαλμίας πολέμιον ἦν ὡς ἂν καὶ ἄρτι ἀρξαμένης, ἀνακραθὲν δὲ ὅμως τῇ ἐνεργείᾳ τῆς μάρτυρος, ἄκος μέγιστον ὁμοῦ πάσῃ τῇ πόλει γεγέ‐ νηται· ὡς τὴν ἐπέκεινα λεωφόρον μηδὲ ἀρκεῖν τοῖς ἀνιοῦσι μὲν μετ’ οἰμωγῆς καὶ δακρύων, κατιοῦσι δὲ μεθ’ ἡδονῆς καὶ δοξο‐ | |
25 | λογίας· καὶ ἀνιοῦσι μὲν νῦν συμμεμυκόσιν ὀφθαλμοῖς, κατιοῦσι δὲ ἀναπεπταμένοις τοῖς βλεφάροις. Οὔτε γὰρ τῆς πτωχῆς ἐκείνης καὶ πενιχρᾶς κολυμβήθρας ἡ χάρις ἦν, τῆς ἕνα—καὶ μόλις τοῦ‐ τον—σῳζούσης ἄνθρωπον, ἀλλὰ τῆς πλουσίας καὶ ἀφθονωτάτης πηγῆς. Ἀπειρήκει μὲν γὰρ ἅπας ὁ δῆμος συνθέων· ἀπειρήκει δὲ | |
30 | τὰ ταῖς κολυμβήθραις ἐπαντλούμενα νάματα· οὐκ ἐνεδίδου δὲ ἡ τῆς μάρτυρος χάρις, τοὺς μὲν δεχομένη καὶ ἰωμένη καὶ ἀποπέμ‐ πουσα, τοὺς δὲ αὖθις ὑποδεχομένη τε πάλιν καὶ ἰωμένη, καὶ πάντας μεθ’ ὁμοίας ἀποπέμπουσα τῆς θεραπείας· ὡς ἐν τρισὶν ὅλαις ἢ τέτρασιν ἡμέραις εἰς ἄγαν εὐαριθμήτους περιστῆναι τὴν νόσον, | |
35 | ἀπιστίας οἶμαι κἀκείνους ἢ καὶ βίου κακίας ἄλλης ἕνεκεν, δια‐ μαρτεῖν παρασκευαζούσης τῆς κοινῆς βοηθείας, ἢ τάχα ἵνα καὶ μάθοιμεν ὅσον ἦν τὸ κακόν. Οἷς γὰρ ἐπέμεινε, τούτοις καὶ τύ‐ φλωσιν ἐπήγαγεν· ἢ γὰρ καὶ τῶν δύο ἅμα, ἤγουν τὸν ἕτερον τοῖν ὀφθαλμοῖν πάντως ἐξέκοψεν. Οὕτω δεινότατον ἦν τὸ κακὸν καί | |
40 | τι δαιμόνιον ἐπιβούλευμα· ἡττηθὲν δὲ ὅμως τοῦ θαύματος, ὡσεὶ | |
μηδὲ γεγονὸς τὴν ἀρχὴν οὕτως ἀϊστώθη τε καὶ ἐκ ποδῶν γέγονεν. | 354 | |
2.26 | Εἰ δέ τι χρὴ καὶ τῶν παραδοξοτέρων μνημονεῦσαί τε καὶ εἰπεῖν, κἀκεῖνο ἐρῶ. Δαλισανδός ἐστι πόλις, ἢ πόλεως εἴδωλον ἔτι καὶ ὄνομα, ἐν τοῖς ἀφανέσι μὲν καὶ ἀνωνύμοις ἀπερριμμένη, ἔχουσα δέ τι καὶ αὐτὴ περιφανὲς διὰ τὴν μάρτυρα. Τιμῶσα γὰρ | |
5 | αὐτὴν περιφανῶς, τυγχάνει καὶ αὐτὴ παρ’ αὐτῆς περιφανεστέρου θαύματος. Καθ’ ἣν γὰρ τιμᾶται πανήγυριν ἡ παρθένος—λαμπρὰ δὲ αὕτη καὶ περίσημος καὶ πολυάνθρωπός ἐστιν, ὡς ἂν καὶ πολλῶν πανταχόθεν εἰς αὐτὴν συρρεόντων—, εἴ τις φυλάξει κατὰ τὴν ἱερὰν νυκτεγερσίαν αὐτῆς τῆς ἑορτῆς ὑπὲρ τὴν ἀκρώρειαν τοῦ | |
10 | κατ’ αὐτὴν ὄρους ἀνεστηκώς, ὃ πρὸς ἕω μὲν τὰ νῶτα, πρὸς δὲ δύσιν τὴν ὄψιν κέκτηται, γενόμενος δὲ αὐτόθι καὶ ἀγρυπνήσας ὁρᾷ πυρίνῳ ἅρματι ὑψοῦ τοῦ ἀέρος βεβῶσάν τε τὴν παρθένον καὶ διφρηλατοῦσαν, καὶ οἴκοθεν οἴκαδε ἐπειγομένην ἀπὸ τῶν κατὰ Σελεύκειαν ἐπ’ ἐκεῖνο τὸ νυμφευτήριον, ὃ ἀγαπᾷ τε μᾶλλον τῶν | |
15 | ἄλλων μεθ’ ἡμᾶς καὶ περιέπει καὶ τέθηπεν, ὡς ἐν καθαρᾷ τε καὶ ἀμφιδεξίῳ καταγωγῇ κείμενον. Τά τε γὰρ ἐν αὐτῇ δένδρα πολλά τε καὶ ὑψηλὰ καὶ ἀμφιλαφῆ καὶ ἀμφιθαλῆ καὶ καλλίκαρπα, αἵ τε αὖ πηγαὶ πολλαί τε καὶ χαριέσταται, καὶ μάλα ψυχροῦ ὕδατος, ἐξ ἑκάστου φυτοῦ τε καὶ πέτρας, ὡς εἰπεῖν, ἑκάστης ἐκθέουσαί | |
20 | τε καὶ διαρρέουσαι καὶ αὐτὸν περιθέουσαι τὸν νεών, τό τε εὔ‐ πνουν τοῦ τόπου ὡς πολύ τε καὶ λιγυρὸν καὶ ἀγαπητόν, ἥ τε ὑπὲρ κεφαλῆς ᾠδὴ τῶν ὀρνίθων ὡς μάλα θαυμασία τε καὶ κατα‐ θέλξαι ἱκανὴ οὐκ ἀνειμένον μόνον ἤδη καὶ τρυφηλόν, ἀλλὰ γὰρ καὶ κατηφῆ καὶ κατεστεναγμένον ἄνθρωπον, ἥ τε πόα πολλή τε | |
25 | καὶ δαψιλὴς καὶ πολύχρους ἐπικεχυμένη τῇ γῇ, καὶ ἐναναπαύεσθαι παντὶ παρέχουσα, καὶ ἀνδρὶ καὶ γυναικὶ καὶ παιδίοις ἀθύρουσι καὶ βοσκήμασι νεμομένοις, ἔτι μὴν καὶ ἐπιχορεῦσαι βουλομένοις καὶ ἐνσκιρτῆσαι φαιδρότατα, θοινήσασθαί τε προθυμουμένοις καὶ | |
ἐμφαγεῖν θυμηρέστατα, ἤδη δὲ καὶ νοσοῦσι πρὸς ὑγίειαν μόνον | 356 | |
30 | ἀπέχρησεν. Ὡς οὖν καὶ τὴν πανήγυριν ἐποψομένη, καὶ πρὸς οὕτως εὔδαιμον καὶ αὐτῇ μόνῃ πρέπον ἐπειγομένη χωρίον, ἑκά‐ στου ἔτους καὶ κατὰ ταὐτὸ τῶν ὡρῶν τὸ χαριέστατον ἀπαίρει μὲν ἐκ τῆς κορυφῆς ταύτης ἵππους ἐντυναμένη—εἶπεν ἄν τις ποιητικῶς—, καταίρει δὲ εἰς ἐκείνην τὴν κορυφήν, καὶ εἰσδύνει | |
35 | τὸν νεών· καὶ τήν τε πανήγυριν ἐπιτελέσασα, καὶ δωρησαμένη τοῖς συνεληλυθόσιν ἃ δωρεῖσθαι νόμος αὐτῇ, καὶ μικρὰ ἄττα ἐφη‐ σθεῖσα τῷ χώρῳ, ταύτην ἵεται πάλιν. Οὐδ’ ὡς τοῦτον κατα‐ λείψασα τὸν νεών· ἁγίων γὰρ ὀφθαλμὸς οὐκ εἴργεται, οὐ κωλύεται μὴ οὐκ ἐπὶ πάντα φοιτᾶν ἀεί τε καὶ εἰς ὁπόσα καὶ ὁπότε βούλονται | |
40 | χωρία καὶ ἔθνη καὶ ἄστη καὶ πόλεις. Τούτου φασὶ καὶ Ταρσοὺς τὴν μεγάλην πόλιν τυγχάνειν τοῦ θαύματος, τοῦ θεσπεσίου Παύ‐ λου κατὰ τὸν ἴσον τρόπον ἐκ τῆς μεγίστης καὶ βασιλιζούσης πό‐ λεως Ῥώμης ἐπιφοιτῶντος αὐτῇ, καὶ ταύτῃ μάλιστα τὴν αὐτοῦ τιμῶντος καὶ πόλιν καὶ ἑστίαν καὶ πανήγυριν, καὶ αὐτοῖς τοῖς | |
45 | τιμῶσι δεικνύντος ὡς ἄρα ἠρέσθη τῇ πανηγύρει, καὶ δέδεκται τὰς ἱερὰς τιμάς, καὶ ἀντιδέδωκεν αὐταῖς καλλίστας ἀμοιβάς. Τὴν αὐτὴν δὲ ταύτην Δαλισανδὸν πολλάκις καὶ πολιορκίας ἡ αὐτὴ δήπου μάρτυς ἐξήρπασε, τῆς τε ἀκρωρείας ἐκείνης ὑπερφανεῖσα, καὶ πυρὸς οὐρανίου δίκην τὰς τῶν πολεμίων ὄψεις καταστράψασά | |
2.26(50) | τε καὶ καταπλήξασα, καὶ τοῦ πολιορκεῖν ἀποστήσασα. Καὶ εἰσί γε οἱ μεμνημένοι ἔτι τοῦ θαύματος τούτου καὶ ἐπιγαυρούμενοι τῷ διηγήματι. | |
2.27 | Ἐπεὶ δὲ μνήμη πολιορκίας γεγένηται, μηδὲ τοῦ κατὰ Σελη‐ νοῦντα θαύματος ὑπερίδωμεν, ἱκανοῦ καὶ μόνου τεκμηριῶσαι τὴν τῆς μάρτυρος δύναμιν. Αὕτη τοίνυν ἡ Σεληνοῦς ἐστι πόλις μικρὰ μὲν καὶ ἐφάλιος, μεγίστη ποτὲ καὶ εὐδαιμονοῦσα τὸ πρὶν ἐπ’ εἰ‐ | |
5 | ρήνης, ἐπίφθονος δὲ καὶ τότε καὶ νῦν οὖσα ἔτι τοῖς πολεμίοις, ἀδικοῦσα μὲν οὐδέν, ὅτι δὲ ἀδῄωτος ἕστηκεν ἔτι λυποῦσα, καὶ μηδέπω τὴν αὐτῆς κτῆσιν εἰς τὰς ἐκείνων χεῖρας πάλιν μετήντλησε. Ταύτην τοιγαροῦν καὶ θάλαττα μὲν ὑποζώννυσιν, ὥσπερ τις περι‐ εληλαμένη τάφρος ἀχειροποίητος, καὶ κρημνὸς δὲ ὑπερανεστηκώς, | |
10 | καθάπερ τι κράνος κεφαλήν, φυλάττει τε καὶ οὐ ποιεῖ πολεμίοις | |
ἐπίδρομον, ἀδεῶς δὲ παρέχει τοῖς οἰκοῦσιν οἰκεῖν. Ἀλλά γε τὴν οὕτως ἐχυρὰν πάντοθεν καὶ ἀπόρθητον, χαλεποῦ ποτε δαίμονος προσβολὴ τοῖς πολεμίοις παρέδωκε. Προὔδωκε δὲ οὕτως· αἰπό‐ λου γάρ ποτε νέμοντος κατὰ τὴν ἄκραν ἐκείνην καὶ ὑπερανέχουσαν | 358 | |
15 | τῆς πόλεως κορυφήν, αἲξ ἀποπλανηθεῖσα τῶν ἄλλων αἰγῶν, εἰς τὸ τοῦ κρημνοῦ κάταντες ἐφέρετο, μικρᾶς τινος καὶ λεπτῆς καὶ ἀμυδρᾶς ἀτραποῦ, γραμμῆς δὲ μᾶλλον, ἐπιλαβομένη. Ταῖς δὴ αἰξὶ ταύταις οὐ πάνυ τι χαλεπὰ καὶ τὰ λίαν δυσέμβατα ταῦτα καὶ περιερρωγότα τῶν πετρῶν, ἃ καὶ ἠλίβατά φησιν Ὅμηρος. Ὡς | |
20 | οὖν ἡ μὲν ἔφευγεν, ὁ δὲ αἰπόλος ἀτρέμα καὶ μικρὰ βαίνων, ἔστι δὲ οὗ καὶ τοῖς ὄνυξι καὶ ταῖς χερσὶ χρώμενος, ἐπικατέβαινε, τῆς αἰγὸς ὑποφευγούσης τε καὶ ἡγουμένης, καὶ μέχρι τοσούτου, μέ‐ χρις ὅτουπερ εἰς τὸ ὑποκείμενον πεδίον ἥ τε αἲξ ὅ τε αἰπόλος ἀφίκοντο, γίνεται διὰ τοῦ τοιούτου κατάφωρος ἥ ποτε ἄγνωστος | |
25 | καὶ λεπτὴ καὶ ἀφανὴς ἀτραπὸς ἐκείνη πᾶσι τε ἅμα καὶ τοῖς προσ‐ οικοῦσι πολεμίοις. Καὶ ἁλίσκεται μὲν οὕτω τότε ἡ πόλις, περι‐ δεὴς δὲ ἦν καὶ εἰς τὸ μετὰ ταῦτα, μὴ καὶ πάλιν καὶ πολλάκις ἁλῷ ἡ ἐν ὀφθαλμοῖς τε οὖσα τῶν οὕτω χαλεπῶν ἀλιτηρίων, καὶ τῆς ἀ‐ τραποῦ λοιπὸν ἐκείνης ἀνερεθιζούσης τὴν ἐπιθυμίαν καὶ πρὸς ἑαυ‐ | |
30 | τὴν ἐφελκομένης ἀεὶ τοὺς τῶν ἀλλοτρίων ἐρῶντας. Καὶ οἱ μὲν οὕτω διέκειντο, ἐν ὑπονοίᾳ πάντοτε ἁλώσεως ὄντες, ἡ δὲ μάρτυς τὸν οὕτω πολὺν αὐτῶν φόβον διέλυσεν ἐπιφοιτήσασά τινι τῶν αὐτόθι καὶ διακελευσαμένη κατ’ αὐτὸ τό τε ἄκρον καὶ προοίμιον τῆς ἀτραποῦ ἐκείνης τῆς ἄνωθεν ἐρχομένης δείμασθαί τε καὶ ἀνοι‐ | |
35 | κοδομῆσαι οἶκον αὐτῇ, καὶ μηδ’ ὅλως ἔτι ἐν ὑποψίᾳ εἶναι τοῦ κακοῦ, ὡς καὶ μόνης ὄψεως τοῦ νεὼ ἀρκούσης ἀποστρέψαι τοὺς πολεμίους. Καὶ γεγένηταί τε καὶ γίνεται πολλάκις, καὶ ἐν ᾧ δὴ ταῦτα γεγράφηκα καιρῷ ταὐτὸ τοῦτο ἐγένετο. Οἱ μὲν γὰρ τὸ προσταχθὲν ἐποίησαν, ὡς εἶχον τάχους, καὶ ἀνέστησαν τὸν νεών, | |
