TLG 2800 008 :: BASILIUS :: Homilia in passionem domini BASILIUS Scr. Eccl. Homilia in passionem domini Citation: Volume — page — (line) | ||
36t | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
---|---|---|
37t | ΑΘΑΝΑΣΙΟΥ | |
38t | ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΠΑΘΟΣ ΤΟΥ ΚΥΡΙΟΥ Τῌ ΑΓΙᾼ ΠΑΡΑΣΚΕΥῌ. | |
41 | Μέγα μὲν οὐρανὸς δημιούργημα, καὶ τῆς ὁρωμέ‐ νης κτίσεως πρῶτον ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι καλού‐ μενον· μέγα δέ τι καὶ θαυμαστὸν τῶν ἀγγέλων ἡ φύσις, ἀοράτοις στεφανουμένη τοῖς κάλλεσιν. Ἁμιλ‐ | |
45 | λᾶται τοῖς εἰρημένοις καὶ ἥλιος, τὰς ἡμερινὰς τοῦ | |
φωτὸς λαμπάδας περιβαλλόμενος, καὶ τὸν οὐράνιον | 1053 | |
28.1056 | δρόμον ἐλαύνων. Ἐκπλήττει τὴν διάνοιαν ἡ γῆ, κρε‐ μαμένη προστάγματι, καὶ τὸ βαρὺ στοιχεῖον τοῖς ὕδασιν ἐποχούμενον. Τί δ’ ἄν τις εἴποι, θάλατταν ἡπλωμένην ὁρῶν, καὶ ψάμμῳ μὲν δεδεμένην, | |
5 | πνεύμασι δὲ κυβερνωμένην; Ἀλλὰ πάντα μὲν καλὰ καὶ λίαν καλὰ, καὶ τῆς τοῦ δημιουργοῦ σοφίας τεχνάσματα· ᾔσχυνε δὲ τούτων τὸ κάλλος ὁ ἄνθρω‐ πος τῇ τῆς τιμῆς ὑπερβολῇ, τοῖς τιμωμένοις τὴν ὕβριν γεννήσας. Θαῦμα γὰρ τῇ κτίσει προσενέγκας | |
10 | ὑπερβαῖνον τὰ μέτρα τῆς κτίσεως, ἀδοξίαν τοῖς τιμω‐ μένοις κατέχεεν. Οὕτω πλάνης μήτηρ ἡ κτίσις ἄκουσα γέγονεν. Ἀλλ’ ᾤκτειρε τὴν πλανωμένην ὁ Θεὸς, καὶ φέρει σταυρὸν ἐν μέσῳ, θεογνωσίας ἀνθρώποις ὄργα‐ νον, τῆς κτίσεως δυνατώτερον. Ἄπρακτος γοῦν ὁ | |
15 | οὐρανὸς πρὸς ἀσεβείας γέγονε διόρθωσιν. Καὶ ἥλιος μὲν ᾐσχύνετο προσκυνούμενος, κωλύειν δὲ τοὺς προσκυνοῦντας οὐκ ἴσχυσε. Γῆ, τὰ τοῦ σώμα‐ τος φάρμακα βρύουσα, τῇ ψυχῇ νοσούσῃ βοηθεῖν οὐκ ἠδύνατο. Θάλασσα περιττὴ πρὸς τὸ πάθος ἠλέγχετο. | |
20 | Καὶ ἄνθρωπος τυφλώττων περιῆγε τὴν κτίσιν, καὶ τὸ προσπίπτον ψηλαφῶν προσεκύνει, Θεὸν εὑρεῖν οὐ δυ‐ νάμενος· ὃν ὁ τῆς κτίσεως ὅλης δῆμος κηρύττων πρὸς τὴν ἑνὸς Θεοῦ διδασκαλίαν προσάγειν οὐκ ἐξήρκεσεν. Ἀλλ’ ὃ μὴ πεποίηκεν ὁ οὐρανὸς, τοῦτο ἴσχυσεν ὁ σταυ‐ | |
