TLG 2797 051 :: HESYCHIUS :: Homilia i in sanctum Longinum centurionem (homilia 19) [Dub.]

HESYCHIUS Scr. Eccl., Presbyter
(Hierosolymitanus: A.D. 5)

Homilia i in sanctum Longinum centurionem (homilia 19) [Dub.]

Source: Aubineau, M. (ed.), Les homélies festales d’Hésychius de Jérusalem, vol. 2. Les homélies xvi–xxi [Subsidia hagiographica 59] Brussels: Societé des Bollandistes, 1980: 817–844.

Citation: Section — (line)

t

Μαρτύριον τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῶν σὺν αὐτῷ δύο στρατιωτῶν, συγγραφὲν παρὰ Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων.

1

Πολλαὶ τῶν μαρτύρων αἱ γραφαί· καθάπερ γὰρ αἱ τῶν ζωγράφων εἰκόνες τινὰς μιμούμεναι τῶν πόλεων ὄψεις, καὶ
μεγέθη πύργων, καὶ μορφὰς ἀνδρῶν καὶ γυναικῶν, ποτὲ μὲν νέας, ποτὲ δὲ πρεσβυτικάς, ποτὲ δὲ βασιλικάς, ποτὲ δὲ
5νυμφικάς, ποτὲ δὲ σκυθρωπάς, ποτὲ δὲ περιχαρεῖς δεικνύ‐ ονται, οὕτω καὶ οἱ τῶν μαρτυρικῶν ἀγώνων τοὺς λόγους ἱστο‐ ρήσαντες τὸ στερρὸν τῆς ψυχῆς, καὶ τῶν τρόπων τὸ ἀνδρεῖον, καὶ τὴν ἐν τοῖς δεινοῖς παράστασιν ἄφοβον καὶ εὔτολμον καὶ ἀκατάπληκτον, καὶ τὴν ἐκ θεοῦ συμμαχίαν πρὸς αὐτοὺς κα‐
10ταβαίνουσαν, ποτὲ μὲν τῷ πλήθει τῶν σημείων, ποτὲ δὲ τῷ πλού‐ τῳ ἐν τοῖς λόγοις τῆς χάριτος ὁμολογουμένην, ταῖς ἀκοαῖς ἐμ‐ φανίζουσιν. Λογγίνου δὲ ἄρα γραφὴν σοφοῦ τε καὶ ἀνδρείου, ἐξαι‐ ρέτως τῆς ὑπὲρ τοῦ Χριστοῦ μαρτυρίας ἧς ἤρξατο ὁμολογήσας αὐτόν, πῶς ἐπαξίως ἱστορήσαιμι;

2

Ὅτε γὰρ τῷ φόβῳ συγχυθεὶς ἐξηρνήσατο αὐτὸν ὅλος ὁ χο‐ ρὸς τῶν ἀποστόλων, χωλοὶ δὲ οὓς ἤγειρεν, τυφλοί τε οὓς ἐφώ‐ τισεν, λεπροί τε μετὰ τούτων οὓς τῆς πολυστίκτου δορᾶς καὶ τῆς σαρκὸς τῶν μωμημάτων ἠλευθέρωσεν, καὶ ἄλλοι ὧν τὰς
5συμφορὰς ἔπαυσεν καὶ τὰς νόσους ἐχώνευσεν καὶ πρὸς τὸ κρεῖτ‐ τον τὴν φύσιν μετεσκεύασεν, οὗτοι πάντες πρὸς τὸ δρᾶμα τοῦ σταυροῦ καταπλαγέντες χειμῶνος μεστὸν ναυάγιον ὑπέμειναν, ἡ ὁμολογία τοῦ θεοσεβοῦς ἑκατοντάρχου Λογγίνου ὑπῆρχεν εἰς τὰς ἀκοὰς τῆς λυκόφρονος συναγωγῆς τῶν Ἰουδαίων, ὅτε
10ἔλεγεν· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος». Οὔτε γὰρ Πιλᾶτον
κατὰ τοῦ Χριστοῦ μεμισθωμένον ᾐσχύνετο, οὔτε μὴν φόβον τοσούτων δήμων ᾐδεῖτο ἢ ἐνάρκησε τὸ πλῆθος τῶν ἀπεί‐ ρων μυριάδων ἐκείνων. Λεγέσθω τοιγαροῦν καὶ γραφέσθω ἡ καλλίστη ἄθλησις αὐτοῦ ἣν οἱ ἀπ’ ἀρχῆς αὐτόπται διη‐
15γήσαντο καὶ τῇ μετὰ ταύτην γενεᾷ παρέδωκαν· ἀπ’ ἐκείνης δὲ εἰς τὴν ἑξῆς καὶ οὕτω μέχρις ἡμῶν καταβάντες, οἱ τῆς Λογγί‐ νου μαρτυρίας λόγοι ὡς μαργαρῖταί τινες ἄμωμοι τὸν ἱερὸν τοῦ Χριστοῦ νυμφῶνα κοσμοῦντες διεφυλάχθησαν.

