TLG 2797 038 :: HESYCHIUS :: Homilia i in sanctum Lazarum (homilia 11) HESYCHIUS Scr. Eccl., Presbyter Homilia i in sanctum Lazarum (homilia 11) Citation: Section — (line) | ||
t | Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν τετραήμερον Λάζαρον. | |
1 | Δεῖπνον ἡμῖν πολυτελὲς Λάζαρος αὖθις ἰδοὺ σήμερον παρα‐ τίθησιν, δεῖπνον ἐν ᾧ πάντα θαυμαστά, πολυανθῆ καὶ λαμπρά, θείας ἀληθῶς φιλοτιμίας καὶ βασιλικῆς τινος ἀγερωχίας ἐχό‐ μενα· ὁ Πατὴρ γὰρ τραπεζοποιεῖ, ὁ Υἱὸς οἰνοχοεῖ καὶ τὸ Πνεῦμα | |
5 | μυρίζει τὸ συμπόσιον· ἄγγελοι δὲ φύλακες τοῦ νυμφῶνος ἑστή‐ κασιν, οὔτε τὸν Ἰούδαν εἰσελθεῖν ἐπιτρέποντες, οὔτε παρακύψαι Καϊάφαν ἀνεχόμενοι, τοὺς ὑποκριτὰς ἐλαύνοντες ἔτι πόρρω τυγ‐ χάνοντας, τοὺς κυριοκτόνους μετὰ πικρῶν τινων μαστίγων καὶ χαλεπῶν ἐξωθούμενοι, τοὺς θεοβλασφήμους μετὰ ῥομφαίας παρ‐ | |
---|---|---|
10 | ασκευασμένης διώκοντες, χειραγωγοῦντες δὲ τὸν λῃστήν, τὴν πόρνην δορυφοροῦντες, τοὺς Μάγους μετὰ χαρᾶς εἰς τὸ δεῖπνον εἰσπέμποντες, τοῖς τελώναις τὰ πρωτεῖα τοῦ νυμφῶνος παρέ‐ | |
χοντες. Ἀλλὰ τίνες οἱ συμποσιασταί; Τοῦτο γὰρ ἡμῖν τοῦ λό‐ γου τὸ κεφάλαιον. Οἱ νεκροὶ πάντες, στολὴν νυμφικήν τινα καὶ | 402 | |
15 | καθαρὰν ἠμφιεσμένοι ἕκαστος, μέσους δὲ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν μεμερισμένους ἔχοντες. | |
2 | Ἀγαθὰ γὰρ τῷ γένει τοιαῦτα καὶ τούτων ἔτι μείζονα φιλο‐ τιμεῖται τῶν νεκρῶν ἡ ἀνάστασις, ἧς τὸ προοίμιον ὁ πάντα μέγας κατεπιστεύθη Λάζαρος, τὸ λίαν εὐθαλὲς τῶν ἀρετῶν γεώργιον, ὁ πολυφόρος ἀμπελὼν τῆς πίστεως, τὸ ῥόδον τῆς βασιλείας τοῦ | |
5 | Χριστοῦ, τὸ πρωτότοκον ὅπερ ἡ φωνὴ τοῦ μονογενοῦς ἔθρεψεν, ἡ γλῶττα τοῦ Λόγου, τῆς σοφίας ἡ σάλπιγξ, ὁ αὐλὸς ὁ ἀσίγητος, ἡ πατρόχορδος λύρα, ἡ θεόνευρος κιθάρα, τὸ θεόπληκτον ὄργανον, τὸ αὐτογενὲς τῆς θεογενοῦς ἁρμονίας ψαλτήριον. Ἡ φωνὴ δὲ τίς; «Λάζαρε, δεῦρο ἔξω.» Ἧς ἀκουσθείσης, ὅλος μὲν τῶν νεκρῶν | |
10 | ὁ δῆμος ἀνεπτέρωτο, κεκάρωτο δὲ τῇ δειλίᾳ ὁ θάνατος καὶ τῷ φόβῳ σκελισθεὶς ἔκειτο πρηνὴς ὑπὸ τῶν οἰκείων αἰχμαλώτων πατούμενος. «Λάζαρε, δεῦρο ἔξω»· σοῦ γὰρ τὸ παρὸν τῆς παρουσίας χρῄζομεν. Μήπω μοι, φησίν, οἱ δῆμοι τῶν νεκρῶν | |
ἀνερχέσθωσαν· οὔπω καιρὸς ὅλῳ τὴν ἐλευθερίαν μηνυθῆναι | 404 | |
15 | τῷ πλάσματι, οὔπω τὸ γένος ἀναβῆναι, πρὶν ὁ τοῦ γένους καταβῇ δημιουργός. «Λάζαρε, δεῦρο ἔξω»· σοῦ γὰρ τὸ τάχος χρῄζομεν, ἵνα μάθωσιν οἱ ζῶντες πόσον οἱ νεκροὶ τὸν ἐκ Μαρίας τρέμουσιν, ἵνα γνῷ Πιλᾶτος τίνος φωνὴ τοὺς νεκροὺς ἐλευθεροῖ, συλᾷ τὴν φθοράν, εἰς νυμφῶνας μεταποιεῖ τὰ μνήματα. | |
