TLG 2798 006 :: Pseudo–DIONYSIUS AREOPAGITA :: Epistulae Pseudo–DIONYSIUS AREOPAGITA Scr. Eccl.
Theol., vel Corpus Areopagiticum
vel Corpus Dionysiacum Epistulae
Citation: Epistle — section — (line) | ||
t1 | ΕΠΙΣΤΟΛΑΙ ΔΙΑΦΟΡΟΙ | |
1t | ΓΑΙΩΙ ΘΕΡΑΠΕΥΤΗΙ | |
1.1 | Τὸ σκότος ἀφανὲς γίνεται τῷ φωτί, καὶ μᾶλλον τῷ πολλῷ φωτί· τὴν ἀγνωσίαν ἀφανίζουσιν αἱ γνώσεις, καὶ μᾶλλον αἱ πολλαὶ γνώσεις. Ταῦτα ὑπεροχικῶς, ἀλλὰ μὴ κατὰ στέρησιν ἐκλαβὼν ἀπόφησον ὑπεραληθῶς, ὅτι λανθάνει τοὺς ἔχοντας ὂν φῶς καὶ ὄντων γνῶσιν ἡ κατὰ θεὸν ἀγνωσία | |
5 | καὶ τὸ ὑπερκείμενον αὐτοῦ σκότος καὶ καλύπτεται παντὶ φωτὶ καὶ ἀπο‐ | |
---|---|---|
κρύπτεται πᾶσαν γνῶσιν. Καὶ εἴ τις ἰδὼν θεὸν συνῆκεν, ὃ εἶδεν, οὐκ αὐτὸν ἑώρακεν, ἀλλά τι τῶν αὐτοῦ τῶν ὄντων καὶ γινωσκομένων· αὐτὸς δὲ ὑπὲρ νοῦν καὶ οὐσίαν ὑπεριδρυμένος, αὐτῷ τῷ καθόλου μὴ γινώσκε‐ σθαι μηδὲ εἶναι, καὶ ἔστιν ὑπερουσίως καὶ ὑπὲρ νοῦν γινώσκεται. Καὶ ἡ | 155 | |
10 | κατὰ τὸ κρεῖττον παντελὴς ἀγνωσία γνῶσίς ἐστι τοῦ ὑπὲρ πάντα τὰ | |
γινωσκόμενα. | 156 | |
2t | ΤΩΙ ΑΥΤΩΙ | |
2.1 | Πῶς ὁ πάντων ἐπέκεινα καὶ ὑπὲρ θεαρχίαν ἐστὶ καὶ ὑπὲρ ἀγαθαρχίαν; Εἰ θεότητα καὶ ἀγαθότητα νοήσαις αὐτὸ τὸ χρῆμα τοῦ ἀγαθοποιοῦ καὶ θεοποιοῦ δώρου καὶ τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου καὶ ὑπεραγάθου, καθ’ ὃ θεούμεθα καὶ ἀγαθυνόμεθα. Καὶ γὰρ εἰ τοῦτο ἀρχὴ γίνεται τοῦ | |
5 | θεοῦσθαι καὶ ἀγαθύνεσθαι τοὺς θεουμένους καὶ ἀγαθυνομένους, ὁ πάσης ἀρχῆς ὑπεράρχιος καὶ τῆς οὕτω λεγομένης θεότητος καὶ ἀγαθότητος, ὡς θεαρχίας καὶ ἀγαθαρχίας, ἐστὶν ἐπέκεινα, καθ’ ὅσον ὁ ἀμίμητος καὶ ἄσχετος ὑπερέχει τῶν μιμήσεων καὶ σχέσεων καὶ τῶν μιμουμένων καὶ | |
μετεχόντων. | 157 | |
3t | ΤΩΙ ΑΥΤΩΙ | |
3.1 | «Ἐξαίφνης» ἐστὶ τὸ παρ’ ἐλπίδα καὶ ἐκ τοῦ τέως ἀφανοῦς εἰς τὸ ἐκφανὲς ἐξαγόμενον. Ἐπὶ δὲ τῆς κατὰ Χριστὸν φιλανθρωπίας καὶ τοῦτο οἶμαι τὴν θεολογίαν αἰνίττεσθαι, τὸ ἐκ τοῦ κρυφίου τὸν ὑπερούσιον εἰς τὴν καθ’ ἡμᾶς ἐμφάνειαν ἀνθρωπικῶς οὐσιωθέντα προεληλυθέναι. Κρύφιος δέ ἐστι | |
5 | καὶ μετὰ τὴν ἔκφανσιν ἤ, ἵνα τὸ θειότερον εἴπω, καὶ ἐν τῇ ἐκφάνσει. Καὶ τοῦτο γὰρ Ἰησοῦ κέκρυπται, καὶ οὐδενὶ λόγῳ οὔτε νῷ τὸ κατ’ αὐτὸν ἐξῆκται μυστήριον, ἀλλὰ καὶ λεγόμενον ἄῤῥητον μένει καὶ νοούμενον | |
ἄγνωστον. | 158 | |
4t | ΤΩΙ ΑΥΤΩΙ | |
4.1 | Πῶς, φῄς, Ἰησοῦς, ὁ πάντων ἐπέκεινα, πᾶσίν ἐστιν ἀνθρώποις οὐ‐ σιωδῶς συντεταγμένος; Οὐ γὰρ ὡς αἴτιος ἀνθρώπων ἐνθάδε λέγεται ἄνθρωπος, ἀλλ’ ὡς αὐτὸ κατ’ οὐσίαν ὅλην ἀληθῶς ἄνθρωπος ὤν. Ἡμεῖς δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον | |
5 | —οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον—, ἀλλ’ ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος, ὑπὲρ ἀνθρώπους καὶ κατὰ ἀνθρώπους ἐκ τῆς ἀνθρώπων οὐσίας ὁ ὑπερούσιος οὐσιωμένος. Ἔστι δὲ οὐδὲν ἧττον ὑπερ‐ ουσιότητος ὑπερπλήρης ὁ ἀεὶ ὑπερούσιος, ἀμέλει τῇ ταύτης περιουσίᾳ, καὶ εἰς οὐσίαν ἀληθῶς ἐλθὼν ὑπὲρ οὐσίαν οὐσιώθη καὶ ὑπὲρ ἄνθρωπον | |
10 | ἐνήργει τὰ ἀνθρώπου. Καὶ δηλοῖ παρθένος ὑπερφυῶς κύουσα καὶ ὕδωρ ἄστατον ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος καὶ μὴ ὑπεῖκον, ἀλλ’ ὑπερφυεῖ δυνάμει πρὸς τὸ ἀδιάχυτον συνιστάμενον. Τί ἄν τις τὰ λοιπὰ πάμπολλα ὄντα διέλθοι; Δι’ ὧν ὁ θείως ὁρῶν ὑπὲρ νοῦν γνώσεται καὶ τὰ ἐπὶ τῇ φιλανθρωπίᾳ τοῦ Ἰησοῦ καταφασκόμενα, | 159 |
15 | δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα. Καὶ γάρ, ἵνα συνελόντες εἴπωμεν, οὐδὲ ἄνθρωπος ἦν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ’ ὡς ἐξ ἀνθρώπων ἀν‐ θρώπων ἐπέκεινα καὶ ὑπὲρ ἄνθρωπον ἀληθῶς ἄνθρωπος γεγονώς, καὶ τὸ λοιπὸν οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, οὐ τὰ ἀνθρώπεια κατὰ ἄνθρω‐ πον, ἀλλ’ ἀνδρωθέντος θεοῦ, καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν | |
20 | πεπολιτευμένος. | 160 |
5t | ΔΩΡΟΘΕΩΙ ΛΕΙΤΟΥΡΓΩΙ | |
5.1 | Ὁ θεῖος γνόφος ἐστὶ τὸ «ἀπρόσιτον φῶς», ἐν ᾧ κατοικεῖν ὁ θεὸς λέγεται, καὶ ἀοράτῳ γε ὄντι διὰ τὴν ὑπερέχουσαν φανότητα καὶ ἀπρο‐ σίτῳ τῷ αὐτῷ δι’ ὑπερβολὴν ὑπερουσίου φωτοχυσίας. Ἐν τούτῳ γί‐ γνεται πᾶς ὁ θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾶν μηδὲ | |
5 | γινώσκειν· ἀληθῶς ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γιγνόμενος τοῦτο αὐτὸ γιγνώσκων, ὅτι μετὰ πάντα ἐστὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά, καὶ προφητικῶς ἐρῶν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἀπ’ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν». | |
Ὥσπερ οὖν καὶ ὁ θεῖος Παῦλος ἐγνωκέναι τὸν θεὸν λέγεται γνοὺς αὐτὸν | 161 | |
10 | ὑπὲρ πᾶσαν ὄντα νόησιν καὶ γνῶσιν, διὸ καὶ ἀνεξιχνιάστους εἶναι τὰς ὁδοὺς αὐτοῦ φησι καὶ «ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ» καὶ ἀνεκδιηγή‐ τους τὰς δωρεὰς αὐτοῦ καὶ τὴν εἰρήνην αὐτοῦ ὑπερέχουσαν «πάντα νοῦν», ὡς εὑρηκὼς τὸν ὑπὲρ πάντα καὶ τοῦτο ὑπὲρ νόησιν ἐγνωκώς, | |
ὅτι πάντων ἐστὶν ἐπέκεινα πάντων αἴτιος ὤν. | 162 | |
6t | ΣΩΠΑΤΡΩΙ ΙΕΡΕΙ | |
6.1 | Μὴ τοῦτο οἴου νίκην, ἱερὲ Σώπατρε, τὸ εἰς θρησκείαν ἢ δόξαν ὑβρίσαι μὴ ἀγαθὴν φαινομένην· οὐδὲ γάρ, οὐδ’ εἰ κεκριμένως αὐτὴν ἐξελέγξεις, ἤδη τὰ Σωπάτρου καλά· δυνατὸν γὰρ καὶ σὲ καὶ ἄλλους ἐν πολλοῖς τοῖς ψεύδεσι καὶ φαινομένοις, ἓν ὂν καὶ κρύφιον, τὸ ἀληθὲς λανθάνειν. Οὐδὲ | |
5 | γάρ, εἴ τι μὴ ἐρυθρόν, ἤδη λευκόν· οὐδέ, εἴ τις μὴ ἵππος, ἐξ ἀνάγκης ἄνθρωπος. Οὕτω δὲ ποιήσεις ἐμοὶ πειθόμενος· ἀφέξῃ μὲν τοῦ καθ’ ἑτέρων λέγειν, | |
ὑπὲρ ἀληθείας δὲ ὄντως ἐρεῖς, ὡς πάντη εἶναι ἀνεξέλεγκτα τὰ λεγόμενα. | 163 | |
7t | ΠΟΛΥΚΑΡΠΩΙ ΙΕΡΑΡΧΗΙ | |
7.1 | Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ’ ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ ὄντως ἔχει. Τούτου γάρ, ὅ τί ποτέ ἐστι, κατὰ νόμον ἀληθείας ὀρθῶς ἀποδεικνυμένου καὶ ἀκραιφνοῦς ἑστηκότος πᾶν τὸ ἑτέρως | |