40 | καὶ τῇ τε ἀτραπῷ καὶ τοῖς πολεμίοις τοῦτον ἐπετείχισαν, οἱ δὲ ἀποπειραθέντες πολλάκις τε ἄλλοτε καὶ νῦν οὔτε ἔλαθον, καὶ μετὰ πολλῆς τῆς αἰσχύνης ὑπενόστησαν. Τοσαύτην ἡ μάρτυς καὶ ἐν τοῖς ἄγαν φοβεροῖς καὶ ἀλάστορσιν ἀνθρώποις ἐπιδείκνυται τὴν ἰσχύν, ἀντὶ τῆς αἰγίδος καὶ τῆς θυσανοέσσης ἀσπίδος καὶ τῶν ἄχρι | |
45 | μύθων φοβερῶν ὅπλων τὸ μικρὸν καὶ εὐτελὲς προβαλλομένη τέ‐ μενος, καὶ δι’ ἐκείνου φάλαγγας ὅλας ἐρινυώδεις ἀποστρέφουσα, καὶ ἀποστρέφοις τε πάντοτε ἐκείνων τε καὶ ἡμῶν, ὦ καλλίνικε | |
καὶ χριστοφόρε παρθένε. | 360 | |
2.28 | Οἷον δὴ καὶ τόδε ἔρεξε θαῦμα, ὅ με μικροῦ παρέπτη καὶ ὑπερέπτη, οὔτε ἑκόντα, ἅτε λήθης κατασχούσης τὸν λογισμόν, τῷ δὲ μήθ’ ἅμα πάντα, μηδὲ παρ’ ἑνὶ πάντα, ἀλλὰ μηδὲ ἀθρόως πάντα εὑρεῖν, κατὰ δὲ τοὺς χρυσωρύχους πολλὴν πρότερον ἀπο‐ | |
5 | σκάπτοντα ὕλην καὶ γῆν, οὕτω κατὰ λόγον ἀναλέγειν τὰ θαύματα ὑπό τε χρόνου συγχωσθέντα καὶ λήθης ἐξίτηλά τε καὶ ἀμυδρά πως γεγονότα, καὶ διαδιδράσκοντα μνήμην καὶ τάξιν καὶ τόπον καὶ τὸ ὅπως ἐγένετο. Ῥητέον δὲ ὅμως ὃ μόλις καὶ πολλῇ σπουδῇ ζητήσας καὶ ἀνιχνεύσας εὗρον, ὃ μάλιστα καὶ ὑπὲρ αὐτῆς ὂν καὶ | |
10 | τοῦ οἰκείου νεὼ ἐτεθήπειν τε καὶ ἐμάστευον, καὶ μόλις ἀνεῦρον. Λέγεται γὰρ ὡς τὸν ναὸν τοῦτον τὸν αὐτῆς οἱ κακῶς ἡμῖν οὗτοι προσοικοῦντες ἀλιτήριοι, καὶ ποτὲ μὲν ἐν πολεμίων μοίρᾳ τὰ τῇδε ληϊζόμενοι, ποτὲ δὲ ἐν δεσποτῶν τάξει καὶ τυράννων πάντα σφε‐ τεριζόμενοι, πάντα διαρπάζοντες, καταδραμόντες δέ ποτε τὸν νεὼν | |
15 | τοῦτον καὶ εἷλον καὶ ἠνδραποδίσαντο, ὡς ζάχρυσόν τε καὶ μυρίῳ ἄλλῳ πλούτῳ κοσμούμενον. Καὶ λαβόντες τὰ ἱερὰ χρήματα, πρὸς τὴν Λαιστρυγονίαν καὶ τὴν αὐτῶν ἠπείγοντο γῆν, ἐπὶ δυσὶ τού‐ τοις ἐπαιρόμενοί τε καὶ γεγηθότες, καὶ ὡς τὴν μάρτυρα νική‐ σαντες, καὶ ὡς πλουτήσαντες ἀθρόον. Ἐνδοῦσα δὲ ἡ παρθένος | |
20 | μικρὸν τοῖς τολμήμασιν, ὥστε καὶ εἰσελθεῖν καὶ περιελεῖν καὶ λαβεῖν τὸν ἱερὸν κόσμον καὶ φορτίσασθαι καὶ ἐξελθεῖν καὶ τρέ‐ χειν, οὕτω παίζει τὴν κατ’ αὐτῶν στρατείαν· καὶ γὰρ κατὰ πολλὴν σπουδὴν ὁρμήσαντας αὐτοὺς καὶ φεύγοντας ἐπὶ τὴν αὐτῶν πάλιν Λαιστρυγονίαν, διακειμένην μὲν ὡς πρὸς ἑσπέραν | |
25 | καθ’ ἡμᾶς τε καὶ τὴν σύμπασαν ἑῴαν γῆν, πολλοῖς δὲ καὶ ἰσονε‐ φέσιν ὄρεσι διειλημμένην, τὸ μάλιστα τῆς ἀπονοίας αὐτῶν κρη‐ σφύγετον, ἀλλοιώσασα αὐτῶν καὶ ὄψεις καὶ γνώμην καὶ ἀντιμετα‐ λαβοῦσα, πρός τε τὴν ἕω καὶ τὸ ὑποκείμενον αὐτῇ πεδίον ἀμο‐ γητὶ καὶ ἀψοφητὶ πάντας ἅμα συνωθήσασα, πρὸς ἕτοιμον σφαγὴν | |
30 | ηὐτρέπισε τοῖς στρατιώταις. Οἳ καὶ μαθόντες τὸ γεγονός, καὶ | |
λύπης καὶ θειασμοῦ πληρωθέντες, καὶ οἷς εἶπον ἐγκαταλβόντες τόποις, ὑπτίοις τε καὶ λίαν ἱππασίμοις, ἡβηδὸν πάντας ἀπέσφαξαν, καὶ μετὰ τοσούτου τοῦ τάχους, ὡς τῆς αὐτῆς ἡμέρας ἀρχὴν καὶ τέλος τὸν πολυανθρώπινον οὕτω φόνον λαβεῖν, καὶ στῆναι τὸ τρό‐ | 362 | |
35 | παιον, καὶ τὸν ἱερὸν εἴτε κόσμον εἴτε πλοῦτον ἀνακομισθῆναι παρ’ αὐτῶν τῶν νενικηκότων τῇ μάρτυρι· οἳ καὶ παιανίζοντες καὶ χορεύοντες καὶ ὑμνοῦντες καὶ τὸν ἐπινίκιον ᾄδοντες, οὕτω τὰ αὐτῆς πάλιν ἀνέθεσαν τῇ μάρτυρι μετὰ τοῦ καὶ θαυμάζειν καὶ καταπεπλῆχθαι, πῶς οὐδ’ ἐν ἀκαρεῖ χρόνῳ τῆς τόλμης τῶν | |
40 | δυσαγῶν ἐκείνων καὶ ἀλαστόρων ἠνέσχετο. Ὧν μηδὲ νῦν ἀνάσχοιο, μηδὲ ἐπὶ πολὺ τὴν καθ’ ἡμῶν τῶν σῶν τροφίμων ὕβριν αὐτῶν καὶ ἀπόνοιαν ἐκταθῆναι συγχωρήσαις. Οὐ γὰρ οἰστὰ ἡμῖν ἔτι οὐδὲ φορητὰ τὰ κακά· πρὸς ἀπώλειαν δὲ καὶ πανωλεθρίαν ἤδη πάντες νενεύκαμεν, καὶ εἰς γόνυ κεκλίκασι μὲν ἐκκλησίαι, κεκλίκασι δὲ | |
45 | πόλεις καὶ ἀγροὶ καὶ κῶμαι καὶ οἶκοι, πάντες δὲ πάντοθεν ὀδύ‐ ρονται, πρὸς μίαν ἔτι ταύτην ἐλπίδα πάντες ἀφορῶντες, τὴν παρὰ σοῦ πρεσβείαν, καὶ τὴν παρὰ τοῦ σοῦ νυμφίου καὶ βασιλέως Χρι‐ στοῦ βοήθειαν. Ὅτι δέ, μεθ’ ἧς ἔχει χάριτος καὶ δυνάμεως εἰς τὸ βοηθεῖν οἷς | |
2.28(50) | ἂν δέῃ βοηθεῖν, οἶδε καὶ τοὺς λυποῦντας ἀντιλυπεῖν, καὶ λυπεῖν οὐ μέτρια, καὶ μάλιστα οὓς ἂν αἴσθηται οὐ μέτρια πλημμε‐ λοῦντας καὶ δυσσεβοῦντας καὶ εἴς τι τῶν αὐτῆς ἐμπαροινοῦντας κειμηλίων, ἤτοι ψυχικῶν ἤτοι καὶ λειτουργικῶν, οὐ μικρὰ μὲν ἀπόδειξις καὶ τὰ ἄρτι ῥηθέντα· ὅπως ἐπέστησαν οἱ πολέμιοι, καὶ | |
55 | ὅπως ἀπήλλαξαν, μηδὲ τὸν ἐροῦντα ἢ μηνύσοντα τοῖς οἰκείοις τὸ πάθος καταλεῖψαι συγχωρηθέντες. Ἐπισταμένη γὰρ εὖ ποιεῖν ἡ μάρτυς τοὺς εὖ τι δρῶντας κατὰ τὸν βίον, ἐπίσταται καὶ κολάζειν τοὺς ἀσεβεῖς καὶ ἀνόσια τολμῶντας, τὸ τοῦ Χριστοῦ βασιλέως, οἶμαι, μιμουμένη, παρ’ οὗ πολλά τε φιλανθρωπίας ἔργα καὶ | |
60 | ὀργῆς τεκμήρια εἰς ἀνθρώπους πάλαι τε γεγένηται, καὶ νῦν ἔστιν εὑρεῖν ἔτι γινόμενα· καὶ φιλανθρωπίας μὲν τὴν Νινευὴ πόλιν ὅλην καὶ πολυάνθρωπον ἐξ ὀλίγων δακρύων μετανοίας σωθεῖσάν | |
τε καὶ ὑψωθεῖσαν, ὀργῆς δ’ αὖ πάλιν τὰς Σοδομιτῶν καὶ Γομορρη‐ τῶν πόλεις, ὅλον ἔθνος, πανωλεθρίᾳ καταδικασθὲν δι’ ἀνουθέτητον | 364 | |
65 | καὶ ἀμετάβλητον πονηρίαν. Κἀκεῖνα μὲν οὖν, ἅπερ ἔφην, ἱκανὰ τεκμήρια τῆς μάρτυρος, καὶ ἐφ’ ἕτερα δὲ βαδιστέον, ἀφ’ ὧν ἔστι μάλιστα καὶ ὀργιζομένην ἰδεῖν, καὶ τοῖς πταίσμασιν ἤτοι τολμή‐ μασιν ἀντιπαραμετροῦσαν τὰς τιμωρίας, καὶ οὕτως ἢ σωφρονί‐ ζουσαν καὶ διορθουμένην, ἢ καὶ τέλεον ἀναρπάζουσάν τε τοῦ βίου | |
70 | καὶ τιμωρουμένην λοιπόν, ἐφ’ ὧν ἀνουθέτητόν τε μάλιστα καὶ ἀσωφρόνιστον γεγένηται τὸ κακόν. Καί, εἰ δοκεῖ, φέρε τοῦ καθ’ ἡμᾶς τέως γεγονότος μνημονεύσωμεν θαύματος, ἵνα μοι καὶ πρὸς λόγον ἡ μαρτυρία γένηται, καὶ πλησίον ὦσιν οἱ ἀναβησόμενοί τε καὶ μαρτυρήσοντες. Οὗτοι δέ εἰσιν, οὐ τρεῖς, οὐδὲ τέσσαρες— | |
75 | στενός τις καὶ ὕποπτος ἀριθμός—, ἀλλ’ ὅλαι πόλεις καὶ ὅλοι δῆμοι, καὶ οἱ μέχρι τε ἡμῶν ἀπὸ τῆς Ἑῴας παραγινόμενοι, καὶ αὖ πάλιν οἱ ἀφ’ ἡμῶν καὶ μέχρι τῆς Ἀσίας ἐκτεινόμενοι. Καὶ γὰρ διὰ πάντων τὸ θαῦμα δεδράμηκε, καὶ ἡ ἐπὶ τῷ θαύματι γεγο‐ νυῖα φρίκη τε καὶ ἔκπληξις. | |
2.29 | Ἦν τοιγαροῦν Μαριανός τις Ταρσῶν τῶν κατὰ τὴν Κιλικίαν ταύτην ἐπίσκοπος, πόλεως ἐπί τε κάλλει καὶ μεγέθει καὶ οἷς ἂν ἁπλῶς πόλις λαμπρὰ καὶ εὐδαίμων γνωρισθείη πᾶσιν ἐπιγαυρου‐ μένης, καὶ τῷ πρώτην μάλιστα τῆς Ἑῴας ἀνίσχειν καὶ πρώτην | |
5 | πάλιν προσβάλλειν τοῖς ἐξ ὁποιασοῦν γῆς ὁρμωμένοις πρὸς τὴν Ἑῴαν, τὸ δὴ μέγιστον καὶ περιφανέστερον τῷ πόλιν εἶναι μάλιστα τοῦ μεγίστου καὶ θεσπεσίου ἀποστόλου Παύλου. Οὗτος τοίνυν ὁ Μαριανός, φύσει τε ὢν εὐχερὴς καὶ εὐπαρόξυντος, διε‐ νεχθεὶς δὲ καὶ πρὸς τὸν Δεξιανόν, καὶ αὐτὸν ὄντα τότε τῆς Σε‐ | |
10 | λευκείας ταύτης ἐπίσκοπον, ἄλλως μὲν ἀμύνασθαι οὐκ ἴσχυσεν— οὔτε γὰρ Μαριανῷ τοσοῦτο ἦν τὸ δύνασθαι, ὥστε τοσούτου κρα‐ | |
τῆσαι ἀνδρός, οὔτε μὴν Δεξιανοῦ τὸ εἶξαι ἀνδρὶ μὴ μάλα ἐρρω‐ μένῳ μηδὲ φρενήρει—, διὰ δὲ τῆς εἰς τὴν μάρτυρα παροινίας καὶ ὕβρεως αὐτὸν ἀμύνασθαι λοιπὸν ἐπειρᾶτο. Ὃ καὶ αὐτὸ μὲν | 366 | |
15 | τεκμήριον μέγιστον τῆς τοῦ ἀνδρὸς ἠλιθιότητος, τὸ οὕτω δει‐ νοῖς καὶ ἀδυνάτοις ἐπιχειρῆσαι πράγμασιν· ἐπειράθη δ’ οὖν ὅμως. Καὶ γὰρ ἐνστάσης τῆς παρθενικῆς ἑορτῆς, καθ’ ἣν πᾶς τις, μάλι‐ στα Κιλίκων, ἔθει καὶ θεῖ δ’ ἔτι πρὸς ἡμᾶς, καὶ μέχρις ἂν ὦσιν ἄνθρωποι, ἐπὶ τιμῇ μὲν τῆς μάρτυρος, ὠφελείᾳ δὲ τῆς ἑαυτοῦ | |
20 | ψυχῆς ἕκαστος, ὡς στενοχωρεῖσθαι μὲν τὴν γῆν, στενοχωρεῖσθαι δὲ τὴν θάλασσαν, κατὰ δήμους, κατὰ οἴκους, κατὰ γένη πάντων ἐνταυθοῖ συρρεόντων, οὗτος, διαναστὰς κατὰ τὴν οἰκείαν αὐτοῦ ἐκκλησίαν, ἀπαγορεύει πᾶσι καὶ ἀποκηρύττει τὴν ὡς ἡμᾶς τε καὶ τὴν μάρτυρα ἄφιξιν. Καὶ τοῦτο ἦν ἡ μεγίστη ἀπειλὴ καὶ ἄμυνα | |
