TLG 2797 048 :: HESYCHIUS :: In conceptionem venerabilis praecursoris (homilia 16) HESYCHIUS Scr. Eccl., Presbyter In conceptionem venerabilis praecursoris (homilia 16) Citation: Section — (line) | ||
t | Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου. | |
1 | Πάντα μεγάλα καὶ πάντων ἐνδοξότατα τῶν θεοφόρων προ‐ φητῶν ὑπάρχει τὰ σκιρτήματα· σὺν τῷ θεῷ γὰρ κινοῦσι τοὺς πόδας καὶ τὰς χεῖρας ἐνεργοῦντες ἐκ τοῦ πνεύματος· ἄϋλος αὐτοῖς ὁ Λόγος καὶ υἱός, Χριστός τε καὶ θεός, ἐν τῇ γλώσσῃ | |
5 | προσφέρεται, Λόγος ἐκεῖνος ὅστις τὰ κάλλη τοῦ οὐρανοῦ συνέ‐ θηκεν, καὶ τῶν ἡλιακῶν ὀχημάτων τὴν ἀστραπὴν ἐχάλκευσεν, ἔταξε μηνιαῖα τῇ σελήνῃ τὰ κέρατα, ἔζευξε τὴν ἁρμονίαν τῶν ἄστρων καὶ διέζευξεν, δρόμον ἴδιον τεχνασάμενος ἑκάστῳ, κοινὴν πᾶσιν ὁδὸν καὶ μίαν ἐντειλάμενος αὐτοῖς, οὐκ ἀφῆκε τὰς νεφέλας | |
---|---|---|
10 | ἀχαλινώτους πέτασθαι, ἀλλ’ ὥσπερ καιρὸς καλεῖ, καὶ τῶν ἀγρῶν ὁ καρπὸς ἐπιζητεῖ, καὶ ὁ γεωργὸς ἀπαιτεῖ καὶ ποθεῖ καὶ προσ‐ εύχεται, καὶ πάντες οἱ κάτω πρὸς τὸν ἄνω πρεσβεύονται. | |
2 | Αὐτὸς εἶπεν τῇ θαλάσσῃ· «Σκίρτα καὶ μαίνου· καὶ κορυφού‐ σθω μὲν ἀλλ’ ἐν σοὶ συντριβέσθω τὰ κύματα.» Φοβείτω τοίνυν, ἵνα μὴ λήθην ὁ πελαγοδρόμος τοῦ δημιουργοῦ κτήσηται· μὴ βολιζέτω δὲ τὸν ἔμπορον, ἵνα μὴ τὸ στοιχεῖον ἐπιζήμιον τῷ | |
5 | κληρονόμῳ γένηται. Αὐτὸς τῇ ξηρᾷ μερίζει τὰ ἄνθη, τὰ φυτά, τοὺς καρπούς, τὰ βλαστήματα, καὶ χώραν ἑκάστην τοῖς ἀνατέλ‐ λουσιν ἐξαιρέτως ἀγαθοῖς ἐτίμησεν, καὶ τὴν γῆν ὅλην ἓν σῶμα μέλεσι πολλοῖς πολλαχοῦ μεριζόμενον ἔδειξεν. Αὐτὸς τοῖς προ‐ | |
φήταις μερίζει τοὺς αὐλοὺς καὶ διαιρεῖ τὰς σύριγγας καὶ χαλκεύει | 668 | |
10 | τὰς σάλπιγγας, ἐνεργεῖ τὰ κύμβαλα καὶ ἀρθροῖ τὰ τύμπανα, δια‐ νέμει τοὺς κλήρους καὶ κληροῖ τὰ χαρίσματα. | |
3 | Καὶ διπλῆν καὶ ἐνδοξοτέραν ὁ βαπτιστὴς Ἰωάννης τὴν χώραν κεκλήρωται, ἐπειδὴ νέος ὢν τοὺς καιροὺς ἐβιάζετο, παρέ‐ τρεχε τὰ τῆς φύσεως ὅρια, καὶ κατέχειν ἡ γαστὴρ τὸ παιδίον οὐκ ἴσχυεν, ἡ μήτρα συγκλείειν τὸν προφήτην οὐκ ἠδύνατο. | |
5 | Οὐκ ἦν αὐτῷ φθέγμα, καὶ λόγων ἐνδόξων ὅλην τὴν γῆν ἐπλή‐ ρωσεν. Αὐλὸν οὐκ εἶχεν ἡ γλῶττα, καὶ τὸ μέλος τὴν οἰκουμένην ἔφθασεν. Ἄστομος ἡ σάλπιγξ ὑπῆρχεν ἡ τοῦ στόματος, καὶ τῶν δογμάτων ὁ ἦχος τὸν οὐρανὸν κατέλαβεν, καὶ τοσοῦτον τῷ κεραμεῖ τεθαρρηκὸς τὸ βρέφος τὸν πηλὸν ἐνεδυνάμωσεν. Ὁ καιρὸς οὐκ | |
10 | ἦλθεν, οὐδὲ ὁ τόκος ἔφθασεν, αἱ ὠδῖνες οὐ παρῆσαν, οἱ μῆνες οὐ πεπλήρωνται, καὶ τὸ βρέφος ἄνευ τῆς γλώττης τῷ παιδὶ ἐλάλει, καὶ τοῖς σκιρτήμασι 〈ἀν〉τὶ αὐλῶν τινῶν ἐκέχρητο, καὶ ἐ‐ λάκτιζεν τὴν μήτραν ὥσπερ τύμπανον, καὶ τὴν γαστέρα περι‐ τρέχων οἷα κύμβαλον ἔκρουεν, καὶ λύραν εὗρεν αὑτῷ καθαράν, | |
15 | πλατεῖαν, εὔτονον, κοιλιόχορδον, καὶ λέγειν τὴν μητέρα πρὸς τὴν Μαριὰμ ἐπέταττεν· «Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλο‐ γημένος ὁ καρπὸς τῆς κοιλίας σου.» | |
4 | «Εὐλογημένη σὺ ἐν γυναιξί», ὅτι τοὺς δεσμοὺς ἔλυσας, τὴν φύσιν ἠλευθέρωσας, τῆς Εὔας τὰς ὠδῖνας ἐχαύνωσας, τὸν Ἀδὰμ τῶν ἀναγκῶν ἀνώτερον κατέστησας. «Εὐλογημένη σὺ ἐν γυναιξί»· διὰ σὲ γὰρ ἡ στεῖρα μήτηρ, καὶ τρανὰ τὸ βρέφος λαλεῖ, καὶ τὸ | |
5 | παιδίον ὑπὲρ ῥήτορας φθέγγεται, καὶ ὁ μήπω ψελλιστὴς εὐαγγε‐ | |
λιστὴς ἀναδέδεικται. «Καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Ἐγὼ φωνὴ καὶ βροντή, νυμφαγωγὸς καὶ λύχνος, μεσίτης καὶ κῆρυξ, προφήτης καὶ ἀπόστολος, σαλπιστὴς τοῦ τῆς ζωῆς χαρίσματος, ὁμαλιστὴς ὁδοῦ μηδὲν ἐχούσης πρόσκομμα, βαπ‐ | 670 | |