5 | ἔχον καὶ τὴν ἀλήθειαν προσποιούμενον ἐξελεγχθήσεται καὶ ἕτερον ὂν τοῦ ὄντως ὄντος καὶ ἀνόμοιον καὶ δοκοῦν ἐκεῖνο μᾶλλον ἢ ὄν. Περιττὸν οὖν ἐστι τὸν ἀληθείας ἐκφάντορα πρὸς τούτους ἢ ἐκείνους διαμάχεσθαι. Λέγει γὰρ ἕκαστος αὐτὸς ἔχειν τὸ νόμισμα τὸ βασιλικόν—καὶ ἴσως γε ἔχει τι μορίου τινὸς τοῦ ἀληθοῦς ἀπατηλὸν εἴδωλον. Καὶ εἰ τοῦτον ἐλέγξεις, ὁ | |
10 | ἕτερος καὶ αὖθις ὁ ἄλλος περὶ τοῦ αὐτοῦ φιλονεικήσει. Τοῦ δ’ ἀληθοῦς αὐτοῦ τεθέντος ὀρθῶς λόγου καὶ πρὸς τῶν ἄλλων πάντων ἀνεξελέγκτου μείναντος πᾶν τὸ μὴ οὕτω κατὰ πάντα ἔχον αὐτὸ ἐφ’ ἑαυτοῦ τῇ ἀηττήτῳ στάσει τοῦ ὄντως ὄντος ἀληθοῦς καταβάλλεται. Τοῦτο μὲν οὖν, ὡς οἶμαι, καλῶς ἐγνωκὼς οὐκ ἔσπευσα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπεῖν, ἀλλ’ | 164 |
15 | ἱκανόν μοι—καὶ τοῦτο θεὸς δοίη! —περὶ ἀληθείας εἰδέναι πρῶτον, ἔπειτα εἰδότα, ὡς χρή, λέγειν. | |
7.2 | Σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνη καὶ πα‐ τραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἑλλήνων ἐπὶ τοὺς Ἕλληνας οὐχ ὁσίως χρωμένῳ. Καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἕλληνες τοῖς θείοις οὐχ ὁσίως ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆς σοφίας τοῦ θεοῦ τὸ | |
5 | θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. Καὶ οὐ τὴν τῶν πολλῶν ἔγωγέ φημι δόξαν τοῖς τῶν ποιητῶν προσύλως καὶ ἐμπαθῶς ἐναπομενόντων καὶ «τῇ κτίσει παρὰ τὸν κτίσαντα» λατρευόντων, ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ θεῖα χρῆται· τῇ γὰρ τῶν ὄντων γνώσει, | |
καλῶς λεγομένῃ πρὸς αὐτοῦ φιλοσοφίᾳ καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ | 165 | |
10 | θεοῦ κεκλημένῃ, πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους. Καὶ ἵνα μὴ τὴν ἄλλων ἢ τὴν αὐτοῦ παρὰ τὸ δοκοῦν ἐξελέγχοιμι δόξαν, ἔδει συνιδεῖν Ἀπολλοφάνη, σοφὸν ὄντα, μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι | |
15 | αὐτὴν καὶ συνοχέα καὶ αἴτιον ἔσχεν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα κατὰ τὸν ἱερὸν λόγον. Πῶς οὖν οὐ σέβει τὸν ἐγνωσμένον ἡμῖν κἀκ τούτου καὶ ὄντως ὄντα τῶν ὅλων θεὸν ἀγάμενος αὐτὸν τῆς παναιτίου καὶ ὑπεραῤῥήτου δυνάμεως; Ὅταν ἥλιος ὑπ’ αὐτοῦ καὶ σελήνη κατὰ δύναμιν καὶ στάσιν ὑπερφυεστάτην ἅμα τῷ παντὶ πρὸς | |
20 | τὸ πάντη ἀκίνητον ὁρίζωνται καὶ εἰς μέτρον ἡμέρας ὅλης ἐπὶ τῶν αὐτῶν | |
ἑστᾶσι τὰ πάντα σημείων· ἤ, τὸ τούτου γε πλεῖον, εἴπερ τῶν ὅλων καὶ τῶν κρειττόνων καὶ περιεχόντων, οὕτω φερομένων, οὐ συμπεριήγετο τὰ περιεχόμενα· καὶ ὅταν ἄλλη τις ἡμέρα κατὰ συνέχειαν σχεδὸν τριπλα‐ σιάζηται καὶ ἐν εἴκοσι ταῖς πάσαις ὥραις ἢ τὸ πᾶν τοσούτου χρόνου | 166 | |
25 | φορὰς ἐναντίας ἀναποδίζῃ καὶ ἐπαναστρέφῃ ταῖς οὕτως ἄγαν ὑπερφυε‐ στάταις ἀντιπεριαγωγαῖς ἢ ὁ ἥλιος ἰδίῳ δρόμῳ τὴν πεντάτροπον αὐτοῦ κίνησιν ἐν ὥραις δέκα συνελών, ἀναλυτικῶς αὖθις ὅλην αὐτὴν ἐν ταῖς ἑτέραις δέκα καινήν τινα τρίβων ὁδὸν ἀναποδίζῃ. Τοῦτο δὴ τὸ καὶ Βαβυλωνίους εἰκότως ἐκπλῆξαν καὶ μάχης ἐκτὸς τῷ Ἐζεκίᾳ καθυποτάξαν, | |
30 | ὡς ἂν ἰσοθέῳ τινὶ καὶ ὑπερέχοντι τοὺς ἀνθρώπους. Καὶ οὐ δήπου φημὶ τὰς ἐν Αἰγύπτῳ μεγαλουργίας ἢ ἄλλας τινὰς ἀλλαχοῦ θεοσημείας γε‐ γενημένας, ἀλλὰ τὰ κοινὰ καὶ οὐράνια καὶ ἐν τῷ παντὶ καὶ πᾶσι θριαμ‐ βευθέντα. Φήσει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν | |
35 | οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ | |
μνημόσυνα τοῦ τριπλασίου Μίθρου τελοῦσιν. Ἀλλ’ ἐξέστω αὐτῷ τούτοις διὰ τὴν ἄγνοιαν ἢ τὴν ἀπειρίαν ἀπιστεῖν. Εἰπὲ δὲ αὐτῷ· Τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; Ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ συνεστῶτε παραδόξως τῷ ἡλίῳ τὴν | 167 | |
40 | σελήνην ἐμπίπτουσαν ἑωρῶμεν—οὐ γὰρ ἦν συνόδου καιρός—· αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐνάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. Ἀνάμνησον δέ τι καὶ ἕτερον αὐ‐ τόν· οἶδε γάρ, ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εἶτα ἀναποδίσασαν | |
45 | καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ’ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. Τοσαῦτά ἐστι τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι «μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός». | |
7.3 | Ταῦτα, εἴ σοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τότε καὶ συμπαρόντα σοι καὶ συνεωρακότα καὶ συν‐ ανακρίναντα πάντα καὶ συναγάμενον. Ἀμέλει καὶ μαντείας τότε, οὐκ οἶδ’ ὅθεν, ὁ Ἀπολλοφάνης ἀπάρχεται καὶ πρὸς ἐμὲ ὥσπερ τὰ γιγνόμενα | 168 |
5 | συμβάλλων ἔφη· Ταῦτα, ὦ καλὲ Διονύσιε, θείων ἀμοιβαὶ πραγμάτων. Τοσαῦτα ὡς κατ’ ἐπιστολὴν ἡμῖν εἰρήσθω. Σὺ δὲ ἱκανὸς καὶ τὰ ἐλλείποντα προσαναπληρῶσαι καὶ προσαγαγεῖν τελέως τῷ θεῷ τὸν ἄνδρα σοφὸν τὰ πολλὰ ὄντα καὶ ἴσως οὐκ ἀπαξιώσοντα πραέως μαθεῖν τὴν ὑπέρσοφον | |
τῆς θρησκείας ἡμῶν ἀλήθειαν. | 169 | |
8t | ΔΗΜΟΦΙΛΩΙ ΘΕΡΑΠΕΥΤΗΙ | |
8.1 | Αἱ τῶν Ἑβραίων ἱστορίαι φασίν, ὦ γενναῖε Δημόφιλε, καὶ τὸν ἱερὸν ἐκεῖνον Μωσέα διὰ πολλὴν πραότητα τῆς θεοφανείας ἠξιωμένον. Καὶ εἴ ποτε αὐτὸν ἔξω τῆς θείας ὄψεως ἀναγράφουσιν, οὐ πρὸ τῆς πραότητος ἐκβάλλουσι τοῦ θεοῦ. Λέγουσι δέ, ὅτι λίαν ἀπαυθαδιαζομένῳ | |
5 | καὶ ἀντιτείνοντι ταῖς θείαις βουλαῖς ὠργίσθη θυμῷ κύριος. Ὅταν δὲ αὐτὸν ἀνακήρυκτον ποιῶσι ταῖς θεοκρίτοις ἀξίαις, ἐκ τῆς προὐχούσης τ’ ἀγαθοῦ θεομιμησίας ἀνακηρύττεται. Καὶ γὰρ ἦν πρᾶος σφόδρα, καὶ ὑπὲρ τούτου λέγεται θεράπων θεοῦ καὶ εἰς θεοπτίαν ἁπάντων προφητῶν ἀξιώτερος. Ἀλλὰ καὶ ὅτε πρὸς | |
10 | αὐτὸν καὶ τὸν Ἀαρὼν ἰταμοί τινες ὑπὲρ ἀρχιερωσύνης καὶ ἐθναρχίας | |
ἐφιλονείκουν, ὑπερεῖχε μὲν ἁπάσης φιλοτιμίας καὶ φιλαρχίας καὶ παρεχώ‐ ρει τῷ θεοκρίτῳ τὴν τοῦ λαοῦ προστασίαν. Ἐπεὶ δὲ καὶ ἐπισυνέστησαν αὐτῷ καὶ περὶ τῶν προτέρων ὀνειδίζοντες ἠπείλουν καὶ ἤδη σχεδὸν ἐπῄεσαν, ἐπεβοᾶτο μὲν ὁ πρᾶος τὸν ἀγαθὸν εἰς σωτηρίαν, ἐπαῤῥησιάζετο | 170 | |
