TLG 2800 004 :: BASILIUS :: Homilia in sanctum pascha et in recens illuminatos BASILIUS Scr. Eccl. Homilia in sanctum pascha et in recens illuminatos Citation: Volume — page — (line) | ||
16t | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
---|---|---|
17t | ΑΘΑΝΑΣΙΟΥ | |
18t | ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΝΕΟΦΩΤΙΣΤΟΥΣ Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΑΠΟΛΥΣΙΜΟΥ | |
19t | ΛΟΓΟΣ. | |
23 | Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν ὅλην τῶν ἀνθρώ‐ πων τὴν ζωὴν ἑορτὴν ἀπειργάσατο μίαν. Τῶν γὰρ ἐν | |
25 | τῇ γῇ τὸ πολίτευμα πρὸς οὐρανὸν μεταστήσας, τὰς τοῦ πανηγυρίζειν ἀφορμὰς ἐδωρήσατο. Καὶ μάρτυς τῶν εἰρημένων ὁ Παῦλος, ὁ τῶν Χριστοῦ ῥημάτων ὄργανον τὴν γλῶσσαν κτησάμενος. «Ἡμῶν γὰρ φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ | |
30 | Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν.» Τίς γὰρ ἀπεκδεχόμενος ταῖς ἐλπίσιν οὐχ ἑορτάζει; Τίς, τὴν τοῦ Σωτῆρος ἐπιδημίαν λογισμῷ φανταζό‐ μενος, οὐ προλαμβάνει χαίρων τῶν πραγμάτων τὴν πεῖραν; Τίς δὲ, βασιλέως θνητοῦ κάθοδον ἐσομένην | |
35 | ἀκούων, οὐκ ἀνίσταται μὲν τὴν διάνοιαν, εὐφραίνεται δὲ τὴν ψυχὴν, προτρέχων τῷ πόθῳ τῆς θέας τὸν χρό‐ νον; Τότε συγκινοῦνται μὲν δῆμοι, σκιρτῶσι δὲ παῖ‐ δες, χορεύουσι κόραι, πρεσβῦται τὸ γῆρας ἀναιρεῖ‐ σθαι βιάζονται, ταῖς ἐλπίσιν ἀκμάζοντες· καὶ χωρεῖ | |
40 | διὰ πάντων ἡ τῆς βασιλικῆς παρουσίας πανήγυρις. Τί οὖν ἂν εἴποι τις, παραγινομένου Χριστοῦ βασιλέως ἀθα‐ | |
νάτου, οὐχ ἵνα πόλεις φαιδρύνῃ, καὶ πύργους ἐγείρῃ, | 1081 | |
28.1084 | οὐδὲ ἵνα δωρεὰς παράσχῃ, πατουμένας τῷ χρόνῳ· ἀλλ’ ἵνα τὸν ἄνθρωπον ἀθανασίαν ἐνδύσῃ, καὶ θανάτῳ λῃστευόμενον ἐν ἀσύλῳ χωρίῳ οὐρανοῦ κατοικίσῃ; | |
5 | Σήμερον ὤφθη Χριστὸς τοῖς μαθηταῖς ἀναστὰς ἐκ νεκρῶν, καὶ πάλιν δευτέρᾳ θέᾳ, βεβαιοτέραν τῆς ἀναστάσεως τὴν πίστιν ἐργαζόμενος. Ὤφθη δὲ, τῶν θυρῶν κεκλεισμένων· ὁ γὰρ τὸν ᾅδην δείξας ἀτεί‐ χιστον οὐκ ἐδέετο θυρῶν πρὸς τὴν εἴσοδον. Ὅπου γὰρ | |
10 | προστάττει Θεὸς, τῆς συνηθείας ἀργοῦσιν οἱ νόμοι. Ἐπὶ τῆς θαλάσσης ἐβάδιζε πρότερον· καὶ ἡ ῥέουσα φύσις τοῖς τῆς σαρκὸς ποσὶν ὑπεστρώννυτο, καὶ βή‐ μασι ποδῶν ἐμετρεῖτο τὰ κύματα, καὶ τὸ πέλα‐ γος πρὸς τὴν χρείαν εἰς ἔδαφος μετεπήγνυτο. Εἰσῆλ‐ | |
