TLG 2800 012 :: BASILIUS :: Homilia in pentecosten BASILIUS Scr. Eccl. Homilia in pentecosten Citation: Volume — page — (line) | ||
52.809(46t) | ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ. | |
47t | Λόγος γʹ. | |
---|---|---|
48 | Τὰς γλώσσας σήμερον διανείμασα χάρις αὕτη οὐκ ἐᾷ με δεδοικέναι τῇ τῆς γλώττης πενίᾳ, ἡ τοὺς ἀγραμ‐ | |
52.809(50) | μάτους τῷ κόσμῳ παιδευτὰς ἐπιστήσασα, ἡ τοὺς ἁλιέας χειροτονήσασα ῥήτορας, αὐτοσχεδίῳ σοφίᾳ τοὺς τοῦ κόσμου σοφοὺς καταισχύνασα. Πόθεν γὰρ ἄλλοθεν αἱ τῶν ἀνθρώπων ἀγέλαι τῇ εἰδωλολατρείᾳ νοσοῦσαι πρὸς τὴν εὐσέβειαν ἔδραμον; πόθεν τὴν πο‐ | |
55 | λυδέσποτον τῶν δαιμόνων δουλείαν μετέμαθον; πόθεν βραχὺς μαθητῶν ἀριθμὸς ἀνθρώπων ὁμοῦ καὶ δαιμό‐ νων ἀντηγωνίσατο φάλαγξιν, εἰ μὴ τῷ τῆς θεότητος πυρὶ καθωπλίσθη; Σήμερον αἱ διὰ τοῦ πυρὸς πηγαὶ τῆς χάριτος ἐξέβλυσαν, καὶ φλὸξ διατρέχουσα ταῖς | |
60 | αὔραις ὑφείη τοῦ Πνεύματος. Ταύτην ὁ Χριστὸς τὴν χάριν τοῖς μαθηταῖς εὐαγγελιζόμενος ἔλεγεν· Οὐκ ἐάσω ὑμᾶς ὀρφανούς· ἄλλον ὑμῖν ἀποστέλλει Παρά‐ κλητον ὁ Πατήρ· ἡ γὰρ εἰς οὐρανὸν ἄνοδος τοῦ Δε‐ σπότου τὴν ἐξ οὐρανοῦ κάθοδον ἐγγυᾶται τοῦ Πνεύ‐ | |
65 | ματος. Ἔδει γὰρ τοὺς τὸν Ἰησοῦν ἀποδεξαμένους ὑποδέξασθαι καὶ τὴν τοῦ Πνεύματος ἄφιξιν, ἵνα δράμῃ πρὸς ἐντελεστέραν ἄνοδον τὰ τῆς θεογνωσίας διδά‐ γματα. Ὁ μὲν οὖν Ἰησοῦς ἀνθρωπίνην τὴν φύσιν λαβὼν, καὶ συγγενῆ τοῖς ἀνθρώποις περιβαλλόμενος | |
70 | θέαν, πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχὴν τοὺς ἀνθρώ‐ πους ἀνέστησεν. Ἔτι γὰρ, φησὶ, πολλὰ ἔχω λέγειν, | |
ἀλλ’ οὐ δύνασθε βαστάζειν. Ὅταν δὲ ἔλθῃ ὁ Πα‐ | Column end | |
52.810(48) | ράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσεται ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Ἐλεύσεται μετ’ | |