15 | δὲ λίαν ἐπιεικῶς, ὅτι πάντων εἴη κακῶν τοῖς ἀρχομένοις ἀναίτιος· ᾔδει γάρ, ὅτι χρὴ τὸν ὁμιλοῦντα θεῷ τἀγαθῷ πρὸς τὸ ὅτι μάλιστα ὁμοιό‐ τατον, ὡς ἐφικτόν, ἀποτετυπῶσθαι καὶ ἑαυτῷ συνειδέναι τὰς ἀγαθοφιλεῖς ἐργατείας. Τί δὲ τὸν θεοπάτορα Δαυὶδ ἐποίει θεοφιλῆ; Καὶ γὰρ ἀγαθὸν ὄντα, καὶ | |
20 | περὶ ἐχθροὺς ἀγαθόν· «Εὕρηκα» φησίν, ὁ ὑπεράγαθος ὁ φιλάγαθος, «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς ἐπιβούλους ἀδελφοὺς οὐκ ἠμύνετο, καὶ Ἄβελ ἁπλῶς καὶ | |
ἀνυπόπτως συνεπορεύετο τῷ ἀδελφοκτόνῳ. Καὶ πάντας ἡ θεολογία τοὺς | 171 | |
25 | ἀγαθοειδεῖς ἀνακηρύττει, μὴ προεννοοῦντας τὰ κακὰ, μὴ προποιοῦντας, ἀλλὰ μηδὲ πρὸς τῆς ἄλλων κακίας ἐκ τἀγαθοῦ μεταποιουμένους, τοὐ‐ ναντίον δὲ θεοειδῶς καὶ τοὺς κακοὺς ἀγαθύνοντας καὶ ἐφαπλοῦντας καὶ ἐπ’ αὐτοὺς τὴν πολλὴν αὐτῶν ἀγαθότητα καὶ πρὸς τὸ ὅμοιον ἐπιεικῶς ἐκκαλουμένους. | |
30 | Ἀλλ’ ἐπὶ τὸ ἄναντες ἀνανεύσωμεν, οὐκ ἀνδρῶν ἱερῶν ἐπιεικείας, οὐ φιλανθρώπων ἀγγέλων ἀγαθότητας ἐξαγγέλλοντες, ἐλεούντων ἔθνη καὶ ὑπερδεομένων αὐτῶν τἀγαθοῦ καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ἐπι‐ τιμώντων πληθύσι καὶ ἀχθομένων μὲν ἐπὶ κακοῖς, εὐφραινομένων δὲ τῇ σωτηρίᾳ τῶν εἰς τἀγαθὰ μετακαλουμένων, οὐδ’ ὅσα ἄλλα περὶ τῶν | |
35 | ἀγαθοεργῶν ἀγγέλων ἡ θεολογία παραδίδωσιν· ἀλλὰ τοῦ ὄντως ἀγαθοῦ καὶ ὑπεραγάθου Χριστοῦ τὰς ἀγαθοποιοὺς ἀκτῖνας ἐν ἡσυχίᾳ παραδε‐ χόμενοι πρὸς αὐτῶν ἐπὶ τὰς θείας ἀγαθουργίας αὐτοῦ φωταγωγηθῶμεν. | |
Ἆρα γὰρ οὐκ ἔστιν ἀφάτου καὶ ὑπὲρ νόησιν ἀγαθότητος, ὅτι τὰ ὄντα εἶναι ποιεῖ καὶ ὅτι πάντα αὐτὰ πρὸς τὸ εἶναι παρήγαγε καὶ πάντα | 172 | |
40 | βούλεται ἀεὶ γενέσθαι παραπλήσια ἑαυτῷ καὶ κοινωνικὰ τῶν αὐτοῦ κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα; Τί δέ, ὅτι καὶ τῶν ἀποφοιτώντων ἐρωτικῶς ἔχεται καὶ φιλονεικεῖ καὶ δεῖται μὴ ἀπαξιωθῆναι τῶν ἐρωμένων καὶ θρυπτομένων αὐτῶν καὶ εἰκῆ κατεγκαλούντων ἀνέχεται, καὶ αὐτὸς ἀπο‐ λογεῖται; Καὶ μᾶλλον ἐπαγγέλλεται θεραπεύσειν καὶ ἔτι αὐτοῖς ἀπέχου‐ | |
45 | σιν, ὅμως προσιοῦσι, προστρέχει καὶ ὑπαντᾷ καὶ ὅλος ὅλους περιφὺς ἀσπάζεται καὶ οὐκ ἐγκαλεῖ περὶ τῶν προτέρων, ἀλλ’ ἀγαπᾷ τὰ παρόντα καὶ ἑορτὴν ἄγει καὶ «συγκαλεῖται τοὺς φίλουσ»—δηλαδὴ τοὺς ἀγαθούς —, ἵνα ᾖ πάντων εὐφραινομένων ἡ κατοικία. (Δημόφιλος δέ, καὶ εἴ τις ἄλλος ἀγαθοῖς ἀπεχθάνεται, λίαν ἐνδίκως ἐπιτιμᾶται καὶ ἐκδιδάσκεται τὰ | |
8.1(50) | καλὰ καὶ ἀγαθύνεται). Πῶς γὰρ οὐκ ἔδει, φησί, τὸν ἀγαθὸν ἐπὶ σωτηρίᾳ | |
τῶν ἀπολωλότων εὐφραίνεσθαι καὶ ζωῇ τῶν τεθανατωμένων; Ἀμέλει καὶ ἐπ’ ὤμων αἴρει τὸ μόλις ἀπὸ πλάνης ἐπιστραφὲν καὶ τοὺς ἀγαθοὺς ἀγγέλους εἰς εὐφροσύνην ἐγείρει καὶ «χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρί‐ στους» καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ «ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς» καὶ | 173 | |
55 | αὐτὴν «τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ» τῶν ἀποφευγόντων. Σὺ δέ, ὡς τὰ γράμματά σου δηλοῖ, καὶ προσπεσόντα τῷ ἱερεῖ τόν, ὡς φῄς, ἀσεβῆ καὶ ἁμαρτωλόν—οὐκ οἶδ’ ὅπως καθ’ ἑαυτοῦ παρών—ἀπελάκτισας. Εἶτα ὁ μὲν ἐδεῖτο καὶ ὡμολόγει πρὸς ἰατρείαν κακῶν ἐληλυθέναι, σὺ δὲ οὐκ ἔφριξας, ἀλλὰ καὶ τὸν ἀγαθὸν ἱερέα μετὰ θράσους προεπηλάκιζες | |
60 | ἐλεητὸν εἶναι μετανοοῦντα καὶ τὸν ἀσεβῆ δικαιώσαντα· καὶ τέλος· „Ἔξιθι“ ἔφης τῷ ἱερεῖ „μετὰ τῶν ὁμοίων“ καὶ εἰσεπήδησας—οὐκ ὄντος θεμιτοῦ —πρὸς τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων συνέστειλας καὶ γράφεις ἡμῖν, ὅτι μέλλοντα διαφθαρῆναι τὰ ἱερὰ προνοητικῶς ἀπέσωσα καὶ ἔτι ἄχραν‐ τα διαφυλάττω. | |
65 | Νῦν οὖν ἄκουε τῶν ἡμετέρων· οὐ θεμιτὸν ἱερέα πρὸς τῶν ὑπὲρ σὲ | |
λειτουργῶν ἢ τῶν ὁμοταγῶν σοι θεραπευτῶν εὐθύνεσθαι, κἂν ἀσεβεῖν εἰς τὰ θεῖα δοκῇ, κἂν ἄλλο τι τῶν ἀπειρημένων ἐξελέγχοιτο δράσας. Εἰ γὰρ ἀκοσμία καὶ ἀταξία τῶν θειοτάτων ἐστὶ καὶ ὅρων καὶ θεσμῶν ἔκβασις, οὐκ ἔχει λόγον ὑπὲρ θεοῦ τὴν θεοπαράδοτον ἀνατρέπεσθαι τάξιν. Οὐ | 174 | |
70 | γὰρ «ἐφ’ ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ;» Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελοι καὶ ὑποφῆται μετὰ τοὺς ἱεράρχας εἰσὶ τῶν θείων κριμάτων, πρὸς αὐτῶν τὰ θεῖα προσηκόντως σοι διὰ μέσων τῶν λειτουργῶν, ὅταν ᾖ καιρός, ἐκδιδάσκου, δι’ ὧν καὶ τὸ εἶναι θεραπευτὴς ἠξιώθης. Ἢ οὐχὶ | |
75 | καὶ τὰ ἱερὰ σύμβολα τοῦτο βοᾷ; Καὶ γὰρ οὐχ ἁπλῶς ἁπάντων μὲν ἐξῄρηται τὰ ἅγια τῶν ἁγίων, πλησιάζει δὲ μᾶλλον αὐτοῖς ὁ τῶν ἱερο‐ τελεστῶν διάκοσμος, εἶτα τῶν ἱερέων ἡ διακόσμησις, ἑπομένως δὲ τούτοις ἡ τῶν λειτουργῶν· τοῖς δὲ τεταγμένοις θεραπευταῖς αἱ πύλαι τῶν ἀδύτων εἰσὶν ἀφωρισμέναι, καθ’ ἃς καὶ τελοῦνται καὶ παρεστᾶσιν οὐ πρὸς φυ‐ | |
80 | λακὴν αὐτῶν, ἀλλὰ πρὸς τάξιν καὶ ἐπίγνωσιν ἑαυτῶν μᾶλλον τῷ λαῷ παρὰ τοὺς ἱερατικοὺς πλησιάζοντες. Ὅθεν ἡ τῶν ἱερῶν ἁγία ταξιαρχία μεταλαμβάνειν αὐτοὺς ἱεροθετεῖ τῶν θείων, ἑτέροις, δηλαδὴ τοῖς ἐνδοτέ‐ ροις, αὐτῶν τὴν μετάδοσιν ἐγχειρίσασα. Καὶ γὰρ οἱ περὶ τὸ θεῖον συμ‐ βολικῶς εἰπεῖν ἑστηκότες θυσιαστήριον ὁρῶσι καὶ ἀκούουσι τὰ θεῖα | 175 |
85 | τηλαυγῶς αὐτοῖς ἀνακαλυπτόμενα καὶ προϊόντες ἀγαθοειδῶς ἐπὶ τὰ ἔξω τῶν θείων παραπετασμάτων τοῖς ὑπηκόοις θεραπευταῖς καὶ τῷ ἱερῷ λαῷ καὶ ταῖς καθαιρομέναις τάξεσιν ἐκφαίνουσι κατ’ ἀξίαν τὰ ἱερὰ τὰ καλῶς ἄχραντα διαφυλαχθέντα, μέχρις ὅτε τυραννικῶς αὐτοῖς ἐπεισπηδήσας ἐκπομπευθῆναί σοι τὰ ἅγια τῶν ἁγίων ἠνάγκασας οὐκ | |
90 | ἐθέλοντα. Καὶ ἔχειν φῂς τὰ ἱερὰ καὶ διαφυλάττειν, καίτοι οὔτε εἶδες οὔτε ἤκουσας οὔτε ἔχεις τι τῶν προσηκόντων τοῖς ἱερεῦσιν, ὥσπερ οὐδὲ τὴν ἀλήθειαν τῶν λογίων ἔγνωκας ἑκάστης ἡμέρας αὐτὰ λογομαχῶν ἐπὶ | |
καταστροφῇ τῶν ἀκουόντων. Καὶ εἰ μὲν ἐθναρχία τις ἐνεχείρησεν οὐ προστεταγμένον αὐτῷ παρὰ | 176 | |
95 | βασιλέως, ἐνδίκως ἐτιμωρεῖτο. Καὶ εἰ τὸν ἄρχοντα δικαιοῦντά τινας ἢ καταδικάζοντα παρεστώς τις τῶν ὑπ’ αὐτῷ ταττομένων ἐπανακρίνειν ἐτόλμησεν (οὔπω γάρ φημι προπηλακίζειν ἅμα καὶ τῆς ἀρχῆς ἐκβάλλειν); Σὺ δέ, ἄνθρωπε, οὕτω τολμηρὸς εἶ κατὰ τοῦ πράου καὶ ἀγαθοῦ καὶ τῆς ἱεραρχικῆς αὐτοῦ θεσμοθεσίας; | |
