TLG 2800 005 :: BASILIUS :: Homilia in assumptionem domini BASILIUS Scr. Eccl. Homilia in assumptionem domini Citation: Volume — page — (line) | ||
17t | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
---|---|---|
18t | ΑΘΑΝΑΣΙΟΥ | |
19t | ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. | |
22 | Ἡ μὲν τῆς ἀναστάσεως μνήμη τὰ κατὰ τοῦ θα‐ νάτου τοῖς ἀνθρώποις χαρίζεται νικητήρια· ἡ δὲ παρ‐ οῦσα πανήγυρις πρὸς οὐρανὸν ἀνάγει τὸν ἄνθρωπον, | |
25 | καὶ τὰς ἐν τῇ γῇ διατριβὰς ἀλλάξασα, τὸν οὐρανὸν βατὸν τοῖς ἀνθρώποις ἐργάζεται. Οὐ γὰρ ἐχρῆν τὸν θάνατον, κεκρατηκότα τοῦ ἀνθρωπίνου γένους, πάλιν αὐτὸ τοῖς τοῦ θανάτου χωρίοις αὐλίζεσθαι. Νῦν μοι μέγα φρονεῖν ἀληθῶς κατὰ τῆς διαβολικῆς τυ‐ | |
30 | ραννίδος ἐπέρχεται, ὅταν ἴδω σήμερον τοῦ ἐμοῦ γέ‐ νους τὴν ἀπαρχὴν ἐν οὐρανοῖς βασιλεύουσαν. Νῦν πέπτωκε τοῦ πολεμίου τὸ κράτος, ἀπέλιπε τοῦ διαβόλου τὰ μηχανήματα. Οὐκ ἔτι ταῦτα παράδεισος, ὦ διάβολε· οὐδὲ φυτοῦ τέρψις πρὸς ἀπάτην θηρεύ‐ | |
35 | ουσα, ἵνα πάλιν λύσας μου τὸν φόβον, κυρώσῃς τὸν θάνατον. Οὐκέτι, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» ἀκούω· ἀλλ’, εἰ καὶ γῆ εἶ, πρὸς οὐρανὸν ἀπ‐ ελεύσῃ διὰ τὴν τοῦ ἀνάγοντος ἀγαθότητα. Καταλιμ‐ πάνω τὸ τῶν ἁμαρτημάτων χωρίον, παραχωρῶ σοι | |
40 | τῆς γῆς, ἐφ’ ἧς ἐτέχθην, ἐφ’ ἧς ἐτράφην· εἰς οὐ‐ ρανὸν μετοικίζομαι, τῆς σῆς ἀπάτης ἐλεύθερος. Πάλαι μὲν οὖν σοι φυτὸν πρὸς τὴν τοῦ Ἀδὰμ αἵρεσιν | |
ἤρκεσεν, ὅτε πλήξας τῷ τοῦ ξύλου καρπῷ τὸν πρω‐ | 1092 | |
28.1093 | τόπλαστον ἔξω γενέσθαι τῆς τοῦ παραδείσου τρυφῆς κατηνάγκασας· νῦν δὲ, κἂν πᾶσαν κενώσῃς τὴν φαρέτραν, κατὰ σεαυτοῦ φέρεις τῶν τοξευμάτων τὰ βλήματα. Ποῦ σοι λοιπὸν, διάβολε, τῆς παλαιᾶς | |
5 | ἀπάτης τὰ μηχανήματα; Ποῦ σοι ὁ σοφιστεύων ὄφις, ἵνα τὴν Εὔαν χωρίσῃ τοῦ παραδείσου, τὸ, «ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοὶ,» προσφθεγγόμενος; Γέγονάς μοι τῶν ἀγαθῶν προφήτης ἀκούσιος. Αἷς γὰρ πρὸς ἀπάτην ὑποσχέσεσιν ἐχρήσω, ταύτας | |
