TLG 2798 002 :: Pseudo–DIONYSIUS AREOPAGITA :: De ecclesiastica hierarchia

Pseudo–DIONYSIUS AREOPAGITA Scr. Eccl. Theol., vel Corpus Areopagiticum vel Corpus Dionysiacum
(fort. Syrius: A.D. 5–6)

De ecclesiastica hierarchia

Source: Heil, G., Ritter, A.M. (eds.), Corpus Dionysiacum ii: Pseudo–Dionysius Areopagita. De coelesti hierarchia, de ecclesiastica hierarchia, de mystica theologia, epistulae [Patristische Texte und Studien 36] Berlin: De Gruyter, 1991: 63–132.

Citation: Page — (line)

63

(1t)

ΤΩΙ ΣΥΜΠΡΕΣΒΥΤΕΡΩΙ ΤΙΜΟΘΕΩΙ ΔΙΟΝΥΣΙΟΣ Ο ΠΡΕΣΒΥΤΕΡΟΣ
2tΠΕΡΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΕΡΑΡΧΙΑΣ
3t〈I.〉
3 〈1〉 Ὅτι μὲν ἡ καθ’ ἡμᾶς ἱεραρχία, παίδων ἱερῶν ἱερώτατε, τῆς ἐνθέου καὶ θείας ἐστὶ καὶ θεουργικῆς ἐπιστήμης καὶ ἐνεργείας καὶ τελειώσεως, ἐκ
5τῶν ὑπερκοσμίων καὶ ἱερωτάτων ἡμᾶς ἀποδεῖξαι λογίων χρὴ τοῖς τῆς ἱερᾶς μυσταγωγίας τὴν τελετὴν ἐξ ἱεραρχικῶν μυστηρίων καὶ παραδό‐ σεων τετελεσμένοις. Ἀλλ’ ὅρα, ὅπως οὐκ ἐξορχήσῃ τὰ ἅγια τῶν ἁγίων, εὐλαβηθήσῃ δὲ καὶ τὰ τοῦ κρυφίου θεοῦ ταῖς νοεραῖς καὶ ἀοράτοις γνώσεσι τιμήσεις ἀμέθεκτα μὲν αὐτὰ καὶ ἄχραντα τοῖς ἀτελέστοις
10διατηρῶν, ἱεροῖς δὲ μόνοις τῶν ἱερῶν μεθ’ ἱερᾶς ἐλλάμψεως ἱεροπρεπῶς κοινωνῶν. Οὕτω γάρ, ὡς ἡ θεολογία τοῖς θιασώταις ἡμῖν παραδέδωκε,
καὶ αὐτὸς Ἰησοῦς, ὁ θεαρχικώτατος νοῦς καὶ ὑπερούσιος, ἡ πάσης ἱεραρ‐63

64

χίας ἁγιαστείας τε καὶ θεουργίας ἀρχὴ καὶ οὐσία καὶ θεαρχικωτάτη δύναμις, ταῖς τε μακαρίαις καὶ ἡμῶν κρείττοσιν οὐσίαις ἐμφανέστερον ἅμα καὶ νοερώτερον ἐλλάμπει καὶ πρὸς τὸ οἰκεῖον αὐτὰς ἀφομοιοῖ κατὰ δύναμιν φῶς ἡμῶν τε τῷ πρὸς αὐτὸν ἀνατεινομένῳ καὶ ἡμᾶς ἀνατείνοντι
5τῶν καλῶν ἔρωτι συμπτύσσει τὰς πολλὰς ἑτερότητας καὶ εἰς ἑνοειδῆ καὶ θείαν ἀποτελειώσας ζωὴν ἕξιν τε καὶ ἐνέργειαν ἱεροπρεπῆ δωρεῖται τῆς θείας ἱερωσύνης τὴν δύναμιν, ἐξ ἧς ἐπὶ τὴν ἁγίαν ἐρχόμενοι τῆς ἱερατείας ἐνέργειαν ἐγγύτεροι μὲν αὐτοὶ γινόμεθα τῶν ὑπὲρ ἡμᾶς οὐσιῶν τῇ κατὰ δύναμιν ἀφομοιώσει τοῦ μονίμου τε καὶ ἀνεξαλλάκτου τῆς αὐτῶν ἱερᾶς
10ἱδρύσεως καὶ ταύτῃ πρὸς τὴν μακαρίαν Ἰησοῦ καὶ θεαρχικὴν αὐγὴν ἀναβλέψαντες ὅσα τε ἰδεῖν ἐφικτὸν ἐποπτεύσαντες ἱερῶς καὶ τῆς τῶν θεαμάτων γνώσεως ἐλλαμφθέντες τὴν μυστικὴν ἐπιστήμην ἀφιερώμενοι καὶ ἀφιερωταὶ φωτοειδεῖς καὶ θεουργικοὶ τετελεσμένοι καὶ τελεσιουργοὶ γενέσθαι δυνησόμεθα.
15 〈2〉 Τίς μὲν οὖν ἡ τῶν ἀγγέλων ἐστὶ καὶ ἀρχαγγέλων ἱεραρχία καὶ τῶν ὑπερκοσμίων ἀρχῶν τε καὶ ἐξουσιῶν καὶ δυνάμεων κυριοτήτων τε καὶ θείων θρόνων ἢ τῶν ὁμοταγῶν τοῖς θρόνοις οὐσιῶν, ἃς ἡ θεολογία προσεχῶς καὶ ἀεὶ περὶ θεόν τε εἶναι καὶ μετὰ θεοῦ παραδίδωσι Χερουβὶμ αὐτὰς Ἑβραίων φωνῇ καὶ Σεραφὶμ ὀνομάζουσα, ταῖς τῶν διακόσμων
20αὐτῶν καὶ ἱεραρχιῶν ἁγίαις τάξεσι καὶ διαιρέσεσι περιτυγχάνων εὑρή‐ σεις, ἐν τούτοις ἡμῶν οὐκ ἐπαξίως μὲν ὡς ἐφικτὸν δὲ καὶ ὡς ἡ θεολογία τῶν ἱερωτάτων γραφῶν ὑφηγήσατο, τὴν κατ’ αὐτοὺς ἱεραρχίαν ἀν‐ υμνηκότων. Τοσοῦτον δὲ ὅμως εἰπεῖν ἀναγκαῖον, ὡς ἐκείνη τε καὶ πᾶσα
καὶ ἡ νῦν ὑμνουμένη παρ’ ἡμῶν ἱεραρχία μίαν ἔχει καὶ τὴν αὐτὴν διὰ64

65

πάσης τῆς ἱεραρχικῆς πραγματείας τὴν δύναμιν, αὐτόν τε τὸν ἱεράρχην, ὡς ἡ κατ’ αὐτὸν οὐσία καὶ ἀναλογία καὶ τάξις ἔχει, τελεσθῆναι κατὰ τὰ θεῖα καὶ θεωθῆναι καὶ τοῖς ὑποβεβηκόσι μεταδοῦναι κατ’ ἀξίαν ἑκάστῳ τῆς ἐγγενομένης αὐτῷ θεόθεν ἱερᾶς θεώσεως τούς τε ὑποβεβηκότας ἕπε‐
5σθαι μὲν τοῖς κρείττοσιν, ἀνατείνειν δὲ τοὺς ἥττους ἐπὶ τὰ πρόσω, τοὺς δὲ καὶ προϊέναι καὶ ὡς δυνατὸν ἑτέροις ἡγεῖσθαι, καὶ διὰ ταύτης τῆς ἐνθέου καὶ ἱεραρχικῆς ἁρμονίας τοῦ ὄντως ὄντος καλοῦ καὶ σοφοῦ καὶ ἀγαθοῦ μετέχειν ἕκαστον ὅση δύναμις. Ἀλλ’ αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι καὶ νοητὴ
10καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ’ αὐτὰς ἱεραρχία, τὴν καθ’ ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνο‐ μένην, ὑφ’ ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ’ ἡμᾶς ἀναγόμεθα [θεόν τε καὶ θείαν ἀρετήν]. Αἱ μὲν ὡς νόες νοοῦσι κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας ὡς δυνατὸν
15ἀναγόμεθα θεωρίας, ἀληθῶς τε εἰπεῖν ἓν μέν ἐστιν οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται, μετέχουσι δὲ οὐχ ἑνιαίως ταὐτοῦ τε καὶ ἑνὸς ὄντος, ἀλλ’ ὡς ἑκάστῳ τὰ θεῖα ζυγὰ διανέμει κατ’ ἀξίαν τὴν ἀποκλήρωσιν. Ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ διεξοδικώτερον εἴρηται, νῦν δὲ τὴν καθ’ ἡμᾶς ἱεραρχίαν ἀρχήν τε αὐτῆς καὶ οὐσίαν ὡς
20οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος. 〈3〉 Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερᾶς παρα‐ δόσεως ὁ πᾶς τῶν ὑποκειμένων ἱερῶν λόγος, ἡ καθολικωτάτη τῶν τῆσδε τυχὸν ἱεραρχίας ἢ τῆσδε ἱερῶν συγκεφαλαίωσις. Ἡ καθ’ ἡμᾶς οὖν ἱεραρ‐
25χία λέγεται καὶ ἔστιν ἡ περιεκτικὴ τῶν κατ’ αὐτὴν ἁπάντων ἱερῶν65

66

πραγματεία, καθ’ ἣν ὁ θεῖος ἱεράρχης τελούμενος ἁπάντων ἕξει τῶν κατ’ αὐτὸν ἱερωτάτων τὴν μέθεξιν ὡς ἱεραρχίας ἐπώνυμος. Ὡς γὰρ ἱεραρχίαν ὁ φήσας ἁπάντων ὁμοῦ συλλήβδην ἔφη τῶν ἱερῶν τὴν διακόσμησιν, οὕτως ἱεράρχην ὁ λέγων δηλοῖ τὸν ἔνθεόν τε καὶ θεῖον ἄνδρα τὸν πάσης
5ἱερᾶς ἐπιστήμονα γνώσεως, ἐν ᾧ καὶ καθαρῶς ἡ κατ’ αὐτὸν ἱεραρχία πᾶσα τελεῖται καὶ γινώσκεται. Ταύτης ἀρχὴ τῆς ἱεραρχίας ἡ πηγὴ τῆς ζωῆς ἡ οὐσία τῆς ἀγαθότητος ἡ μία τῶν ὄντων αἰτία, τριάς, ἐξ ἧς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι τοῖς οὖσι δι’ ἀγαθότητα. Ταύτῃ δὲ τῇ πάντων ἐπέκεινα θεαρχικωτάτῃ μακαριότητι τῇ τρισσῇ τῇ μονάδι τῇ ὄντως οὔσῃ
10κατὰ τὸ ἡμῖν μὲν ἀνέφικτον αὐτῇ δὲ ἐπιστητὸν θέλημα μέν ἐστιν ἡ λογικὴ σωτηρία τῶν καθ’ ἡμᾶς τε καὶ ὑπὲρ ἡμᾶς οὐσιῶν· ἡ δὲ οὐχ ἑτέρως γενέσθαι δύναται μὴ θεουμένων τῶν σωζομένων· ἡ δὲ θέωσίς ἐστιν ἡ πρὸς θεὸν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις. Ἁπάσῃ δὲ τοῦτο κοινὸν ἱεραρχίᾳ τὸ πέρας· ἡ πρὸς θεόν τε καὶ τὰ θεῖα προσεχὴς ἀγάπησις ἐνθέως
15τε καὶ ἑνιαίως ἱερουργουμένη, καὶ πρό γε τούτου τῶν ἐναντίων ἡ παν‐ τελὴς καὶ ἀνεπίστροφος ἀποφοίτησις, ἡ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἡ τῆς ἱερᾶς ἀληθείας ὅρασίς τε καὶ ἐπιστήμη, ἡ τῆς ἑνοειδοῦς τελειώσεως ἔνθεος μέθεξις, αὐτοῦ τοῦ ἑνὸς ὡς ἐφικτὸν ἡ τῆς ἐποψίας ἑστίασις τρέφουσα νοητῶς καὶ θεοῦσα πάντα τὸν εἰς αὐτὴν ἀνατεινόμενον.
20 〈4〉 Λέγωμεν τοίνυν ὡς ἡ θεαρχικὴ μακαριότης ἡ φύσει θεότης ἡ ἀρχὴ τῆς θεώσεως, ἐξ ἧς τὸ θεοῦσθαι τοῖς θεουμένοις, ἀγαθότητι θείᾳ τὴν
ἱεραρχίαν ἐπὶ σωτηρίᾳ καὶ θεώσει πάντων τῶν λογικῶν τε καὶ νοερῶν66

67

οὐσιῶν ἐδωρήσατο, καὶ ταῖς μὲν ὑπερκοσμίοις καὶ μακαρίαις λήξεσιν ἀϋλότερόν τε καὶ νοερώτερον (οὐ γὰρ ἔξωθεν αὐτὰς ὁ θεὸς ἐπὶ τὰ θεῖα κινεῖ, νοητῶς δὲ καὶ ἔνδοθεν ἐλλαμπομένων αὐτῶν ἐν αὐγῇ καθαρᾷ καὶ ἀΰλῳ τὴν θειοτάτην βούλησιν), ἡμῖν δὲ τὸ ἐκείναις ἑνιαίως τε καὶ συν‐
5επτυγμένως δωρηθὲν ἐκ τῶν θεοπαραδότων λογίων ὡς ἡμῖν ἐφικτὸν ἐν ποικιλίᾳ καὶ πλήθει διαιρετῶν συμβόλων δεδώρηται. Οὐσία γὰρ τῆς καθ’ ἡμᾶς ἱεραρχίας ἐστὶ τὰ θεοπαράδοτα λόγια. Σεπτότατα δὲ λόγια ταῦτά φαμεν, ὅσα πρὸς τῶν ἐνθέων ἡμῶν ἱεροτελεστῶν ἐν ἁγιογράφοις ἡμῖν καὶ θεολογικαῖς δεδώρηται δέλτοις καὶ μὴν ὅσα πρὸς τῶν αὐτῶν
10ἱερῶν ἀνδρῶν ἀϋλοτέρᾳ μυήσει καὶ γείτονί πως ἤδη τῆς οὐρανίας ἱεραρ‐ χίας ἐκ νοὸς εἰς νοῦν διὰ μέσου λόγου σωματικοῦ μὲν ἀϋλοτέρου δὲ ὅμως, γραφῆς ἐκτὸς οἱ καθηγεμόνες ἡμῶν ἐμυήθησαν, οὐδὲ ταῦτα τῶν ἐνθέων ἱεραρχῶν εἰς τὸ τῆς ἱερουργίας κοινὸν ἀπαρακαλύπτοις νοήσεσιν ἀλλ’ ἐν συμβόλοις ἱεροῖς παραδεδωκότων. Ἔστι γὰρ οὐ πᾶς ἱερὸς οὐδὲ πάντων,
15ὡς τὰ λόγιά φησιν, ἡ γνῶσις. 〈5〉 Ἀναγκαίως οὖν οἱ πρῶτοι τῆς καθ’ ἡμᾶς ἱεραρχίας καθηγεμόνες ἐκ τῆς ὑπερουσίου θεαρχίας αὐτοί τε ἀναπλησθέντες τοῦ ἱεροῦ δώρου καὶ εἰς τὸ ἑξῆς αὐτὸ προαγαγεῖν ὑπὸ τῆς θεαρχικῆς ἀγαθότητος ἀπ‐ εσταλμένοι καὶ αὐτοὶ [δὲ] ἀφθόνως ἐρῶντες ὡς θεῖοι τῆς τῶν μετ’ αὐτοὺς
20ἀναγωγῆς καὶ θεώσεως αἰσθηταῖς εἰκόσι τὰ ὑπερουράνια καὶ ποικιλίᾳ καὶ πλήθει τὸ συνεπτυγμένον καὶ ἐν ἀνθρωπίνοις τε τὰ θεῖα καὶ ἐν ἐνύλοις τὰ ἄϋλα καὶ τοῖς καθ’ ἡμᾶς τὰ ὑπερούσια ταῖς ἐγγράφοις τε αὐτῶν καὶ
ἀγράφοις μυήσεσι κατὰ τοὺς ἱεροὺς ἡμῖν παρέδοσαν θεσμούς, οὐ τῶν67

68

ἀνιέρων ἕνεκα μόνον, οἷς οὐδὲ τῶν συμβόλων ἅπτεσθαι θεμιτόν, ἀλλ’ ὅτι καὶ συμβολική τίς ἐστιν ὅπερ ἔφην ἀναλόγως ἡμῖν αὐτοῖς ἡ καθ’ ἡμᾶς ἱεραρχία δεομένη τῶν αἰσθητῶν εἰς τὴν ἐξ αὐτῶν ἐπὶ τὰ νοητὰ θειοτέραν ἡμῶν ἀναγωγήν. Ἀνακεκαλυμμένοι δὲ ὅμως εἰσὶν οἱ τῶν συμβόλων λόγοι
5τοῖς θείοις ἱεροτελεσταῖς, οὓς οὐ θεμιτὸν ἐξάγειν εἰς τοὺς ἔτι τελειουμένους εἰδότας, ὡς οἱ τῶν ἱερῶν θεοπαραδότως νομοθέται ταῖς τῶν διακόσμων εὐσταθέσι καὶ ἀσυμφύρτοις τάξεσι καὶ ταῖς τοῦ ἑκάστῳ κατ’ ἀξίαν προσ‐ ήκοντος ἀναλόγοις καὶ ἱεραῖς ἀπονεμήσεσι τὴν ἱεραρχίαν διετάξαντο. Διὸ καὶ ταῖς σαῖς ἱεραῖς ὁμολογίαις πεισθεὶς (ἀναμνῆσαι γὰρ αὐτῶν εὐαγές),
10ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσεις ὁμο‐ λογῆσαι κατὰ θεσμὸν ἱεραρχικὸν καθαρῶν μὲν καθαρῶς ἐφάπτεσθαι, κοινωνεῖν δὲ μόνοις τῶν θεουργικῶν τοῖς θείοις καὶ τῶν τελείων τοῖς τελειωτικοῖς ἁγίοις τε τῶν παναγεστάτων, ἄλλων τε ἱεραρχικῶν σοι καὶ
15τούτου μεταδέδωκα τοῦ ἐνθέου δώρου.
16t〈II.〉
16 Εἴρηται τοίνυν ἡμῖν ἱερῶς, ὡς οὗτός ἐστι τῆς καθ’ ἡμᾶς ἱεραρχίας σκοπός· ἡ πρὸς θεὸν ἡμῶν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις. Ταύτης δέ, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν σεβασμιωτάτων ἐντολῶν ἀγαπή‐ σεσι καὶ ἱερουργίαις μόνως τευξόμεθα. «Τηρήσει» γάρ φησιν «ὁ ἀγαπῶν
20με τὸν λόγον μου, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.» Τίς οὖν ἐστιν ἀρχὴ τῆς
τῶν σεπτοτάτων ἐντολῶν ἱερουργίας, ἡ πρὸς τὴν τῶν ἄλλων ἱερολογιῶν68

69

καὶ ἱερουργιῶν ὑποδοχὴν ἐπιτηδειότατα μορφοῦσα τὰς ψυχικὰς ἡμῶν ἕξεις, ἡ πρὸς τὴν τῆς ὑπερουρανίας λήξεως ἀναγωγὴν ἡμῶν ὁδοποίησις; Ἡ τῆς ἱερᾶς καὶ θειοτάτης ἡμῶν ἀναγεννήσεως παράδοσις. Ὡς γὰρ ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών, ἡ κατὰ νοῦν μὲν ἐπὶ τὰ θεῖα πρωτίστη
5κίνησις ἡ ἀγάπησίς ἐστι τοῦ θεοῦ, τῆς δὲ ἱερᾶς ἀγαπήσεως ἡ πρὸς τὴν ἱερουργίαν τῶν θείων ἐντολῶν ἀρχικωτάτη πρόοδος ἡ τοῦ εἶναι θείως ἡμᾶς ἀρρητοτάτη δημιουργία. Εἰ γὰρ τὸ εἶναι θείως ἐστὶν ἡ θεία γέννησις, οὐ μή ποτέ τι γνοίη τῶν θεοπαραδότων οὔτε μὴν ἐνεργήσειεν ὁ μηδὲ τὸ ὑπάρχειν ἐνθέως ἐσχηκώς. Ἢ οὐχὶ καὶ ἡμῖν (ἀνθρωπίνως φαμὲν) ὑπάρξαι
10δεῖ πρῶτον, εἶτα ἐνεργῆσαι τὰ καθ’ ἡμᾶς ὡς τοῦ μηδαμῶς ὄντος οὐδὲ κίνησιν [ἀλλ’ οὐδὲ ὕπαρξιν] ἔχοντος, τοῦ δέ που ὄντος ἐκεῖνα μόνον ἐνεργοῦντος ἢ πάσχοντος ἐν οἷς εἶναι πέφυκεν; Ἀλλὰ τοῦτο μὲν ὡς οἶμαι σαφές. Ἑξῆς δὲ τὰ θεῖα τῆς θεογενεσίας ἐποπτεύσωμεν σύμβολα. Καί μοι
15μηδεὶς ἀτέλεστος ἐπὶ τὴν θέαν ἰέτω. Καὶ γὰρ οὐδὲ ταῖς ἡλιοτεύκτοις αὐγαῖς ἐν ἀσθενέσι κόραις ἀντωπεῖν ἀκίνδυνον οὐδὲ τοῖς ὑπὲρ ἡμᾶς ἐγχειρεῖν ἀβλαβές, εἴπερ ἀληθὴς ἡ κατὰ νόμον ἱεραρχία τὸν μὲν Ὀζίαν, ὅτι τοῖς ἱεροῖς ἐνεχείρησεν, ἀποστρεφομένη, τὸν Κορὲ δέ, ὅτι τοῖς ὑπὲρ
αὐτὸν ἱεροῖς, τὸν δὲ Ναδάβ, ὅτι τοῖς οἰκείοις ἀνιέρως ἀπεχρήσατο.69

70

(1t)

Μυστήριον φωτίσματος.
2 〈1〉 Ὁ μὲν ἱεράρχης ἑκάστοτε τῇ πρὸς θεὸν ἀφομοιώσει «πάντας ἀνθρώπους» ἐθέλων «σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» ἀνα‐ κηρύττει πᾶσι τὰ ὄντως εὐαγγέλια· θεὸν ἵλεω τοῖς ἐπὶ γῆς ἐξ οἰκείας
5ὄντα καὶ φυσικῆς ἀγαθότητος αὐτὸν ὡς ἡμᾶς ἀφικέσθαι διὰ φιλανθρωπίαν ἀξιώσαντα καὶ τῇ πρὸς αὐτὸν ἑνώσει δίκην πυρὸς ἀφομοιῶσαι τὰ ἑνω‐ θέντα κατὰ τὴν αὐτῶν πρὸς θέωσιν ἐπιτηδειότητα. «Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ’ ἐκ
10θεοῦ ἐγεννήθησαν.» 〈2〉 Ὁ δὲ τούτων ἀγαπήσας τῶν ὄντως ὑπερκοσμίων τὴν ἱερὰν μετουσίαν ἐλθὼν ἐπί τινα τῶν μεμυημένων πείθει μὲν αὐτὸν ἡγήσασθαι τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ, αὐτὸς δὲ ὁλικῶς ἐπακολουθήσειν ἐπαγγέλ‐ λεται τοῖς παραδοθησομένοις καὶ ἀξιοῖ τῆς τε προσαγωγῆς αὐτοῦ καὶ
15συμπάσης τῆς ἐπὶ τὸ ἑξῆς ζωῆς τὴν ἐπιστασίαν ἀναδέξασθαι. Τὸν δὲ τῆς μὲν ἐκείνου σωτηρίας ἱερῶς ἐρῶντα, πρὸς δὲ τὸ τοῦ πράγματος ὕψος ἀντιμετροῦντα τὸ ἀνθρώπινον φρίκη μὲν ἄφνω καὶ ἀμηχανία περιίσταται· τελευτῶν δὲ ὅμως ποιήσειν τὸ αἰτηθὲν ἀγαθοειδῶς ὡμολόγησε καὶ πα‐
ραλαβὼν αὐτὸν ἄγει πρὸς τὸν τῆς ἱεραρχίας ἐπώνυμον.70

71

〈3〉 Ὁ δὲ μετ’ εὐφροσύνης ὡς τὸ ἐπ’ ὤμων πρόβατον εἰσδεξάμενος τοῖν ἀνδροῖν ἐσέφθη μὲν πρῶτα διὰ νοερᾶς εὐχαριστίας καὶ σωματοειδοῦς προσκυνήσεως τὴν μίαν ἀγαθοεργέτιν ἀρχήν, ὑφ’ ἧς τὰ καλούμενα κα‐ λεῖται καὶ τὰ σωζόμενα σώζεται.
5 〈4〉 Εἶτα πᾶσαν ἱερὰν διακόσμησιν ἐπὶ συνεργίᾳ μὲν καὶ συνεορτάσει τῆς τἀνδρὸς σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας πληρώμασιν ἱερολογεῖ καὶ μετὰ τοῦτο τὴν ἱερὰν ἀσπασάμενος τράπεζαν πρὸς τὸν ἄνδρα παρόντα πρόεισι καὶ πυνθάνεται
10παρ’ αὐτοῦ τί βουλόμενος ἥκοι. 〈5〉 Τοῦ δὲ θεοφιλῶς αἰτιασαμένου κατὰ τὴν τοῦ ἀναδόχου παράδοσιν τὴν ἀθεότητα τὴν ἀγνωσίαν τοῦ ὄντως καλοῦ τὴν τῆς ἐνθέου ζωῆς ἀνενεργησίαν, ἀξιοῦντός τε διὰ τῆς ἱερᾶς αὐτοῦ μεσιτείας θεοῦ καὶ τῶν θείων τυχεῖν, μαρτύρεται μὲν αὐτῷ τὴν ὀφειλομένην ὁλικὴν γενέσθαι προσέλευσιν ὡς παντελείῳ καὶ ἀμώμῳ ὄντι
15θεῷ, καὶ τὴν ἔνθεον αὐτῷ πολιτείαν ὑφηγησάμενος καὶ προσερωτήσας, εἰ οὕτω πολιτεύσαιτο, μετὰ τὴν ὁμολογίαν ἐπιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὴν χεῖρα καὶ σφραγισάμενος ἀπογράψασθαι κελεύει τοῖς ἱερεῦσι τὸν ἄνδρα καὶ τὸν ἀνάδοχον. 〈6〉 Τῶν δὲ ἀπογραψαμένων εὐχὴν ἱερὰν ποιεῖται, καὶ ταύτην ἁπάσης
20αὐτῷ τῆς ἐκκλησίας συμπληρωσάσης ὑπολύει μὲν αὐτὸν καὶ ἀπαμφιέν‐71

72

νυσι διὰ τῶν λειτουργῶν. Εἶτα στήσας ἐπὶ δυσμαῖς προσέχοντα καὶ τὰς χεῖρας ἀπωθοῦντα πρὸς τὴν αὐτὴν ἀπεστραμμένας χώραν ἐμφυσῆσαι μὲν αὐτῷ τρὶς διακελεύεται τῷ Σατανᾷ καὶ προσέτι τὰ τῆς ἀποταγῆς ὁμολογῆσαι, καὶ τρὶς αὐτῷ τὴν ἀποταγὴν μαρτυρόμενος ὁμολογήσαντα
5τρὶς τοῦτο μετάγει πρὸς ἕω καὶ πρὸς οὐρανὸν ἀναβλέψαντα καὶ τὰς χεῖρας ἀνατείναντα κελεύει συντάξασθαι τῷ Χριστῷ καὶ πάσαις ταῖς θεοπαραδότοις ἱερολογίαις. 〈7〉 Τοῦ δὲ καὶ τοῦτο πεποιηκότος μαρτύ‐ ρεται πάλιν αὐτῷ τρὶς τὴν ὁμολογίαν, καὶ πάλιν αὐτοῦ τρὶς ὁμολογή‐ σαντος ἐπευξάμενος εὐλογεῖ καὶ χειροθετεῖ. Καὶ τελείως ἀπαμφιεσάντων
10αὐτὸν τῶν λειτουργῶν κομίζουσι μὲν οἱ ἱερεῖς τὸ τῆς χρίσεως ἅγιον ἔλαιον, ὁ δὲ τῆς χρίσεως διὰ τοῦ σφραγίσαι τρὶς ἀπαρξάμενος τὸ λοιπὸν τοῖς ἱερεῦσι τὸν ἄνδρα χρῖσαι πανσώμως παραδοὺς αὐτὸς ἐπὶ τὴν μητέρα τῆς υἱοθεσίας ἔρχεται καὶ τὸ ταύτης ὕδωρ ἱεραῖς ἐπικλήσεσι καθαγιάσας καὶ τρισὶ τοῦ παναγεστάτου μύρου σταυροειδέσι χύσεσι τελειώσας αὐτὸ
15καὶ ταῖς τοῦ μύρου πανιέροις ἐπιβολαῖς ἰσαρίθμως τὸ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα συνεπιφθεγξάμενος κελεύει τὸν ἄνδρα προσκομισθῆναι. Καί τινος ἱερέως ἐκ τῆς ἀπογραφῆς αὐτόν τε καὶ τὸν ἀνάδοχον ἀνακηρύξαντος ὁ μὲν ὑπὸ τῶν ἱερέων ἐπὶ τοῦ ὕδατος ἄγεται πρὸς τὴν τοῦ ἱεράρχου χεῖρα χειραγωγούμενος, ὁ δὲ ἱεράρχης
20ἄνωθεν ἑστηκὼς ἀναβοησάντων πάλιν ἐπὶ τοῦ ἱεράρχου κατὰ τὸ ὕδωρ
τὸ ὄνομα τοῦ τελουμένου τῶν ἱερέων, τρὶς μὲν αὐτὸν [ὁ ἱεράρχης]72