10 | τιστὴς πρὸς σαρκὸς θεωρούμενος, πρόδρομος βασιλέως οὗ τὸ βῆμα πανταχοῦ, ὁ θρόνος ὑπὸ πάντων τῶν στοιχείων βαστάζεται. Δορυφοροῦσι πάντες, οὐδεὶς δὲ τοῦ δορυφορουμένου τὴν ὄψιν εἶδεν ἢ τὸν χαρακτῆρα ἐπίσταται. Τρέμουσι πάντες ἐπὶ δόξαν αὐτοῦ λογιζόμενοι, ἐμβρόντητοι τὴν διάνοιαν γίνονται, στοχά‐ | |
15 | σασθαι τὴν οὐσίαν ἢ τὴν δύναμιν φαντασθῆναι πειρώμενοι.» | |
5 | Ὑμνείσθω τοίνυν Ἰωάννης, ὁ τῆς ἐρήμου πολίτης, ὁ τοῦ Ἰορδάνου τειχιστής, ὁ τῆς θεοπτέρου περιστερᾶς θεωρός, ὁ τῆς νεφέλης τῆς πατρῴας κατάσκοπος, ὁ φωνῆς ἀκροατὴς ἥτις τὴν τοῦ υἱοῦ ἀξίαν παρέστησεν, τοῦ Λόγου τὴν δόξαν ἐφανέρωσεν, | |
5 | τοῦ μονογενοῦς τὴν δόξαν ἀπεκάλυψεν. Ὑμνείσθω Ἰωάννης, ὁ τῆς ᾠδῆς αὐληστὴς ᾗ πάντες ἐπιτρέχουσιν. Τίς γὰρ ἀκούων 〈οὐ〉 μετανοεῖται, οὐ σπεύδει πλυθῆναι, οὐ ποθεῖ καθαρισθῆναι, οὐ προσφέρει τῇ πηγῇ κάδον ἀντλῆσαι καὶ πιεῖν καὶ τὸν καύσωνα καταψῦξαι βουλόμενος; Τίς, μαθὼν ὅτι ἤγγικεν ἡ βασιλεία | |
10 | τῶν οὐρανῶν, φθάσαι τὸν ἀδελφὸν οὐ ποθεῖ καὶ τὸν πλησίον προ‐ λαβεῖν οὐκ ἐπείγεται; Ὑμνείσθω Ἰωάννης, οὗ τὰ πρῶτα θαύ‐ | |
ματα καὶ τὰ ἔσχατα μεγάλα καὶ ὑπέρλαμπρα. | 672 | |
6 | Τὰ πρῶτα θαύματα· Γαβριὴλ αὐτῷ τὸν τόκον κατεμήνυσεν, ἄγγελος ἑρμηνεύει Ζαχαρίᾳ τὴν σύλληψιν. Ἐξ οὐρανοῦ τὸ δῶ‐ ρον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἑστηκὼς ὁ ἱερεὺς ἐλάμβανεν, καὶ δείλαιοι οἱ παῖδες τῶν Ἰουδαίων τοσοῦτον ἐτύγ‐ | |
5 | χανον· ἔνθα γὰρ τὸν χρηματισμὸν ὁ ἱερεὺς τοῦ θεοῦ ἐδέξατο, ἐκεῖ τὸ ξίφος ἀκονοῦσι καὶ τὰς χεῖρας ὁπλίζουσι καὶ μελετῶσι τὸν φόνον καὶ τὸ δρᾶμα ἐργάζονται. Τί δὲ ὁ Γαβριὴλ πρὸς Ζα‐ χαρίαν ἔλεγεν; «Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέ‐ | |
10 | σεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. Καὶ αὐτὸς | |
15 | προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπι‐ στρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.» | |
7 | Ἀκούεις πῶς πλοῦτον πηλίκον ὁ βαπτιστὴς Ἰωάννης πρὶν τεχθῆναι κομίζεται καὶ πρόξενος ἀγαθῶν ὅσων πρὶν συλληφθῆναι τοῖς ὀργάνοις τῆς γεννήσεως γίνεται. «Μὴ φοβοῦ, Ζαχαρία», φησίν, τουτέστιν ὁ λυτρωτὴς ἔρχεται καὶ ὁ λαὸς τοῦ ἁμαρτάνειν | |
5 | παύεται. «Εἰσηκούσθη ἡ δέησίς σου»· καιρὸς γὰρ κλιθῆναι τὸν οὐρανὸν καὶ τὴν γῆν τὸν δημιουργὸν ὑποδέξασθαι. «Καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι»· ἡ στεῖρα τίκτει, ἵνα τῇ | |
παρθένῳ καιρὸς πρὸς τὸ θαῦμα καὶ θεοτόκῳ γένηται. «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην»· ξένον εἰκότως τὸ ὄνομα, | 674 | |
10 | ἐπειδὴ καὶ τὸ πρᾶγμα ξένον ᾧ καὶ τὸ ὄνομα τίθεται· ἡ προσ‐ ηγορία καινή· καινὸν γὰρ τὸ δι’ αὐτοῦ μέλλον ὑπουργεῖσθαι μυστήριον. «Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις»· χαρὰ μὲν ὅτι γεννᾷς τοῦτον οὗ «μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγή‐ γερται», ἀγαλλίασις δὲ ὅτι τέλος ἔσται τοῦ νόμου καὶ προφη‐ | |
15 | τῶν ὁ παρὰ σοῦ τικτόμενος. | |
8 | «Καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται», οἵτινες αὐτοῦ τῆς μετανοίας δέχονται τὰ κηρύγματα καὶ καθαίρονται τῷ λουτρῷ τοῦ βαπτίσματος· γραμματεῖς δὲ οὐ χαίρουσι καὶ Φαρισαῖοι μετ’ ἐκείνων πενθοῦσι· τούτοις δὲ προλέγει τὸ | |
5 | πτύον καὶ τὴν ἀξίνην ἀπειλεῖ καὶ τὴν ἐκτομὴν κηρύττει, ἀνθ’ ὧν αὐτοῖς ὁ δρυμὼν ὑπῆρξεν ἀκανθώδης, ὑλομανής, θηριώδης, ἀνήμερος. Τί δὲ τὸν βαπτιστὴν ἕτερον σεμνύνων ὁ Γαβριὴλ ἀπ‐ ήγγειλεν· «Ἔσται μέγας ἐνώπιον κυρίου»; «Ἔσται μέγας», ἐπειδὴ τὸν ἀμνὸν δείκνυσι τὸν ὅλου τοῦ κόσμου τὴν ἁμαρτίαν | |
