TLG 2800 003 :: BASILIUS :: Homilia in sanctum pascha

BASILIUS Scr. Eccl.
(Seleuciensis Isauricus: A.D. 5)

Homilia in sanctum pascha

Citation: Volume — page — (line)

28

.

1073

(22t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
23tΑΘΑΝΑΣΙΟΥ
24tΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ.
27 Εἰ ταῖς τῶν ἀγγέλων ἐνῆν πρὸς τὸ παρὸν χρή‐ σασθαι γλώτταις, εἰ φωνὰς ἀθανάτους ἡ τῶν θνητῶν ἐκτήσατο φύσις· ἐτόλμησε μόλις ἂν τὰς τῆς
30ἑορτῆς ὑμνῆσαι δωρεάς. Νυνὶ δὲ γλῶττα θνητὴ καὶ πήλινον ὄργανον τί μὲν ἂν εἴποι, τί δὲ καὶ φθέγξοιτο, ἅπερ ἡ σύμπασα κτίσις ὁμοφωνοῦσα πρὸς ἀξίαν ὑμνεῖν οὐκ ἰσχύει; Ὑπερβαίνει γὰρ ἀληθῶς κτίσεως μέτρα τὰ δῶρα τῆς χάριτος. Θάνατος ἐξ ἀνθρώπων ἐλαύνε‐
35ται, καὶ ᾅδης τὴν πολυετῆ δυναστείαν ἀποτίθεται· καὶ γένος ἀνθρώπων ἁμαρτίας νόμῳ κατάδικον τῇ τῆς χάριτος δωρεᾷ βασιλεύειν διδάσκεται. Τῆς τοίνυν Δε‐ σποτικῆς ἑορτῆς ὁ πρωτοστάτης μὲν τῆς ἀπολαύσεως ἄνθρωπος, κοινωνὸς δὲ τῆς χάριτος ἡ λοιπὴ γίνεται
40κτίσις. Ἐν ἀνθρώπου γὰρ μορφῇ σήμερον ὁ τῆς φύ‐ σεως ἀνεπλάττετο δῆμος. Οὕτω γὰρ Παῦλος ὁ τῆς χάριτος μαθητὴς περιήγγειλεν· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε καινὰ τὰ πάντα.» Μιᾷ φωνῇ ἑλκύσας τὰ σύμπαντα πρὸς
45ἀνάκτισιν, ὁ τῆς κτίσεως δημιουργὸς ἀνέστη. Ἡ1073

28

.