73

βαπτίζει ταῖς τρισὶ τοῦ τελουμένου καταδύσεσι καὶ ἀναδύσεσι τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν· καὶ παραλαβόν‐ τες αὐτὸν οἱ ἱερεῖς ἐγχειρίζουσι τῷ τῆς προσαγωγῆς ἀναδόχῳ τε καὶ ἡγεμόνι καὶ σὺν αὐτῷ περιβαλόντες ἐσθῆτα τῷ τελουμένῳ κατάλληλον
5ἐπὶ τὸν ἱεράρχην αὖθις ἄγουσιν. Ὁ δὲ τῷ θεουργικωτάτῳ μύρῳ τὸν ἄνδρα σφραγισάμενος μέτοχον ἀποφαίνει λοιπὸν τῆς ἱεροτελεστικωτάτης εὐχαριστίας. 〈8〉 Ταῦτα δὲ τελέσας ἀπὸ τῆς ἐπὶ τὰ δεύτερα προόδου πάλιν ἐπὶ τὴν τῶν πρώτων ἀνατείνεται θεωρίαν ὡς κατὰ μηδένα καιρὸν ἢ τρόπον ἐπ’ ἀλλοτρίῳ τινὶ παρὰ τὰ οἰκεῖα τρεπόμενος, ἀλλ’ ἀπὸ θείων
10εἰς θεῖα προσεχῶς καὶ ἀεὶ τῷ θεαρχικῷ πνεύματι μεταταττόμενος.
11tΘεωρία.
12 〈1〉 Αὕτη μὴν ὡς ἐν συμβόλοις ἡ τῆς ἱερᾶς τελετὴ θεογενεσίας οὐδὲν ἀπρεπὲς ἢ ἀνίερον οὐδὲ τῶν αἰσθητῶν ἔχουσα εἰκόνων, ἀλλ’ ἀξιοθέου θεωρίας αἰνίγματα φυσικοῖς καὶ ἀνθρωποπρεπέσιν ἐσόπτροις ἐνεικονι‐
15ζόμενα. Τί γὰρ ἂν φανείη διαμαρτάνουσα καὶ τοῦ θειοτέρου λόγου τῶν τελουμένων σεσιγημένου πειθοῖ καὶ θεορρημοσύνῃ τὴν τοῦ προσιόντος εὐζωΐαν ἱερῶς διαπραγματευομένη καὶ τὴν ἁπάσης ὁμοῦ κακίας δι’ ἐν‐ αρέτου καὶ θείας ζωῆς ἀποκάθαρσιν τῇ δι’ ὕδατος φυσικῇ καθάρσει σωματικώτερον αὐτῷ διαγγέλλουσα; Ταύτῃ δ’ οὖν, εἰ καὶ μηδέν τι
20θειότερον εἶχεν ἡ τῶν τελουμένων συμβολικὴ παράδοσις, οὐκ ἀνίερος ἦν
ὡς οἶμαι διδασκαλίαν μὲν εὐθέτου ζωῆς εἰσηγουμένη, τὴν παντελῆ δὲ τῆς73

74

ἐν κακίᾳ πολιτείας ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι’ ὕδατος αἰνισσομένη. 〈2〉 Ἀλλ’ ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγω‐ γικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ ἑνοειδῆ τῆς πληθύος ὡς θέμις ἀποδιαστέλλουσα καὶ συμμετροῦσα ταῖς κατὰ μέρος τάξεσι τὴν ἐναρ‐
5μόνιον ἀναγωγήν, ἡμεῖς δὲ ἀναβάσεσιν ἱεραῖς ἐπὶ τὰς τῶν τελουμένων ἀρχὰς ἀναβλέψαντες καὶ ταύτας ἱερῶς μυηθέντες ἐπιγνωσόμεθα, τίνων εἰσὶ χαρακτήρων τὰ ἐκτυπώματα καὶ τίνων ἀφανῶν αἱ εἰκόνες. Ἔστι γάρ, ὡς ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ σαφῶς διηγό‐ ρευται, τὰ μὲν αἰσθητῶς ἱερὰ τῶν νοητῶν ἀπεικονίσματα καὶ ἐπ’ αὐτὰ
10χειραγωγία καὶ ὁδός, τὰ δὲ νοητὰ τῶν κατ’ αἴσθησιν ἱεραρχικῶν ἀρχὴ καὶ ἐπιστήμη. 〈3〉 Λέγωμεν τοίνυν, ὡς ἔστιν ἡ τῆς θείας μακαριότητος ἀγαθότης ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα τὰς τοῦ οἰκείου φωτὸς ἀγαθοεργέτιδας ἀκτῖνας ἐπὶ πάσας ἀφθόνως ἁπλοῦσα τὰς νοερὰς ὄψεις.
15 Εἰτ’ οὖν ἀποσταίη τοῦ νοητοῦ φωτὸς ἡ τῶν νοερῶν αὐθαίρετος αὐτεξουσιότης κακίας ἔρωτι συμμύσασα τὰς φυσικῶς ἐνεσπαρμένας αὐτῇ πρὸς τὸ φωτίζεσθαι δυνάμεις, ἀπήρτηται τοῦ παρόντος αὐτῇ φωτὸς οὐκ ἀποστάντος ἀλλ’ ἐπιλάμποντος αὐτῇ μυωπαζούσῃ καὶ ἀποστρεφομένῃ προστρέχοντος ἀγαθοειδῶς· εἴτε τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ τοὺς
20ὅρους ὑπερπηδῆσαι καὶ πρὸς τὰς ὑπὲρ τὴν κατ’ αὐτὴν ὄψιν αὐγὰς ἀντωπῆσαι τολμηρῶς ἐπιχειρήσοι, τὸ μὲν φῶς ἐνεργήσει παρὰ τὰ φωτὸς οὐδέν, αὐτὴ δὲ τοῖς τελείοις ἀτελῶς ἐπιβάλλουσα τῶν μὲν ἀνοικείων οὐκ
ἂν ἐφίκοιτο, τοῦ μετρίου δὲ ἀκόσμως ὑπερφρονοῦσα δι’ ἑαυτὴν ἀποτεύ‐74

75

ξεται. Πλήν, ὅπερ ἔφην, ἀγαθουργικῶς ἀεὶ ταῖς νοεραῖς ὄψεσι τὸ θεῖον ἥπλωται φῶς ἔνεστί τε αὐταῖς ἀντιλαβέσθαι παρόντος αὐτοῦ καὶ ἀεὶ πρὸς θεοπρεπῆ τῶν οἰκείων μετάδοσιν ὄντος ἑτοιμοτάτου. Πρὸς ταύτην ὁ θεῖος ἱεράρχης ἀποτυποῦται τὴν μίμησιν τὰς φωτοειδεῖς αὐτοῦ τῆς
5ἐνθέου διδασκαλίας αὐγὰς ἀφθόνως ἐπὶ πάντας ἁπλῶν καὶ τὸν προσιόντα φωτίσαι θεομιμήτως ἑτοιμότατος ὢν οὐ φθόνῳ οὐδὲ ἀνιέρῳ τῆς προτέρας ἀποστασίας ἢ ἀμετρίας μήνιδι χρώμενος, ἀλλ’ ἐνθέως ἀεὶ τοῖς προσιοῦσι ταῖς αὐτοῦ φωταγωγίαις ἱεραρχικῶς ἐλλάμπων ἐν εὐκοσμίᾳ καὶ τάξει καὶ ἀναλογίᾳ τῆς ἑκάστου πρὸς τὰ ἱερὰ συμμετρίας.
10 〈4〉 Ἀλλ’ εἴπερ εὐταξίας ἐστὶν ἀρχὴ τὸ θεῖον ἱερᾶς, καθ’ ἣν ἑαυτῶν ἐπιγνώμονες οἱ ἱεροὶ νόες, ὁ πρὸς τὸ οἰκεῖον τῆς φύσεως ὁρατὸν ἀνα‐ τρέχων ἐν ἀρχῇ μέν, ὅστις ποτέ ἐστιν, αὐτὸς ὄψεται καὶ τοῦτο λήψεται πρῶτον ἐκ τῆς πρὸς τὸ φῶς ἀνανεύσεως ἱερὸν δῶρον. Ὁ δὲ τὰ οἰκεῖα καλῶς ἀπροσπαθέσιν ὀφθαλμοῖς ἐπισκοπήσας τῶν ἀλαμπῶν μὲν ἀπο‐
15φοιτήσει τῆς ἀγνωσίας μυχῶν, τῆς θεοῦ δὲ τελεωτάτης ἑνώσεως καὶ μεθέξεως ἀτελὴς ὢν αὐτὸς οὐκ αὐτόθεν ἐπιθυμήσει, κατὰ βραχὺ δὲ διὰ τῶν αὐτοῦ πρώτων ἐπὶ τὰ ἔτι πρότερα καὶ δι’ ἐκείνων ἐπὶ τὰ πρώτιστα καὶ τελειωθεὶς ἐπὶ τὴν ἀκρότητα τὴν θεαρχικὴν ἐν τάξει καὶ ἱερῶς ἀνα‐ χθήσεται. Ταύτης ἐστὶ τῆς εὐκόσμου καὶ ἱερᾶς τάξεως εἰκὼν ἡ τοῦ προσ‐
20ιόντος αἰδὼς καὶ τῶν καθ’ ἑαυτὸν ἐπιγνωμοσύνη τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ τὸν ἀνάδοχον ἔχουσα καθηγεμόνα. Τὸν δ’ οὕτως ἀναγόμενον ἡ θεία μακαριότης εἰς τὴν ἑαυτῆς μετουσίαν εἰσδέχεται καὶ τοῦ οἰκείου φωτὸς
ὥσπερ τινὸς αὐτῷ σημείου μεταδίδωσιν ἔνθεον ἀποτελοῦσα καὶ κοινωνὸν75

76

τῆς τῶν ἐνθέων ἀποκληρώσεως καὶ ἱερᾶς κατατάξεως, ὧν ἐστι σύμβολον ἱερὸν ἡ τοῦ ἱεράρχου τῷ προσιόντι δωρουμένη σφραγὶς καὶ τῶν ἱερέων ἡ σωτηριώδης ἀπογραφὴ τοῖς σωζομένοις αὐτὸν ἐγκαταλέγουσα καὶ μνημοσύνοις ἱεροῖς ἀνατιθεῖσα πρὸς αὐτῷ καὶ τὸν ἀνάδοχον, ὡς τῆς
5ζωοποιοῦ πρὸς ἀλήθειαν πορείας τὸν μὲν ἐραστὴν ἀληθῆ καὶ συνοπαδὸν ἡγεμόνος ἐνθέου, τὸν δὲ ἀπλανῆ ταῖς θεοπαραδότοις ἡγήσεσι τοῦ ἑπο‐ μένου χειραγωγόν. 〈5〉 Ἀλλ’ οὐκ ἔνεστι τῶν ἄκρως ἐναντίων ἅμα μετέχειν οὐδὲ τὸν κοινωνίαν τινὰ πρὸς τὸ ἓν ἐσχηκότα μεριστὰς ἔχειν ζωάς, εἰ τῆς τοῦ ἑνὸς
10ἀντέχεται βεβαίας μεθέξεως, ἀλλ’ ἄσχετον εἶναι καὶ ἀκατάτακτον ἐν πάσαις ταῖς τοῦ ἑνοειδοῦς διαιρέσεσιν. Ὅπερ ἡ τῶν συμβόλων παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ’ ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον ἵστησι πρὸς δυσμὰς ἀφορῶντα καὶ τῇ τῶν χειρῶν ἀπώσει
15τὰς τῆς ἀλαμποῦς κακίας ἀναινόμενον κοινωνίας καὶ τὴν ἐγγενομένην αὐτῷ τῆς ἀνομοιότητος ἕξιν ὥσπερ ἐκπνέοντα καὶ τὰς ὁλικὰς ὁμολογή‐ σαντα πρὸς τὸ τοῦ θεοειδοῦς ἐναντίον ἀποταγάς. Οὕτω παντελῶς ἄσ‐ χετον αὐτὸν καὶ ἀκοινώνητον γεγονότα πρὸς ἕω μετάγει τὴν ἐν τῷ θείῳ φωτὶ στάσιν τε καὶ ἀνάνευσιν ἔσεσθαι καθαρῶς ἐν τῇ παντελεῖ τῆς κακίας
20ἀποφοιτήσει διαγγέλλουσα καὶ τὰς ἱερὰς αὐτοῦ τῆς πρὸς τὸ ἓν ὁλικῆς συννεύσεως ὁμολογίας ἑνοειδοῦς γενομένου φιλαλήθως ἀποδεχομένη.
Ἀλλ’ ἔστι που δῆλον ὡς οἶμαι τοῖς τῶν ἱεραρχικῶν ἐπιστήμοσιν, ὅτι76

77

ταῖς διηνεκέσιν ἐν συντονίᾳ πρὸς τὸ ἓν ἀνατάσεσι καὶ ταῖς τῶν ἐναντίων ὁλικαῖς νεκρώσεσι καὶ ἀνυπαρξίαις τὸ ἀναλλοίωτον ἴσχει τὰ νοερὰ τῆς θεοειδοῦς ἕξεως. Οὐ γὰρ ἀναχωρῆσαι χρὴ μόνον ἀπὸ κακίας ἁπάσης, ἀλλὰ καὶ ἀρρενωπῶς ἀμάλθακτον εἶναι καὶ ἀφόβητον ἀεὶ πρὸς τὴν ἐπ’
5αὐτὴν ὀλέθριον ὕφεσιν οὐδὲ τοῦ ἱεροῦ τῆς ἀληθείας ἔρωτος ἐν καταλήξει ποτὲ γενέσθαι, προσεχῶς δὲ καὶ αἰωνίως ἐπ’ αὐτὴν ὅση δύναμις ἀνατεί‐ νεσθαι τὴν ἐπὶ τὰ τελεώτερα τῆς θεαρχίας ἀναγωγὴν ἱερῶς ἀεὶ δια‐ πραγματευόμενον. 〈6〉 Ὁρᾷς δὲ τὰς τούτων ἀκριβεῖς εἰκόνας ἐν τοῖς ἱεραρχικῶς τελουμένοις. Ὁ μὲν γὰρ θεοειδὴς ἱεράρχης ἀπάρχεται τῆς
10ἱερᾶς ἀλοιφῆς, οἱ δὲ ἱερεῖς ὑπ’ αὐτῷ τελοῦσι τὴν τῆς χρίσεως ἱερουργίαν ἐπὶ τοὺς ἱεροὺς ἐν τύπῳ τὸν τελούμενον ἀγῶνας ἐκκαλούμενοι, καθ’ οὓς ὑπ’ ἀθλοθέτῃ Χριστῷ γινόμενος, ἐπειδὴ ὡς θεός ἐστι τῆς ἀθλοθεσίας δημιουργός, ὡς σοφὸς δὲ τοὺς νόμους αὐτῆς τέθεικεν, εἰργάσατο δὲ ὡς καλὸς εὐπρεπῆ τοῖς νικῶσι τὰ ἔπαθλα, καὶ τὸ ἔτι θειότερον· ἐπείπερ ὡς
15ἀγαθὸς ἐν τοῖς ἀθληταῖς ἐγεγόνει μετ’ αὐτῶν ἱερῶς ὑπὲρ τῆς αὐτῶν ἐλευθερίας καὶ νίκης πρὸς τὸ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀγωνιζόμενος κράτος, τοῖς μὲν ἀγῶσιν ὡς θείοις ὁ τελούμενος ἐπιβήσεται χαίρων, ἐμμενεῖ δὲ ταῖς τοῦ σοφοῦ νομοθεσίαις καὶ κατ’ αὐτὰς ἀπαραβάτως ἀγωνιεῖται πρὸς τὴν τῶν καλῶν ἐπάθλων ἐλπίδα βεβαίως ἔχων ὑπ’ ἀγαθῷ τῆς
20ἀθλοθεσίας κυρίῳ καὶ ἡγεμόνι ταττόμενος, ἐπιβὰς δὲ τοῖς θείοις ἴχνεσι τοῦ ἀθλητῶν πρώτου δι’ ἀγαθότητα ταῖς θεομιμήτοις ἀθλήσεσι τὰς πρὸς θέωσιν ἐναντίας αὐτῷ καταπαλαίσας ἐνεργείας τε καὶ ὑπάρξεις συν‐ αποθνήσκει Χριστῷ μυστικῶς εἰπεῖν τῇ ἁμαρτίᾳ κατὰ τὸ βάπτισμα. 〈7〉 Καί μοι συνετῶς ἐννόει τὰ ἱερὰ μεθ’ ὅσης οἰκειότητος ἔχει τὰ
25σύμβολα. Καὶ γὰρ ἐπειδὴ θάνατός ἐστιν ἐφ’ ἡμῶν οὐ τῆς οὐσίας ἀν‐77

78

υπαρξία κατὰ τὸ δόξαν ἑτέροις ἀλλ’ ἡ τῶν ἡνωμένων διάκρισις εἰς τὸ ἡμῖν ἀφανὲς ἄγουσα τὴν ψυχὴν μὲν ὡς ἐν στερήσει σώματος ἀειδῆ γινομένην, τὸ σῶμα δὲ ὡς ἐν γῇ καλυπτόμενον ἢ καθ’ ἑτέραν τινὰ τῶν σωματοειδῶν ἀλλοιώσεων ἐκ τῆς κατ’ ἄνθρωπον ἰδέας ἀφανιζόμενον,
5οἰκείως ἡ δι’ ὕδατος ὁλικὴ κάλυψις εἰς τὴν τοῦ θανάτου καὶ τοῦ τῆς ταφῆς ἀειδοῦς εἰκόνα παρείληπται. Τὸν οὖν ἱερῶς βαπτιζόμενον ἡ συμ‐ βολικὴ διδασκαλία μυσταγωγεῖ ταῖς ἐν τῷ ὕδατι τρισὶ καταδύσεσι τὸν θεαρχικὸν τῆς τριημερονύκτου ταφῆς Ἰησοῦ τοῦ ζωοδότου μιμεῖσθαι θάνατον ὡς ἐφικτὸν ἀνδράσι τὸ θεομίμητον, ἐν ᾧ κατὰ τὴν τοῦ λογίου
10μυστηριώδη καὶ κρυφίαν παράδοσιν οὐδὲν εὕρηκεν ὁ τοῦ κόσμου ἄρχων. 〈8〉 Ἑξῆς δὲ φωτοειδεῖς ἐσθῆτας ἐπιβάλλουσι τῷ τελουμένῳ. Τῇ γὰρ ἀνδρικῇ καὶ θεοειδεῖ τῶν ἐναντίων ἀπαθείᾳ καὶ τῇ πρὸς τὸ ἓν ἐν συντονίᾳ συννεύσει τὸ ἄκοσμον κοσμεῖται καὶ τὸ ἀνείδεον εἰδοποιεῖται τῇ φωτοειδεῖ καθόλου ζωῇ λαμπρυνόμενον. Ἡ δὲ τοῦ μύρου τελειωτικὴ χρῖσις εὐώδη
15ποιεῖ τὸν τετελεσμένον. Ἡ γὰρ ἱερὰ τῆς θεογενεσίας τελείωσις ἑνοῖ τὰ τελεσθέντα τῷ θεαρχικῷ πνεύματι. Τὴν δὲ νοητῶς εὐωδοποιὸν καὶ τε‐ λεσιουργὸν ἐπιφοίτησιν ἀρρητοτάτην οὖσαν ἐπιγνῶναι νοερῶς παρίημι τοῖς ἠξιωμένοις τῆς κατὰ νοῦν τοῦ θείου πνεύματος ἱερᾶς καὶ θεουργοῦ κοινωνίας. Ἐν τέλει δὲ πάντων ὁ ἱεράρχης ἐπὶ τὴν ἱερωτάτην εὐχαριστίαν
20καλεῖ τὸν τετελεσμένον καὶ τῆς τῶν τελεστικῶν μυστηρίων αὐτῷ μετα‐
δίδωσι κοινωνίας.78

79

(1t)

〈III.〉
1 Ἀλλ’ εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶν καθηγεμόνα τελετῶν τελετὴ καὶ χρὴ πρὸ τῶν ἄλλων αὐτὴν ἱερογραφικῶς ἐκθέμενον ἐκ τῆς ἐνθέου κατὰ τὰ λόγια καὶ ἱεραρχικῆς
5ἐπιστήμης ἐπὶ τὴν ἱερὰν αὐτῆς ἀναχθῆναι τῷ θεαρχικῷ πνεύματι θεω‐ ρίαν. Καὶ πρῶτόν γε τοῦτο ἱερῶς ἐποπτεύσωμεν, ὅτου δὴ ἕνεκα τὸ κοινὸν καὶ ταῖς ἄλλαις ἱεραρχικαῖς τελεταῖς ἐκκρίτως αὐτῇ παρὰ τὰς λοιπὰς ἀνατέθειται καὶ ἑνιαίως ἀνηγόρευται κοινωνία τε καὶ σύναξις ἑκάστης
10ἱεροτελεστικῆς πραγματείας καὶ τὰς μεριστὰς ἡμῶν ζωὰς εἰς ἑνοειδῆ θέωσιν συναγούσης καὶ τῇ τῶν διαιρετῶν θεοειδεῖ συμπτύξει τὴν πρὸς τὸ ἓν κοινωνίαν καὶ ἕνωσιν δωρουμένης. Φαμὲν δέ, ὅτι ταῖς τῶν ἄλλων ἱεραρχικῶν συμβόλων μεθέξεσιν ἡ τελείωσις ἐκ τῶν ταύτης θεαρχικῶν καὶ τελειωτικῶν ἔνεστι δωρεῶν. Οὐ γὰρ ἔνεστιν σχεδόν τινα τελεσθῆναι
15τελετὴν ἱεραρχικὴν μὴ τῆς θειοτάτης εὐχαριστίας ἐν κεφαλαίῳ τῶν καθ’ ἕκαστα τελουμένων τὴν ἐπὶ τὸ ἓν τοῦ τελεσθέντος ἱερουργούσης συν‐ αγωγὴν καὶ τῇ θεοπαραδότῳ δωρεᾷ τῶν τελειωτικῶν μυστηρίων τελε‐ σιουργούσης αὐτοῦ τὴν πρὸς θεὸν κοινωνίαν. Εἰ τοίνυν ἑκάστη τῶν ἱεραρχικῶν τελετῶν ἀτελὴς μὲν οὖσα τὴν πρὸς τὸ ἓν ἡμῶν κοινωνίαν καὶ
20σύναξιν οὐ τελεσιουργήσει καὶ τὸ εἶναι τελετὴ διὰ τὸ ἀτέλεστον ἀφῃρη‐ μένη, τὸ δὲ τέλος ἁπάσῃ καὶ τὸ κεφάλαιον ἡ τῶν θεαρχικῶν μυστηρίων τῷ τελουμένῳ μετάδοσις, εἰκότως ἡ ἱεραρχικὴ σύνεσις ἐπωνυμίαν αὐτῇ κυρίαν ἐκ τῆς τῶν πραγμάτων ἀληθείας ἐφεῦρεν. Οὕτω δὴ καὶ τὴν ἱερὰν τῆς θεογενεσίας τελετήν, ἐπειδὴ πρώτου φωτὸς μεταδίδωσι καὶ πασῶν
25ἐστιν ἀρχὴ τῶν θείων φωταγωγιῶν, ἐκ τοῦ τελουμένου τὴν ἀληθῆ τοῦ79

80

φωτίσματος ἐπωνυμίαν ὑμνοῦμεν. Εἰ γὰρ καὶ πᾶσι κοινὸν τοῖς ἱεραρχικοῖς τὸ φωτὸς ἱεροῦ μεταδιδόναι τοῖς τελουμένοις, ἀλλ’ αὕτη τὸ πρώτως ἰδεῖν ἐδωρήσατό μοι καὶ διὰ τοῦ ταύτης ἀρχικωτάτου φωτὸς πρὸς τὴν τῶν ἄλλων ἱερῶν ἐποψίαν φωταγωγοῦμαι. Ταῦτα δὲ εἰπόντες ἀνασκεψώμεθα
5καὶ κατίδωμεν ἱεραρχικῶς τὴν καθ’ ἕκαστον ἀκριβῆ τῆς ἁγιωτάτης τε‐ λετῆς ἱερουργίαν καὶ θεωρίαν.
7tΜυστήριον συνάξεως εἴτ’ οὖν κοινωνίας.
8 Ὁ μὲν ἱεράρχης εὐχὴν ἱερὰν ἐπὶ τοῦ θείου θυσιαστηρίου τελέσας, ἐξ αὐτοῦ τοῦ θυμιᾶν ἀρξάμενος ἐπὶ πᾶσαν ἔρχεται τὴν τοῦ ἱεροῦ χώρου
10περιοχήν· ἀναλύσας δὲ πάλιν ἐπὶ τὸ θεῖον θυσιαστήριον ἀπάρχεται τῆς ἱερᾶς τῶν ψαλμῶν μελῳδίας συνᾳδούσης αὐτῷ τὴν ψαλμικὴν ἱερολογίαν ἁπάσης τῆς ἐκκλησιαστικῆς διακοσμήσεως. Ἑξῆς δὲ διὰ τῶν λειτουργῶν ἡ τῶν ἁγιογράφων δέλτων ἀνάγνωσις ἀκολούθως γίνεται, καὶ μετὰ ταύτας ἔξω γίνονται τῆς ἱερᾶς περιοχῆς οἱ κατηχούμενοι καὶ πρὸς αὐτοῖς
15οἱ ἐνεργούμενοι καὶ οἱ ἐν μετανοίᾳ ὄντες, μένουσι δὲ οἱ τῆς τῶν θείων ἐποψίας καὶ κοινωνίας ἄξιοι. Τῶν λειτουργῶν δὲ οἱ μὲν ἑστᾶσι παρὰ τὰς τοῦ ἱεροῦ πύλας συγκεκλεισμένας, οἱ δὲ ἄλλο τι τῶν τῆς οἰκείας τάξεως ἐνεργοῦσιν, οἱ δὲ τῆς λειτουργικῆς διακοσμήσεως ἔκκριτοι σὺν τοῖς ἱερεῦ‐ σιν ἐπὶ τοῦ θείου θυσιαστηρίου προτιθέασι τὸν ἱερὸν ἄρτον καὶ «Τὸ τῆς
20εὐλογίας ποτήριον» προομολογηθείσης ὑπὸ παντὸς τοῦ τῆς ἐκκλησίας
πληρώματος τῆς καθολικῆς ὑμνολογίας. Πρὸς οἷς ὁ θεῖος ἱεράρχης εὐχὴν80

81

ἱερὰν τελεῖ καὶ τὴν ἁγίαν εἰρήνην ἅπασι διαγγέλλει, καὶ ἀσπασαμένων ἀλλήλους ἁπάντων ἡ μυστικὴ τῶν ἱερῶν πτυχῶν ἀνάρρησις ἐπιτελεῖται· καὶ νιψαμένων τὰς χεῖρας ὕδατι τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ὁ μὲν ἱεράρχης ἐν μέσῳ τοῦ θείου θυσιαστηρίου καθίσταται, περιεστᾶσι δὲ
5μόνοι μετὰ τῶν ἱερέων οἱ τῶν λειτουργῶν ἔκκριτοι. Καὶ τὰς ἱερὰς θεουρ‐ γίας ὁ ἱεράρχης ὑμνήσας ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ’ ὄψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων συμβόλων, καὶ τὰς δωρεὰς τῶν θεουργιῶν ὑποδείξας εἰς κοινωνίαν αὐτῶν ἱερὰν αὐτός τε ἔρχεται καὶ τοὺς ἄλλους προτρέπεται. Μετασχὼν δὲ καὶ μεταδοὺς τῆς θεαρχικῆς
10κοινωνίας εἰς εὐχαριστίαν ἱερὰν καταλήγει τῶν πολλῶν μὲν εἰς μόνα τὰ θεῖα σύμβολα παρακυψάντων, αὐτοῦ δὲ ἀεὶ τῷ θεαρχικῷ πνεύματι πρὸς τὰς ἁγίας τῶν τελουμένων ἀρχὰς ἐν μακαρίοις καὶ νοητοῖς θεάμασιν ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου.
14tΘεωρία.
15 〈1〉 Δεῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν ἀρχετύπων ἀλήθειαν ἐκεῖνο τοῖς ἔτι τελειουμένοις εἰς ἐναρμόνιον αὐτῶν ψυχαγωγίαν εἰπών, ὡς οὐδὲ τῶν συμβόλων ἡ ποικίλη καὶ ἱερὰ σύνθεσις ἀνόνητος αὐτοῖς ὑπάρχει καὶ μέχρι τῶν ἐκτὸς φαινομένη μόνον. Αἱ μὲν γὰρ ἱερώταται τῶν λογίων ᾠδαὶ καὶ ἀναγνώσεις διδα‐
20σκαλίαν αὐτοῖς ἐναρέτου ζωῆς ὑφηγοῦνται καὶ πρό γε τούτου τὴν παντελῆ τῆς φθοροποιοῦ κακίας ἀποκάθαρσιν, ἡ δὲ θειοτάτη τοῦ ἑνὸς καὶ ταὐτοῦ καὶ ἄρτου καὶ ποτηρίου κοινὴ καὶ εἰρηναία μετάδοσις ὁμο‐ τροπίαν αὐτοῖς ἔνθεον ὡς ὁμοτρόφοις νομοθετεῖ καὶ τοῦ θειοτάτου δείπ‐
νου καὶ ἀρχισυμβόλου τῶν τελουμένων εἰς μνήμην ἱερὰν ἄγει, καθ’ ὃ καὶ81