15 | θεν ὁ Ἰησοῦς, κεκλεισμένων τῶν θυρῶν. Καίτοι, τῆς ἀναστάσεως γινομένης, ὁ τοῦ τάφου κεκύλιστο λί‐ θος, καὶ ἡ τοῦ μνήματος ἀνεστόμωτο θύρα. Ἀλλ’ ἐκεῖ μὲν ἐδείχθη, ὅτι ἅπερ ἔπασχεν ὁ τάφος ὁρώμε‐ νος, ταῦτα ὁ ᾅδης ἀοράτως ὑπέμενε· καὶ ἀνοιγομέ‐ | |
20 | νου τοῦ μνήματος, ἀθύρωτος πλέον ὁ θάνατος ἀπηλέγχετο· ἔδει γὰρ συναπογυμνοῦσθαι τῷ ᾅδῃ τὸν τάφον, καὶ τοῖς ὁρωμένοις τὰ μὴ φαινόμενα στη‐ λιτεύεσθαι· ἐνταῦθα δὲ τῶν θυρῶν κεκλεισμένων εἰσέρ‐ χεται· ἵνα οἱ περὶ τὴν ἀνάστασιν ἀπιστοῦντες ἐκπλα‐ | |
25 | γῶσι τὴν εἴσοδον, καὶ χειραγωγηθῶσι πρὸς τὸ θαῦμα τῷ θαύματι. Ἀναστὰς οὖν ὁ Χριστὸς πρὸ τῶν μαθητῶν ταῖς γυναιξὶν ἐμφανίζεται· καὶ αἱ γυναῖκες τοῖς ἀποστόλοις εὐηγγελίζοντο τοῦ Χριστοῦ τὴν ἀνάστασιν, καὶ τοῦτο εἰκότως. Οὕτω γὰρ τῆς Εὔας ἡ ἐπήρεια τῷ | |
30 | διαβόλῳ περιετρέπετο. Ὅθεν γὰρ ὥδευσεν ἡ νόσος, ἐκεῖθεν ἡ θεραπεία ἔρχεται. Ὅθεν ὁ θάνατος ἤρ‐ ξατο, ἐκεῖθεν ἡ ἀνάστασις φαίνεται. Γυνὴ γὰρ τῆς παραβάσεως αἰτία, καὶ τῆς ἀναστάσεως κήρυξ· ἡ τὸν πρῶτον Ἀδὰμ πρὸς τὴν πτῶσιν χειραγωγήσασα, | |
35 | τὸν δεύτερον Ἀδὰμ ἀναστάντα μαρτύρεται. | |
37 | Ὤφθη τοίνυν καὶ τοῖς ἀποστόλοις Χριστὸς ἐκ οἴκῳ κεκρυμμένοις, εἰσῆλθε τῶν θυρῶν κεκλεισμέ‐ νων. Καὶ ἀπιστεῖ τοῖς γινομένοις μὴ παρὼν ὁ Θω‐ | |
40 | μᾶς· καὶ ποθῶν τὴν θέαν, τὴν ἀκοὴν ἀπεστρέφετο· ἔφραττε τὴν ἀκοὴν, τοὺς ὀφθαλμοὺς ἀναπετάσαι βου‐ λόμενος· ἐπλήττετο τῷ πόθῳ, διὰ φωνῆς τοξευόμε‐ νος· «Ἐὰν μὴ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν | |
45 | αὐτοῦ, οὐ μὴ πιστεύσω.» Ἄπληστος πρὸς διά‐ θεσιν, καὶ μὴ πιστεύων ὁ Θωμᾶς, προβάλλεται ἀπι‐ στίαν, ἵνα ἀπολαύσῃ τῆς θεωρίας. Λύσει μου, φησὶ, τὴν ἀπιστίαν φανείς· βαλῶ τὸν δάκτυλόν μου εἰς τοὺς τύπους τῶν ἥλων· Δεσπότην, ὃν ποθῶ, περιπτύξο‐ | |
28.1084(50) | μαι. Μεμψάσθω τὴν ἀπιστίαν, καὶ χαρισάσθω τὴν | 1083 |
28.1085 | θεωρίαν. Ὡς ἄπιστος ἴδω, καὶ ὡς πιστὸς περιπτύ‐ ξομαι, καὶ ἀπολαύσω. Ἴδω χεῖρας ὀρυχθείσας, δι’ ὧν αἱ παραβᾶσαι τοῦ Ἀδὰμ ἐθεραπεύθησαν χεῖρες· ἴδω πλευρὰν, δι’ ἧς ὁ ἐκ τῆς πλευρᾶς ἀνῄρηται θάνατος. | |