10 | αἴροντα, ἀλλ’ «ἐνώπιον κυρίου»· οὐ πολλὴ γὰρ τῶν οὐρανίων τοῖς ἀνθρώποις αἴσθησις, Ἰουδαίοις δὲ καὶ γέλως ὑπάρχει τοῦ Χριστοῦ τὰ μυστήρια, καὶ τοὺς κήρυκας τῆς ἀληθείας κωμῳδοῦ‐ σιν, ἐχθροὺς ἡγούμενοι τοὺς τῆς χάριτος ῥήτορας. | |
9 | «Οἶνον καὶ σίκερα οὐ μὴ πίῃ», ἵνα μὴ στενοχωρηθῇ τὸ πνεῦμα τὸ ἐν αὐτῷ κατοικεῖν ἐκλεξάμενον. «Πνεύματος ἁγίου | |
πλησθήσεται ἐκ κοιλίας μητρός», φησίν, οὐχ ἁπλῶς οὐδὲ μάτην προλαμβάνων τὴν δωρεὰν καὶ φθάνων τὰ χαρίσματα, ἀλλ’ ἵνα | 676 | |
5 | κηρύξῃ τὸ φῶς πρὶν ὁμιλῆσαι τῷ φωτί, καταγγείλῃ τὸν ποιητὴν πρὶν αὐτὸν τὰ στοιχεῖα θεάσασθαι, καταμηνύσῃ τὸν ἥλιον πρὶν τῆς ἡμέρας τὸν δρόμον ἰδεῖν, τῆς νυκτὸς κατοπτεῦσαι τὰ τέρ‐ ματα. «Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν.» Αὐτὸς γὰρ Ἀνδρέου τοῦ μεγάλου παιδευτής, | |
10 | οὗτος ὑπῆρχεν Ἰωάννου τοῦ θεολόγου διδάσκαλος, πρὶν ἑαυτοὺς τῇ σαγήνῃ προσενέγκωσιν. Παρ’ αὐτοῦ μαθόντες οἱ ἀπόστολοι τό· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», «Ῥαββί, ποῦ μένεις;» πρὸς αὐτὸν ἀκολουθοῦντες λέγουσιν, εἰσελθεῖν τοῦ ἀχωρήτου τὴν σκηνὴν ἐπειγόμενοι. | |
10 | «Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνά‐ μει Ἠλίου», οὐκ ἐν ψυχῇ καὶ σώματι. Ἄπαγε γάρ, ἄπαγε τῆς ἀτοπίας. Ταῦτα οἱ παῖδες Ἑλλήνων ληροῦσι καὶ μυθεύονται τὰς ψυχὰς προϋπάρχειν καὶ μεταβαίνειν ἐκ σωμάτων εἰς σώματα, | |
5 | καθάπερ ἐκεῖνοι φρενοβλαβοῦντες λέγουσιν, ὄχλον ἐπ’ αὐτοῖς ῥημάτων περιττῶν καὶ ἀγελαίων εἴροντες. Ἑκάστῃ δὲ ψυχῇ ἴδιον σῶμα ὁ δημιουργὸς ἔδωκεν, ὅθεν Ἰωάννης, εἰ καὶ δεύτε‐ ρος Ἠλίας καὶ διὰ ζῆλον τὸν πρὸς ἐκεῖνον λέγεται, ὅμως οὐκ ἐν ψυχῇ καὶ σώματι· ἀλλ’ ὁ ἐν πνεύματι δεδωκὼς ἐκείνῳ τὴν | |
10 | ἐνέργειαν, οὗτος καὶ Ἰωάννῃ τῷ βαπτιστῇ καὶ προδρόμῳ δίδωσι μέτρον δωρεᾶς, οἷον ἐκεῖνος ἐδέξατο. Ὁ τῷ ἀρχαίῳ χορηγήσας τὴν δύναμιν, οὗτος τῷ νέῳ χορηγεῖν ἐπαγγέλλεται. | |
11 | Οὗτος «ἐπιστρέψει καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπει‐ | |
θεῖς ἐν φρονήσει δικαίων». «Πατέρες» ὁ Ἰσραήλ, «τέκνα» τὰ ἔθνη διὰ τὸν χρόνον λέγονται, ἀλλὰ πρὸς τοὺς παῖδας οἱ πατέρες ἐπιστρέφουσιν, ἐπειδὴ τὴν πηγὴν τῆς ζωῆς οἱ παῖδες προσλαμ‐ | 678 | |
5 | βάνουσιν, καὶ τὸ δεῖπνον τῆς χαρᾶς ὡς εὐγνώμονες καὶ πιστοὶ σφετερίζονται, καὶ τὴν τράπεζαν προλαβόντες τοῦ φωτὸς περικά‐ θηνται. Ὅθεν ἐκεῖνοι μὲν κληθέντες «πατέρες» «ἀπειθεῖς» εἰκότως χρηματίζουσι· περὶ γὰρ αὐτῶν Ἠσαΐᾳ τῷ προφήτῃ κεκήρυκται· «Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ | |
10 | τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν», ἵνα τὸ τῆς συνα‐ γωγῆς ἀκαμπὲς καὶ τῶν ταύτης κληρονόμων τὸ λίαν ἀπειθὲς ἐξηγήσηται. «Δίκαιοι» δὲ οἱ ἐξ ἐθνῶν· εἰ γὰρ καὶ τὴν δικαιο‐ σύνην πρὸς ὀλίγον ἠγνόησαν, ἀλλὰ νῦν αὐτὴν μετὰ σπουδῆς παι‐ δεύονται· εἰ καὶ τῆς θεοσεβείας τὴν θύραν οὐκ ἠπίσταντο, ἀλλ’ | |
15 | ἑαυτοὺς 〈νῦν〉 εἰς τὸν νυμφῶνα τρέχοντες μετὰ χαρᾶς εἰσά‐ γουσιν· εἰ καὶ μακρὰν ὑπῆρχον τοῦ φωτός, ἀλλὰ νῦν αὐτὸν ὅλον τὸν ἥλιον καθαροῖς ὀφθαλμοῖς κατοπτεύουσιν. | |
12 | Τί δὲ τὸν Ἰωάννην ὁ Γαβριὴλ κατορθοῦν ἕτερον ἐπαγγέλ‐ λεται, «ἑτοιμάσαι τῷ κυρίῳ λαὸν κατεσκευασμένον»; Ὃν τίς κατεσκεύασεν, ἀλλ’ ἢ πάντως ὁ Χριστός; Ὁ γὰρ πλάσας ἀνέ‐ πλασεν, ὁ τὸν τροχὸν ἐξ ἀρχῆς κυλίσας, οὗτος αὐτὸν ἀνεκύλισεν | |