25 | ρός· καὶ ὃν ἥλιος οὐκ ἐδίδαξε, σταυρὸς ἀναλάμψας ἐφωταγώγησε· καὶ ξύλον εὐτελὲς φυτευθὲν οἰκουμέ‐ νην ἀσεβοῦσαν πρὸς εὐσέβειαν ἐγεώργησε. Ξύλον κατα‐ δίκης ὄργανον τοῖς καταδίκοις ἐλευθερίαν ἐκαρποφό‐ ρησεν. Ἠτόνησε πρὸς σωτηρίαν ἀνθρώπων ἡ | |
30 | κτίσις, καὶ σταυρὸς εἰσελθὼν ἰατρὸς ἀνεδείχθη. Ἐπειδὴ γὰρ ὁ θάνατος, ξύλῳ τὸ πάλαι βακτηρίᾳ χρη‐ σάμενος, τὴν τῶν ἀνθρώπων ῥίζαν ἐπολιόρκησεν, ὁδὸν εὑρὼν εἰς παρείσδυσιν τὴν ἐν βρώσει παράβα‐ σιν· τότε, παρανοιχθείσης οὕτω τῆς ὁδοῦ τῷ θανάτῳ | |
35 | τὰ γένη συνήπτετο, καὶ οἱ κοινωνοὶ τῆς φύσεως ἐγίνοντο κληρονόμοι κολάσεως. Οἰκτείρας τοὺς πλα‐ σθέντας ὁ πλάστης, ξύλον ἀντιφάρμακον ξύλου τῇ φύσει χαρίζεται, καὶ πάθος οἰκονομίας εἰσήνεγκε πάθους ἀλεξιφάρμακον καὶ θανάτῳ κρατοῦντι θάνα‐ | |
40 | τον ἀνθοπλίσας κατηγωνίσατο· καὶ πάλιν ἐλεύθερος ὁ ἄνθρωπος, οἷς ἐδέθη πρὸς θάνατον, τούτοις τὴν ἀθανασίαν εὑράμενος· δι’ ὧν γὰρ κατεκρίνετο, διὰ τούτων ἐλύετο. | |
45 | Ὢ θείας ἀληθῶς σοφίας, καὶ μηχανῆς οὐρανίου! Σταυρὸς ἐπήγνυτο, καὶ εἰδωλολατρεία κατεστρέφετο· σταυρὸς ἐγείρετο, καὶ διαβολικὴ δυναστεία κατεδι‐ κάζετο· σταυρὸς ἐπήγνυτο, καὶ Ἰουδαίων ὁ τύφος πρὸς πτῶσιν μεθίστατο· ἵνα μάθῃς, ὅτι μὴ ξύλον | |
28.1056(50) | ἁπλῶς τῶν τοσούτων θαυμάτων παραίτιον, ἀλλ’ ὁ τῷ ξύλῳ πρὸς τὴν νίκην χρησάμενος. Οὐ γὰρ καθ’ ἑαυτὸ τὸ πάθος σωτήριον, ἀλλ’ ὁ διὰ πάθους οἰκονομεῖν τὴν σωτηρίαν βουλόμενος. Σοὶ μὲν γὰρ γίνεται θανάτου | |
λύσις ὁ θάνατος, ἀλλ’ ἤμειψε τῶν πραγμάτων τὴν | 1055 | |
28.1057 | φύσιν ὁ τῇ φύσει τοὺς ὅρους πηξάμενος. Σταυρὸς, καὶ πάθος, καὶ λόγχη, καὶ ἧλοι, καὶ θάνατος, ταῦτα ζωῆς ἀθανάτου γίνεται σπάργανα· τούτοις ὁ δεύ‐ τερος ἄνθρωπος εἰς ζωὴν ἀπετέχθη. Οἷς ὁ πρῶτος | |
5 | Ἀδὰμ κατεκρίθη, τούτοις ὁ δεύτερος Ἀδὰμ ἠλευ‐ θερώθη· ὑφ’ ὧν ἡ ἀρχὴ τῶν ἀνθρώπων κατέπεσεν, ὑπὸ τούτων ἡ ἀπαρχὴ τῶν ἀνθρώπων ἀνυψοῦται. Σήμερον ὁ δεσπότης καὶ Κύριος κατάκριτος ἄγεται, καὶ ἐκ δικαστηρίου πρὸς δικαστήριον παραπέμπεται· | |