8.1(100) | Καὶ ταῦτα ἐχρῆν εἰπεῖν, ὅταν ὑπὲρ ἀξίαν τις ἐγχειρῶν ὅμως εἰκότα πράττειν ἐδόκει· καὶ γὰρ οὐδὲ τοῦτο ἐφικτὸν οὐδενί. Τί γὰρ ἄτοπον Ὀζίας ἐποίει θυμιῶν τῷ θεῷ; Τί δὲ ὁ Σαοὺλ θύων; Τί δὲ οἱ τυραννικοὶ δαίμονες ἀληθῶς θεολογοῦντες τὸν Ἰησοῦν; Ἀλλ’ ἐκκήρυκτος τῇ θεολογίᾳ πᾶς ἀλλοτριεπίσκοπος, καὶ ἕκαστος ἐν τῇ τάξει τῆς λειτουργίας αὐτοῦ | |
105 | ἔσται, καὶ μόνος ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσελεύσεται, καὶ | |
ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ τοῦτο ἐν πάσῃ τῇ κατὰ νόμον ἱεραρχικῇ καθα‐ ρότητι. Καὶ οἱ ἱερεῖς περιστελοῦσι τὰ ἅγια, καὶ οἱ λευῖται οὐ μὴ «ἅψωνται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι». Καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τῇ προπετείᾳ Ὀζία, καὶ Μαριὰμ λεπροῦται τῷ νομοθέτῃ θεσμοθετεῖν ἐγ‐ | 177 | |
110 | χειρήσασα· καὶ ἐπὶ τοὺς Σκευᾶ υἱοὺς ἐφήλατο τὰ δαιμόνια. Καὶ «οὐκ ἀπέστελλον» αὐτούς, ἔφη, «καὶ αὐτοὶ ἔτρεχον», καὶ «οὐκ ἐλάλουν πρὸς αὐτούς, καὶ αὐτοὶ προεφήτευον», καὶ ὁ ἀσεβὴς «ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα». Καὶ ἁπλῶς εἰπεῖν· οὐκ ἀνέχεται τῶν παρανόμων ἡ παντελὴς τοῦ θεοῦ δικαιοσύνη. Λεγόντων δὲ αὐτῶν· «ἐπὶ τῷ ὀνόματί | |
115 | σου δυνάμεις πολλὰς ἐποιήσαμεν», «οὐκ οἶδα ὑμᾶς», ἀποκρίνεται, «πο‐ ρεύεσθε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀνομίας». | |
Ὥστε οὐ θεμιτόν, ὡς τὰ ἱερὰ λόγιά φησιν, οὐδὲ τὰ δίκαια μὴ κατ’ ἀξίαν διώκειν. Προσέχειν δὲ ἕκαστον ἑαυτῷ χρὴ καὶ μὴ τὰ ὑψηλότερα καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ’ ἀξίαν αὐτῷ προστε‐ | 178 | |
120 | ταγμένα. | |
8.2 | Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομένους εὐθύνεσθαι, μόνοις δὲ ἐξέσται τοῖς καυχωμένοις ἐν νόμῳ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζειν; Καὶ πῶς οἱ ἱερεῖς ἐκφάντορές εἰσι τοῦ θεοῦ; Πῶς γὰρ ἐξαγγελοῦσι τῷ λαῷ τὰς θείας ἀρετὰς | |
5 | οὐκ ἐγνωκότες αὐτῶν τὴν δύναμιν; Ἢ πῶς φωτιοῦσι οἱ ἐσκοτισμένοι, πῶς δὲ τοῦ θείου μεταδώσουσι πνεύματος οὐδέ, εἰ ἔστι πνεῦμα ἅγιον, ἕξει καὶ ἀληθείᾳ πεπιστευκότες; Ἐγὼ δὲ ἀπολογήσομαί σοι πρὸς ταῦτα (καὶ γὰρ οὐκ ἐχθρὸς ὁ Δημό‐ φιλος, οὐδὲ ἀνέξομαί σε πλεονεκτηθῆναι τῷ Σατανᾷ)· καὶ γὰρ ἑκάστη | |
10 | τῶν περὶ θεὸν διακόσμησις θεοειδεστέρα τῆς μᾶλλον ἀφεστηκυίας ἐστί, καὶ φωτεινότερα ἅμα καὶ φωτιστικώτερα τὰ μᾶλλον τῷ ἀληθινῷ φωτὶ πλησιαίτερα. Καὶ μὴ τοπικῶς ἐκλάβοις, ἀλλὰ κατὰ τὴν θεοδόχον ἐπιτη‐ | |
δειότητα τὸν πλησιασμόν. Εἰ τοίνυν ἡ τῶν ἱερέων ἐστὶ διακόσμησις ἡ φωτιστική, παντελῶς ἀποπέπτωκε τῆς ἱερατικῆς τάξεως καὶ δυνάμεως | 179 | |
15 | ὁ μὴ φωτιστικός, ἦ πού γε μᾶλλον ὁ ἀφώτιστος. Καὶ τολμηρὸς ἔμοιγε δοκεῖ τοῖς ἱερατικοῖς ὁ τοιοῦτος ἐγχειρῶν, καὶ οὐ δέδοικεν οὐδὲ αἰσχύνεται τὰ θεῖα παρὰ τὴν ἀξίαν διώκων καὶ οἰόμενος θεὸν ἀγνοεῖν, ἅπερ αὐτὸς ἑαυτῷ συνέγνωκε· καὶ ἀπατᾶν νομίζει τὸν ψευδωνύμως ὑπ’ αὐτοῦ πα‐ τέρα καλούμενον καὶ τολμᾷ τὰς ἐναγεῖς αὐτοῦ δυσφημίας (οὐ γὰρ εἴποιμι | |
20 | προσευχάς) ἐπὶ τὰ θεῖα σύμβολα χριστοειδῶς ἐπιλέγειν. Οὔκ ἐστιν οὗτος ἱερεύς, οὔκ ἐστιν, ἀλλὰ δυσμενής, δόλιος, ἐμπαίκτης ἑαυτοῦ καὶ λύκος ἐπὶ τὸν θεῖον λαὸν κωδίῳ καθωπλισμένος. | |
8.3 | Ἀλλ’ οὐ Δημοφίλῳ ταῦτα θεμιτὸν εὐθύνειν. Εἰ γὰρ ἡ θεολογία δικαίως τὰ δίκαια κελεύει μεταδιώκειν (δίκαια δέ ἐστι μεταδιώκειν, ὅταν ἀπονέμειν ἐθέλοι τις ἑκάστῳ τὰ κατ’ ἀξίαν), δικαίως τοῦτο πᾶσι μετα‐ | |
διωκτέον, οὐ παρὰ τὴν ἑαυτῶν ἀξίαν ἢ τάξιν, ἐπεὶ καὶ ἀγγέλοις δίκαιον | 180 | |
5 | ἀπονέμεσθαι τὰ κατ’ ἀξίαν καὶ ἀφορίζεσθαι, πλὴν οὐ πρὸς ἡμῶν, ὦ Δημόφιλε, δι’ αὐτῶν δὲ ἡμῖν ἐκ θεοῦ καὶ αὐτοῖς διὰ τῶν ἔτι προὐχόντων ἀγγέλων. Καί, ἁπλῶς εἰπεῖν· ἐν πᾶσι τοῖς οὖσι διὰ τῶν πρώτων τοῖς δευτέροις ἀπονέμεται τὰ κατ’ ἀξίαν ὑπὸ τῆς πάντων εὐτάκτου καὶ δικαιοτάτης προνοίας. Οἱ μὲν οὖν καὶ ἄλλων ἐπάρχειν ὑπὸ θεοῦ ταχθέντες | |
10 | ἀπονείμωσι μεθ’ ἑαυτοὺς καὶ τοῖς ὑπηκόοις τὰ κατ’ ἀξίαν. Δημόφιλος δὲ λόγῳ καὶ θυμῷ καὶ ἐπιθυμίᾳ τὰ κατ’ ἀξίαν ἀφοριζέτω καὶ μὴ ἀδικείτω τὴν ἑαυτοῦ τάξιν, ἀλλ’ ἐπαρχέτω τῶν ὑφειμένων ὁ ὑπερκείμενος λόγος. Εἰ γὰρ ἐπ’ ἀγορᾶς, ἰδόντες οἰκέτην δεσπότῃ καὶ πρεσβυτέρῳ νεώτερον ἢ καὶ υἱὸν πατρὶ διαλοιδορούμενον ἅμα καὶ ἐπιόντα καὶ πληγὰς ἐπιτι‐ | |
15 | θέντα, καὶ ἀσεβεῖν ἐδοκοῦμεν, εἰ μὴ τοῖς κρείττοσιν ἐπιδραμόντες ἐβοηθή‐ σαμεν, καίτοι γε ἴσως ἐκεῖνοι προηδίκηντο, πῶς οὐκ αἰσχυνθησόμεθα παρορῶντες ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας ἀδικούμενον λόγον καὶ τῆς ἐκ θεοῦ δοθείσης ἀρχῆς ἐκβαλλόμενον καὶ ἐν ἑαυτοῖς ἀσεβῆ καὶ ἄδικον ἀταξίαν καὶ στάσιν καὶ ἀκοσμίαν ἐγείροντες; Εἰκότως ὁ μακάριος ἡμῶν ἐκ θεοῦ | 181 |
20 | νομοθέτης οὐκ ἀξιοῖ τῆς ἐκκλησίας τοῦ θεοῦ προΐστασθαι τὸν μὴ τοῦ ἰδίου οἴκου καλῶς ἤδη προεστηκότα, καὶ γὰρ ὁ τάξας ἑαυτὸν καὶ ἕτερον τάξει, καὶ ὁ ἕτερον καὶ οἶκον, καὶ ὁ οἶκον καὶ πόλιν, καὶ ὁ πόλιν καὶ ἔθνος. Καὶ ἁπλῶς εἰπεῖν, ὡς τὰ λόγιά φησιν· ὁ ἐν ὀλίγῳ «πιστὸς ... καὶ ἐν πολλῷ πιστός ἐστιν», καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός | |
25 | ἐστιν. | |
8.4 | Αὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ’ ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱεράρχαις οἱ ἀπόστολοι καὶ οἱ τῶν ἀποστόλων διάδοχοι. Καὶ εἴ πού τις καὶ ἐν ἐκείνοις τοῦ προσήκοντος ἀποσφαλείη, παρὰ τῶν ὁμο‐ | |
5 | ταγῶν ἁγίων ἐπανορθωθήσεται, καὶ οὐ περιστραφήσεται τάξις ἐπὶ τάξιν, ἀλλ’ ἕκαστος ἐν τῇ τάξει αὐτοῦ καὶ ἐν τῇ λειτουργίᾳ αὐτοῦ ἔσται. Τοσαῦτά σοι παρ’ ἡμῶν ὑπὲρ τοῦ εἰδέναι καὶ δρᾶν τὰ ἑαυτοῦ. Περὶ δὲ τῆς εἰς τὸν ἄνδρα τόν, ὡς φῄς, ἀσεβῆ καὶ ἀλιτήριον ἀπανθρωπίας, οὐκ οἶδ’ ὅπως κλαύσομαι τὸ σύντριμμα τοῦ ἀγαπητοῦ μου. Τίνος γὰρ οἴει | 182 |