5 | ὕστερον· ὁ εἰπών· «Ἔστω ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», οὗτος εἶπεν· «Τὸν ἁμαρτωλὸν οὐ βούλομαι ἀποθανεῖν.» Καὶ ταῦτα μὲν ὁ Γαβριήλ, καταβὰς ἐξ οὐρανῶν, ἀπήγγειλεν· ἐν τούτοις δὲ τοῖς λόγοις ὁ Ἰωάννης σπαρεὶς ἔσω τῆς κοιλίας τῆς Ἐλισάβετ ἐγένετο, καὶ τὸν ἐν γαστρὶ προλαβὼν ἀπὸ γαστρὸς ἀσπάζεται, καὶ | |
10 | τὸν ἐν κοιλίᾳ θεολογεῖ ἔτι δεσμοῖς τῆς κοιλίας καὶ ταῦτα μὲν | |
κατεχόμενος· τεχθεὶς δὲ εἰς τὴν ἔρημον πέμπεται, ἵνα τοῖς ἀγ‐ γέλοις ὁμοιωθῇ, ἵνα τῷ θεῷ συλλαλῇ, ἵνα τῶν βιωτικῶν καπνῶν καὶ θορύβων γένηται ἐλεύθερος, ἵνα τὴν ἀνδρείαν ἀσκήσῃ, ἵνα τῶν αἰσθητῶν θηρίων μαθητευθῇ τίνα δεῖ τρόπον τοῖς κεκρυμμένοις | 680 | |
15 | πυκτεύειν καὶ πρὸς τοὺς λανθάνοντας μάχεσθαι. | |
13 | Προστεθείσης δὲ τῆς ἡλικίας καὶ τοῦ χρόνου προκόπτοντος, δειπνητὴς μὲν γίνεται τραπέζης τῆς οὐκ ἐχούσης ὀψοποιόν, οὐδὲ μισθούμενος μάγειρον· μέλι γὰρ αὐτῷ ἦν ἄγριον καὶ παντελῶς ἀνάρτυτον· ἀκρίδες δὲ ὄψα ὧν ἡ θυσία ἀσίδηρος, ἀμάχαιρος ἡ | |
5 | σφαγὴ λεβήτων οὐκ ἔχρῃζεν, ἀνθράκων οὐκ ἐδέετο. Οὐκ ἦν αὐτῷ χρεία καρυκείας τῆς ἔξωθεν, ἀλλὰ τὴν καρυκείαν ἐξ ἑαυτοῦ ἐκέκτητο. Καὶ καμήλων τρίχες τῷ βαπτιστῇ τὴν στολὴν κατ‐ εσκεύαζον, ἵνα τὸ πνεῦμα θερμαίνῃ τρυχουμένου τοῦ σώματος, καὶ τηκομένης τῆς σαρκὸς νεκρωθῶσι τῶν ἡδονῶν οἱ σκώληκες. | |
10 | Ἀλλὰ καὶ ζώνῃ δερματίνῃ τὴν ὀσφῦν περιέκειτο. Ἔλαμπε δὲ ὑπὲρ χρυσὸν ἡ τῶν ἡδονῶν νέκρωσις, ὁ ἁγιασμὸς ὑπὲρ ἤλεκτρον ἤστραπτεν, ἡ ἁγνεία τῶν πολυφεγγῶν λίθων τὰς ἀκτῖνας ἀπέ‐ κρυπτεν. Οὕτω δὴ τὴν φιλοσοφίαν ἀσκηθεὶς ἀσκητὴς ἀληθινὸς ἀπήρτιστο καὶ δρομεὺς ἄκακος καὶ στρατιώτης ἄμεμπτος καὶ | |
15 | νυμφαγωγὸς δίκαιος καὶ κῆρυξ εὐσεβὴς καὶ μεσίτης καὶ πρό‐ δρομος, «παντὸς οὑτινοσοῦν πονηροῦ πράγματος ἀπεχόμενος». | |
14 | Ποσάκις αὐτὸν ὁ διάβολος φιλοσοφοῦντα τοιαῦτα θεω‐ | |
ρήσας ἐζήλωσεν; Ἀλλὰ γὰρ ὅμως διαβάλλειν οὐκ ἴσχυσεν. Καὶ τί σφόδρα διψῶν καὶ ποθῶν καὶ δεόμενος; Τί δὲ διαβάλλειν τοῦ ἀθλητοῦ, τί δὲ σκώπτειν τοῦ στρατιώτου, τί χλευάζειν ἔμελλεν | 682 | |
5 | τοῦ μηδὲν ἐν ταῖς χερσὶ κατέχοντος; Ποίαν εὐθηνίαν ἐξηγεῖσθαι τοῦ μηδεμίαν ἔχοντος πρὸς τὴν εὐπραγίαν τοῦ βίου συγγένειαν; Μὴ διαβάλλειν εἶχεν τοὺς παῖδας οὓς οὐκ ἔσπειρεν, μὴ θυγατέρας ὧν πατὴρ οὐκ ἐτύγχανεν, μὴ ἀγροὺς οὓς οὐκ ἔσχεν, οἴκους δὲ οὓς οὐκ ἤγειρεν, ὄνους ἢ βόας ἢ καμήλους ὧν οὐδὲν ἐκτήσατο, | |
10 | γυναῖκα ἣν οὐκ ἔγνω, οὐκ ἔσχεν, οὐκ ἔγημεν; Ὑμνείσθω τοίνυν Ἰωάννης, πάλιν ἐρῶ, ἐπειδὴ πᾶσιν ἐμέρισε προσφόρως τῆς σω‐ τηρίας τὸ κήρυγμα. Τοὺς μὲν γὰρ στρατιώτας ἀρκεῖσθαι τοῖς ὀψωνίοις ἐκέλευσεν, τοὺς δὲ τελώνας μηδὲν πλέον τῶν φόρων τῶν τεταγμένων λαμβάνειν, τὸν λαὸν σύντομον ὁδὸν τῆς ζωῆς | |
15 | εἰς Χριστὸν ἐπιδείξασθαι, τὸν ἔχοντα διδόναι τῷ μὴ ἔχοντι, τὸν περιττεύοντα τῷ ὑστεροῦντι παρασχεῖν τὸ περιττεῦον, ἵνα τὸ σῶμα μὴ ὑστερῇ, τῶν μελῶν εἰσφερόντων ἀλλήλοις καὶ χορη‐ γούντων τὰ δέοντα. | |
15 | Οὗτος ὁ λαὸς σωρηδὸν ἐπὶ τὴν πηγὴν τοῦ βαπτίσματος ἔσπευδεν καὶ μετ’ αὐτοὺς ὁ λυτρωτὴς αὐτὸς ὡς προβάτοις ποιμὴν ἐπακολουθῆσαι βουλόμενος καὶ τῆς πηγῆς μετασχεῖν ἧς αὐτὸς τοῖς ἀμνοῖς ἐνεφάνισεν. Ἔπαλλον οἱ τοῦ βαπτιστοῦ δάκτυλοι, | |
5 | αἱ χεῖρες ἐνάρκων, ἕκαστον αὐτῷ τῶν μελῶν τῆς στολῆς ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἔτρεμεν. Καὶ μήτε ἀντειπεῖν ὡς οἰκέτης δεσπότῃ δυνάμενος, μήτε διακονῆσαι χωρῶν τῷ τοσούτῳ προσ‐ | |
τάγματι, οὔτε παραιτεῖσθαι ἐτόλμα τῷ μεγάλα προστάττοντι. «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με.‘ | 684 | |