3

Ὅτε τοίνυν κουστωδίαν αἰτηθεὶς ὁ Πιλᾶτος εἰς φυλακὴν τοῦ τάφου τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἔδωκεν, Λογγῖνος ἦν αὐ‐ τῶν ἔξαρχος· αὐτὸς γὰρ ἦν καὶ τὸν σταυρὸν τοῦ Χριστοῦ φυλά‐ ξας μετὰ τῶν ὑπ’ αὐτοῦ στρατιωτῶν. Ἀλλὰ τοῦ Χριστοῦ πρα‐
5χθείσης τῆς ἀναστάσεως, ὥσπερ ἡμῖν αἱ τῶν θείων εὐαγγελί‐ ων γραφαὶ παρέδωκαν, καὶ τῶν στρατιωτῶν ἀπαγγειλάντων τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις τῆς ἰουδαϊκῆς συμμορίας τὰ γενόμενα θαύματα, ἐκεῖνοι μὲν αἰσχυνθέντες τὸν λαὸν καὶ σβέ‐ σαι τὸ θαῦμα βουλόμενοι ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔ‐
10δωκαν, ὥστε συκοφαντῆσαι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· οὕ‐ τω δὲ καὶ τὸν Πιλᾶτον δέξασθαι τὴν συκοφαντίαν χρήμασι πολ‐ λοῖς ἔπεισαν. Οὐ μὴν ὁ Λογγῖνος προκρίνει τὸν δόλον τῆς ἀλη‐ θείας, οὐδὲ κατὰ τοῦ Χριστοῦ λαμβάνει χρυσόν, οὐδὲ τὸν μα‐ μωνᾶν τοῦ θεοῦ προτιμῆσαι ὑπέμεινεν, οὐδὲ τῇ πλεονεξίᾳ δου‐
15λωθεὶς εἰς τὸν ταύτης βυθὸν τὸν πολυθάνατον ὤλισθεν, οὐ κατὰ Χριστοῦ συκοφαντίας τοῦ ψεύδους ἠνέσχετο, τοῦ τὸν Ἀδὰμ ἐγείραντος καὶ τὸν θάνατον σφάξαντος καὶ τοὺς θνητοὺς ζωώ‐
σαντος.

4

Πρὸς ταῦτα ὁ Πιλᾶτος καὶ οἱ δυνάσται τῶν Ἰουδαίων κεν‐ τούμενοι ἐζήτουν ἐπιβουλὴν κατὰ τοῦ μακαρίου Λογγίνου καὶ καιρὸν οὐκ εἶχον· ἦν γὰρ ὁ Λογγῖνος ὅλης τῆς στρατιωτικῆς φάλαγγος ἐπισημότερος. Ἐπειδὴ δὲ ἐβουλήθη ὅλως Χριστοῦ
5γενέσθαι, ἀποδύεται τὴν ζώνην τοῦ Καίσαρος· καὶ λοιπὸν ἐν οἴκῳ κάθηται μετὰ τῶν δύο στρατιωτῶν, οἵτινες σὺν αὐτῷ καὶ τῆς μακαρίας ἐγένοντο ἀθλήσεως συγκληρονόμοι, κήρυκες γενό‐ μενοι ὧν εἶδόν τε καὶ ἀκηκόασιν. Καὶ τὴν Ἰερουσαλὴμ καταλι‐ πὼν ἀνέστρεψεν σὺν αὐτοῖς καὶ γίνεται τῇ Καππαδοκῶν χώρᾳ
10κῆρυξ, ὥσπερ Θωμᾶς τοῖς Ἰνδοῖς, Ῥωμαίοις δὲ Πέτρος, Ἀσιανοῖς δὲ Ἰωάννης, Παῦλος «ἀπὸ Ἰερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ», καὶ ἄλλος ἄλλοις, εὐαγγελιζόμενος τὸν Χρι‐ στὸν καὶ τὰ παρ’ αὐτοῦ καὶ ἐπ’ αὐτῷ πεπραγμένα μυστήρια.

