TLG 2800 007 :: BASILIUS :: Homilia in feriam v et in proditionem Judae BASILIUS Scr. Eccl. Homilia in feriam v et in proditionem Judae Citation: Volume — page — (line) | ||
28.1048(12t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
13t | ΑΘΑΝΑΣΙΟΥ | |
---|---|---|
14t | ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΜΠΤΗΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ ΛΟΓΟΣ. | |
17 | Τοῦ Σωτῆρος τὰ πάθη, πένθος μὲν Ἰουδαίων, εὐ‐ φροσύνη δὲ τῆς Ἐκκλησίας· ἐκείνοις μὲν γὰρ συμ‐ φορὰν, ἡμῖν δὲ χαρὰν ἀπεγέννησεν· ἐκείνους θανάτῳ | |
20 | κατέκρινεν, ἡμῖν δὲ ἑορτὰς προεξένησε. Σήμερον τῆς Ἰουδαϊκῆς πονηρίας τὸ πέρας ἠλέγχθη, καὶ τῆς δεσποτικῆς εὐεργεσίας αἱ λαμπάδες ἀνήφθησαν. Σή‐ μερον ἐν γωνίᾳ δεῖπνον σκευάζεται, καὶ τῇ οἰκουμένῃ γίνεται τράπεζα· σήμερον τῆς οὐρανίου τροφῆς ἄστα‐ | |
25 | χυν ἐβλάστησε· σήμερον τοῦ ξύλου τῆς τρυφῆς ἀκιν‐ δύνως ἄνθρωπος ἅπτεται· σήμερον τῶν μυστηρίων ἀνοίγεται θησαυρός· σήμερον βρῶσις ἀποστό‐ λοις εὐτρεπίζεται, μακαριότητος ἄρτος· σήμερον τῆς πνευματικῆς εὐωχίας ἀπόλαυσις ἄρχεται· σήμερον τὸ | |
30 | «Λάβετε, φάγετε, τοῦτό μου ἐστὶ τὸ σῶμα.» Προ‐ λαμβάνω τὸν σταυρὸν, διαμερίζω τὰ μέλη, προφθάνω σου τὴν πρᾶσιν, Ἰούδα, τῇ ἐκχύσει τοῦ αἵματος, ὃ πιπράσκειν βούλῃ· προλαμβάνων χαρίζομαι· ἐμὸν γάρ ἐστιν, Ἰούδα, τὸ σῶμα· σοῦ δὲ τὸ πωλῆσαι φι‐ | |
35 | λήματι· ἐμοῦ ἔργον ἡ διὰ αἵματος σωτηρία· σὸν δὲ ἔργον ἡ τοῦ αἵματος ἐμπορία. Ἔνιψά σου τοὺς πό‐ δας, εἰς τὸν κατ’ ἐμοῦ δρόμον ὁρμῶντας. Ἐδίδαξα χεῖρας θαυματουργεῖν, τῷ τῆς ἐμῆς πράσεως κοιλαι‐ νομένας τιμήματι. Λάβετε, φάγετε· προλαμβάνετε | |
40 | τὴν τοῦ προδότου ταχύτητα· νικήσατε τὴν πρᾶσιν τῇ βρώσει. Οὐ χρονοτριβῶ τὸ δῶρον, ἀναμένων τὸ πά‐ θος· οὐκ ἀναβάλλομαι τὴν δόσιν· ἐγγὺς γὰρ ἡ πρᾶ‐ σις. Ἀπαθές ἐστι τὸ σῶμα· χαρίζομαι τῆς τῶν | |
ἐσθιόντων ἀπαθείας μαρτύριον. Προλαμβάνω τοῖς | ||
28.1049 | ὀδοῦσι τῶν Ἰουδαίων τὴν φάλαγγα· ἕως τὸν σταυ‐ ρὸν ὑπερτίθεμαι, φάγετε καὶ ὑμεῖς, φάγετε. «Οὐκ ἔστι» γὰρ «λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βα‐ λεῖν τοῖς κυσὶν» Ἰουδαίοις. Ἕως ἐκεῖνος τοὺς συν‐ | |
5 | αλλακτὰς ζητεῖ, τὸν πωλούμενον μαργαρίτην ἁρ‐ πάσατε. «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν προ‐ δώσω;» Τί πωλεῖς ἄρτον, Ἰούδα, τὸν ἤδη τῇ βρώ‐ σει παραδοθέντα; Ποῦ σου τῆς φιλοπτωχίας οἱ λόγοι· | |