5 | Θεατὴς, οὐκ ἀκροατὴς, τοῦ Δεσπότου γενέσθαι θέλω. Τῇ διηγήσει πλέον πρὸς ἐπιθυμίαν ἀνάπτομαι· δι’ ὧν εὐαγγελίζεσθε, διὰ τούτων τὴν ὀδύνην ἐπαυξῆτε. Ἐγὼ δέ μου θεραπεύσω τὴν ἀνίαν, τὴν θεραπείαν προχειριζόμενος. | |
10 | Ἀλλ’ αὖθις παρῆν ὁ Δεσπότης, καὶ λύει τῷ μα‐ θητῇ μετὰ τῆς ἀνίας τὴν ἀπιστίαν. Μᾶλλον δὲ οὐ τὴν ἀπιστίαν ἔλυσεν, ἀλλὰ τὴν ἐπιθυμίαν ἐνέπλησε. Παρ‐ ῆν τῶν θυρῶν κεκλεισμένων· ἀπιστουμένῃ θέᾳ πι‐ στοῦται τὴν ἀπιστουμένην ἀνάστασιν· καὶ πάλιν δι‐ | |
15 | πλασιάζει τὸ θαῦμα, ἵνα πληροφορήσῃ τὸν Θωμᾶν. «Βάλε, φησὶ, τὸν δάκτυλόν σου εἰς τὸν τύπον τῶν ἥλων·» ὃν ἐζήτεις ἀπόντα, παρόντος ἀπόλαυε. Οἶδά σου τὴν ἐπιθυμίαν καὶ σιωπῶντος· πρὸ τῶν λό‐ γων, τὴν γνώμην ἐπίσταμαι. Ἤκουόν σου τῶν ῥη‐ | |
20 | μάτων, καὶ μὴ βλεπόμενος, παρήμην ἀπιστοῦντι, καὶ μὴ φαινόμενος, ἐνεδίδουν τῇ ἀπιστίᾳ καιρὸν, ἵνα σου τὴν ἐπιθυμίαν θαυμάσω. «Βάλε τὸν δάκτυλόν σου εἰς τοὺς τύπους τῶν ἥλων· καὶ βάλε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ | |
25 | πιστός.» Ὁ δὲ Θωμᾶς, ψηλαφήσας, καὶ τὴν ἀπιστίαν ἐξορίσας, πίστει εἰλικρινεῖ καὶ πόθῳ θεοπρεπεῖ κέ‐ κραγεν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Καί φησι πρὸς αὐτὸν ὁ Κύριος· «Ὅτι ἑώρακάς με, πεπίστευ‐ κας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαν‐ | |
30 | τες.» Κήρυξον, Θωμᾶ, τοῖς μὴ ἑωρακόσι μου τὴν ἀνάστασιν. Ἕλκυσον τὴν οἰκουμένην, οὐκ ὀφθαλμοῖς, ἀλλὰ λόγοις πιστεύουσαν· περίελθε βαρβάρων ἔθνη καὶ πόλεις· δίδαξον ἀνθ’ ὅπλων σταυρῷ θωρακίζε‐ σθαι. Κήρυξον μόνον, καὶ προσκυνοῦντες πιστεύσου‐ | |
35 | σιν· οὐκ ἀπαιτηθήσῃ παρ’ αὐτῶν τὴν θέαν τὴν ἐμήν. Εἰπὲ τὴν κλῆσιν, καὶ ὅρα τὴν πίστιν· «Μακάριοι» γὰρ ἀληθῶς «οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.» Τοιοῦτος ὁ νεόλεκτος οὗτος τοῦ Δεσπότου στρα‐ τὸς, τῆς πνευματικῆς κολυμβήθρας ὠδῖνες, τὰ ἔργα | |
40 | τῆς χάριτος, ἡ γεωργία τοῦ Πνεύματος· οὐκ ἰδόντες ὑπήκουσαν, ἀλλὰ ποθοῦντες ἐπίστευσαν. Ἐπέγνωσαν Χριστὸν οὐκ ὄμμασι σώματος, ἀλλ’ ὄμμασι πίστεως. Οὐκ ἔβαλον τοὺς δακτύλους εἰς τοὺς τύπους τῶν ἥλων, ἀλλὰ τῷ σταυρῷ περιπλακέντες τὸ πάθος ἠσπάσαντο· | |