1076

γὰρ τοῦ Σωτῆρος ἀνάστασις κοινὴ τῶν πάντων ὑπάρ‐ χει ἀνάκτισις. Καὶ τοῦτο Παῦλος ἡμῖν εὐαγ‐ γελίζεται, λέγων, ὅτι «Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθή‐ σεται ἐκ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν
5τῶν τέκνων τοῦ Θεοῦ·» τουτέστι τὴν φθορὰν ἀποτί‐ θεται, τὴν δουλείαν ἀποδύσεται, τὴν ἀθανασίαν ἀπολήψεται, πρὸς ἀμείνονα μεταστήσεται λῆξιν. Τῷ γὰρ ἀνθρώπῳ πρὸς ἀφθαρσίαν καινουργουμένῳ καὶ ἡ δι’ αὐτὸν παραχθεῖσα ἀνακαινισθήσεται κτίσις.
10 Ἔκτισε μὲν γὰρ ὁ Θεὸς τὴν μεγάλην ταύτην τῆς κτίσεως πόλιν· φωνῇ μόνῃ τὴν τῶν πολλῶν παρ‐ αγωγὴν ποιησάμενος, φωνῇ μόνῃ τὴν τῶν ὅλων οὐ‐ σίαν ἑλκύσας, τῆς δημιουργικῆς αὐτοῦ σοφίας τὴν δύναμιν ἔδειξεν· ὡς ἐν ναῷ δὲ περιφανεῖ, τῇ κτίσει,
15τὴν ἰδίαν εἰκόνα τὸν ἄνθρωπον δημιουργήσας ἀνέστη‐ σεν. Ἔδει τοιγαροῦν καὶ νῦν, τῆς ἰδίας εἰκόνος και‐ νουργουμένης, καὶ αὐτὸν τὸν τῆς εἰκόνος οἶκον συν‐ ανακτίζεσθαι. Τούτων ἡμῖν ἐγγυητὴς σήμερον ἡ παρ‐ οῦσα πανήγυρις. Διὰ ταύτην ὁ μακάριος ἔκραζε
20Παῦλος· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.» Ἀρνήσεται γὰρ θανάτου νόμον τὸ σῶμα, τοῖς τῆς ἀθα‐ νασίας στεφανούμενον ἄνθεσι· καὶ χώραν οὐχ ὑφέξει φθορὰ, τῆς ἀφθαρσίας ἐπιλαμπούσης. Ὢ τῆς
25μεγάλης τῶν πραγμάτων μεταβολῆς! ὢ τῆς ὑπὲρ ἐλπίδας ἐναλλαγῆς! ὢ μεγάλου πένθους εἰς εὐθυμίαν καταλήξαντος! ὢ χαρᾶς διαδεξαμένης τὴν συμφοράν! Αὔξει γὰρ, αὔξει τῆς ἑορτῆς τὴν δοξολογίαν ἡ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης ὑπόμνησις. Ἦμεν γὰρ ἐν
30παραδείσῳ τὸ πρότερον, ἀγεωργήτου τρυφῆς κλῆρον ἐκ φιλανθρωπίας δεξάμενοι. Ἐπῆλθεν ὁ ὄφις τοιχω‐ ρύχος, τῆς ἀπολαύσεως λῃστεύσας τὴν τρυφὴν, καὶ κατάκριτον τὸ λῃστευθὲν κατέστησε γένος, ὁδὸν εὑρὼν τοῦ θανάτου, τῆς ἐντολῆς τὴν παράβασιν. Ἐντεῦθεν
35ᾅδης, πύλας ἀνοίξας, τὸ τῶν ἀνθρώπων ὑπεδέχετο γένος· καὶ τίκτουσα φύσις φοβερὸν εἶχε τῶν τικτομέ‐ νων τὸν θάνατον· καὶ τῶν ὠδίνων οἱ πόνοι πρόσοδος ἐγίνετο τάφων. Καὶ ἦν κληρονόμος ἐκ παρανομίας θάνατος, ἑκάστην τῶν ἡλικιῶν ἀκωλύτως ἀγρεύων·
40οὐκ ἐμβρύου φειδόμενος, οὐ τὸ τεχθὲν προορῶν, οὐ τὸν ἔφηβον ἐλεῶν, οὐ καταλιμπάνων νεάζοντας, οὐ πρεσβύτας αἰδούμενος, οὐχ ἁμαρτωλοῖς συγγινώ‐ σκων, οὐ δικαίων κατάλογον αἰσχυνόμενος, οὐ προφήτας παραιτούμενος, οὐχ ἱερέα παραπεμπόμε‐
45νος· ἀλλ’ ἥπλωτο κατὰ πάντων ἡ τοῦ θανάτου σαγήνη, τὸ προσπίπτον ἁρπάζουσα. Οὐκ ἦν ἰατρὸς τοῦ κακοῦ· οὐκ ἦν ἐπαγόμενον φάρμακον, καὶ τοσαῦται γενεαὶ τὴν ζωὴν παροδεύ‐ σασαι, τὴν ἀκόρεστον οὐκ ἐπλήρωσαν τοῦ θανάτου

28

.

1076

(50)

γαστέρα. Καὶ ἦν τὸ δεινὸν τοῖς πενθοῦσιν ἀπαραμύ‐ θητον, καὶ πρὸς ἴασιν ἄπορον, εἰ μὴ Χριστὸς σταυ‐ ρωθεὶς τοῦ θανάτου τὴν τυραννίδα κατήνεγκε, νυκτο‐ τριημέρῳ ταφῇ τὰ πολυχρόνια τοῦ ᾅδου καταστρέψας
βασίλεια· οὐ νῦν πρώτως πρὸς φιλανθρωπίαν δρα‐1075

28

.