52.810(50) | ἐμὲ τὸ κατ’ ἐμὲ τὴν οὐσίαν· παραγενήσεται πρὸς ὑμᾶς τὸ ἐκ Πατρὸς τῷ Πατρὶ τὴν οὐσίαν ἐφάμιλλον. Οὐκοῦν ἃ τοῖς λόγοις εὐηγγελίσθησαν, τοῖς ἔργοις ἐπέγνωσαν· ὧν τὴν ἐπαγγελίαν ἐδέξαντο, τού‐ των τὴν πεῖραν ἐνέμενον. Ἐν τῷ συμπληροῦσθαι | |
55 | τὴν ἡμέραν τῆς Πεντηκοστῆς. Βραχὺς ἐν μέσῳ τῆς ἀνόδου καιρὸς, καὶ ἡ τοῦ Πνεύματος γίνεται κάθ‐ οδος· ἡ τοῦ Σωτῆρος ὑπόσχεσις ἔργοις τὸ πέρας ἐλάμ‐ βανεν. Ὁ μὲν οὖν τῶν ἀποστόλων χορὸς τῆς ὑποσχέ‐ σεως τῆς δεσποτικῆς, καθάπερ ἀγκύρας τινὸς, ἐπι‐ | |
60 | λαβόμενος, τὴν τοῦ Πνεύματος παρουσίαν ἀνέμενεν. Ἐπειδὴ τῶν ἡμερῶν ὁ δρόμος πρὸς τὸν πεντηκοστὸν ἀριθμὸν ἀνελήλυθεν, ὅτε τῶν ἑπτὰ ἑβδομάδων ὁ κύκλος κατὰ τὴν τοῦ νόμου διάταξιν ἑαυτὸν ἀναστρεφόμενος, ταῖς ἑορταῖς ἑκατέρωθεν περιγράφεται, τότε οὖν ἡ | |
65 | τοῦ Πνεύματος γίνεται κάθοδος. Ἀλλ’ οὐ σαρκὸς, ὡς Υἱὸς, ἐπελάβετο, οὐδὲ ἀνθρωπίνης ἐφανερώθη μορ‐ φῆς, οὐδ’ ὥσπερ ἐν τοῖς Ἰορδάνου ῥείθροις τὸ τῆς περιστερᾶς εἶδος τὴν τοῦ Πνεύματος παρουσίαν ἐμή‐ νυσεν. Οὐσία γὰρ δεσποτικὴ, καθὰ βούλεται, ἐπι‐ | |
70 | φαίνεται. Βροντὴ δὲ σάλπιγξ οὐρανόθεν ἐβόα, πᾶσαν ἀκοῆς ἐνέργειαν τῇ ἀνηχήσει νικῶσα, καὶ φλὸξ διιπτα‐ μένη γλώσσας πυρίνας ἀπέτικτεν· ἡ τοῦ πυρὸς διαί‐ ρεσις γλωσσῶν ἐγένετο μήτηρ· γλῶσσαι διαμεριζό‐ | |
μεναι ταῖς τῶν μαθητῶν κορυφαῖς ἐπεκαθέζοντο. | 809 | |
52.811 | Τοιοῦτος μὲν οὖν τῆς τοῦ Πνεύματος ἐπιφανείας ὁ τρόπος. Ἐκλέγεται τὴν ἡμέραν ταῖς ἑτέραις παρα‐ πεμπόμενος· οὐ γὰρ δὴ λόγου χωρὶς, οὔτε τῷ τάχει λαμβάνει τὴν ἑορτὴν, οὔτε μὴν ἂν τῆς ἡμέρας τὴν | |
5 | πάροδον, ἐπάγει τὴν κάθοδον. Διὰ τί; Τρεῖς εἰσιν αὗται μόναι παρὰ Ἰουδαίοις δημοτελεῖς ἑορταί. Πρώτη μὲν ἡ τοῦ Πάσχα, καθ’ ἣν τὸ πρόβατον θύοντες, τὸν ἀληθινὸν Ἀμνὸν οὐκ ἐπέγνωσαν, καὶ τιμῶντες τὸν τύ‐ πον, εἰς τὸν τοῦ τύπου παρηνόμουν παραίτιον· οὗ γὰρ | |