10 | Πῶς, φησίν, πλυνῶ τὸν καθαρόν; Τίνα δὲ τρόπον κρατήσω τὸν ἀχώρητον; Πῶς λευκανῶ τὸ φῶς; Πῶς ἀποσμύξω τὸν ἥλιον; Τί μου χρῄζει τῆς χειρός; Τί σοι δεῖ γλώττης ἣν αὐτὸς ἐκεράμω‐ σας; Τί πρὸς σὲ βαπτίζων εἴπω; Τί πρὸς αὐτὸν τὸν Ἰορδάνην φθέγξομαι; Τί πρὸς τὴν περιστερὰν τὴν ἐξ οὐρανῶν αὐτομο‐ | |
15 | λοῦσαν τοῦ πνεύματος; Τί πρὸς τὴν νεφέλην ᾗ τοῦ σοῦ πατρὸς ἐποχεῖται τὸ κήρυγμα; Ἆρα μὴ ἀγνοεῖς τί ὑπάρχω, δέσποτα; Ἆρα δὲ οὐκ οἶδας διὰ τί παραγέγονα;» | |
16 | «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με.‘ Μὴ γὰρ ‘ἐν ἀνομίαις συνελήφθησ‘, ὥσπερ ἐγώ; Μὴ γὰρ ‘ἐν ἁμαρτίαις ἐκίσσησέ σε ἡ μήτηρ σου‘ ἢ σπόρον ἔσχεν ὁ τό‐ κος; Μὴ φθορὰν ἡ κύησις ἢ συμπλοκὴν ἡ σύλληψις; Μὴ νυμ‐ | |
5 | φίον ἡ μήτρα ἢ γεωργὸν ἡ γαστήρ; Μὴ τὸ γάλα ἐξ ἀνδρός; Μὴ τῆς σῆς μητρὸς τὸν μασθόν τις ἐψηλάφησεν; Μὴ τῇ κατάρᾳ τῆς Εὔας ἡ παρθένος ὑπέπεσεν;» Ἀλλὰ τί πρὸς αὐτὸν ὁ λυτρωτὴς ἐπήγαγεν; «Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι‘, τουτέστιν | |
10 | τί γυμνοῖς πρὸ καιροῦ τὰ λανθάνοντα; Τί ἐκκαλύπτεις τὰ δεόμενα τέως κρύπτεσθαι μέχρι καιροῦ; Τί θορυβεῖς τῶν Ἰουδαίων τὴν ἀκοήν; Τί τοξεύεις τοῦ διαβόλου τὰ ὦτα; Τί φυγαδεύεις ἀπὸ τῆς γῆς πρὸ τοῦ σταυροῦ τοὺς δαίμονας; Τί δειλοὺς κατασκευάζεις τοὺς διακονεῖν τῇ θυσίᾳ τοῦ σταυροῦ | 686 |
15 | καὶ παρὰ γνώμην μέλλοντας;» | |
17 | «Ἄφες ἄρτι.‘ Τί σαυτὸν μεγάλα ζημιοῖς; Τί τὴν φύ‐ σιν ὑπέρογκον ἀποστερεῖς; Ἐὰν μὴ βαπτισθῶ, πῶς φωνῆς ἀκούσει; Ἐὰν μὴ ἀκούσῃ φωνῆς, πῶς μαθήσει τοῦ Πατρὸς τὴν βουλήν, πῶς θαρρήσει τοῦ Υἱοῦ τὰ μυστήρια, πῶς τὴν ἄφι‐ | |
5 | ξιν κατοπτεύσεις τοῦ Πνεύματος, πῶς τὸν οὐρανὸν θεωρήσεις ἀνοιγόμενον; Ἐὰν μὴ βαπτισθῶ, τίς ἁγιάσει τὸ ὕδωρ τοῦ βαπτίσματος, τίς συντρίψει τὰς κεφαλὰς τοῦ δράκοντος, πῶς λευκαίνεται τὰ στοιχεῖα, πῶς ἡ κτίσις καθαίρεται, πῶς τὰ ῥυ‐ πωθέντα σκεύη τοῦ Ἀδὰμ ἀποπλύνεται; ‘Ἄφες ἄρτι· οὕτως | |
10 | γὰρ ἡμῖν πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην‘, ἣν ὁ νό‐ μος ἐντέλλεται καὶ οἱ προφῆται κηρύττουσι καὶ ἡ χάρις εἰσ‐ ηγεῖται καὶ τὸ καινὸν τῆς βασιλείας ἐπιζητεῖται κήρυγμα. Ἐτέχθην ἐκ γυναικὸς καὶ τὸ χρέος τῆς Εὔας ἀποδέδοται· δούλου μορφὴν ἐφόρεσα καὶ τῆς ὀφειλῆς τὸν Ἀδὰμ ἠλευθέρωσα· ἐπὶ | |
15 | φάτνης ἐκάθισα καὶ ὁ γεγονὼς κτηνώδης τῆς ἀρᾶς ἐλύθη καὶ | |
τῆς αἰσχύνης ἀπήλλακται· ἐνεδυσάμην σπάργανα καὶ τῆς γυμνώ‐ σεως τὴν πληγὴν ἐθεράπευσα. Ἕνεκα τοῦ Ἰσραὴλ περιετμήθην· ἰδοὺ πάλιν διὰ τὰ ἔθνη βαπτίζομαι, καὶ οὕτως πᾶσα δικαιοσύνη τοῖς ἐμοῖς νόμοις ὁμοῦ καὶ τοῖς ἔργοις σφραγίζεται.» | 688 | |
18 | Αὕτη μὲν οὖν ἦν καὶ τοιαύτη τῶν παρὰ τοῦ Λόγου καὶ θεοῦ ἐμφωνηθέντων ἡ δύναμις· αὐτὸς δὲ τῇ διακονίᾳ τοῦ μυστη‐ ρίου θαρρήσας καὶ τῇ θεωρίᾳ τῆς περιστερᾶς γεγονὼς ὑψηλό‐ τερος καὶ τῇ φωνῇ τοῦ πατρὸς ἔτι μᾶλλον λαμπροτέραν τὴν | |
5 | παρρησίαν κτησάμενος, καὶ κατὰ τυράννων τὴν γλῶσσαν ἐκίνει καὶ παρανομοῦντα τὸν Ἡρῴδην ἤλεγχεν, καὶ πρὸς τὸν βασιλέα φωνῇ μεγάλῃ φθέγγεται· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.‘ Εἰ μὴ τὸν νόμον φυλάττεις, οὐ δυνήσει τὸ σκῆπτρον ἔχειν. Εἰ τὴν ἐντολὴν παραβαίνεις, τὴν | |
10 | πορφύραν ἀπόδυσαι. Εἰ τοῦ θεοῦ καταφρονεῖς, τοῦ θρόνου οὗ ἔλαβες παρ’ αὐτοῦ κατάβηθι. Μὴ ἐπαίρου τοῖς ὅπλοις», φησίν· «οἱ γὰρ νόμοι τὸν βασιλέα φυλάττουσιν. Μὴ ἀμέλει τῆς ἀρετῆς· εὐπρεπεστέρα γὰρ ὑπάρχει τοῦ χρυσολίθου βήματος. ‘Οὐκ ἔξ‐ εστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.» | |
19 | «Φεῖσαι τῆς τοῦ γένους διαδοχῆς», φησίν. «Μὴ διαφθεί‐ | |