25 | κατὰ τοῦ Δεξιανοῦ, τὸ καὶ τῆς ἑορτῆς τὸν συνήθη κόσμον περιε‐ λεῖν, καὶ τῶν ἐπὶ τῇ ἑορτῇ τῆς μάρτυρος συντρεχόντων ἀνθρώπων ἀποσυλῆσαι τὴν παρὰ τῆς μάρτυρος εὐλογίαν. Ἀλλ’ οὐκ ἔφθη τοῦτο ποιήσας καὶ δίκην ἔδωκε τῆς ἀνοίας, εἴτ’ οὖν ἀπονοίας. Οὔτε γὰρ εἰς πέμπτην ἢ ἕκτην ἡμέραν ὁ Καπανεὺς οὗτος ἐπεβίω | |
30 | τῇ θρασύτητι ταύτῃ. Τὸ δὲ καὶ ὅθεν τοῦτο γέγονε δῆλον ὡς κατ’ ὀργήν τε καὶ μῆνιν ἀνηρπάσθη τῆς μάρτυρος, καλὸν δὲ τοῦτο εἰς μέσον εἰπεῖν. Κάστωρ τις, ἀνὴρ βέλτιος, ἐκ μὲν τῆς Λυκαο‐ νίας τὸ γένος ἕλκων, τὴν δὲ Σελεύκειαν ταύτην οἰκῶν, καὶ τὴν ἐπάρχοις ὑπηρετουμένην διέπων στρατείαν, οὗτος κατ’ αὐτὴν τὴν | |
35 | τῆς πανηγύρεως νυκτεγερσίαν ὄψιν ὁρᾷ τοιαύτην· τὴν παρθένον αὐτὴν μετὰ ἀγριωτέρου καὶ σχήματος καὶ βλέμματος καὶ βαδί‐ σματος ἀνὰ τὴν πόλιν ἅπασαν περιθέουσαν, καὶ τὰς χεῖρας συχνό‐ τερον ἀποκροτοῦσαν, καὶ τὸν Μαριανὸν καὶ τὴν ὕβριν ἀναβοῶσαν, καὶ τὸ ἤδη λήψεσθαι δίκην ἐπαπειλοῦσαν. Τὸ δὲ ἦν ὕπαρ λοιπόν, | |
40 | οὐκ ὄναρ ἔτι. Τῇ γὰρ ὄψει ταύτῃ εὐθὺς καὶ ὁ ἐκείνου θάνατος ἐπηκολούθησεν· ὡς συμβῆναι κατὰ ταὐτὸν ἄμφω, καὶ τὸν Κά‐ στορα διηγεῖσθαι τὴν ὄψιν, καί τινας ἑτέρους τὸν Μαριανοῦ θάνα‐ τον ἀπαγγέλλειν· ὡς καὶ πᾶσιν ἅμα πολλὴν ἐγγενέσθαι φρίκην, καὶ οὐχ οὕτως ἀπὸ τοῦ πράγματος, ὅσον ἀπὸ τοῦ τάχους. Καὶ | |
45 | τοῦτο μὲν ὧδέ τε ἔσχεν καὶ ὧδε ἐτελεύτησε. Καὶ ἑτέρου δέ, οὐ μάλα τι χείρονος, πεύσεσθε θαύματος, δι’ ὀργῆς μὲν ἐπιτελεσθέντος | |
καὶ τούτου, οὐ μέχρι δὲ θανάτου τὴν ποινὴν ἐσχηκότος. | 368 | |
2.30 | Τῶν γάρ τις ἀμφὶ τὰ ἀρχεῖα ταῦτα ῥητόρων—Εὐσέβιος δὲ ἦν ἐκεῖνος, οὗ πολὺ κλέος ἔτι καὶ νῦν ἐστιν ἐπί τε εὐγενείᾳ καὶ εὐμουσίᾳ καὶ ἡμερότητι τρόπων καὶ τῷ λίαν εἶναι πιστός—, οὗτος τοίνυν Ὑπερέχιον τὸν πάνυ ζῶντά τε ἄγαν ἐφίλει καὶ περὶ | |
5 | πολλοῦ ἐποιεῖτο—καὶ γὰρ ἐκ μιᾶς πόλεως ὥρμηντο τῆς Δαμαλίδος τε καὶ Σάνδα τοῦ Ἡρακλέως τοῦ Ἀμφιτρύωνος, τοῦτο δὲ καὶ ὡς ἄνδρα δεξιόν τε καὶ πᾶσαν ἀρετὴν ἄκρον—, καὶ τεθνεῶτα κατὰ ταύτην τὴν Σελεύκου πόλιν ὑπερτιμῆσαι, κἀν τοῖς κατὰ τὴν ὁσίαν ταύτην, ἐβούλετο. Μείζονα δὲ καὶ περιφανεστέραν ἄλλην οὐχ | |
10 | ἡγεῖτο ταύτης τιμήν, ἢ τὸ κηδεῦσαι καὶ θάψαι τοῦτον ἐν τῷ τῆς μάρτυρος νεῴ. Καὶ δὴ δεῖται περὶ τούτου τοῦ μεγίστου καὶ θειο‐ τάτου ἀνδρός, τοῦ Μαξίμου λέγω τοῦ καὶ τηνικαῦτα τῆς ἐκκλησίας ταύτης προεδρεύοντος, ἐφεῖναί οἱ θάψαι τὸν Ὑπερέχιον ἔνδον τοῦ νεὼ τῆς μάρτυρος ἐν δεξιᾷ τε καὶ τῇ κατὰ μεσημβρίαν στοᾷ. Τοῦ | |
15 | δὲ θαυμαστοῦ Μαξίμου καὶ δυσωπηθέντος τὸν ἄνδρα καὶ ἐπιτρέ‐ ψαντος, εἰσελθόντες οἷς τοῦτο ἐν σπουδῇ τὸ ποιεῖν τάφους, ἔργου | |
τε ἥπτοντο καὶ λαξεύειν ἤρξαντο τοὔδαφος. Καί πως ἀθρόως ἐπέστη τούτοις ἡ μάρτυς ἐπιτιμῶσα, ἐγκαλοῦσα τόλμης αὐτοῖς, ἐκ‐ πληττομένη καὶ ὑποχωρεῖν ἤδη παρακελευομένη. Οἱ δὲ τὴν μὲν | 370 | |
20 | ἀρχὴν ἥτις καὶ ἦν ἠγνόησαν—οὐδὲ γὰρ ἦν ἐκείνων τὸ οὕτω παρά‐ δοξον καὶ δυστέκμαρτον πρᾶγμα καταλαβεῖν—, ὑπεχώρησαν δ’ οὖν ὅμως· ὡς δὲ καὶ μικρὸν ἐνδόντες καὶ αὖθις ἐπεχείρησαν, παρέστη καὶ ἡ μάρτυς αὖθις αὐτοῖς, ἐμβριθέστερον δὲ καὶ ὀργιλώτερον εἰς αὐτοὺς ἀπιδοῦσα λοιπόν, καὶ οἷα τῶν ἄγαν χαλεπαινόντων ἐστίν, | |
25 | ἄπνους μὲν αὐτοὺς παραχρῆμα ἐποίησεν, ὡς μηδὲν μεῖναι τῶν μελῶν ἄτρομον ἢ ἀκλόνητον—φοβερὰ γὰρ ἡ μάρτυς, οὐ κινοῦσα μόνον τὴν ἰσχύν, ἀλλὰ γὰρ καὶ βλέπουσα ἀτενὲς πρὸς οὓς ἂν καὶ δεηθείη τοιούτου βλέμματος—, μικροῦ δ’ ἂν καὶ τῆς ζωῆς αὐτοὺς ἀπέρρηξεν, ὡς καὶ ἑτέρων λοιπὸν εἰς τὸ ταφῆναι δεηθῆναι χει‐ | |
30 | ρῶν, εἰ μὴ αἰδοῖ τοῦ Μαξίμου τούτων μὲν ἐφείσατο. Αὐτῷ δὲ τῷ Μαξίμῳ καὶ μάλα ὀνειδιστικώτερον νύκτωρ ἐπιστᾶσα παρῄνεσε μὴ οὕτω τοῦ νεὼ καταφρονητικῶς ἔχειν, ὡς τὴν τῶν πολυανδρίων καὶ τάφων δυσωδίαν εἰς αὐτὸν μεταφέρειν. Μήτε γὰρ εἶναί τι κοινὸν τάφοις καὶ εὐκτηρίοις οἴκοις, πλὴν εἰ μή τις ἄρα καὶ νε‐ | |
35 | κρὸς γεγονὼς μὴ εἴη νεκρός, ἀλλὰ ζῇ τε τῷ Θεῷ καὶ ἄξιος ᾖ τοῦ καὶ μάρτυσιν συνοικεῖν καὶ ὁμοστεγεῖν, ὡς Συμπόσιος ἐκεῖνος ὁ θεσπέσιος, ὡς Σάμος ἐκεῖνος ὁ θεῖος ἀνήρ, ὡς εἴ τις ἄλλος παρα‐ πλήσιος ἐκείνοις. | |
2.31 | Ἐν ᾧ δὲ καιρῷ τὴν περὶ τοῦ θαύματος τούτου ἐποιούμην γρα‐ φήν—οὐδὲ γὰρ τὸ τότε μοι παρὰ τῆς μάρτυρος ὑπάρξαν σιω‐ πῆσαι καλόν—, συμβαίνει τι καὶ τοιοῦτο. Ὀλιγώρως μὲν γὰρ εἶχον ἤδη περὶ τοῦ συλλέγειν καὶ γράφειν αὐτὰ ταῦτα, ὁμολογῶ, | |
5 | καὶ ῥᾳθύμως ἡπτόμην λοιπὸν καὶ δέλτου καὶ γραφίδος, ὡς ἂν καὶ ἀπειρηκὼς λοιπὸν περὶ τὴν τῶν θαυμάτων τούτων ἔρευνάν τε καὶ συλλογήν. Οὕτω δὲ ἔχοντί μοι καὶ χασμιῶντι λοιπὸν ἔδοξεν ἡ μάρτυς πλησίον ἐν ὄψει μου παρακαθέζεσθαι, οὗπερ καὶ ἔθος ἦν μοι τὴν πρὸς τὰ βιβλία ποιεῖσθαι συνουσίαν, καὶ ἀφαιρεῖσθαί μου | |
10 | τῆς χειρὸς τὴν τετράδα, ἐν ᾗπερ καὶ ταῦτα ἐκ τῆς δέλτου μετε‐ | |
γραφόμην. Καὶ δὴ καὶ ἀναγινώσκειν ἐδόκει μοι καὶ ἐφήδεσθαι καὶ μειδιᾶν, καὶ ἐνδείκνυσθαί μοι τῷ βλέμματι ὡς ἀρέσκοι τότε τοῖς γραφομένοις, καὶ ὡς δέοι με ἀναπληρῶσαι τὸν πόνον τοῦτον καὶ μὴ ἀτέλεστον καταλιπεῖν, μέχρις ἂν ἐξῇ μάλιστα, ἃ ἕκαστος | 372 | |
15 | οἶδε καὶ ἅπερ σὺν ἀκριβείᾳ δυνατόν, παρ’ ἑκάστου μανθάνειν· ὥστε με μετὰ τὴν ὄψιν ταύτην δέους τε πληρωθῆναι καὶ προθυμίας ὑπο‐ πλησθῆναι καὶ ἅψασθαι πάλιν δέλτου καὶ γραφίδος, καὶ τοῦτο ποιεῖν μέχρι περ ἂν αὐτὴ κελεύῃ. | |
2.32 | Παραπλησίας δὲ καὶ οἵας εἶπον ὀργῆς καὶ ἐπιτιμήσεως καὶ ὁ Δεξιανὸς ἐπειράθη ποτέ· ἐπειράθη δὲ ἐπὶ πλημμελήματι οὐ τοι‐ ούτῳ μέν, λυπήσαντι δὲ ἄγαν τὴν μάρτυρα. Καὶ γὰρ ἐνθένδε ποθέν, ὡς οἶμαι, καὶ ἀπελείπομεν τὸν λόγον. Τῶν προσοίκων | |
5 | καὶ συνοίκων τούτων ἀλιτηρίων ποτὲ τὰ τῇδε πάντα καταθεόντων τε καὶ ληϊζομένων, καὶ Μυσῶν λείαν ποιουμένων τὰ πράγματα, ὡς καὶ πόλεις ἀνδραποδίζεσθαι, καὶ κώμας παρασύρεσθαι, καὶ ἀγροὺς καὶ οἴκους ἐπικλύζεσθαι, καὶ μηδὲν εἶναι τὸ διαφεῦγον τὴν ἐκείνων ἐπιδρομὴν καὶ ὁρμὴν καὶ λύτταν, εὐλαβηθεὶς ὁ Δεξιανός, | |
10 | οἷάπερ ἄνθρωπος—ἔτι γὰρ τῶν παρέδρων τότε φυλάκων ἦν—, μήπως τὸ φρούριον ὃ περίκειται τῷ νεῲ ὑπὸ τοῖς πολεμίοις γένηται καὶ αὐτὸς ὁ νεὼς ὡς πολλῶν χρημάτων μεστός, πάντα τὸν ἐν χρυ‐ σῷ καὶ ἀργύρῳ κόσμον περιελών, μετακομίζει τοῦτον ἐν τῇ πόλει, ὡς ἐν ἀσφαλεστέρῳ τε καὶ πολυανθρώπῳ μᾶλλον χωρίῳ, ὥς γε | |
15 | τὸ εἰκὸς φυλαττομένῳ. Καὶ ὁ μὲν τοῦτο ποιήσας ἐδόκει τι καὶ ἀσφαλὲς καὶ τῷ καιρῷ πρέπον πεποιηκέναι. Οὔπω δὲ οὐδεμιᾶς διαγενομένης ἡμέρας, νυκτὸς ἐκείνης ἐπιλαβούσης, θορύβου τε πλήρης ἦν ὁ νεὼς καὶ ταραχῆς καὶ βοῆς, τῆς μάρτυρος ἄνω τε καὶ κάτω διαθεούσης, καὶ καταφρονεῖσθαι παρὰ τοῦ Δεξιανοῦ λεγού‐ | |
20 | σης, ὡς ἀσθενοῦς, ὡς ἀγεννοῦς, ὡς μηδὲ τῷ νεῲ μηδὲ τοῖς κατὰ τὸν νεὼν βοηθῆσαι δυναμένης· «Φθάσας γὰρ ὁ χριστιανός, ὁ ἱερεύς, ὁ ἐμὸς πάρεδρος, τὰ τῶν πολεμίων εἰς ἐμὲ διεπράξατο, καί με ἀπεκόσμησε καὶ ἀπεσύλησεν, ὃ μηδ’ ἄν τις τῶν πολεμίων | |
ἐτόλμησε». Ταῦτα τῶν ἔνδον τινὲς τότε καθευδουσῶν παρθένων | 374 | |
25 | καὶ μαθοῦσαι, καὶ παρ’ αὐτῆς τῆς μάρτυρος ἀκούσασαι ὕπαρ, μι‐ κροῦ μὲν καὶ τῶν φρενῶν ἐξέπεσον ὑπὸ τοῦ δείματος, μήτε δὲ τῆς ἡμέρας ἀναμείνασαι τὸ προοίμιον, ἀπελθοῦσαι πάντα τῷ Δεξιανῷ καὶ ἀπήγγειλαν καὶ διηγήσαντο, ὡρακιῶσαί τε καὶ ἀλλοχρο‐ οῦσαι καὶ τρέμουσαι καὶ τὴν καρδίαν πάλλουσαι· ὡς τὸν Δεξιανὸν | |
30 | μηδὲ ὅσον ἀναβαλλόμενον ἀνασκευάσαι πάλιν ἐκ τῆς πόλεως εἰς τὸν νεὼν τόν τε κόσμον, τά τε ἱερὰ καὶ λειτουργικὰ σκεύη, καὶ οὕτω μόλις ἐκμειλίξασθαί τε καὶ παῦσαι τῆς ὀργῆς ταύτης τὴν μάρτυρα. Καὶ ὅσα μὲν ἡμερωτέρας τετύχηκε δίκης, τοιαῦτά τε καὶ τοσαῦτα, ὅσα γε εἰς ἡμᾶς ἦλθεν, ὡς τά γε λαθόντα ἄπειρά τε | |