10 | διὰ πραγμάτων ἐκέρδανα· γέγονέ μοι τῆς ἐπαγγε‐ λίας ἡ φαντασία διὰ τῆς πείρας ἀλήθεια. Ὢ θαυμά‐ των ἀπίστων, καὶ ξένων τῆς φύσεως! οἷς ὁ παρά‐ δεισος ἀπεκλείσθη, τούτοις ὁ οὐρανὸς ἠνεῴχθη. Ὁ πρὸ βραχέος ἐπὶ Πιλάτου κρινόμενος, σήμερον ἐν | |
15 | οὐρανῷ κριτὴς ἐνθρονίζεται. Ὁ παρὰ Ἰουδαίων γε‐ λώμενος, ἐκ δεξιῶν τοῦ Πατρὸς ἐπὶ τῶν χερουβὶμ κάθηται, δήμοις ἀγγέλων ὑμνούμενος. Ὁ ταῖς Ἰουδαϊκαῖς ἀκάνθαις τὴν κεφαλὴν στεφανούμενος, θεϊκῆς ἀξίας διαδήματι σφίγγεται. Ὢ ποσάκις ἡ τοῦ | |
20 | Δαβὶδ ἐνηχοῦσα κιθάρα τὰ παρόντα ἐθέσπιζεν! «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Νῦν ἀληθῶς γέγονε τὰ κρούσματα πράγματα· καὶ ἃ πρότερον ἰδεῖν ἐν μέλεσιν ἐπεθύμησε, σή‐ | |
25 | μερον εἶδεν ἐν πράγμασι· καὶ γέγονε μελῶν ὑπουργὸς οὐρανὸς, τὸν παρ’ ἐκείνῳ μνημονευόμενον τοῖς νώτοις ὑποδεχόμενος· καίτοι καὶ παρ’ αὐτὸν τὸν τόκον οὐρανὸς ἔτι τικτομένῳ δι’ ἀστέρος ὑπέκυπτεν, ὥσπερ ἐπειγόμενος καὶ πρὸ καιροῦ δέξασθαι τὸν ἐν σπηλαίῳ κρυπτόμενον. Ἀλλ’ ἔδει τοὺς τῆς οἰκονομίας καιροὺς καὶ ὅρους φυλάττεσθαι. | |
30 | Ἐμοὶ μὲν θαυμάζειν ἐπέρχεται πῶς τὴν τοῦ γένους αἰσχύνην εἰς εὐδοξίαν μετέβαλε· πόσην Θεοῦ πρὸς ἡμᾶς ἀγανάκτησιν εἰς μεγίστην εὐμένειαν ἤνεγκεν. Ἔπλασεν ἡμᾶς χερσὶν οἰκείαις ὁ Θεὸς, τροφῆς αὐτοσχεδίου κτήτορας ἔδειξε, τρυφῆς ἐξου‐ | |
35 | σίαν, γῆς ὑπουργίαν ἔδωκεν, ἀέρος δουλείαν, θαλάτ‐ της εὐπορίαν παρέσχετο, ἡλίου βολὰς, σελήνης αὐγὰς, ἀστέρων φορὰς, ζώων πάντων ὑποταγάς. Παρῆλθέ τις ἐν μέσῳ πολέμιος διαβάλλων εἰς φθόνον Θεὸν, ἔπεισεν ἀπατῶν· γίνεται τῆς ἐκείνου μερίδος | |
40 | ὁ ἀπατώμενος, ἀντιθεΐας ἐνόσησε πάθος, συνέθετο λάθρα κατὰ τοῦ Θεοῦ, ἐκτείνει τὴν χεῖρα κατὰ τῶν τοῦ Θεοῦ προσταγμάτων. Ἐπιφαίνεται Θεὸς, ἐλέγχει τὰς παρανόμους ἐλπίδας, φεύγει τὴν θέαν ἡ τοῦ γένους ἀρχὴ, καὶ παραιτεῖται τὸν ἔλεγχον, ὑπὸ δέν‐ | |
45 | δρον κρύπτεται, φοβουμένη τὸν κτύπον ἡ παρανόμους φαντασθεῖσα θεότητα. Τῆς οὖν ἀξίας γυμνώσας Θεὸς, ἀπωθεῖται τοῦ παραδείσου τὸν ἄνθρωπον, μονονουχὶ τοιαῦτα πρὸς αὐτὸν ἀποφθεγγόμενος· Οὐκ ἐπὶ ταύ‐ ταις σε ταῖς ἐλπίσιν ἐτεκτηνάμην ἐγώ· οὔτε διὰ | |
28.1093(50) | ταύτας ἐν ταῖς χερσί μου ταύταις διέπλασα, τὸν | |