82

αὐτὸς ὁ τῶν συμβόλων δημιουργὸς ἀποκληροῖ δικαιότατα τὸν οὐχ ὁσίως αὐτῷ καὶ ὁμοτρόπως τὰ ἱερὰ συνδειπνήσαντα διδάσκων εὐαγῶς τε ἅμα καὶ θεοπρεπῶς, ὡς ἡ καθ’ ἕξιν ἀληθὴς ἐπὶ τὰ θεῖα προσέλευσις τὴν πρὸς τὸ ὅμοιον αὐτῶν κοινωνίαν τοῖς προσιοῦσι χαρίζεται.
5 〈2〉 Ταῦτα μὲν οὖν ὡς ἔφην ἐπὶ τὰ τῶν ἀδύτων προπύλαια καλῶς διαγεγραμμένα τοῖς ἀτελέσιν ἔτι πρὸς θεωρίαν αὐτάρκη καταλιπόντες εἰσέλθωμεν ἀπὸ τῶν αἰτιατῶν εἰς τὰ αἴτια κατὰ τὴν ἱερὰν ἡμῶν σύναξιν, καὶ τὴν εὐπρεπῆ τῶν νοητῶν Ἰησοῦ φωταγωγοῦντος ὀψόμεθα θεωρίαν τὸ μακάριον ἀποστίλβουσαν ἐμφανῶς τῶν ἀρχετύπων κάλλος. Ἀλλ’ ὦ
10θειοτάτη καὶ ἱερὰ τελετή, τὰ περικείμενά σοι συμβολικῶς ἀμφιέσματα τῶν αἰνιγμάτων ἀποκαλυψαμένη τηλαυγῶς ἡμῖν ἀναδείχθητι καὶ τὰς νοερὰς ἡμῶν ὄψεις ἑνιαίου καὶ ἀπερικαλύπτου φωτὸς ἀποπλήρωσον. 〈3〉 Δεῖ δὴ οὖν ἡμᾶς (ἐντὸς γὰρ εἶναι τῶν πανιέρων οἴομαι) τὸ νοητὸν τοῦ πρώτου τῶν ἀγαλμάτων ἀπογυμνώσαντας εἰς τὸ θεοειδὲς αὐτοῦ
15κάλλος ἐνατενίσαι καὶ τὸν ἱεράρχην ἐνθέως ἰδεῖν ἀπὸ τοῦ θείου θυσιαστη‐ ρίου μέχρι τῶν ἐσχάτων τοῦ ἱεροῦ μετ’ εὐοσμίας ἰόντα καὶ πάλιν ἐπ’ αὐτῷ τελειωτικῶς ἀποκαθιστάμενον. Ἥ τε γὰρ ὑπὲρ πάντα θεαρχικὴ μακαριότης, εἰ καὶ ἀγαθότητι θείᾳ πρόεισιν εἰς τὴν τῶν μετεχόντων αὐτῆς ἱερῶν κοινωνίαν, ἀλλ’ οὐκ ἔξω τῆς κατ’ οὐσίαν ἀκινήτου στάσεως
20καὶ ἱδρύσεως γίνεται, πᾶσι δὲ τοῖς θεοειδέσιν ἀναλόγως ἐλλάμπει περὶ ἑαυτὴν ὄντως οὖσα καὶ τῆς οἰκείας ὅλως οὐ παρακινουμένη ταὐτότητος. Ὡσαύτως ἡ θεία τῆς συνάξεως τελετή, κἂν ἑνιαίαν καὶ ἁπλῆν ἔχουσα καὶ
συνεπτυγμένην ἀρχὴν εἰς τὴν ἱερὰν ποικιλίαν τῶν συμβόλων φιλαν‐82

83

θρώπως πληθύνηται καὶ μέχρι πάσης χωρῇ τῆς ἱεραρχικῆς εἰκονογρα‐ φίας, ἀλλ’ ἑνοειδῶς ἐκ τούτων αὖθις εἰς τὴν οἰκείαν μονάδα συνάγεται καὶ ἑνοποιεῖ τοὺς ἐπ’ αὐτὴν ἱερῶς ἀναγομένους. Κατὰ τὸν αὐτὸν δὴ θεοειδῆ τρόπον ὁ θεῖος ἱεράρχης, εἰ καὶ τὴν ἑνιαίαν αὐτοῦ τῆς ἱεραρχίας
5ἐπιστήμην ἀγαθοειδῶς εἰς τοὺς ὑποβεβηκότας κατάγει τοῖς τῶν ἱερῶν αἰνιγμάτων πλήθεσι χρώμενος, ἀλλ’ αὖθις ὡς ἀπόλυτος καὶ τοῖς ἥττοσιν ἀκατάσχετος εἰς τὴν οἰκείαν ἀρχὴν ἀμειώτως ἀποκαθίσταται καὶ τὴν εἰς τὸ ἓν ἑαυτοῦ νοερὰν ποιησάμενος εἴσοδον ὁρᾷ καθαρῶς τοὺς τῶν τελου‐ μένων ἑνοειδεῖς λόγους τῆς ἐπὶ τὰ δεύτερα φιλανθρώπου προόδου τὸ
10πέρας τὴν εἰς τὰ πρῶτα θειοτέραν ἐπιστροφὴν ποιούμενος. 〈4〉 Ἡ δὲ τῶν ψαλμῶν ἱερολογία συνουσιωμένη πᾶσι σχεδὸν τοῖς ἱεραρχικοῖς μυστηρίοις οὐκ ἤμελλεν ἀπηρτῆσθαι τοῦ πάντων ἱεραρχικω‐ τάτου. Πᾶσα μὲν γὰρ ἱερὰ καὶ ἁγιόγραφος δέλτος ἢ τὴν ἐκ θεοῦ τῶν ὄντων γενητὴν ὕπαρξίν τε καὶ διακόσμησιν ἢ τὴν νομικὴν ἱεραρχίαν καὶ
15πολιτείαν ἢ τῶν τοῦ θείου λαοῦ κληροδοσιῶν διανεμήσεις καὶ κατασχέ‐ σεις ἢ κριτῶν ἱερῶν ἢ βασιλέων σοφῶν ἢ ἱερέων ἐνθέων σύνεσιν ἢ παλαιῶν ἀνδρῶν ἐν ποικιλίᾳ καὶ πλήθει τῶν ἀνιώντων ἀκατάσειστον ἐν καρτερίᾳ φιλοσοφίαν ἢ τῶν πρακτέων σοφὰς ὑποθήκας ἢ θείων ἐρώτων ᾄσματα καὶ ἐνθέους εἰκόνας ἢ τῶν ἐσομένων τὰς ὑποφητικὰς προαναρρή‐
20σεις ἢ τὰς ἀνδρικὰς Ἰησοῦ θεουργίας ἢ τὰς τῶν αὐτοῦ μαθητῶν θεοπα‐ ραδότους καὶ θεομιμήτους πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν
ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς θέωσιν ἐπιτηδείοις ὑφηγήσατο83

84

καὶ ταῖς ἱεραῖς τῶν τελετῶν καὶ θεοειδέσιν ἀναγωγαῖς συνερρίζωσεν, ἡ δὲ τῶν θείων ᾠδῶν ἱερογραφία σκοπὸν ἔχουσα τὰς θεολογίας τε καὶ θεουργίας ἁπάσας ὑμνῆσαι καὶ τὰς τῶν θείων ἀνδρῶν ἱερολογίας τε καὶ ἱερουργίας αἰνέσαι καθολικὴν ποιεῖται τῶν θείων ᾠδὴν καὶ ἀφήγησιν
5πρὸς πάσης ἱεραρχικῆς τελετῆς ὑποδοχὴν καὶ μετάδοσιν ἕξιν οἰκείαν ἐμποιοῦσα τοῖς ἐνθέως αὐτὴν ἱερολογοῦσιν. 〈5〉 Ὅταν οὖν ἡ περιεκτικὴ τῶν πανιέρων ὑμνολογία τὰς ψυχικὰς ἡμῶν ἕξεις ἐναρμονίως διαθῇ πρὸς τὰ μικρὸν ὕστερον ἱερουργηθησόμενα καὶ τῇ τῶν θείων ᾠδῶν ὁμοφωνίᾳ τὴν πρὸς τὰ θεῖα καὶ ἑαυτοὺς καὶ
10ἀλλήλους ὁμοφροσύνην ὡς μιᾷ καὶ ὁμολόγῳ τῶν ἱερῶν χορείᾳ νομο‐ θετήσῃ, τὰ συντετμημένα καὶ συνεσκιασμένα μᾶλλον ἐν τῇ νοερᾷ τῶν ψαλμῶν ἱερολογίᾳ διὰ πλειόνων καὶ σαφεστέρων εἰκόνων καὶ ἀναρ‐ ρήσεων εὐρύνεται ταῖς ἱερωτάταις τῶν ἁγιογράφων συντάξεων ἀνα‐ γνώσεσιν. Ἐν ταύταις ὁ βλέπων ἱερῶς ὄψεται τὴν ἑνοειδῆ καὶ μίαν
15ἔμπνευσιν ὡς ὑφ’ ἑνὸς τοῦ θεαρχικοῦ πνεύματος κεκινημένην. Ὅθεν εἰ‐ κότως ἐν κόσμῳ μετὰ τὴν ἀρχαιοτέραν παράδοσιν ἡ καινὴ διαθήκη κηρύσσεται τῆς ἐνθέου καὶ ἱεραρχικῆς τάξεως ἐκεῖνο οἶμαι δηλούσης, ὡς ἡ μὲν ἔφη τὰς ἐσομένας Ἰησοῦ θεουργίας ἡ δὲ ἐτέλεσε, καὶ ὡς ἐκείνη μὲν ἐν εἰκόσι τὴν ἀλήθειαν ἔγραψεν, αὕτη δὲ παροῦσαν ὑπέδειξεν. Τῶν γὰρ
20ἐκείνης προαναρρήσεων ἡ κατὰ ταύτην τελεσιουργία τὴν ἀλήθειαν ἐπιστώσατο, καὶ ἔστι τῆς θεολογίας ἡ θεουργία συγκεφαλαίωσις. 〈6〉 Τούτων οἱ μὲν ἀπερισάλπιγκτοι καθόλου τῶν ἱερῶν τελετῶν οὐδὲ τὰς εἰκόνας ὁρῶσιν ἀναιδῶς ἀπειπάμενοι τὴν σωτηριώδη τῆς θεογενεσίας μύησιν καὶ τοῖς λογίοις ὀλεθρίως ἀντιφθεγξάμενοι τὸ «Ὁδούς σου εἰδέναι
25οὐ βούλομαι»· τοὺς δὲ κατηχουμένους ἐνεργουμένους τε καὶ τοὺς ἐν
μετανοίᾳ ὄντας ὁ τῆς ἁγίας ἱεραρχίας θεσμὸς ἐφίησι μὲν ἐπακοῦσαι τῆς84

85

ψαλμικῆς ἱερολογίας καὶ τῆς ἐνθέου τῶν πανιέρων γραφῶν ἀναγνώσεως, εἰς δὲ τὰς ἑξῆς ἱερουργίας καὶ θεωρίας οὐ συγκαλεῖται τούτους, ἀλλὰ τοὺς τελείους τῶν τελεσιουργῶν ὀφθαλμούς. Ἔστι γὰρ ἡ θεοειδὴς ἱεραρ‐ χία δικαιοσύνης ἱερᾶς ἀνάπλεως καὶ τὸ κατ’ ἀξίαν ἑκάστῳ σωτηρίως
5ἀπονέμει, τὴν ἐναρμόνιον ἑκάστου τῶν θείων μέθεξιν ἐν συμμετρίᾳ καὶ ἀναλογίᾳ κατὰ καιρὸν ἱερῶς δωρουμένη. Ἡ μὲν οὖν ἐσχάτη τοῖς κατη‐ χουμένοις ἀπονενέμηται τάξις. Εἰσὶ γὰρ ἀμέθεκτοι καὶ ἀμύητοι παντὸς ἱεραρχικοῦ τελεστηρίου μηδὲ τὴν κατὰ θείαν ἀπότεξιν ἔνθεον ἐσχηκότες ὕπαρξιν, ἀλλ’ ἔτι πρὸς τῶν πατρικῶν λογίων μαιευόμενοι καὶ ζωοποιοῖς
10μορφώμασι διαπλαττόμενοι πρὸς τὴν ἐκ θεογενεσίας ἀρχίζωον καὶ ἀρ‐ χίφωτον καὶ μακαρίαν προαγωγήν. Ὥσπερ οὖν εἰ ἀτέλεστα καὶ ἀμόρφωτα προεκπέσοι τὰ κατὰ σάρκα βρέφη τῆς οἰκείας μαιεύσεως, ὡς ἀμβλωθρίδια καὶ ἐκτρώματα τὴν ἀγέννητον καὶ ἄζωον καὶ ἀφώτιστον ἐπὶ γῆς ἀπόπτωσιν ἕξει καὶ οὐκ ἄν τις εὐφρονῶν εἴποι πρὸς τὸ φαινόμενον
15ἀποσκοπῶν ἐπὶ τὸ φῶς αὐτὰ προαχθῆναι τοῦ κατὰ γαστέρα σκότους ἀπαλλαγέντα (φαίη γὰρ ἂν ἡ τῶν σωμάτων ἐπιστημονικὴ πρόστασις ἰατρικὴ τὸ φῶς ἐνεργεῖν εἰς τὰ δεκτικὰ τοῦ φωτός), οὕτω καὶ τῶν ἱερῶν ἡ πάνσοφος ἐπιστήμη πρῶτα μὲν αὐτοὺς τῇ τῶν μορφωτικῶν καὶ ζωο‐ ποιῶν λογίων εἰσαγωγικῇ τροφῇ μαιεύεται, τελεσφορήσασα δὲ τὴν πρὸς
20θεογενεσίαν αὐτῶν ὑπόστασιν ἐνδίδωσι σωτηρίως αὐτοῖς ἐν τάξει τὴν πρὸς τὰ φωτοειδῆ καὶ τελεσιουργὰ κοινωνίαν. Νῦν δὲ ὡς ἀτελέστων ἀποδιαστέλλει τὰ τέλεια τῆς τε εὐκοσμίας τῶν ἱερῶν προμηθουμένη καὶ
τῆς τῶν κατηχουμένων ἐν θεοειδεῖ τῶν ἱεραρχικῶν τάξει μαιεύσεως καὶ85

86

ζωῆς. 〈7〉 Ἡ δὲ τῶν ἐνεργουμένων πληθὺς ἀνίερος μὲν καὶ αὐτή, δευτέρα δὲ πρὸς τὸ ἄνω τῆς τῶν κατηχουμένων ἐστὶν ἐσχατιᾶς. Οὐδὲ γὰρ ἴσον ὡς οἶμαι τοῦ παντελῶς ἀμυήτου καὶ τῶν θείων τελετῶν ἄκρως ἀκοινωνή‐ του τὸ μετουσίαν τινὰ τῶν ἱερωτάτων ἐσχηκὸς τελεστηρίων, ἔτι δὲ ταῖς
5ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Εἰ γάρ ἐστιν ἀληθές, ὡς ὁ καθόλου θεῖος ἀνὴρ ὁ τῶν θείων ἄξιος κοινωνὸς ὁ πρὸς τὸ τοῦ κατ’ αὐτὸν θεοειδοῦς ἄκρον ἐν παντελέσι καὶ τελειωτικαῖς θεώσεσιν ἀνηγμένος οὐδὲ τὰ σαρκὸς ἐνεργήσει παρὰ τὰ κατὰ φύσιν
10ἀναγκαιότατα καὶ τοῦτο εἰ τύχοι παρέργως, ναὸς δὲ ἅμα καὶ ὀπαδὸς ἐν τῇ κατ’ αὐτὸν ἀκροτάτῃ θεώσει τοῦ θεαρχικοῦ πνεύματος ἔσται τῷ ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύων, οὐκ ἂν ὁ τοιοῦτός ποτε πρὸς τῶν ἐναντίων ἐνεργηθείη φαντασιῶν ἢ δειμάτων, γελάσεται δὲ αὐτὰ καὶ προσιόντα καταπαλαίσει καὶ ἐκδιώξεται καὶ δράσει μᾶλλον ἢ πείσεται καὶ πρὸς τῷ
15τῆς οἰκείας ἕξεως ἀπαθεῖ καὶ ἀνενδότῳ καὶ ἑτέροις ἰατρὸς ὀφθήσεται τῶν τοιούτων ἐνεργημάτων. Οἶμαι δὲ ἐγὼ πρὸς τούτῳ, μᾶλλον δὲ οἶδα σαφῶς, ὡς ἡ τῶν ἱεραρχικῶν ἀμιγεστάτη διάκρισις πρὸ τούτων οἶδεν ἐνεργουμένους ἐναγεστάτην ἐνέργειαν, ὅσοι τῆς θεοειδοῦς ἀποστάντες ζωῆς ὁμόφρονές τε καὶ ὁμότροποι τοῖς ὀλεθρίοις γίνονται δαίμοσι τὰ μὲν
20ὄντως ὄντα καὶ ἀθανάτως κτητὰ καὶ αἰωνίως ἡδέα δι’ ἐσχάτην καὶ ἑαυτοῖς ὀλέθριον ἀνοησίαν ἀποστρεφόμενοι, τὴν πρόσυλον δὲ καὶ πολυπαθε‐ στάτην ἀλλοίωσιν καὶ τὰς ὀλλυμένας καὶ φθοροποιοὺς ἡδονὰς καὶ τὴν ἀβέβαιον ἐν τοῖς ἀλλοτρίοις οὐκ οὖσαν ἀλλὰ δοκοῦσαν εὐπάθειαν ἐπι‐
θυμοῦντες καὶ ἐνεργοῦντες. Πρῶτοι δ’ οὖν οὗτοι καὶ κυριώτερον ἐκείνων86

87

ὑπὸ τῆς τοῦ λειτουργοῦ διακριτικῆς φωνῆς ἀφοριζέσθωσαν. Οὐ γὰρ θεμιτὸν αὐτοῖς ἑτέρου τινὸς ἱεροῦ μετασχεῖν ἢ τῆς τῶν λογίων ἐπιστρε‐ πτικῆς ἐπὶ τὰ κρείττω διδασκαλίας. Εἰ γὰρ ἡ τῶν θείων ὑπερκόσμιος ἱερουργία καὶ τοὺς ἐν μετανοίᾳ καίτοι πρὸς αὐτὴν ἤδη γεγονότας ἀπο‐
5κρύπτεται τὸ μὴ παντελῶς ἱερώτατον οὐ προσιεμένη, προσφωνεῖ δὲ καὶ τοῦτο πανάγνως ὅτι «Καὶ τοῖς κατά τι πρὸς τὸ τοῦ θεοειδοῦς ἄκρον ἀτελῶς ἐξασθενοῦσιν ἀθέατός εἰμι καὶ ἀκοινώνητος» (ἀποσοβεῖ γὰρ ἡ κατὰ πᾶν ἀμιγεστάτη φωνὴ καὶ τοὺς μὴ δυναμένους συνδεθῆναι τοῖς τῶν θειοτάτων ἀξίως κοινωνοῖς), πολλῷ γε μᾶλλον ἡ τῶν ἐμπαθῶς
10ἐνεργουμένων πληθὺς ἀνίερος ἔσται καὶ πάσης ἀλλοτρία τῆς τῶν ἱερῶν ἐποψίας καὶ κοινωνίας. Ἐπεὶ δὲ τοῦ θείου γεγόνασιν ἔξω ναοῦ καὶ τῆς ὑπερκειμένης αὐτοὺς ἱερουργίας οἱ τῶν τελετῶν ἀμύητοι καὶ ἀτέλεστοι καὶ πρὸς αὐτοῖς οἱ τῆς ἱερᾶς ἀποστάται ζωῆς ἑπομένως τε τούτοις οἱ πρὸς τὰ τῶν ἐναντίων
15δείματά τε καὶ φάσματα δι’ ἀνανδρίαν εὐπαθεῖς ὡς οὐκ ἀφικόμενοι διὰ τῆς πρὸς τὰ θεῖα συντόνου καὶ ἀνενδότου συννεύσεως ἐπὶ τὸ τῆς θεοειδοῦς ἕξεως ἀκίνητον καὶ δραστήριον, εἶτα πρὸς αὐτοῖς οἱ τῆς ἐναντίας μὲν ἀποστάντες ζωῆς, οὔπω δὲ καὶ τῶν φαντασιῶν αὐτῆς ἕξει καὶ ἔρωτι θείῳ καὶ ἀμιγεῖ καθαρθέντες καὶ μετ’ αὐτοὺς οἱ μὴ καθάπαξ ἑνοειδεῖς καὶ νομικῶς
20εἰπεῖν ἄμωμοι καὶ ἀλώβητοι παντελῶς, τότε οἱ πανίεροι τῶν πανιέρων ἱερουργοὶ καὶ φιλοθεάμονες τὴν ἁγιωτάτην τελετὴν ἁγιοπρεπῶς ἐπο‐ πτεύοντες ὑμνοῦσιν ὑμνολογίᾳ καθολικῇ τὴν ἀγαθουργὸν καὶ ἀγαθο‐ δότιν ἀρχήν, ὑφ’ ἧς αἱ σωτηριώδεις ἡμῖν ἀνεδείχθησαν τελεταὶ τὴν ἱερὰν τῶν τελουμένων θέωσιν ἱερουργοῦσαι. Τὸν ὕμνον δὲ τοῦτον οἱ μὲν ὁμο‐
25λογίαν καλοῦσιν, οἱ δὲ τῆς θρησκείας τὸ σύμβολον, ἄλλοι δὲ ὡς οἶμαι
θειότερον ἱεραρχικὴν εὐχαριστίαν ὡς περιεκτικὴν τῶν εἰς ἡμᾶς θεόθεν87

88

ἀφικομένων ἱερῶν δώρων. Δοκεῖ γάρ μοι τῶν ὑμνουμένων ἁπασῶν θε‐ ουργιῶν ἡ πραγματεία περὶ ἡμᾶς γεγονέναι τὴν μὲν οὐσίαν ἡμῶν καὶ ζωὴν ἀγαθοειδῶς ὑποστήσασα καὶ ἀρχετύποις κάλλεσι τὸ θεοειδὲς ἡμῶν μορφώσασα καὶ θειοτέρας ἕξεως καὶ ἀναγωγῆς ἐν μετουσίᾳ καταστήσασα,
5κατιδοῦσα δὲ τὴν ἐξ ἀπροσεξίας ἐγγενομένην ἡμῖν ἐρημίαν τῶν θείων δωρεῶν ἐπισκευαστοῖς ἡμᾶς ἀγαθοῖς εἰς τὸ ἀρχαῖον ἀνακαλέσασθαι καὶ τῇ παντελεῖ τῶν ἡμετέρων προσλήψει τὴν τελεωτάτην τῶν οἰκείων μετάδοσιν ἀγαθουργῆσαι καὶ ταύτῃ κοινωνίαν ἡμῖν θεοῦ καὶ τῶν θείων δωρήσασθαι.
10 〈8〉 Οὕτω δὲ τῆς θεαρχικῆς φιλανθρωπίας ἱερῶς ὑμνηθείσης ἐγκεκα‐ λυμμένος μὲν ὁ θεῖος ἄρτος προτίθεται καὶ «τὸ τῆς εὐλογίας ποτήριον», ὁ δὲ θειότατος ἀσπασμὸς ἱερουργεῖται καὶ τῶν ἁγιογράφων πτυχῶν ἡ μυστικὴ καὶ ὑπερκόσμιος ἀνάρρησις. Οὐ γὰρ ἔνεστι πρὸς τὸ ἓν συνάγε‐ σθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς
15διῃρημένους. Εἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴν ἑνοειδῆ καὶ θείαν συναγωγὴν ἑνοποιηθῶμεν, οὐκ ἂν ἐπὶ τὰς μεριστὰς ἀνασχοίμεθα καταπίπτειν ἐπιθυμίας, ἐξ ὧν αἱ πρόσυλοι δημι‐ ουργοῦνται καὶ ἐμπαθεῖς πρὸς τὸ κατὰ φύσιν ὁμοειδὲς ἀπέχθειαι. Ταύτην οὖν ὡς οἶμαι τὴν ἑνοειδῆ καὶ ἀδιαίρετον ζωὴν ἡ τῆς εἰρήνης ἱερουργία
20νομοθετεῖ τῷ ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύουσα καὶ τῶν μεριστῶν ἀποδια‐ στέλλουσα τὰ θεῖα καὶ ἑνιαῖα θεάματα. 〈9〉 Τῶν δὲ ἱερῶν πτυχῶν ἡ μετὰ τὴν εἰρήνην ἀνάρρησις ἀνακηρύττει τοὺς ὁσίως βεβιωκότας καὶ πρὸς ἐναρέτου ζωῆς τελείωσιν ἀμεταστάτως ἀφικομένους ἡμᾶς μὲν ἐπὶ τὴν δι’ ὁμοιότητος αὐτῶν μακαριστήν ἕξιν καὶ
25θεοειδῆ λῆξιν προτρέπουσα καὶ χειραγωγοῦσα, τοὺς δὲ ὡς ζῶντας ἀνακηρύττουσα καὶ ὡς ἡ θεολογία φησὶν οὐ νεκρωθέντας, ἀλλ’ εἰς θειο‐
τάτην ζωὴν ἐκ θανάτου μεταφοιτήσαντας. Σκόπει δέ, ὅτι καὶ μνημοσύνοις88

89

ἱεροῖς ἀνατέθεινται τῆς θείας μνήμης οὐκ ἀνθρωπικῶς ἐν τῇ τοῦ μνημο‐ νικοῦ φαντασίᾳ δηλουμένης, ἀλλ’ ὡς ἄν τις φαίη θεοπρεπῶς κατὰ τὴν ἐν θεῷ τῶν τετελεσμένων θεοειδῶν τιμίαν καὶ ἀμετάστατον γνῶσιν. «Ἔγνω» γὰρ ἔφη τὰ λόγια «τοὺς ὄντας αὐτοῦ» καὶ «Τίμιος ἐναντίον
5κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ» (τοῦ θανάτου τῶν ὁσίων ἀντὶ τῆς ἐν ὁσιότητι τελειώσεως εἰρημένου). Καὶ τοῦτο δὲ ἱερῶς ἐννόησον, ὡς ἐπιτεθέντων τῷ θείῳ θυσιαστηρίῳ τῶν σεβασμίων συμβόλων, δι’ ὧν ὁ Χριστὸς σημαίνεται καὶ μετέχεται, πάρεστιν ἀδιαστάτως ἡ τῶν ἁγίων ἀπογραφὴ τὸ συνεζευγμένον αὐτῶν ἀδιαιρέτως ἐμφαίνουσα τῆς πρὸς
10αὐτὸν ὑπερκοσμίου καὶ ἱερᾶς ἑνώσεως. 〈10〉 Τούτων δέ, καθ’ ὃν εἴρηται θεσμόν, ἱερουργηθέντων ἑστὼς ἐπί‐ προσθεν τῶν ἁγιωτάτων συμβόλων ὕδατι τὰς χεῖρας ὁ ἱεράρχης νίπτεται μετὰ τοῦ σεμνοῦ τῶν ἱερέων τάγματος. Ὅτι μὲν οὖν, ὡς τὰ λόγιά φησιν, ὁ λελουμένος οὐ δεῖταί τινος ἑτέρας εἰ μὴ τῆς τῶν ἄκρων εἴτ’ οὖν ἐσχάτων
15ἑαυτοῦ νίψεως δι’ ἧς ἀκροτάτης καθάρσεως ἐν πανάγνῳ τοῦ θεοειδοῦς ἕξει καὶ πρὸς τὰ δεύτερα προϊὼν ἀγαθοειδῶς ἄσχετος ἔσται καὶ ἀπόλυτος ὡς καθάπαξ ἑνοειδής, καὶ πρὸς τὸ ἓν αὖθις ἑνιαίως ἐπιστρεφόμενος ἄχραν‐ τον ποιήσεται καὶ ἀκηλίδωτον τὴν ἐπιστροφὴν ὡς τοῦ θεοειδοῦς ἀποσώζων τὸ πλῆρες καὶ ὁλόκληρον, ὁ μὲν ἱερὸς λουτήρ, ὡς εἰρήκαμεν,
20ἐν τῇ κατὰ νόμον ἦν ἱεραρχίᾳ, νῦν δὲ τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ἡ τῶν χειρῶν ἀποκάθαρσις αὐτὸν ὑπαινίσσεται. Τοὺς γὰρ ἐπὶ τὴν παν‐ αγεστάτην ἰόντας ἱερουργίαν ἀποκεκαθάρθαι δεῖ καὶ τὰς ἐσχάτας τῆς
ψυχῆς φαντασίας καὶ δι’ ὁμοιότητος αὐτῇ κατὰ τὸ δυνατὸν προσιέναι.89