10 | «Ἐδύνατο τοῦτο πραθῆναι πολλοῦ,» λέγων, «καὶ δοθῆναι πτωχοῖς;» Ὅτε γυναῖκα μύροις ἀλείφουσαν, καὶ προλαμβάνουσαν τῇ χρίσει τὸν τάφον, καὶ ζῶντα τιμῶσαν, ἐπειδὴ νεκρὸν οὐκ ἠδύνατο· ταύτην ἐξ‐ υβρίζεις, τοὺς τῆς φιλοπτωχίας προβαλλόμενος νόμους· | |
15 | «Ἠδύνατο, λέγων, τοῦτο πραθῆναι·» τουτέστιν, ἠδύνατο καὶ τοῦτο μετὰ τούτου πραθῆναι. Ἔστω· φονεύεις, οὐδὲ θάπτεσθαι κελεύεις; Ἔστω· αἷμα πωλεῖς, τί καὶ τὸ ἄλειμμα πιπράσκεις; Ὢ φιλαργυ‐ ρίας φιλοπτωχίας ἐνδυομένης προσωπεῖον! Ὢ τῆς | |
20 | μισανθρώπου φιλανθρωπίας! ἠδύνατο τοῦτο πραθῆ‐ ναι, καὶ δοθῆναι πτωχοῖς. Κάπηλος φιλοπτωχίας Ἰούδας, καὶ αὐτὸ τῆς φιλοπτωχίας τὸ σχῆμα πρα‐ γματευόμενος. Ἀλλ’ οὐκ ἠτόνησεν ἡ τοῦ Σωτῆρος μα‐ κροθυμία ἐκτείνειν μετὰ τοῦ σφαγέως τὴν χεῖρα. | |
25 | Συνεσθίει τῷ προδότῃ, δυσωπῶν τὴν προαίρεσιν. Ἐπιδίδωσιν ἄρτον, καὶ τρέφει τὸν ἀναιρέτην· καὶ τὴν Νέαν Διαθήκην ἐπὶ τραπέζης ἀναγράφων, οὐκ ἀποστερεῖ τῆς κληρονομίας τὸν προδόντα, καὶ διαθέ‐ μενος οὐκ ἀποστερεῖ τοῦ μέρους τὸν μετὰ βραχὺ | |
30 | παραδιδόντα. Ἀλλ’ οὐκ ὤφειλεν ὁ κλῆρος τὸν τρόπον· ἡ τιμὴ τὴν γνώμην οὐ μετέβαλεν· ὡς γὰρ ἔλαβε τὸ ψωμίον, εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτόν. Ἡ τοῦ Ἰούδα προαίρεσις τοῦ διαβόλου κλῆσις· οὐ γὰρ ἁπλῶς εἰσ‐ ῆλθεν, ἀλλ’ εὗρε τὸ τῆς ψυχῆς καταγώγιον· εὗρε | |
35 | γνώμην ἐπιτηδείαν πρὸς οἰκείωσιν· εὗρε σεσαρωμέ‐ νον· εὗρε ποθούμενον πάθος, καὶ τὸν οἶκον οὐκ ἔφυ‐ γεν· εὗρεν ὅπλον, ᾧ χρησάμενος παρατάξηται. | |
40 | «Τί μοι θέλετε δοῦναι;» Πειράζων μὲν ὁ διά‐ βολος τὸν Κύριον εἶπε· «Ταῦτα πάντα σοι δώσω.» Νῦν δὲ ὁ Ἰούδας βοᾷ· Τί θέλετε δοῦναι! Ὢ ῥημά‐ των καὶ τρόπων συγγένεια; ὢ συμφωνία διαβόλου πάλαι μελετηθεῖσα! Οὐ λέγει, τί μοι δύνασθε δοῦναι; | |
45 | Ὡς εὔωνον κτίσμα τὸν δεσπότην προτίθησιν· ὡς ἄτι‐ μον συμφωνεῖ τὸν ἀτίμητον. Τί τοιοῦτο οὐ λαμβάνεις, οἷον δίδως, Ἰούδα; Ὑπόμνησον σεαυτὸν τῶν τοῦ πι‐ πρασκομένου θαυμάτων, καὶ τότε ἀναλόγως τὸν θαυ‐ ματουργὸν καπήλευε. Βάδιζε πρὸς τὸν λεπρόν· παρ’ | |
28.1049(50) | ἐκείνου διδάσκου τὴν τῆς ἰατρείας ποσότητα. Ἐρώτα τυφλοὺς, τίνος ἀξίαν ἡγοῦνται τὴν ἴασιν. Ἐρώτα τὸν Λάζαρον, πόσου τιμᾶται τὴν τοῦ θανάτου φυγήν. Ἐξέταζε τὸν παράλυτον τὸν τοῦ χρόνου καὶ τῆς κλί‐ νης διὰ τὸ πάθος δεσμώτην. Ζυγοστάτησον τὰς αὐ‐ | |