πηλὸν εἰς φύσιν μεταμορφώσας. Σὺ δὲ, ἣν ἔλαβες | 1094 | |
28.1096 | παρ’ ἐμοῦ χεῖρα, κατὰ τῆς ἐμῆς ἐξέτεινας ἐντολῆς, καὶ γέγονας διαβόλου συμμύστης, κατὰ τοῦ Ποιητοῦ συμφραξάμενος. Τοιγαροῦν ἔξιθι τῆς ἀξίας· ἐντί‐ μου χωρίου μεθίστασο· γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. | |
5 | Ὑπόστρεφε πρὸς αὐτὴν, τὰ ὑπὲρ σαυτὸν φαν‐ τασθείς· ἀνακαμπτέτω πάλιν ἡ φύσις· μάθε μη‐ τέρα τὴν γῆν, θανάτῳ πρὸς αὐτὴν παραπεμπόμενος. Ταῦτα τῆς διαβολικῆς ἀπάτης τὰ ἔπαθλα· ταῦτα τῆς τοῦ γένους ἀρχῆς τὰ γνωρίσματα· τοῦτο τὸ ἐλεεινὸν | |
10 | δρᾶμα συνεισῆλθε τῇ φύσει. Ἀλλ’ οὐκ ἄχρι παντὸς ἤνεγκεν ὁ Δημιουργὸς ὁρῶν τὸ δημιούργημα συντριβόμενον· ᾤκτειρε δὲ αἰδουμένην καὶ πενθοῦσαν τὴν φύσιν, καὶ ἠλέησε τὴν ἐν τῇ κτίσει πλανωμένην εἰκόνα. Τί οὖν ποιεῖ; Πλάττει πάλιν ἕτερον Ἀδὰμ, | |
15 | ἐκ τῆς φύσεως ἐγείρων προστάτην τῇ φύσει, καὶ χοῦν ἐκ Παρθένου δανεισάμενος, μορφοῖ πρὸς ἀλη‐ θεστέραν εἰκόνα ἐν ἑαυτῷ τὸ πλαττόμενον ἔμβρυον. Πλάττει καὶ μένει, καὶ στολὴν ὑφαίνων ἐν μή‐ τρᾳ, ὡς ἐν θαλάμῳ βασιλικῷ ἐνδύεται τὴν εἰκόνα, | |
20 | ἵνα τῆς εἰκόνος περιέλῃ τὴν γύμνωσιν. Ἔδειξε γὰρ ἀπάτης ἰσχυρότερον καὶ ἁμαρτίας ἀνώτερον, ἀθά‐ νατον καὶ μετὰ θάνατον, καὶ λυτῆρα τάφων ἐν τάφῳ γενόμενον· καὶ ἀθανασίᾳ στεφανώσας, σήμερον πρὸς οὐρανοὺς ἀνεκόμισε, κοινὸν ἐγκαλλώπισμα τῇ κτί‐ | |
25 | σει, τὴν τῆς φύσεως ἀπαρχὴν δωρησάμενος. Ἆρ’ οὖν, εἴποι τις ἂν, ὡς τότε θυμῷ μὲν κρα‐ τούμενος ὁ Δημιουργὸς παρὰ πόδας οὔσης τῆς παρα‐ βάσεως, τὴν εἰκόνα βδελύττεται, καὶ μισήσας τὴν γνώμην καταδικάζει τὴν φύσιν· νυνὶ δὲ χρόνῳ με‐ | |
30 | ταμαθὼν τὴν ἀγανάκτησιν, μαλαχθέντος τοῦ θυμοῦ, τὸν ἠδικηκότα φιλανθρωπεύεται; Οὐμενοῦν· οὔτε γὰρ ἐκεῖνα θυμὸς, οὔτε ταῦτα μεταμέλεια πάθους χαρίζεται· ἀλλ’ ἄνωθεν ὁρῶν, τάξιν βραβεύει τοῖς πράγμασιν· ὁρῶν γὰρ τῇ τοῦ θανάτου καταδίκῃ τὴν | |
35 | φύσιν ὀκλάζουσαν, καὶ τῶν ἀνθρωπίνων ὠδίνων ἕτοιμον τὸν τάφον διάδοχον, καὶ πλοῦτον τοῦ ᾅδου γινόμενον τῶν ἀνθρώπων τὴν θήραν, καὶ καθημέραν θανάτου γινόμενον παρανάλωμα, λύων τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ Θεὸς, ἐλπίδα εὐθὺς ἀθανασίας | |