10 | θεραπευτὴς ὑφ’ ἡμῶν ταχθῆναι; Καὶ γάρ, εἰ μὴ τοῦ ἀγαθοῦ, πάντως που καὶ ἡμῶν ἀνάγκη σε εἶναι καὶ τῆς καθ’ ἡμᾶς θεραπείας ὅλης ἀλ‐ λότριον· καὶ ὥρα σοι καὶ θεὸν ζητῆσαι καὶ ἱερέας ἑτέρους καὶ παρ’ ἐκείνοις θηριωθῆναι μᾶλλον ἢ τελεσθῆναι καὶ εἶναι τῆς φίλης ἀπανθρωπίας ἀμεί‐ λικτον ὑπερέτην. Ἆρα γὰρ ἡμεῖς αὐτοὶ πρὸς τὸ πάντη ἅγιον ἀποτετε‐ | |
15 | λέσμεθα καὶ οὐ δεόμεθα τῆς θείας ἐφ’ ἑαυτοῖς φιλανθρωπίας; Ἢ τὴν διπλῆν ἁμαρτίαν, ὡς τὰ λόγιά φησι, κατὰ τοὺς ἀσεβεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, ἐν τίνι προσκόπτομεν, ἀλλὰ καὶ δικαιοῦντες ἑαυτοὺς καὶ οἰόμενοι βλέπειν, | |
ἀληθῶς δὲ οὐ βλέποντες; «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ» καὶ ἔφριξα ἐγὼ καὶ διαπιστῶ ἐμαυτῷ. Καὶ εἰ μὴ τοῖς σοῖς ἐνέτυχον—ὡς οὐκ ὤφελον | 183 | |
20 | εὖ ἴσθι—γράμμασιν, οὐκ ἂν ἔπεισαν, εἴπερ ἄλλοι μέ τινες περί σου πείθειν ἠξίουν, ὅτι Δημόφιλος οἴεται τὸν ἀγαθὸν ἐπὶ πάντα θεὸν οὐκ εἶναι καὶ φιλάνθρωπον οὔτε ἑαυτὸν δεῖσθαι τοῦ ἐλεοῦντος ἢ σῴζοντος, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἀποχειροτονεῖ τοὺς ἠξιωμένους ἀγαθότητι φέρειν τὰ ἀγνοήματα τοῦ λαοῦ καὶ εὖ εἰδότας, ὅτι καὶ αὐτοὶ περίκεινται ἀσθένειαν. | |
25 | Ἀλλ’ ὁ θεαρχικὸς ἱεροτελεστὴς ἑτέραν πεπόρευται· καὶ ταῦτα τῶν ἁμαρτωλῶν, ὡς τὰ ἱερὰ λόγιά φησιν, ἀφωρισμένος καὶ τῆς εἰς ἑαυτὸν ἀγάπης ἀπόδειξιν ποιεῖται τὴν τῶν προβάτων ἐπιεικεστάτην ποιμαν‐ τικήν. Καὶ πονηρὸν μὲν ἀποκαλεῖ τὸν μὴ ἀφέντα τῷ συνοικέτῃ τὴν ὀφειλὴν μήτε μερικῶς μεταδόντα τῆς δωρηθείσης αὐτῷ παμπόλλης ἀγα‐ | |
30 | θότητος, δικαιοῖ δὲ τῶν οἰκείων ἀπολαύειν· ὅπερ ἀναγκαῖον εὐλαβηθῆναι καὶ ἐμὲ καὶ Δημόφιλον. Καὶ γὰρ καὶ τοῖς εἰς αὐτὸν ἀσεβοῦσιν ἐν αὐτῷ τῷ πάσχειν ἄφεσιν προάγει παρὰ τοῦ πατρός, ἐπιτιμᾷ δὲ καὶ τοῖς μαθηταῖς, ὅτι καὶ ἀσεβείας ἀνηλεῶς ἠξίωσαν κρῖναι τοὺς ἐκδεδιωκότας αὐτὸν Σαμαρείτας. | 184 |
35 | Τοῦτο δὴ τὸ μυριόλεκτόν σου τῆς θρασείας ἐπιστολῆς—ἄνω γὰρ καὶ κάτω θρυλεῖς—, ὡς οὐχ ἑαυτόν, ἀλλὰ τὸν θεὸν ἐξεδίκησας· διὰ κακίας, εἰπέ μοι, τὸν ἀγαθόν; | |
8.5 | Ἄπαγε· οὐκ «ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν», ἀλλὰ καὶ «ἄκακός» ἐστι καὶ «ἐλεήμων». «Οὐκ ἐρίσει οὐδὲ κραυγάσει», καὶ αὐτὸς «πραῢς» καὶ «αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν». Ὥστε οὐκ ἀποδεξόμεθά σου τὰς ἀζηλώτους ὁρμάς, | |
5 | οὐδ’ εἰ μυριάκις ἐπαναλάβοις τὸν Φινεὲς καὶ τὸν Ἡλίαν. Ταῦτα γὰρ ἀκούοντα τὸν Ἰησοῦν οὐκ ἤρεσκον οἱ τοῦ πραέος τότε καὶ ἀγαθοῦ πνεύματος ἀμέτοχοι μαθηταί. Καὶ γὰρ καὶ ὁ θειότατος ἡμῶν ἱεροθέτης | |
«ἐν πραότητι» διδάσκει «τοὺς ἀντιδιατιθεμένους» τῇ διδασκαλίᾳ τοῦ θεοῦ. Διδάσκεσθαι γάρ, οὐ τιμωρεῖσθαι χρὴ τοὺς ἀγνοοῦντας, ὥσπερ | 185 | |
10 | καὶ τυφλοὺς οὐ κολάζομεν, ἀλλὰ χειραγωγοῦμεν. Σὺ δὲ καὶ ἀνανεύειν ἐπὶ τὸ φῶς ἀρχομένῳ τἀνδρὶ κατὰ τῆς κόῤῥης διδοὺς ἀντώθεις καὶ μετὰ πολλῆς αἰδοῦς προσιόντα θρασέως ἀπελάκτιζες —τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον—, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα | |
15 | μόλις ἐπὶ τῶν ὤμων αἴρει. Μή, παρακαλῶ, μὴ κακῶς οὕτω περὶ ἑαυτῶν βουλευώμεθα, μηδὲ εἰς ἑαυτοὺς ὠθῶμεν τὸ ξίφος. Οἱ μὲν γὰρ ἀδικεῖν τινας ἢ τοὐναντίον εὐεργετεῖν ἐπιχειροῦντες ἐκείνους μὲν οὐ πάντως ἔδρασαν, ἅπερ ἠθέλησαν, ἑαυτοῖς δὲ κακίαν ἢ ἀγαθότητα συνοικίσαντες ἢ θείων ἀρετῶν ἢ ἀτιθάσων ἔμπλεοι παθῶν ἔσονται. Καὶ οὗτοι μὲν ἀγγέλων | |
20 | ἀγαθῶν ὀπαδοὶ καὶ ξυνοδοιπόροι καὶ ἐνθάδε καὶ ἐκεῖ σὺν πάσῃ εἰρήνῃ καὶ ἐλευθερίᾳ πάντων κακῶν εἰς τὸν ἀεὶ ὄντα αἰῶνα τὰς μακαριωτάτας | |
ἀποκληρώσονται λήξεις καὶ μετὰ θεοῦ ἀεὶ ἔσονται, τὸ πάντων ἀγαθῶν μέγιστον. Οὗτοι δὲ ἀποπεσοῦνται τῆς θείας ἅμα καὶ τῆς ἑαυτῶν εἰρήνης καὶ ἐνθάδε καὶ μετὰ θάνατον ἅμα τοῖς ἀνημέροις ἔσονται δαίμοσιν. | 186 | |
25 | Οὗ δὴ ἕνεκα ἡμῖν ἡ πολλὴ σπουδὴ μετὰ θεοῦ τοῦ ἀγαθοῦ γενέσθαι καὶ εἶναι σὺν κυρίῳ πάντοτε καὶ μὴ τοῖς κακοῖς ἐκ τοῦ δικαιωτοῦ συν‐ αφορισθῆναι τὰ κατ’ ἀξίαν ἐξ ἑαυτῶν ὑπομένοντας, ὅπερ ἐγὼ πάντων μάλιστα φοβοῦμαι καὶ εὔχομαι εἶναι πάντων κακῶν ἀμέτοχος. Καὶ εἰ βούλει, καὶ θείας ὁράσεως ἁγίου τινὸς ἀνδρὸς ἐπιμνησθήσομαι· καὶ μὴ | |
30 | γελάσῃς, ἀλήθειαν γὰρ ἐρῶ. | |
8.6 | Γενόμενόν μέ ποτε κατὰ τὴν Κρήτην ὁ ἱερὸς ἐξεναγώγησε Κάρπος, ἀνήρ, εἰ καί τις ἄλλος, διὰ πολλὴν καθαρότητα νοῦ πρὸς θεοπτίαν ἐπιτηδειότατος. Καὶ γοῦν οὐδὲ ταῖς ἁγίαις τῶν μυστηρίων τελεταῖς ἐνεχείρει μὴ πρότερον αὐτῷ κατὰ τὰς προτελείους εὐχὰς ἱερὰς καὶ εὐμε‐ | |
5 | νοῦς ὁράσεως ἐπιφαινομένης. Ἔλεγεν οὖν, ὅτι λελυπηκότος αὐτόν ποτε τῶν ἀπίστων τινός· ἡ λύπη δὲ ἦν, ὅτι τῆς ἐκκλησίας ἐκεῖνός τινα πρὸς τὸ ἄθεον ἀπεπλάνησεν, ἔτι τῶν ἱλαρίων ἡμερῶν αὐτῷ τελουμένων. Δέον ἀμφοτέρων ἀγαθοπρεπῶς ὑπερεύξασθαι καὶ θεὸν σωτῆρα συλλήπτορα λαβόντα τὸν μὲν ἐπιστρέψαι, τὸν δὲ ἀγαθότητι νικῆσαι καὶ μὴ διαλιπεῖν | 187 |
10 | νουθετοῦντα διὰ βίου παντός, ἄχρις οὗ τὸ σήμερον, καὶ οὕτως ἐπὶ τὴν θείαν αὐτοὺς ἀγαγεῖν γνῶσιν, ὡς ἂν ἤδη καὶ τῶν ἀμφισβητησίμων αὐτοῖς κρινομένων καὶ τῶν ἀλόγως θρασυνομένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἀναγ‐ καζομένων. Ἀλλ’ ἐν ἑαυτῷ μὴ πρότερον τοῦτο παθών, οὐκ οἶδ’ ὅπως, τότε πολλήν τινα τὴν δυσμένειαν καὶ τὴν πικρίαν ἐντήξας κατεδάρθη | |
15 | μὲν οὕτω κακῶς ἔχων· ἑσπέρα γὰρ ἦν. Περὶ δὲ μέσας νύκτας—εἰώθει γὰρ εἰς τόνδε τὸν καιρὸν αὐτὸς ἐφ’ ἑαυτοῦ πρὸς τοὺς θείους ὕμνους ἐγρηγορέναι—διανίσταται μὲν οὐδὲ τῶν ὕπνων αὐτῶν, πολλῶν γε | |
ὄντων, καὶ ἀεὶ ἐγκοπτομένων, ἔξω ταραχῆς παραπολαύσας. Ἑστὼς δὲ ὅμως εἰς τὴν θείαν ὁμιλίαν οὐκ εὐαγῶς ἠνιᾶτο καὶ ἐδυσχέραινεν οὐκ εἶναι | 188 | |
20 | δίκαιον λέγων, εἰ ζῷεν ἄνδρες ἄθεοι καὶ διαστρέφοντες «τὰς ὁδοὺς κυρίου τὰς εὐθείας». Καὶ ταῦτα λέγων ἐδεῖτο τοῦ θεοῦ πρηστῆρί τινι τὰς ἀμφοτέρων εἰσάπαξ ἀνηλεῶς ἀποπαῦσαι ζωάς. Ταῦτα δὲ εἰπὼν ἔλεγε δόξαι ἰδεῖν ἄφνω τὸν οἶκον, ἐν ᾧπερ εἱστήκει, διαδονηθέντα πρότερον, ἐκ τῆς ὀροφῆς εἰς δύο μέσον διαιρεθέντα καί τινα | |