35 | καὶ οὐκ ἀριθμητά. Ἃ δὲ ἐμβριθεστέρας τε λοιπὸν καὶ αὐστηρο‐ τέρας ἔλαχε τιμωρίας ἤδη λεκτέον. | |
2.33 | Ἦν ἡ τῆς μάρτυρος αὐτῆς ἑορτή, καὶ ἡ τελευταία τῆς ἑορτῆς ἡμέρα, ἣν δὴ καὶ ἀπόλυσιν καλεῖν ἡμῖν ἔθος, ὡς ἂν καὶ πέρας ἐχούσης λοιπὸν τῆς ἑορτῆς. Ἐν ταύτῃ πᾶς τις ἐπείγεται καὶ ἀστὸς καὶ ξένος, καὶ ἀνὴρ καὶ γυνὴ καὶ παιδίον, καὶ ἄρχων καὶ | |
5 | ἀρχόμενος, καὶ στρατηγὸς καὶ στρατιώτης, καὶ δημαγωγὸς καὶ ἰδιώτης, καὶ νέος καὶ πρεσβύτης, καὶ ναυτίλος καὶ γεωργός, καὶ πᾶς τις ἁπλῶς πρόθυμος συλλεγῆναι σπουδαιότερον, καὶ Θεῷ τε προσεύξασθαι, καὶ ἱκετεῦσαι τὴν παρθένον, καὶ τυχὼν τῶν θείων μυστηρίων ἀπελθεῖν ἡγιασμένος καὶ ὥσπερ τις νεοτελὴς ἀνακαι‐ | |
10 | νισθεὶς καὶ σῶμα καὶ ψυχήν. Μετὰ δὲ τῆς πληθύος ἐκείνης καί τινες ἤστην δύο ἐκ τῆς καθ’ ἡμᾶς ταύτης Εἰρηνουπόλεως ὁρμη‐ θέντες. Οὗτοι τοίνυν, τῆς ἑορτῆς καὶ συνάξεως διαλυθείσης, εἱ‐ στιῶντό τε μετ’ ἀλλήλων καὶ ἑτέρων δὲ πλειόνων καί, οἷάπερ εἰκός, ἕκαστός τι τῶν κατὰ τὴν ἑορτὴν ἐθαύμαζεν· ὁ μὲν τὸ λαμ‐ | |
15 | πρὸν αὐτῆς καὶ φαιδρόν, ὁ δὲ τῶν συνεληλυθότων τὸ μυρίον πλῆ‐ | |
θος, ὁ δὲ τῶν ἀρχιερέων τὸν πολὺν σύλλογον, ὁ δὲ τῶν διδασκάλων τὸ εὔμουσον, ὁ δὲ τῆς ψαλμῳδίας τὸ εὔηχον, ὁ δὲ τῆς νυκτεγερσίας τὸ διαρκές, ὁ δὲ τῆς λοιπῆς λειτουργίας τὸ τεταγμένον καὶ εὔ‐ ρυθμον, ὁ δὲ τῶν εὐχομένων τὸ ἔντονον, ὁ δὲ καὶ τοῦ ὄχλου τὸν | 376 | |
20 | ὠθισμόν, ὁ δὲ καὶ τοῦ πνίγους τὴν ὑπερβολήν, ὁ δὲ καὶ τῶν ἐπὶ τῆς φρικτῆς μυσταγωγίας τὴν ἔνστασιν ἅμα καὶ σύστασιν τῶν ἄρτι προσιόντων, τῶν ἤδη ἀπιόντων, τῶν ἐπεισιόντων πάλιν, τῶν ὑποχωρούντων αὖθις, τῶν βοώντων, τῶν φιλονεικούντων, τῶν ἀλ‐ λήλοις ἐμπλεκομένων καὶ μὴ εἰκόντων ἀλλήλοις διὰ τὸ πρῶτός | |
25 | τις μάλιστα βούλεσθαι μετασχεῖν τῶν ἁγιασμάτων. Ἐν τούτοις δὲ ὑπολαβὼν καὶ τοῖν δυοῖν ὁ ἕτερος, ᾧ καὶ ὄνομα ἦν Ὀρεντίων· «Ἕκαστος μέν, φησίν, ὑμῶν ὃ βούλεται θαυμαζέτω τῆς ἑορτῆς· ἐγὼ δὲ οἶμαι ὡς θαυμασιωτέρου πάντων καὶ ἡδίονος ἀπολέλαυκα θαύ‐ ματος καὶ θεάματος· καὶ γὰρ ἐθεασάμην γύναιον, ἀπό τινος τῶν | |
30 | κατὰ τὸν νεὼν στοῶν διακύπτων, οὕτω κάλλιστον, οὕτως εὐ‐ πρεπὲς ἢ καὶ ἀριπρεπὲς καὶ χαρίτων μεστόν, ὡς πάντα τὸν τῆς συνάξεως καιρὸν τῷ ἐκείνης θαυμασίῳ κάλλει προσδεδέσθαι τε καὶ προσηλῶσθαι τὰ ἐμὰ ὄμματα, ὡς καὶ τοῦτο μόνον εὔξασθαί με τῇ μάρτυρι, τοῦ ἐκείνης ἐπιτυχεῖν κάλλους, ἑτέρου δὲ μηδενός.» | |
35 | Καὶ οἱ μὲν παρὰ τὴν ἑστίαν λόγοι τοσοῦτοί τε καὶ τοιοῦτοί τινες ἦσαν. Νυκτὸς δὲ ἐπιγενομένης ἐκαθεύδησαν μὲν πάντες, ὁ δὲ Ὀρεντίων ἐκ τῶν μεθημερινῶν φροντισμάτων οὐδὲ καθεύδων τῶν ἴσων ἀπελείφθη φαντασμάτων. Καὶ γὰρ ἔδοξεν, ὡς αὐτὸς ἐκεῖνος τοῖς παροῦσι διηγεῖτο, ὁρᾶν ἐν ὄψει τὴν μάρτυρα ἐν τῷ αὐτῆς μὲν | |
40 | καθεζομένην νεῲ ἐφ’ ὑψηλοῦ τινος καὶ χρυσηλάτου καὶ ἐπηρμένου θρόνου, διανέμειν δὲ ἑκάστῳ τῶν συνεληλυθότων κατὰ τὴν πανή‐ γυριν τὰ ὑπὲρ αὐτῆς τῆς πανηγύρεως δῶρα λαμπρά τε καὶ πολλὰ καὶ αὐτῆς τῆς παρεχούσης ἄξια· «Τελευταῖον δέ, φησί, καὶ πρὸς ἐμὲ αὐτὴν ἀποβλέψασαν εἰπεῖν· ‘Σὺ δὲ τί βούλει, φησίν, ὦ τάν, | |
45 | τῶν δώρων τούτων λαβεῖν; ἢ βούλει τοῦ γυναίου ἐκείνου οὗπερ καὶ ἐρασθεὶς ἐκτόπως ηὔξω μοι τυχεῖν; τοιγαροῦν λαβὼν ἄπιθι, καὶ ἔχε, καὶ ἀπόλαυε τοῦ δώρου.‘ Καὶ ἐγώ, φησίν, ὑπερησθεὶς καὶ λαβὼν τὸ δῶρον ἀπῆλθον. Καὶ γὰρ καὶ τὸ γύναιον, μετὰ τῶν ἄλλων ὧν διένειμεν, ἑστὸς ἔτυχε.» Καὶ ἡ μὲν ὄψις καὶ ἡ διήγησις | |
2.33(50) | εἰς τοῦτο ἐτελεύτησεν. Ὥρας δὲ μιᾶς καὶ ὅσον διαγενομένης, ἐπι‐ πηδᾷ τις δαίμων αὐτῷ λυσσητὴρ καὶ ἄγριος, καὶ καταρρήγνυσι | |
μὲν αὐτὸν καὶ διεσπάραττε, κατὰ δὲ τὸν τῶν Περσῶν νόμον δείρας αὐτὸν τῆς δορᾶς γυμνὸν ἐποίησε, καὶ σκωλήκων τε εὐθὺς καὶ ἰχῶ‐ ρος ἐπλήρωσεν· ὡς τοὺς παρεστῶτας πλησίον πάντας ἄπνους τε | 378 | |
55 | καὶ ἀναύδους γενέσθαι ὑπὸ τοῦ συμβεβηκότος οὕτως ἀθρόως κα‐ κοῦ, μικροῦ δὲ καὶ ἀπολέσθαι. Τοσοῦτον ἦν ἐν ὀφθαλμοῖς τὸ κακόν, καὶ τοῦτο ἦν ἄρα ἡ γυνή, ἡ κακῶς μὲν καὶ ἀνοσίως ὀφθεῖσα παρ’ αὐτοῦ, κάκιον δὲ συμπλακεῖσα, τελευταῖον δὲ καὶ διαφθεί‐ ρασα τὸν τρισάθλιον. Καὶ γὰρ οὐδὲ εἰς τρίτην ἡμέραν διαρκέσας, | |
60 | ἀνῃρέθη παρὰ τοῦ δαίμονος, καὶ τίνει ταύτην δίκην ἀκολάστου τε βλέμματος καὶ τῆς εἰς τὴν παρθένον ὕβρεως καὶ παροινίας. Ὡς ἀγνοηθῆναι μὲν τὸ δρᾶμα παρ’ οὐδενός—τραγικῆς γὰρ ἀλη‐ θῶς ἄξιον γλώττης—, μέχρι δὲ καὶ νῦν ἀντ’ ὀνείδους καὶ στί‐ γματος τοῖς ἐξ ἐκείνου τὸ ἐκείνου γεγενῆσθαι πάθος. Ἀλλ’ ἐμὲ | |
65 | μὲν τοῦτο ἱκανῶς διεπτόησε καὶ εἰς πολὺ δέος κατέστησεν, ὡς καὶ τρεμούσῃ τῇ χειρὶ μόλις ἀποσημῆναι τὸ φοβερὸν τοῦτο θαῦμα. | |
2.34 | Πρόσεισι δέ μοι καὶ ἕτερον, οὐ πολὺ μὲν τοῦ προτέρου ἀπο‐ λειπόμενον, οἶμαι δὲ ὡς καὶ φοβερώτερον, δεόμενον δὲ ὅμως καὶ αὐτὸ τοῖς θαύμασιν ἐγγραφῆναι, ὥστε τοῖς ἐντυγχάνουσι τῷ βι‐ βλίῳ τούτῳ σωφροσύνης εἶναι παράγγελμα, καὶ πείθειν τοὺς ὀ‐ | |
5 | φθαλμοὺς μὴ ἀνόσια βλέπειν, μηδὲ βέβηλα, μηδὲ τῶν τῆς μάρτυρος ὀμμάτων ἀνάξια. Διὸ μάλιστα καὶ πεισθείς—καὶ γὰρ εὔλογά μοι προσίσχετο—, πρὸς τὸ καὶ τοῦτο διηγήσασθαι τὸ θαῦμα πάλιν ἠπείχθην. Ἥκοντες γὰρ ἅμα δύο ἐκ ταύτης τῆς πόλεως, καὶ ἅμα πάλιν ἀνελθόντες εἰς τὸν νεών, οὐχ ὑπὲρ εὐχῆς ἀλλ’ ὑπὲρ | |
10 | τρυφῆς, ἅμα πάλιν περιπίπτουσι τῷ κακῷ. Καὶ γὰρ ἀδίκως πο‐ θὲν χρυσίον ἀποκερδάναντες—οἶμαι δὲ καὶ ὡς ἀπὸ τῶν τῷ βασιλεῖ καταβαλλομένων ὑφ’ ὧν καὶ καταβάλλεσθαι νόμος—, ἀδικώτερον κατεχρῶντο τῷ κακῷ τούτῳ λήμματι, κραιπαλῶντες, μεθύοντες, πάντα τρόπον κατεξωλευόμενοι, καὶ ταῦτα ὑπὸ μάρτυρι | |
15 | τῇ παρθένῳ. Καὶ γὰρ ἐν ἑνὶ τῶν αὐτῆς ἠριστοποιοῦντο κήπων οἱ δείλαιοι, καὶ δὴ κάκιστον πέρας τῆς κακίστης εὕραντο τρυ‐ φῆς. Καὶ γὰρ ὡς ὑπὸ τῆς ἀμέτρου διεφλέχθησαν οἰνοποσίας, ἤδη καὶ πρὸς ἀνοσιουργίας ἔβλεπον, ὅπερ καὶ τέλος ἐστὶν οἰνο‐ | |
φλυγίας ἀρίδηλον, καὶ δήποτε παρθένον ἔξω τῶν ἱερῶν σηκῶν | 380 | |
20 | περιπλανωμένην εὑρόντες—οὕτω καὶ τοῦτο τοῦ δαίμονος ἐπισκευ‐ άσαντος, ἵνα καὶ τὸ ἐνδόσιμον ἡ κακὴ λάβῃ βουλή, καὶ τέλος ἡ τιμωρία, καὶ κέντρον ἡ ἁμαρτία—, ἐφέλκονταί τε πρὸς ἑαυτοὺς τὴν παρθένον ταύτην, καὶ ποιοῦνται ὁμοτράπεζον, ἤδη δὲ καὶ ὁμό‐ κοιτον. Ἔνθα καὶ θαυμάσειεν ἄν τις τὸ συμβεβηκός· αἰσθομένη | |
25 | γὰρ ἡ μάρτυς ὡς ἄρα μία τις τῶν αὐτῆς παρθένων περιβέβληταί που λοιπὸν βρόχοις ἁμαρτίας, καὶ μεταξὺ δύο λύκων ἡ ἀμνὰς συμπεπόδισται, πρὸς ἕτοιμον ἀπωλείας ἑλκομένη βάραθρον, ὡς εἶχε τάχους ἐφίσταται τῷ κήπῳ, καὶ τούτοις ἔτι καθεύδουσι, μη‐ δέπω δὲ μηδὲ ἁψαμένοις τῆς κόρης—τῆς γὰρ μέθης προδου‐ | |
30 | λωσαμένης αὐτοὺς τῷ ὕπνῳ, οὐκ ἔσχε χώραν ἡ ἁμαρτία, ὥστε γε‐ νέσθαι καὶ μέθης τι κέρδος τότε—, «Εἰς τί, φησίν, ὦ κάκιστοι, τὴν περιστερὰν τὴν ἐμὴν ἀπελάσαντες τῶν ἐμῶν οἴκων ἐν μέσῳ ὑμῶν ἀπειλήφατε, καὶ διαφθεῖραι βούλεσθε; ἀλλ’ ἐμοί, φησίν, ὅπως δῶτε δίκας ὑπὲρ οὕτω παρανόμου τολμήματος μελήσει». | |
35 | Καὶ δὴ ταῦτα εἰποῦσα, πρὸς τὸν ἑαυτῆς ἀπῆλθε νεὼν καὶ χῶρον. Οἱ δέ, ὡς παρ’ αὐτῆς μὲν ἐκδειματωθέντες τῆς ὄψεως, καὶ ὑφ’ ὧν δὲ τετολμήκεσαν καὶ ὑφ’ ὧν ἠκηκόεισαν καταπλαγέντες, τὴν μὲν παρθένον καὶ αὖθις παρθένον ἀπέπεμψαν, πολλὰ τῇ μέθῃ καὶ τῷ ὕπνῳ τέως εὐχαριστήσαντες, αὐτοὶ δὲ ᾤχοντο προτροπάδην | |
40 | φεύγοντες, ἐλελήθεισαν δὲ ὡς ἄρα καὶ φεύγοντες οὐκ ἔφευγον, καὶ τοὺς τόπους ἄλλοτε ἄλλως ἀμείβοντες ἐντὸς ἦσαν ἀρηνῶν. Οὐ πολὺς γοῦν διεγένετο χρόνος, καὶ ὑπὸ μὲν τῆς αὐτῆς ἤχθησαν αἰτίας ὥσπερ ὑπὸ σημείου τινός—τῆς τοῦ χρυσίου λέγω κλοπῆς, ἀφ’ ἧσπερ καὶ τὸ κακῶς καὶ ἐπὶ τῷ κακῷ κραιπαλᾶν ἔσχον—, | |