10 | τὴν σκιὰν προσεκύνουν, τούτου τὴν παρουσίαν ἠτί‐ μαζον. Δευτέρα δὲ ἡ μετ’ ἐκείνην Πεντηκοστὴ, ὄνομα λαχοῦσα τὸ τοῦ Πνεύματος διάστημα. Ἐπὶ ταύταις αἱ σκιαὶ, τῆς ἐρήμου τὸ μίμημα. Αὗται πάντας ὁμοῦ Ἰουδαίους ἀνάγκῃ πρὸς μίαν πόλιν συνήθροιζον. | |
15 | Ἐπειδὴ τοίνυν ἐν τῇ προτέρᾳ σταυρὸς ἐπάγη, καὶ τὸ πάθος ὑψώθη, καὶ θεατὴς ἦν μέχρι τούτων ἅπας τῶν Ἰουδαίων ὁ δῆμος, τὸ δὲ τῆς ἀναστάσεως θαῦμα ἠγνόουν ἑκόντες, ἠπίστουν, ἔκρυπτον, ἐσυκοφάντουν· μετὰ τὴν πρώτην εὐθὺς, καθ’ ἣν ἅπαντα τῶν Ἰου‐ | |
20 | δαίων τὰ φῦλα πάλιν ἀνάγκῃ νόμου πρὸς τὸν αὐτὸν ἠγέρθη τόπον, ἐπιτηροῦσα τὸν καιρὸν ἐπὶ τοὺς μα‐ θητὰς ἡ χάρις ἐκχεῖται, καὶ τοὺς ἁπάντων ὀφθαλ‐ μοὺς καὶ ἀκοὰς ἐπιστρέφει, ἵνα πρὸς τοὺς Χρι‐ στοῦ μαθητὰς ἡ δωρεὰ φερομένη ἀναστάντα μαρτυ‐ | |
25 | ρῆται· καὶ εἰ ἐγηγέρθαι Χριστὸν ἀπιστήσαντες, ἐξ οὐρανῶν ὁρῶσι δωρεάς· ἀντιπέμπονται οἱ τὸν τάφον σφραγίζοντες, τοῦ οὐρανοῦ θεαμάτων θεαταὶ κατα‐ στῶσιν. Ἦχος οὖν βροντῆς καὶ πῦρ οὐρανόθεν καὶ ἐνέργεια τοῦ Πνεύματος ἄφιξιν πιστουμένη. Οὕτως | |
30 | ἄρα ποτὲ καὶ κατὰ τὸ Σιναῖον ὄρος ἡ φλὸξ ἐτινάσ‐ σετο, καὶ Μωϋσῆς ἐν μέσῳ πυρὸς νομοθετεῖν ἐδιδά‐ σκετο. Ἄλλη νῦν μετεώρου πυρὸς ἵπτατο φλὸξ, τὰς ἀποστολικὰς κορυφὰς σταδιεύουσα. Ὁ γὰρ τότε Μωϋσέα ταῖς εἰς Ἑβραίους νομοθεσίαις κινήσας | |
35 | αὐτὰ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν, διὰ τοῦτο καὶ πα‐ λαιῶν μνήμη θαυμάτων τοῖς νέοις ἀνεμίγνυτο· καὶ πάλιν μεσιτεύει τὸ πῦρ τῷ παραπλησίῳ τῆς θέας τὸν αὐτὸν ἐκεῖνον εἶναι Θεὸν τοῖς παροῦσι πιστούμενον. Πρὸς δὲ γλώσσας μεριζομένη τορνεύεται, ἵνα διδα‐ | |
40 | σκάλους τοὺς ὑποδεχομένους ἐργάσηται, ἵν’ ἐν πυρὶ πορευόμενοι παιδευταὶ τῆς οἰκουμένης ὑπάρξωσι. Πάλαι μὲν οὖν μίαν φωνήν τε καὶ γλῶσσαν ἁπάν‐ των ὑπάρχουσαν ἡ πάλαι τῆς πυργοποιίας διεμεμέ‐ ριστο τόλμα, καὶ μάχη γλωσσῶν ἀντισείει τὸν κατὰ | |