90

Φανοτέρας γὰρ οὕτω τὰς θεοφανείας περιαυγασθήσονται τῶν ὑπερκοσ‐ μίων μαρμαρυγῶν εἰς τὴν τῶν ὁμοειδῶν ἐσόπτρων ἀγλαΐαν ὁλικώτερον καὶ διαυγέστερον ἐφιέντων διϊέναι τὴν οἰκείαν αἴγλην. Ἡ δὲ τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ἄχρι τῶν ἄκρων εἴτ’ οὖν ἐσχάτων ἀπόνιψις ἐπίπροσθεν
5γίνεται τῶν ἁγιωτάτων συμβόλων ὡς ἐπὶ Χριστοῦ τοῦ πάσας ἐφορῶντος ἡμῶν τὰς κρυφιωτάτας ἐννοίας καὶ τῆς ἀκροτάτης καθάρσεως ἐν τοῖς αὐτοῦ πανεπισκόποις ἀκριβασμοῖς καὶ ταῖς δικαιοτάτοις καὶ ἀδεκάστοις κρίσεσιν ὁριζομένης. Οὕτω τοῖς θείοις ὁ ἱεράρχης ἑνοῦται καὶ τὰς ἱερὰς θεουργίας ὑμνήσας
10ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ’ ὄψιν ἄγει τὰ ὑμνημένα. 〈11〉 Τίνας μὲν οὖν εἶναι τὰς εἰς ἡμᾶς θεουργίας φαμέν, ἑξῆς ἀφηγητέον ὅση δύναμις. Οὐ γὰρ ἁπάσας ὑμνεῖν ἱκανὸς ἐγὼ μήτι γε σαφῶς εἰδέναι καὶ ἑτέρους μυσταγωγεῖν. Ὅσα δὲ πρὸς τῶν ἐνθέων ἱεραρχῶν ἀκολούθως τοῖς λογίοις ὑμνεῖται καὶ ἱερουργεῖται, ταῦτα ὡς ἡμῖν ἐφικτὸν ἐροῦμεν
15τὴν ἱεραρχικὴν ἐπίπνοιαν ἀρωγὸν ἐπικαλεσάμενοι. Τὴν ἀνθρωπείαν φύσιν ἀρχῆθεν ἀπὸ τῶν θείων ἀγαθῶν ἀνοήτως ἐξολισθήσασαν ἡ πολυπαθεστάτη ζωὴ διαδέχεται καὶ τὸ τοῦ φθοροποιοῦ θανάτου πέρας. Ἀκολούθως γὰρ ἡ τῆς ὄντως ἀγαθότητος ὀλέθριος ἀποστασία καὶ τῆς ἱερᾶς ἐν παραδείσῳ θεσμοθεσίας ὑπερβασία τὸν
20ἐξοιστρήσαντα τοῦ ζωοποιοῦ ζυγοῦ ταῖς θελκτικαῖς τοῦ ἐναντίου καὶ δυσμενέσιν ἀπάταις, τοῖς ἐναντίοις τῶν θείων ἀγαθῶν, οἰκείαις ῥοπαῖς
παραδέδωκεν. Ἔνθεν ἐλεεινῶς ἀντὶ μὲν αἰωνίου τὸ θνητὸν ἀντηλλάξατο,90

91

τὴν δὲ οἰκείαν ἀρχὴν ἐν φθαρτικαῖς ἐσχηκυῖα γενέσεσιν ἐπὶ τὸ τῆς ἀρχῆς κατάλληλον εἰκότως ἤγετο πέρας, ἀλλὰ καὶ τῆς θείας καὶ ἀναγωγοῦ ζωῆς ἐθελουσίως ἀποπεσοῦσα πρὸς τὴν ἐναντίαν ἐσχατιὰν ἠνέχθη, τὴν πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ
5τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη πληθύσιν ἐλάνθανεν οὐ θεοὺς οὐδὲ φίλους ἀλλὰ δυσμενεῖς θεραπεύουσα. Τῶν δὲ ἀφειδῶς αὐτῇ κατὰ τὸ οἰκεῖον ἀνηλεὲς ἀποκεχρη‐ μένων εἰς ἀνυπαρξίας οἰκτρῶς ἐμπεπτώκει καὶ ἀπωλείας κίνδυνον. Ἡ δὲ τῆς θεαρχικῆς ἀγαθότητος ἀπειροτάτη φιλανθρωπία καὶ τὴν αὐτουργὸν
10ἡμῶν ἀγαθοπρεπῶς οὐκ ἀπηνήνατο πρόνοιαν, ἀλλ’ ἐν ἀληθεῖ μεθέξει τῶν καθ’ ἡμᾶς γενομένη πάντων ἀναμαρτήτως καὶ πρὸς τὸ ταπεινὸν ἡμῶν ἑνοποιηθεῖσα μετὰ τῆς τῶν οἰκείων ἀσυγχύτου καὶ ἀλωβήτου παντελῶς ἕξεως τὴν πρὸς αὐτὴν ἡμῖν κοινωνίαν ὡς ὁμογενέσι λοιπὸν ἐδωρήσατο καὶ τῶν οἰκείων ἀνέδειξε μετόχους καλῶν, τῆς μὲν ἀποστα‐
15τικῆς πληθύος, ὡς ἡ κρυφία παράδοσις ἔχει, τὸ καθ’ ἡμῶν καταλύσασα κράτος οὐ κατὰ δύναμιν ὡς ὑπερισχύουσα, κατὰ δὲ τὸ μυστικῶς ἡμῖν παραδοθὲν λόγιον ἐν κρίσει καὶ δικαιοσύνῃ, τὰ καθ’ ἡμᾶς δὲ πρὸς τοὐ‐ ναντίον ἅπαν ἀγαθουργῶς μετασκευάσασα· τὸ μὲν γὰρ κατὰ νοῦν ἡμῶν ἀλαμπὲς ἐνέπλησεν ὀλβίου καὶ θειοτάτου φωτὸς καὶ τοῖς θεοειδέσιν
20ἐκόσμησε τὸ ἀνείδεον κάλλεσι, τὸ δὲ τῆς ψυχῆς οἰκητήριον ἐν παντελεῖ σωτηρίᾳ τῆς ὅσον οὔπω καταπεσούσης ἡμῶν οὐσίας ἐναγεστάτων παθῶν καὶ φθοροποιῶν μολυσμῶν ἠλευθέρωσεν ἀναγωγὴν ἡμῖν ὑπερ‐
κόσμιον ὑποδείξασα καὶ πολιτείαν ἔνθεον ἐν ταῖς πρὸς αὐτὴν ἡμῶν ἱεραῖς91

92

κατὰ τὸ δυνατὸν ἀφομοιώσεσιν. 〈12〉 Τὸ θεομίμητον δὲ πῶς ἂν ἡμῖν ἑτέρως ἐγγένοιτο μὴ τῆς τῶν ἱερωτάτων θεουργιῶν μνήμης ἀνανεουμένης ἀεὶ ταῖς ἱεραρχικαῖς ἱερολο‐ γίαις τε καὶ ἱερουργίαις; Τοῦτο ποιοῦμεν ὡς τὰ λόγιά φησιν εἰς τὴν
5αὐτῆς ἀνάμνησιν. Ἔνθεν ὁ θεῖος ἱεράρχης ἐπὶ τοῦ θείου θυσιαστηρίου καταστὰς ὑμνεῖ τὰς εἰρημένας ἱερὰς θεουργίας Ἰησοῦ τῆς θειοτάτης ἡμῶν προνοίας, ἃς ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν εὐδοκίᾳ τοῦ παναγεστάτου πατρὸς ἐν πνεύματι ἁγίῳ κατὰ τὸ λόγιον ἐτελείωσεν. Ὑμνήσας δὲ καὶ τὴν σεβασμίαν αὐτῶν καὶ νοητὴν θεωρίαν ἐν νοεροῖς ὀφθαλμοῖς ἐπο‐
10πτεύσας ἐπὶ τὴν συμβολικὴν αὐτῶν ἱερουργίαν ἔρχεται καὶ τοῦτο θεο‐ παραδότως· ὅθεν εὐλαβῶς τε ἅμα καὶ ἱεραρχικῶς μετὰ τοὺς ἱεροὺς τῶν θεουργιῶν ὕμνους ὑπὲρ τῆς ὑπὲρ αὐτὸν ἱερουργίας ἀπολογεῖται πρό‐ τερον ἱερῶς πρὸς αὐτὸν ἀναβοῶν· Σὺ εἶπας «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν». Εἶτα τῆς θεομιμήτου ταύτης ἱερουργίας ἄξιος αἰτήσας γε‐
15νέσθαι καὶ τῇ πρὸς αὐτὸν Χριστὸν ἀφομοιώσει τὰ θεῖα τελέσαι καὶ διαδοῦναι πανάγνως καὶ τοὺς τῶν ἱερῶν μεθέξοντας ἱεροπρεπῶς μετα‐ σχεῖν ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ’ ὄψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων συμβόλων. Τὸν γὰρ ἐγκεκαλυμμένον καὶ ἀδιαίρετον ἄρτον ἀνακαλύψας καὶ εἰς πολλὰ διελὼν καὶ τὸ ἑνιαῖον τοῦ ποτηρίου πᾶσι
20καταμερίσας συμβολικῶς τὴν ἑνότητα πληθύνει καὶ διανέμει παναγε‐ στάτην ἐν τούτοις ἱερουργίαν τελῶν. Τὸ γὰρ ἓν καὶ ἁπλοῦν καὶ κρύφιον Ἰησοῦ τοῦ θεαρχικωτάτου λόγου τῇ καθ’ ἡμᾶς ἐνανθρωπήσει πρὸς τὸ
σύνθετόν τε καὶ ὁρατὸν ἀναλλοιώτως ἀγαθότητι καὶ φιλανθρωπίᾳ προ‐92

93

ελήλυθε καὶ τὴν πρὸς αὐτὸν ἡμῶν ἑνοποιὸν κοινωνίαν ἀγαθουργῶς διεπραγματεύσατο τὰ καθ’ ἡμᾶς ταπεινὰ τοῖς θειοτάτοις αὐτοῦ κατ’ ἄκρον ἑνώσας, εἴπερ καὶ ἡμεῖς ὡς μέλη σώματι συναρμολογηθῶμεν αὐτῷ κατὰ τὸ ταὐτὸν τῆς ἀλωβήτου καὶ θείας ζωῆς καὶ μὴ τοῖς φθοροποιοῖς
5πάθεσι κατανεκρωθέντες ἀνάρμοστοι καὶ ἀκόλλητοι καὶ ἀσύζωοι γενώ‐ μεθα πρὸς τὰ θεῖα μέλη καὶ ὑγιέστατα. Χρὴ γὰρ ἡμᾶς, εἰ τῆς πρὸς αὐτὸν ἐφιέμεθα κοινωνίας, εἰς τὴν θειοτάτην αὐτοῦ κατὰ σάρκα ζωὴν ἀποσκο‐ πεῦσαι καὶ τῇ πρὸς αὐτὴν ἀφομοιώσει τῆς ἱερᾶς ἀναμαρτησίας εἰς τὴν θεοειδῆ καὶ ἀλώβητον ἕξιν ἀναδραμεῖν. Οὕτω γὰρ ἐναρμονίως ἡμῖν τὴν
10πρὸς τὸ ὅμοιον κοινωνίαν δωρήσεται. 〈13〉 Ταῦτα τοῖς ἱερῶς δρωμένοις ὁ ἱεράρχης ἐμφαίνει τὰ μὲν ἐγκεκα‐ λυμμένα δῶρα πρὸς τὸ ἐμφανὲς ἄγων τὸ δὲ ἑνιαῖον αὐτῶν εἰς πολλὰ διαιρῶν καὶ τῇ τῶν διανεμομένων πρὸς τὰ ἐν οἷς γίνεται κατ’ ἄκρον ἑνώσει κοινωνοὺς αὐτῶν ἀποτελῶν τοὺς μετέχοντας. Διαγράφει γὰρ ἐν
15τούτοις αἰσθητῶς ὑπ’ ὄψιν ἄγων Ἰησοῦν τὸν Χριστὸν τὴν νοητὴν ἡμῶν ὡς ἐν εἰκόσι ζωὴν ἐκ τοῦ κατὰ τὸ θεῖον κρυφίου τῇ παντελεῖ καὶ ἀσυγχύτῳ καθ’ ἡμᾶς ἐνανθρωπήσει φιλανθρώπως ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν ἑαυτοῦ καὶ τῶν
20οἰκείων ἀγαθῶν καλοῦντα τὸ ἀνθρώπειον φῦλον, εἴπερ ἑνωθῶμεν αὐτοῦ τῇ θειοτάτῃ ζωῇ τῇ πρὸς αὐτὴν ἡμῶν κατὰ δύναμιν ἀφομοιώσει καὶ ταύτῃ πρὸς ἀλήθειαν κοινωνοὶ θεοῦ καὶ τῶν θείων ἀποτελεσθησόμεθα. 〈14〉 Μετασχὼν δὲ καὶ μεταδοὺς τῆς θεαρχικῆς κοινωνίας εἰς εὐχαρι‐ στίαν ἱερὰν καταλήγει μετὰ παντὸς τοῦ τῆς ἐκκλησίας ἱεροῦ πληρώματος.
25Ἡ μετοχὴ γὰρ τῆς μεταδόσεως ἡγεῖται καὶ τῆς μυστικῆς διανεμήσεως ἡ
τῶν μυστηρίων μετάληψις. Αὕτη γὰρ ἡ καθολικὴ τῶν θείων εὐκοσμία93

94

καὶ τάξις· πρῶτον ἐν μετουσίᾳ γενέσθαι καὶ ἀποπληρώσει τὸν ἱερὸν καθηγεμόνα τῶν δι’ αὐτοῦ θεόθεν ἑτέροις δωρηθησομένων οὕτω τε καὶ ἄλλοις μεταδοῦναι. Διὸ καὶ ταῖς ἐνθέοις διδασκαλίαις οἱ τολμηρῶς ἀπο‐ κεχρημένοι πρὸ τῆς κατ’ αὐτὰς πολιτείας καὶ ἕξεως ἀνίεροι καὶ ἔκφυλοι
5πάντῃ τῆς ἱερᾶς εἰσι θεσμοθεσίας. Ὡς γὰρ ἐπὶ τῶν ἡλιακῶν μαρμαρυγῶν αἱ λεπτότεραι καὶ διειδέστεραι τῶν οὐσιῶν πρῶται τῆς εἰσρεούσης αἴγλης ἀποπληρούμεναι τὸ κατὰ πᾶν ἑαυτῶν ὑπερχεόμενον φῶς εἰς τὰς μετ’ αὐτὰς ἡλιοειδῶς ἐποχετεύουσιν, οὕτω καὶ θείου παντὸς οὐ τολμητέον ἑτέροις ἡγήσασθαι τὸν μὴ κατὰ πᾶσαν ἕξιν αὐτοῦ γεγονότα θεοειδέστα‐
10τον καὶ πρὸς τῆς θείας ἐπιπνοίας καὶ κρίσεως ἁρμοστὴν ἀναδεδειγμένον. 〈15〉 Ἐν τούτοις ἡ πᾶσα τῶν ἱερῶν διακόσμησις ἱεραρχικῶς συναχθεῖσα καὶ τοῖς θειοτάτοις κοινωνήσασα μετ’ εὐχαριστίας ἱερᾶς καταλήγει τὰς τῶν θεουργιῶν ἀναλόγως ἐπιγνοῦσα καὶ ὑμνήσασα χάριτας. Ὥστε οἱ τῶν θείων ἀμέτοχοι καὶ ἀγνῶτες οὐκ ἂν εἰς εὐχαριστίαν ἀφίκοιντο καίτοι
15κατ’ οἰκείαν φύσιν ἀξίων οὐσῶν εὐχαριστεῖσθαι τῶν θειοτάτων δωρεῶν. Ἀλλ’ ὅπερ ἔφην, οὐδὲ προσβλέψαι ποτὲ τοῖς θείοις δώροις ἐκ τῆς ἐπὶ τὰ χείρω νεύσεως ἐθελήσαντες ἀχάριστοι πρὸς τὰς ἀπείρους τῶν θεουργιῶν διαμεμενήκασι χάριτας. «Γεύσασθε» δέ φησι τὰ λόγια «καὶ ἴδετε». Τῇ γὰρ ἱερᾷ τῶν θείων μυήσει τὰς μεγαλοδώρους αὐτῶν οἱ μυούμενοι
20χάριτας ἐπιγνώσονται καὶ τὸ θειότατον αὐτῶν ὕψος καὶ μέγεθος ἐν τῇ μεθέξει πανιέρως ἐποπτεύοντες τὰς ὑπερουρανίας εὐχαρίστως ὑμνήσουσι
τῆς θεαρχίας ἀγαθουργίας.94

95

(1t)

〈IV.〉
1 Τοσαῦτα τῆς ἁγιωτάτης συνάξεώς ἐστι καὶ οὕτω καλὰ τὰ νοητὰ θεάματα τὴν πρὸς τὸ ἓν ἡμῶν, ὡς πολλάκις εἰρήκαμεν, ἱεραρχικῶς ἱε‐ ρουργοῦντα κοινωνίαν καὶ σύναξιν. Ἀλλ’ ἔστι ταύτης ὁμοταγὴς ἑτέρα τελεσιουργία· μύρου τελετὴν αὐτὴν οἱ καθηγεμόνες ἡμῶν ὀνομάζουσιν.
5Τὰ μέρη τοίνυν αὐτῆς ἐν τάξει κατὰ τὰς ἱερὰς εἰκόνας ἐπισκοπήσαντες, οὕτω πρὸς τὸ ἓν αὐτῆς διὰ τῶν μερῶν ἱεραρχικαῖς θεωρίαις ἀναχθησό‐ μεθα.
8tΜυστήριον τελετῆς μύρου.
9Κατὰ τὸν αὐτὸν τῆς συνάξεως τρόπον αἱ τῶν ἀτελειώτων ἀπολύονται
10τάξεις προηγησαμένων δηλαδὴ τῆς τε ἱεραρχικῆς ἐπὶ πᾶν τὸ ἱερὸν εὐόσμου περιαγωγῆς καὶ τῆς ψαλμικῆς ἱερολογίας καὶ τῆς τῶν θειοτάτων λογίων ἀναγνώσεως. Εἶτα τὸ μύρον ὁ ἱεράρχης λαβὼν ἐπιτίθησι τῷ θείῳ θυσιαστηρίῳ περικεκαλυμμένον ὑπὸ δυοκαίδεκα πτέρυξιν ἱεραῖς ἀναβοώντων πάντων ἁγιωτάτῃ φωνῇ τὸ ἱερὸν τῆς τῶν θεολήπτων
15προφητῶν ἐπιπνοίας μελῴδημα, καὶ τὴν ἐπ’ αὐτῷ τελουμένην εὐχὴν ἀποπληρώσας ἐν ταῖς ἁγιωτάταις τῶν ἀφιερουμένων τελεταῖς αὐτῷ χρῆται πρὸς πᾶσαν σχεδὸν ἱεραρχικὴν τελεσιουργίαν.
18tΘεωρία.
19〈1〉 Ἡ μὲν εἰσαγωγικὴ τῆς τελειωτικῆς ταύτης ἱερουργίας ἀναγωγὴ
20διὰ τῶν κατὰ τὸ θεῖον μύρον ἱερῶς δρωμένων ἐκεῖνο οἶμαι δηλοῖ· τὸ περικεκαλύφθαι τῶν θείων ἀνδρῶν τὸ κατὰ νοῦν ἱερὸν καὶ εὐῶδες, ἥτις ἐνθέως ἐγκελεύεται τοῖς ἱεροῖς ἀνδράσι μὴ φαινομένας ἔχειν ἐπὶ δόξῃ κενῇ τὰς κατ’ ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραν‐
τοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι καὶ95

96

νοητῶς ἐμφαίνονται μόνοις τοῖς νοεροῖς ὁμοειδεῖς ἔχειν ἐθέλουσαι τὰς κατ’ ἀρετὴν ἐν ψυχαῖς ἀπαραφθάρτους εἰκόνας. Τὸ γὰρ τῆς θεοειδοῦς ἀρετῆς ἀπαράγραπτον εὖ μεμιμημένον 〈τὸ〉 ἄγαλμα πρὸς ἐκεῖνο τὸ νοητὸν καὶ εὐῶδες ἀφορῶν κάλλος οὕτως ἑαυτὸ τυποῖ καὶ διαπλάττει πρὸς τὸ
5κάλλιστον μίμημα. Καὶ καθάπερ ἐπὶ τῶν αἰσθητῶν εἰκόνων εἰ πρὸς τὸ ἀρχέτυπον εἶδος ὁ γραφεὺς ἀκλινῶς εἰσορᾷ πρὸς μηδὲν ἄλλο τῶν ὁρατῶν ἀνθελκόμενος ἢ κατά τι μεριζόμενος αὐτὸν ἐκεῖνον ὅστις ἐστὶ τὸν γρα‐ φόμενον εἰ θέμις εἰπεῖν διπλασιάσει καὶ δείξει τὸν ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον, οὕτω τοῖς φιλοκάλοις ἐν νῷ γραφεῦσιν ἡ
10πρὸς τὸ εὐῶδες καὶ κρύφιον κάλλος ἀτενὴς καὶ ἀπαρέγκλιτος θεωρία τὸ ἀπλανὲς δωρήσεται καὶ θεοειδέστατον ἴνδαλμα. Εἰκότως οὖν πρὸς τὴν ὑπερουσίως εὐώδη καὶ νοητὴν εὐπρέπειαν οἱ θεῖοι γραφεῖς τὸ νοερὸν ἑαυτῶν ἀμεταστρέπτως εἰδοποιοῦντες οὐδεμίαν δρῶσι τῶν ἐν αὐτοῖς θεομιμήτων ἀρετῶν «Εἰς τὸ θεαθῆναι» κατὰ τὸ λόγιον «τοῖς ἀνθρώποις»,
15ἀλλ’ ἱερῶς ἐποπτεύουσιν ὡς ἐν εἰκόνι τῷ θείῳ μύρῳ τὰ τῆς ἐκκλησίας ἱερώτατα περικεκαλυμμένα. Διὸ καὶ αὐτοὶ τὸ κατ’ ἀρετὴν ἱερὸν καὶ θεοειδέστατον εἴσω τοῦ θεομιμήτου καὶ θεογράπτου νοὸς ἱερῶς περικα‐ λύπτοντες πρὸς μόνην ἀποβλέπουσι τὴν ἀρχέτυπον νόησιν. Οὐδὲ γὰρ ἀθέατοι μόνον εἰσὶ τοῖς ἀνομοίοις, ἀλλ’ οὐδ’ αὐτοὶ πρὸς τὴν ἐκείνων
20καθέλκονται θέαν. Ὅθεν ἑαυτοῖς ἀκολούθως οὐδὲ τῶν δοκούντων εἰκῆ καλῶν καὶ δικαίων ἀλλὰ τῶν ὄντως ὄντων ἐρῶσιν οὐδὲ πρὸς δόξαν ὁρῶσι τὴν ὑπὸ πλήθους ἀλόγως μακαριζομένην, ἀλλὰ τὸ καλὸν ἢ χεῖρον
ἐφ’ ἑαυτοῦ θεομιμήτως κρίνοντες ἀγάλματα θεῖα τῆς θεαρχικωτάτης εἰσὶν96

97

εὐωδίας, ἥτις ἐφ’ ἑαυτῆς τὸ ἀληθῶς εὐῶδες ἔχουσα πρὸς τὸ τοῖς πολλοῖς ἀνομοίως δοκοῦν οὐκ ἐπιστρέφεται ταῖς ἀληθέσιν αὐτῆς εἰκόσιν ἐντυ‐ ποῦσα τὸ ἀνυπόκριτον. 〈2〉 Φέρε δὴ λοιπὸν ἐπειδὴ τὴν ἐκτὸς εὐπρέπειαν ἐθεασάμεθα τῆς ὅλης
5καλῆς ἱερουργίας, εἰς τὸ θειότερον αὐτῆς ἀποβλέψωμεν κάλλος, αὐτὴν ἐφ’ ἑαυτῆς ἀποκαλυψαμένην τὰ παραπετάσματα, θεώμενοι τὴν μακαρίαν ἀποστίλβουσαν ἐμφανῶς αἴγλην καὶ τῆς ἀπερικαλύπτου τοῖς νοεροῖς ἀποπληροῦσαν ἡμᾶς εὐωδίας. Οὐδὲ γὰρ ἡ φαινομένη τοῦ μύρου τελε‐ σιουργία τοῖς περὶ τὸν ἱεράρχην ἐστὶν ἀκοινώνητος ἢ ἀθέατος, ἀλλὰ
10τοὐναντίον ἄχρις αὐτῶν διήκουσα καὶ ἱστῶσα τὴν ὑπὲρ τοὺς πολλοὺς θεωρίαν ὑπ’ αὐτῶν ἱερῶς περικαλύπτεται καὶ τῆς πληθύος ἱεραρχικῶς ἀποδιαστέλλεται. Τοῖς γὰρ ἐνθέοις ἀνδράσιν ἡ τῶν πανιέρων ἀκτὶς ὡς συγγενέσι τοῦ νοητοῦ φωτὸς καθαρῶς καὶ ἀμέσως ἐλλάμπουσα καὶ τὰς νοερὰς αὐτῶν ἀντιλήψεις ἀπερικαλύπτως εὐωδιάζουσα πρὸς τὸ ὑφειμέ‐
15νον οὐκέτι ὁμοίως πρόεισιν, ἀλλ’ ὑπ’ αὐτῶν ὡς κρυφίων τοῦ νοητοῦ θεωρῶν ἀνεκπομπεύτως εἰς τὸ τοῖς ἀνομοίοις ἄχραντον ὑπὸ πτερωτοῖς αἰνίγμασι συγκαλύπτεται, δι’ ὧν ἱερῶν αἰνιγμάτων αἱ τῶν ὑποβεβη‐ κότων εὔκοσμοι τάξεις ἀνάγονται πρὸς τὴν κατ’ αὐτὰς ἱερὰν ἀναλογίαν. 〈3〉 Ἔστι δὴ οὖν ὅπερ ἔφην ἡ νῦν ὑμνουμένη παρ’ ἡμῶν ἱερὰ τελε‐
20τουργία τῆς τελειωτικῆς τῶν ἱεραρχικῶν τάξεως καὶ δυνάμεως. Διὸ καὶ ταύτην οἱ θεῖοι καθηγεμόνες ἡμῶν ὡς ὁμοταγῆ καὶ ταὐτουργὸν τῷ τῆς συνάξεως ἱερῷ τελεστηρίῳ ταῖς αὐταῖς εἰκόσιν ὡς τὰ πολλὰ καὶ μυστικαῖς διακοσμήσεσι καὶ ἱερολογίαις διετάξαντο. Καὶ τὸν μὲν ἱεράρχην ὡσαύτως ὄψει τὴν ἀπὸ τοῦ θειοτέρου τόπου καλὴν εὐωδίαν εἰς τὰ ἑξῆς ἱερὰ
25προφέροντα καὶ τῇ πρὸς τὸ ταὐτὸν ἀναλύσει διδάσκοντα τῶν θείων τὴν μετουσίαν ἐν ἅπασι μὲν γίνεσθαι κατ’ ἀξίαν τοῖς ἱεροῖς, ἀμείωτον δὲ εἶναι καὶ ἀκίνητον πάντῃ καὶ εἴσω τῆς κατὰ θείαν ἵδρυσιν ἰδιότητος ἀπαραλ‐
λάκτως ἑστηκυῖαν. Ἐπίσης δὲ πάλιν αἱ τῶν λογίων ᾠδαὶ καὶ ἀναγνώσεις97