45 | ὑπὸ δὲ τῆς αὐτῆς ἁμαρτίας ἀπώλοντο, καὶ ἐν ᾧπερ ἠσέβησαν τόπῳ τὴν δίκην ἔδωκαν, πολλὰς μὲν εἰς τὸ διαδρᾶναι τὴν δίκην ὁδοὺς καὶ ἀτραποὺς καὶ εἰσόδους ὑπ’ ἀνοίας κατασοφισάμενοι καὶ ἐναλ‐ λάττοντες, οὐ μὴν καὶ διαδρᾶναι δυνηθέντες οὔτε τὸν τῆς μάρ‐ τυρος μέγιστον καὶ ἀκοίμητον ὀφθαλμόν, οὔτε τὸν τῆς δίκης | |
2.34(50) | ἐπ’ αὐτοῖς ὁρισθέντα τρόπον. Ὁ μὲν γὰρ εἰς τὸν ποταμὸν τοῦτον ἐκ τῆς πορθμίδος τῆς καὶ περαιούσης αὐτὸν ὡς ἡμᾶς καταληφθεὶς ὤλετο, πολλὰ τῇ περὶ πάντα προπετείᾳ μεμφόμενος, ὁ δὲ | |
καθ’ ἕτερον πάλιν διαφθαρεὶς τρόπον καὶ αὐτὸς ὤλετο. Τὸν αὐτὸν δὲ ἄμφω καὶ χρόνον καὶ τόπον τῆς ἀπωλείας ἔσχον, ὡς δέ | 382 | |
55 | φασι καὶ τὸν αὐτὸν ἔλαχον τάφον, τάχα δὲ καὶ τὸν τῆς τρυφῆς καὶ ἁμαρτίας. Τοῦτο δὲ καὶ παρ’ αὐτῶν τῶν ἐκείνοιν πολιτῶν, τάχα δὲ καὶ συγγενῶν ἐπυθόμην. Ἤδη δὲ καὶ τρίτη δυὰς ἡμῖν Εἰρηνουπολιτῶν λοιπὸν ὑπολείπεται, ἧς εἰ ἀμνημονήσομεν, μεγί‐ στου θαύματος λήσομεν ἑαυτοὺς ἀποστεροῦντες. | |
2.35 | Πάππος τοιγαροῦν τις καὶ Αὐλέριος βουλευταὶ μὲν ἤστην ἄμφω, καί τινος δὲ στρατιωτικοῦ δαπανήματος κοινωνοί. Σῖτος δὲ ἦν, οἶμαι, τὸ δαπάνημα τοῦτο. Ὡς δὲ καὶ ὁ χρόνος προὔ‐ κοπτε, καὶ ὁ σῖτος ἐπαναλίσκετο, τῶν στρατιωτῶν ἐν ἄρτοις | |
5 | τοῦτον ἡμέρας ἑκάστης ἀποφερομένων, ὁ μὲν Αὐλέριος κατὰ τὸ συμβὰν ἐπέξεισι τὸν βίον, ὁ δὲ Πάππος τῇ τούτου τελευτῇ πρὸς ἐπιβουλὴν τῶν ἐκείνου παίδων κατεχρήσατο, τὸ μὲν κοινῇ προσ‐ ῆκον αὐτοῖς κέρδος εἰς ἑαυτὸν μόνον ἀπενεγκάμενος, τοῖς δὲ ἐκεί‐ νου παισὶ τὰ ἐλλείμματα μόνον ἐγκαταλείψας· ὡς διπλοῦν εἶναι | |
10 | λοιπὸν τὸ δυστύχημα, ὀρφανίαν τε καὶ τὴν τῶν ὄντων αὐτοῖς ἔτι μικρῶν χρηματίων ἀπώλειαν. Τί οὖν ἡ μάρτυς, ἡ μηδέποτε μηδὲ τῶν ὑπερορίων ἀφροντιστοῦσα, ὁμοίως δὲ κηδομένη πάντων τῶν πονούντων καὶ ἀδικουμένων; Σπεύδει καὶ ἐπικαταλαμβάνει τὴν τοῦ ἠδικηκότος καὶ πόλιν καὶ ἑστίαν, καὶ κακὸν ὄναρ—ὥς πού | |
15 | φησιν Ὅμηρος—κεφαλῇφιν ἐπέστη· «Τίς γάρ, φησίν, ὦ βέλτιστε, ὁ τοσοῦτός σοι πρὸς τοὺς ὀρφανοὺς πόλεμος; τίς δὲ ἡ οὕτως ἀναι‐ δής σου κατὰ τῶν ὀρφανῶν συκοφαντία; τί δέ σε τοσοῦτον ἡ ἀπληστία κατέφλεξεν, ὡς ὁμοῦ πάντα παριδεῖν, καὶ Θεὸν καὶ πί‐ στιν καὶ τὸ πρὸς ἀλλήλους συνειδός, ἵνα δὴ παντελῶς ὀλίγα κερ‐ | |
20 | δάνῃς, ἅπερ οὔτε τὸν σὸν οἶκον αὐξήσει, καὶ τὸν ἐκείνων βλάψει; Πάντως τοιγαροῦν ἴσθι, φησίν, ὡς ὁ παρὰ σοὶ τεθνηκὼς Αὐλέριος καὶ διὰ τοῦτο ἀδικούμενος, τῷ πάντων βασιλεῖ προσελήλυθε τῷ Χριστῷ κατὰ σοῦ, καὶ ἡ κατὰ σοῦ ψῆφος ἤδη θανατηφόρος ἐξ‐ ενήνεκται, καὶ μέλλεις ὅσον οὐδέπω ἐπικαταλήψεσθαί τε ἐκεῖνον | |
25 | καὶ αὐτόθι τὰς τοῦ κοινοῦ λόγου δώσειν εὐθύνας. Τεθνήξει δὲ τῆς δευτέρας ἑβδομάδος κατὰ τὴν αὐτὴν ταύτην πάντως ἡμέραν.» Ἐπὶ τούτοις ἡ μὲν ἀπέπτη, ὁ δὲ ἀνέστη, τοσοῦτον ὑπὸ τοῦ δέους κατακλονούμενος, ὡς μηδὲν ἐν ἠρεμίᾳ μεῖναι τοῦ σώματος, βρα‐ σμοῦ δὲ καὶ κλόνου καὶ τρόμου πάντα πληρωθῆναι τὰ μέλη. Ἥ | 384 |
30 | τε γὰρ κεφαλὴ ἐκραδαίνετο, τά τε ὄμματα ἤδη λειπαυγοῦντα περι‐ επλανᾶτο, καὶ ἡ γλῶσσα παριεῖτο, καὶ οἱ ὀδόντες ἐπατάγουν, καὶ ἡ καρδία ἔπαλλε—καὶ οὕτως ἀνέδην, ὡς καὶ προεκπίπτειν δο‐ κεῖν τοῦ λοιποῦ σώματος—, πόδες δέ, ὡς ἐπί τινος χαύνου καὶ διαρρέοντος ἀναγκαζόμενοι βαίνειν, οὕτω συχνά τε καὶ ἀστήρικτα | |
35 | ὑπωλίσθαινον. Πρὸς τοσοῦτον δὲ ἀντήρκεσε μόνον, ὥστε καὶ τὴν ἀδικίαν ὁμολογῆσαι, καὶ ῥῖψαι τὴν συκοφαντίαν, καὶ τὴν ἄκαιρον ἐπιδείξασθαι φιλανθρωπίαν, ὀνήσασθαι δὲ μηδ’ ὁτιοῦν ἑαυτὸν ἔτι τῷ μηδὲ γνώμης, ἀλλ’ ἀνάγκης λοιπὸν εἶναι τὰ πεπραγμένα ταῦτα. Τῆς γοῦν προρρηθείσης ἡμέρας ὅσον διακυψάσης μόνον, | |
40 | ἀνηρπάσθη τε καὶ τὸ τῆς προφητείας ἀψευδὲς ἐβεβαιώθη τῷ τέλει ὡς μηδένα μὲν τῶν παρ’ ἡμῖν, μηδὲ τῶν παρ’ ἐκείνοις ἀγνοῆσαι τὴν μετ’ ἀδικίας συμφοράν. Ἀλλ’ ἄγε δὴ μετάβηθι—ταὐτὸν γάρ μοι πάλιν ῥητέον—ἀπὸ τῶν κατηφεστέρων ἐπὶ τὰ φαιδρότερα θαύματα, ἀπὸ τῶν ἐμβριθε‐ | |
45 | στέρων ἐπὶ τὰ χαριέστερα, ἵνα καὶ συσταλείσας ἡμῶν ὑπὸ τοῦ φόβου τὰς ψυχὰς ἀναγάγωμέν τε καὶ ἀναθάλψωμεν γλυκυτέροις πάλιν καὶ προσηνεστέροις τισὶ διηγήμασιν. Ἅπερ οὖν ἔγνωμεν, πάλιν εἰς μέσον ἀγάγωμεν. | |
2.36 | Θέρος ἦν καὶ τεττίγων ᾠδὴ καὶ πολὺς ὁ ἥλιος ὑπὲρ κεφαλῆς φλέγων, καί τις ἐπενέμετο βαρεῖα νόσος ὀρέας, ἵππους, βόας, ὄνους, πρόβατα, καὶ πάντα ἁπλῶς ὅσα τῆς τῶν βοσκημάτων ἐστὶ φύσεως, ὡς καὶ ἐν ἀμηχανίᾳ πολλῇ καὶ φροντίδι τὸ κακὸν εἶναι, | |
5 | κενουμένων μὲν κωμῶν καὶ ἀγρῶν, ἤδη δὲ καὶ τῶν ἐν ἄστει λαμ‐ πρῶν οἴκων, μηδαμοῦ δὲ θεραπείας ὑποφαινομένης, τῷ καὶ ἄ‐ δηλον εἶναι τὸ κακὸν ὅ τί τε εἴη καὶ ὅθεν ἐγκατασκήπτοι—οὔτε γὰρ ἦν παρὰ τῶν ἀπολλυμένων μαθεῖν—, ἔτι μὴν καὶ τῷ προαναρ‐ | |
πάζεσθαι τῆς τῶν κεκτημένων αἰσθήσεως, καὶ πολλά γε ἅμα | 386 | |
10 | καὶ ἀθρόον ἀπόλλυσθαι. Ὡς οὖν ἄπορόν τε ἦν τὸ δεινὸν καὶ ἀν‐ θρωπίνης ἐπινοίας κρεῖττον, πάλιν ἡ ἄφθονός τε καὶ παναλκὴς ἐνταῦθα μάρτυς ᾤκτειρέ τε τὰ ἀπολλύμενα τούς τε ἀπολλύοντας, καὶ τὴν θεραπείαν παρὰ πόδας ὑπέδειξε. Τὴν γὰρ μὴ οὖσάν ποτε πηγήν, μήτε παρά τινος ἡμῶν ἢ καὶ τῶν παλαιοτέρων ὀφθεῖσαν, | |
15 | ἀθρόον ἀναβλύσαι παρασκευάζει· παρασκευάζει δὲ οὔτε πόρρω, οὔτε ἐν ἀλλοτρίῳ χώρῳ, ἀλλ’ ἐν ᾧπερ τόπῳ πάλιν αὐτῆς ἐστι τὸ τέμενος. Τοῦτο δέ ἐστιν ἄντρον πρὸς ἑσπέραν αὐτοῦ τοῦ νεὼ καὶ καταντικρὺ κείμενον, χαριέστατον δὲ καὶ ἐπιτερπέστατον, καὶ πολλὴν ἔχον τὴν ἡδονὴν βαδίσαι τε ἐπ’ αὐτῷ καὶ ἐμφιλο‐ | |
20 | χωρῆσαι, καὶ καθ’ ἡσυχίαν πολλὴν εὔξασθαί τε καὶ οὗ βούλεταί τις τυχεῖν δι’ εὐχῆς παρὰ τῆς μάρτυρος. Πᾶς γοῦν ὁ εἰς τὸν νεὼν βαδίζων τε καὶ εὐχόμενος, εὐθὺς καὶ ἐπ’ ἐκεῖνο τρέχει τὸ ἄντρον, ὡς ἂν καὶ ἐπί τινα κοιτωνίσκον λοιπὸν καὶ θάλαμον ἔνδον ἔχοντα τὴν παρθένον. Φασὶ γάρ τινες τὰ πλεῖστα καὶ ἐν τούτῳ διατρίβειν | |
25 | αὐτήν, ὡς ἂν ἡσυχίας τε ἐρῶσαν καὶ φιλέρημον οὖσαν. Καὶ γὰρ τοῦτο μάλιστα τῶν ἁγίων ἴδιον, τὸ ἠρεμίαις τε χαίρειν καὶ ταύταις ὡς τὰ πολλὰ ἐναυλίζεσθαι. Ἐκ ταύτης οὖν τῆς οὕτω σχεδιασθείσης πηγῆς πᾶσι τοῖς νοσοῦσι ζῴοις τὴν θεραπείαν ἡ μάρτυς ἐπήντλη‐ σεν Ἦν γοῦν ἰδεῖν πᾶσαν μὲν ἀτραπόν, πᾶσαν δὲ λεωφόρον, ἐκ | |
30 | τῶν ὑπτίων καὶ ὑπερτέρων τόπων ὧδέ τε βλέπουσαν καὶ ὧδε ἄγουσαν, καὶ πλήθουσαν ἵππων, ὀρέων, βοῶν, προβάτων, αἰγῶν, ὄνων, ἤδη δὲ καὶ κυνῶν καὶ συῶν καὶ πρὸς ἓν τουτὶ τὸ χωρίον ἐπειγομένων, τὸ θεραπείας τότε μᾶλλον καὶ ἰάσεις ἤπερ ὕδωρ ἐκβλύζον. Οὐδὲν τοιγαροῦν τῶν γευσαμένων τότε ζῴων τοῦ ὕδα‐ | |
35 | τος ἀπῆλθεν ἔτι νοσοῦν, ἀλλ’ ὥσπερ ὑγιείας μᾶλλον ἢ ὕδατος ἀρυσάμενον, οὕτως ἀνερρώσθη τε αὖθις καὶ ἀνεσκίρτησε, καὶ πρὸς τὸν οἰκεῖον ἕκαστον καὶ ἀγρὸν καὶ οἶκον ἀπέδραμε, μάλα τε ἐρρωμένον καὶ τῶν συνήθων ἔργων ἁπτόμενον. Λέγεται δέ τις τότε καὶ τῶν ἐν τῇ πόλει λαμπρῶν νοσοῦντα | |
40 | ἵππον καὶ κακῶς ἄγαν ἔχοντα, τοῦ νώτου συνελκομένου κατὰ τὸ ὄπισθεν μέρος, καὶ τὸ λοιπὸν σῶμα ἀντισπῶντος, καὶ ταῖς τῶν νεύρων—ὥς φασι—συνολκαῖς τὴν πρόσω πορείαν κωλύοντος, κατὰ πεῖραν μᾶλλον ἢ πίστιν ἐπ’ ἐκεῖνο πέμψαι τὸ ὕδωρ, εἰ ἄρα ἱκανὸν γένοιτο τὸν οὕτω πρόδηλον περιελεῖν κίνδυνον, τὴν | |
45 | δὲ μάρτυρα μήτε ἀγνοῆσαι τὴν πεῖραν, καὶ σῶον ἀποπέμψαι τὸν ἵππον πρὸς τὸν Μαριανόν. Ἀγνοεῖ δὲ τοῦτον, οἶμαι, οὐδεὶς καὶ τῆς αὐτοῦ γνώμης ἐξειπεῖν τὸ ἀπόρρητον, καὶ τοῦ ἵππου τὴν ἀ‐ προσδόκητον θεραπείαν, καὶ τῆς μάρτυρος τὴν οὕτως ὀξυτάτην ὑπεραγασθῆναι ῥοπήν. | 388 |
