TLG 2800 006 :: BASILIUS :: Homilia in sanctum Andream BASILIUS Scr. Eccl. Homilia in sanctum Andream Citation: Volume — page — (line) | ||
28.1101(9t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
10t | ΑΘΑΝΑΣΙΟΥ | |
---|---|---|
11t | ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΝΔΡΕΑΝ ΤΟΝ ΑΠΟΣΤΟΛΟΝ. | |
14 | Ὁρῶν τὴν λαμπρὰν ταύτην ἀγέλην τοῦ Πνεύ‐ | |
15 | ματος καὶ εἰς τὸ γαληνὸν ἀληθῶς καὶ ἀκύμαντον πέ‐ λαγος, ἀποστολικὴν ὑπερβεβλημένην σαγήνην, τῆς δεσποτικῆς φωνῆς ὑπομιμνήσκομαι βοώσης· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώ‐ πων.» Ὢ φωνῆς ἐνεργοῦς! Ὢ ῥημάτων διὰ πραγμά‐ | |
20 | των γνωριζομένων! Ὢ τῆς ἀληθοῦς ὑποσχέσεως καθ’ ἡμέραν αὐξανομένης! Τίνος γὰρ ἡ πολυάνθρω‐ πος αὕτη θήρα; Τίς ὁ τὴν περιφανῆ ταύτην ἀθροί‐ σας πανήγυριν, ἢ δῆλον, ὡς ὁ περιφανὴς τῶν ἀπο‐ στόλων Ἀνδρέας; ὁ ἁπλώσας τῆς γλώττης καὶ τῆς | |
25 | μνήνης τὰ θήρατρα· ἵνα, τὴν ἱερὰν ταύτην ἐμπλή‐ σας ὁλκάδα τοῖς οἴαξι τῆς ἀποστολῆς, πρὸς οὐ‐ ρανὸν ἰθύνῃ τὸ σκάφος. Καὶ ποῖα τὰ τῆς ἄγρας πρω‐ τεῖα; Ποῖα δὲ τῶν καμάτων τὰ ἀκροθίνια; Οἱ τὸν τῆς ἱερωσύνης περίβολον ταῖς ἀρεταῖς περιφαιδρύ‐ | |
30 | νοντες. Οἱ πρῶτοι τὰς ἀποστολικὰς ταύτας ὑπερ‐ θέντες ἀγκάλας, καὶ τοὺς ἔξω πλανωμένους πρὸς σω‐ τηρίαν ἀγρεύσαντες. Ἀλλ’ ἢ καὶ τῆς παρούσης ἡμῖν πανηγύρεως ὁ μέγας οὗτος Ἀνδρέας τὰς προφάσεις δέδωκεν· ἀλλ’ ὅ γε πᾶς τῶν ἀποστόλων συνεκτιμᾶται | |
35 | χορός. Οὓς γὰρ ἡ χάρις συνῆψεν, οὐ διίστησι τόπος. Καὶ καθάπερ εἴ τις τῶν ἐκ πολυτελείας διηνθισμέ‐ νων λίθων ἐπαινεῖν ἐθελήσειε στέφανον, ὅτου ἂν τοῖς ἐπαίνοις περιδράξηται μέρους, τὸν ὅλον συνθαυμάζει τοῖς μέρεσι· ἢ καθάπερ, χρυσῆν τινα σειρὰν ὁρῶν | |
40 | τις, ὅπη ἂν ἅψαιτο, τὸ πᾶν συνεκίνησεν· οὕτω καὶ ὁ πρὸς ἕνα τῶν ἀποστόλων λόγος βαδίζων δι’ αὐτοῦ συνέχει τοὺς ἅπαντας κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν· «Εἰ χαίρει ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» Ποίαν γὰρ ἂν μελῶν ἁρμονίαν οὕτως ἡ φύ‐ | |
45 | σις ἐξύφηνεν, ὡς τὴν τῶν ἀποστόλων χορείαν ἡ τοῦ | 1101 |