45 | Δεσποτικῆς πλευρᾶς θεαταὶ οὐκ ἐγένοντο, ἀλλὰ χάριτι Δεσποτικοῖς συνήφθησαν μέλεσι, κυροῦντες ἐφ’ ἑαυ‐ τοῖς τὴν τοῦ Δεσπότου φωνήν· «Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες·» οἱ μὴ ἰδόντες, καὶ Χρι‐ στῷ συναφθέντες. | |
28.1085(50) | Σήμερον ἀποδύεσθε τὴν φορουμένην ἐσθῆτα, ἀλλὰ μὴ ἀπόθεσθε τὴν κεκρυμμένην σφραγῖδα· ἀπο‐ δύεσθε τὰ φαινόμενα σύμβολα, ἀλλὰ μὴ ἀπόθεσθε τῆς | |
στρατιᾶς τὰ γνωρίσματα. Ἀποτίθεσαι τὴν ἀμφίεσιν, | 1085 | |
28.1088 | ὦ τοῦ Χριστοῦ στρατιῶτα, ἀλλὰ μὴ γυμνωθῇς τῶν ὅπλων τῆς πίστεως· νῦν σοι μάλιστα χρεία τῆς πανοπλίας. Νῦν γὰρ κατὰ σοῦ πλέον ἢ τοῦ πρόσθεν ἐγρήγορεν ὁ πολέμιος, καὶ ἐκραταιώθη ὁ πόλεμος | |
5 | Ἕως αἰχμάλωτος ἦς καὶ δοῦλος τοῦ ἐχθροῦ, τὸ κρατεῖν ἔχων ἐκεῖνος, τοῦ πολεμεῖν οὐκ ἐφρόντιζεν· ἐπειδὴ δὲ πρὸς Χριστὸν μετετάχθης, καὶ, φυγὼν τὸν ἐχθρὸν, τῷ Δεσπότῃ προσέδραμες, καὶ λύκον ἀποπη‐ δήσας, συνετάχθης τῇ ποίμνῃ, ὡς παλαιάν σε θήραν | |
10 | μετέρχεται, πολυτρόπους ἐκμηχανώμενος δόλους. Πρὸς ταύτην ἡμᾶς τὴν παράταξιν ὁ μακάριος ἀλείφων Παῦλος, στρατηγεῖ καὶ προχειρίζεται παραγγέλματα, «Οὐκ ἔστιν ἡμῖν, λέγων, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς | |
15 | τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.» Ὁρᾷς στῖ‐ φος πολεμικὸν καὶ ζέουσαν μάχην; Ὑπὲρ τίνων οὖν ἆρα ὁ πόλεμος; Ποῖα τῆς μάχης τὰ κέρδη; Αὐτὸς ἐπάγει ὁ στρατηγὸς λέγων· «Ἐν τοῖς ἐπουρανίοις.» | |
20 | τουτέστιν, ὑπὲρ τῶν ἐπουρανίων κτημάτων. Ὑπὲρ τῆς ἀφθαρσίας ὁπλίζει, καὶ ὑπὲρ ἀτρεπτότητος πο‐ λεμεῖ· ὑπὲρ τοῦ συνεῖναι Χριστῷ παρατάττει. Ταῦτα γὰρ ἐπουράνια κτήματα· ταῦτα ἐκεῖνος ἀφελέσθαι βούλεται. Οὐκ ἀφίησί σε πολεμοῦντα γυμνόν· | |
25 | καθοπλίζει δὲ τοῖς ὅπλοις τοῦ Πατρός. Καί μοι βλέπε τῶν ὅπλων τὴν ἀστραπὴν φοβερὰν οὖσαν τοῖς ἐχθροῖς· φησὶ γὰρ οὕτως· «Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώ‐ ρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας | |
30 | ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσι τούτοις ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.» Πρὸς ἀοράτους ἐχθροὺς ἀοράτοις ἐκό‐ σμησεν ὅπλοις. | |
35 | Τοιαύτη μὲν ἡ τῶν ὅπλων ἰσχύς· ὅτι δὲ τὰ τῆς παρατάξεως, κἂν μὴ φαίνηται, γίνεται, σκόπησον οὕτως. Εἰ γὰρ τὸν Χριστὸν πειράζειν οὐκ ὤκνησεν ὁ διάβολος, ἀλλ’ ἀναισχυντίας ὑπερβολῇ καὶ κατὰ τοῦ Δεσπότου τετόλμηκε· πῶς τῶν κατὰ σοῦ μηχανημάτων | |