98

τοὺς μὲν ἀτελέστους μαιεύονται πρὸς ζωηφόρον υἱοθεσίαν, ἐπιστροφὴν δὲ ἱερὰν ποιοῦνται τῶν ἐναγῶς ἐνεργουμένων, ἀφαιροῦσι δὲ τὴν ἐναντίαν πτοίαν καὶ θέλξιν ἐκ τῶν ἀνάνδρως ἐνεργουμένων τὸ τῆς θεοειδοῦς ἕξεως καὶ δυνάμεως ἀκρότατον ἀναλόγως αὐτοῖς ὑποδεικνῦσαι, καθ’ ἣν ἐκδει‐
5ματώσουσι μᾶλλον αὐτοὶ τὰς ἐναντίας δυνάμεις καὶ τῆς ἑτέρων ἰατρείας προστήσονται τὸ θεομιμήτως ἀκίνητον μὲν ἐκ τῶν οἰκείων καλῶν πρὸς δὲ τὰς ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρού‐ μενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ μὴ αὖθις ὑπὸ κακίας ἁλῶναι, τοὺς δὲ πρὸς τὸ εἶναι
10πανάγνους ἐνδεεῖς τελέως ἀποκαθαίρουσιν, τοὺς δὲ ἱεροὺς ἄγουσιν ἐπὶ τὰς θείας εἰκόνας καὶ ἐποψίας αὐτῶν καὶ κοινωνίας, ἑστιῶσι δὲ τοὺς πανιέρους ἐν μακαρίοις καὶ νοητοῖς θεάμασιν ἀποπληροῦσαι τὸ ἑνοειδὲς αὐτῶν τοῦ ἑνὸς καὶ ἑνοποιοῦσαι. 〈4〉 Τί δέ; Οὐχὶ καὶ τὰς μὴ πάντῃ καθαρὰς ὧν ἤδη μνήμην ἐποιησά‐
15μεθα, τάξεις ἀμιγῶς ἀπολύει κατὰ τὸν αὐτὸν τῆς συνάξεως τρόπον ἡ παροῦσα νῦν ἱερὰ τελετουργία, μόνοις ἐν εἰκόσιν ὁρωμένη τοῖς ἱεροῖς καὶ πρὸς μόνων ἀμέσως τῶν πανιέρων ἱεραρχικαῖς ἀναγωγαῖς ἐποπτευομένη καὶ ἱερουργουμένη; Ταῦτα μὲν οὖν ἤδη πολλάκις ἡμῖν εἰρημένα περιττόν ἐστιν ὡς οἶμαι τοῖς αὐτοῖς ἐπανακυκλεῖν λόγοις καὶ μὴ πρὸς τὰ ἑξῆς
20μεταβῆναι τὸν ἱεράρχην ἐνθέως ὁρῶντας ὑπὸ δυοκαίδεκα πτέρυξι περι‐ κεκαλυμμένον ἔχοντα τὸ θεῖον μύρον καὶ τὴν παναγεστάτην ἐπ’ αὐτῷ τελείωσιν ἱερουργοῦντα. Λέγωμεν τοίνυν, ὡς ἡ τοῦ μύρου σύνθεσις συναγωγή τίς ἐστιν εὐπνόων ὑλῶν ἐν ἑαυτῇ πλουσίως ἔχουσα ποιότητας εὐόσμους, ἧς οἱ μετασχόντες
25εὐωδιάζονται κατὰ τὴν ἀναλογίαν τοῦ ποσοῦ τῆς ἐγγενομένης αὐτοῖς τοῦ εὐώδους μεθέξεως. Πεπείσμεθα δὲ εἶναι τὸν θεαρχικώτατον Ἰησοῦν
ὑπερουσίως εὐώδη νοηταῖς διαδόσεσι τὸ νοερὸν ἡμῶν ἀποπληροῦντα98

99

θείας ἡδονῆς. Εἰ γὰρ ἡ τῶν αἰσθητῶν εὐωδῶν ἀντίληψις εὐπαθεῖν ποιεῖ καὶ τρέφει σὺν ἡδονῇ πολλῇ τὸ τῶν ὀσφραντῶν ἡμῶν διακριτικὸν εἴπερ ἀβλαβές τε εἴη καὶ πρὸς τὸ εὐῶδες ἐν συμμετρίᾳ κατάλληλον, ἀναλόγως ἄν τις φαίη καὶ τὰς νοερὰς ἡμῶν δυνάμεις πρὸς τὴν ἐπὶ τὸ χεῖρον ὕφεσιν
5ἀπαραφθάρτως διακειμένας ἐν τῇ τοῦ ἐν ἡμῖν κριτικοῦ φυσικῇ ῥώσει κατὰ τὰ θεουργικὰ μέτρα καὶ τὴν κατάλληλον τοῦ νοὸς πρὸς τὸ θεῖον ἐπι‐ στροφὴν ἐν ἀντιλήψει τῆς θεαρχικῆς εὐωδίας γίνεσθαι καὶ εὐπαθείας ἱερᾶς πληροῦσθαι καὶ θειοτάτης τροφῆς. Οὐκοῦν ἡ τοῦ μύρου συμβολικὴ σύνθεσις ὡς ἐν μορφώσει τῶν ἀμορφώτων αὐτὸν ἡμῖν ὑπογράφει τὸν
10Ἰησοῦν πηγαῖον ὄντα τῶν θείων εὐωδῶν ἀντιλήψεων ὄλβον ἀναλογίαις θεαρχικαῖς εἰς τὰ θεοειδέστατα τῶν νοερῶν ἀναδιδόντα τοὺς θειοτάτους ἀτμούς, ἐφ’ οἷς οἱ νόες εὐπαθῶς ἡδόμενοι καὶ τῶν ἱερῶν ἀντιλήψεων ἀποπληρούμενοι τροφῇ νοητῇ χρῶνται τῇ πρὸς τὸ νοερὸν αὐτῶν εἰσ‐ δύσει τῶν κατὰ θείαν μέθεξιν εὐωδῶν διαδόσεων.
15 〈5〉 Ἔστι δὲ ὡς οἶμαι δῆλον, ὅτι ταῖς ὑπὲρ ἡμᾶς οὐσίαις ὡς θειοτέραις ἡ τῆς πηγαίας εὐωδίας ἀνάδοσις ἐγγυτέρα πώς ἐστιν καὶ μᾶλλον ἑαυτὴν ἐκφαίνει καὶ διαδίδωσιν, εἰς τὸ διειδέστατον αὐτῶν καὶ εὐεκτικὸν τῆς κατὰ νοῦν ἀντιληπτικῆς δυνάμεως ἀφθόνως ὑπερβλύζουσα καὶ πολυ‐ πλασίως εἰσδυομένη, πρὸς δὲ τὰ τῶν νοερῶν ὑφειμένα καὶ μὴ ὡσαύτως
20δεκτικὰ τὴν ὑπερτάτην ἀχράντως ἀποκρύψασα θέαν καὶ μέθεξιν ἀναλό‐ γοις τῶν μετεχόντων ἀτμοῖς ἐν συμμετρίᾳ θεαρχικῇ διαδίδοται. Τῶν ὑπὲρ ἡμᾶς οὖν ἁγίων οὐσιῶν ἡ τόσον ὑπερκειμένη τῶν Σεραφὶμ τάξις ἐν τῇ τῶν πτερῶν δυοκαιδεκάδι σημαίνεται περὶ τὸν Ἰησοῦν ἑστῶσα καὶ ἱδρυ‐ μένη τοῖς μακαριωτάτοις αὐτοῦ θεάμασιν ὡς θεμιτὸν ἐπιβάλλουσα καὶ
25τῆς νοητῆς διαδόσεως ἱερῶς ἐν πανάγνοις ὑποδοχαῖς ἀποπληρουμένη
καὶ τὴν πολυύμνητον αἰσθητῶς εἰπεῖν ἀσιγήτοις στόμασιν ἀνακράζουσα99

100

θεολογίαν. Ἡ γὰρ ἱερὰ τῶν ὑπερκοσμίων νοῶν γνῶσις ἀκάματός τέ ἐστιν καὶ ἀκατάληκτον ἔχει τὸν θεῖον ἔρωτα κακίας τε ἅμα πάσης ὑπερκεῖται καὶ λήθης, ὅθεν ὡς οἶμαι τὸ τῆς ἀσιγήτου κραυγῆς ὑπαινίσσεται τὴν αἰώνιον αὐτῶν καὶ ἀμετάστατον ἐν συντονίᾳ πάσῃ καὶ εὐχαριστίᾳ τῶν
5θείων ἐπιστήμην καὶ νόησιν. 〈6〉 Τὰς μὲν οὖν ἀσωμάτους τῶν Σεραφὶμ ἰδιότητας ἐν τοῖς λογίοις αἰσθηταῖς εἰκόσι τῶν νοητῶν ἐκφαντορικαῖς ἱερῶς ἀναγεγραμμένας ἐν τοῖς διακόσμοις τῶν ὑπερουρανίων ἱεραρχιῶν ὡς οἶμαι καλῶς ἐθεασάμεθα καὶ τοῖς σοῖς νοεροῖς ὀφθαλμοῖς ὑπεδείξαμεν. Ὅμως, ἐπειδὴ [καὶ νῦν] οἱ
10τὸν ἱεράρχην ἱερῶς περιεστῶτες αὐτὴν ἡμῖν ἐκείνην ἀποτυποῦσι τὴν ὑπερτάτην διακόσμησιν, ἐν ἐπιτομῇ καὶ νῦν ἀϋλοτάταις ὄψεσι τὴν θεο‐ ειδεστάτην αὐτῶν ἀγλαΐαν ὀψόμεθα. 〈7〉 Τὸ μὲν οὖν ἀπειροπρόσωπον αὐτῶν καὶ πολύπουν ἐκφαντορικόν ἐστιν ὡς οἶμαι τῆς πολυθεάμονος αὐτῶν εἰς τὰς θειοτάτας ἐλλάμψεις
15ἰδιότητος καὶ τῆς ἀεικινήτου καὶ πολυπόρου τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ’ ὅτι τῆς περὶ θεὸν ὑπερτάτης οὐσίας καὶ τάξεως ἀναγωγικὰ καὶ ἀπόλυτα παντελῶς ἐστι καὶ ὑπερκόσ‐ μια τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν νοερῶν αὐτῆς καὶ θεοειδῶν
20δυνάμεων. Ὅθεν ἡ τῶν λογίων ἱερωτάτη σοφία τὴν τῶν πτερῶν διά‐ πλασιν ἱερογραφοῦσα περὶ τὰ πρόσωπα καὶ τὰ μέσα καὶ τοὺς πόδας αὐτῶν ἐντίθησι τὰ πτερὰ τὸ καθόλου πτερωτὸν αὐτῶν αἰνισσομένη καὶ παντοδαπὸν τῆς ἐπὶ τὸ ὄντως ὂν ἀναγωγικῆς δυνάμεως. 〈8〉 Εἰ δὲ τὰ πρόσωπα καὶ τοὺς πόδας καλύπτουσι καὶ μόνοις πέτανται μέσοις πτε‐
25ροῖς, ἐννόησον ἱερῶς ὅτι τοσοῦτον ἐξῃρημένη τῶν ὑπερτάτων οὐσιῶν ἡ100

101

τάξις εὐλαβής ἐστι περὶ τὰ τῶν νοήσεων αὐτῆς ὑψηλότερα καὶ βαθύτερα καὶ μέσοις πτεροῖς ἐν συμμετρίᾳ πρὸς θεοπτίαν ἀνάγεται τοῖς θείοις ζυγοῖς ὑποτιθεῖσα τὴν οἰκείαν ζωὴν καὶ πρὸς αὐτῶν ἱερῶς εὐθετουμένη πρὸς τὴν ἑαυτῆς ἐπιγνωμοσύνην.
5 〈9〉 Τὸ δὲ τοῖς λογίοις εἰρημένον ὡς «Ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον» ἐκεῖνο οἶμαι δηλοῦν ὅτι τῶν θεοπτικῶν αὐτῶν νοήσεων ἀλλήλοις ἀφθόνως μεταδιδόασιν. Καὶ τοῦτο δὲ ἱερᾶς ἀξιώσωμεν μνήμης ὡς ἡ τῶν λογίων Ἑβραία φωνὴ κατ’ ἐμφατικὴν ἐπωνυμίαν καλεῖ τὰς ἁγιωτάτας τῶν Σεραφὶμ οὐσίας ἐκ τοῦ κατὰ θείαν καὶ ἀεικίνητον ζωὴν διαπύρου καὶ
10ὑπερζέοντος. 〈10〉 Εἴπερ οὖν, ὡς οἱ τὰ Ἑβραίων ἀφερμηνεύσαντές φασιν, οἱ θειότατοι Σεραφὶμ ἐμπρησταὶ καὶ θερμαίνοντες ὑπὸ τῆς θεολογίας ὠνομάσθησαν ἐκφαντορικῷ τῆς οὐσιώδους αὐτῶν ἕξεως ὀνόματι, τοῦ θείου μύρου κατὰ συμβολικὴν εἰκονογραφίαν ἀνακινητικὰς ἔχουσι δυ‐ νάμεις εἰς ἔκφανσιν αὐτὸ καὶ δραστικωτέρων ἀτμῶν διάδοσιν ἐκκαλου‐
15μένας. Ἡ γὰρ ὑπὲρ νοῦν εὐώδης οὐσία πρὸς τῶν διαπύρων καὶ καθαρω‐ τάτων νοῶν εἰς ἔκφανσιν ἀνακινεῖσθαι φιλεῖ καὶ τὰς θειοτάτας αὐτῆς ἐπιπνοίας ἐν πανολβίαις διαδόσεσι δωρεῖται τοῖς οὕτως αὐτὴν ὑπερκοσ‐ μίως ἐκκαλουμένοις. Οὐκοῦν ἡ θειοτάτη τῶν ὑπερουρανίων οὐσιῶν τάξις οὐκ ἠγνόηκε τὸν
20θεαρχικώτατον Ἰησοῦν εἰς τὸ ἁγιάζεσθαι κατεληλυθότα, νοεῖ δὲ αὐτὸν ἱερῶς ἐν τοῖς καθ’ ἡμᾶς ἑαυτὸν ὑφέντα διὰ θείαν καὶ ἄρρητον ἀγαθότητα, καὶ πρὸς τοῦ πατρὸς ἑαυτοῦ τε καὶ τοῦ πνεύματος ἀνθρωποπρεπῶς
ἁγιαζόμενον ὁρῶσα τὴν οἰκείαν οἶδεν ἀρχήν, ἐν οἷς ἂν θεαρχικῶς δρᾷ,101

102

τὸ κατ’ οὐσίαν ἀναλλοίωτον ἔχουσαν. Ὅθεν ἡ τῶν ἱερῶν συμβόλων παράδοσις ἁγιαζομένῳ τῷ θείῳ μύρῳ τοὺς Σεραφὶμ περιίστησιν ἀπα‐ ράλλακτον εἰδυῖα καὶ διαγράφουσα τὸν Χριστὸν ἐν τῇ καθ’ ἡμᾶς ὁλικῇ πρὸς ἀλήθειαν ἐνανθρωπήσει. Καὶ προσέτι τὸ θειότερον, ὅτι τῷ θείῳ
5μύρῳ χρῆται πρὸς παντὸς ἱεροῦ τελεσιουργίαν ἐναργῶς ὑποδεικνῦσα κατὰ τὸ λόγιον ἁγιάζοντα τὸν ἁγιαζόμενον ὡς ἀεὶ ταὐτὸν ὄντα ἑαυτῷ κατὰ πᾶσαν τὴν θεαρχικὴν ἀγαθουργίαν. Διὸ καὶ τῆς ἱερᾶς θεογενεσίας ἡ τελεσιουργὸς δωρεὰ καὶ χάρις ἐν ταῖς τοῦ μύρου τελεῖται θειοτάταις τελειώσεσιν. Ὅθεν ὡς οἶμαι καὶ τῷ κα‐
10θαρτικῷ βαπτιστηρίῳ τὸ μύρον ἐν σταυροειδέσι βολαῖς ἐπιχέων ὁ ἱε‐ ράρχης ὑπ’ ὄψιν ἄγει τοῖς θεωρητικοῖς ὀφθαλμοῖς ἄχρις καὶ αὐτοῦ 〈τοῦ〉 θανάτου διὰ σταυροῦ τὸν Ἰησοῦν ὑπὲρ τῆς ἡμῶν θεογενεσίας καταδυό‐ μενον αὐτῇ τῇ θείᾳ καὶ ἀκρατήτῳ καθόδῳ τοὺς εἰς τὸν θάνατον αὐτοῦ κατὰ τὸ κρύφιον λόγιον βαπτιζομένους ἐκ τῆς τοῦ φθοροποιοῦ θανάτου
15παλαιᾶς καταπόσεως ἀγαθοπρεπῶς ἀνασπῶντα καὶ ἀνακαινίζοντα πρὸς ἔνθεον καὶ αἰώνιον ὕπαρξιν. 〈11〉 Ἀλλὰ μὴν καὶ αὐτῷ τῷ τελεσθέντι τὴν ἱερωτάτην τῆς θεογενεσίας τελετὴν τὴν τοῦ θεαρχικοῦ πνεύματος ἐπιφοίτησιν ἡ τοῦ μύρου δωρεῖται τελειωτικὴ χρῖσις ὑποτυπούσης ὡς οἶμαι τῆς ἱερᾶς τῶν συμβόλων εἰκο‐
20νογραφίας ὑπ’ αὐτοῦ τοῦ δι’ ἡμᾶς ἀνθρωποπρεπῶς τῷ θεαρχικῷ πνεύ‐ ματι καθαγιασθέντος ἀναλλοιώτῳ τῆς οὐσιώδους θεότητος ἕξει τὸ θειό‐ τατον πνεῦμα χορηγούμενον.
〈12〉 Καὶ τοῦτο δὲ ἱεραρχικῶς ἐννόησον, ὅτι καὶ τοῦ θείου θυσιαστη‐102

103

ρίου τὴν ἱερὰν τελείωσιν ἡ τῶν ἁγιωτάτων τελετῶν θεσμοθεσία ταῖς τοῦ ἱερωτάτου μύρου τελετουργεῖ παναγέσιν ἐπιχύσεσιν. Ἔστι δὲ ὑπερου‐ ράνιος καὶ ὑπερούσιος ἡ θεουργία, πάσης τῆς θεουργικῆς ἡμῶν ἁγια‐ στείας ἀρχὴ καὶ οὐσία καὶ τελεσιουργὸς δύναμις. Εἰ γάρ ἐστι τὸ θειότατον
5ἡμῶν θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκοσμίοις ὀφθαλμοῖς ἐποπτεύσωμεν αὐτὸ τὸ θειότατον θυσιαστήριον, ἐν ᾧ τὰ τελούμενα τελεῖται καὶ ἁγιάζεται, πρὸς αὐτοῦ τοῦ θειοτάτου μύρου τελούμενον. Ἁγιάζει γὰρ ὑπὲρ ἡμῶν ἑαυτὸν
10ὁ παναγιώτατος Ἰησοῦς καὶ πάσης ἡμᾶς ἁγιαστείας ἀποπληροῖ τῶν ἐπ’ αὐτῷ τελουμένων οἰκονομικῶς εἰς ἡμᾶς ὡς θεογεννήτους λοιπὸν ἀγα‐ θουργικῶς διαβαινόντων. Ὅθεν ὡς οἶμαι κατὰ νοῦν ἱεραρχικὸν θεοπα‐ ραδότως οἱ θεῖοι τῆς καθ’ ἡμᾶς ἱεραρχίας καθηγεμόνες τὴν πάνσεμνον ταύτην ἱερουργίαν μύρου τελετὴν ἐκ τοῦ τελουμένου πραγματικῶς ὀνο‐
15μάζουσιν, ὡς ἄν τις φαίη θεοῦ τελετήν, ἑκατέρῳ νῷ τὴν θείαν αὐτῆς τελετουργίαν ὑμνοῦντες. Ἔστι γὰρ αὐτοῦ τελετὴ καὶ τὸ δι’ ἡμᾶς ἀνθρω‐ ποπρεπῶς ἁγιάζεσθαι καὶ τὸ θεουργικῶς ἅπαντα τελεῖν καὶ ἁγιάζειν τὰ τελούμενα. Τὸ δὲ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημά φασιν
20οἱ τὰ Ἑβραίων εἰδότες τὸ αἶνος θεοῦ δηλοῦν ἢ τὸ «Αἰνεῖτε τὸν κύριον». Ἁπάσης οὖν ἱερᾶς θεοφανείας καὶ θεουργίας ἐν τῇ ποικίλῃ συνθέσει τῶν
ἱεραρχικῶν συμβόλων ἱερογραφουμένης οὐκ ἀνάρμοστόν ἐστι μεμνῆσθαι103

104

τῆς θεοκινήτου τῶν προφητῶν ὑμνολογίας. Διδάσκει γὰρ εὐαγῶς τε ἅμα καὶ ἱεροπρεπῶς αἴνων ἱερῶν ἀξίας εἶναι τὰς θεαρχικὰς ἀγαθουργίας.
3t〈V.〉
3 〈1〉 Αὕτη μὲν ἡ θειοτάτη τοῦ μύρου τελετουργία. Καιρὸς δ’ ἂν εἴη μετὰ τὰς θείας ἱερουργίας αὐτὰς ἐκθέσθαι τὰς ἱερατικὰς τάξεις τε καὶ
5ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας καὶ τελειώσεις καὶ τὴν ὑπ’ αὐτὰς τριάδα τῶν ὑποβεβηκυιῶν τάξεων, ὅπως ἂν ἀποδειχθείη τῆς καθ’ ἡμᾶς ἱεραρχίας ἡ διακόσμησις τὸ μὲν ἄτακτον καὶ ἀκόσμητον καὶ συμπεφορημένον ἀμιγῶς ἀποδιαστέλλουσα καὶ ἀποκληροῦσα, τὸ κόσ‐ μιον δὲ καὶ τεταγμένον καὶ εὐσταθὲς ἐν ταῖς κατ’ αὐτὴν ἀναφαίνουσα τῶν
10ἱερῶν τάξεων ἀναλογίαις. Καὶ τὴν μὲν ἁπάσης ἱεραρχίας τριαδικὴν διαίρεσιν ἐν ταῖς ἤδη παρ’ ἡμῶν ὑμνημέναις ἱεραρχίαις ὡς οἶμαι καλῶς ἐξεθέμεθα φήσαντες, ὡς ἡ καθ’ ἡμᾶς ἱερὰ παράδοσις ἔχει, πᾶσαν ἱεραρχικὴν πραγματείαν εἰς τὰς ὁσιωτάτας τελετὰς διαιρεῖσθαι καὶ τοὺς ἐνθέους αὐτῶν ἐπιστήμονας καὶ
15μύστας καὶ τοὺς ὑπ’ αὐτῶν ἱερῶς τελουμένους. 〈2〉 Οὐκοῦν ἡ μὲν ἁγιω‐ τάτη τῶν ὑπερουρανίων οὐσιῶν ἱεραρχία τελετὴν μὲν ἔχει τὴν κατὰ δύναμιν οἰκείαν θεοῦ καὶ τῶν θείων ἀϋλοτάτην νόησιν καὶ τὴν τοῦ θεοειδοῦς ὁλόκληρον καὶ ὡς ἐφικτὸν θεομίμητον ἕξιν, φωταγωγοὺς δὲ καὶ πρὸς τὴν ἱερὰν ταύτην τελείωσιν ἡγεμόνας τὰς περὶ θεὸν πρωτίστας
20οὐσίας. Αὗται γὰρ εἰς τὰς ὑποβεβηκυίας ἱερὰς τάξεις ἀγαθοειδῶς καὶ ἀναλόγως διαπορθμεύουσι τὰς δωρουμένας αὐταῖς ἀεὶ θεουργικὰς γνώσεις ὑπὸ τῆς αὐτοτελοῦς καὶ σοφοποιοῦ τῶν θείων νοῶν θεαρχίας.
Αἱ δὲ τῶν πρώτων οὐσιῶν ὑφειμέναι διακοσμήσεις ὡς δι’ ἐκείνων ἱερῶς104

105

ἀναγόμεναι πρὸς τὴν θεουργὸν τῆς θεαρχίας ἔλλαμψιν αἱ τελούμεναι τάξεις εἰσί τε καὶ ἀληθῶς ὀνομάζονται. Μετ’ ἐκείνην δὲ τὴν οὐρανίαν καὶ ὑπερκόσμιον ἱεραρχίαν εἰς τὰ καθ’ ἡμᾶς ἀγαθουργικῶς ἡ θεαρχία τὰς ἱερωτάτας αὐτῆς δωρεὰς προφέρουσα
5νηπίοις μὲν οὖσι κατὰ τὸ λόγιον ἐδωρήσατο τὴν κατὰ νόμον ἱεραρχίαν ἀμυδραῖς τῶν ἀληθῶν εἰκόσι καὶ πορρωτάτοις τῶν ἀρχετύπων ἀπεικο‐ νίσμασι καὶ δυσθεωρήτοις αἰνίγμασι καὶ τύποις οὐκ εὐδιάκριτον ἔχουσι τὴν ἐγκεκαλυμμένην αὐτοῖς θεωρίαν ἀνάλογον φῶς ὡς ἀσθενέσιν ὄψεσιν ἀβλαβῶς ἐπιλάμψασα. Ταύτῃ δὲ τῇ κατὰ νόμον ἱεραρχίᾳ τελετὴ μὲν ἡ
10πρὸς τὴν πνευματικὴν λατρείαν ἀναγωγή, χειραγωγοὶ δὲ πρὸς ταύτην οἱ τὴν ἁγίαν ἐκείνην σκηνὴν ὑπὸ Μωϋσέως ἱερῶς μυηθέντες τοῦ πρώτου τῶν κατὰ νόμον ἱεραρχῶν μύστου καὶ ἡγεμόνος, πρὸς ἣν ἱερὰν σκηνὴν εἰσαγωγικῶς ἱερογραφῶν τὴν κατὰ νόμον ἱεραρχίαν εἰκόνα τύπου δει‐ χθέντος αὐτῷ κατὰ τὸ Σίναιον ὄρος ἐκάλει πάντα τὰ κατὰ τὸν νόμον
15ἱερουργούμενα, τελούμενοι δὲ οἱ πρὸς τῶν νομικῶν συμβόλων ἀναλόγως ἐπὶ τελεωτέραν μύησιν ἀναγόμενοι. Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ’ ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ κοινωνικῶς τῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβανομένη,
20τῇ μὲν κοινωνοῦσα ταῖς νοεραῖς θεωρίαις, τῇ δὲ ὅτι καὶ συμβόλοις αἰσθη‐ τοῖς ποικίλλεται καὶ δι’ αὐτῶν ἱερῶς ἐπὶ τὸ θεῖον ἀνάγεται. Τὸ τρισσὸν δὲ ὡσαύτως ἔχει τῆς ἱεραρχικῆς διαιρέσεως εἰς τὰς ἁγιωτάτας τῶν τελετῶν ἱερουργίας διαιρουμένη καὶ τοὺς θεοειδεῖς τῶν ἱερῶν ὑπηρέτας καὶ τοὺς ὑπ’ αὐτῶν ἀναλόγως ἐπὶ τὰ ἱερὰ προσαγομένους. Ἑκάστη δὲ
25τῶν τριῶν τῆς καθ’ ἡμᾶς ἱεραρχίας διαιρέσεων ἀκολούθως τῇ νομικῇ καὶ105

106

τῇ θειοτέρᾳ τῶν καθ’ ἡμᾶς ἱεραρχίᾳ πρώτη καὶ μέση καὶ τελευταία τάττεται δυνάμει τῆς τε ἱεροπρεποῦς ἀναλογίας προμηθουμένη καὶ τῆς ἁπάντων εὐκόσμου καὶ κατὰ τάξιν ἐναρμονίου καὶ συνδετικῆς κοινωνίας. 〈3〉 Ἡ μὲν οὖν ἁγιωτάτη τῶν τελετῶν ἱερουργία πρώτην μὲν ἔχει θεοειδῆ
5δύναμιν τὴν ἱερὰν τῶν ἀτελέστων κάθαρσιν, μέσην δὲ τὴν τῶν καθ‐ αρθέντων φωτιστικὴν μύησιν, ἐσχάτην δὲ καὶ τῶν προτέρων συγκεφα‐ λαιωτικὴν τὴν τῶν μυηθέντων ἐν ἐπιστήμῃ τῶν οἰκείων μυήσεων τελείω‐ σιν. Ἡ δὲ τῶν ἱερουργῶν διακόσμησις ἐν μὲν τῇ δυνάμει τῇ πρώτῃ διὰ τῶν τελετῶν ἀποκαθαίρει τοὺς ἀτελέστους, ἐν τῇ μέσῃ δὲ φωταγωγεῖ
10τοὺς καθαρθέντας, ἐν ἐσχάτῃ δὲ καὶ ἀκροτάτῃ τῶν ἱερουργῶν δυνάμεων ἀποτελειοῖ τοὺς τῷ θείῳ φωτὶ κεκοινωνηκότας ἐν ταῖς τῶν θεωρηθεισῶν ἐλλάμψεων ἐπιστημονικαῖς τελειώσεσιν. Ἡ δὲ τῶν τελουμένων δύναμις ἡ πρώτη μέν ἐστιν ἡ καθαιρομένη, μέση δὲ μετὰ τὴν κάθαρσιν ἡ φωτιζομένη καί τινων ἱερῶν θεωρητική, τελευταία δὲ καὶ θειοτέρα τῶν ἄλλων ἡ τῶν
15ἱερῶν φωτισμῶν ὧν ἐγεγόνει θεωρός, ἐλλαμπομένη τὴν τελειωτικὴν ἐπιστήμην. Τῆς μὲν οὖν ἁγίας τῶν τελετῶν ἱερουργίας ἡ τρισσὴ δύναμις ὕμνηται τῆς μὲν ἱερᾶς θεογενεσίας ἐκ τῶν λογίων ἀποδειχθείσης καθάρσεως καὶ φωτιστικῆς ἐλλάμψεως, τῆς συνάξεως δὲ καὶ τῆς τοῦ μύρου τελετῆς
20τελειωτικῆς τῶν θεουργιῶν γνώσεως καὶ ἐπιστήμης, δι’ ἧς ἱερῶς ἡ πρὸς τὴν θεαρχίαν ἑνοποιὸς ἀναγωγὴ καὶ μακαριωτάτη κοινωνία τελεσιουρ‐ γεῖται. Νῦν δὲ τὴν ἱερατικὴν διακόσμησιν ἑξῆς ἀφηγητέον εἰς καθαρτικὴν καὶ φωτιστικὴν καὶ τελειωτικὴν εὐταξίαν διαιρουμένην. 〈4〉 Θεσμὸς μὲν οὗτός ἐστι τῆς θεαρχίας ὁ πανίερος τὸ διὰ τῶν πρώτων
25τὰ δεύτερα πρὸς τὸ θειότατον αὐτῆς ἀνάγεσθαι φέγγος. Ἢ οὐχὶ καὶ τὰς
αἰσθητὰς τῶν στοιχείων οὐσίας ὁρῶμεν εἰς τὰ μᾶλλον αὐταῖς συγγενέ‐106