1077

μὼν, οὐδ’ αὐτὸς ἑαυτοῦ πρὸς τὸ παρὸν γεγονὼς συμ‐ παθέστερος, εἰ καὶ νῦν ἔργῳ τὴν ἀνάστασιν ἔδειξεν· ἀλλὰ καὶ πάλαι κρατοῦντα τὸν θάνατον ταῖς τῆς ἀνα‐ στάσεως ἐφόβει σκιαῖς· καὶ τοῦ ᾅδου τὴν βασιλείαν
5ἐτάραττεν, ἐλπίδας ἀθανασίας ἀμυδρῶς τῷ γένει δω‐ ρούμενος· ἰσοχρόνους καὶ τῆς τοῦ ᾅδου τυραννίδος τὰς τῆς καταλύσεως ἀνυφαίνων ἐννοίας. Καὶ σκόπει τὴν ἀπόῤῥητον τῶν πραγμάτων οἰκονομίαν. Ἄβελ πρῶτος ὑπὸ τοῦ θανάτου κατέχεται. Ὁ δεδωκὼς τῷ
10θανάτῳ τῆς ἁμαρτίας τὴν πρόφασιν, δίδωσι τῇ φύσει κατὰ τοῦ θανάτου δικαιολογίας ὑπόθεσιν. Εἰ γὰρ ἀδί‐ κως κατέχεται, δικαίως ἀνίσταται· ἁμαρτωλοῦ γὰρ ἀποθανόντος, ἰσχυρότερος δικαζόμενος ὁ θάνατος. Σα‐ θρὰ δὲ κατὰ δικαίων τῷ ᾅδῃ ἡ ἐγχείρησις· ἀσθενὴς
15ὁ τοῦ θανάτου δεσμὸς, δίκαιον ἔχων ἀδίκως κρατού‐ μενον. Εἰ γὰρ ἡ ἁμαρτία τῆς τοῦ θανάτου βασιλείας ἰσχὺς, ὁ μήπω πταίσας ἀνεύθυνος. Διὰ τοῦτο δυνά‐ μενος ὁ Θεὸς ἐξαρπάσαι τοῦ φόνου τὸν Ἄβελ, τοῦτο μὲν οὐ πεποίηκε, συνεχώρησε δὲ τὴν ἀναίρεσιν, ἵνα
20ἄῤῥιζος γένηται θάνατος δικαίου φυτουργούμε‐ νος αἵματι. Διὰ τοῦτο Χριστὸς, ὑπὲρ τοῦ κόσμου δι‐ καζόμενος, ἔλεγε· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Ἄνωθεν οὖν ἡ τοῦ Ἄβελ διὰ Χριστοῦ προκεκήρυκται
25δίκη καὶ νίκη. Λάβε μοι Παῦλον συνηγοροῦντα· «Καὶ ἀποθανὼν, φησὶν, Ἄβελ, ἔτι λαλεῖ· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,» παραβολὴν τὴν ὁμοιό‐ τητα λέγων. Φέρει γὰρ μίμησιν τῆς τοῦ Χριστοῦ δί‐ κης ἡ τοῦ Ἄβελ ἀναίρεσις. Διὰ τοῦτο καὶ μετὰ θά‐
30νατον φθέγγεται, καὶ κατηγορεῖ τοῦ φονεύσαντος. Ἡ γὰρ τοῦ βίου παρουσία, τοῦ θανάτου τὴν βίαν ἐνίκησεν. Οὐκ ἔστησεν αὐτοῦ βοῶσαν τὴν γλῶσσαν ὁ φόνος, οὐδὲ τὰς τοῦ αἵματος δικαιολογίας ἐνέκοψεν· ἀλλ’ ἀθάνατα φθέγγεται γλῶττα κρατουμένη θα‐
35νάτῳ. Οὐκ ἂν ἦν εὔπορος εἰς ἀπολογίαν ἡ φύσις, εἰ ὁ Ἀδὰμ προανήρπαστο· ἡ γὰρ τῆς παραβάσεως αἰ‐ σχύνη τὴν γλῶτταν ἀνέφραττεν. Ἄβελ πρῶτος πεσὼν ἤγειρε τὰς ἐλπίδας τῆς φύσεως.
40 Ἔφθασεν ἐπὶ τούτοις Ἐνὼχ, καὶ τόπου μετα‐ στάσει τὸν ᾅδην ἀπέφυγεν, εὐδοκιμήσει βίου δραπε‐ τεύων τὸν θάνατον. Μετὰ τοῦτον Ἡλίας ὁ μέγας, οὐδὲ αὐτὸς εἴξας τῷ θανάτῳ, τὸ τῆς ξενοδόχου παιδίον τελευτῆσαν ἐξήρπασεν, εὐχῆς δυναστείᾳ τοῦ θανάτου
45τὴν βίαν νικήσας, καὶ τὴν ἐξ ᾅδου πρὸς ζωὴν ὑποστροφὴν καινουργήσας. Ἐλισσαῖος ἐπὶ τούτοις ἀνέτειλε, διπλῆν ἐξ ἁπλῆς τὴν χάριν δεξάμενος, ὃς τὸ τῆς Σωμανίτιδος παιδίον ἐξ ᾅδου πρὸς βίον δι’ εὐ‐ χῆς μετεπέμπετο. Ἐπεὶ δὲ καὶ αὐτὸς τοῖς τοῦ θανά‐