45 | τῶν οὐρανῶν πόλεμον παύουσα· καὶ γλῶσσαι μυρίαι μυρίοις φθέγμασιν ἔπληττον, ἀκοὴν δὲ μίαν οὐχ εὕ‐ ρισκον πρὸς τὸν ἦχον οὐκ ἐπινεύουσαν· ἀλλ’ ἡ γλῶσσα τμηθεῖσα καὶ τὰς γνώμας ἐμέρισε, καὶ γλῶττα λυ‐ θεῖσα τὰς χεῖρας ἐπέδησε. Νυνὶ δὲ ἡ χάρις διαιρε‐ | |
52.811(50) | θείσας γλώττας τὰ στόματα, εἰς τὴν ἑνὸς ἑκάστου γλῶσσαν συνήθροισε, τοὺς τῆς διδασκαλίας ὅρους πλατύνουσα, καὶ πολλὰς ὁδοὺς τεμνομένη τῆς πί‐ στεως. Ὢ τῶν παραδόξων θαυμάτων! ἀπόστολος ἐλά‐ λει, καὶ Ἰνδὸς ἐδιδάσκετο· Ἑβραῖος ἐφθέγγετο, καὶ | |
55 | βάρβαρος ἐπαιδεύετο· ἡ χάρις ἐξηχεῖτο, καὶ ἀκοὴ | |
τὸν λόγον ἐδέχετο· Γότθοι τὴν φωνὴν ἐπεγίνωσκον, | Column end | |
52.812 | καὶ Αἰθίοπες τὴν γλῶτταν ἐγνώριζον· Πέρσαι τοῦ λαλοῦντος ἐθαύμαζον, καὶ ἔθνη βάρβαρα ὑπὸ μιᾶς ἠρδεύετο γλώττης. Ὅσον ἡ φύσις τοῖς γένεσιν ἐπλα‐ τύνετο, τοσοῦτον ἡ χάρις ἀντεπλούτει ταῖς γλώτταις. | |
5 | Ἡ μὲν οὖν τοῦ πυρὸς φύσις μεριζομένη πολυπλασιά‐ ζει τὴν ἐνέργειαν. Πηγὴ γὰρ φωτός ἐστιν ὁ πλοῦ‐ τος τῆς χάριτος. Πάλιν ἡ τοῦ πυρὸς φύσις οὐκ εἶδεν ἐφαπτομένη μειοῦσθαι, ἀλλ’ ἡ μετάδοσις αὔξησις· οὕτως ἡ ἐκχεομένη πολυπλασιάζει τὸ ῥεῖθρον. Μία | |
10 | μὲν λαμπὰς μυρίους ἀποτεκοῦσα πυρσοὺς, καὶ πάν‐ τας δείκνυσι κομῶντας τοῖς φέγγεσι, καὶ ἡ τοῦ φω‐ τὸς λαμπηδὼν οὐκ ἀφίησιν· οὕτως ἡ χάρις τοῦ Πνεύ‐ ματος ἀφ’ ἑτέρων εἰς ἑτέρους μεταφοιτῶσα, καὶ τοὺς ἑτέρους πληροῖ, καὶ τοὺς ἀφ’ ὧν πρόεισι. Πρῶτον | |
15 | τοίνυν ἐπὶ τοὺς ἀποστόλους ἡ χάρις ἐλθοῦσα, καὶ τούτους ὥσπερ ἀκρόπολιν καταλαβοῦσα, καὶ δι’ αὐτῶν τοὺς πιστεύοντας ἐπικυμαίνουσα πάντα πληροῖ, καὶ τὰ τῆς χάριτος οὐ συστέλλεται ῥεῖθρα. Ἡ μὲν οὖν τοῦ πυρὸς ἐφίπτατο γλῶσσα, γλωσσῶν δὲ ἦν μυρίων | |
20 | δοχεῖον μαθητὴς ἕκαστος, καὶ τοὺς παρόντας ἀπ‐ εφθέγγοντο, τῶν διδασκαλικῶν ἀγώνων ἁπτόμενοι. Καὶ θέατρον ἦσαν οἱ παρόντες τοῦ θαύματος· καὶ πλῆθος ἀκροατῶν τῷ γένει μεριζόμενον, οὐκ ἠπόρει γλώσσης ἀποστολικῆς πειθούσης συγγενέσι τοῖς ῥή‐ | |