2.37 | Κατέχει δέ τις λόγος, ὡς καὶ Κυπρίων τις τῶν ἄγαν εὐπατρι‐ δῶν καὶ περισήμων, τῶν ὄψεων μὲν στερηθείς, κατὰ δὲ φήμην τοῦ ὕδατος τούτου περαιωθεὶς χρήσασθαί τε τῷ φαρμάκῳ, καὶ πρὸς Κυπρίους αὖθις μετὰ τῶν ὄψεων ἐπανελθεῖν. | |
5 | Εἶτα οὐ κατεροῦσιν ἡμῶν οἱ λόγοι, καὶ καταβοήσουσι πρὸς τοὺς ἐλλογίμους τῶν ἀνδρῶν, εἰ μόνοι παροφθεῖεν ὑφ’ ἡμῶν, καὶ ταῦτα οὐ παροφθέντες ὑπὸ τῆς μάρτυρος, ἀλλὰ γὰρ καὶ πολλάκις τετυχηκότες θαυμάτων ἐν ἀνδράσι σοφοῖς τε καὶ ἐλλογίμοις; Φέρε οὖν, ἃ τέως μεμαθήκαμεν εἴπωμεν, ἵνα ἔχοιεν ἡμῖν καὶ | |
10 | οἱ λόγοι χάριν, ὡς τῆς οὕτω καὶ αὐτοὶ μακαρίας τῶν θαυμάτων χοροστασίας ἀξιωθέντες. | |
2.38 | Ὀλυμπίου τοίνυν τοῦ γραμματιστοῦ τοῦ πάνυ Ἀλύπιός τις ἦν πατήρ, καὶ αὐτὸς γραμματιστής τε ὢν καὶ τῇδε τότε παιδεύων. Οὗτός ποτε περιπίπτει νόσῳ βαρείᾳ καὶ ἀπειλούσῃ θάνατον. Ὡς δὲ καὶ παῖδες ἰατρῶν ἀπειρήκεσαν, καὶ αὐτὸς δὲ κρεῖττον | |
5 | λοιπὸν ἀνθρωπίνης βοηθείας ἐνόμιζε τὸ κακόν, καὶ πᾶσα ἐλπὶς αὐτὸν ἐπελελοίπει ζωῆς, καταφεύγει πρὸς τὸ μόνον κρησφύγετον τῶν τοιούτων κακῶν, τὴν μάρτυρα, καὶ τὸν νεὼν καταλαβὼν τῆς ἐκεῖθεν ὅλως λοιπὸν ἐξήρτητο σωτηρίας. Ὅθεν καὶ ἡ μάρτυς ἐπιταχύνουσα—φιλόλογος γὰρ καὶ φιλόμουσος, καὶ ἀεὶ χαί‐ | |
10 | ρουσα τοῖς λογικώτερον εὐφημοῦσιν αὐτήν—, ἀπαλλάττει τοῦ | |
κινδύνου τὸν ἄνθρωπον. Ἀπαλλάττει δὲ οὕτως· ἐπιφοιτήσασα νύκτωρ αὐτῷ καὶ ᾗ ἔθος αὐτῇ πρὸς τοὺς ἀρρώστους ἀεὶ ποιεῖν, παραδείξασά τε ἑαυτὴν ἥτις εἴη τῷ σχήματι, εὐθὺς ἤρετο ὅ τί τε πάσχοι καὶ ὅ τί βούλοιτο. Ὁ δὲ ὑπολαβὼν ἔφη· | 390 | |
15 | «Οἶσθα· τί ἤ τοι ταῦτ’ ἰδυίῃ πάντ’ ἀγορεύω;» Ὅ ἐστι μὲν ἐξ Ὁμήρου, ὁ δὲ λαβὼν εὐστοχώτατα—μᾶλλον ἤπερ Ἀχιλλεὺς τότε πρὸς τὴν ἑαυτοῦ μητέρα τὴν Θέτιν—εἶπεν, ἵν’ ἅμα καὶ πρεσβεύῃ τὴν αὐτὸς αὐτοῦ τέχνην, καὶ δυσωπήσῃ τὴν παρθένον τῷ καλλίστῳ τούτῳ καὶ ἁρμοδιωτάτῳ. Ἐπιμειδιάσασα | |
20 | γοῦν ἡ μάρτυς καὶ ἡσθεῖσα ἐπί τε τῷ ἀνδρί, ἐπί τε τῷ ἔπει, θαυ‐ μάσασα δὲ καὶ ὡς μάλα ἁρμοδίως ἀπεκρίνατο, ψηφῖδά τινα, ἣν καὶ μετὰ χεῖρας τότε φέρουσα ἔτυχε, καλλίστην τε δοκοῦσαν εἶναι καὶ ποικίλην καὶ τῆς κατεχούσης χειρὸς οὐ μάλα ἀπᾴδουσαν, ὀρέγει τε ταύτην αὐτῷ, καὶ ἐνάψαι τῷ τραχήλῳ παρεκελεύσατο, | |
25 | ὡς καὶ φυγαδεῦσαι τὴν νόσον δυναμένην, καὶ χαρίσασθαι τὴν σω‐ τηρίαν. Δέχεται ταύτην ὁ Ἀλύπιος, καὶ ἔτι μὲν τῷ ὕπνῳ κατε‐ χόμενος ἐδόκει τε ἔχειν, καὶ μάλα ἀκριβῶς περισφίγγειν τῇ χειρί, ὡς καὶ ζωῆς καὶ ὑγιείας ἐνέχυρον ὄν· ὡς δὲ καὶ ἀπηλλάγη μὲν τοῦ ὕπνου, ἀναπτύξας δὲ τὴν χεῖρα εὗρεν οὐδέν, ἠπατῆσθαί τε | |
30 | ἔδοξε καὶ ἀληθῶς ὄναρ εἶναι τὸ ὄναρ, ὡς μετὰ τῆς ἀρρωστίας καὶ λύπην προσλαβεῖν· πᾶν γὰρ τὸ ἐλπισθὲν μὲν χρηστὸν ὡς πάντως ἐσόμενον, μὴ γενόμενον δέ, δριμυτέραν πως ἔχει τὴν ἀλγη‐ δόνα, καὶ μᾶλλον κεντεῖ τε καὶ εἰσδύνει τὴν ψυχὴν τοῦ πεπονθό‐ τος. Ἀλλὰ γὰρ τὴν ὀδύνην ταύτην καὶ τὴν λύπην ἔλυσεν ὁ παῖς | |
35 | ὁ Σολύμιος, μετὰ μικρὸν ὅσον ἐπιφανεὶς καὶ τὴν ψηφῖδα ἐκείνην ἐπὶ τῆς χειρὸς ἔχων, ἣν καὶ ἡ παρθένος ἐδόκει νύκτωρ κατέχειν καὶ δεδωκέναι τῷ νοσοῦντι. Ἆρα οὐ δοκεῖ πλάσμα εἶναι καὶ μῦθος ὁ λόγος οὗτος τοῦ θαύματος; Ἀλλ’ ἐὰν τὸ ἐπ’ αὐτῷ μάθητε συμβάν, καὶ ὅπως συνέβη, παύσεσθε, οἶμαι, τῆς κακίστης ὑπο‐ | |
40 | νοίας. Ὁ Σολύμιος οὗτος, καὶ ὡς φιλόστοργος καὶ ὡς φιλόλο‐ γος, τὸ μέν τι τῆς ἡμέρας τοῖς λόγοις ἀπένεμε, τὸ δὲ τῷ πατρί· καὶ μέχρι μὲν ἕως ἦν, ἐνεκαρτέρει τοῖς λόγοις, μεσημβρίας δὲ ἡκούσης ἀνίει πρὸς τὸν πατέρα, ὀψόμενός τε καὶ θεραπεύσων αὐτὸν καὶ πάντα ποιήσων ἃ παιδί τε πρέπει ποιεῖν καὶ πατρὶ | |
45 | πάσχειν παρὰ παιδός. Καὶ δὴ τότε ἀνιὼν καθ’ ἣν καὶ ἡ μάρτυς | |
ὤφθη νύκτα, τὴν ψηφῖδα ταύτην εὑρίσκει κατὰ τὴν ὁδόν. Τερ‐ φθεὶς δὲ καὶ τῷ κάλλει καὶ τῷ μεγέθει—καὶ γὰρ εὖ τε περιη‐ γμένη ἦν εἰς σφαιροειδῆ τινα κύκλον σύμμετρον, ὡς καὶ τετορνεῦ‐ σθαι δοκεῖν, καὶ ἀνεκέκρατο ὑπό τε λευκοῦ καὶ πορφυροῦντος | 392 | |
2.38(50) | χρώματος, ὡς ἀλλήλοις τε ἀντεμπλέκεσθαι τὰς γραμμὰς καὶ ἀπο‐ τελεῖν κάλλος αὐτοφυές τι καὶ ἀμήχανον—, καὶ ἀνελόμενος ταύ‐ την, παίζων τε ἅμα καὶ βαδίζων, γίνεται παρὰ τῷ πατρί. Ὡς δὲ ὁ μὲν τῇ κλίνῃ παρέστη, ὁ δὲ τὴν ψηφῖδα τὴν ἐπὶ τῆς χειρὸς κατε‐ νόησεν, ὁ πατὴρ ἐπέγνω τε τὸ δῶρον τῆς μάρτυρος, καὶ ἁρπάσας | |
55 | εὐθὺς καὶ ἐναγκαλισάμενος τοῦτο, παρὰ πόδας ἀπηλλάγη τῆς μα‐ κρᾶς καὶ χαλεπῆς ἀρρωστίας. Δοκεῖ δέ μοι καὶ ἧφθαι τῆς ψη‐ φῖδος ἐκείνης ἡ μάρτυς, καὶ διὰ τοῦτο εἶναι καλόν τε οὕτω χρῆμα καὶ χαρίεν, ἤδη δὲ καὶ θανάτου φανῆναι δυνατώτερον. | |
2.39 | Μετὰ δὴ τὸν γραμματιστὴν ἐπὶ τοὺς σοφιστὰς ἴωμεν, τὸν Ἰσο‐ κάσιον λέγω καὶ τὸν Ἀρέταρχον τοῦτον, ὧν ἑκάτερος, καὶ ἄπι‐ στος ὤν, τετύχηκε θαύματος παρὰ τῆς μάρτυρος, μεμένηκε δὲ ὁμοίως ἄπιστος. Ἀλλ’ ἡ αἰτία τῶν ἑλομένων, ὥς πού φησιν | |
5 | ὁ θαυμαστὸς Πλάτων, ἡ δὲ μάρτυς ἀναίτιος. Ὁ μὲν γὰρ Ἰσοκά‐ σιος καὶ ἀπὸ γραμματιστοῦ σοφιστὴς γεγονώς, καὶ τὸ μὲν ἀπολέ‐ σας, τὸ δὲ οὐ κτησάμενος, ἐν Αἰγαῖς ταύταις ταῖς Κιλίκων ἀρρω‐ στήσας ποτέ, εἶτα καὶ ἠρεμίας πολλῆς καὶ βαθείας ὡς ἄρρωστος ἐπιθυμήσας, ἐν τῷ ναῷ τῆς μάρτυρος, μικρὸν ἀπωτέρω τῆς πό‐ | |
10 | λεως ὄντι, κατάγεται, ὡς ἂν ἐκεῖ μάλιστα τούτου τευξόμενος. Ἠρεμίας οὖν πολλῆς τυχών, καὶ μικρὸν καταδαρθών, μετὰ τῆς ἠρεμίας τυγχάνει καὶ σωτηρίας, ἀκούσας τε ἃ δεῖ ποιῆσαι παρὰ τῆς μάρτυρος καὶ ποιήσας, καὶ ἀπαλλαγεὶς τοῦ νοσήματος, ὅτε καὶ τῆς ἀπιστίας προσονειδίσασα αὐτῷ τῆς βοηθείας οὐκ ἐφθό‐ | |
15 | νησεν. Οὕτω γάρ πως ἡμῖν ὁ θαυμαστὸς Εὐδόκιος ἀπήγγειλε καὶ διηγήσατο, ἀνὴρ καὶ λαμπρὸς καὶ περίσημος καὶ ἀληθείας μηδὲν μᾶλλον πρεσβεύων, Ταρσοὺς δὲ τὴν καλλίστην ταύτην πόλιν οἰ‐ | |
κῶν καὶ κοσμῶν. | 394 | |
2.40 | Ἀρέταρχος δὲ ὁ παρ’ ἡμῖν οὗτος σοφιστής, ὃς εἴτε ἄσοφός ἐστι μᾶλλον εἴτε ἄπιστος εἰπεῖν οὐκ ἔχω—καὶ γὰρ ὁμοίως ἑκάτερον ἀκμάζει τε παρ’ αὐτῷ καὶ τέθηλεν, ὡς καὶ δύσκριτον εἶναι τὴν θατέρου τούτοιν ὑπεροχήν—, δοκεῖ δὲ ὅμως εἶναι σοφιστής, | |
5 | οὗτος βαρυτάτῳ μάλιστα πάθει τῷ τῶν νεφρῶν περιπεσών, ὡς καὶ θάνατον ἐλπίσαι πολλάκις ἐκ τῆς ἄγαν ὀδύνης καὶ θανάτου ἐρασθῆναι δι’ ὑπερβολὴν τῆς ὀδύνης, ἔτυχε δὲ ὅμως βοηθείας καὶ σωτηρίας παρὰ τῆς μάρτυρος, εἰπούσης ἔσεσθαι φάρμακον αὐτῷ καὶ ἄκος τοῦ πάθους ἀψευδέστατον ἄλλο μὲν οὐδέν, τὸ δὲ νυκτι‐ | |
10 | αῖον τοῦ φωτὸς τοῦ καὶ τὸν αὐτῆς καταλάμποντος ἀεὶ χῶρον ἔλαιον. Ὅπερ καὶ αἰτήσας οὗτος, καὶ ἐπαλειψάμενος οὗ καὶ τὸ πάθος ὑπέσμυχε, τῆς μὲν ἰάσεως ἔτυχε, τῆς δὲ ἀσεβείας οὐκ ἀπηλλάγη· ὑπὸ γὰρ ἀγχινοίας πολλῆς καὶ βαθείας φρενὸς εἰπὼν καὶ ὁμολογήσας τὴν παρεσχηκυῖαν τὸ φάρμακον, ἑτέρῳ τὴν χάριν | |
15 | ἀνατίθησι τῆς θεραπείας. «Ὁ γὰρ Σαρπηδόνιός μοι, φησί, τὸ ζητῆσαί τε παρ’ αὐτῆς καὶ λαβεῖν προσέταξεν.» Εἶτα, ὦ σοφώτατε καὶ ἐμφρονέστατε σοφιστῶν καὶ αὐτὸν ἡμῖν τὸν Γοργίαν ἀνα‐ πνέων, ὁ πρὸς ἕτερόν σε διαπεμπόμενος αὐτὸς ἄν, εἴπερ ἠδύνατο, οὐ παρεῖχεν, ἀλλὰ τὸν ἱκέτην αὐτοῦ καὶ θιασώτην καί—ὡς ἂν | |
20 | αὐτὸς εἴποις—μύστην καὶ ἐραστὴν πρὸς ἕτερον ἔπεμπε πρόσω‐ πον, καὶ ταῦτα πολέμιον; Ὅπερ ἦν μάλιστα καὶ τὴν αὐτοῦ ὁμολο‐ γοῦντος ἀσθένειαν, καὶ τὴν τῆς μάρτυρος κηρύττοντος δύναμιν, καὶ σαφῶς πάντας διδάσκοντος ὡς αὐτὸν μὲν ἐπιλέλοιπε καὶ ἡ τέ‐ χνη καὶ ἡ δύναμις καὶ ἡ σοφία—ἣν οὐδέποτε ἔσχεν—, ἡ δὲ παρ‐ | |
25 | θένος ἐστὶν ἡ μεγάλα τε ἄρτι δυναμένη καὶ πάντας ἰωμένη. Οὐχ οὕτω δὲ ἀνόητος, ἢ καὶ κατὰ σὲ σοφός, ἦν ὁ βέλτιστος ἐκεῖνος ὡς μηδὲ συσκιάζειν δύνασθαι τὴν αὐτοῦ ἀμαθίαν, ἢ ἀδυναμίαν, ἢ οὐκ ἔχω τί εἴπω. Διὰ σοῦ δὲ τοῦ λαμπροῦ καὶ θαυμαστοῦ ῥήτορος ταύτην ἐκπομπεύει. Πλὴν γένοιτό σε καὶ τὴν ψυχὴν ἰαθῆναι πα‐ | |