28

.

1077

(50)

του περιεβλήθη δικτύοις, καὶ νεκρὸς ὢν, ὅμως τὸν ᾅδην ἐσύλησε, τῇ τοῦ σώματος ἁφῇ τὸν νεκρὸν φυγα‐
δεύσας, καὶ διὰ νεκροῦ νεκρὸς πρὸς βίον ἐκλέπτετο.1077

28

.

1080

Καὶ ἦν ὁ προφήτης τῷ θανάτῳ νεκρὸς ἐπιζήμιος. Τοῦ γὰρ Ἑλισσαίου θανόντος, προσθήκην ὁ τῶν νεκρῶν ἀριθμὸς οὐκ ἐλάμβανεν. Ἀλλ’ ἀκερδὲς τῷ ᾅδῃ κατὰ τοῦ δικαίου τὸ θήραμα. Ἐν τούτοις οἱ τύποι τῆς
5ἀναστάσεως ὠχύρουν φθειρομένην τὴν φύσιν· βοηθῆ‐ σαι δ’ ὅμως τοῖς ἁλοῦσιν οὐκ ἴσχυον· «Ἀλλ’ ἐβασί‐ λευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως,» τοῦ νόμου τὸν χρόνον ὅρους τοῦ κράτους ποιούμενος. Ἐπειδὴ δὲ Χριστὸς ἐξ οὐρανῶν ἀνεφάνη, ἔτρεχον μὲν
10εἰς ἔργον αἱ τοῦ γένους ἐλπίδες· καὶ φωνῇ Δεσποτικῇ τὰ ᾅδου διηνοίγετο κλεῖθρα, καὶ δεσμώτας νεκροὺς ἀπεδίδουν οἱ τάφοι· καὶ κλῆσις ἐγίνετο, καὶ τάφος ἠνοίγετο· καὶ φύσις ἀνθρωπίνη Θεῷ ἡνωμένη τὸν ᾅδην κατέπληττεν. Ἐντεῦθεν ὁ ᾅδης πρὸς τὸν τοὺς
15νεκροὺς ἀφαιρούμενον ἐβόα· Τί τὴν ἐν παραδείσῳ συγγραφὴν ἀνατρέπεις; τί τὸ κατὰ τῆς φύσεως κα‐ τασχίζεις χειρόγραφον; Ἐγγράφοις δικαίοις κατὰ τῶν ἀνθρώπων ὠχύρωμαι. Ἔχω τὸ, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» τοῦ γένους τὸ πρόστιμον. Ὠδύρετο
20μὲν δὴ καθ’ ἕνα τῶν νεκρῶν ἀφαιρούμενος· ἠγνόει δὲ ἄρα, ὡς Χριστὸς, καταβὰς, πάνδημον ἀφαίρεσιν τοῖς θνήσκουσι χαρίσεται. Ἵνα γὰρ μηδεὶς ἔτι τῷ ᾅδῃ περιλειφθείη δεσμώτης, κάτεισιν αὐτὸς εἰς ᾅδου Χριστός· τῇ μὲν φορουμένῃ σαρκὶ δελεάζων τὸν
25ᾅδην, θεότητος δὲ δυνάμει καθαιρῶν αὐτοῦ τὰ βασί‐ λεια, βραχεῖ χρόνῳ τὰ παλαιὰ τοῦ νόμου διατεμὼν χειρόγραφα, ἵνα ἀνθρώπους εἰς οὐρανοὺς ἀναγάγῃ· οὐρανοὺς, τὸ ἐλεύθερον τοῦ θανάτου χωρίον, ἀφθαρσίας καταγώγιον, δικαιοσύνης ἐργαστήριον.
32 Ἐν τούτοις ἐβαπτίσθης τοῖς ἀγαθοῖς, νεοφώτι‐ στε· ἀῤῥαβών σοι γέγονεν ἀναστάσεως, νεοφώτιστε, ἡ τῆς χάριτος μύησις· ἐνέχυρον τῆς ἐν οὐρανῷ διαί‐
35της ἔχεις τὸ βάπτισμα. Ἐμιμήσω τῇ καταδύσει τοῦ Δεσπότου τὸν τάφον· ἀλλὰ ἀνέδυς πάλιν ἐκεῖθεν, τὰ τῆς ἀναστάσεως ἔργα πρὸ τῶν ἔργων θεώμενος. Ὧν εἶδες τὰ σύμβολα, τούτων ἀποδέχου τὰ πρά‐ γματα. Δέχου μάρτυρα τῶν λεγομένων τὸν Παῦλον
40λέγοντα· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώ‐ ματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Καλῶς τὸ, σύμφυτοι· φυτεία γὰρ πρὸς ἀθανασίαν τὸ βάπτισμα, ἐν κολυμβήθρᾳ φυτευομένη, καὶ οὐρανῷ καρποφοροῦσα. Ἐκεῖ τοῦ Πνεύματος ἡ
45χάρις ἀποῤῥήτως ἐργάζεται· καὶ μὴ τῷ τῆς φύσεως συγγενεῖ ἀγνοήσῃς τὸ θαῦμα. Ὑπηρετεῖ πρὸς τὴν χρείαν τὸ ὕδωρ· δημιουργεῖ δὲ τὴν ἀναγέννησιν ἡ χάρις, ὡς ἐν μήτρᾳ τῇ κολυμβήθρᾳ τὸ ἐμβαλλό‐ μενον ἀναπλάττει. Ὡς ἐν χωνευτηρίῳ τῷ ὕδατι τὸν