25 | πυρὰν πολύφωτον ἐπίπροσθεν ἑαυτοῦ καὶ ταύτην (ἐδόκει γὰρ λοιπὸν ὕπαιθρος ὁ τόπος) ἐκ τοῦ οὐρανίου χώρου μέχρις αὐτοῦ καταφερομένην, τὸν δὲ οὐρανὸν αὐτὸν ἀναπεπταμένον καὶ ἐπὶ τῷ νώτῳ τοῦ οὐρανοῦ τὸν Ἰησοῦν ἀπείρων ἀνθρωποειδῶς αὐτῷ παρεστηκότων ἀγγέλων· καὶ ταῦτα μὲν ἄνωθεν ὁρᾶσθαι καὶ αὐτὸν θαυμάζειν. Κάτω δὲ κύψας ὁ Κάρπος | |
30 | ἰδεῖν ἔφη καὶ τοὔδαφος αὐτὸ πρὸς ἀχανές τι χάσμα καὶ σκοτεινὸν διερρηγ‐ μένον καὶ τοὺς ἄνδρας ἐκείνους, οἷς ἐπηρᾶτο, πρὸ αὐτοῦ κατὰ τὸ στόμιον ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο‐ μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν καὶ περὶ τοὺς πόδας αὐτοῖν ὑποκινουμένους, | |
35 | ποτὲ μὲν ἀποσύρειν ἐπανειλουμένους ἅμα καὶ ἐπιβαροῦντας καὶ ἕλκοντας, ποτὲ δὲ τοῖς ὀδοῦσιν ἢ τοῖς οὐραίοις ὑποτύφοντας ἢ ὑπογαργαλίζοντας καὶ διὰ παντὸς εἰς τὸ ἀχανὲς ἐμβάλλειν μηχανωμένους· εἶναι δὲ καὶ ἄνδρας τινὰς ἐν μέσῳ τοῖς ὄφεσι, κατὰ τῶν ἀνδρῶν συνεπιτιθεμένους, διαδο‐ νοῦντας ἅμα καὶ ὑπωθοῦντας καὶ καταπαίοντας. Ἐδόκουν δὲ εἶναι πρὸς | 189 |
40 | τὸ πεσεῖν ἐκεῖνοι, τὰ μὲν ἄκοντες, τὰ δὲ ἑκόντες, ὑπὸ τοῦ κακοῦ κατ’ ὀλίγον βιαζόμενοι ἅμα καὶ πειθόμενοι. Ἔλεγε δὲ ὁ Κάρπος, ἑαυτὸν ἥδεσθαι κάτω βλέποντα, τῶν ἄνω δὲ ἀμελεῖν, δυσχεραίνειν δὲ καὶ ὀλιγωρεῖν, ὅτι μὴ πεπτώκασιν ἤδη, καὶ τῷ πράγματι πολλάκις ἐπιθέμενον καὶ ἀδυνατήσαντα καὶ ἀχθεσθῆναι καὶ | |
45 | ἐπαράσασθαι καὶ ἀνανεύσαντα μόλις, ἰδεῖν μὲν αὖθις τὸν οὐρανόν, ὥσπερ καὶ πρότερον ἑωράκει, τὸν δὲ Ἰησοῦν ἐλεήσαντα τὸ γιγνόμενον ἐξαναστῆ‐ ναι τοῦ ὑπερουρανίου θρόνου καὶ ἕως αὐτῶν καταβάντα καὶ χεῖρα ἀγαθὴν ὀρέγειν καὶ τοὺς ἀγγέλους αὐτῷ συνεπιλαμβανομένους ἄλλον ἄλλοθεν ἀντέχεσθαι τοῖν ἀνδροῖν καὶ εἰπεῖν τῷ Κάρπῳ τὸν Ἰησοῦν· „Τῆς | |
8.6(50) | χειρὸς ἤδη προτεταγμένης παῖε κατ’ ἐμοῦ λοιπόν. Ἕτοιμος γάρ εἰμι καὶ αὖθις ὑπὲρ ἀνθρώπων ἀνασῳζομένων παθεῖν, καὶ προσφιλές μοι τοῦτο μὴ ἄλλων ἁμαρτανόντων ἀνθρώπων. Πλὴν ὅρα, εἰ καλῶς ἔχει σοι τὴν | |
ἐν τῷ χάσματι καὶ μετὰ τῶν ὄφεων μονὴν ἀνταλλάξασθαι τῆς μετὰ θεοῦ καὶ τῶν ἀγαθῶν καὶ φιλανθρώπων ἀγγέλων.“ | 190 | |
55 | Ταῦτά ἐστιν, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι. | 191 |
9t | ΤΙΤΩΙ ἹΕΡΑΡΧΗΙ | |
9.1 | Ὁ μὲν ἱερὸς Τιμόθεος, ὦ καλὲ Τίτε, οὐκ οἶδα, εἴ τινος τῶν διεγνω‐ σμένων μοι θεολογικῶν συμβόλων ἀπελήλυθεν ἀνήκοος. Ἀλλ’ ἐν τῇ Συμβολικῇ Θεολογίᾳ διηυκρινησάμεθα πάσας αὐτῷ τὰς τῶν λογίων περὶ θεοῦ δοκούσας εἶναι τοῖς πολλοῖς τερατολογίας. Καὶ γὰρ ἀτοπίαν δεινὴν | |
5 | ἐναπομόργνυνται ταῖς ἀτελέσι τῶν ψυχῶν, ὁπόταν οἱ τῆς ἀπορρήτου σοφίας πατέρες διὰ δή τινων κρυφίων καὶ ἀποτετολμημένων αἰνιγμάτων ἐκφαίνωσι τὴν θείαν καὶ μυστικὴν καὶ ἄβατον τοῖς βεβήλοις ἀλήθειαν. Διὸ καὶ ἀπιστοῦμεν οἱ πολλοὶ τοῖς περὶ τῶν θείων μυστηρίων λόγοις· θεώμεθα γὰρ μόνον αὐτὰ διὰ τῶν προσπεφυκότων αὐτοῖς αἰσθητῶν | |
10 | συμβόλων. Δεῖ δὲ καὶ ἀποδύντας αὐτὰ ἐφ’ ἑαυτῶν γυμνὰ καὶ καθαρὰ γενόμενα ἰδεῖν. Οὕτω γὰρ ἂν θεώμενοι σεφθείημεν «πηγὴν ζωῆς» εἰς ἑαυτὴν χεομένην καὶ ἐφ’ ἑαυτῆς ἑστῶσαν ὁρῶντες καὶ μίαν τινὰ δύναμιν, ἁπλῆν, αὐτοκίνητον, αὐτενέργητον, ἑαυτὴν οὐκ ἀπολείπουσαν, ἀλλὰ γνῶσιν πασῶν γνώσεων ὑπάρχουσαν καὶ ἀεὶ δι’ ἑαυτῆς ἑαυτὴν θεωμένην. | 192 |
15 | Χρῆναι γοῦν αὐτῷ τε καὶ ἄλλοις παρ’ ἡμῶν ᾠήθημεν, ὡς οἷοί τε ἦμεν, ἀναπτυχθῆναι τὰ παντοδαπὰ μορφώματα τῆς περὶ θεοῦ συμβολικῆς ἱεροπλαστίας. Τὰ γὰρ ἐκτὸς αὐτῆς, ὁπόσης ἀναπέπλησται τῆς ἀπιθάνου καὶ πλασματώδους τερατείας; Οἷον ἐπὶ μὲν τῆς ὑπερουσίου θεογονίας γαστέρα θεοῦ σωματικῶς θεὸν γεννῶσαν ἀναπλαττούσης καὶ λόγον εἰς | |
20 | ἀέρα προχεόμενον ἀπὸ καρδίας ἀνδρικῆς ἐξερευγομένης αὐτὸν καὶ πνεῦμα ἐκπνεόμενον ἀπὸ στόματος ἀναγραφούσης καὶ κόλπους θεογονικοὺς ἐναγ‐ καλιζομένους θεοῦ υἱὸν σωματοπρεπῶς ἡμῖν ἐξυμνούσης ἢ φυτικῶς ταῦτα διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ῥίζας προ‐ | |
βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω‐ | 193 | |
25 | γικὰς φωτογονίας ἢ ἄλλας τινὰς ὑπερουσίων θεολογιῶν ἐκφαντορικὰς ἱερογραφίας· ἐπὶ δὲ τῶν νοητῶν τοῦ θεοῦ προνοιῶν ἢ δωρεῶν ἢ ἐκφάν‐ σεων ἢ δυνάμεων ἢ ἰδιοτήτων ἢ λήξεων ἢ μονῶν ἢ προόδων ἢ διακρί‐ σεων ἢ ἑνώσεων ἀνδροπλαστίαν τῷ θεῷ καὶ θηρίων καὶ ζῴων ἄλλων καὶ φυτῶν καὶ λίθων ποικιλομορφίαν περιπλαττούσης καὶ κόσμους αὐτῷ | |
30 | γυναικείους ἢ βαρβαρικὰς ὁπλοποιίας περιτιθείσης καὶ κεραμίαν καὶ χωνευτήριον, ὡς ἂν βαναύσῳ τινί, προτιθείσης καὶ ἵππους αὐτῷ καὶ ἅρματα καὶ θρόνους ὑποστρωννύσης καὶ δαῖτάς τινας ὀψοποιικὰς ἐπι‐ σκευαζούσης καὶ πεπωκότα καὶ μεθύοντα καὶ ὑπνώττοντα καὶ κραι‐ παλῶντα διαπλαττούσης. | |
35 | Τί ἄν τις εἴποι τὰς ὀργάς, τὰς λύπας, τοὺς παντοδαποὺς ὅρκους, τὰς μεταμελείας, τὰς ἀράς, τὰς μήνιδας, τὰ πολυειδῆ καὶ λοξὰ τῆς ἁμαρτίας τῶν ἐπαγγελιῶν σοφίσματα· τὴν ἐν τῇ Γενέσει γιγαντομαχίαν, καθ’ ἣν ἐπιβουλεύειν ἐκ φόβου λέγεται τοῖς δυνατοῖς ἐκείνοις ἀνδράσι, καὶ ταῦτα τὴν οἰκοδομὴν οὐκ ἐπ’ ἀδικίᾳ τινῶν ἑτέρων, ἀλλ’ ὑπὲρ σωτηρίας τῆς | 194 |
40 | ἑαυτῶν μεμηχανημένοις· καὶ τὸ συμβούλιον ἐκεῖνο τὸ κατ’ οὐρανὸν ἐπὶ δόλῳ καὶ ἀπάτῃ τοῦ Ἀχαὰβ σκευαζόμενον· καὶ τὰς τῶν ᾀσμάτων προσ‐ ύλους καὶ ἑταιρικὰς πολυπαθείας, καὶ ὅσα ἄλλα τῆς πάντα τολμώσης ἐστὶ θεοπλαστίας ἱερὰ συνθήματα φαινόμενα τῶν κρυφίων προβεβλημένα καὶ πεπληθυσμένα καὶ μεριστὰ τῶν ἑνιαίων καὶ ἀμερίστων καὶ τυπωτικὰ | |
45 | καὶ πολύμορφα τῶν ἀμορφώτων καὶ ἀτυπώτων· ὧν εἴ τις ἰδεῖν δυνηθείη τὴν ἐντὸς ἀποκεκρυμμένην εὐπρέπειαν, εὑρήσει μυστικὰ καὶ θεοειδῆ | |
πάντα καὶ πολλοῦ τοῦ θεολογικοῦ φωτὸς ἀναπεπλησμένα. Μὴ γὰρ οἰώμεθα τὰ φαινόμενα τῶν συνθημάτων ὑπὲρ ἑαυτῶν ἀνα‐ πεπλάσθαι, προβεβλῆσθαι δὲ τῆς ἀπορρήτου καὶ ἀθεάτου τοῖς πολλοῖς | 195 | |
9.1(50) | ἐπιστήμης, ὡς μὴ τοῖς βεβήλοις εὐχείρωτα εἶναι τὰ πανίερα· μόνοις δὲ ἀνακαλύπτεσθαι τοῖς τῆς θεότητος γνησίοις ἐρασταῖς, ὡς πᾶσαν τὴν παιδαριώδη φαντασίαν ἐπὶ τῶν ἱερῶν συμβόλων ἀποσκευαζομένοις καὶ ἱκανοῖς διαβαίνειν ἁπλότητι νοῦ καὶ θεωρητικῆς δυνάμεως ἐπιτηδειότητι πρὸς τὴν ἁπλῆν καὶ ὑπερφυῆ καὶ ὑπεριδρυμένην τῶν συμβόλων ἀλήθει‐ | |