5

Ἰουδαῖοι δέ, καιόμενοι τῷ ζήλῳ καὶ τῷ θυμῷ κεντούμενοι, τὴν τοῦ Λογγίνου μαρτυρίαν, πολυμερῶς ἤδη τῆς γῆς διαδρα‐ μοῦσαν, καρτερεῖν οὐκ ἠδύναντο. Τότε τὸν Πιλᾶτον πείθουσι ψευδῆ κατὰ Λογγίνου γράψαι τοῦ μακαρίου τῷ Καίσαρι, ὅτι
5τῆς Ῥωμαίων βασιλείας ἀλλότρια φρονεῖ καί, τῶν ὅπλων ἀμε‐
λήσας, τὸν Χριστὸν κηρύττει βασιλέα τοῖς ἔθνεσιν· ἤδη δὲ τῶν περὶ τούτου λόγων τὴν ἑαυτοῦ πατρίδα καὶ χώραν ἐπλήρωσεν. Πρὸς τούτοις τοῖς γράμμασι συναποστέλλουσι χρήματα καὶ τὸν Λογγίνου θάνατον ἐξωνοῦνται, τὰς ἀκοὰς Καίσαρος ὑφαρπάσαν‐
10τες. Βασιλικὰ δὲ γράμματα εἰς τὴν Ἰουδαίαν τῷ Πιλάτῳ κο‐ μίζεται κατὰ Λογγίνου καὶ τῶν σὺν αὐτῷ· οἵτινες ὡς τὰ τῶν ὅπλων ἀμελήσαντες ξίφει τὰς κεφαλὰς ἀποθέσθαι προστάττον‐ ται. Σπουδῇ δὲ πολλῇ τοῖς τῶν φόνων ὑπηρέταις ὁ Πιλᾶτος ἐγχει‐ ρίζει τὰ γράμματα τοῦ Καίσαρος. Οἱ δὲ τάχος διαβάντες τὴν
15τῶν Καππαδοκῶν γῆν φθάνουσιν καί, μαθόντες ἐν ἀγρῷ πατρῴῳ τὸν Λογγῖνον φιλοσοφεῖν καὶ τὴν ἡσυχίαν ἀσκεῖσθαι πάντων τῶν πολιτικῶν πραγμάτων ἑαυτὸν ἀπαλλάξαντα, τὸν ἀγρὸν αὐ‐ τίκα καταλαμβάνουσιν ἡσυχῆ, τὸ ἐπίταγμα Πιλάτου καὶ Καί‐ σαρος ἐπιτελέσαι βουλόμενοι, ὥστε μὴ εἰς φυγὴν τὸν Λογγῖ‐
20νον τραπῆναι. Ὅθεν ἀθρόον ἐπέστησαν τῷ ἀνδρί, ὡς ἐπ’ ἄλ‐ λῳ τινὶ διαβάντες, καὶ οὐδὲν οὐδενὶ τῶν μετὰ χεῖρας αὐτῶν ἐπι‐ φερομένων ἐθάρρησαν. Εἶτα εἰσελθόντες καὶ τῷ Λογγίνῳ περι‐ τυχόντες, οὐκ εἰδότες αὐτὸν εἶναι τὸν αὐτοῖς τε καὶ Πιλάτῳ
ζητούμενον, ἄρχονται ἐρωτᾶν ποῦ ὁ Λογγῖνος εἴη.

6

Ὁ δέ, τοῦ θείου Πνεύματος αὐτῷ τὸ δρᾶμα προδηλώσαντος· «Ἀκολουθεῖτε», φησίν, «καὶ τοῦτον ὑποδείκνυμι ὑμῖν.» Τότε πρὸς ἑαυτὸν ὁ μακάριος, ὡς εἰκός, εὐφραινόμενος καὶ τοῦ μαρ‐ τυρίου τὴν θυσίαν ἐπισπουδάζων ἔλεγεν· «Ὡς ὡραῖοι οἱ πόδες
5τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγα‐ θά. Νῦν τοὺς οὐρανοὺς ἀνεῳγμένους ὄψομαι, νῦν ἱστορήσω τὴν δόξαν τοῦ Πατρός, νῦν τὴν ἀνέκφραστον ἀστραπὴν θεωρή‐ σω τοῦ Πνεύματος. Νῦν ἐρῶ ‘Κύριε, Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου‘, καθάπερ Στέφανος ὁ πρῶτος τῶν μαρτύρων,
10οὗ λαμπροτάτην φωνὴν ἀφιέντος ἀκήκοα. Νῦν Ἰερουσαλήμ, τὴν ἀνωτάτην χρυσόπυργον, τὴν αὐτὴν μὲν πατρίδα τῶν ἀγγέ‐ λων, ὅλου δὲ τοῦ τῶν ἁγίων χοροῦ μητρόπολιν, μετὰ κρότων, ἐπινικίων καὶ βασιλικῶν τροπαίων ἐπιβήσομαι. Νῦν ἀποδύο‐ μαι τὸν πήλινον χιτῶνα καὶ τοὺς πολυστενάκτους δεσμοὺς τῆς
15σαρκὸς ἀποτίθημι καὶ ἀπαλλάττομαι φθορᾶς· πρὸς ἀφθαρ‐ σίαν γὰρ ἕλκομαι, ἕξω μοι βίον χειμῶνος ἀπηλλαγμένον ἐξιὼν ἐκ τοῦ προσκαίρου βίου, οὗ πολλὰ τὰ κύματα καὶ χαλεπὰ τὰ ναυάγια. Λιμὴν μόνος ἀθάνατος ἐκείνη ἡ ζωή, ἔνθα κατοικοῦ‐ σιν οἱ ἅγιοι. Εὐφραίνου, ψυχή, πρὸς τὸν σὸν ποιητὴν ἀπερχο‐
20μένη, δεῖξον φαιδρὸν καιροῦ καλοῦντος τὸ πρόσωπον, καὶ τοὺς προξένους σοι τῶν τοσούτων ἀγαθῶν φιλοφρόνως ξενίσωμεν χαίροντες, καὶ πολυτελῆ παραθήσωμεν τράπεζαν τοῖς ἐπὶ τὸ
δεῖπνον ἡμᾶς καλοῦσι τὸ βασιλικόν.»