40 | ἀνατέλλει τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσων ἁρπά‐ σας, θάνατον ἀνθρώπων ἡττώμενον ἔδειξε, καὶ θνη‐ τὴν φύσιν ἐδίδασκεν ὅρους ἀθανασίας ἐκδέχεσθαι, καὶ τέως θανάτου δρόμον ἐμάνθανεν ἐμποδίζεσθαι· καὶ ἡ τοῦ δικαίου μετάστασις, θανάτου στάσις ἐγίνετο. | |
45 | Τοῦτο γινόμενον ἐν μέσῳ πένθει, παλινῳδίαν τὴν φύσιν ἐδίδασκε, καὶ χρησταῖς ἐλπίσιν ἀνίεσθαι. Ἵνα δὲ μὴ χρόνος πάλιν ἐν μέσῳ ῥέων πολὺς κατακλύσῃ τὴν μνήμην τοῦ θαύματος, καὶ, τὰ τῆς ἐλπίδος ἀπαλείψας ἴχνη, τὴν ἀθυμίαν αὐξήσῃ, καὶ πάλιν ὁ | |
28.1096(50) | θάνατος κατὰ τῶν ἀνθρώπων φοβερώτερος φαίνηται· ἀναλαμβάνει τὸ θαῦμα καὶ διπλασιάζει τὸ δῶρον, καὶ | |
παρῆν Ἡλίας νικητὴς κατὰ τοῦ θανάτου καλούμενος· | 1096 | |
28.1097 | ὃς, φωνῇ τὰς νεφέλας ὑποδραμὼν, οὐρανῷ περὶ ἀβροχίας ἠπείλησε, καὶ ῥήματι δήσας τὴν κτίσιν ἡνίοχος τῶν στοιχείων ἐγένετο, γλώττῃ μικρᾷ τῆς κτίσεως συστείλας τοὺς οἴακας. Τότε τὸ μέγα | |
5 | θαῦμα δείκνυται, ἄνθρωπον οὐρανὸς αἰσχυνόμενος· ἵνα γὰρ μὴ τὸ τοῦ ἀνδρὸς εὐτελὲς ὑποκλέψῃ τῆς κατὰ τοῦ θανάτου νίκης τὴν αἴσθησιν, γνώριμον αὐτὸν πρῶτον τῇ κτίσει πάσῃ προτίθησι, καὶ τότε πυρὸς ὀχήματι ἐπιβὰς παραδόξῳ πτήσει καὶ δρόμῳ | |
10 | κάτω καταλιμπάνει τὸν θάνατον· καὶ ἀλλάσσει τὸν νόμον τῆς φύσεως ἡ ἀξία τῆς χάριτος. Ἀνελήφθη γὰρ Ἡλίας ὡς εἰς τὸν οὐρανὸν, καὶ κέκραγεν ἡ Γραφὴ τὸ θαῦμα, τοῖς ὅλοις αἰῶσι τῇ φωνῇ παρα‐ πέμπουσα. | |
15 | Σὺ δέ μοι λοιπὸν, ἀγαπητὲ, τῆς λέξεως τὴν ἀκρίβειαν σκόπησον· καὶ μή σε διαλάθῃ συλλαβῆς γραφικῆς περιουσία καὶ δύναμις· μηδὲ τῇ τῆς λέ‐ ξεως παραδρομῇ τῷ δεσπότῃ τὸν οἰκέτην νομίσῃς ἰσότιμον· οὐ γὰρ εἰς οὐρανὸν Ἡλίας ἀνέρχεται, | |
20 | οὐδὲ, διαδραμὼν τὸ στερέωμα, τοῖς ἐκεῖσε χωρίοις αὐλίζεται· ἀλλ’ ἄκουσον, τί φησιν ὁ ἀνάγων· «Ἐν δὲ τῷ ἀνάγειν Κύριον τὸν Ἡλίαν, ὡς εἰς τὸν οὐρα‐ νόν·» καὶ πάλιν μικρὰ λέξις· «Ἔστησε τὸν Ἡλίαν πρὸς τὰ ἄνω φερόμενον· Ἀρκεῖ γὰρ τῷ προφήτῃ τιμη‐ | |