10 | καὶ Καϊάφας ἀποφαίνεται, καὶ Πιλᾶτος τὴν ψῆφον διαδέχεται. Καὶ οὐ παραιτεῖται τὴν κρίσιν ὁ Χρι‐ στὸς, ἵνα λύσῃ τὴν τοῦ κόσμου κατάκρισιν. Ὢ παραδόξων θαυμάτων! δέχεται τὴν τοῦ θα‐ νάτου ψῆφον ὁ Χριστὸς, καὶ εὐθὺς ὁ Βαραββᾶς ἀπο‐ | |
15 | λύεται. Ἐκ προοιμίων ὁ σταυρὸς τοῖς καταδίκοις ἐλευθερίαν χαρίζεται. Μὴ γάρ μοι πρὸς τὴν τῶν Ἰουδαίων πονηρίαν ἀπίδῃς, μήθ’ ὅτι τὸν εὐεργέτην καταδικάζοντες προτιμῶσι τὸν μιαιφόνον· ἀλλ’ ὅτι ἡ τῆς καταδίκης ἀρχὴ, τῆς τῶν καταδίκων | |
20 | ἐλευθερίας ὑπῆρχεν ἀρχή· ὅτι ὁ τὴν τῶν καταδίκων δίκην δεξάμενος δικαίως ζώντων ὁμοῦ καὶ νεκρῶν κριτὴς ἀναφαίνεται· «Καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν ὁ Θεὸς τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν ὁ Θεὸς, πίστιν παρασχὼν πᾶσιν, | |
25 | ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.» Οἱ μὲν οὖν Ἰουδαῖοι, τοὺς ἄλλους τοῦ θανάτου τρόπους παρέντες, ἐπὶ τὸν σταυρὸν ὥρμησαν, τιμωρίας ὁμοῦ καὶ ἀτιμίας ἐπινοήσαντες ὄργανον· καὶ τὴν τοῦ νόμου κατάραν τῷ διὰ ξύλου θανάτῳ προσάπτουσιν, ἐπιφορτίζειν | |
30 | ἡγούμενοι τοῦ θανάτου τὸ βάρος. Ἠγνόουν δὲ ἄρα τὸν σταυρὸν νίκης ἐντίμου κατασκευάζοντες σύμβολον. Καὶ οὐδὲ μέχρι τούτων ἀρκούμενοι, κοι‐ νωνοὺς τοῦ θανάτου καὶ λῃστὰς γενέσθαι βιάζονται, ἵνα ἡ τοῦ θανάτου κοινωνία τῆς τελευτῆς γένηται | |
35 | ἀδοξία. Ἠγνόουν δὲ ἄρα λῃστὴν τῷ Χριστῷ συσταυ‐ ρώσαντες, κήρυκα τῆς τοῦ ἐσταυρωμένου βασιλείας χειροτονοῦντες. «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Ὡς λῃστὴς ἐσταυρώθης, καὶ εὐαγγελιστὴς ἀνεδείχθης; Ὡς βασιλέα τιμᾷς ὃν | |
40 | ἀτιμάζειν ἐτάχθης; «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Τί ἔφης, ὦ λῃστὰ, ἀγνοεῖς ἃ πάσχεις; Ἐπελάθου τῶν ἥλων; οὐκ ᾐσθάνου τῶν ὀδυνῶν; Ὡς ἐν ἱερῷ προσευχόμενος, οὐχ ὡς ἐν ξύλῳ κρεμάμενος, οὕτως ἱκετεύεις; Εἶδον, φησὶ, | |
45 | Θεὸν ἀληθινὸν, καὶ ἱκετεύειν τοῦτον ἐπόθησα. Ἔγνων ἐκ τῆς ἐπιγραφῆς τὴν ἀξίαν. Εἶδον καταδίκην τὴν βασιλείαν κηρύττουσαν. Εἶδον ἐν τῇ κατηγορίᾳ δια‐ δήματος χάριν ἀστράπτουσαν. Εἰ γὰρ σταυρούμενος βασιλεύει, τίς ἂν εἴη στεφόμενος; Γνωρίζει τὴν | |
28.1057(50) | βασιλείαν ἡ κτίσις. Ἥλιος σταυρούμενον ὁρᾷ, καὶ | 1057 |