7

Ταῦτα πρὸς ἑαυτὸν ὁ Λογγῖνος εἰπὼν τοὺς ἐπ’ αὐτὸν ἐλθόν‐ τας εἰς τὸν ἴδιον οἶκον παρέλαβεν καί, ξενίσας λαμπρῶς καὶ προσώπῳ φαιδρῷ καὶ σφόδρα περιχαρεῖ συμφαγὼν σὺν αὐτοῖς εἰς ἣν παρέθηκεν τράπεζαν, ἐρωτᾶν μετὰ τὸ δεῖπνον ἄρχεται
5τοῦ Λογγίνου τί χρῄζουσιν. Οἱ δέ, ὅρκους παρ’ αὐτοῦ ἀπαι‐ τήσαντες ὅτιπερ αὐτῶν οὐ δημοσιεύει τὸν λόγον οὐδὲ γυμνοῖ τὸ θαρρηθὲν μυστήριον, τότε τὰ πρὸς Πιλᾶτον γραφέντα ἀπὸ Καίσαρος λέγουσιν καὶ ὅτι τοῦ Λογγίνου μεθ’ ἑτέρων δύο τὴν κεφαλὴν ἀπήντησαν τεμεῖν. Ὁ δὲ καὶ οὗτοι τίνες εἶεν οἱ ἅμα
10τῷ Λογγίνῳ πυθόμενος, ἔγνω μαθὼν ὡς ἐκεῖνοί γε ἦσαν οἱ τῆς ἰουδαϊκῆς μισθαρνίας τὸν Χριστὸν προτιμήσαντες, καὶ σπουδῇ πολλῇ γράφει πρὸς αὐτοὺς τὸ τάχος ἥκειν πρὸς αὐτὸν ἀγαθῶν μεγάλων αὐτῷ κοινωνήσοντας. Ἡμέραν τε οὕτω μίαν καὶ δευ‐ τέραν ξενίσας αὐτοὺς ὁ Λογγῖνος, τῇ τρίτῃ παραλαβὼν εἰς
15ἀγρόν, ἐκεῖ τοὺς παρ’ αὐτοῦ μετασταλέντας ἀνέμενεν. Ἐγγὺς δὲ εἶναι μαθὼν ἀπαγγέλλει αὐτοῖς ὡς αὐτὸς εἴη ὁ Λογγῖνος, ὁ παρ’ αὐτῶν ζητούμενος.

8

Οἱ δὲ πρότερον μὲν ἠπίστουν, μετὰ δὲ τοῦτο πεισθέντες ἐ‐ δάκρυον, τίλλοντες τὰς ἑαυτῶν τρίχας καὶ οἰκτρὰς φωνὰς πρὸς τὸν Λογγῖνον φθεγγόμενοι· «Τί σοι τὸ ἐγχείρημα, ὦ φίλε, ἔδοξεν τοῦτο; Ἵνα τί τοὺς ἐπὶ τὸν σὸν ἐλθόντας φόνον εἰς τὸν
5οἶκόν σου ἔλαβες; Τίνος χάριν τοῖς εἰς σφαγήν σου παραγενο‐ μένοις δεῖπνον ἐπετέλεσας καὶ παρέθηκας τράπεζαν, οὐ μίαν μόνον ἡμέραν, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην; Ἆρά σου τὸν οἶ‐
νον οὐχ ἑώρας ἐν τῷ αἵματί σου τῷ παρ’ ἡμῶν ζητουμένῳ κιρ‐ νώμενον; Νῦν μὲν τί δεῖ εἰπεῖν; Τί δὲ πρᾶξαι ἢ βουλεύσασθαι
10περὶ σοῦ δυνησόμεθα; Ἄπιθι, μισθὸν τῆς ξενίας λαβὼν τοῦ παρ’ ἡ‐ μῶν θανάτου τὴν ἄφεσιν· ἡμεῖς γὰρ ἐπιθεῖναί σοι τὸ ξίφος οὐ τολμῶμεν, ναρκῶμεν τοὺς ἅλας, ἐρυθριῶμεν τὴν τράπεζαν, δεδοίκαμεν τὸν θεόν, τὸν τῆς ξενίας ἔφορον. Κρεῖττον ἡμᾶς κινδυνεύειν παρὰ Πιλάτου τὴν Λογγίνου κεφαλὴν μεθοδεύον‐
15τας, οὐχὶ δὲ πάντα τὸν βίον ἡμῶν τῷ συνειδότι τήκεσθαι καὶ συνδειπνοῦντας ὁρᾶν τοὺς λεγομένους αἱμοχαρεῖς δαίμονας. Πῶς γὰρ ἡμῶν ἔσται δεῖπνον ἀγαθὸν ἐάν σοι τὰς χεῖρας ἐπε‐ νέγκωμεν; Ναρκῶσιν γὰρ ἡμῶν οὐ μόνον αἱ χεῖρες, ἀλλὰ καὶ οἱ πόδες καὶ ἅπαν ἡμῶν τὸ σῶμα, ἐὰν τοῦτο πράξωμεν, ἐὰν φο‐
20νευταὶ τοῦ εὐεργέτου καὶ ξενοδόχου γενώμεθα.»