25 | θῆναι τῷ τύπῳ. Πρὸ γὰρ τοῦ δεσπότου τὸν οἰκέτην οὐ‐ ρανὸς οὐχ ὑποδέχεται· «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.» Ἐτηρεῖτο γὰρ τῇ τῶν ἀνθρώπων ἀπαρχῇ διὰ τὸν τῶν ἀνθρώπων ποιη‐ | |
30 | τὴν ὁ οὐρανός. Οὕτω μὲν οὖν τοῖς περὶ τὸν Ἐνὼχ καὶ Ἡλίαν ὁ Θεὸς ἀγαθῇ ἐλπίδι εὐφράνας τοὺς ἀν‐ θρώπους, δι’ ὧν ἀνθρώποις οὖσι τὸν τοῦ ἀέρος δρό‐ μον ἱππήλατον ἥπλωσεν. Οὐ μὴν ἄχρι γε τούτων ἔστησε τῶν ὑπὲρ τὴν φύσιν τὴν πίστιν· ἀλλὰ καὶ διὰ | |
35 | τῆς καθημέραν θεωρίας ἐθάδας γενέσθαι παρασκευ‐ άζει τοῦ θαύματος. Τί γὰρ ποιεῖ; Προστάττει τὸν συγ‐ γραφέα Μωσέα εἰκονογράφον τῆς κτίσεως γενέσθαι· καὶ διὰ σκηνῆς μιμήσασθαι τὸν ποιητὴν ἐγκελεύεται· γῆς μὲν μίμημα καὶ τῶν ἐν τῇ γῇ τὸ τῆς σκηνῆς | |
40 | πρόσωπον θεωρούμενον· τὰ δὲ τῆς σκηνῆς ἐνδοτέρω διατειχίσας παραπετάσματι (ἀνθρώποις καταλείψας ἀθέατον οὐρανοῦ τινα τάξιν), τῷ μὴ φαινομένῳ μέρει χαρίζεται. Ἀλλ’ οὕτως οὐρανοῦ καὶ γῆς διὰ τῶν σχημάτων νομοθετήσας τὴν μίμησιν, τὰ ἐν ἀδύτῳ | |
45 | ἄβατα πάλιν ἀνθρώποις εἶναι θελήσας, μόνῳ τῷ ἀρχ‐ ιερατεύοντι τῶν ἀποῤῥήτων ἀνοίγει τὴν εἴσοδον, τῆς εἰς οὐρανὸν ἀνόδου τὴν τοῦ τότε ἀρχιερέως εἴσοδον τυπικῶς ἐργαζόμενος· ἵνα, ὁρῶντες οἱ τότε τὸν οὐ‐ ρανὸν ἐν τύπῳ διατεμνόμενον, καὶ τὸν ἀρχιερέα μό‐ | |
28.1097(50) | νον τῶν ἀβάτων κατατολμῶντα, προεθισθῶσι τῇ θέᾳ, καὶ μὴ πολεμῶσι τοῖς θαύμασι. Τούτων ὑπομιμνή‐ σκων Ἰουδαίοις ὁ Παῦλος ὁ τῆς οἰκουμένης παιδευ‐ τὴς, ἐβόα τῷ γράμματι· «Εἰς μὲν τὴν πρώτην σκη‐ νὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτε‐ | |
55 | λοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ, | 1098 |
28.1100 | μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειρο‐ | |
5 | ποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως· οὐδὲ δι’ αἵματος ταύρων καὶ τράγων· διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια.» Καὶ πάλιν μετὰ βρα‐ χέα· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χρι‐ στὸς, ἀντίτυπα τῶν ἀληθινῶν· ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ | |
10 | ὑπὲρ ἡμῶν.» Οὕτως οἶδε καὶ τύποις ἐντρέπειν τοὺς ἀπίστους ὁ Θεὸς, καὶ θαύμασι πιστοῦσθαι τὰ θαύματα. Οὕτω Χριστὸς ἀνήρχετο εἰς οὐρανόν· οὕτω τοὺς τύ‐ πους ἔργῳ ἀληθείας ἐκύρωσεν. Ἔδει μὲν οὖν συν‐ | |