107

στερα πρῶτον ἰούσας καὶ δι’ ἐκείνων ἐφ’ ἕτερα τὴν οἰκείαν διϊείσας ἐνέργειαν; Εἰκότως οὖν ἡ πάσης ἀοράτου καὶ ὁρατῆς εὐκοσμίας ἀρχὴ καὶ ἵδρυσις εἰς τοὺς θεοειδεστέρους πρώτως ἐνδίδωσι τὰς θεουργικὰς ἀκτῖνας ἰέναι καὶ δι’ ἐκείνων ὡς διειδεστέρων νοῶν καὶ πρὸς μετοχὴν
5φωτὸς καὶ μετάδοσιν οἰκείως ἐχόντων εἰς τοὺς ὑφειμένους ἀναλόγως αὐτοῖς ἐλλάμπει καὶ ἐπιφαίνεται. Τούτων οὖν ἐστι τῶν πρώτως θεο‐ πτικῶν τὸ τοῖς δευτέροις ἀφθόνως ἐν συμμετρίᾳ τῇ κατ’ αὐτοὺς ὑποδεῖξαι τὰ πρὸς αὐτῶν ἱερῶς ἐποπτευθέντα θεῖα θεάματα, καὶ τὸ μυῆσαι τὰ ἱεραρχικὰ τῶν μετ’ ἐπιστήμης τελειωτικῆς τὰ θεῖα τῆς κατ’ αὐτοὺς
10ἱεραρχίας ἅπαντα καλῶς μυηθέντων καὶ τὴν τελεσιουργὸν τοῦ μυῆσαι δύναμιν προσειληφότων, καὶ τὸ μεταδοῦναι κατ’ ἀξίαν τὰ ἱερὰ τῶν ἐπιστημονικῶς καὶ ὁλοκλήρως μετασχόντων τῆς ἱερατικῆς τελειώσεως. 〈5〉 Οὐκοῦν ἡ θεία τῶν ἱεραρχῶν τάξις πρώτη μέν ἐστι τῶν θεοπτικῶν τάξεων, ἀκροτάτη δὲ καὶ ἐσχάτη πάλιν ἡ αὐτή. Καὶ γὰρ εἰς αὐτὴν
15ἀποτελευτᾷ καὶ ἀποπληροῦται πᾶσα τῆς καθ’ ἡμᾶς ἱεραρχίας ἡ δια‐ κόσμησις. Ὡς γὰρ ἅπασαν ἱεραρχίαν ὁρῶμεν εἰς τὸν Ἰησοῦν ἀποπεραι‐ ουμένην, οὕτως ἑκάστην εἰς τὸν οἰκεῖον ἔνθεον ἱεράρχην. Ἡ δὲ τῆς ἱεραρ‐ χικῆς τάξεως δύναμις ἐν πάσαις χωρεῖ ταῖς ἱεραῖς ὁλότησι καὶ διὰ πασῶν τῶν ἱερῶν τάξεων ἐνεργεῖ τὰ τῆς οἰκείας ἱεραρχίας μυστήρια. Ἐκκρίτως
20δὲ αὐτῇ παρὰ τὰς λοιπὰς τάξεις εἰς αὐτουργίαν ὁ θεῖος θεσμὸς ἀπονε‐ νέμηκε τὰς θειοτέρας ἱερουργίας· αὗται δέ εἰσιν αἱ τελεσιουργοὶ τῆς θεαρχικῆς δυνάμεως εἰκόνες ἀποτελειοῦσαι πάντα τὰ θειότατα σύμβολα καὶ πάσας τὰς ἱερὰς διακοσμήσεις. Εἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ’ οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ
25ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ τὰ τῆς θείας κοινωνίας τελέσει μυστήρια μὴ τῷ θειοτάτῳ θυσιαστηρίῳ τῶν κοινωνικῶν ἐπιτε‐
θέντων συμβόλων. Ἀλλ’ οὐδ’ αὐτὸς ἱερεὺς ἔσται μὴ πρὸς τῶν ἱεραρχικῶν107

108

τελειώσεων εἰς τοῦτο κεκληρωμένος. Ὅθεν ἡ θεία θεσμοθεσία τὴν τῶν ἱερατικῶν τάξεων ἁγιαστείαν καὶ τὴν τοῦ θείου μύρου τελείωσιν καὶ τὴν ἱερὰν τοῦ θυσιαστηρίου τελετουργίαν ταῖς τῶν ἐνθέων ἱεραρχῶν τελε‐ σιουργοῖς δυνάμεσιν ἑνιαίως ἀπεκλήρωσεν.
5 〈6〉 Ἔστιν οὖν ἡ ἱεραρχικὴ τάξις ἡ τῆς τελειωτικῆς δυνάμεως ἀνα‐ πεπλησμένη τὰ τελεσιουργὰ τῆς ἱεραρχίας ἐκκρίτως τελετουργοῦσα καὶ τὰς ἐπιστήμας τῶν ἱερῶν ἐκφαντορικῶς μυοῦσα καὶ ἐκδιδάσκουσα τὰς ἀναλόγους αὐτῶν καὶ ἱερὰς ἕξεις τε καὶ δυνάμεις. Ἡ δὲ τῶν ἱερέων φωταγωγικὴ τάξις ἐπὶ τὰς θείας τῶν τελετῶν ἐποψίας χειραγωγεῖ τοὺς
10τελουμένους ὑπὸ τῇ τῶν ἐνθέων ἱεραρχῶν τάξει καὶ μετ’ αὐτῆς ἱερουρ‐ γοῦσα τὰς οἰκείας ἱερουργίας, ἐν οἷς μὲν αὐτὴ δρᾷ τὰς θεουργίας ὑπο‐ δεικνῦσα διὰ τῶν ἱερωτάτων συμβόλων καὶ θεωρητικοὺς τοὺς προσιόντας ἀποτελοῦσα καὶ τῶν ὁσίων τελετῶν κοινωνούς, εἰς τὸν ἱεράρχην δὲ ἀναπέμπουσα τοὺς τῆς ἐπιστήμης τῶν θεωρηθεισῶν ἱερουργιῶν ἐφιεμέ‐
15νους. Ἡ δὲ τῶν λειτουργῶν τάξις ἡ καθαρτικὴ καὶ τῶν ἀνομοίων δια‐ κριτικὴ πρὸ τῆς ἐπὶ τὰς τῶν ἱερέων ἱερουργίας προσαγωγῆς ἀποκαθαίρει τοὺς προσιόντας ἀμιγεῖς αὐτοὺς ἀποτελοῦσα τῶν ἐναντίων καὶ πρὸς ἱερουργικὴν ἐποψίαν καὶ κοινωνίαν ἐπιτηδείους. Ὅθεν ἐπὶ τῆς ἱερᾶς θεογενεσίας οἱ λειτουργοὶ τὸν προσιόντα τῆς παλαιᾶς ἀπογυμνοῦσιν
20ἐσθῆτος, ἔτι μὴν καὶ ὑπολύουσι καὶ πρὸς δυσμὰς εἰς ἀποταγὴν ἱστῶσι καὶ αὖθις πρὸς ἕω μετάγουσι [τῆς καθαρτικῆς γάρ εἰσι τάξεως καὶ
δυνάμεως] ἀποβάλλειν ὁλικῶς ἐγκελευόμενοι τοῖς προσιοῦσι τὰς τῆς108

109

προτέρας ζωῆς ἀμφιάσεις καὶ τὸ τοῦ προτέρου βίου σκοτεινὸν ὑποδει‐ κνύντες καὶ ἐκδιδάσκοντες αὐτοὺς ἀποταξαμένους τοῖς ἀλαμπέσιν ἐπὶ τὰ φωτιστικὰ μεταταχθῆναι. Καθαρτικὴ τοίνυν ἐστὶν ἡ λειτουργικὴ δια‐ κόσμησις ἐπὶ τὰς φανὰς τῶν ἱερέων ἱερουργίας ἀνάγουσα τοὺς κεκα‐
5θαρμένους καὶ τοὺς ἀτελέστους ἀποκαθαίρουσα καὶ μαιευομένη ταῖς κα‐ θαρτικαῖς τῶν λογίων ἐλλάμψει καὶ διδασκαλίαις καὶ προσέτι τοὺς ἀν‐ ιέρους τῶν ἱερῶν ἀμιγῶς ἀποδιαστέλλουσα. Διὸ καὶ ταῖς ἱεραῖς αὐτὴν ἐφίστησι πύλαις ἡ ἱεραρχικὴ θεσμοθεσία τὴν πρὸς τὰ ἱερὰ τῶν προσ‐ ιόντων εἴσοδον ἐν ταῖς παντελέσι καθάρσεσιν αἰνισσομένη καὶ τὴν ἐπὶ
10τὰς ἱερὰς αὐτῶν ἐποψίας καὶ κοινωνίας προσαγωγὴν ταῖς καθαρτικαῖς δυνάμεσιν ἐγχειρίζουσα καὶ διὰ τούτων αὐτοὺς ἀκηλιδώτους εἰσδεχο‐ μένη. 〈7〉 Δέδεικται τοίνυν ἡ μὲν τῶν ἱεραρχῶν τάξις τελειωτικὴ καὶ τελε‐ σιουργός, ἡ δὲ τῶν ἱερέων φωτιστικὴ καὶ φωταγωγός, ἡ δὲ τῶν λει‐
15τουργῶν καθαρτικὴ καὶ διακριτική, δηλαδὴ τῆς ἱεραρχικῆς τάξεως οὐ τελεσιουργεῖν μόνον, ἀλλὰ καὶ φωτίζειν ἅμα καὶ καθαίρειν ἐπισταμένης καὶ τῆς τῶν ἱερέων δυνάμεως ἐχούσης ἐν ἑαυτῇ μετὰ τῆς φωτιστικῆς καὶ τὴν καθαρτικὴν ἐπιστήμην. Αἱ μὲν γὰρ ἥττους ἐπὶ τὰ κρείττω μεταπηδᾶν ἀδυνατοῦσιν—πρὸς τῷ μηδὲ θεμιτὸν αὐταῖς εἶναι πρὸς τοιαύτην ἐγ‐
20χειρεῖν ἀλαζονείαν—, αἱ δὲ θειότεραι δυνάμεις μετὰ τῶν οἰκείων καὶ τὰς ὑφειμένας τῆς αὐτῶν τελειότητος ἱερὰς ἐπιστήμας γινώσκουσιν. Ὅμως ἐπειδὴ θείων εἰσὶν ἐνεργειῶν εἰκόνες αἱ ἱερατικαὶ διακοσμήσεις τῆς εὐκόσ‐ μου καὶ ἀσυγχύτου τῶν θείων ἐνεργειῶν τάξεως ἐν ἑαυταῖς δεικνῦσαι τὰς τεταγμένας ἐλλάμψεις, εἰς πρώτας καὶ μέσας καὶ τελευταίας ἱερὰς ἐνεργείας
25καὶ τάξεις ἐν διακρίσεσιν ἱεραρχικαῖς ἐτάχθησαν ἐμφαίνουσαι καθάπερ ἔφην ἐν ἑαυταῖς τῶν θείων ἐνεργειῶν τὸ τεταγμένον καὶ ἀσύμφυρτον.
Ἐπειδὴ γὰρ ἡ θεαρχία τοὺς ἐν οἷς ἂν ἐγγένηται, νόας ἀποκαθαίρει109

110

πρῶτον, εἶτα φωτίζει καὶ φωτισθέντας ἀποτελειοῖ πρὸς θεοειδῆ τελεσι‐ ουργίαν, εἰκότως ἡ ἱεραρχικὴ τῶν θείων εἰκὼν εἰς διακεκριμένας ἑαυτὴν διαιρεῖ τάξεις τε καὶ δυνάμεις ἐναργῶς ὑποδεικνῦσα τὰς θεαρχικὰς ἐνερ‐ γείας ἐν παναγεστάταις καὶ ἀμιγέσι τάξεσιν εὐσταθῶς καὶ ἀσυγχύτως
5ἑστηκυίας. Ἀλλ’ ἐπειδὴ τὰς ἱερατικὰς τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας εἰρήκαμεν ὡς ἡμῖν ἐφικτόν, καὶ τὰς ἱερωτάτας αὐτῶν, ὡς οἷοί τέ ἐσμεν, ἐποπτεύσωμεν τελειώσεις.
9tΜυστήριον ἱερατικῶν τελειώσεων.
10 Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια καὶ τὴν ἱεραρχικὴν χεῖρα καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς παναγεστάταις ἐπικλήσεσιν ἀποτε‐ λειοῦται. Ὁ δὲ ἱερεὺς ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυ‐
15σιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὴν ἱεραρχικὴν δεξιὰν καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς ἱεροποιοῖς ἐπικλήσεσιν ἁγιά‐ ζεται. Ὁ δὲ λειτουργὸς ἕνα τοῖν ποδοῖν κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὴν τοῦ τελοῦντος αὐτὸν ἱεράρχου δεξιὰν τελειούμενος ὑπ’ αὐτοῦ ταῖς τῶν λειτουργῶν τελεστικαῖς ἐπικλήσεσιν.
20Ἑκάστῳ δὲ αὐτῶν ἡ σταυροειδὴς ἐνσημαίνεται πρὸς τοῦ τελοῦντος ἱεράρχου σφραγὶς καὶ καθ’ ἕκαστον ἀνάρρησις ἱερὰ γίνεται καὶ τελειωτικὸς ἀσπασμὸς ἀσπαζομένου παντὸς ἱερατικοῦ παρόντος ἀνδρὸς καὶ τοῦ τελέσαντος ἱεράρχου τὸν πρός τι τῶν εἰρημένων ἱερατικῶν ταγμάτων
ἀποτελεσθέντα.110

111

(1t)

Θεωρία.
2 〈1〉 Κοινὰ μέν ἐστι τοῖς ἱεράρχαις τε καὶ ἱερεῦσι καὶ λειτουργοῖς ἐν ταῖς ἱερατικαῖς αὐτῶν τελειώσεσιν ἡ πρὸς τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις, ἡ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις, ἡ σταυροειδὴς σφραγίς,
5ἡ ἀνάρρησις, ὁ τελειωτικὸς ἀσπασμός· ἐξαιρετὰ δὲ καὶ ἔκκριτα τοῖς ἱεράρχαις μὲν ἡ τῶν λογίων ἐπὶ κεφαλῆς ἐπίθεσις οὐκ ἐχόντων τοῦτο τῶν ὑφειμένων ταγμάτων, τοῖς δὲ ἱερεῦσιν ἡ ἀμφοῖν τοῖν ποδοῖν κλίσις οὐκ ἐχούσης τοῦτο τῆς τῶν λειτουργῶν τελειώσεως. Οἱ γὰρ λειτουργοὶ καθὼς εἴρηται τὸν ἕνα κλίνουσι τοῖν ποδοῖν μόνον.
10 〈2〉 Ἡ μὲν οὖν ἐπὶ τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις αἰνίσσεται πᾶσι τοῖς ἱερατικῶς τελουμένοις ὑποτιθέναι καθόλου τῷ τε‐ λετάρχῃ θεῷ τὴν οἰκείαν ζωὴν καὶ τὴν ἑαυτῶν νοερὰν ὁλότητα πάναγνον αὐτῷ καὶ καθιερωμένην προσαγαγεῖν ὁμοειδῆ καὶ ὡς δυνατὸν ἀξίαν οὖσαν τοῦ θεαρχικοῦ καὶ παναγεστάτου καὶ ἱεροῦ θυσιαστηρίου τοῦ
15καθιεροῦντος ἱερατικῶς τοὺς θεοειδεῖς νόας. 〈3〉 Ἡ δὲ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις ὁμοῦ μὲν ἐμφαίνει τὴν τελε‐ ταρχικὴν σκέπην, ὑφ’ ἧς ὡς παῖδες ἱεροὶ περιέπονται πατρικῶς αὐτοῖς μὲν ἕξιν καὶ δύναμιν ἱερατικὴν δωρουμένης, τὰς ἐναντίας δὲ αὐτῶν δυ‐ νάμεις ἀπορραπιζούσης. Διδάσκει δὲ ἅμα καὶ πάσας τελεῖν τὰς ἱερατικὰς
20ἐνεργείας ὡς ὑπὸ θεῷ πράττοντας τοὺς τελεσθέντας καὶ τῶν οἰκείων ἐνεργειῶν αὐτὸν ἔχοντας ἐν παντὶ καθηγεμόνα. 〈4〉 Ἡ σταυροειδὴς δὲ σφραγὶς τὴν ἁπασῶν ὁμοῦ τῶν σαρκικῶν ὀρέξεων ἀνενεργησίαν καὶ τὴν θεομίμητον ζωὴν ἀφορῶσαν ἀκλινῶς εἰς τὴν ἀνδρικὴν Ἰησοῦ θειοτάτην ζωὴν ἄχρι σταυροῦ καὶ θανάτου μετὰ θεαρχικῆς ἀναμαρτησίας ἐληλυ‐
25θότος καὶ τοὺς οὕτω ζῶντας ὡς ὁμοειδεῖς ἐνσημαίνοντος τῇ σταυροειδεῖ
τῆς οἰκείας ἀναμαρτησίας εἰκόνι. 〈5〉 τὴν ἱερὰν δὲ τῶν τελειώσεων καὶ111

112

τῶν τελουμένων ἀνάρρησιν ὁ ἱεράρχης ἀναβοᾷ τοῦ μυστηρίου δηλοῦν‐ τος, ὡς ὁ φιλόθεος ἱεροτελεστὴς ἐκφαντορικός ἐστι τῆς θεαρχικῆς ἐκλογῆς οὐκ αὐτὸς ἰδίᾳ χάριτι τοὺς τελουμένους ἐπὶ τὴν ἱερατικὴν ἄγων τελείω‐ σιν, ἀλλ’ ὑπὸ θεοῦ κινούμενος εἰς πάσας τὰς ἱεραρχικὰς ἁγιαστείας. Οὕτω
5Μωσῆς ὁ νομικὸς ἱεροτελεστὴς οὐδὲ ἀδελφὸν ὄντα τὸν Ἀαρὼν εἰς ἱερα‐ τικὴν τελείωσιν ἄγει καὶ φιλόθεον αὐτὸν εἶναι καὶ ἱερατικὸν οἰόμενος, ἄχρις οὗ θεόθεν εἰς τοῦτο κινηθεὶς ὑπὸ τελετάρχῃ θεῷ τὴν ἱερατικὴν τελείωσιν ἱεραρχικῶς ἐτελεσιούργησεν. Ἀλλὰ καὶ ὁ θεαρχικὸς ἡμῶν καὶ πρῶτος ἱεροτελεστὴς (ἐγεγόνει γὰρ καὶ τοῦτο δι’ ἡμᾶς ὁ φιλανθρωπό‐
10τατος Ἰησοῦς) «οὐχ ἑαυτὸν ἐδόξασεν», ὡς τὰ λόγιά φησιν, «ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Διὸ καὶ αὐτὸς ἐπὶ τὴν ἱερατικὴν τελείωσιν ἄγων τοὺς μαθητὰς καίπερ ὑπάρχων ὡς θεὸς τελετάρχης ὅμως ἐπὶ τὸν παναγέστατον αὐτοῦ πατέρα καὶ τὸ θεαρχικὸν πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελε‐
15σιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πα‐ τρός, ἣν ἠκούσατέ μου, ὅτι ὑμεῖς βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.» Καὶ μὴν καὶ αὐτὸς ὁ τῶν μαθητῶν κορυφαῖος μετὰ τῆς ὁμοταγοῦς αὐτῷ καὶ ἱεραρχικῆς δεκάδος εἰς τὴν τοῦ δυοκαιδεκάτου τῶν μαθητῶν ἐληλυθὼς
20ἱερατικὴν τελείωσιν ἐπὶ τῇ θεαρχίᾳ τὴν ἐκλογὴν εὐλαβῶς καταλέλοιπεν «Ἀνάδειξον» φήσας «ὃν ἐξελέξω» καὶ τὸν ὑπὸ τοῦ θείου κλήρου θειωδῶς ἀναδεδειγμένον εἰς τὸν τῆς ἁγίας δυοκαιδεκάδος ἱεραρχικὸν ἀριθμὸν εἰσ‐ εδέξατο. Περὶ δὲ τοῦ θείου κλήρου τοῦ τῷ Ματθίᾳ θειωδῶς ἐπιπεσόντος
ἕτεροι μὲν ἄλλα εἰρήκασιν οὐκ εὐαγῶς ὡς οἶμαι, τὴν ἐμὴν δὲ καὶ αὐτὸς112

113

ἔννοιαν ἐρῶ. Δοκεῖ γάρ μοι τὰ λόγια κλῆρον ὀνομάσαι θεαρχικόν τι δῶρον ὑποδηλοῦν ἐκείνῳ τῷ ἱεραρχικῷ χορῷ τὸν ὑπὸ τῆς θείας ἐκλογῆς ἀναδεδειγμένον, πλήν γε ὅτι τὸν θεῖον ἱεράρχην οὐκ αὐτοκινήτως χρὴ τὰς ἱερατικὰς ποιεῖσθαι τελεσιουργίας, ἀλλ’ ὑπὸ θεῷ κινοῦντι ταύτας
5ἱεραρχικῶς καὶ οὐρανίως τελεσιουργεῖν. 〈6〉 Ὁ δὲ πρὸς τῷ τέλει τῆς ἱερατικῆς τελειώσεως ἀσπασμὸς ἱερὰν ἔμφασιν ἔχει. Πάντες γὰρ ὅσοι πάρεισι τῶν ἱερατικῶν ὄντες τάξεων, ἀλλὰ καὶ αὐτὸς ὁ τελέσας ἱεράρχης ἀσπάζονται τὸν τετελεσμένον. Ὅταν γὰρ ἱερατικαῖς ἕξεσι καὶ δυνάμεσι καὶ θείᾳ κλήσει καὶ ἁγιαστείᾳ πρὸς ἱερατικὴν
10τελεσιουργίαν ἀφίκηται νοῦς ἱερός, ἐραστός ἐστι ταῖς ὁμοταγέσι καὶ ἱερωτάταις τάξεσιν εἰς τὸ θεοειδέστατον ἀνηγμένος κάλλος ἐρῶν τῶν ὁμοειδῶν νοῶν καὶ πρὸς αὐτῶν ἱερῶς ἀντερώμενος. Ἔνθεν ὁ πρὸς ἀλλή‐ λους ἱερατικὸς ἀσπασμὸς ἱερουργεῖται τὴν τῶν ὁμοειδῶν νοῶν ἱερὰν κοινωνίαν ὑποδηλῶν καὶ τὴν ἐπ’ ἀλλήλοις ἐραστὴν εὐφροσύνην ὡς
15ὁλοκλήρως ἀποσώζουσιν ἱερατικῇ μορφώσει τὸ θεοειδέστατον κάλλος. 〈7〉 Ταῦτα μὲν οὖν ὡς ἔφην ἐστὶ τὰ κοινὰ τῆς ὅλης ἱερατικῆς τελειώ‐ σεως. Ὁ δὲ ἱεράρχης ἔκκριτον ἔχει τὴν τῶν λογίων ἐπὶ κεφαλῆς ἱερωτάτην ἐπίθεσιν. Ἐπειδὴ γὰρ ἡ τελειωτικὴ τῆς πάσης ἱερατείας δύναμις καὶ ἐπιστήμη τοῖς ἐνθέοις ἱεράρχαις ὑπὸ τῆς θεαρχικῆς δωρεῖται καὶ τελεταρ‐
20χικῆς ἀγαθότητος, εἰκότως ἐπὶ τῶν ἱεραρχικῶν κεφαλῶν ἐπιτίθεται τὰ θεοπαράδοτα λόγια τὰ περιεκτικῶς καὶ ἐπιστημόνως ἐκφαντορικὰ πάσης θεολογίας θεουργίας θεοφανείας ἱερολογίας ἱερουργίας, ἑνὶ λόγῳ πάντων τῶν θείων καὶ ἱερῶν ἔργων τε καὶ λόγων τῶν ὑπὸ τῆς ἀγαθουργοῦ
θεαρχίας τῇ καθ’ ἡμᾶς ἱεραρχίᾳ δεδωρημένων, ὡς τοῦ θεοειδοῦς ἱεράρχου113

114

πάσης μὲν ἱεραρχικῆς δυνάμεως ὁλοκλήρως μεθέξοντος, πασῶν δὲ τῶν ἱεραρχικῶν ἱερολογιῶν τε καὶ ἱερουργιῶν τὴν ἀληθῆ καὶ θεοπαράδοτον ἐπιστήμην οὐκ ἐλλαμφθησομένου μόνον ἀλλὰ καὶ ἑτέροις ἀναλογίαις ἱεραρχικαῖς μεταδώσοντος καὶ τελεσιουργήσοντος ἐν θειοτάταις γνώσεσι
5καὶ ἀκροτάταις ἀναγωγαῖς ἱεραρχικῶς ἅπαντα τὰ τῆς ὅλης ἱεραρχίας τελεστικώτατα. Τοῖς δὲ ἱερεῦσι τοῖν δυοῖν ποδοῖν ἡ κλίσις ἔκκριτόν ἐστι παρὰ τὴν λειτουργικὴν διακόσμησιν ὡς τὸν ἕνα κλινούσης ἐκείνης καὶ τούτῳ τῷ ἱεραρχικῷ σχήματι τελειουμένης. 〈8〉 Ἡ μὲν οὖν κλίσις ἐμφαίνει τὴν ὑποκειμένην προσαγωγὴν τοῦ προσάγοντος ὑποτιθέντος θεῷ τὸ
10ἱερῶς προσαγόμενον. Ἐπειδὴ δὲ ὡς πολλάκις εἰρήκαμεν αἱ τρεῖς τῶν ἱεροτελεστῶν διακοσμήσεις διὰ τῶν τριῶν ἁγιωτάτων τελετῶν καὶ δυ‐ νάμεων ἐφεστᾶσι ταῖς τρισὶ τῶν τελουμένων τάξεσι καὶ τὴν ὑπὸ τὰ θεῖα ζυγὰ σωστικὴν αὐτῶν ἱερουργοῦσι προσαγωγήν, εἰκότως ἡ λειτουργικὴ τάξις ὡς μόνον καθαρτικὴ τὴν μίαν ἱερουργεῖ τῶν καθαιρομένων προσ‐
15αγωγὴν ὑπὸ τὸ θεῖον αὐτὴν ὑποτιθεῖσα θυσιαστήριον ὡς ἐν αὐτῷ τῶν καθαιρομένων νοῶν ὑπερκοσμίως ἱερουμένων, οἱ δὲ ἱερεῖς ἄμφω τὼ πόδε κλίνουσι ὡς τῶν ὑπ’ αὐτῶν ἱερῶς προσαγομένων οὐ μόνον κεκαθαρμένων, ἀλλὰ καὶ ταῖς φανοτάταις αὐτῶν ἱερουργίαις ἀναγωγικῶς ἀποκεκαθαρ‐ μένης ζωῆς εἰς θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς ἀποτελεσθέντων,
20ὁ δὲ ἱεράρχης ἄμφω τὼ πόδε κλίνων ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια τοὺς ὑπὸ τῆς λειτουργικῆς δυνάμεως ἐκκεκαθαρμένους καὶ πρὸς τῆς ἱερουργοῦ πεφωτισμένους πρὸς τὴν τῶν ἐποπτευθέντων ὑπ’ αὐτῶν ἱερῶν ἀνάλογον αὐτοῖς ἐπιστήμην ἱεραρχικῶς ἄγων καὶ δι’ αὐτῆς ἀπο‐
τελειῶν τοὺς προσαγομένους εἰς τὴν κατ’ αὐτοὺς ὁλόκληρον ἀφιέρωσιν.114

115

(1t)