28.1104 | Πνεύματος χάρις συνήρμοσε; Μία γὰρ ὄντως χάρις, ἡ τοὺς ἀποστόλους τῷ δεσπότῃ στρατολογήσασα. Δεῦρο οὖν ἐπὶ τοὺς πάντας, καὶ διὰ πάντων τὸν καθ’ ἕνα θαυμάσωμεν. Ἀνδρέας ὁ τῆς ἀποστολικῆς | |
5 | ἀνδρείας ἐπώνυμος, ὁ πρῶτος διδάσκαλον τὸν δεσπό‐ την ἐπιγραψάμενος· ἡ τῆς ἀποστολικῆς χορείας ἀρχή· ὁ πρὸς τὴν δεσποτικὴν παρουσίαν ὀξυδερκὴς, ὁ τῆς Ἰωάννου μαθητείας τὴν Χριστοῦ διδασκαλίαν ἀνταλ‐ λαξάμενος· ἡ τῶν τοῦ Βαπτιστοῦ ῥημάτων σφραγίς. | |
10 | Ἦν μὲν γὰρ τῶν Ἰωάννου μαθητῶν ὁ δοκιμώτατος· ἐν λυχνιαίῳ φέγγει ζητῶν τοῦ φωτὸς τὴν ἀλήθειαν, ὥσπερ τις ἐν ἀμυδροτέραις αὐγαῖς πρὸς τὰς Χριστοῦ μαρμαρυγὰς ἐθιζόμενος. Ἀλλ’ ὁ μὲν Ἰωάννης τέως τοῖς Ἰορδάνου νάμασιν ἐφεστὼς τὰς Ἰουδαίων ἀγέλας | |
15 | ἐβάπτιζε, τοῖς Μωσέως προστάγμασιν ἀντιφάρμακον ἐν ὕδασι κατασκευάζων μετάνοιαν, καὶ Μωσαϊκοῦ ξίφους τὴν ἀκμὴν ἀνακόπτων τοῖς ῥεύμασιν. Οἷς γὰρ ἡ τοῦ νόμου παράβασις θάνατον ἔτεκε, τούτους προ‐ εξαρπάζων ὁ Βαπτιστὴς τῇ μετανοίᾳ προέπεμπεν. | |
20 | Ἐπειδὴ γὰρ μήπω παρῆν ὁ καταλύων τὸν θάνατον, ταῖς διὰ τοῦ βαπτίσματος ὑπερθέσεσιν ὁ θάνατος ἐπραΰνετο, ἀκούσιον φιλανθρωπίαν διὰ μετανοίας ἐκπαιδευόμενος. Ὅτε δὲ παρῆν ὁ δεσπότης κρυπτό‐ μενος τῇ τῆς οἰκονομίας σοφίᾳ, καὶ κρύπτων τῆς | |
25 | ἀξίας τὴν ἀστραπὴν ἐν περιβολαίῳ θνητῷ, γνοὺς ὁ Ἰωάννης, εὐθὺς τὸν παιδευτὴν εἰς δορυφόρον μετ‐ έβαλε, καὶ τὴν χεῖρα συστείλας κῆρυξ τοῦ παρόντος ἐγένετο· «Ἴδε, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Οὗτος, φησὶν, ὁ τοῦ θανά‐ | |
30 | του λυτήρ. Οὗτος ὁ τῆς ἁμαρτίας ἀναιρέτης. Ἐγὼ δὲ νυμφαγωγὸς, οὐ νυμφίος ἀπέσταλμαι. Δορυφόρος, οὐ Δεσπότης ἐλήλυθα. Τούτοις τοῖς ῥήμασιν ὁ τῶν ἀποστόλων περιφα‐ νέστατος Ἀνδρέας νυττόμενος, τὸν παιδευτὴν κατα‐ | |
35 | λείψας πρὸς τὸν κηρυττόμενον ἔδραμε· καὶ δεξάμενος τοῦ λόγου τὸ σύνθημα, γίνεται τῆς Ἰωάννου γλώσ‐ σης ὀξύτερος· καὶ τῷ Δεσπότῃ προσελθὼν, ἐδείκνυ τὸν πόθον τῷ σχήματι, κοινωνὸν τοῦ δρόμου τὸν εὐαγ‐ γελιστὴν Ἰωάννην συναπαγόμενος· καὶ ἄμφω, τὸν | |
40 | λύχνον ἀφέντες, ἐπὶ τὸν ἥλιον φέρονται. Ἀνδρέας ἡ πρώτη τῶν ἀποστόλων φυτεία· οὗτος ἀνέῳξε τῆς Χριστοῦ μαθητείας τὰς πύλας· πρῶτος τῆς προφητι‐ κῆς γεωργίας τοὺς καρποὺς ἐτρύγησε, καὶ τὰς ἁπάν‐ των ἐλπίδας ὑπερδραμὼν, πρῶτος τὸν παρὰ πάντων | |