ρῃς τὴν τάξιν τοῦ βασιλικοῦ σπέρματος. Τίνος, εἰπέ, βούλει καλεῖσθαι τὸν ἐξ Ἡρῳδιάδος παρὰ σοῦ μοιχευομένης τικτό‐ μενον, τοῦ προτέρου νυμφίου ἢ τοῦ δευτέρου μοιχοῦ, τοῦ νομίμως | 690 | |
5 | τὴν κοίτην ἀναβάντος ἢ μᾶλλον τοῦ ταύτην παρανόμως ἁρπά‐ σαντος; Φιλίππου καλέσομεν υἱὸν τὸν ἐξ αὐτῆς τικτόμενον; Ἀλλότριος αὐτοῦ ὁ τεχθείς. Ἡρῴδου τοίνυν ἔκγονον θέλεις ὀνομάζεσθαι; Ἀλλὰ γὰρ ὁ ἀγρὸς οὐκ ἔστι σός, ἀλλότριον τὸ παρὰ σοῦ παρανόμως σπειρόμενον γεώργιον.» Οὐ μὴν ὁ τύραννος | |
10 | τῆς συμβουλῆς ἀνέχεται, ἀλλὰ μισθὸν τὰ δεσμὰ τῷ διδασκάλῳ δίδωσιν. Καὶ τῇ φυλακῇ τὸν βαπτιστὴν παρέπεμψε καὶ τὸν φόνον ὤδινεν. Τὸ ξίφος ὠθῆσαι ἐβούλετο καὶ ἐμελέτα τὴν σφα‐ γὴν καὶ τὸν λαὸν αἰσχυνόμενος ἀνεβάλλετο. Καιρὸν τοίνυν ὡς εἰκὸς ἐζήτει τοῦ παρανόμου δράματος καὶ τῆς ἀκαίρου τομῆς | |
15 | ἡμέραν εὔκαιρον ἐφαντάζετο. | |
20 | Γενεσίοις δὲ γενομένοις Ἡρῴδου τοῦ τεχθῆναι εἰς τὸν κόσμον μηδαμῶς ὀφείλοντος μηδὲ προελθεῖν εἰς τὸ κοινὸν τῆς πολιτείας τοῦτο τῆς ἀνθρωπίνης στάδιον, μηδὲ τῶν στοιχείων ἀπολαῦσαι, μὴ τῆς κτίσεως εὐποιεῖσθαι, μὴ τῇ ἀσελγείᾳ κε‐ | |
5 | χρῆσθαι τὴν σελήνην, μεταναλῶσαι τὸν ἥλιον, ὑβρίσαι τῶν ἄσ‐ τρων τὸν δρόμον, διαβάλαι τὰ τῆς ἡμέρας μέτρα καὶ τῆς νυκτὸς τὰ τέρματα· οὐδὲ γὰρ τὴν ἡμέραν παρανομῶν ᾐσχύνετο, ἀσελ‐ γαίνων τῆς νυκτὸς οὐκ ἐφείδετο, οὐκ ἐνετρέπετο τὸν ἡλιακὸν δρόμον, τὰ τοῦ ποιητοῦ παρερχόμενος ὅρια· γενεσίοις δὲ ὅμως | |
10 | ἀγομένοις τοῦ βλάψαντος τὰ γένη καὶ τὴν βασιλικὴν ἐξυβρί‐ σαντος γέννησιν, «ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος εἰς τὸ | |
μέσον καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν μεθ’ ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· ‘Δός μοι‘, φησίν, ‘ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ | 692 | |
15 | βαπτιστοῦ.‘ Καὶ ἐλυπήθη ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν, καὶ | |
20 | ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.» | |
21 | Φεῦ, κακῶν ὅσων αἱ γυναῖκες τὸν βίον τοῖς ἀνθρώποις ἐπλήρωσαν, ὅσας ἀκάνθας ἡμῖν ἔσπειραν καὶ τριβόλους ἐγεώρ‐ γησαν. Γυνὴ τῷ πρωτοπλάστῳ τὸν παράδεισον ἔκλεισεν, γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον· «Ἰδόντες | |
5 | γάρ», φησίν, «οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν‘, εἰσῆλθον πρὸς αὐτὰς καὶ ὠργίσθη θυμῷ ὁ κύ‐ ριος καὶ εἶπεν· ‘Μεταμεμέλημαι ὅτι ἐποίησα τὸν ἄνθρωπον καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα ἀπὸ προσώπου τῆς γῆς.» Γυνὴ τὸν μέγαν πατριάρχην τὸν Ἰωσὴφ ἐπείρασεν, καὶ δεσμοῖς ὁμιλῆσαι | |
10 | τὸν προφήτην πεποίηκεν, καὶ τὸν θεοφόρον παρεσκεύασεν ὡς μοιχὸν ἐν τῇ φυλακῇ καθέζεσθαι, ὡς φθορέα βαρὺν κλοιὸν ἐν τῷ τραχήλῳ περιφέρειν. Γυνὴ τὸν Σαμψὼν αἰχμάλωτον τοῖς ἀλλοφύλοις παρέδωκεν. Γυνὴ τὸν Ἠλίαν δραπέτην τῆς γῆς ὅλης τοῦ Ἰσραὴλ γενέσθαι ἠνάγκασεν. | |
22 | Γυνὴ νῦν ὀρχεῖται καὶ τυφλοῖ τὸ συμπόσιον καὶ καροῖ τῇ παρανόμῳ θεωρίᾳ τὸν τύραννον. Ἦν γὰρ αὐτῇ πλοκὴ τρι‐ | |
χῶν τοὺς νέους σαγηνεύουσα, ὀφθαλμῶν ὑπογραφὴ τοὺς ὁρῶν‐ τας ὑποσκελίζουσα. Φυκίαν ταῖς ἀρεταῖς ἐπέπαττεν, καὶ τοῖς | 694 | |
5 | συναντῶσι τὸ ἄγκιστρον φορητὸν οὐκ ἐτύγχανεν. Ἤνοιγε τὸ στόμα, καὶ θάνατον ἐκ τῆς γλώττης ἠρεύγετο. Ἀνέκλα τὸν τρά‐ χηλον, καὶ φθορᾶς ἡ θεωρία ἦν πρόξενος. Ἐγύμνου τὰ στέρνα, καὶ ᾅδου προπύλαια παρεῖχεν ὁρᾶν τοῖς περιέργως βλέπουσιν. Ἐγύμνου τοὺς μηροὺς ἀναστέλλουσα τῶν ποδῶν τῆς ποικίλης | |