15 | άπτεσθαι τῇ ἀναστάσει τοῦ Σωτῆρος τὴν ἄνοδον, καὶ τὸν τοῦ ᾅδου νικητὴν εὐθὺς τὸν οὐρανὸν ὑποδέξασθαι· ἀλλ’ ἵνα μὴ τὸ τάχος τῶν γενομένων κλέψῃ τὴν αἴ‐ σθησιν, παγῆναι τῷ χρόνῳ βούλεται τοῖς ἀποστόλοις διὰ τῆς θεωρίας τὰ θαύματα, καὶ τῇ συνεχεῖ τῶν | |
20 | ὀμμάτων προσβολῇ τῇ ψυχῇ παραπέμψαι τὴν πίστιν. Συνεστιᾶται τοῖς μαθηταῖς, ἀπολαύει τροφῆς, ἀνενδεὴς ὢν, συγχωρεῖ ψηλαφᾶσθαι τὸ σῶμα, μάρ‐ τυρας τῆς ἀληθείας οὐκ ὀφθαλμοὺς μόνον, ἀλλὰ καὶ δακτύλους ἐφελκόμενος. Λύσας οὖν τῆς φαντασίας | |
25 | τὴν ὑποψίαν τῷ χρόνῳ τῆς παρουσίας, καὶ τὰ πρὸς τὴν ἀποδημίαν εἰκότα τοῖς ἀποστόλοις φθεγξάμενος, θεατὰς τῆς ἀνόδου τοὺς μαθητὰς ἀπεργάζεται. Ἔδει γὰρ τῶν θαυμάτων τοὺς κήρυκας, ἀνενδοίαστον φέ‐ ρειν τῶν κηρυττομένων τὴν γνῶσιν. Ἀνήγετο μὲν | |
30 | οὖν ὁ Σωτήρ· ἔβλεπον δὲ κάτωθεν οἱ μαθηταί· νέφος δὲ τοὺς πόδας ὑποδραμὼν, ὄχημα πρὸς τὸν δρόμον ἐγίνετο. Ὢ παραδόξων θαυμάτων! Ὁ ἀὴρ διοδεύεται, αἰθὴρ δια‐ δέχεται, ἄγγελοι συμπαρατρέχοντες ᾄσμασιν ἐπινικίοις ἐπανηγύριζον· ἐκπεπληγμένους τῇ θέᾳ τοὺς μαθητὰς | |
35 | ἑορτάζειν ἔπειθον· «Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;» Τί ἑστήκατε; τῷ κόσμῳ τὸ θαῦμα κηρύξατε, τῇ ἀποδημίᾳ τὴν παρουσίαν· οὕτως ἐλεύ‐ σεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τούτων ἀκούσας τῶν φωνῶν ὁ Παῦλος, | |
40 | τῆς φωνῆς ἀφίησι τὰς σάλπιγγας, διὰ τῶν γραμμά‐ των κεκραγώς· «Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν.» Τούτοις προστίθησι τοὺς ἀνθρώ‐ πους λέγων, ὅτι «Ἁρπαγήσονται ἐν νεφέλαις εἰς | |
45 | ἀέρα, εἰς ἀπάντησιν τοῦ Κυρίου.» Καὶ γὰρ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος. Ἐκ τῆς δεσποτικῆς τοίνυν ἀναλήψεως τοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου, καὶ ἀληθινοῦ Θεοῦ Ἰησοῦ Χριστοῦ, τὰς ὁμοίας ἐλπίδας τρυφήσαντες, λέγωμεν πρὸς αὐτόν· | |
28.1100(50) | «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας·» ὅτι σοι ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1100 |