45 | προσδοκώμενον περιπτύσσεται. Πρῶτος ἔδειξε τὰ τοῦ νόμου προστάγματα προθεσμίᾳ μετρούμενα. Πρῶτος τὴν Μωσέως ἔστησε γλῶτταν, μετὰ Χριστὸν λαλού‐ σης οὐκ ἀνασχόμενος, οὐχ ὑβριζόμενος, οὐχ ὑβρίζων τῶν Ἰουδαίων τὸν παιδευτήν· ἀλλὰ προτιμῶν τοῦ | |
28.1104(50) | πεμφθέντος τὸν πέμψαντα· μᾶλλον δὲ πρῶτος ὤφθη τὸν Μωσέα τιμῶν· πρῶτος ἐπέγνω τὸν ὑπ’ ἐκείνου προφητευόμενον· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούετε.» Παραιτεῖται τὸν νόμον τῷ νόμῳ πειθόμε‐ | |
55 | νος. Ἤκουσε Μωσέως λαλοῦντος· «Αὐτοῦ ἀκούετε.» | |
Ἤκουσεν Ἰωάννου βοῶντος· «Ἴδε ὁ Ἀμνὸς τοῦ | 1103 | |
28.1105 | Θεοῦ·» καὶ γέγονε πρὸς τὴν δεῖξιν αὐτόμολος. Ἐπι‐ γνοὺς δὲ τὸν προφητευθέντα προφήτην, χειραγωγεῖ τὸν ἀδελφὸν πρὸς τὴν εὕρεσιν. Ἀγνοοῦντι τῷ Πέτρῳ τὸν θησαυρὸν δείκνυσιν· «Εὑρήκαμεν τὸν Μεσσίαν» | |
5 | ὃν ἐποθοῦμεν. Οὗ τὴν παρουσίαν ἠλπίσαμεν, τούτου τὴν θεωρίαν ἁρπάσωμεν. Εὑρήκαμεν ὃν προφητικαὶ βοῶσαι σάλπιγγες ἀναμένειν ἐκέλευον. Ἤνεγκεν ὁ χρό‐ νος ὃν ἡ χάρις ἐκήρυττεν, ὃν ἤλπισεν ὁ πόθος ἰδεῖν ὄμμασιν. Εὗρε γὰρ, φησὶν, οὗτος τὸν ἀδελφὸν τὸν | |
10 | ἴδιον Σίμωνα, καὶ μερίζεται πρὸς αὐτὸν τῆς θεωρίας τὸν θησαυρόν. Χειραγωγεῖ πρὸς τὸν δεσπότην τὸν Πέτρον. Ὢ παραδόξου θαύματος! Οὔπω μαθητὴς Ἀνδρέας καὶ καθηγητὴς ἀνθρώπων καθίσταται. Ἀπὸ τοῦ διδάσκειν τοῦ μανθάνειν ἀπήρξατο· ἁρπά‐ | |
15 | ζει τῆς ἀποστολῆς τὴν ἀξίαν. Εὑρήκαμεν τὸν Μεσσίαν. Ὢ πόσας νύκτας ἀΰπνους ἀνύσαντες παρὰ τοῖς Ἰορ‐ δάνου ῥείθροις, νῦν ὃν ἐποθοῦμεν εὑρήκαμεν! Οὐκ ἦν βραδὺς μετὰ τὴν φωνὴν ὁ Πέτρος· Ἀνδρέου γὰρ ἦν ἀδελφός· καὶ θερμῇ τῇ γνώμῃ τὰς ἀκοὰς ἐκπε‐ | |
20 | τάσας ἠπείγετο. Λαβὼν τὸν Πέτρον ὁ Ἀνδρέας τῷ Δεσπότῃ προσ‐ άγει τὸν μεριστὴν τῆς φύσεως, κοινωνὸν τῆς μαθη‐ τείας ἀπεργασάμενος. Τοῦτο πρῶτον Ἀνδρέου κατόρ‐ θωμα. Ηὔξησε τῶν ἀποστόλων τὸν ἀριθμόν· προσ‐ | |
25 | ήνεγκε Πέτρον, ἵν’ εὕρῃ Χριστὸς τὸν τῶν μαθητῶν κο‐ ρυφαῖον. Ὥστε καὶ ἐν οἷς ὕστερον εὐδοκιμῶν ὁ Πέ‐ τρος εὑρίσκεται, παρὰ Ἀνδρέου τῆς εὐδοκιμήσεως ἔχει τὰ σπέρματα. Ἀλλ’ ἡ τῶν ἐπαίνων ἰσόῤῥοπος ἐξ ἑκατέρων πρὸς ἀλλήλους ἀντίδοσις γίνεται. Οἰκει‐ | |