9

Ταῦτα μὲν αὐτοὶ πρὸς τὸν Λογγῖνον ἔλεγον. Οὐ μὴν δὲ ἔ‐ πειθον τὸν πρόθυμον καὶ εὔψυχον ἀθλητὴν τὸν ἀγῶνα ὑπὲρ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ παραιτήσασθαι, ἀλλὰ πρὸς αὐτοὺς εὐθαρσῶς ἀποκρίνεται· «Μή με», λέγων, «προδότην
5τῆς ζωῆς ὀφθῆναι θελήσητε, μηδὲ πειραστὴν ἀποδειχθῆναι τῆς χάριτος. Μηδὲ λύκος τὴν τῶν προβάτων ἐκλογὴν ἀποδυσάμε‐ νος γένωμαι· μηδαμῶς ἀρνήσωμαι ὃν ἅπαξ ὡμολόγησα. Μὴ ζημιωθῶ τὴν δόξαν ἐκείνην ἣν εἶδον τὰ στοιχεῖα σαλεύουσαν.
Μή μου κατήγορος ὁ δῆμος τῆς κτίσεως γένηται, ὅτιπερ τοῦτον
10παρέβην δι’ ὃν ὁ οὐρανὸς τὰς οἰκείας ὄψεις ἐκάλυψεν καὶ ἔδυσεν ὁ ἥλιος τὰ τῶν λαμπάδων ἅρματα, τὸ στάδιον αἱ ἡμέραι τοῦ φωτὸς παρῃτήσαντο, ἡ νὺξ πρὸς βίαν εἵλκετο· τοῦ σταυροῦ γὰρ τὸ βάρος οὐχ ὑφίστατο καὶ τῆς ἰουδαϊκῆς θεομαχίας παρῃ‐ τεῖτο τὸ ἔγκλημα. Ταῦτα ἐγὼ τοῖς ὀφθαλμοῖς μου καὶ ταῖς οἰ‐
15κείαις ὄψεσιν ἱστόρησα. Πῶς τοίνυν σκορπίσω τοσούτων μοι ἀγαθῶν πλοῦτον; Οὐδὲ γὰρ ἀγγέλων τὰς μέμψεις ὑποστήσο‐ μαι.»

10

Ἔτι δὲ λαλοῦντος ταῦτα τοῦ Λογγίνου, ἡ ξυνωρὶς τῶν σὺν αὐτῷ στρατιωτῶν, ἡ τὴν ἐπὶ θάνατον ψῆφον παρὰ Καίσα‐ ρος λαχοῦσα, ἔφθασεν. Φαιδρῷ δὲ αὐτοῖς προσώπῳ καὶ περι‐ χαρεῖ λίαν ὁ Λογγῖνος συνήντησεν καί, τοὺς ὀφθαλμοὺς ἅμα καὶ
5τὸν τράχηλον αὐτῶν καταφιλήσας, ἔφη πρὸς αὐτούς· «Χαί‐ ρετε, ὦ συστρατιῶται Χριστοῦ καὶ νικηταὶ τῶν θείων ἀγώνων καὶ κληρονόμοι τῆς βασιλείας οὐρανῶν, χαίρετε ὅτι ἡ πύλη ἡμῖν πρὸς οὐρανὸν ἀνέῳγεν, ἄγγελοι τὰς ἡμετέρας ψυχὰς πα‐ ραλαμβάνειν καὶ προσφέρειν τῷ μονογενεῖ Υἱῷ τοῦ θεοῦ μέλ‐
10λουσιν. Ἰδοὺ τὰς λαμπάδας ὁρῶ καὶ τοὺς στεφάνους κατο‐ πτεύω καὶ τὰ βραβεῖα στοχάζομαι μεθ’ ὧν τῷ τοῦ νυμφίου πα‐ ραστησόμεθα βήματι.» Καὶ ταῦτα εἰπών, ἔφη τοῖς δημίοις· «Εἴ τι οὖν προσετάχθητε, τάχος ποιήσατε.» Καὶ πρὸς τὸν ἡ‐
γούμενον τῆς οἰκίας αὐτοῦ ἔφησεν στολὴν καθαρὰν κομίσαι αὐ‐
15τῷ, ὡς ἐπὶ γάμον καὶ νυμφῶνα καλουμένῳ. Ἐνδυσάμενος δὲ αὐτὴν καὶ τῇ χειρὶ δείξας τὸν λόφον, ἐν ᾧ τὸ μακάριον αὐτοῦ σῶμα διετάξατο τεθῆναι, οὕτω τε τὸ γόνυ κάμψας χαίρων λίαν, καὶ σχηματίσας ἑαυτὸν μετὰ τῶν σὺν αὐτῷ ἑταίρων τῶν τὸν νικηφόρον ἀγῶνα διανυσάντων, τὴν κεφαλὴν ἐκτέμνεται καὶ χο‐
20ροῖς ἀποστόλων τε καὶ μαρτύρων ἐγγράφονται· τούτων γὰρ τὴν ἀνδρείαν καὶ ἐκείνων τὸν καλὸν ζῆλον ἐπεδείξαντο.