30 | ρὰ τῆς μάρτυρος, ἀναθεῖναι δὲ καὶ τοῦτο Σαρπηδόνι ἢ Ἀπόλ‐ λωνι, ἢ ὅτῳ σοι φίλον ἐστὶ τῶν δαιμόνων. Τὸ μὲν γὰρ τῇ τῆς μάρτυρος λογιούμεθα δυνάμει, τὸ δὲ τῇ σῇ πάλιν ἀμαθίᾳ. Κοῦφον δὲ ἡμῖν τὸ δεύτερον, μόνον τὸ πρότερον εἴη. | 396 |
2.41 | Οὕτω δὴ φιλόλογός τέ ἐστιν ἡ μάρτυς καὶ χαίρει ταῖς διὰ τῶν λόγων ταύταις εὐφημίαις. Ἐρῶ δέ τι καὶ τῶν ἐμαυτοῦ καὶ ὑπὲρ ἐμοῦ γεγονότων, ὅπερ αὐτὴ ἡ καὶ παρεσχηκυῖά μοι μάρτυς οἶδεν ὅτι γεγένηται καὶ οὐ ψεύδομαι. Ἦν μὲν γὰρ αὐτῆς ἡ ἐτησία πανήγυ‐ | |
5 | ρις, παρεσκευασάμην δὲ κἀγὼ πρὸς ἔπαινόν τινα μικρὸν τῆς ἑορ‐ τῆς, οὐχ ὥς τι λέξων ἀξιόλογον ἢ ἐπάξιον αὐτῆς, ἀλλ’ ὡς εὔνοιάν τινα παρὰ τῆς μάρτυρος θηρώμενος, ἐπειδὴ καὶ τοὺς μικρὰ τιμῶν‐ τας οἶδεν ἀντωφελεῖν τὰ μέγιστα. Μιᾶς δὲ λειπομένης ἡμέρας εἴς τε τὸ εἰπεῖν καὶ ἐπιδείξασθαι τὸν λόγον, προσβάλλει τί μου | |
10 | πάθος τὴν ἀκοήν, καὶ σφόδρα χαλεπόν τε καὶ ἐπαλγές, ὡς περι‐ τετᾶσθαι μὲν πᾶσαν τὴν ἀκοήν, ἄγρια δὲ σφαδάζειν ἐκ τῶν ἔν‐ δοθεν, συνωθεῖν δὲ καὶ πνεῦμα βίαιον εἰς αὐτὸ τῆς κεφαλῆς τὸ κῦτος, καὶ πολὺν διὰ τοῦτο τὸν ἔνδον ἦχον ἐργάζεσθαι· ὥστε με καὶ τοῦ ἐρεῖν ἀπογνῶναι παντελῶς, καὶ κακοῦ μείζονος ἔχειν | |
15 | προσδοκίαν. Ἤδη δέ πως καὶ ὑπερυθριᾶν ἠρχόμην, ὡς ἐρεῖν μέν τι δόξας τοῖς πολλοῖς, τοῦ δὲ καιροῦ τῆς ἐπιδείξεως ἐνστάντος τὴν τάξιν ἀπολιπών. Ἃ πάντα ἡ μάρτυς γενέσθαι διεκώλυσεν· ἐφίσταται νύκτωρ καί, λαβομένη μου τοῦ ὠτίου καὶ διασεί‐ σασα, εἰς ἰχῶρα βραχὺν τὸν πάντα διέλυσε πόνον. Οὗ καὶ ἀπο‐ | |
20 | κυλισθέντος ἐκ τῶν σκολιῶν καὶ ἀδύτων—ὡς εἰπεῖν—πόρων, | |
ὤφθην ἐπὶ τοῦ δεικτηρίου—λέγεται δὲ οὕτως ὁ τόπος ἐν ᾧ ἐπι‐ δείκνυνται οἱ λέγοντες, τουτέστιν ὁ ἄμβων, ἤτοι τὸ ἀκροατή‐ ριον—, καὶ γὰρ οὔπω οὔτε τῶν ἐπ’ ἐκκλησίας λεγόντων τις ἦν, καὶ εἶπον μὲν ἄττα, οὕτω δέ μοι τὴν χεῖρα καὶ χάριν συνεπέ‐ | 398 | |
25 | δωκεν ἡ μάρτυς, ὡς εἶναί τι καὶ δόξαι, καὶ εἰρηκέναι μετρίως, καὶ θαῦμα πλεῖστον ἐπὶ μηδενὶ θαυμαστῷ τῶν ἐμῶν ἀπενέγκασθαι λόγων. Καὶ τῆς ἱερατικῆς δέ μοι καταξιωθέντι γερουσίας καὶ τοῦ καταλόγου τῶν διδασκάλων καὶ ἱερέων, συμπαρῆν τε ὡς τὰ πολλά, καὶ νύκτωρ ἐπιφαινομένη βιβλίον τί μοι πάντως ἢ χάρτην | |
30 | ὤρεγεν, ὃ πάντως μοι πλείστης εὐδοκιμήσεως σύμβολον ἦν τε καὶ ἐδόκει. Εἰ δὲ μέλλοντί μοι λέγειν τι μὴ ὀφθῇ τοῦτο ποιοῦσα, τό γε ἀποβησόμενον πάλιν εὔδηλον ἦν. | |
2.42 | Κἀκείνου δὲ μνημονευτέον, οὗ καὶ μόλις πως μνήμην ἔλαβον. Καλλίστη τις ἦν μὲν εὐγενὲς καὶ σεμνὸν γύναιον, συνῴκει δὲ ἀνδρὶ οὐ μάλα σώφρονι, ἀλλὰ καὶ λίαν ἐπτοημένῳ περὶ τὰς δημώ‐ δεις ταύτας ἡδονάς, καὶ οὔτε τῇ κατὰ νόμον ἀρκουμένῳ μίξει, | |
5 | καὶ ταύταις ἀπλήστως κεχρημένῳ. Ταύτης οὖν τῆς Καλλίστης ἕν τι τῶν ἐπὶ σκηνῆς γυναίων, ὃ καὶ αὐτῷ τούτῳ συνεφθείρετο, λωβᾶται δηλητηρίοις φαρμάκοις τὴν μορφήν, χαρίεν δὲ ᾔσχυνε πρόσωπον, ὡς ἂν ἡ μὲν μηκέτι πρὸς ἡδονῆς εἴη τῷ ἀνδρί, αὕτη δὲ τὸ ἐκείνης ποιοῖ, καὶ συγκαθεύδοι τῷ μὴ προσήκοντι. Πε‐ | |
10 | πονθυῖα δὲ τοῦτο καὶ διαζευχθεῖσα τοῦ ἀνδρὸς ἡ Καλλίστη, τοῦ τῆς ὄψεως αἴσχους ἑτοίμως πρὸς μῖσος ἐνάγοντος τὸν Παπίαν— τοῦτο γὰρ ἦν ὄνομα τῷ ἀνδρί—, καταφεύγει πρὸς τὴν μάρτυρα, τήν τε αὐτῆς δυστυχίαν τήν τε τῆς ἑταίρας διηγουμένη κακουργίαν, καὶ δεομένη τυχεῖν τινος θεραπείας, ὥστε καὶ τὴν τῆς μορφῆς | |
15 | ἀπολαβεῖν εὐπρέπειαν καὶ τὴν τοῦ ἀνδρὸς εὔνοιαν. Ἀκούει τούτων ἡ μάρτυς, καὶ σφόδρα ἐπικαμφθεῖσα τῷ πάθει—καὶ γὰρ ὀχετοὺς δακρύων ἐπηφίει τοῖς λόγοις τὸ γύναιον, οὐδὲν δὲ οὕτως εὐχῆς καρύκευμα κάλλιστόν ἐστιν ὡς δάκρυον δαψιλές, ἐξ αὐτοῦ τοῦ τῆς ψυχῆς βάθους ὑπερχεόμενον—, σημαίνει καὶ προστάττει τὴν | |
20 | θεραπείαν εὐθύς· «Λαβοῦσα γάρ, φησί, ῥύμματα ταυτὶ δή, τὰ πρὸ τοῦ ναοῦ τούτου πωλούμενα, καὶ ἀναδεύσασα οἴνῳ, τούτῳ τὴν | |
ὄψιν ἀποκλύσαι, καὶ τὸ αἶσχος εὐθὺς ἀπονίψεις.» Ὃ δὴ καὶ παρα‐ χρῆμα ποιήσασα ἡ Καλλίστη, παραχρῆμα καὶ τὴν οἰκείαν μορφὴν τῆς λώβης καὶ τὸν ἄνδρα τῆς ἑταίρας ἀπήλλαξε, πολὺ χείρονος | 400 | |
25 | λώβης. Ἅμα γὰρ τοῖς ῥύμμασι καὶ τὸ ποιοῦν, ὥς φασι, τὸ αἶσχος συνεξέπεσε, καὶ ἦν πάλιν ἡ Καλλίστη καλλίστη τε τὴν μορφὴν καὶ ἀρέσκουσα τῷ ἀνδρί. | |
2.43 | Μήτε δὲ τοῦ ἑτέρου γυναίου ἀμνημονήσωμεν, εἰ καὶ πενιχρὸν καὶ εὐτελὲς τὸ γύναιον. Βασσιανὴ γάρ τις πρὸς τοὺς οἰκείους αὐτῆς διενεχθεῖσά ποτε, καὶ μικρά τινα τῶν οἰκείων αὐτῆς χρυσιδίων ὑφελομένη, καὶ οἷα ἂν χερνήτιδι γένοιτο γυναικί—ταῦτα δὲ ἦν | |
5 | δακτύλιοι καὶ περιδέραια μικρά—, καταλαμβάνει τὸν νεὼν καὶ αὐτόθι διέτριβεν, ὡς δι’ ὀργῆς ἔχουσα τοὺς οἰκείους. Συνήθης δέ τις αὐτῇ καὶ τῶν περὶ τὸν χρόνον ἐκεῖνον παρθένος, οὐ πολύν τινα ποιουμένη λόγον τῆς παρθένοις πρεπούσης ἀκριβείας ἢ εὐλα‐ βείας, εὑροῦσα καθεύδουσαν ἢ ἀποῦσαν τὴν Βασσιανήν, ὑφελομένη | |
10 | τὰ χρυσίδια ἄπεισι. Διαναστᾶσα δὲ ἡ γυνή, καὶ μηκέτι ἅπερ ἄρτι εἶχεν εὑροῦσα, καταβοᾶν ἄρχεται καὶ κατοδύρεσθαι τῆς μάρτυ‐ ρος, ὡς ἂν αὐτῆς πιστευθείσης μὲν ταῦτα φυλάττειν, ἀπολωλε‐ κυίας δὲ ἢ ἀρνουμένης. Ἡ δὲ μάρτυς καὶ ταύτην ἐλεήσασα, καὶ τὴν παρθένον τῆς ἀταξίας μισήσασα, ποιεῖ δήλην αὐτῆς τὴν κλοπήν, | |
15 | τούτῳ μάλιστα κολάζουσα, τῷ ποιῆσαι κατάδηλον τῇ τε ἀπολω‐ λεκυίᾳ καὶ τοῖς ἀμφὶ τὸν νεὼν πᾶσιν, ὡς ἐκείνην σαφῶς διελεγχθεῖ‐ σαν ἀποδοῦναί τε τῇ Βασσιανῇ τὰ χρυσίδια, καὶ τοῦ λοιποῦ σω‐ φρονισθεῖσαν οὕτω βιῶναι, ὡς καὶ τὸ πταῖσμα συσκιασθῆναι καὶ τὴν τῆς μάρτυρος εὔνοιαν αὖθις ἀνακτήσασθαι. | |
2.44 | Ἵνα δὲ καὶ τὸ ἄρτι γεγονὸς ὡς τελευταῖον εἴπωμεν τῶν θαυ‐ μάτων—τελευταῖον δὲ οὔτε ἔστιν, οὔτε μήποτε ἔσται θαῦμα τῆς μάρτυρος· μέχρι γὰρ ἄνθρωποι ὦσι, καὶ τὰ θαύματα ἀεὶ ἔσται πηγάζοντα, ἀεὶ βλύζοντα, ἀεὶ τεθηλότα, ἀεὶ πάντως ἰώμενα—, | |
5 | ῥητέον οὖν κἀκεῖνο, ὡς γύναιόν τι τῶν ἄγαν ἐπισήμων τούτων καὶ | |
εὐπατριδῶν, Δοσιθέα ὄνομα, ... Ἀλλὰ τούτων μὲν ἅλις· τί γὰρ καὶ ὄφελος ἀπείροις πελάγεσιν ἐπιρραίνειν ψεκάδας; οὔτε δή, εἰ πλείονα βουλοίμην εἰπεῖν, δυναίμην ἂν εὑρεῖν, ὅς γε καὶ ταῦτα συνηρανισάμην μόλις, ὧδέ τε κἀκεῖσε περιθέων καὶ περι‐ | 402 | |
10 | αθροίζων αὐτὰ καὶ συλλέγων, ὥσπερ ἔκ τινος βυθοῦ τοῦ μακροῦ χρόνου καὶ τῆς λήθης ἀναλεγόμενος τὰ θαύματα, καθάπερ καὶ τὰ λιθίδια ταῦτα τὰ πολυθρύλητα οἱ τούτων ἔμποροι. Ἀλλ’ οὔτε ὀλίγα, οὔτε πολλῶν πλείονα, οὔτε ὅλως ἀριθμητά ἐστιν. Οὔτε δ’ ἐμοὶ δυνατὸν πτηνῷ τὴν φύσιν ἢ ἀδαμαντίνῳ γενέσθαι, καὶ διὰ πάσης | |
15 | χωρῆσαι γῆς καὶ θαλάσσης, ὡς ἐξ ἑκάστης πόλεως ἢ χώρας ἢ κώμης ἢ οἰκίας ἀναλέξασθαι· μήτε γὰρ ἂν τὴν συλλογὴν γενέσθαι μοι δυνατήν, μήτε τὴν συγγραφὴν ἐφικτήν, μήτε τὴν ζωὴν οὕτω μακρὰν ὡς ἐξαρκέσαι τοσούτῳ καὶ οὕτως ἀπείρῳ πλήθει θαυμά‐ των. Ὧδε μὲν οὖν, ὅπερ εἶπον, τὸν περὶ τούτων στήσω λόγον, | |
20 | ὡς ἂν μήτε δοκοίην ἀνόνητα καὶ ἀκίχητα διώκειν. Ἐκεῖνα δὲ προσθεὶς ἔτι τὴν ἐπὶ τούτοις σιωπὴν ἀσπάσομαι, ὡς πολλοὺς μὲν ἄνδρας εἰς ἄκρον ἀρετῆς βιοῦντας ἡ μάρτυς ἀνηγόρευσε, πολ‐ λὰς δὲ γυναῖκας τὸν ἴσον ἀνειληφυίας ζῆλον ἐξήσκησεν, οἷον τὸν Παῦλον εὐθὺς ἐκεῖνον, τὸν καὶ ὄντα Αἰγύπτιον καὶ ἐπίκλην Αἰ‐ | |
25 | γύπτιον, ἄνδρα παρομαρτοῦντα τῷ βίῳ τοῖς κρατίστοις ἐκείνοις καὶ οὐρανομήκεσιν Ἠλίᾳ καὶ Ἰωάννῃ, τὸν Σάμον ἐκεῖνον, τὸν τῷ μεγίστῳ Ἐλισσαίῳ καὶ τοῖς κατ’ ἐκεῖνον ἁγίοις παραθέοντα—καὶ γάρ, εἰ καὶ τὴν πόλιν ταύτην ὁ Σάμος ᾤκει, μᾶλλον τῶν τὸ μαρτύ‐ ριον οἰκούντων ἐνδιέτριβε τῷ νεῴ, δὶς ἑκάστης ἡμέρας ἀνιὼν μετὰ | |