30 | οῦνται γὰρ τὰ ἀλλήλων ἀγαθὰ, καὶ τοῖς ἀλλήλων ἀγα‐ θοῖς ἐναβρύνονται. Πόσην γοῦν ἤνεγκε τοῖς πᾶσι χαρὰν ὁ Πέτρος πρὸς τὰς δεσποτικὰς ἐρωτήσεις ὀξέως ἀποκρινόμενος, καὶ λύσας σιωπὴν μαθητῶν ἐρυθριῶ‐ σαν; «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;» Καὶ | |
35 | ὡς αὐτὸς ὢν τῶν ἐρωτηθέντων ἡ γλῶττα, ἢ ὡς ἁπάν‐ των ἐν ἐκείνῳ λαλούντων, μόνος ὑπὲρ πάντων ἐφθέγ‐ γετο· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» μιᾷ φωνῇ καὶ τὸν οἰκονομοῦντα, καὶ τὴν οἰκονομίαν ἀποφθεγξάμενος. Ὢ συμφωνίας ῥημάτων! οἷς γὰρ | |
40 | Ἀνδρέας τὸν Πέτρον ἐχειραγώγησε ῥήμασι, τούτοις ἄνωθεν ὁ Πατὴρ τὸν Πέτρον ἐνηχῶν καθυπέγραφεν. Ἐκεῖνος ἔλεγεν· «Εὑρήκαμεν τὸν Μεσσίαν.» Ὁ πατὴρ ὑπέβαλλε λέγων· «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν‐ τος·» μόνον οὐχὶ ταῦτα πρὸς τὸν Πέτρον ἐγκελευσά‐ | |
45 | μενος· Φθέγξαι, ὦ Πέτρε, τὰς Ἀνδρέου φωνὰς ἐρω‐ τώμενος· φάνηθι τοῦ διδασκάλου πρὸς ἀπόκρισιν ἑτοι‐ μότερος. Οὐκ ἐψεύσατο πρὸς σὲ λέγων· «Τὸν Μεσσίαν εὑρήκαμεν.» Σὺ, τὴν Ἑβραΐδα φωνὴν εἰς Ἑλλάδα μεταστήσας, ἀναβόησον· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ | |
28.1105(50) | Θεοῦ τοῦ ζῶντος.» Ὁρᾷς ὅσοις εὐθὺς ἐν προοιμίοις τῆς μαθητείας ὁ Ἀνδρέας ἐγκαλλωπίζεται. Ἀλλ’ ἐπειδὴ τὰς πόλεις καταλιμπάνων ὁ Σωτὴρ περιενόστει τὴν ἔρημον, συμπεριῄει αὐτῷ τῶν ἀν‐ θρώπων τὰ γένη, μηδὲ πρὸς βραχὺ τὸν χωρισμὸν | |
55 | ὑπομένοντα. Ἦν ἐν ἐρημίᾳ καὶ τροφῆς ἀπορίᾳ, καὶ ἡ γαστὴρ οὐκ ἐσπένδετο. Ὁ δὲ Σωτὴρ, τῆς ἐρήμου | |
λαβόμενος, θαῦμα παλαιὸν ἀνεζωπύρει· καὶ τῶν ἐν | 1105 | |
28.1108 | ἐρήμῳ ποτὲ θαυμάτων μάρτυρα πάλιν ἐποιεῖτο τὴν ἔρημον· καὶ τοὺς μαθητὰς ἑστιάτορας προὐβάλλετο, καὶ πρὸς αὐτοσχέδιον εὐωχίαν τὰ πλήθη προτρέπε‐ ται. Τὸ τοίνυν τῶν μαθητῶν πλῆθος πρὸς τὴν ἔν‐ | |
5 | δειαν ἐταράττετο, καὶ πρὸς ἀλλήλους ὁρῶντες, τὸ δὲ μέλλον οὐκ ἐννοοῦντες τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐκυμαίνοντο. Ἄλλος μὲν οὖν ἄλλο τι τῶν μαθητῶν ἐφθέγγετο, τὴν παροῦσαν ἀπορίαν ἐπαγγέλλοντες· Ἀνδρέας δὲ, τῶν προσόντων, τὴν εὐτέλειαν ἐλέγχων, | |