40 | παύσηται; Εἶδε τὸν Χριστὸν βαπτισθέντα (σὺ δὲ σκόπει τὸν καιρὸν, ὦ νεοφώτιστε), καὶ τότε πρὸς τὸ πειράζειν ἠγέρθη. Εἶδεν ἐν τῇ ἐρήμῳ πεινάσαντα, καὶ συνεργὸν τῆς πείρας τὴν πεῖναν ἐλάμβανεν, οὐδὲ αὐτῆς τῆς τροφῆς τὴν χρείαν μηχανημάτων ἐλευθέραν | |
45 | ἀφείς, ἀλλὰ προσελθὼν ἐνεχείρει πειράζειν καὶ λέ‐ γειν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Μονονουχὶ τοῦτο λέγων· Υἱὸς Θεοῦ σοβαρεύεις καλούμενος, ἠπατήθης ὀνόματι. Προσηγορίᾳ γυμνῇ πράγματος σεμνύνῃ. Πεινῶντα | |
28.1088(50) | βλέπω, καὶ Υἱὸν Θεοῦ ὀνομάσω; Ἡ τιμὴ τῷ πάθει νοθεύεται. Θεράπευσον τὴν χρείαν τῷ θαύματι· | |
ὑπακούσωσιν οἱ λίθοι προστάττοντι, καὶ πιστεύσω τῇ | 1087 | |
28.1089 | κλήσει· αἰδεσθῶσιν ἐκεῖνοι τὸ ἐπίταγμα, καὶ συντρέχω τῷ θαύματι· δέξομαι τὴν φωνὴν, καὶ συντίθεμαι τῇ τιμῇ. Ἀλλὰ Γραφικοῖς ἐτοξεύετο ῥήμασιν· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥή‐ | |
5 | ματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ἀλλ’ αἰσχυνθεὶς τῇ προτέρᾳ πάλῃ, καὶ δευτέραν πεῖραν προσήγαγεν· «Ῥίψον» φησὶν «ἑαυτὸν ἄνωθεν κάτω· γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖ‐ ται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς | |
10 | σου.» Ἀλλ’ ἤκουσε πάλιν· «Οὐκ ἐκπειράσεις Κύ‐ ριον τὸν Θεόν σου.» Καὶ οὐκ ἐνάρκησε δευτέρᾳ πτώ‐ σει, ἀλλ’ ἐπάγει καὶ τρίτην μηχανὴν προσδοκίᾳ νίκης πρὸς πτῶσιν δελεαζόμενος· «Ταῦτα γάρ σοι πάντα δώσω, φησὶν, ἐὰν πεσὼν προσκυνήσῃς μοι.» Ὁρᾷς | |
15 | μηχανημάτων γοργότητα; Ὁρᾷς ἀπάτης παρασκευήν; Ἀλλὰ τρεῖς μὲν ἰδέας ἴσως πειρασμῶν εἶναι νενόμικας, τῷ τοῦ ἀριθμοῦ ἑπόμενος σχήματι· ἅπαν δὲ πειρασμῶν εἶδος ἄρα ἐν τοῖς τρισὶ περιέξεται· οὐ γὰρ ἂν ἐπαύσατο πειράζων, εἰ μὴ πᾶσαν αὐτοῦ τὴν | |
20 | φαρέτραν τῶν βελῶν ἐξεκένωσε. Πάσας γὰρ τὰς ἐξ ἡδονῆς μηχανὰς διὰ τῆς περὶ τὴν βρῶσιν ἐπιθυ‐ μίας προσήγαγε, μιᾷ προσβολῇ τὴν τῶν ὀρέξεων ἀνα‐ κινήσας συγγένειαν. Εἰπὼν δὲ, «Ῥίψον σεαυτὸν,» τὰς ἐκ μεγαλαυχίας μεθόδους ἐκίνησε. Τὸ δὲ, | |