55 | αν. Ἄλλως τε καὶ τοῦτο ἐννοῆσαι χρή, τὸ διττὴν εἶναι τὴν τῶν θεολόγων παράδοσιν, τὴν μὲν ἀπόρρητον καὶ μυστικήν, τὴν δὲ ἐμφανῆ καὶ γνωριμωτέραν, καὶ τὴν μὲν συμβολικὴν καὶ τελεστικήν, τὴν δὲ φιλόσοφον καὶ ἀποδεικτικήν· καὶ συμπέπλεκται τῷ ῥητῷ τὸ ἄρρητον. Καὶ τὸ μὲν | |
60 | πείθει καὶ καταδεῖται τῶν λεγομένων τὴν ἀλήθειαν, τὸ δὲ δρᾷ καὶ ἐνιδρύει τῷ θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις. | |
Καὶ μὴν οὐδὲ κατὰ τὰς τῶν ἁγιωτάτων μυστηρίων τελετὰς οἱ τῆς καθ’ ἡμᾶς ἢ τῆς νομικῆς παραδόσεως ἱερομύσται τῶν θεοπρεπῶν ἀπέσχοντο συμβόλων· ἀλλὰ καὶ τοὺς πανιερωτάτους ἀγγέλους δι’ αἰνιγμάτων τὰ | 196 | |
65 | θεῖα μυστικῶς προάγοντας ὁρῶμεν καὶ αὐτὸν Ἰησοῦν ἐν παραβολαῖς θεολογοῦντα καὶ τὰ θεουργὰ μυστήρια παραδιδόντα διὰ τυπικῆς τρα‐ πεζώσεως. Καὶ γὰρ ἦν εἰκὸς οὐ μόνον ἄχραντα τοῖς πολλοῖς ἀποσεσῶσθαι τὰ ἅγια τῶν ἁγίων, ἀλλὰ καὶ αὐτὸ τὴν ἀνθρωπίνην ζωὴν ἀμέριστον ἅμα καὶ μεριστὴν ὑπάρχουσαν οἰκείως ἑαυτῇ τὰς θείας ἐλλάμπεσθαι | |
70 | γνώσεις καὶ τὸ μὲν ἀπαθὲς τῆς ψυχῆς εἰς τὰ ἁπλᾶ καὶ ἐνδότατα τῶν θεοειδῶν ἀγαλμάτων ἀφορίσαι θεάματα, τὸ δὲ παθητικὸν αὐτῆς συμφυῶς θεραπεύειν ἅμα καὶ ἀνατείνειν ἐπὶ τὰ θειότατα τοῖς προμεμηχανημένοις τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας | |
75 | σαφοῦς ἀκηκοότες ἐν ἑαυτοῖς ἀναπλάττουσι τύπον τινὰ πρὸς τὴν νόησιν αὐτοὺς τῆς εἰρημένης θεολογίας χειραγωγοῦντα. | |
9.2 | Καὶ αὐτὴ δὲ τοῦ φαινομένου παντὸς ἡ κοσμουργία τῶν ἀοράτων τοῦ θεοῦ προβέβληται, καθάπερ φησὶ Παῦλός τε καὶ ὁ ἀληθὴς λόγος. Διὸ καὶ οἱ θεολόγοι τὰ μὲν πολιτικῶς καὶ ἐννόμως ἐπισκοποῦσι, τὰ δὲ καθαρτικῶς καὶ ἀχράντως, καὶ τὰ μὲν ἀνθρωπικῶς καὶ μέσως, τὰ δὲ | 197 |
5 | ὑπερκοσμίως καὶ τελεσιουργικῶς· καὶ τοτὲ μὲν ἀπὸ τῶν νόμων τῶν φαινομένων, τοτὲ δὲ ἀπὸ τῶν ἀφανῶν θεσμῶν κατὰ τὸ προσῆκον τοῖς ὑποκειμένοις ἱεροῖς γράμμασι καὶ νοῖς καὶ ψυχαῖς. Οὐ γὰρ ἱστορίαν ψιλήν, ἀλλὰ ζωτικὴν ἔχει τελείωσιν ὁ προκείμενος αὐτοῖς ἅπας τε καὶ διὰ πάντων λόγος. | |
10 | Χρὴ τοιγαροῦν καὶ ἡμᾶς ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως εἴσω τῶν ἱερῶν συμβόλων ἱεροπρεπῶς διαβαίνειν καὶ μὴ ἀτιμάζειν αὐτά, τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀπορρήτων καὶ ὑπερφυῶν θεαμάτων. Καὶ γὰρ οὐ μόνα τὰ | |
ὑπερούσια φῶτα καὶ τὰ νοητὰ καὶ ἁπλῶς τὰ θεῖα τοῖς τυπωτικοῖς | 198 | |
15 | διαποικίλλεται συμβόλοις, ὡς «πῦρ» ὁ ὑπερούσιος θεὸς λεγόμενος καὶ τὰ νοητὰ τοῦ θεοῦ λόγια «πεπυρωμένα». Προσέτι δὲ καὶ τῶν νοητῶν ἅμα καὶ νοερῶν ἀγγέλων οἱ θεοειδεῖς διάκοσμοι ποικίλαις μορφαῖς δια‐ γράφονται καὶ πολυειδέσι καὶ ἐμπυρίοις σχηματισμοῖς. Καὶ ἄλλως χρὴ τὴν αὐτὴν τοῦ πυρὸς εἰκόνα κατὰ τοῦ ὑπὲρ νόησιν θεοῦ λεγομένην | |
20 | ἐκλαβεῖν, ἄλλως δὲ κατὰ τῶν νοητῶν αὐτοῦ προνοιῶν ἢ λόγων καὶ ἄλλως ἐπὶ τῶν ἀγγέλων, καὶ τὴν μὲν κατ’ αἰτίαν, τὴν δὲ καθ’ ὕπαρξιν, τὴν δὲ κατὰ μέθεξιν καὶ ἄλλα ἄλλως, ὡς ἡ κατ’ αὐτὰ θεωρία καὶ ἐπιστη‐ μονικὴ διάταξις ὁροθετεῖ. Καὶ μὴ ὡς ἔτυχε τὰ ἱερὰ σύμβολα συμφύρειν, ἀλλὰ προσηκόντως αὐτὰ ταῖς αἰτίαις ἢ ταῖς ὑπάρξεσιν ἢ ταῖς δυνάμεσιν | |
25 | ἢ ταῖς τάξεσιν ἢ ταῖς ἀξίαις ἀναπτύσσειν, ὧν καὶ ἔστιν ἐκφαντορικὰ συνθήματα. | |
Καὶ ὅπως μὴ πέρα τοῦ δέοντος ἐπιστέλλωμεν, ἐπ’ αὐτὴν ἤδη τὴν προτεθεῖσαν ὑφ’ ἡμῶν ζήτησιν ἰτέον. Καὶ λέγομεν, ὅτι πᾶσα τροφὴ τελεσιουργός ἐστι τῶν τρεφομένων τὴν ἀτέλειαν αὐτῶν καὶ τὴν ἔνδειαν | 199 | |
30 | ἀποπληροῦσα καὶ τὸ ἀσθενὲς θεραπεύουσα καὶ τὴν ζωὴν αὐτῶν φρου‐ ροῦσα καὶ ἀναθάλλειν ποιοῦσα καὶ ἀνανεάζουσα καὶ ζωτικὴν αὐτοῖς εὐπάθειαν δωρουμένη καὶ ἁπλῶς τοῦ ἀνιῶντος καὶ τοῦ ἀτελοῦς ἐλάτειρα καὶ τῆς εὐφροσύνης αὐτῶν καὶ τῆς τελειότητος χορηγός. | |
9.3 | Καλῶς οὖν ἡ ὑπέρσοφος καὶ ἀγαθὴ σοφία πρὸς τῶν λογίων ὑμνεῖται κρατῆρα μυστικὸν ἱστῶσα καὶ τὸ ἱερὸν αὐτοῦ πόμα προνάουσα, μᾶλλον δὲ πρὸ τούτων τὰς στερεὰς τροφὰς προτιθεῖσα καὶ μετὰ ὑψηλοῦ κηρύγματος αὐτὴ τῶν δεομένων αὐτῆς ἀγαθοπρεπῶς ἐφιεμένη. Διττὴν | |
5 | οὖν τὴν τροφὴν ἡ θεία σοφία προτίθησι, τὴν μὲν στερεὰν καὶ μόνιμον, τὴν δὲ ὑγρὰν καὶ προχεομένην· καὶ ἐπὶ κρατῆρι χορηγεῖ τὰς προνοητικὰς | |
αὐτῆς ἀγαθότητας. Ὁ μὲν οὖν κρατὴρ περιφερὴς ὢν καὶ ἀναπεπταμένος σύμβολον ἔστω τῆς ἀνηπλωμένης ἅμα καὶ ἐπὶ πάντα περιπορευομένης ἀνάρχου καὶ ἀτελευτήτου τῶν ὅλων προνοίας. Πλὴν ἐπειδὴ καὶ ἐπὶ | 200 | |
10 | πάντα προϊοῦσα μένει ἐν ἑαυτῇ καὶ ἕστηκεν ἐν ἀκινήτῳ ταὐτότητι καὶ παντελῶς ἀνεκφοιτήτῳ ἑαυτῆς ἱδρυμένη, μονίμως καὶ ἀραρότως αὐτός τε ὁ κρατὴρ ἕστηκεν. Οἰκοδομοῦσα δὲ καὶ ἡ σοφία οἶκον ἑαυτῇ λέγεται καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι | |
15 | καὶ πρόνοια παντελής ἐστιν ὁ τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι τὰ πάντα αἴτιος καὶ ἐπὶ πάντα πρόεισι καὶ ἐν τῷ παντὶ γίγνεται καὶ περιέχει τὰ πάντα καὶ αὖθις ὁ αὐτὸς ἐν τῷ αὐτῷ καθ’ ὑπεροχὴν οὐδὲν ἐν οὐδενὶ κατ’ οὐδέν ἐστιν· ἀλλ’ ἐξῄρηται τῶν ὅλων αὐτὸς ἐν ἑαυτῷ ταὐτῶς καὶ ἀϊδίως ὢν καὶ ἑστηκὼς καὶ μένων καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχων καὶ οὐδαμῶς | |
20 | ἔξω ἑαυτοῦ γιγνόμενος, οὐδὲ τῆς οἰκείας ἕδρας καὶ ἀκινήτου μονῆς καὶ ἑστίας ἀπολειπόμενος· ἀλλὰ καὶ ἐν αὐτῇ τὰς ὅλας καὶ παντελεῖς προνοίας ἀγαθουργῶν καὶ προϊὼν ἐπὶ πάντα καὶ μένων ἐφ’ ἑαυτοῦ καὶ ἑστὼς ἀεὶ καὶ κινούμενος καὶ οὔτε ἑστὼς οὔτε κινούμενος, ἀλλ’, ὡς ἄν τις φαίη, τὰς προνοητικὰς ἐνεργείας ἐν τῇ μονιμότητι καὶ τὴν μονὴν ἐν τῷ προνοεῖν | 201 |
25 | συμφυῶς ἅμα καὶ ὑπερφυῶς ἔχων. | |
9.4 | Ἀλλὰ τίς ἡ στερεὰ τροφὴ καὶ τίς ἡ ὑγρά; Ταύτας γὰρ ἡ ἀγαθὴ σοφία δωρεῖσθαι ἅμα καὶ προνοεῖν ὑμνεῖται. Τὴν μὲν οὖν στερεὰν τροφὴν σύνθημα φέρειν οἴομαι τῆς νοερᾶς καὶ μονίμου τελειότητος καὶ ταὐτότη‐ τος, καθ’ ἣν τὰ θεῖα καθ’ ἑστῶσαν καὶ δυνατὴν καὶ ἑνιαίαν καὶ ἀδιαίρετον | |