10 | ἔλαθε διδοὺς τῷ Σωτῆρι τὰς προφάσεις τοῦ θαύμα‐ τος· Τί γάρ φησιν; Οὐκ εἰσὶν εἰ μὴ πέντε ἄρτοι, καὶ ὀλίγα ἰχθύδια. Τί οὖν ὁ Σωτήρ; Φέρετέ μοι αὐτὰ ὧδε. Καὶ γέγονεν ἡ τῆς σπάνεως ὁμολογία τῶν ἀγαθῶν περιουσία. | |
16 | Ἀλλὰ γὰρ ὁ Σωτὴρ ἤδη λοιπὸν, τὰς ἐν γῇ δια‐ τριβὰς ἀνύσας, καὶ τὸν αὐτάρκη τοῖς μαθηταῖς συν‐ διατρίψας χρόνον, πρὸς οὐρανοὺς ἐκομίζετο· ἀπό‐ στολοι δὲ, τὴν οἰκουμένην διαλαβόντες, καὶ τοῖς σώ‐ | |
20 | μασι μερισθέντες, ἄλλος ἀλλαχόσε τὰ τῆς χάριτος μετ‐ οχετεύων νάματα. Ἐνταῦθα τοίνυν ὁ μακάριος οὗτος Ἀνδρέας, Ἑλλάδα τε ὁμοῦ καὶ βάρβαρον ἐμπλήσας τῆς χάριτος καὶ δυσωπήσας πρὸς πίστιν τὰ ἔθνη τοῖς θαύμασιν, ἐπὶ τὸ τῆς ἀπιστίας μαχιμώτατον, τὴν | |
25 | Ἀχαΐαν λέγω, ἐπεστέλλετο. Ἔνθα δὴ πολλοὺς οὐρα‐ νῷ προσγράψας, εἷς διὰ τῆς πίστεως, σταυρῷ παρα‐ δίδοται· καὶ τρόπῳ τῆς τελευτῆς τὸν Δεσπότην μι‐ μούμενος, ἵνα τῇ κοινωνίᾳ τοῦ πάθους δείξῃ τοῦ πόθου τὸ μέγεθος. Σταυρὸς οὖν ἐπὶ μέσῃ Ἑλλάδος ἐπήγνυ‐ | |
30 | το, καὶ Ἀνδρέας ἐκρεμᾶτο, σταυρῷ τὸν σταυρωθέντα κηρύσσων, καὶ τοῖς ἥλοις τοὺς ἥλους πιστούμενος, καὶ τῷ πάθει τὸ πάθος μαρτυρούμενος. Πέρας δὲ τοῦτο τῆς θνητῆς ζωῆς εὑράμενος, δευτέραν ἀρχὴν ἀθανασίας τὸν θάνατον εὕρατο, ἐνεργεστέραν τῆς | |
35 | διδασκαλίας διὰ τοῦ πάθους τὴν δύναμιν ἐνδεικνύμε‐ νος. Οὓς γὰρ οὐκ ἔπεισε δημηγορῶν, τούτους ἀναι‐ ρεθεὶς ἐδυσώπησεν· καὶ οὓς λαλῶν οὐχ εἵλκυσε, πα‐ θὼν ἐσαγήνευσε. Μερισθεὶς γὰρ οὐρανῷ καὶ γῇ, σώ‐ ματι μὲν ἔχων τὴν γῆν, ψυχῇ δὲ τὸν οὐρανὸν κληρω‐ | |
40 | θεὶς, ἐποπτεύει τὰς τῶν ἀνθρώπων ἀγέλας, ἰάμασι καὶ θαύμασι τοὺς ἐπὶ γῆς δεξιούμενος. Ἐκείνης τῆς γεωργίας οἱ παρόντες ἀνεβλάστησαν στάχυες· ἐκ τῆς ἐκείνου διδασκαλίας οἱ τῆς πίστεως ἤνθησαν βότρυες. Καὶ ὑμεῖς οἱ τῆς εὐσεβείας διδάσκαλοι ἀπηντήκατε, | |
45 | οἱ τῆς τῶν οὐρανῶν βασιλείας ἔμποροι πρὸς τὸν οὐ‐ ρανῷ θαυμαζόμενον συνεληλύθατε. Χριστοῦ γάρ ἐστι διὰ τοῦ μακαρίου Παύλου φωνή· «Εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν.» Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 1107 |