10 | θεωρίας τὸ χιτώνιον, καὶ δράκοντες ἐκ τῶν λαγόνων συρίζοντες εἰς φθορὰν τῷ θεάτρῳ προήρχοντο. Καὶ ἦν τὸ νεῦμα δολερόν, τὸ βλέμμα ῥυπαρόν, φθοροποιὸν τὸ φθέγμα, ψυχοβλαβὲς τὸ κίνημα, θανατηφόρον τὸ φίλημα. | |
23 | Πλὴν ὁ Ἡρῴδης ἁλοὺς δώσειν ὅπερ ἂν αἰτήσῃ τὸ πονηρὸν ὀρχήστριον ὤμοσεν. «Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ὁρᾷς ἡλίκον ἡ θηλυμανὴς ἡδονή. Αἰσθάνει | |
5 | πόσον ἡ φθορὰ τὸν ἁλόντα δουλοῖ, πῶς ὁ χαυνωθεὶς τῇ μέθῃ οὐκέτι τὸ σκῆπτρον οἶδεν, τῆς ἐξουσίας οὐ μέμνηται, πᾶσι πρό‐ κειται παίγνιον. Τί γὰρ πρὸς αὐτὸν ἡ ὀρχήστρια ἐφθέγξατο; «Δός μοι ὧδε ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ταῦτα δὲ οὐ παρακαλούσης, ἀλλ’ ἐπιταττούσης τὰ | |
10 | ῥήματα· οὐ γὰρ ὡς κόρη τῷ βασιλεῖ μετὰ φόβου ἢ αἰδοῦς ἤ τινος ὑποστολῆς προσέρχεται, ἀλλ’ ὡς οἰκέτῃ δέσποινα, ὡς | |
δεσμώτῃ ἡ δεσμῶν ἐξουσίαν ἔχουσα. «Δός μοι, φησίν, ἐπὶ πί‐ νακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.‘ Μὴ ἀναβάλῃ τὴν αἴτησιν. Ὧδε χρῄζω τῆς τοῦ προφήτου σφαγῆς, ἐνταῦθα πρα‐ | 696 | |
15 | χθῆναι τὸν φόνον τοῦ τὴν μοιχείαν ἐλέγχοντος. Ὅπου τὴν ἐμὴν ἐθεώρησας γύμνωσιν, ὧδε τὸν ταύτης θριαμβευτὴν τιμωρίαν εἰσπράττομαι.» | |
24 | «Δός μοι τὴν Ἰωάννου κεφαλὴν ἐπὶ πίνακι»· Ἡρῳδιὰς γὰρ ἐκέλευσεν, ἡ μοιχαλὶς προσέταξεν· «Εἰ μὴ δῷς, οὐκ ἔχεις τὴν ἅμα σοὶ μοιχεύουσαν· ἡ κοίτη μετὰ τὸν οἶνόν σοι χηρεύσει. Ἀναχωρῶν ἀπὸ τῆς στιβάδος, τίνι συνέρχεσθαι; Ἀισχύνεται | |
5 | τὴν φθορὰν ἡ μήτηρ, Ἰωάννου σαλπίζοντος, αἰδεῖται τοὺς οἰκέ‐ τας, τοὺς δορυφόρους ἐντρέπεται. Πᾶσιν ἡ βασιλὶς θρύλημα διὰ τὴν Ἰωάννου παρρησίαν γίνεται. Πάντες αὐτῆς τραγῳ‐ δοῦσι τὸ δρᾶμα, ὁ βαπτιστὴς δὲ τῆς τραγῳδίας αἴτιος τὴν γλῶσ‐ σαν πάντων προπηδήσας ἐκίνησεν. Οὗτος τὴν σάλπιγγα καθ’ | |
10 | ἡμῶν προεβάλετο· πρῶτος τὴν μοιχείαν οὐκ εὐλαβηθεὶς στηλι‐ τεύειν τὴν βασιλίδα ἤρξατο. Μωυσῆς κοιμᾶται, καὶ δι’ αὐτοῦ φθέγγεται· ὁ νόμος καθεύδει, Ἰωάννης δὲ αὐτὸν καθ’ ἡμῶν ἐξ‐ υπνίζει· τὴν βασιλίδα μοιχαλίδα καλεῖ, ἀκολουθεῖν δὲ πολλοὺς καὶ γενέσθαι τολμηροὺς προετρέψατο.» | |
25 | «Δός μοι τοίνυν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.‘ ‘Δόσ‘· εἰ γὰρ σὺ μὴ δώσεις, ἡμεῖς λαβεῖν οὐ χρῄζομεν· αὐ‐ τομολήσει δὲ πρὸς τὸν φόνον ὁ δήμιος παρ’ ἡμῶν ἐπιτραπείς. Δοῦλόν σε πάντες τῆς μοιχαλίδος, αἰχμάλωτον τῆς ὀρχηστρίδος | |
5 | ἴσασιν. Μαρτυρεῖ τούτοις ἡ στιβάς, μαρτυρεῖ τὸ συμπόσιον, ὁ | |
οἶνος, ἡ μέθη, τῶν ὅρκων ἡ συνθήκη, ἡ ἀχαλίνωτος τοῦ βασιλέως ὑπόσχεσις. ‘Δός μοι τοίνυν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάν‐ νου τοῦ βαπτιστοῦ‘· διψῶ γὰρ αὐτοῦ τὸ αἷμα πιεῖν καὶ τὰ μέλη μασήσασθαι, ἰδεῖν μετὰ τῶν βασιλικῶν ὄψων τὴν κεφαλὴν τοῦ | 698 | |
10 | λοιδοροῦντος τὰ βασίλεια. Σπαίρουσαν ταύτην χρή με τῇ μητρὶ προσαγαγεῖν ἀπὸ τῆς τραπέζης τῆς βασιλικῆς ξένιον, ἐπειδὴ ταύτην τοῦ δείπνου μερίδα ἀπὸ τῶν σῶν γενεσίων Ἡρῳδιὰς ἐκδέχεται.» Καὶ ταῦτα μὲν ἡ κόρη. | |
26 | «Λυπηθεὶς δὲ ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανα‐ κειμένους, ἐκέλευσε δοθῆναι.» Μὴ ἀποδέξει τοῦ Ἡρῴδου τὴν λύπην; Μηδὲ συγγνώμης ἀξιώσεις τὸν τύραννον; Ἐξῆν γὰρ εἴπερ ἐβούλετο τὴν ὀρχηστρίδα τροπώσασθαι. Ἐξῆν εἰ ἠθέλει | |
5 | τὸν ὅρκον παραιτήσασθαι. Τί γάρ; Εἰ τοὺς ὀφθαλμοὺς ἔτυχεν Ἡρῳδιὰς ἀπαιτοῦσα τὸν τύραννον, ἆρα τυφλὸς ἔμελλεν ὁ βασιλεὺς εἰς τὸν θρόνον καθέζεσθαι; Τί δέ; Εἰ κολοβῶσαι τὸ οὖς καὶ τὰς ῥῖνας ἀποτεμεῖν ἐβούλετο, ἆρα ἐγένετο τέρας ἐξαπίνης ὁ τύραννος; Καὶ τί πάλιν; Εἰ τὰς χεῖρας ἀποτεμεῖν ἐπέταττεν, | |