28.1060 | φαίνειν οὐ τολμᾷ· ἁρπάζει τῶν σταυρούντων τὸ φῶς, ὑπὲρ Δεσπότου μαχόμενος· νυκτὶ παραλόγῳ κα‐ ταδικάζει Ἰουδαίων παρανομίαν. Ἡ γῆ σαλευομένη ταράττεται, καὶ κρεμνᾷ σεισμῷ τοὺς ἐπὶ σταυροῦ | |
5 | τὸν Δεσπότην κρεμάσαντας. Πῶς μὴ πεισθῶ; Βασιλέα τὸν ὑβριζόμενον ὁ τίτλος βοᾷ. Ἡ κτίσις μαρτύρεται. Ἅπερ ἀναγινώσκω τοῖς γράμμασιν, ἐπιγινώσκω τοῖς πράγμασι. «Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» | |
10 | Ὦ λῃστὰ πικρὲ τῶν Ἰουδαίων κατήγορε! Ὦ λῃστὰ δικαιοσύνης συνήγορε! Ὦ λῃστὰ βασιλείας ἔμπορε! Ὦ λῃστὰ παραδείσου φύλαξ! Ὦ λῃστὰ τοῦ Ἀδὰμ περὶ τὴν κτίσιν βεβαιότερε! Ὦ λῃστὰ τοῦ προγόνου περὶ τὸν παράδεισον ἀσφαλέστερε! Ἐκεῖ‐ | |
15 | νος, ἀκαίρως ἐκτείνας τὴν χεῖρα ἐπὶ τὸ ξύλον, θάνατον εἰς τὸν κόσμον εἰσήγαγε· σὺ δὲ, εὐκαίρως ἐπὶ τὸν σταυρὸν τὰς χεῖρας ἁπλώσας, τὸν ἀπολόμε‐ νον ἀνεκτήσω παράδεισον. Ὦ λῃστὰ τὸν προγονικὸν κλῆρον ἀπολόμενον διὰ μιᾶς εὐτυχίας ἀνακτησά‐ | |
20 | μενε! Ὦ λῃστὰ πρῶτος βασιλείας ὁμολογίαν καρπω‐ σάμενε! Ὦ λῃστὰ βασιλείας ὁμολογητὰ, καὶ κληρονόμε, μαρτύρων ζηλωτά! Ὦ λῃστὰ ῥήματι μικρῷ τὸν οὐρανὸν ὑπανοίξας! Ὦ λῃστὰ ξένην ἐπ‐ ῳδὴν πρὸς ξένον θησαυρὸν μηχανησάμενε! Ὦ λῃστὰ | |
25 | πάρεργον σταυροῦ τὸν οὐρανὸν ποιησάμενε! Ὦ λῃ‐ στὰ νομίμου λῃστείας τοῖς ἀνθρώποις διδάσκαλε! Ὦ λῃστὰ λῃστείαν ἐπαινουμένην διδάξας! Ὦ λῃστὰ δι‐ δάξας ἀνθρώπους, πῶς βασιλεία λῃστεύεται! Ὦ λῃστὰ ποθουμένην τῷ κλεπτομένῳ κλοπὴν ὑφηγού‐ | |
30 | μενε! Ὦ λῃστὰ μεγάλους λῃστείας μισθοὺς συγγρα‐ ψάμενε! Ὦ λῃστὰ μέγα δείξας τὸ τῆς ὁμολογίας γεώργιον! Ὦ λῃστὰ βραδέως πιστεύσας, καὶ ταχέως ὁμολογήσας, ἔσχατος ἐλθὼν, καὶ πρῶτος στεφθείς! Ὦ λῃστὰ δείξας πίστεως ὀξυτάτην ἐνέργειαν! Ὦ | |
35 | λῃστὰ δείξας πίστεως ὠδῖνας, χρόνου εἰς τόκον μὴ δεομένας! Ὦ λῃστὰ πικρὲ τοῦ Ἰούδα κατήγορε! Ὦ λῃστὰ τῷ προδότῃ τῆς ἀγχόνης φανεὶς βαρύτερος! Ὦ λῃστὰ ὁ τὴν τοῦ Ἰούδα προδοσίαν κατὰ τοῦ δια‐ βόλου μιμησάμενε! Ὦ λῃστὰ τῇ ἐκείνου τέχνῃ θαυ‐ | |