〈VI.〉
1 〈1〉 Αὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ’ αὐτὰς τριάδα τῶν τελου‐ μένων τάξεων ἑξῆς ἀφηγητέον. Λέγωμεν τοίνυν, ὅτι καθαιρόμεναι μέν εἰσι τάξεις αἱ τῶν ἱερουργιῶν
5καὶ τελετουργιῶν ἀποδιαστελλόμεναι πληθύες, ὧν ἤδη μνήμην ἐποιη‐ σάμεθα, τῆς μὲν ὡς ἔτι πρὸς τῶν λειτουργῶν τοῖς μαιευτικοῖς λογίοις πρὸς ζωτικὴν ἀπότεξιν μορφουμένης τε καὶ διαπλαττομένης, τῆς δὲ ὡς ἔτι πρὸς τὴν ἱερὰν ἧς ἀπέστη ζωῆς, ἀνακικλησκομένης τῇ τῶν ἀγαθῶν λογίων ἐπιστρεπτικῇ διδασκαλίᾳ, τῆς δὲ ὡς ἔτι πρὸς τῶν ἐναντίων
10πτοιῶν ἀνάνδρως ἐκδειματουμένης καὶ πρὸς τῶν δυναμοποιῶν λογίων ἐπιρρωννυμένης, τῆς δὲ ὡς ἔτι πρὸς τὰς ἱερὰς ἐνεργείας ἐκ τῶν χειρόνων μεταγομένης, τῆς δὲ ὡς μεταχθείσης μὲν οὔπω δὲ τὸ πανάγνως ἀνεπί‐ στροφον ἐν θειοτέραις ἕξεσι καὶ ἀσαλεύτοις ἐσχηκυίας. Αὗται γάρ εἰσιν αἱ καθαιρόμεναι τάξεις ὑπὸ τῆς λειτουργικῆς μαιεύσεως καὶ καθαρτικῆς
15δυνάμεως. Ταύτας οἱ λειτουργοὶ ταῖς ἱεραῖς αὐτῶν δυνάμεσι τελεσιουρ‐ γοῦσι πρὸς τὸ τελέως ἐκκαθαρθείσας αὐτὰς εἰς τὴν φωτιστικὴν τῶν φανοτάτων ἱερουργιῶν θεωρίαν τε καὶ κοινωνίαν μεταχθῆναι. 〈2〉 Μέση δὲ τάξις ἐστὶν ἡ θεωρητικὴ καί τινων ἱερῶν ἀναλόγως ἐν καθαρότητι πάσῃ κοινωνός, ἡ τοῖς ἱερεῦσιν εἰς τὸ φωτίζειν αὐτὴν ἀπο‐
20νεμηθεῖσα. Καὶ γάρ ἐστιν ὡς οἶμαι δῆλον, ὡς ἡ καθαρθεῖσα πάσης ἀνιέρου κηλίδος καὶ πάναγνον ἐσχηκυῖα τὴν τοῦ οἰκείου νοὸς ἀκίνητον ἵδρυσιν
ἐπὶ τὴν θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς μετάγεται καὶ κοινωνεῖ115

116

τοῖς κατ’ αὐτὴν θειοτάτοις συμβόλοις ἐν ταῖς θεωρίαις αὐτῶν καὶ κοινω‐ νίαις ἁπάσης ἱερᾶς εὐφροσύνης ἀποπληρουμένη καὶ πρὸς τὸν θεῖον τῆς ἐπιστήμης αὐτῶν ἔρωτα ταῖς ἀναγωγικαῖς αὐτῶν δυνάμεσιν ἀναλόγως ἀναπτερουμένη. Ταύτην ἐγώ φημι τὴν τοῦ ἱεροῦ λαοῦ τάξιν ὡς διὰ
5πάσης ἐληλυθυῖαν καθάρσεως καὶ τῆς ἱερᾶς τῶν φανοτάτων τελετῶν ἐποψίας καὶ κοινωνίας ὡς θεμιτὸν ἠξιωμένην. 〈3〉 Ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις ἡ τῶν μοναχῶν ἐστιν ἱερὰ διακόσμησις πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλικῇ δυ‐ νάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι, πάσης δὲ ὅσης
10θεμιτὸν αὐτῇ θεωρεῖν ἱερουργίας ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖς τῶν ἱεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομένη καὶ ταῖς ἐνθέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱεραρχικαῖς παραδόσεσιν ἐκδιδασκομένη τὰς ἐποπτευθείσας τῶν κατ’ αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας καὶ πρὸς τῆς ἱερᾶς αὐτῶν ἐπιστήμης ἀναλόγως εἰς τελεωτάτην ἀναγομένη τελείωσιν.
15Ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἱερῶν ἠξίωσαν οἱ μὲν θεραπευτάς, οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ τῆς τοῦ θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας καὶ τῆς ἀμερίστου καὶ ἑνιαίας ζωῆς ὡς ἑνοποι‐ ούσης αὐτοὺς ἐν ταῖς τῶν διαιρετῶν ἱεραῖς συμπτύξεσιν εἰς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν. Διὸ καὶ τελεστικὴν αὐτοῖς ἐδωρήσατο χάριν ἡ
20ἱερὰ θεσμοθεσία καί τινος αὐτοὺς ἠξίωσεν ἀφιερωτικῆς ἐπικλήσεως οὐχ ἱεραρχικῆς (ἐκείνη γὰρ ἐπὶ μόναις γίνεται ταῖς ἱερατικαῖς τάξεσιν), ἀλλ’ ἱερουργικῆς ὑπὸ τῶν ὁσίων ἱερέων τῇ ἱεραρχικῇ τελετουργίᾳ δευτέρως
ἱερουργουμένης.116

117

(1t)

Μυστήριον μοναχικῆς τελειώσεως.
2 Ὁ μὲν ἱερεὺς ἕστηκεν ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου τὴν μονα‐ χικὴν ἐπίκλησιν ἱερολογῶν. Ὁ δὲ τελούμενος ὀπίσω τοῦ ἱερέως ἕστηκεν οὐκ ἄμφω τὼ πόδε κλίνων οὐχ ἕνα τοῖν ποδοῖν οὐκ ἐπὶ κεφαλῆς ἔχων
5τὰ θεοπαράδοτα λόγια, μόνον δὲ τῷ ἱερεῖ παρεστὼς ἱερολογοῦντι τὴν ἐπ’ αὐτῷ μυστικὴν ἐπίκλησιν. Τελέσας δὲ αὐτὴν ὁ ἱερεὺς ἐπὶ τὸν τελού‐ μενον ἐλθὼν ἐπερωτᾷ πρῶτον αὐτόν, εἰ πάσαις ἀποτάσσεται ταῖς διαι‐ ρεταῖς οὐ μόνον ζωαῖς ἀλλὰ καὶ φαντασίαις. Εἶτα τὴν τελεωτάτην αὐτῷ ζωὴν ὑφηγεῖται μαρτυρόμενος, ὅτι χρὴ τῆς μέσης αὐτὸν ὑπερανεστηκέ‐
10ναι. Ταῦτα δὲ πάντα τοῦ τελουμένου προσεχῶς ὁμολογήσαντος τῷ σταυροειδεῖ τύπῳ σφραγισάμενος αὐτὸν ὁ ἱερεὺς ἀποκείρει τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν καὶ τὴν ἐσθῆτα πᾶσαν ἀπαμφιέσας ἑτέραν ἀμφιέννυσι καὶ μετὰ τῶν ἄλλων ἱερῶν ἀνδρῶν, ὅσοι πάρεισιν, ἀσπασάμενος αὐτὸν κοινωνὸν ἀποτελεῖ τῶν θεαρχικῶν μυστη‐
15ρίων.
16tΘεωρία.
17 〈1〉 Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ’ ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπα‐ ράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δηλοῖ τὴν μοναχικὴν τάξιν οὐκ εἶναι προσαγωγικὴν ἑτέρων, ἀλλ’ ἐφ’ ἑαυτῆς
20ἑστῶσαν ἐν μοναδικῇ καὶ ἱερᾷ στάσει ταῖς ἱερατικαῖς ἑπομένην τάξεσι καὶ πρὸς αὐτῶν ὡς ὀπαδὸν ἐπὶ τὴν θείαν τῶν κατ’ αὐτὴν ἱερῶν ἐπιστήμην εὐπειθῶς ἀναγομένην. 〈2〉 Ἡ δὲ τῶν μεριστῶν οὐ μόνον ζωῶν ἀλλὰ μὴν καὶ φαντασιῶν ἀποταγὴ τὴν τελεωτάτην ἐμφαίνει τῶν μοναχῶν φιλοσοφίαν ἐν ἐπιστήμῃ
25τῶν ἑνοποιῶν ἐντολῶν ἐνεργουμένην. Ἔστι γὰρ ὡς ἔφην οὐ τῆς μέσης
τῶν τελουμένων τάξεως, ἀλλὰ τῆς πασῶν ὑψηλοτέρας. Διὸ καὶ πολλὰ117

118

τῶν πρὸς τῆς μέσης τάξεως ἀκατακρίτως ἐνεργουμένων ἀπείρηται τρόπῳ παντὶ τοῖς ἑνιαίοις μοναχοῖς ὡς πρὸς τὸ ἓν αὐτῶν ὀφειλόντων ἑνοποιεῖ‐ σθαι καὶ πρὸς ἱερὰν μονάδα συνάγεσθαι καὶ πρὸς τὴν ἱερατικὴν ὡς θεμιτὸν ἀπομορφοῦσθαι ζωήν, ὡς τὸ συγγενὲς αὐτῆς ἔχουσιν ἐν πολλοῖς καὶ
5μᾶλλον αὐτῇ παρὰ τὰς λοιπὰς τῶν τελουμένων τάξεις πλησιάζουσιν. 〈3〉 Ἡ δὲ τοῦ σταυροειδοῦς τύπου σφραγίς, ὡς ἤδη παρ’ ἡμῶν εἴρηται, δηλοῖ τὴν πασῶν ὁμοῦ τῶν σαρκικῶν ὀρέξεων ἀνενεργησίαν. Ἡ δὲ τῶν τριχῶν ἀπόκαρσις ἐμφαίνει τὴν καθαρὰν καὶ ἀσχημάτιστον ζωὴν οὐκ ἐπιπλάστοις σχήμασι τὸ κατὰ νοῦν δυσειδὲς ἐπιθετικῶς καλλωπίζουσαν,
10ἀλλ’ αὐτὴν ἐφ’ ἑαυτῆς οὐκ ἀνθρωπικοῖς κάλλεσιν ἀλλ’ ἑνιαίοις καὶ μονα‐ χικοῖς εἰς τὸ θεοειδέστατον ἀναγομένην. 〈4〉 Ἡ δὲ τῆς προτέρας ἐσθῆτος ἀποβολὴ καὶ τῆς ἑτέρας λῆψις τὴν ἀπὸ μέσης ἱερᾶς ζωῆς ἐπὶ τὴν τελεωτέραν μετάταξιν ἐμφαίνει, καθάπερ ἐπὶ τῆς ἱερᾶς θεογενεσίας ἡ τῆς ἐσθῆτος ἄμειψις ἐδήλου τὴν ἀπὸ καθαι‐
15ρουμένης ζωῆς εἰς θεωρητικὴν καὶ φωτιστικὴν ἕξιν ἀναγωγήν. Εἰ δὲ καὶ νῦν ὁ ἱερεύς τε καὶ πάντες ὅσοι πάρεισιν ἱεροὶ τὸν τετελεσμένον ἀσπά‐ ζονται, τὴν ἱερὰν τῶν θεοειδῶν ἐννόησον κοινωνίαν ἀγαπητικῶς ἐν εὐφροσύνῃ θείᾳ συνηδομένων ἀλλήλοις. 〈5〉 Ἐν τέλει δὲ πάντων ὁ ἱερεὺς ἐπὶ τὴν θεαρχικὴν κοινωνίαν καλεῖ
20τὸν τετελεσμένον ἐμφαίνων ἱερῶς, ὡς ὁ τελεσθεὶς εἴπερ ἀληθῶς ἐπὶ τὴν μοναχικὴν ἀφίκετο καὶ ἑνιαίαν ἀγωγήν, οὐ θεωρητικὸς μόνον ἔσται τῶν κατ’ αὐτὸν ἱερῶν οὐδὲ κατὰ μέσην τάξιν ἐπὶ τὴν κοινωνίαν ἥξει τῶν ἱερωτάτων συμβόλων, ἀλλὰ μετὰ θείας τῶν ὑπ’ αὐτοῦ μετεχομένων ἱερῶν γνώσεως ἑτέρῳ τρόπῳ παρὰ τὸν ἱερὸν λαὸν ἐπὶ τὴν μετάληψιν ἥξει τῆς
25θεαρχικῆς κοινωνίας. Διὸ καὶ ταῖς ἱερατικαῖς τάξεσιν ἐν ταῖς ἱεροτελεστι‐118

119

καῖς αὐτῶν ἁγιαστείαις ἐν τέλει τῶν ἱερωτάτων αὐτῶν ἀφιερώσεων ἡ τῆς ἁγιωτάτης εὐχαριστίας κοινωνία μεταδίδοται πρὸς τοῦ τελέσαντος αὐτὰς ἱεράρχου οὐ μόνον, ὅτι τῶν θεαρχικῶν μυστηρίων ἡ μετάληψις ἑκάστης ἱεραρχικῆς μεθέξεώς ἐστι τὸ κεφάλαιον, ἀλλ’ ὅτι καὶ αὐτῆς τῆς
5κοινωνικῆς καὶ θειοτάτης δωρεᾶς ἀναλόγως αὐταῖς καθ’ ἑκάστην αἱ ἱεραὶ πᾶσαι τάξεις μετέχουσι πρὸς τὴν οἰκείαν αὐτῶν τῆς θεώσεως ἀναγωγὴν καὶ τελείωσιν. Συνῆκται τοίνυν ἡμῖν, ὡς αἱ μὲν ἁγίαι τελεταὶ κάθαρσίς εἰσι καὶ φωτισ‐ μὸς καὶ τελείωσις, οἱ δὲ λειτουργοὶ καθαρτικὴ τάξις, οἱ δὲ ἱερεῖς φωτιστική,
10τελεστικὴ δὲ οἱ θεοειδεῖς ἱεράρχαι, καθαιρομένη δὲ τάξις ἡ τῆς ἱερᾶς ἐποψίας καὶ κοινωνίας ἀμέτοχος ὡς ἔτι καθαιρομένη, θεωρητικὴ δὲ τάξις ὁ ἱερὸς λαός, τετελεσμένη δὲ τάξις ἡ τῶν ἑνιαίων μοναχῶν. Οὕτω γὰρ ἡ καθ’ ἡμᾶς ἱεραρχία ταῖς θεοπαραδότοις τάξεσιν ἱερῶς εὐθετουμένη ταῖς οὐρανίαις ἱεραρχίαις ὁμοειδής ἐστι τοὺς θεομιμήτους αὐτῆς ὡς ἐν ἄνδρασιν
15ἀποσώζουσα καὶ θεοειδεῖς χαρακτῆρας. 〈6〉 Ἀλλ’ ἐρεῖς, ὅτι ταῖς οὐρανίαις ἱεραρχίαις ἐλλείπουσι πάντως αἱ καθαιρόμεναι τάξεις. Οὐ γὰρ θεμιτὸν οὐδὲ ἀληθὲς εἰπεῖν, ὡς ἔστι τις οὐρανία διακόσμησις ἐναγής. Ἐγὼ δέ, ὅτι μὲν ἀλώβητοι παντελῶς εἰσι καὶ τὸ πάναγνον ὑπερκοσμίως ἔχουσιν, ὁμολογήσαιμι πάντως, εἰ μὴ
20παντελῶς ἀποπέσοιμι τοῦ ἱερωτάτου νοός. Εἰ γάρ τις αὐτῶν ὑπὸ κακίας ἑάλω, τῆς μὲν οὐρανίας καὶ ἀμιγοῦς ἀποπεπτώκει τῶν θείων νοῶν ἁρμονίας, εἰς τὴν ἀλαμπῆ δὲ τῶν ἀποστατικῶν πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ’ ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων ἔλλαμψις
25ἐπὶ τελεωτέραν αὐτὰς ἐπιστήμην ἄγουσα τῶν θεαρχικῶν γνώσεων καὶ τῆς ἀγνοίας, ὧν οὔπω τὴν ἐπιστήμην εἶχον, ἀποκαθαίρουσα διὰ τῶν
πρώτων καὶ θειοτέρων οὐσιῶν ἀναγομένας εἰς τὰς ὑπερτέρας τῶν θε‐119

120

οπτιῶν καὶ φανοτέρας μαρμαρυγάς. Οὕτω καὶ φωτιζόμεναι τάξεις εἰσὶ καὶ τελούμεναι καὶ καθαρτικαὶ καὶ φωτιστικαὶ καὶ τελεστικαὶ κατὰ τὴν οὐρανίαν ἱεραρχίαν ὡς τῶν ὑπερτάτων καὶ θειοτέρων οὐσιῶν τὰς ὑφει‐ μένας ἱερὰς καὶ οὐρανίας διακοσμήσεις ἀγνοίας μὲν ἁπάσης ἀποκαθαι‐
5ρουσῶν ἐν τάξεσι καὶ ἀναλογίαις τῶν οὐρανιῶν ἱεραρχιῶν, πληρουσῶν δὲ αὐτὰς τῶν θειοτάτων ἐλλάμψεων καὶ τελειουσῶν ἐν τῇ παναγεστάτῃ τῶν θεαρχικῶν νοήσεων ἐπιστήμῃ. Καὶ γὰρ ἤδη πρὸς ἡμῶν εἴρηται καὶ τοῖς λογίοις θειωδῶς διηγόρευται τὸ μὴ ταὐτὰς εἶναι πάσας τὰς οὐρανίας διακοσμήσεις ἐν πάσαις ταῖς
10ἱεραῖς τῶν θεοπτικῶν ἐλλάμψεων ἐπιστήμαις, ἀλλ’ ἐκ θεοῦ μὲν ἀμέσως τὰς πρώτας, δι’ ἐκείνων δὲ πάλιν ἐκ θεοῦ τὰς ὑφειμένας ἀναλόγως αὐταῖς ἐλλάμπεσθαι τὰς φανοτάτας τῆς θεαρχικῆς ἀκτῖνος αὐγάς.
13t〈VII.〉
13 〈1〉 Τούτων δὲ διωρισμένων ἀναγκαῖον εἰπεῖν ὡς οἶμαι καὶ τὰ πρὸς ἡμῶν ἱερῶς ἐπὶ τῶν κεκοιμημένων τελούμενα. Καὶ γὰρ οὐδὲ τοῦτο κοινόν
15ἐστι τοῖς ἱεροῖς τε καὶ ἀνιέροις, ἀλλ’ ὥσπερ ἀλλοῖον εἶδός ἐστι τῆς ἑκατέρων ζωῆς, οὕτω καὶ πρὸς θάνατον ἰόντες οἱ μὲν ἱερὰν ἐσχηκότες ζωὴν εἰς τὰς ἀληθεῖς ἐπαγγελίας τῆς θεαρχίας ἀποσκοποῦντες ὡς τὴν ἀλήθειαν αὐτῶν ἐν τῇ κατ’ αὐτὴν ἀναστάσει τεθεαμένοι μετὰ βεβαίας καὶ ἀληθοῦς ἐλπίδος ἐν εὐφροσύνῃ θείᾳ πρὸς τὸ τοῦ θανάτου πέρας ἴασιν ὡς
20ἐπὶ τέλος ἱερῶν ἀγώνων ἐν παντελεῖ καὶ ἀτελευτήτῳ ζωῇ καὶ σωτηρίᾳ τὰ κατ’ αὐτοὺς ἔσεσθαι πάντως εἰδότες διὰ τῆς ἐσομένης αὐτῶν ὁλικῆς ἀναστάσεως. Αἱ μὲν γὰρ ἱεραὶ ψυχαὶ πρὸς τὴν ἐπὶ τὰ χείρω κατὰ τὸν
τῇδε βίον δυνάμεναι καταπίπτειν τροπὴν ἐν τῇ παλιγγενεσίᾳ τὴν ἐπὶ120

121

τὸ ἄτρεπτον ἕξουσι θεοειδεστάτην μετάταξιν. Τὰ δὲ καθαρὰ τῶν ἱερῶν ψυχῶν ὁμόζυγα καὶ ὁμοπόρευτα σώματα συναπογραφέντα καὶ συν‐ αθλήσαντα κατὰ τοὺς θείους αὐτῶν ἱδρῶτας ἐν τῇ τῶν ψυχῶν ἀτρέπτῳ κατὰ τὴν θείαν ζωὴν ἱδρύσει συναπολήψεται τὴν οἰκείαν ἀνάστασιν.
5Ἑνωθέντα γὰρ αἷς ἥνωντο κατὰ τὸν τῇδε βίον ἱεραῖς ψυχαῖς, ὡς μέλη Χριστοῦ γεγονότα τὴν θεοειδῆ καὶ ἄφθαρτον ἀθάνατόν τε καὶ μακαρίαν ἀπολήψεται λῆξιν. Ἐν τούτοις μὲν οὖν ἡ τῶν ἱερῶν ἐστι κοίμησις ἐν εὐφροσύνῃ καὶ ἀσαλεύτοις ἐλπίσιν εἰς τὸ τῶν θείων ἀγώνων ἀφικνουμένη πέρας.
10 〈2〉 Τῶν δὲ ἀνιέρων οἱ μὲν εἰς ἀνυπαρξίαν ἀλόγως οἴονται χωρεῖν, οἱ δὲ τὴν σωματικὴν εἰσάπαξ ἀπορρήγνυσθαι τῶν οἰκείων ψυχῶν συζυγίαν ὡς ἀνάρμοστον αὐταῖς ἐν θεοειδεῖ ζωῇ καὶ μακαρίαις λήξεσιν οὐκ ἐννοή‐ σαντες οὐδὲ ἱκανῶς ἐν ἐπιστήμῃ θείᾳ μυηθέντες ἀρχθεῖσαν ἤδη τὴν καθ’ ἡμᾶς ἐν Χριστῷ θεοειδεστάτην ζωήν. Ἄλλοι δὲ σωμάτων ἄλλων ἀπο‐
15νέμουσι ταῖς ψυχαῖς συζυγίας ἀδικοῦντες τὸ ἐπ’ αὐτοῖς ὡς οἶμαι τὰ συμπονήσαντα ταῖς θείαις ψυχαῖς καὶ τῶν ἱερῶν ἀντιδόσεων οὐκ εὐαγῶς ἀποστεροῦντες τὰ πρὸς τὸ πέρας ἐλθόντα τῶν θειοτάτων δρόμων. Ἄλλοι δὲ οὐκ οἶδ’ ὅπως ἐπὶ προσύλους ἐννοίας ἀποκλιθέντες εἰρήκασιν ὁμοειδῆ τοῦ τῇδε βίου τὴν τοῖς ὁσίοις ἐπηγγελμένην ἁγιωτάτην καὶ μακαριστὴν
20λῆξιν καὶ τροφὰς οἰκείας ἀλλοιωτῷ βίῳ τοῖς ἰσαγγέλοις ἀθεμίτως ἀπέρ‐ ριψαν. Ἀλλ’ οὐκ ἀποπεσεῖταί τίς ποτε τῶν ἱερωτάτων ἀνδρῶν εἰς τὰς τοιάσδε πλανήσεις, ἀλλ’ ὅλους αὐτοὺς ἀπολήψεσθαι τὴν Χριστοειδῆ λῆξιν εἰδότες, ὅταν ἐπὶ τὸ πέρας ἔλθωσι τοῦ τῇδε βίου, τὴν εἰς ἀφθαρσίαν
αὐτῶν ὁδὸν ὡς ἐγγυτέραν ἤδη γεγενημένην ἐμφανέστερον ὁρῶσι καὶ τὰς121

122

δωρεὰς τῆς θεαρχίας ὑμνοῦσι καὶ θείας ἡδονῆς ἀποπληροῦνται τὴν ἐπὶ τὰ χείρω τροπὴν οὐκέτι δεδοικότες, ἀλλ’ εὖ εἰδότες, ὅτι τὰ κτηθέντα καλὰ βεβαίως καὶ αἰωνίως ἕξουσιν. Οἱ δὲ μολυσμῶν ἀνάπλεοι καὶ ἀνιέρων κηλίδων, εἴπερ ἱερᾶς τινος τετυχήκασι μυήσεως αὐτοὶ δὲ ταύτην ἐκ τοῦ
5οἰκείου νοὸς ὀλεθρίως ἀπορραπίσαντες ἐπὶ τὰς φθοροποιοὺς ηὐτομόλη‐ σαν ἐπιθυμίας, ὅταν ἐπὶ τὸ τέλος ἔρχωνται τῆς ἐνθάδε ζωῆς, οὐκέτι ὁμοίως αὐτοῖς εὐκαταφρόνητος φανεῖται τῶν λογίων ἡ θεία θεσμοθεσία, τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκο‐ πήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες
10ἐλεεινῶς καὶ ἀβουλήτως ἀποσχίζονται τοῦ τῇδε βίου πρὸς μηδεμίαν ἱερὰν ἐλπίδα χειραγωγούμενοι διὰ τὴν χειρίστην ζωήν. 〈3〉 Τούτων δὲ οὐδενὸς γινομένου κατὰ τὰς κοιμήσεις τῶν ἱερῶν ἀνδρῶν αὐτὸς μὲν ὁ πρὸς τὸ πέρας ἐρχόμενος τῶν οἰκείων ἀγώνων εὐφροσύνης ἱερᾶς ἀποπληροῦνται καὶ σὺν ἡδονῇ πολλῇ πρὸς τὴν ὁδὸν
15ἐπιβαίνει τῆς ἱερᾶς παλιγγενεσίας, οἱ δὲ τοῦ κοιμηθέντος οἰκεῖοι κατὰ τὴν θείαν οἰκειότητα καὶ ὁμοτροπίαν αὐτόν τε ὅστις ἐστὶ μακαρίζουσι πρὸς τὸ νικηφόρον εὐκταίως ἀφικόμενον τέλος καὶ τῷ τῆς νίκης αἰτίῳ χαριστη‐ ρίους ᾠδὰς ἀναπέμπουσι προσέτι καὶ αὐτοὺς ἀφίκεσθαι πρὸς τὴν ὁμοίαν εὐχόμενοι λῆξιν, λαβόντες δὲ αὐτὸν ἐπὶ τὸν ἱεράρχην ἄγουσιν ὡς ἐπὶ
20στεφάνων ἱερῶν δόσιν. Ὁ δὲ ἀσμένως ὑποδέχεται καὶ τελεῖ τὰ κατὰ θεσμὸν ἱερὸν ἐπὶ τοῖς ὁσίως κεκοιμημένοις τελούμενα.
22tΜυστήριον ἐπὶ τῶν ἱερῶς κεκοιμημένων.
23 Συναγαγὼν ὁ θεῖος ἱεράρχης 〈τὸν〉 ἱερὸν χορόν, εἰ μὲν ἱερατικῆς ἐγεγόνει τάξεως ὁ κεκοιμημένος, ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου
25κατακλίνας αὐτὸν ἀπάρχεται τῆς πρὸς θεὸν εὐχῆς καὶ εὐχαριστίας. Εἰ δὲ122

123

τοῖς εὐαγέσι μοναχοῖς ἢ τῷ ἱερῷ λαῷ κατετέτακτο, παρὰ τὸ τίμιον ἱερατεῖον αὐτὸν κατακλίνει πρὸ τῆς ἱερατικῆς εἰσελεύσεως, εἶτα τελεῖ τὴν πρὸς θεὸν εὐχαριστήριον εὐχὴν ὁ ἱεράρχης. Ἑξῆς δὲ οἱ λειτουργοὶ τὰς ἐν τοῖς θείοις λογίοις ἐμφερομένας ἀψευδεῖς ἐπαγγελίας περὶ τῆς ἱερᾶς ἡμῶν
5ἀναστάσεως ἀναγνόντες ἱερῶς ᾄδουσι τὰς ὁμολόγους καὶ ταὐτοδυνάμους τῶν ψαλμικῶν λογίων ᾠδάς. Εἶτα τῶν λειτουργῶν ὁ πρῶτος ἀπολύει τοὺς κατηχουμένους καὶ ἀνακηρύττει τοὺς ἤδη κεκοιμημένους ἁγίους, μεθ’ ὧν ἀξιοῖ τὸν ἄρτι τελειωθέντα τῆς ὁμοταγοῦς ἀναρρήσεως καὶ προτρέ‐ πεται πάντας αἰτῆσαι τὴν ἐν Χριστῷ μακαρίαν τελείωσιν. Εἶτα προσ‐
10ελθὼν ὁ θεῖος ἱεράρχης εὐχὴν ἱεροτάτην ἐπ’ αὐτῷ ποιεῖται καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης ἀσπάζεται τὸν κεκοιμημένον καὶ μετ’ αὐτὸν οἱ παρόντες ἅπαντες. Ἀσπασαμένων δὲ πάτων ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης καὶ τὴν ὑπὲρ πάντων εὐχὴν ἱερὰν ποιησάμενος ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ’ ἑτέρων ὁμοταγῶν ἱερῶν
15σωμάτων.
16tΘεωρία.
17 〈1〉 Ταῦτα μὲν εἴπερ ἴδοιεν ἢ ἀκούσαιεν οἱ ἀνίεροι πρὸς ἡμῶν τελού‐ μενα, πλατὺ γελάσουσιν ὡς οἶμαι καὶ τῆς πλανήσεως ἡμᾶς ἐλεήσουσιν. Οὐ δεῖ δὲ πρὸς τοῦτο θαυμάζειν. Ἐὰν γὰρ μὴ πιστεύσωσιν, ὡς τὰ λόγιά
20φησιν, οὐδὲ μὴ συνήσουσιν. Ἡμεῖς δὲ τὰ νοητὰ τῶν τελουμένων ἐπο‐ πτεύσαντες Ἰησοῦ φωταγωγοῦντος εἴπωμεν, ὡς οὐκ ἀλόγως ὁ ἱεράρχης ἐπὶ τὸν ὁμοταγῆ χῶρον εἰσάγει καὶ ἐπιτίθησι τὸν κεκοιμημένον. Ἐμφαίνει γὰρ ἱερῶς, ὡς κατ’ ἐκείνας ἔσονται πάντες ἐν τῇ παλιγγενεσίᾳ τὰς ἀποκληρώσεις, καθ’ ἃς ἐνθάδε τὴν οἰκείαν ζωὴν ἀπεκλήρωσαν. Οἷον εἰ
25θεοειδῆ τις ἔσχεν ἐνθάδε καὶ ἱερωτάτην ζωήν, ὡς ἀνδρὶ τὸ θεομίμητον123