25 | «Ταῦτα πάντα σοι δώσω,» τὴν χαλεπωτάτην ῥίζαν τῶν ἁμαρτημάτων, τὴν φιλαργυρίαν, εἰσήγαγεν. Ἅπαν γὰρ εἶδος ἁμαρτημάτων ἐκ μιᾶς ταύτης φύε‐ ται ῥίζης. Καὶ παρὰ ἀνθρώποις ἁμαρτία χώραν οὐκ ἔχει, μὴ διὰ τούτων ὁδεύουσα. Ἢ γὰρ δι’ ἡδονῆς τι‐ | |
30 | τρώσκει, ἢ διὰ δόξης τοξεύει, ἢ χρημάτων ἔρωτι πρὸς πλημμέλειαν ἕλκει. Γυμνωθεὶς οὖν τῶν βελῶν τότε τοῦ τοξεύειν ἐπαύσατο· καὶ γυμνὸν ἡμῖν αὐτὸν ὁ Χριστὸς τῶν μηχανημάτων κατέστησεν, ἀπράκτους αὐτοῦ τὰς ἀκίδας ἐργασάμενος· γνωρίμους τοὺς δό‐ | |
35 | λους κατέστησεν, εὐχείρωτον αὐτὸν τοῖς ἀνθρώποις ποιούμενος. Τοῖς Δεσποτικοῖς τοίνυν ἀγῶσι τὴν νίκην κερδα‐ νῶμεν· Χριστοῦ πολεμοῦντος οἰκεῖα στήσωμεν τρόπαια. Μὴ ῥυπώσωμεν τὸν χιτῶνα τῆς πίστεως, ὃν ἡ χάρις | |
40 | ἐξύφανε· μὴ δωρεὰν ἀτιμάσῃς, ἣν παρὰ Θεοῦ ἔλαβες· ἐννόει τὸν δεδωκότα, καὶ τὸ δοθὲν διαφύλαξον. Εἴ τινος μαργαρίτου φύλαξ ἢ ἁλουργίδος κατέστης βασιλικῆς, ἆρα οὐκ ἂν μέχρι θανάτου τῆς φυλακῆς ἐπεδείξω τὴν ἐπιμέλειαν; Ἀλλὰ νῦν οὐ μαργαρίτου μόνον, οὐδὲ | |
45 | πορφύρας, οὐδὲ κτήματος ἁπλῶς βασιλικοῦ, αὐτὸ δὲ τὸ τοῦ Δεσπότου κατεπιστεύθης σῶμα· μᾶλλον δέ τι λέγω, γέγονας σῶμα Δεσποτικὸν, μέλος ἐγένου Χρι‐ στοῦ· ἐνεδύσω Χριστὸν, κατὰ τὴν τοῦ Παύλου φωνήν· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύ‐ | |
28.1089(50) | σαντο.» Μὴ γενοῦ τῶν τοῦ Χριστοῦ προδότης με‐ | |
λῶν. Ὑπῆρξας τοῦ Πνεύματος οἰκητήριον, καὶ μέλος | 1089 | |
28.1092 | τοῦ ἐν οὐρανοῖς βασιλεύοντος. Ἀρεταῖς οὖν τὸ δῶρον τιμήσωμεν· σωφροσύνης ἐπιμεληταὶ καταστῶμεν· φιλανθρωπίαν μετέλθωμεν· ἐλεημοσύνην προχειρι‐ ζώμεθα· ἀπιστίας ἰὸν ἀποτιναξώμεθα· δόλον ἀποστρα‐ | |
5 | φῶμεν τοῦ διαβόλου φίλον· μισήσωμεν ψεῦδος τοῦ πολεμίου τὸ ὄργανον. Μιμησώμεθα τὸν μακάριον Παῦλον, ὃς βαπτισθεὶς ἐκήρυττεν, ὃν πρὸ τοῦ βαπτί‐ σματος ἤλαυνε. Μιμησώμεθα τὸν τῆς Αἰθιοπίας εὐ‐ νοῦχον, ὃς ἐν ὁδῷ τυχὼν τοῦ βαπτίσματος, ὁδὸς αὐτὸς | |
10 | τοῖς πιστεύουσι τῶν Αἰθιόπων ἐγένετο. Πολυπλασιά‐ σωμεν τὸ τῆς χάριτος τάλαντον, ἵνα τῆς πολυεύκτου φωνῆς ἀκούσωμεν τοῦ Δεσπότου λέγοντος· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολ‐ λῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου | |
15 | σου.» Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 1091 |