55 | τοσχεδίους ἐν ἐρήμῳ τραπέζας. Διατίμησον τὸν ἐπὶ τῶν κυμάτων περίπατον, τὰς τῆς θαλάσσης καὶ τῶν | |
ἀνέμων ἐπιτιμήσεις· τὰς τῶν δαιμονιώντων θερα‐ | ||
28.1052 | πείας ἐπίσκεψαι. Τούτων ἁπάντων ἐπιλήσμων γενό‐ μενος, ὃν πωλεῖς οὐκ ἐννοεῖς. | |
4 | «Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.» Ὢ | |
5 | πράσεως δεσποτείαν τῷ πιπρασκομένῳ κατὰ τῶν ὠνουμένων ἐγγυομένης! Πιπρασκόμενος γὰρ ὁ δε‐ σπότης κτήτωρ τῶν ἀγοραζόντων ἐγίνετο. Εἰκότως οὖν ὁ Χριστὸς ἀνεβόα· «Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν·» εἴ τι λείπει τοῖς προγονικοῖς ὑμῶν, | |
10 | ὦ Ἰουδαῖοι, τολμήμασιν. Ἐκεῖνοι προφήτας ἀνήρουν, ὑμεῖς δὲ τὸν προφητευθέντα φονεύετε. Ἐκεῖνοι τοὺς πεμφθέντας κατέσφαττον, ὑμεῖς δὲ τὸν τοὺς προφή‐ τας ἀπεσταλκότα. Ἐκεῖνοι τοὺς δούλους, ὑμεῖς τὸν Δεσπότην ἀποκτείνετε. Ἐκεῖνοι τοὺς ἱερεῖς ἀνήρουν, | |
15 | ὑμεῖς τὸν ναὸν κατελύσατε. Μείζονα τῶν προλαβόν‐ των τὰ δεύτερα. Θάλασσαν πλεύσας [ἴς. περάσας], ἠλέγχθης ἀχάριστος· μάννα τρεφόμενος, τὸν ἐν Αἰ‐ γύπτῳ μόσχον ἐθρήσκευσας· νόμον δεχόμενος, τὸν νομοδότην παρανομίαις καθυβρίζεις. ᾞξεν ἡ πέτρα | |
20 | τῇ ῥάβδῳ Μωσέως, ὁ δὲ σὸς τρόπος ἀκαμπὴς πρὸς εὐσέβειαν. Ἐνίκας μαχόμενος, καὶ τὸν ἐξ οὐρανοῦ στρατηγὸν οὐκ ἐγνώριζες. Ἐδεσμεύετο δρόμος ἡλίου, σοὶ προθεσμία νίκης γινόμενος, σὺ δὲ τὰς τῶν τέκνων σφαγὰς θυσίας εὐχαριστηρίους τοῖς εἰδώλοις προσ‐ | |
25 | έφερες. Ἀεὶ σύντροφος Ἰουδαῖος αἱμάτων τὰς προφη‐ τῶν σφαγὰς ὑπολαμβάνει· τούτοις [ἴς. τούτων] τοῖς αἵμασι κατὰ μικρὸν ἀρδευόμενος εἰς αὐτὴν σήμερον τῆς παρανομίας τὴν κορυφὴν ἀπωλίσθησε; Τίς οὖν αὐ‐ τοῖς ὁ τῆς παρανομίας καρπός; «Ἰδοὺ ἀφίεται ὁ | |
30 | οἶκος ὑμῶν ἔρημος.» Ἔκδοτον εἰς τὴν κόλασιν τὸ ἔθνος· ἕως γὰρ θεραπείας ἐλπίδα ὑπεμφαίνει τὸ πά‐ θος, πράοις φαρμάκοις ὁ ἰατρὸς ἀνακτᾶται τὸ νόσημα· ἀπογνοὺς δὲ τὴν θεραπείαν τοῦ πάθους, ἀπο‐ τέμνεται μέλος. | |
35 | Μικρὸς ἐν μέσῳ καιρὸς, καὶ παρῆν Ἰούδας μετὰ τὴν πρᾶσιν φαιδρὸς, καθάπερ τις ἔμπορος τοῦ φορ‐ τίου τὸ ἄχθος ἀπωσάμενος· παρῆν ὡπλισμένος φιλή‐ ματι, παρῆν δεικνὺς, ὃν ἐπώλησε. Τί οὖν ὁ Κύριος πρὸς τὸν Ἰούδαν; Ὡς μέθῃ βεβαπτισμένον φιλαργυ‐ | |