124

ἐφικτόν, ἐν θείαις ἔσται κατὰ τὸν αἰῶνα τὸν μέλλοντα καὶ μακαρίαις λήξεσιν· εἰ δὲ τῆς κατ’ ἄκρον θεοειδοῦς ὑφειμένην ἱερὰν δὲ ὅμως, ὁμοειδεῖς καὶ οὗτος ἀπολήψεται τὰς ἱερὰς ἀμοιβάς. Ὑπὲρ ταύτης τῆς θείας δικαιο‐ σύνης ὁ ἱεράρχης εὐχαριστήσας εὐχὴν ἱερὰν ποιεῖται καὶ τὴν σεβασμίαν
5ὑμνεῖ θεαρχίαν ὡς καθαιρετικὴν τοῦ κατὰ πάντων ἡμῶν ἀδίκου καὶ τυραννικοῦ κράτους, μεταγωγὸν δὲ ἡμῶν ἐπὶ τὰ οἰκεῖα δικαιότατα κρί‐ ματα. 〈2〉 Αἱ δὲ τῶν θεαρχικῶν ἐπαγγελιῶν ᾠδαὶ καὶ ἀναγνώσεις ἐκφαντο‐ ρικαὶ μέν εἰσι τῶν μακαριωτάτων λήξεων, εἰς ἃς οἱ θείαν ἐσχηκότες
10τελείωσιν αἰωνίως καταταχθήσονται, τοῦ δὲ κοιμηθέντος ἱερῶς ἀποδεκ‐ τικαί, τῶν ἔτι δὲ ζώντων προτρεπτικαὶ πρὸς τὴν ὁμοίαν τελείωσιν. 〈3〉 Σκόπει δέ, ὅτι νῦν οὐ πᾶσαι κατὰ τὸ σύνηθες αἱ καθαιρόμεναι τάξεις ἀπολύονται, μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχού‐ μενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ
15πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱερῶς τελουμένων ἐποπτεύειν αὐτῇ θεμιτὸν ὡς οὐδὲ τῆς τῶν ἱερῶν ὀπτικῆς δυνάμεως μετασχούσῃ διὰ τῆς ἀρχιφώτου καὶ φωτοδότιδος θεογενεσίας· αἱ δὲ λοιπαὶ τῶν καθαιρομένων τάξεις ἐν μυήσει μὲν ἤδη γεγόνασιν ἱερᾶς παραδόσεως, ἀνοήτως δὲ πρὸς τὰ χείρω παλινδρομήσασαι δέον ἐπὶ τὰ πρόσω τὴν οἰκείαν ἀναγωγὴν
20ἀποτελειῶσαι τῶν θεαρχικῶν μὲν ὡς ἐν συμβόλοις ἱεροῖς ἐποψιῶν καὶ κοινωνιῶν εὐλόγως ἀποδιαστέλλονται (βλαβήσονται γὰρ ἀνιέρως αὐτῶν μετέχουσαι καὶ πρὸς πλείονα τῶν θείων καὶ ἑαυτῶν ἐλεύσονται περιφρόνησιν), οὐκ ἀπεικότως δὲ πάρεισιν ἐπὶ τοῖς νῦν τελουμένοις
ἐναργῶς ἐκδιδασκόμεναι καὶ ὁρῶσαι τὴν τοῦ καθ’ ἡμᾶς ἀδειλίαν θανάτου124

125

καὶ τὰ τῶν ἁγίων γέρα πρὸς τῶν ἀληθῶν λογίων ὑμνούμενα καὶ τὰς ἠπειλημένας ἔσεσθαι τοῖς κατ’ αὐτὰς ἀνιέροις ἀτελευτήτους ἀνίας. Ἔσται γὰρ αὐταῖς ἴσως ὄφελος ὁρώσαις τὸν ἱερῶς τετελειωμένον ὑπὸ τῆς λει‐ τουργικῆς ἀναρρήσεως ὡς κοινωνὸν ὄντως ὄντα τῶν ἀπ’ αἰῶνος ἁγίων
5ἱερῶς ἀνακηρυττόμενον. Καὶ τάχα καὶ αὐταὶ πρὸς τὴν ὁμοίαν ἔφεσιν ἥξουσι καὶ πρὸς τῆς λειτουργικῆς ἐπιστήμης ἐκδιδαχθήσονται μακαρίαν ἀληθῶς εἶναι ἐν Χριστῷ τελείωσιν. 〈4〉 «Εἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης εὐχὴν ἱερὰν ἐπὶ τῷ κεκοιμημένῳ ποιεῖται, καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης αὐτὸν ἀσπάζεται καὶ
10ἑξῆς οἱ παρόντες ἅπαντες»· ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος δεῖται πάντα μὲν ἀφεῖναι τὰ δι’ ἀνθρωπίνην ἀσθένειαν ἡμαρτημένα τῷ κεκοιμημένῳ, κατατάξαι δὲ αὐτὸν ἐν φωτὶ καὶ χώρᾳ ζώντων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τόπῳ, οὗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. 〈5〉 Ταῦτα μὲν οὖν ὡς οἶμαι δῆλα τὰ τῶν ἁγίων μακαριώτατα
15γέρα. Τὶ γὰρ ἂν γένοιτο τῆς παντελῶς ἀλύπου καὶ φωτιστικῆς ἀθανασίας ἰσόρροπον; Εἰ καὶ τὰ μάλιστα ταῖς ἡμῶν ἀναλόγοις σημασίαις αἱ παντὸς ὑψηλότεραι νοὸς ἐπαγγελίαι σημαινόμεναι τῆς πραγματικῆς αὐτῶν ἀλη‐ θείας ἀποδεούσας ἔχουσι τὰς ὀνομασίας. Ἀληθὲς γὰρ εἶναι τὸ λόγιον οἰητέον ὅτι «Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν
20ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Κόλποι δέ εἰσιν ὡς οἶμαι τῶν μακαρίων πατριαρχῶν καὶ τῶν λοιπῶν ἁγίων ἁπάντων αἱ θειόταται καὶ μακαρισταὶ λήξεις αἱ τοὺς θεοειδεῖς ὑποδεχό‐ μεναι πάντας εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν. 〈6〉 Φαίης δ’ ἂν ἴσως ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι παρ’ ἡμῶν, ἀπορεῖν
25δὲ ὅτου ἕνεκα τῆς θεαρχικῆς ἀγαθότητος ὁ ἱεράρχης δεῖται τῶν ἡμαρτη‐
μένων αἰτῶν τῷ κεκοιμημένῳ τὴν ἄφεσιν καὶ τὴν τοῖς θεοειδέσιν ὁμοταγῆ125

126

καὶ φανοτάτην ἀποκλήρωσιν. Εἰ γὰρ ἀμοιβὰς ἀπολήψεται πᾶς ὑπὸ τῆς θείας δικαιοσύνης ὧν ἐν τῇ παρούσῃ ζωῇ χρηστῶν ἢ ἑτέρων ἔδρασεν, ἐτέλεσε δὲ τὰς κατὰ τὸν τῇδε βίον οἰκείας ἐνεργείας ὁ κεκοιμημένος, πρὸς τίνος ἱεραρχικῆς εὐχῆς ἐφ’ ἑτέραν λῆξιν μεταταχθήσεται παρὰ τὴν ἀξίαν
5αὐτοῦ καὶ τῆς ἐνθάδε ζωῆς ἀμοιβαίαν; Ἐγὼ δὲ, ὅτι μὲν ἀμοιβαίαν ἕξει τὴν ἀποκλήρωσιν ἕκαστος, εὖ οἶδα τοῖς λογίοις ἀκολουθῶν. Ἀπέκλεισε γάρ, φησίν, ὁ κύριος κατ’ αὐτοῦ καὶ «Κομίσεται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν». Ὅτι δὲ καὶ τῶν δικαίων αἱ προσευχαὶ κατὰ τὸν τῇδε βίον, μήτι γε μετὰ θάνατον, εἰς
10τοὺς ἀξίους ἱερῶν εὐχῶν ἐνεργοῦσι μόνον, αἱ τῶν λογίων ἡμᾶς ἐκδιδά‐ σκουσιν ἀληθεῖς παραδόσεις. Ἢ τὶ πρὸς τοῦ Σαμουὴλ ἀπώνατο; τί δὲ τὸν τῶν Ἑβραίων λαὸν ὤνησεν ἡ προφητικὴ προσευχή; Καὶ γὰρ ὡς εἴ τις ἡλίου τὰ οἰκεῖα δωρουμένου φῶτα τοῖς ἀβλαβέσιν ὀφθαλμοῖς ἐν μετουσίᾳ τοῦ ἡλιακοῦ φωτὸς αἰτεῖ γενέσθαι τὰς οἰκείας ὄψεις ἐξαφανίζων,
15οὕτω πρὸς ἀδυνάτους ἤρτηται καὶ περιττὰς ἐλπίδας ὁ τὰς τῶν ἁγίων ἐξαιτῶν προσευχὰς καὶ τὰς κατὰ φύσιν αὐτῶν ἱερὰς ἐνεργείας ἐλαύνων ἀπροσεξίᾳ τῶν θείων δώρων καὶ τῶν φανοτάτων καὶ ἀγαθοδοτίδων ἐντολῶν ἀποφοιτήσει. Φημὶ δὲ τοῖς λογίοις ἑπόμενος, ὡς ὠφέλιμοι πάμ‐ παν εἰσὶν ἐν τῷδε τῷ βίῳ τῶν ἁγίων αἱ προσευχαὶ κατὰ τόνδε τὸν
20τρόπον· εἴ τις ἱερῶν ἐφιέμενος δώρων καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν
ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων126

127

ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ συνικέτην, ὠφελη‐ θήσεται πάντως ἐκ τούτου τὴν πάσας ὑπερκειμένην ὠφέλειαν. Ἐπιτεύ‐ ξεται γὰρ ὧν αἰτεῖ θειοτάτων δώρων, ἀποδεχομένης αὐτὸν τῆς θεαρχικῆς ἀγαθότητος τῆς τε οἰκείας εὐλαβοῦς ἐπιγνωμοσύνης καὶ τῆς ἐπὶ τοῖς
5ὁσίοις αἰδοῦς καὶ τῆς τῶν αἰτηθεισῶν ἱερῶν αἰτήσεων ἐπαινετῆς ἐφέσεως καὶ καταλλήλου καὶ θεοειδοῦς ἕξεως. Ἔστι γὰρ καὶ τοῦτο τοῖς θεαρχικοῖς κρίμασι νενομοθετημένον τὸ τὰ θεῖα δῶρα τοῖς ἀξίοις τοῦ μετασχεῖν ἐν τάξει θεοπρεπεστάτῃ δωρεῖσθαι διὰ τῶν ἀξίων τοῦ μεταδοῦναι. Ταύτην οὖν εἴ τις ἀτιμάσειε τὴν ἱερὰν εὐκοσμίαν καὶ πρὸς ἀθλίαν οἴησιν ἐληλυθὼς
10ἱκανὸν ἑαυτὸν οἰηθείη πρὸς θεαρχικὴν ὁμιλίαν καὶ τῶν ὁσίων ὑπερφρονή‐ σοι καὶ μὴν εἰ τὰς αἰτήσεις ἀναξίας θεοῦ καὶ μὴ ἱερὰς αἰτήσοι καὶ τὴν ἔφεσιν τῶν θείων εἰ μὴ σύντονον ἔχοι καὶ ἑαυτῷ κατάλληλον, ἀποτεύξεται δι’ ἑαυτὸν τῆς ἀνεπιστήμονος αἰτήσεως. Περὶ δὲ τῆς εἰρημένης εὐχῆς, ἣν ὁ ἱεράρχης ἐπεύχεται τῷ κεκοιμημένῳ,
15τὴν εἰς ἡμᾶς ἐλθοῦσαν ἐκ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων παράδοσιν εἰπεῖν ἀναγκαῖον. 〈7〉 Ὁ θεῖος ἱεράρχης ἐκφαντορικός ἐστιν, ὡς τὰ λόγιά φησιν, τῶν θεαρχικῶν δικαιωμάτων. «Ἄγγελος» γὰρ «κυρίου παντο‐ κράτορος θεοῦ ἐστιν.» Μεμάθηκεν οὖν ἐκ τῶν θεοπαραδότων λογίων, ὅτι τοῖς ὁσίως βιώσασιν ἡ φανοτάτη καὶ θεία ζωὴ κατ’ ἀξίαν ὑπὸ τῶν
20δικαιοτάτων ζυγῶν ἀντιδίδοται παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς φιλανθρωπίας τὰς ἐγγενομένας αὐτοῖς ἐξ ἀνθρωπίνης ἀσθενείας κηλῖδας, ἐπείπερ «οὐδείς», ὡς τὰ λόγιά φησιν, «καθαρὸς ἀπὸ ῥύπου». Ταῦτα μὲν οὖν ὁ ἱεράρχης οἶδεν ἐπηγγελμένα πρὸς τῶν ἀληθῶν λογίων, αἰτεῖ δὲ αὐτὰ γενέσθαι καὶ δωρηθῆναι τοῖς ὁσίως βιώσασι τὰς ἱερὰς ἀντιδόσεις
25ἅμα μὲν ἐπὶ τὸ θεομίμητον ἀγαθοειδῶς ἐκτυπούμενος καὶ τὰς ἑτέρων127

128

δωρεὰς ὡς οἰκείας ἐξαιτῶν χάριτας, ἅμα δὲ καὶ τὰς ἀψευδεῖς ἐπαγγελίας εἰδὼς ἐσομένας καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων, ὅτι τὰ παρ’ αὐτοῦ κατὰ θεσμὸν ἱερὸν ἐξαιτούμενα πάντως ἔσται τοῖς κατὰ θείαν ζωὴν τετελειωμένοις. Οὐ γὰρ ἂν ὁ ἱεράρχης ὁ τῆς θεαρχικῆς δικαιώσεως
5ὑποφήτης ἐξῄτει ποτὲ τὰ μὴ τῷ θεῷ προσφιλέστατα καὶ πρὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα. Διὸ τοῖς ἀνιέροις οὐκ ἐπεύχεται ταῦτα κεκοιμημένοις, οὐ μόνον ὅτι τῆς ὑποφητικῆς ἐν τούτῳ παρατραπήσεται τάξεως καί τι τῶν ἱεραρχικῶν αὐθάδως τολμήσει μὴ πρὸς τοῦ τελετάρχου κεκινημένος, ἀλλ’ ὅτι καὶ τῆς ἐναγοῦς εὐχῆς ἀποτεύξεται πρὸς τοῦ δικαίου
10λογίου καὶ αὐτὸς οὐκ ἀπεικότως ἀκούων «Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε». Οὐκοῦν ὁ θεῖος ἱεράρχης ἐξαιτεῖ τὰ θειωδῶς ἐπηγ‐ γελμένα καὶ φίλα θεῷ καὶ πάντως δωρηθησόμενα καὶ τὸ τῆς οἰκείας ἀγαθοειδοῦς ἕξεως ἐπιδεικνὺς τῷ φιλαγαθῷ θεῷ καὶ τοῖς παροῦσιν ἐκ‐ φαντορικῶς ἐμφαίνων τὰ τοῖς ὁσίοις ἐσόμενα δῶρα.
15 Οὕτω καὶ τὰς ἀφοριστικὰς ἔχουσιν οἱ ἱεράρχαι δυνάμεις ὡς ἐκφαντο‐ ρικοὶ τῶν θείων δικαιωμάτων οὐχ ὡς ταῖς αὐτῶν ἀλόγοις ὁρμαῖς τῆς πανσόφου θεαρχίας εὐφήμως εἰπεῖν ὑπηρετικῶς ἑπομένης, ἀλλ’ ὡς αὐτῶν ὑποφητικῶς ὑποκινοῦντι τῷ τελεταρχικῷ πνεύματι τοὺς κεκριμένους θεῷ κατ’ ἀξίαν ἀφοριζόντων. «Λάβετε» γάρ φησι «πνεῦμα ἅγιον. Ἄν τινων
20ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται.» Καὶ τῷ τὰς θείας ἀποκαλύψεις τοῦ παναγεστάτου πατρὸς ἐλλαμπομένῳ τὰ λόγιά φησιν «Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς,
καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς» ὡς ἐκείνου128

129

καὶ παντὸς τοῦ κατ’ αὐτὸν ἱεράρχου κατὰ τὰς ἐν αὐτῷ γινομένας τῶν πατρικῶν δικαιωμάτων ἀποκαλύψεις ἐκφαντορικῶς καὶ διαπορθμευτικῶς τοὺς θεοφιλεῖς προσιεμένου καὶ τοὺς ἀθέους ἀποκληροῦντος. Καὶ τὴν ἱερὰν γὰρ ἐκείνην θεολογίαν, ὡς τὰ λόγιά φησιν, οὐκ αὐτοκινήτως οὐδὲ
5σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων ἀλλ’ ὑπὸ θεοῦ νοητῶς αὐτὸν τὰ οἰκεῖα μυήσαντος ἀπεφθέγξατο. Τοὺς μὲν οὗν ἐνθέους ἱεράρχας οὕτω τοῖς ἀφορισμοῖς καὶ πάσαις ταῖς ἱεραρχικαῖς δυνάμεσι χρηστέον, ὅπως ἂν ἡ τελετάρχις αὐτοὺς θεαρχία κινήσοι, τοὺς δὲ ἄλλους οὕτω τοῖς ἱεράρχαις, ἐν οἷς ἂν δρῶσιν ἱεραρχικῶς, προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ
10ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» 〈8〉 Ἀλλ’ ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ αὐτὴν ὁ ἱεράρχης αὐτός τε ἀσπάζεται τὸν κεκοιμημένον καὶ ἑξῆς οἱ παρόντες ἅπαντες. Ἡδὺς γάρ ἐστι καὶ τίμιος ἅπασι τοῖς θεοειδέσιν ὁ κατὰ θείαν ζωὴν τετελειωμένος. Μετὰ δὲ τὸν ἀσπασμὸν ἐπιχέει τῷ
15κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης. Μέμνησο δέ, ὅτι κατὰ τὴν ἱερὰν θεογενεσίαν πρὸ τοῦ θειοτάτου βαπτίσματος πρώτη μέθεξις ἱεροῦ συμ‐ βόλου δωρεῖται τῷ τελουμένῳ μετὰ τὴν ὁλικὴν τῆς προτέρας ἐσθῆτος ἀπαμφίεσιν τὸ τῆς χρίσεως ἔλαιον. Ἐν τέλει δὲ νῦν ἁπάντων ἐπὶ τῷ κεκοιμημένῳ τὸ ἔλαιον ἐπιχέεται. Καὶ τότε μὲν ἡ τοῦ ἐλαίου χρῖσις ἐπὶ
20τοὺς ἱεροὺς ἀγῶνας ἐκάλει τὸν τελούμενον, νῦν δὲ τὸ ἐπιχεόμενον ἔλαιον ἐμφαίνει κατὰ τοὺς αὐτοὺς ἱεροὺς ἀγῶνας ἀθλήσαντα καὶ τελειωθέντα τὸν κεκοιμημένον. 〈9〉 Ταῦτα τελέσας ὁ ἱεράρχης ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ’ ἑτέρων ὁμοταγῶν ἱερῶν σωμάτων. Εἰ γὰρ ἐν ψυχῇ καὶ σώματι τὴν
25θεοφιλῆ ζωὴν ὁ κεκοιμημένος ἐβίω, τίμιον ἔσται μετὰ τῆς ὁσίας ψυχῆς καὶ τὸ συναθλῆσαν αὐτῇ σῶμα κατὰ τοὺς ἱεροὺς ἱδρῶτας. Ἔνθεν ἡ θεία δικαιοσύνη μετὰ τοῦ σφετέρου σώματος αὐτῇ δωρεῖται τὰς ἀμοιβαίας λήξεις ὡς ὁμοπορεύτου καὶ συμμετόχου τῆς ὁσίας ἢ τῆς ἐναντίας ζωῆς.
Διὸ καὶ τῶν ἱερῶν ἡ θεία θεσμοθεσία τὰς θεαρχικὰς κοινωνίας ἀμφοῖν129

130

δωρεῖται, τῇ ψυχῇ μὲν ἐν καθαρᾷ θεωρίᾳ καὶ ἐπιστήμῃ τῶν τελουμένων, τῷ σώματι δὲ κατὰ τὸ θειότατον ὡς ἐν εἰκόνι μύρον καὶ τὰ τῆς θεαρχικῆς κοινωνίας ἱερώτατα σύμβολα, τὸν ὅλον ἄνθρωπον ἁγιάζουσα καὶ τὴν ὁλικὴν αὐτοῦ σωτηρίαν ἱερουργοῦσα καὶ τελεωτάτην αὐτοῦ τὴν ἀνά‐
5στασιν ἔσεσθαι διαγγέλλουσα ταῖς καθολικαῖς ἁγιστείαις.
6t〈VIIa.〉
6 〈10〉 Τὰς δὲ τελεστικὰς ἐπικλήσεις οὐ θεμιτὸν ἐν γραφαῖς ἀφερμηνεύειν οὐδὲ τὸ μυστικὸν αὐτῶν ἢ τὰς ἐπ’ αὐταῖς ἐνεργουμένας ἐκ θεοῦ δυνάμεις ἐκ τοῦ κρυφίου πρὸς τὸ κοινὸν ἐξάγειν, ἀλλ’ ὡς ἡ καθ’ ἡμᾶς ἱερὰ παρά‐ δοσις ἔχει, ταῖς ἀνεκπομπεύτοις μυήσεσιν αὐτὰς ἐκμαθὼν καὶ πρὸς θειο‐
10τέραν ἕξιν καὶ ἀναγωγὴν ἔρωτι θείῳ καὶ ἐνεργείας ἱεραῖς ἀποτελεσθεὶς ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἀναχθήσῃ πρὸς τὴν ὑπερτάτην αὐτῶν ἐπιστήμην.
13t〈VIIb.〉
13 〈11〉 Τὸ δὲ καὶ παῖδας οὔπω τὰ θεῖα συνιέναι δυναμένους τῆς ἱερᾶς μετόχους γίνεσθαι θεογενεσίας καὶ τῶν ἱερωτάτων τῆς θεαρχικῆς κοινω‐
15νίας συμβόλων δοκεῖ μὲν ὡς φῂς τοῖς ἀνιέροις εὐλόγου γέλωτος ἄξιον, εἰ τοὺς ἀκοῦσαι μὴ δυναμένους ἐκδιδάσκουσιν οἱ ἱεράρχαι τὰ θεία καὶ τοῖς μὴ νοοῦσιν εἰκῆ παραδιδόασι τὰς ἱερὰς παραδόσεις, καὶ τὸ ἔτι γελοιό‐ τερον· ὡς ὑπὲρ αὐτῶν ἕτεροι τὰς ἀποταγάς φασι καὶ τὰς ἱερὰς ὁμολογίας. Δεῖ δὲ τὴν σὴν ἱεραρχικὴν σύνεσιν μὴ χαλεπαίνειν ἐπὶ τοῖς πεπλανημένοις,
20ἀλλ’ εὐλαβῶς τε ἅμα καὶ τῆς αὐτῶν φωταγωγίας χάριν ἀγαπητικῶς
ἀπολογεῖσθαι πρὸς τὰς ὑπ’ αὐτῶν προφερομένας ἐνστάσεις προστιθέντα130

131

καὶ τοῦτο κατὰ θεσμὸν ἱερόν, ὡς οὐκ ἐν τῇ καθ’ ἡμᾶς γνώσει πάντα τὰ θεῖα περιγράφεται, πολλὰ δὲ τῶν ὑφ’ ἡμῶν ἀγνοουμένων αἰτίας ἔχει θεοπρεπεῖς ἡμῖν μὲν ἠγνοημένας, ἐπιστητὰς δὲ ταῖς ἡμῶν κρείττοσι τά‐ ξεσιν. Πολλὰ δὲ καὶ τὰς ὑπερτάτας οὐσίας λέληθε καὶ πρὸς μόνης ἀκριβῶς
5ἔγνωσται τῆς πανσόφου καὶ σοφοποιοῦ θεαρχίας. Πλήν γε ὅτι καὶ περὶ τούτου ταῦτά φαμεν, ἅπερ οἱ θεοειδεῖς ἡμῶν ἱεροτελεσταὶ πρὸς τῆς ἀρχαίας μυηθέντες παραδόσεως εἰς ἡμᾶς προήγαγον. Φασὶ γάρ, ὅπερ ἐστὶ καὶ ἀληθές, ὅτι κατὰ θεσμὸν ἱερὸν ἀναγόμενα τὰ βρέφη πρὸς ἕξιν ἱερὰν ἥξουσιν πάσης ἀποτελούμενα πλάνης καὶ ἀνιέρου
10ζωῆς ἀπείρατα. Τοῦτο τοῖς θείοις ἡμῶν καθηγεμόσιν εἰς νοῦν ἐληλυθὸς ἔδοξεν εἰσδέχεσθαι τὰ βρέφη κατὰ τόνδε τὸν ἱερὸν τρόπον, ὥστε τοὺς φυσικοὺς τοῦ προσαγομένου παιδὸς γονέας παραδιδόναι τὸν παῖδά τινι τῶν μεμυημένων ἀγαθῷ τὰ θεῖα παιδαγωγῷ καὶ τὸ λοιπὸν ὑπ’ αὐτῷ τὸν παῖδα τελεῖν ὡς ὑπὸ θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον
15οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς ἱερὰς ὁμολογίας οὐχ, ὡς ἂν ἐκεῖνοι γελῶντες φαῖεν, ἄλλον ἀντ’ ἄλλου τὰ θεῖα μυῶν. Οὐδὲ γὰρ τοῦτό φησιν ὡς «Ὑπὲρ τοῦ παιδὸς ἐγὼ τὰς ἀποταγὰς ἢ ἱερὰς ὁμολογίας ποιοῦμαι» ἀλλ’ ὅτι «Ὁ παῖς ἀποτάσσεται καὶ συντάσσεται», τοῦτ’
20ἐστιν «Ὁμολογῶ τὸν παῖδα πείσειν εἰς νοῦν ἱερὸν ἰόντα ταῖς ἐμαῖς ἐνθέοις ἀναγωγαῖς ἀποτάξασθαι μὲν ὁλικῶς τοῖς ἐναντίοις, ὁμολογῆσαι δὲ καὶ ἐνεργῆσαι τὰς θείας ὁμολογίας». Οὐδὲν οὖν ὡς οἷμαι τὸ ἄτοπον, εἰ κατὰ θείαν ὁ παῖς ἀναγωγὴν ἀνάγεται καθηγεμόνα καὶ ἀνάδοχον ἱερὸν ἔχων ἕξιν αὐτῷ τῶν θείων
25ἐμποιοῦντα καὶ φυλάττοντα τῶν ἐναντίων ἀπείρατον. Μεταδίδωσι δὲ τῷ παιδὶ ἱερῶν συμβόλων ὁ ἱεράρχης, ὅπως ἐν αὐτοῖς ἀνατραφείη καὶ μηδὲ σχοίη ζωὴν ἑτέραν εἰ μὴ τὴν τὰ θεῖα θεωροῦσαν ἀεὶ καὶ κοινωνὸν αὐτῶν ἐν προκοπαῖς ἱεραῖς γινομένην ἕξιν τε ἱερὰν ἐν τούτοις ἴσχουσαν ἀναγομένην τε ἱεροπρεπῶς ὑπὸ τοῦ θεοειδοῦς ἀναδόχου.
30 Τοσαῦτα, ὦ παῖ, καὶ οὕτω καλὰ τῆς καθ’ ἡμᾶς ἱεραρχίας ὦπταί μοι τὰ ἑνοειδῆ θεάματα. Πρὸς ἄλλων δὲ ἴσως ὀπτικωτέρων νοῶν οὐ ταῦτα
μόνον ἐθεωρήθη, φανερώτερα δὲ πολλῷ καὶ θεοειδέστερα. Καὶ σοὶ δὲ ὡς131

132

οἶμαι πάντως ἐλλάμψει τηλαυγέστερα κάλλη καὶ θειότερα τοῖς εἰρημένοις ἐπαναβαθμοῖς χρωμένῳ πρὸς ὑπερτέραν ἀκτῖνα. Μετάδος οὖν, ὦ φίλε, καὶ αὐτὸς ἐμοὶ τελεωτέρας ἐλλάμψεως καὶ δεῖξον ἐμοῖς ὀφθαλμοῖς, ἅπερ ἂν ἰδεῖν δυνηθείης εὐπρεπέστερα κάλλη καὶ ἑνοειδέστερα. Θαρρῶ γάρ,
5ὅτι τοῖς εἰρημένοις ἐγὼ τοὺς ἐναποκειμένους ἐν σοὶ τοῦ θείου πυρὸς
ἀνασκαλεύσω σπινθῆρας.132