11

Λαβόντες δὲ οἱ δήμιοι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου ταύτην προσφέρουσιν τῷ Πιλάτῳ· καὶ γὰρ πρὸς χάριν τῶν Ἰουδαίων καὶ περὶ ὧν ἔλαβεν χρημάτων τοῦτο πεποίηκεν. Ὡς δὲ ἤνεγκαν οἱ δήμιοι εἰς Ἰερουσαλὴμ τὴν κεφαλὴν τοῦ ἁγίου,
5προστάσσει ὁ Πιλᾶτος ἐπιδειχθῆναι αὐτὴν τοῖς Ἰουδαίοις, τοῖς διψῶσιν τὸν θάνατον Λογγίνου, καὶ πολλοῦ χρυσίου τὸ δρᾶμα πωλήσας τοῖς εἰωθόσι χρήμασιν ὠνεῖσθαι τὰ τῶν δικαίων αἵ‐ ματα. Τότε ῥιφῆναι τὴν τιμίαν τῷ θεῷ καὶ φοβερὰν τοῖς δαί‐ μοσι, τοῖς δὲ ἀγγέλοις ἐπέραστον καὶ στοιχείοις θαυμαζομένην
10κεφαλὴν τοῦ ἁγίου Λογγίνου προστάττει ὁ Πιλᾶτος ἔξω πρὸ τῆς πύλης τῆς πόλεως. Ἔκειτο τοίνυν πρὸ τῆς πύλης ὥσπερ τις θησαυρὸς ἄσυλος· κόπρου δὲ πλείστης οὔσης ἐκεῖσε, ἀβλαβὴς δι‐ εφυλάχθη ὁ πολυτίμητος τοῦ Χριστοῦ μαργαρίτης, καὶ τάφος αὐ‐ τῷ τέως μᾶλλον δὲ κιβωτὸς ἡ κόπρος ἦν, μακροθυμοῦντος τοῦ
15φιλανθρώπου θεοῦ καὶ ἐν τούτῳ οἰκονομίας χάριν.

12

Χήρα γάρ τις γυνὴ τῆς αὐτῆς τῶν Καππαδοκῶν χώρας, μονογενοῦς τέκνου μήτηρ, τοὺς ὀφθαλμοὺς τοῦ σώματος ἀπο‐ βαλοῦσα, πίστει τὸ πάθος νικήσασα, μετὰ τοῦ μονογενοῦς τέκ‐ νου τὴν Ἰερουσαλὴμ κατέλαβεν, ἐνθάδε προσδοκῶσα τῇ προσκυ‐
5νήσει τῶν ἁγίων τόπων τοὺς ὀφθαλμοὺς ἀπολαβεῖν. Ὡς οὖν χειραγωγουμένη ὑπὸ τοῦ ἰδίου τέκνου συνῆγεν τὸν χοῦν τῆς γῆς καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς ἐσκέπτετο καταπλάσα‐ σθαι τοῦτον, ἴσως ἐν αὐτῷ εὑρίσκειν προσδοκῶσα τοῦ φωτὸς τὸ κολλύριον πρὸς τὸ ἀναβλέψαι, ἀθρόον δὲ νόσος ἐπῆλθεν τῷ
10μονογενεῖ αὐτῆς υἱῷ καὶ ἐκ τῶν μητρικῶν χειρῶν αὐτὸν ἀφήρ‐ πασεν, τότε διπλοῦν αὐτῇ τὸ σκότος τῶν ὀφθαλμῶν ἐπῆλθεν καὶ ἀπεσβέννυτο τῷ δριμυτάτῳ πάθει τῆς συμφορᾶς. Ἡ δὲ οἰκ‐ τρὰς φωνὰς βοῶσα πρὸς τὸν θεὸν ἔλεγεν· «Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὰ ἑξῆς. Μὴ μόνη ἐγώ», φησίν,
15«ἁμαρτωλὸς τυγχάνω, ὅτι τὰς δίκας οὕτω δριμυτάτως εἰσπράτ‐ τομαι; Μὴ χείρων εἰμὶ τῆς πόρνης ἣν προσεδέξω μύρον σοι προσκομίζουσαν; Ἐμὲ δὲ καὶ τὸ φῶς ἐστέρησας καὶ τὸν μονο‐ γενῆ μου ἔλαβες· καὶ οὐκ ἔστι μοί ποθεν ἐλπὶς σωτηρίας».