28

.

1080

(50)

κατιόντα ἀναχαλκεύει. Δίδωσιν αὐτῷ τῆς ἀθανασίας μυστήρια· ἀναστάσεως σφραγῖδα χαρίζεται. Τούτων σοι τῶν θαυμάτων, ὦ νεοφώτιστε, καὶ ἡ ἀμ‐
φίεσις φέρει τὰ σύμβολα. Ἀπόβλεψον εἰς ἑαυτὸν τὰς1079

28

.

1081

τῶν ἀγαθῶν εἰκόνας φοροῦντα. Λαμπρὰ μὲν γὰρ καὶ διαυγὴς ἡ ἐσθής σου, τῆς ἀφθαρσίας ζωγραφοῦσα τὰ σύμβολα. Ὀθόνη σοι λευκὴ καθάπερ διάδημα τὴν κεφαλὴν διασφίγγει, τὴν ἐλευθερίαν κηρύττουσα. Ἡ
5χεὶρ τῆς κατὰ τοῦ διαβόλου νίκης περιφέρει τὰ μη‐ νύματα. Ἔδειξε γάρ σε Χριστὸς ἐγειρόμενον· νῦν μὲν συμβόλοις, δείξει δὲ κατὰ μικρὸν ἐν τοῖς πράγμα‐ σιν, ἐὰν τὸν χιτῶνα τῆς πίστεως μὴ ταῖς ἁμαρτίαις ῥυπώσωμεν· ἐὰν τὴν λαμπάδα τῆς χάριτος ἀτόποις
10μὴ κατασβέσωμεν πράξεσιν· ἐὰν τὸν τοῦ Πνεύματος διαφυλάξωμεν στέφανον. Τότε σαφῶς ὁ Δεσπότης ἐξ οὐρανῶν μετὰ φοβερᾶς καὶ φιλανθρώπου βοῆς ἀνα‐ βοήσειε· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ
15καταβολῆς κόσμου.» Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1081