30 | ψαλμῳδίας· καὶ τὸ κωλύον ἦν οὐδέν, «οὐ πῦρ, οὐ χάλαζα, οὐ χιών, οὐ κρύσταλλος, οὐ πνεῦμα καταιγίδος», ὥς πού φησι ὁ θεσπέσιος Δαβίδ—, τὸν Δεξιανόν, «ὃς καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι» —καὶ γὰρ ἐν τῷ μέσῳ στρεφόμενος καὶ πολιτικώτερον βιούς, οὐ | |
35 | πάμπαν τῆς ἐκείνων ἀρετῆς ἀπεσχοίνιστο, ἀλλὰ γὰρ καὶ λίαν ὢν ἐν Χριστῷ, ταὐτὰ ἐκείνοις εἰργάζετο—, ἔτι μὴν τὸν Καρτέριον, τὸν Ἰωάννην, τὸν Φίλιππον, ταὐτὸ μὲν ἀνὰ μέρος φροντιστήριον | |
οἰκήσαντας, ζυγοῦ δὲ ἀκριβέστερον, πρός τε ἀλλήλους, πρός τε τοὺς πάλαι βιώσαντας καὶ διαλάμψαντας. Τὸν δὲ Ἰωάννην τοῦτον οὐδὲ | 404 | |
40 | ὁ πολύευκτος τῆς ἐπισκοπῆς θρόνος τῶν τῆς ἄκρας ἁγιαστείας νόμων ἐξέβαλε· καὶ τοῦτ’ ἔξεστι πᾶσιν ὁρᾶν τοῖς καὶ ὁρῶσι τὸν ἄνδρα πρὸς τὴν πάλαι τῆς ἀσκήσεως στάθμην καὶ νῦν ἔτι βιοῦντα. Καὶ τῶν γυναικῶν δ’ αὖ πάλιν τὴν Μαρθάναν, τὴν Ξεναρχίδα, τὴν Διονυσίαν ταύτην, τὴν Σωσάνναν, τὴν Θεοδούλην, τὰς ἄλλας | |
45 | πάσας, ἃς οὔτε καταλέγειν μοι καιρός, εἰ μήπου καθ’ Ἡσίοδον ἄρα καὶ αὐτὸς βουλοίμην γυναικῶν ἀρίστων ἄρτι κατάλογον γρά‐ φειν. Ὧν πάντων, εἴτε ἀνδρῶν ὧν κατέλεξα, εἴτε γυναικῶν, ὁ βίος καὶ ὁ τρόπος καὶ ἡ κατὰ Θεὸν πολιτεία θαύματά ἐστι τῆς μάρτυρος, καὶ μάλα τῶν προειρημένων θαυμάτων ὑπέρτερα. Τί | |
2.44(50) | γὰρ ἄν τις καὶ εἴποι μεῖζον, περὶ μὲν τούτων τὸ ὑπὸ τοιαύτῃ τα‐ χθῆναί τε καὶ ἀσκηθῆναι ἡγεμονίδι, περὶ δὲ ταύτης τὸ τοιοῦδε ἐπιμεληθῆναί τε καὶ ἐξάρχειν χοροῦ ὧν καὶ μιᾶς καὶ ἑνὸς ὁ πᾶς κόσμος οὐκ ἀντάξιος; | |
2.45 | Ὃ δέ μου καὶ νῦν τὴν μνήμην ὑπέδραμε, καλὸν μηδὲ ὑμᾶς ἀποκρύψασθαι. Ἡ γὰρ Ξεναρχὶς αὕτη τῷ γάμῳ μὲν καὶ ἀνδρὶ ὡμιληκυῖά ἐστιν, εἰς τοσοῦτον δὲ ἀρετῆς ὕψος ἀνέδραμε καὶ οὕ‐ τως ἠρέσθη τῇ παρθένῳ ἡ γεγαμηκυῖα, ὡς καὶ τοιοῦτό τι περὶ | |
5 | αὐτῆς γεγενῆσθαι λέγεται. Τῶν γάρ τις εὐλαβῶν, εἴτε ἀνδρῶν εἴτε γυναικῶν εἰπεῖν οὐκ ἔχω, φέρων μετὰ χεῖρας βιβλίον δίδωσι δῶρον αὐτῇ· τὸ δὲ βιβλίον εὐαγγέλιον ἦν. Δεξαμένη δὲ ἥδιστα, μικρὸν δέ τι καὶ ὑπομειδιάσασα εἰπεῖν λέγεται· «Τὸ μὲν δῶρον θεῖόν τε καὶ ἀξιάγαστον καὶ ὑπέρμεγα καὶ οἷον οὐκ ἄλλο τι τῶν | |
10 | ἐπὶ τῆς γῆς, ἀλλ’ ἐμοί—φησί—τῇ μὴ ἐπισταμένῃ μήτε τὰ πρῶτα ταῦτα στοιχεῖα καὶ γράμματα, μηδὲ ἀφ’ ὧν κεῖται καὶ πρόεισι τὰ τῶν λόγων ἅπαντα ῥεῖθρα καὶ νάματα, εἰς τί ἔσται τοῦτο, εἰ μή που ἄρα καὶ νῦν ἡ τοῦ βίου μου διδάσκαλος ...» Καὶ μεταξὺ ταῦτα λέγουσα λύει τὸ βιβλίον καὶ ἁπλώσασα ἐπέκυψεν, ὅσον | |
15 | κατανοῆσαί τε ἢ καὶ ἀσπάσασθαι. Ὡς δὲ μόνον τοῖς γράμμασιν ἐπήρεισε τοὺς ὀφθαλμούς, ἄρχεται καὶ ἀναγιγνώσκειν, καὶ οὕτως | |
ὀξέως καὶ οὕτως ἀνενδοιάστως ὡς ἐκπλαγῆναί τε καὶ τὰς σὺν αὐτῇ πάσας καὶ τὸ εὐαγγελικὸν ἐκεῖνο εἰπεῖν «Πῶς γράμματα οἶδεν αὕτη μὴ μεμαθηκυῖα;», τῆς δὲ μάρτυρος δηλονότι καὶ | 406 | |
20 | τοῦτο τὸ πολὺ θαῦμα καὶ παρεσχηκυίας τε τότε καὶ ταῦτα ἀκου‐ ούσης καὶ ταῦτα ἐργασαμένης. | |
2.46 | Τῇ δὲ Διονυσίᾳ ὥς φασιν ἀρξαμένῃ τοῦ ἀποτάττεσθαι καὶ ἀνδρὶ καὶ παισὶ καὶ οἴκῳ καὶ πᾶσιν ἁπλῶς, καὶ ἐπ’ αὐτῷ τούτῳ καταλαβούσῃ τὸν νεών, συγκαθευδῆσαί τε τὴν νύκτα ἐκείνην ὅλην τὴν μάρτυρα καὶ περιδεδρᾶχθαι αὐτὴν ταῖς ἀγκάλαις, ὡς τὴν | |
5 | τότε σύγκοιτον τῆς Διονυσίας—Σωσάννα δὲ ἦν αὕτη, ἡ καὶ νῦν ὅτε ταῦτα ἔγραφον ἔτι τε περιοῦσα καὶ πάσας τῷ βίῳ παρι‐ οῦσα καὶ αὐτὰ ταῦτά μοι διηγουμένη—θαυμάζειν τε ταύτην τότε καὶ πολλάκις ἐπανισταμένην τῆς κοίτης καὶ ἐπωθουμένην τῷ ἀγκῶνι ἐνορᾶν τε τὴν μάρτυρα καὶ καταπεπλῆχθαι τῷ δέει | |
10 | καὶ πρὸς ἑαυτὴν ἀναλογίζεσθαι πῶς μὲν δύο ἤστην τὴν ἀρχήν, νυνὶ δὲ καὶ τρίτη καὶ μέση τις αὐταῖς συγκαθεύδει. Ὡς δὲ πρὸς τούτοις ἦν τοῖς λογισμοῖς, ὁρᾷ τὴν αὐτήν—καὶ γὰρ ἐπι‐ μελὲς ἐπεποίητο τὸ φυλάττειν αὐτήν, ἥτις ἦν—ἀποπτᾶσαν ἐκ μέσου, ἀλλ’ οὐκ ἀναστᾶσαν ᾗ νόμος τοὺς καθεύδοντας· καὶ δὴ | |
15 | καὶ ὑποδραμοῦσαν ὁρᾷ πάλιν τὸν αὐτῆς θάλαμον, εἰς ὃν καὶ κατα‐ δῦναι λέγεται. Τοιγάρτοι μετὰ τὴν νύκτα ἐκείνην εἰς τοσοῦτον ἐπέδωκεν ἀρετῆς καὶ ἀσκήσεως ἡ Διονυσία, ὡς θαῦμα γενέσθαι τῇ πάσῃ γῇ τὸ γύναιον ἐκεῖνο, ὡς ἂν καὶ ὑπὲρ γύναιον πολιτευ‐ σάμενον. Καὶ ἀπελθοῦσα δὲ ἐκ τῆς γῆς οὐκ ἀπῆλθε, τὸ θυγάτριον | |
20 | ἡμῖν καταλείψασα, τὴν Διονυσίαν, ἴσα βιοῦσαν, ἴσα φρονοῦσαν, ἴσα βαίνουσαν, ἔχουσαν δέ τι καὶ περιττότερον τῆς μητρός, τὴν παρθενίαν ἁγνὴν καὶ ἀμόλυντον. | |
2epilog | Ἀλλ’ ἐγὼ μέν, ὦ παρθένε καὶ μάρτυς τοῦ Χριστοῦ καὶ ἀπόστολε, | |
τὸ ἐπιταχθέν μοι παρὰ σοῦ, μετὰ δέους μέν—οὐκ ἔστι δ’ εἰπεῖν ὅσου—, ὅμως ἐποίησα, σοὶ τῇ ἐπιταξάσῃ μοι τὸν ἱερὸν πόνον τοῦ‐ τον ἀλλ’ οὐκ ἐμαυτῷ θαρρήσας· οὔτε γὰρ τῆς ἐμῆς καὶ μικρᾶς φαύ‐ | 408 | |
5 | λης δυνάμεως ἦν τῶν σῶν οὕτω μεγίστων καὶ θείων καὶ περικλεῶν κατατολμῆσαι πράξεων καὶ θαυμάτων, ὧν ἀγγέλοις, οἷς καὶ νῦν συγχοροστατεῖς τὸν βασίλειον ὕμνον ᾄδουσα, ἡ εὐφημία μᾶλλον ἁρμόττει. Σὸν δ’ ἂν εἴη λοιπὸν μετὰ τῶν ἄλλων καὶ τοῦτο θαυμα‐ τουργῆσαι καὶ νῦν, τὸ δέξασθαι μὲν τὰ μικρὰ ταῦτα καὶ φαῦλα, | |
10 | καὶ παρὰ μικρῶν σοι καὶ φαύλων προσαγόμενα, δεῖξαι δὲ μεγάλα καὶ θαυμαστά· οὔτε γὰρ ἄξιόν τί ποτε δυνατὸν περὶ σοῦ καὶ τῶν σῶν ῥηθῆναι, οὔτε πρὸς ἡμῶν, οὔτε πρὸς ἄλλων ὄντων σοφῶν καὶ ἄγαν προθυμηθέντων εἰπεῖν τι νεανικόν. Πολλὴν οὖν αὐτοῖς καὶ δαψιλῆ τὴν χάριν ἐπίχεε καὶ παράσχου, ὥστε ποτὲ καὶ ἡμᾶς | |
15 | τι νομισθῆναι ἢ γεγενῆσθαι διὰ σὲ καὶ τὴν σὴν χάριν. Δεξα‐ μένη δὲ μιμοῦ μὲν τὰ σαυτῆς εἰς ἐμὲ πάλιν, τὸν πολλάκις διὰ σοῦ σεσωσμένον ἀπό τε νόσων καὶ κινδύνων καὶ δυσμενῶν καὶ τῆς ἀεί μοι παρενοχλούσης ἀνίας ἧς πολλὰ μὲν καὶ πολλάκις καὶ ἄγρια τὰ κατ’ ἐμοῦ γεγένηται ῥεύματα, σοῦ δὲ βουληθείσης οὔτε | |
20 | ἐπέκλυσεν οὔτε ἀπέπνιξεν, ἀλλ’ οὔτε ἐπικλύσει οὔτε ἀποπνίξει ποτέ, σοῦ γε πάλιν βουλομένης καὶ πρεσβευούσης ὑπὲρ ἡμῶν τὰ εἰκότα καὶ πᾶν γε πάθος ἀπελαυνούσης, πᾶσάν τε λύπην καὶ ταραχὴν ἀποκοιμιζούσης, καὶ ταύτην δὲ τήν γε νῦν ἐπανα‐ στᾶσάν μοι λύπην σὺ λῦσον, ὦ τρισμακαρία, τὸν κύνα, τὸν ἀρκό‐ | |
25 | χοιρον, τὸν δυσγενῆ καὶ δύστροπον Πορφύριον παύσασα τῆς κατ’ ἐμοῦ μανίας καὶ λύττης, ἐπεί τοι καὶ τόνδε τὸν ἐκ ταπεινῶν καὶ ἀνωνύμων καὶ ἀθεμίτου πορνείας τεχθέντα, καὶ λιμοῦ καὶ πενίας ἔκγονον ὄντα, εἶναί τι δοκεῖν καὶ δύνασθαι πεποίηκεν ὁ παγχά‐ λεπος οὗτος καιρός, ὁ πάντα μὲν ἐλεύθερον καὶ εὐπατρίδην τα‐ | |
30 | πεινώσας, πάντα δὲ λῃστὴν καὶ δραπέτην καὶ τυμβωρύχον ὑψώσας. Μετὰ δὴ τούτων, ὦ παρθένε, δὸς τὸ καὶ αὖθις ἡμᾶς ἐπὶ τῆς ἱερᾶς ἀναβάθρας τοῦ ἱεροῦ βήματος τῆς ἐκκλησίας ταύτης ὀφθῆναι, λέ‐ | |
γοντάς τε ἅπερ θέμις καὶ λέγοντας περί τε ἄλλων πολλῶν, ὧν ἔθος λέγειν ἐν ἐκκλησίαις, καὶ περὶ σοῦ τοῦ καλλίστου καὶ πρώτου | 410 | |
35 | καρποῦ τῆς ἐκκλησίας μετά γε δὴ τοὺς ἀποστόλους, ἢ καὶ σὺν τοῖς ἀποστόλοις αὐτοῖς, καὶ τὰ συνήθη κομιζομένους πάλιν, τὴν πειθὼ τῶν ἀκροωμένων, τὴν αἰδῶ, τὴν προκοπὴν τοῦ λεώ, τῆς πί‐ στεως καὶ τῆς εὐσεβείας τὴν αὔξησιν· τῆς διδασκαλίας γὰρ διὰ σὲ τὴν χάριν, ὡς οἶσθα, καὶ τὰ πρῶτα κατεθάρρουν, καὶ | |
40 | διὰ σέ μοι καὶ κρότοι καὶ ἔπαινοι καὶ τὸ εἶναί τι δοκεῖν ἐν τοῖς λέγουσι, πολλοῖς τε οὖσι καὶ θαυμασίοις. Τούτων δὲ ὧν νῦν ᾐτησάμην καὶ ὑπὲρ ὧν πρόσειμί σοι καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν, μηδὲν μάτην ὑπῆρχθαί μοι μηδὲ ἀτέλεστον μηδὲ ἀνεμι‐ αῖον καὶ ἄκαρπόν ποτε ποιήσῃς, ὦ παρθένε καὶ μάρτυς, ᾗ καὶ | |
45 | πάντοτε τῶν ἐμῶν ἐμέλησέ τε καὶ μέλει καὶ μελήσει. | 412 |