13

Ὡς δὲ ἦν ἐν πολλῇ θλίψει καὶ ἀπαραμυθήτῳ πένθει, φαί‐ νεται αὐτῇ καθ’ ὕπνον ὁ μακάριος Λογγῖνος καὶ πάντα αὐτῇ τὰ καθ’ ἑαυτὸν διηγήσατο· «Ἐγώ εἰμι», λέγων, «Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ὁμολογήσας ἐπὶ τοῦ σταυροῦ τὸν κύριον ἡ‐
5μῶν Ἰησοῦν Χριστὸν ὅτι «ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» Ὅθεν ἀποκαλύπτω σοι καὶ ὅπως Πιλᾶτος κατ’ ἐμοῦ ψευδῆ δη‐ μηγορήσας ἐρεθίζει τὸν Καίσαρα καὶ ἀποτέμνει μου τὴν κεφα‐ λὴν καὶ ἐνταῦθα κομίζει καὶ ῥίπτει ἔξω τῆς πόλεως· Ἰουδαί‐
ων γὰρ παῖδες χρημάτων ὠνῇ καὶ τούτῳ συνεφώνησαν. Κό‐
10προς δὲ πλείστη ἐπ’ αὐτῇ σεσώρευται, ὥστε σοι ἔδει φυλαχθῆ‐ ναι τὸν κλῆρον τοῦτον πρὸς ἰατρείαν· ἅμα γὰρ αὐτὴν ἀνακαλύ‐ ψεις, τοὺς ὀφθαλμούς σου ἀπολήψει· εἶθ’ οὕτως παραστήσω δέ σοι καὶ τὸν παῖδα μετὰ δόξης, ὅστις σου τὸ πένθος παρακαλέ‐ σει.»

14

Τούτοις δὲ τοῖς λόγοις παρακληθεῖσα ἡ γυνή, ὁμοῦ καὶ νευρωθεῖσα ὡς ἀνδρεία καὶ πιστή, πρὸς τὸ ἔργον ἠπείγετο, χειρ‐ αγωγηθεῖσα πρὸς τὸν χῶρον ἐν ᾧ κόπρον σωρευθῆναι ἐμάνθανε παρὰ τῶν αὐτὴν ὁδηγούντων καὶ αὐτῶν πιστῶν ὄντων· ἤδη δὲ
5φθασάντων εἰς τὸν προκείμενον τόπον, ἄρχεται ὀρύγειν ταῖς ἰ‐ δίαις χερσίν· προνοίᾳ δὲ θεοῦ τάχιον εὑροῦσα τὴν τιμίαν τῷ θεῷ κεφαλήν, παραχρῆμα τὰς ἡλιακὰς ἀκτῖνας ἐθεάσατο. Περι‐ πτυξαμένη δὲ καὶ πλύνασα μετὰ πάσης σπουδῆς καὶ μύροις ἐν‐ τίμοις ἐπαλείψασα, ἐπανέρχεται φέρουσα τὸν μαργαρίτην ἔνθα
10ἐξενίζετο. Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῇ ὁ μακά‐ ριος Λογγῖνος ἔχων τὸν αὐτῆς υἱὸν παρὰ τὴν ἑαυτοῦ πλευράν, λαμπρὸν καὶ μειδιῶντα καὶ ὥσπερ νυμφίου στολὴν ἔχοντα, λέ‐ γει· «Ἰδὲ ὃν ἐπόθεις, ὦ γύναι. Οὗτός ἐστιν ὃν ἁρπασθῆναι τῶν σῶν χειρῶν ἐνόμισας. Θεὸς δὲ αὐτὸν ἐλευθερώσας εἰς τὴν ἄνω
15βασιλείαν ἐστράτευσεν. Καὶ νῦν σὺν ἐμοὶ ἔχω αὐτόν· παρὰ γὰρ τοῦ σωτῆρος ἔλαβον αὐτὸν καὶ τῆς ἐμῆς δεξιᾶς οὐδέποτε ἀπο‐ στήσεται. Λαβοῦσα τοίνυν τὴν ἐμὴν κεφαλὴν καὶ τοῦ σοῦ παι‐
δὸς τὸ σῶμα, ἐν μιᾷ λάρνακι παράδος καὶ μηκέτι τὸν μονογενῆ σου δάκρυε· μεγάλη γὰρ αὐτῷ σὺν ἐμοὶ δόξα δεδώρηται καὶ
20βωμὸς ἱερὸς καὶ θυσίαι μυστικαὶ καὶ πολυύμνητοι χορεῖαι καὶ πανηγύρεις πάνδημοι, ἄλλα τε πολλὰ πρὸς τούτοις ἃ οὐ δυνατὸν ἐπὶ τῆς γῆς τελεῖσθαι, ἐν οὐρανῷ δὲ «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», ἅπερ ἡμῖν ὁ θεός, ἔργῳ καὶ λόγῳ τὴν πρὸς ἡμᾶς ἐνδειξάμενος ἀγάπην,
25παρεσκεύασεν.»