10 | ἆρα τῶν δακτύλων καὶ τὸ σκῆπτρον ἐξέπιπτεν; Οὐδαμῶς. | |
27 | Ἀλλὰ πρὸς τὴν κόρην ὥσπερ ἦν εἰκὸς λέγειν· «Ὤμοσα παρασχεῖν ὅπερ αἰτήσεις ἐμόν· ᾤμην γὰρ νυμφικοὺς μαργαρίτας ἐκδέχεσθαι, ἢ ὡς ὅτι ἀγρὸν αἰτήσεις μυριόφυτον, ἢ ποθήσεις πόλιν ἥνπερ ἔχω τῆς βασιλείας μου ἐξαίρετον. Νῦν δὲ ἐμὸν οὐδὲν | |
5 | αἰτεῖς, ἐπιζητεῖς δὲ ὃ παρασχεῖν οὐ δύναμαι, προφήτου κεφαλὴν ἐπιζητεῖς. Καὶ πῶς σοι παρασχεῖν ὁ βασιλεὺς τὰ τοῦ ποιητοῦ | |
δύναται; Εἰ τὸν οὐρανὸν ᾔτησας, μὴ τοῖς ὅρκοις ὁ βασιλεὺς ὑπεύθυνος, ἢ τὴν γῆν ἢ τὴν θάλασσαν; Οὐδαμῶς· οὐ γὰρ ἐν ἐμοὶ δοῦναι τὰ ὑπὲρ ἐμέ, ἃ τῆς ἐμῆς ἐξουσίας οὐχ ὑπάρχει καὶ | 700 | |
10 | ταῖς ἐμαῖς χερσὶν ὑπέρκειται». Τούτων οὐδὲν ὁ Ἡρῴδης φθέγγε‐ ται, ἀλλὰ λυπεῖται μέν· τὸ συνειδὸς γὰρ αὐτὸν ἐκέντα. Ὁ νόμος δὲ ἔνδοθεν ὁ φυσικὸς ἐτάραττεν. Ἠγωνία πρὸς τούτοις τὸν ὄχλον καὶ τὸ πλῆθος πεφόβητο· πολλῶν γὰρ ἕνεκεν ἔχοντες ὑπῆρχον τὸν βαπτιστὴν ἐν θαύματι. Ἀλλ’ ὅμως, ἐπειδὴ τὸν φόνον | |
15 | ὤδινε καὶ τὴν σφαγὴν ἐδίψη καὶ τὸν τοῦ προφήτου θάνατον οἰ‐ κείαν ἐλευθερίαν ἐνόμιζεν, δυσωπηθεὶς τοὺς ὅρκους ὑποκρίνεται καὶ τὸν δήμιον διακονῆσαι πέμπει τῷ τῆς κόρης προστάγματι. | |
28 | Καὶ οὕτως ἡ τοῦ βαπτιστοῦ κεφαλὴ ἐπὶ πίνακι φέρεται, τῶν προφητῶν τὸ κάλλος, ἡ παρρησία τοῦ λόγου, τῆς μετανοίας ἡ χάρις, ὁ πολυμερὴς αὐλός, ἡ σάλπιγξ ἡ θεόφθογγος, γλῶττα ἡ τὰς νεφέλας κινοῦσα, ὀφθαλμοὶ οἱ τὰ ἀθεώρητα βλέποντες, | |
5 | ὦτα καθαρῶς ἀκροώμενα τὰ τοῦ θεοῦ μυστήρια, κεφαλὴ τὴν πάντων κεφαλὴν ψηλαφήσασα· καὶ ἥν, ὡς ἐδόθη τῷ κορασίῳ, ἀμνοῦ θυσίαν ἐβάστασε πάρδαλις, βασιλικοῦ λέοντος κεφαλὴν περιέφερε λύκαινα. Καὶ ἤνεγκε τῇ μητρὶ τὸν κατήγορον τὸν οὐδὲ μετὰ θάνατον τῶν ἐλέγχων παυσάμενον, οὐδὲ μετὰ τὴν | |
10 | σφαγὴν τῆς παρρησίας ἀφέμενον. Ἀλλ’ ὁ προφήτης κεκοίμηται, καὶ ὁ λόγος πανταχοῦ διαδέδοται· ἡ σάλπιγξ ἐπαύσατο, καὶ γέμει τῶν ἐξ αὐτῆς ἤχων τῆς οἰκουμένης τὰ θέατρα· ἡ γλῶττα εἰς γῆν, οἱ δὲ ἐξ αὐτῆς φθόγγοι τὰς φυλὰς ἐπλήρωσαν· τὰ ἔθνη κατεκτύπησε, βροντῶν ἰσχυροτέρα καθ’ ἑκάστην ἠχοῦσα γενεάν· | |
15 | ἀπ’ ἐκείνης γὰρ ἀρξάμενοι τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» εἰς πᾶσαν τὴν γῆν διεπόρθμευσαν. Σὺ δὲ μηδαμῶς ἐκ μιᾶς γυναικὸς ὅλου τοῦ κόσμου κατάτρεχε μηδέ, σκεύους ἑνὸς ῥυπαροῦ τινος ὄντος νῦν ἕνεκα, ὅλην τὴν τοῦ ποιητοῦ κεραμικὴν κατάβαλλε. | 702 |
29 | Εἰ γὰρ καὶ γυνὴ τὸν παράδεισον ἔκλεισεν, ἀλλὰ γυνὴ πάλιν τὸν νυμφῶνα τῆς βασιλείας ἀνέῳξεν. Γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον, ἀλλὰ γυναῖκες τὸ βασιλικὸν βῆμα τῷ χορῷ τῶν ἀποστόλων ἀνέῳξαν. Γυνὴ τὸν Ἰωσὴφ | |
5 | ἐπείρασεν, ἀλλὰ γυνὴ τὸν Ἐλισαῖον ἔθρεψεν. Γυνὴ τὸν Σαμ‐ ψὼν ἔδησεν, ἀλλὰ γυνὴ τὸν Βαρὰκ ἐστρατήγησεν. Γυνὴ φυγάδα τὸν Ἠλίαν εἰς τὴν ἔρημον ἔπεμψεν, ἀλλὰ γυνὴ τὸν αὐτὸν ἐσίτησεν ὑπὸ λιμοῦ τρυχόμενον. Γυνὴ τὸν Πέτρον ἐσκέλισε, καὶ γυνὴ προστάτις τοῦ Παύλου ἐγένετο, καθὼς αὐτὸς σεμνύνεται. Ἆρα | |
10 | μὴ κάμνειν δοκεῖς τὸν λόγον γυναικὶ συνηγορεῖν ἐθέλοντα; Ὁ δὲ οὐ κάμνει, ποδὶ δὲ συντόμῳ τὰ βραβεῖα κομίζεται. Γυνὴ τὸν λυτρωτὴν τὸν ἡμέτερον ὤδινεν. Αὕτη τὸν τοῦ γένους δημιουργὸν ἔτεκε καὶ ἐθήλασεν, αὕτη τὸν τροφέα τῆς κτίσεως ἐπότισεν, τὸν πηγᾶς τῇ κτίσει σχεδιάσαντα, ἐν ἀγκάλαις ἐβάστασεν «τὸν σπι‐ | |
15 | θαμῇ τὸν οὐρανὸν μετρήσαντα καὶ τὴν γῆν δρακί», τὸν κανο‐ νίσαντα καὶ σφραγίσαντα τῇ παλάμῃ τὴν θάλασσαν· αὐτῷ ἡ | |
δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 704 |