5 | γνῶσιν μετέχεται πρὸς τῶν νοερῶν αἰσθητηρίων ἐκείνων, οἷς ὁ θειότατος Παῦλος ἐκ τῆς σοφίας εἰληφὼς τῆς ὄντως στερεᾶς τροφῆς μεταδίδωσι· τὴν δὲ ὑγρὰν τῆς διαχυτικῆς ἅμα καὶ ἐπὶ πάντα προϊέναι σπευδούσης ἐπιῤῥοῆς καὶ ἔτι διὰ ποικίλων καὶ πολλῶν καὶ μεριστῶν ἐπὶ τὴν ἁπλῆν καὶ ἀτρεμῆ θεογνωσίαν τοὺς τρεφομένους οἰκείως αὐτοῖς ἀγαθότητι χειρ‐ | |
10 | αγωγούσης. Διὸ καὶ δρόσῳ καὶ ὕδατι τὰ θεῖα καὶ νοητὰ λόγια καὶ γάλακτι καὶ οἴνῳ καὶ μέλιτι παρεικάζεται, διὰ τὴν ζωογόνον αὐτῶν ὡς ἐν ὕδατι δύναμιν καὶ αὐξητικὴν ὡς ἐν γάλακτι καὶ ἀναζωτικὴν ὡς ἐν οἴνῳ καὶ καθαρτικὴν ἅμα καὶ φρουρητικὴν ὡς ἐν μέλιτι· ταῦτα γὰρ ἡ θεία σοφία δωρεῖται τοῖς προσιοῦσιν ἀφθόνων αὐτοῖς καὶ ἀνεκλείπτων | 202 |
15 | εὐωχιῶν ἐπίῤῥοιαν χορηγοῦσα καὶ ὑπερβλύζουσα. Τοῦτο δὴ τὸ ἀληθῶς εὐωχεῖν, καὶ διὰ ταῦτα ζωοποιὸς ἅμα καὶ κουροτρόφος καὶ ἀνανεωτικὴ καὶ τελεσιουργὸς ὑμνουμένη. | |
9.5 | Κατὰ ταύτην δὲ τὴν ἱερὰν τῆς εὐωχίας ἀνάπτυξιν καὶ αὐτὸς ὁ πάντων ἀγαθῶν αἴτιος θεὸς μεθύειν λέγεται διὰ τὴν ὑπερπλήρη καὶ ὑπὲρ νόησιν τῆς εὐωχίας ἤ, κυριώτερον εἰπεῖν, εὐεξίας τοῦ θεοῦ παντελῆ καὶ ἄφατον ἀμετρίαν. Ὡς γὰρ ἐφ’ ἡμῶν κατὰ τὸ χεῖρον ἡ μέθη καὶ ἀσύμμετρος | |
5 | ἀποπλήρωσίς ἐστι καὶ νοῦ καὶ φρενῶν ἔκστασις, οὕτω κατὰ τὸ κρεῖττον | |
ἐπὶ θεοῦ τὴν μέθην οὐκ ἄλλο τι χρὴ διανοεῖσθαι παρὰ τὴν ὑπερπλήρη κατ’ αἰτίαν προοῦσαν ἐν αὐτῷ πάντων τῶν ἀγαθῶν ἀμετρίαν. Ἀλλὰ καὶ τὴν ἐπακολουθοῦσαν τῇ μέθῃ τοῦ φρονεῖν ἔκστασιν τὴν ὑπεροχὴν τοῦ θεοῦ τὴν ὑπὲρ νόησιν οἰητέον, καθ’ ἣν ἐξῄρηται τοῦ νοεῖν ὑπὲρ τὸ | 203 | |
10 | νοεῖν ὢν καὶ ὑπὲρ τὸ νοεῖσθαι καὶ ὑπὲρ αὐτὸ τὸ εἶναι καὶ ἁπλῶς ἁπάντων, ὅσα ἐστὶν ἀγαθά, μεμεθυσμένος ἅμα καὶ ἐξεστηκώς ἐστιν ὁ θεὸς ὡς πάντων αὐτῶν ἅμα καὶ ὑπερπλήρης ὤν, ἀμετρίας πάσης ὑπερβολή, καὶ αὖθις ἔξω καὶ ἐπέκεινα τῶν ὅλων ἀνῳκισμένος. Ἀπὸ δὴ τούτων ὁρμώμενοι καὶ τὰ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ τῶν ὁσίων | |
15 | συμπόσια κατὰ τὸν αὐτὸν ἐκληψόμεθα τρόπον. Παρελθὼν γάρ, φησίν, αὐτὸς ὁ βασιλεὺς κατακλινεῖ αὐτοὺς καὶ αὐτὸς «διακονήσει αὐτοῖς». Ἐμφαίνει δὲ ταῦτα κοινήν τινα καὶ ὁμονοητικὴν τῶν ἁγίων ἐπὶ τοῖς θείοις ἀγαθοῖς κοινωνίαν καὶ ἐκκλησίαν «πρωτοτόκων ἀπογεγραμμένων ἐν | |
οὐρανοῖς» καὶ πνεύματα δικαίων πᾶσιν ἀγαθοῖς τετελειωμένα καὶ πάντων | 204 | |
20 | ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθείας ἱερᾶς ἀναπεπλησμένην καὶ παντο‐ δαπῶν καὶ μακαρίων ἀγαθῶν ἄφθονον χορηγίαν, καθ’ ἣν εὐφροσύνης ἁπάσης ἀναπίμπλανται, τούτου δὴ τοῦ εὐφραίνειν Ἰησοῦ καὶ ἀνακλί‐ | |
25 | νοντος αὐτοὺς καὶ διακονοῦντος καὶ τὴν αἰωνίαν ἀνάπαυλαν δωρουμένου καὶ τὴν ἀποπλήρωσιν τῶν καλῶν διανέμοντος ἅμα καὶ ἐπιῤῥέοντος. | |
9.6 | Ἐπιζητήσεις δέ, εὖ οἶδα, καὶ τὸν εὐφημούμενον ὕπνον τοῦ θεοῦ καὶ τὴν ἐγρήγορσιν ἀναπτυχθῆναι· καὶ ὅταν φῶμεν θεῖον μὲν ὕπνον εἶναι τὸ ἐξῃρημένον τοῦ θεοῦ καὶ ἀκοινώνητον ἀπὸ τῶν προνοουμένων, ἐγρή‐ γορσιν δὲ τὴν εἰς τὸ προνοεῖν αὐτοῦ τῶν παιδείας ἢ σωτηρίας δεομένων | |
5 | προσοχήν, ἐπ’ ἄλλα θεολογικὰ σύμβολα μετελεύσῃ. | |
Διὸ καὶ περιττὸν οἰηθέντες εἶναι τὸ τὰ αὐτὰ τοῖς αὐτοῖς ἐπανακυκλοῦν‐ τας ἕτερα δοκεῖν λέγειν, ἅμα δὲ καὶ ὑμῖν εἰς τὰ καλὰ πείθεσθαι συνεγνω‐ κότες, τὰ μὲν τῆς ἐπιστολῆς ἄχρι τῶν εἰρημένων ἀποπαύομεν ἐκτεθεικότες, ὡς οἶμαι, καὶ περιττὰ τῶν τοῖς ὑμετέροις γράμμασιν ἐπωφλημένων. | 205 | |
10 | Αὐτὴν δὲ ὅλην ἡμῶν τὴν Συμβολικὴν Θεολογίαν ἀποστέλλομεν, καθ’ ἣν εὑρήσεις μετὰ τοῦ τῆς σοφίας οἴκου καὶ τοὺς στύλους τοὺς ἑπτὰ διηυκρινημένους καὶ τὴν στερεὰν αὐτῆς τροφὴν εἰς θύματα καὶ ἄρτους διῃρημένην· καὶ τίς ἡ τοῦ οἴνου κρᾶσις, αὖθίς τε, τίς ἡ ἀπὸ τῆς μέθης τοῦ θεοῦ κραιπάλη, καὶ αὐτὰ δὲ τὰ νῦν εἰρημένα διεξοδικώτερον ἐν αὐτῇ | |
15 | διήρθρωται. Καὶ ἔστιν, ὡς οἶμαι, πασῶν τῶν συμβολικῶν θεολογιῶν εὑρέτις ἀγαθὴ καὶ συμβαίνουσα ταῖς τῶν λογίων ἱεραῖς παραδόσεσι καὶ | |
ἀληθείαις. | 206 | |
10t | ἸΩΑΝΝΗΙ ΘΕΟΛΟΓΩΙ, ἈΠΟΣΤΟΛΩΙ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΗΙ ΠΕΡΙΟΡΙΣΘΕΝΤΙ ΚΑΤΑ ΠΑΤΜΟΝ ΤΗΝ ΝΗΣΟΝ | |
10.1 | Προσαγορεύω σε τὴν ἱερὰν ψυχήν, ἠγαπημένε, καὶ ἔστι μοι τοῦτο πρὸς σὲ παρὰ τοὺς πολλοὺς ἰδιαίτερον. Χαῖρε, ἀληθῶς ἠγαπημένε, τῷ ὄντως ἐραστῷ καὶ ἐφετῷ καὶ ἀγαπητῷ λίαν ἠγαπημένε. Τί θαυμαστόν, εἰ Χριστὸς ἀληθεύει καὶ τοὺς μαθητὰς οἱ ἄδικοι τῶν πόλεων ἐξελαύνουσιν | |
5 | αὐτοὶ τὰ κατ’ ἀξίαν ἑαυτοῖς ἀπονέμοντες καὶ τῶν ἁγίων οἱ ἐναγεῖς ἀποδιαστελλόμενοι καὶ ἀποφοιτῶντες; Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων. Οὐδὲ γὰρ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις αἴτιος ἔσται τῶν ἐξ αὐτοῦ δικαίων ἀφορισμῶν ὁ θεός, ἀλλ’ οἱ τοῦ θεοῦ παντελῶς ἑαυτοὺς ἀφορίσαντες. Ὥσπερ καὶ θατέρους ὁρῶμεν ἐντεῦθεν ἤδη μετὰ | |
10 | τοῦ θεοῦ γιγνομένους, ἐπειδὴ ἀληθείας ὄντες ἐρασταί, τῆς προσπαθείας | |
μὲν ἀναχωροῦσι τῶν ὑλικῶν, ἐν πάσῃ δὲ πάντων κακῶν ἐλευθερίᾳ καὶ ἔρωτι θείῳ τῶν ἀγαθῶν ἁπάντων εἰρήνην ἀγαπῶσι καὶ τὸν ἁγιασμὸν κἀκ τῆς παρούσης ζωῆς ἀπάρχονται τῆς μελλούσης ἀγγελοπρεπῶς ἐν μέσῳ ἀνθρώπων ἐμπολιτευόμενοι ξὺν ἀπαθείᾳ πάσῃ καὶ θεωνυμίᾳ καὶ | 207 | |
15 | ἁγιότητι καὶ τοῖς ἄλλοις ἀγαθοῖς. Ὑμᾶς μὲν οὖν οὐκ ἄν ποτε οὕτω μανείην, ὡς ἡγήσασθαί τι πάσχειν, ἀλλὰ καὶ τὰ σώματος πάθη κατὰ μόνον τὸ κρίνειν αὐτὰ διαισθάνεσθαι πιστεύω. Τοὺς δὲ ἀδικοῦντας ὑμᾶς καὶ περιορίζειν οἰομένους οὐκ ὀρθῶς τοῦ Εὐαγγελίου τὸν ἥλιον ἐνδίκως αἰτιώμενος εὔχομαι τούτων ἀφεμένους, | |
20 | ὧν ἐφ’ ἑαυτοὺς δρῶσιν, ἐπὶ τἀγαθὸν τραπέσθαι καὶ πρὸς ἑαυτοὺς ὑμᾶς ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει τῆς σῆς ἀληθοῦς θεολογίας, | |
μικρὸν δὲ ὕστερον—ἐρῶ γάρ, εἰ καὶ τολμηρόν—ὑμῖν αὐτοῖς ἑνωθη‐ | 208 | |
25 | σομένους. Ἀξιόπιστος δὲ πάντως εἰμὶ τὰ προεγνωσμένα σοι καὶ μαθὼν ἐκ θεοῦ καὶ λέγων, ὅτι καὶ τῆς ἐν Πάτμῳ φυλακῆς ἀφεθήσῃ καὶ εἰς τὴν Ἀσιάτιδα γῆν ἐπανήξεις καὶ δράσεις ἐκεῖ τοῦ ἀγαθοῦ θεοῦ μιμήματα καὶ | |
τοῖς μετὰ σὲ παραδώσεις. | 209 |