40 | ρίᾳ διύπνιζε, λέγων· «Φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» Οὕτω φιλεῖν ἐδιδάχθης; Εἰπέ μοι, οὗτος παρ’ ἐμοί σοι τῆς ἀγάπης ὁ νόμος; Ὢ φιλήματος αἵματος πεπληρωμένου! Ὢ πολέμου κεχρωσμένου φιλήματι! Ὢ φίλημα δῆγμα θανά‐ | |
45 | του γενόμενον! Ὢ φίλημα ἀσπίδων ἰὸν ἐρευγόμενον. Ὃ πρὸς ἀγάπην ἐδιδάχθης, τούτῳ πρὸς ἀπάτην ἐχρήσω. Ὁρῶ σου τοὺς ἐπὶ τοῦ στόματος ἥλους· τί κρύπτεις, ἃ πράττεις; Τὸν σταυρὸν ἀναμένω. Ὁ μὲν Ἰούδας τούτοις· Πέτρος δὲ περὶ φίλτρου διωμνύετο· | |
28.1052(50) | «Ἐὰν δέη με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνή‐ σομαι.» Μεθύων τῷ πόθῳ κατὰ θανάτου θρασύνε‐ ται· οὐ μετρεῖ τοὺς λόγους τῇ ἀσθενείᾳ τῆς φύσεως· οὐκ ἐννοεῖ τὸν ἀληθεύοντα, καὶ ἀντιλέγων σεμνύνε‐ | |
ται. Τί οὖν ὁ Κύριος; Οὐ χρεία μου λόγων πρὸς νί‐ | ||
28.1053 | κην. Ἀλεκτρυών σου τὴν μεγαλαυχίαν ἐλέγξει· ἐκεῖ‐ νος τῶν τοῦ δεσπότου λόγων συνήγορος ἔσται· ἐκεῖνός σοι τοῖς τῶν ῥημάτων κόμποις βοῶν ἀντιστήσεται. Ἠκολούθη τοῖς λόγοις τὰ πράγματα. Παιδίσκη φθέγ‐ | |
5 | γεται, καὶ ἡ κορυφὴ τῶν ἀποστόλων ταράττεται, καὶ Πέτρος ἐλέγχεται. Κόρη λαλεῖ, καὶ ἡ πέτρα χειμά‐ ζεται· κόρη ψιθυρίζει, καὶ Πέτρος ἀρνεῖται. Ἤλπιζε πείθειν τὴν κόρην ὁ Πέτρος ὀμνύων· ἀλλ’ ὄρνις τοὺς ὅρκους οὐ δέχεται· ἐπιστομίζει ταῖς φωναῖς τὸν ἀρ‐ | |
10 | νούμενον. Ἀξίαν ἀποστολικὴν οὐκ αἰσχύνεται· τιμᾷ γὰρ τοῦ Δεσπότου τὴν πρόῤῥησιν· «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Εἴληφα, Πέτρε, τῆς κατηγορίας τὸ σύνθημα. Κἂν σιωπῆσαι μὴ θέλω, βοᾷν οὐκ ἰσχύω. Ὢ ῥημάτων κυμάτων τῷ Πέτρῳ φανέν‐ | |
15 | των! Ὃν ᾐδέσθη τὰ κύματα, τοῦτον ἀλεκτρυὼν ἐστη‐ λίτευσεν. Ὅπου γὰρ ὁ Δεσπότης προστάττων ἐστὶν, ὑπηρετεῖ τοῖς ὁμοδούλοις ἡ θάλαττα. Ὅπου ὁ Δεσπότης ἀντιπράττει, καὶ ἀλεκτρυόνες ὁπλίζονται. Πάντα γὰρ τοῖς τοῦ πεποιηκότος ἕπεται νεύμασιν. «Ἐὰν δέῃ | |
20 | με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι·» καὶ πάλιν· «Οὐκ οἶδα τὸν ἄνθρωπον.» Βλέπε φόβου καὶ πόθου συμπεπλεγμένας φωνάς. Ἠγνόησας, ὦ Πέτρε, τὸν Κύριον; Οὐκοῦν καὶ ὁ Κύριος τὸν Πέτρον ἠγνόη‐ σεν; Ὢ φόβου πόθον νικήσαντος! Θεώρησον τὴν τοῦ | |
25 | Πέτρου δειλίαν, ἵνα μάθῃς, τίς ὁ τὴν παῤῥησίαν δω‐ ρούμενος. Ἐλεγχέσθω φύσις, ἵνα φανῇ ἡ χάρις· δει‐ κνύσθω τὸ πάθος, ἵνα φανῇ τῆς δυνάμεως ὁ χορηγός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ νῦν καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. |