40 | μαστῶς κατ’ ἐκείνου χρησάμενε! Ὦ λῃστὰ δικαίως τὸν Χριστὸν ἀγοράσας, καὶ μάρτυρα τῆς κτήσεως τὸν σταυρὸν ἐπαγόμενε! Ὦ Πέτρου συστρατιῶτα καὶ τῶν ἀποστόλων συμμύστα! Διεδέξατο δὲ τὸν σταυρὸν ὁ τάφος, νεκροῦ πεῖ‐ | |
45 | ραν οὐκ ἔχων. Ὦ τάφος ἀθανασίας χωρίον! Ὦ τά‐ φος ἀναστάσεως ἐργαστήριον! Ὦ τάφος τῶν τάφων κατάλυσις! Ὦ τάφος ἐν ᾧ θάνατος τοῦ εἶναι θάνατος παύεται! Ὦ τάφος ἐν ᾧ ζωὴ φύεται πέρας οὐκ ἔχουσα! Καλῶς ὁ τάφος καινός! Τοῦτο τῆς χάριτος | |
28.1060(50) | βούλημα. Ἵνα γὰρ μὴ τῶν νεκρῶν τὸ πλῆθος ἀμφί‐ βολον δείξῃ τὸν ἀναστάντα, καὶ πάλιν ὁ Ἰουδαῖος λάβῃ τῆς συκοφαντίας τὰς ὕλας, γυμνὸς ὁρᾶται τῶν κειμένων ὁ τάφος, γλῶτταν Ἰουδαϊκὴν ἀφοπλίζων, | |
μονονουχὶ τοιαῦτα πρὸς τὸν Ἰουδαῖον ἀποφθεγγόμε‐ | 1059 | |
28.1061 | νος. Τί λέγεις, ὦ συκοφάντα; Νεκρὸν ἕτερον οὐχ ὁρᾷς· οὐκοῦν τῷ ἀνισταμένῳ προσκύνησον! θέασαι αὐτὸν ἐγηγερμένον, καὶ τὴν δεσποτείαν ἐπίγνωθι· ὃν νεκρόν μοι παρέδωκας, ἀθάνατον ἀντιδίδωμι. Ἀλλ’ | |
5 | οὐκ ἠρκεῖτο τούτοις ὁ Ἰουδαῖος· ἐπισυνάπτει δὲ τῷ τάφῳ τὰς σφραγῖδας. Ἄθλιε καὶ πανάθλιε, ὁ τοῦ θανάτου τὰς ὀδύνας λύων, τὰς σφραγῖδας οὐ λύει; Ὁ σκυλεύων τὸν ᾅδην, τὰ σήμαντρα φοβεῖται· Σφράγιζε τὸν τάφον, ἐπισημαίνου τὸν λίθον, στρα‐ | |
10 | τιώτας ἐπίστησον, πολιόρκει τὸ μνῆμα. Μειζόν μου ποιεῖς τὸ κατόρθωμα, θεατὰς τῆς ἀναστάσεως εὐτρεπίζεις, μάρτυρας τῆς ἐγέρσεως φέρεις, κήρυ‐ κας τῶν ἐμῶν θαυμάτων τοὺς σοὺς ὑπηρέτας κατα‐ σκευάζεις. | |
15 | Δεῦρο οὖν, ἀδελφοὶ μείνωμεν τὰς, ὠδῖνας τοῦ τάφου. Ἴδωμεν τέως δωροφοροῦντα τὸν Ἰωσὴφ, καὶ τὸν Νικόδημον συντρέχοντα, σινδόνι καθαρᾷ, καὶ ὀθονίοις, καὶ σουδαρίῳ περιειλίσσοντας τὸν τοῦ παν‐ τὸς Κύριον, σμύρναν τε καὶ ἀλόην, τὰ τῆς ἀφθαρ‐ | |
20 | σίας σύμβολα, προσκομίζοντας. Ἴδωμεν κυοφορουμέ‐ νην τὴν ἀνάστασιν. Ἴδωμεν γαστέρα τάφου τῆς ἀνα‐ στάσεως μητέρα. Μείνωμεν ἰδεῖν τὸν Χριστὸν τρο‐ παιοῦχον ἐκ τάφου συνεγειρόμενον· καὶ τὴν κατὰ θανάτου καὶ τυράννου νίκην ἀναδησάμενον. Τοί‐ | |
25 | νυν φαιδροὶ φαιδρῷ τῷ ἀνισταμένῳ Χριστῷ προσ‐ έλθωμεν. Αὐτῷ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1061 |