15

Τούτους τοὺς λόγους ἡ τοῦ νεανίσκου μήτηρ ὡς ἱερο‐ προφήτου δεξαμένη προστάγματα, εὐθέως ἀναστᾶσα εἰς τὴν πα‐ τρίδα ὥρμησεν. Ἔλαβεν δὲ τὴν πάντιμον καὶ ἱερὰν κεφαλήν, καὶ ἀπεκατέστησε τῇ ἰδίᾳ πατρίδι, καὶ τὸν αὐτῆς παῖδα παρὰ
5τὸ ἱερὸν τοῦ ἁγίου Λογγίνου λείψανον ἀπέθετο φαιδρῶς καὶ περιχαρῶς, καθὼς αὐτῇ προσέταξεν ὁ ἅγιος Λογγῖνος, ἐν κώμῃ λεγομένῃ Σανδράλις—ἐκεῖθεν γὰρ ἦν ὁ ἅγιος Λογγῖνος—, πρὸς ἑαυτὴν ἀναφωνοῦσα καὶ λέγουσα ἐν τῇ καρδίᾳ καὶ τῇ γλώτ‐ τῃ κηρύττουσα· «Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα
10συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὀφθαλμοὺς ἐζήτουν σαρκός, σὺν αὐ‐ τοῖς δὲ καὶ τοὺς τοῦ πνεύματος ἔλαβον. Ἐλύπει με ζημία τέκνου, ἀλλ’ ἰδοὺ τὸν κληρονόμον ἔχω μετὰ δόξης βασιλικῆς τῷ θεῷ παριστάμενον. Πορφυροφόρον τὸν νεανίαν ὁρῶ, πολυευπρεπῆ κατοπτεύω τὸν μείρακα. Ἀστεροπρόσωπος ὁ παῖς καὶ τῇ μητρὶ
15προσγελῶν καὶ παρὰ τὴν πλευρὰν Λογγίνου ἀστράπτων ὡς ἑωσφόρος παρὰ τὴν ἡλιακὴν ἀκτῖνα, πολλάκις μὲν νύκτωρ, πολ‐ λάκις δὲ μεθ’ ἡμέραν φαινόμενος, καὶ οὐ κατ’ ὄναρ μόνον, ἀλλὰ μὴν καὶ φανερῶς ἐμφανίζεταί μοι μαρτύρων τρόπῳ. Κλῆρος δὲ αὐτοῦ μετὰ προφητῶν, καίτοι βίον τῶν προφητῶν οὐ ζήσαντος,
20καὶ μετὰ Λογγίνου σταυροφορεῖ, καὶ τὸ σεμνὸν τῆς τῶν οὐρα‐ νῶν βασιλείας ἐπιφέρεται τρόπαιον, καὶ μεταξὺ ἀγγέλων κηρύτ‐ τει, καὶ μέσον τοῦ δήμου τῶν ἀρχαγγέλων κέκραγεν ὡς Λογγίνου μαθητὴς ὅσα τὰ σεραφὶμ Λογγίνῳ παραχωρεῖ δοξάζειν καὶ οὐκ ἀντικρούει τὰ χερουβὶμ ὑμνολογοῦντι, φθέγγεται καὶ αὐ‐
25τὸς φωνὴν ἱεράν, ὑμνολόγον, τροπαιοῦχον, μυστικήν, ἐπινίκιον· ‘Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτοσ‘ καὶ ἔστι καὶ ἔσται· ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ἔχει καὶ εἰς αἰῶνας ἕξει. Αὐτὸς παλαιοῖ τοὺς αἰῶνας, μένει δὲ αὐτὸς ἀπαλαίωτος· ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς τὸν αἰῶνα οὐ διαφθα‐
30ρήσεται· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν».

16

Ἐγὼ Ἡσύχιος πρεσβύτερος Ἱεροσολύμων πολλὰ ἐρευνήσας μετὰ πολλοῦ καμάτου ἠδυνήθην εὑρεῖν τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ εἰπόντος «Ἀ‐
ληθῶς θεοῦ υἱὸς ἦν οὗτος», τὸ μαρτύριον· εὗρον δὲ αὐτὸ ἐν
5σχεδαρίῳ, ἐν τῇ βιβλιοθήκῃ τῆς ἁγίας Ἀναστάσεως, καὶ συνέ‐ ταξα αὐτοῦ τὴν ὁμολογίαν μετὰ καὶ τοῦ ἐγκωμίου. Λοιπὸν οἱ φο‐ βούμενοι τὸν κύριον πιστωθήτωσαν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ ἅγιος Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ὁμο‐ λογήσας αὐτόν· οὗ τῇ πρεσβείᾳ καὶ παρακλήσει διαφυλαχθεί‐
10ημεν ἅπαντες, οἵ τε ἀναγινώσκοντες αὐτὸ καὶ οἱ ἀκούοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.