25 | μασιν. Ὥσπερ γάρ τινι βαφῇ τῇ τοῦ πυρὸς ἐπαφῇ τὴν φωνὴν ἐκδεχόμενοι, ἄχρονον τὴν γνῶσιν ἐλάμ‐ βανον, καὶ πίστις ἐδιδάσκετο, καὶ χάρις ἐθαυμά‐ ζετο, καὶ Θεὸς ἐγνωρίζετο· ἀλλ’ Ἰουδαῖος ἐχλεύαζε, καὶ μέθην κατηγόρει τοῦ θαύματος, καὶ γλεύ‐ | |
30 | κους ἔργον ἐκάλει τὸ τῆς χάριτος μυστήριον· Γλεύ‐ κους γὰρ, φησὶ, μεμεστωμένοι εἰσίν. Ὢ τῆς συντρόφου τῶν Ἰουδαίων ἀγνωμοσύνης! Ἐννόει τὸν καιρὸν, ὦ Ἰουδαῖε, καὶ τὴν γλῶσσαν συκοφαν‐ τοῦσαν ἀνάστελλε. Ποῦ γὰρ γλεῦκος, ἤδη παρ‐ | |
35 | ελαύνοντος θέρους; ἔαρος δὲ ἄρτι φανέντος, ποῦ χώραν ἔχει γλεύκους ἡ μνήμη; Λογίζου τὴν ὥραν, καὶ χαλίνου τὴν γλῶτταν. Τί οὖν Πέτρος, ὁ πρωτεύων τῷ Πνεύματι, καὶ βρύων τῇ χάριτι, ὁ πλησθεὶς πυρί; Συνήγορον τὴν γλῶτταν ταῖς γλώτταις ἀφίησιν. Οὐ | |
40 | γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, φησὶν, οὗτοι με‐ θύουσιν, ἀλλὰ τοῦτό ἐστι τὸ παρὰ τοῦ προφήτου Ἰωὴλ εἰρημένον· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου. Πέλαγος χαρισμάτων ὁ προφήτης εὐαγγελί‐ ζεται. Ἐκχεῶ, φησὶν, ἀπὸ τοῦ Πνεύματος μου. | |
45 | Ἀλλ’ ἆρα μὴ συνέσταλται πάλιν τὸ ῥεῖθρον; ἢ πρὸς Ἰουδαίους περιγράφεται μόνον τὸ δῶρον; Οὐ‐ μενοῦν. Ἐκχεῶ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Μαθόν‐ τες τὴν πρόῤῥησιν, ὁρᾶτε τὴν ἔκβασιν. Προέλαβε τὴν προφητικὴν γλῶτταν ἡ γλῶσσα τοῦ Πνεύματος. | |
52.812(50) | Ἐκείνης καὶ ἡμῖν τῆς χάριτος ἐπελθεῖν σταγόνα πα‐ ρακαλέσωμεν, ἵνα τὴν μνήμην τῶν θαυμάτων φυ‐ λάττοντες, τῆς χάριτος τὸ κέρδος τρυγήσωμεν· εὔκο‐ λος γὰρ δόσις, ἂν εὕροι προαίρεσιν. Ὁ γὰρ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν· αὐτῷ ἡ δύναμις | |
55 | καὶ τὸ κράτος εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 811 |