3 | «Λάζαρε, δεῦρο ἔξω.» Ἔξιθι τῶν δεσμῶν καὶ τοῦ σκότους μετάστηθι. Ἐλθὲ πρὸς τὴν ἡμέραν καὶ τὴν νύκτα κατάλιπε. Σπεῦδε πρὸς τὴν ζωὴν παρὰ τῆς ζωῆς καλούμενος. Γενοῦ χορευ‐ τὴς τῆς χαρᾶς· πέπαυται γὰρ τοῦ πένθους ἡ ὑπόστασις. «Λά‐ | |
5 | ζαρε, δεῦρο ἔξω.» Μὴ φρόντιζε τῶν δεσμῶν· αἱ γὰρ ἁλύσεις ἔπεσαν. Μὴ λογίζου τοὺς μοχλούς· ἀφ’ ἑαυτῶν γὰρ συντρίβονται. Μὴ εὐλαβοῦ τοὺς πυλωρούς· πύλαι γάρ σε χαλκαῖ καλούμενον παρ’ ἐμοῦ κατέχειν οὐκ ἀνέχονται. «Λάζαρε, δεῦρο ἔξω.» Ἴδωσί σε οἱ οὐρανοί, καὶ «τὴν δόξαν τοῦ θεοῦ διηγοῦνται» λαμ‐ | |
10 | πρότερον. Ἴδῃ σε ἡ γῆ, καὶ δορυφορεῖν τῆς Βηθλεὲμ τὸ σπή‐ λαιον ὑπὲρ τὰς αὐλὰς τὰς βασιλικὰς ἄρχεται καὶ τῇ φάτνῃ κα‐ θάπερ τῷ θρόνῳ τῶν κερουβὶμ σεμνύνεται. Ἴδῃ σε ὁ ἥλιος, καὶ λαμπροτέραν ἐπὶ σοὶ τὴν ἀστραπὴν ἀφίησι. Ἴδῃ σε Πέτρος, καὶ | |
τῇ φωνῇ τοῦ ἀλεκτρυόνος πείθεται καὶ θερμότερα στάζει τῆς | 406 | |
15 | μετανοίας τὰ δάκρυα. Ἴδῃ σε Ἰούδας, καὶ σύμφωνον προστί‐ θησιν· μαθὼν ὃν πωλεῖ τὸ τῆς προδοσίας ἀργύριον κατέχειν οὐκ ἀνέχεται, μαθὼν ὃν πωλεῖ θεὸν εἶναι τὸν παρ’ αὐτοῦ προδοθέντα μαρτύρεται, μαθὼν ὃν πωλεῖ προστρέχει τῷ βρόχῳ καὶ τὸ τῆς ἀγχόνης σχοινίον ἑαυτῷ περιτίθησι. Κημὸς δὲ τοῦτο τοῖς | |
20 | θεολοιδόροις σκληρὸς καὶ χαλινὸς τοῖς θεομερισταῖς εἰκότως αὐστηρός τε καὶ φοβερὸς εὑρεθήσεται. | |
4 | «Λάζαρε, δεῦρο ἔξω.» Ἴδῃ σε, φησίν, ἡ τῶν Ἰουδαίων συναγωγή, καὶ τὸ προικῷον προδίδωσι, τὸν νυμφικὸν αὐτῆς χιτῶνα χερσὶν οἰκείαις ῥήγνυσι καὶ τὸ ἀποστάσιον μήπω τῶν ἐπ’ αὐτῷ καλάμων γεγλυμμένων φαντάζεται. Ἴδῃ σε τῶν ἐθνῶν | |
5 | ἡ ἐκκλησία, καὶ πίστιν ἐπὶ πίστιν προστίθησιν, ζῆλον ἐπὶ ζῆλον, ἐλπίδα ἐπ’ ἐλπίδα, ἀγάπην ἐπ’ ἀγάπην, καὶ τῇ προσθήκῃ τῶν ἀρετῶν τὸ γαμικὸν κορυφοῦται συμβόλαιον. Τῆς ἱερᾶς δὲ ταύτης φωνῆς ἐπακούσας, ὁ Λάζαρος αὐτομολῆσαι πρὸς τὸν καλοῦντα | |
μετὰ χαρᾶς ἠπείγετο καὶ τῷ δήμῳ τῶν νεκρῶν συνταττόμενος | 408 | |
10 | ἔλεγεν· «Ἡ ζωή με καλεῖ καὶ μένειν οὐκ ἀνέχομαι, ἕλκει με λόγος καὶ θεοῦ φωνή· οἱ πόδες δὲ πρὸς αὐτὸν αὐτομάτως ἐπεί‐ γονται· ποιητοῦ τὸ πρόσταγμα, καὶ τὰ παρὰ φύσιν ἡ φύσις μεθο‐ δεύεται. Ὑμεῖς δὲ τί πρὸς τὸν καλοῦντα βούλεσθε; Ὑπὲρ ὑμῶν πρεσβεύσομαι αὐτὸν ἐλθεῖν πρὸς ὑμᾶς ἢ πρὸς αὐτὸν ὑμᾶς | |
15 | ἄνω γενέσθαι τοὺς κάτω ἢ κάτω τὸν ἄνω· πάντα γὰρ ὡς ἀγαθὸς ἀνέχεται. | |
5 | Ὑπὲρ ὑμῶν τῶν δικαίων πρεσβεύσομαι, εἰ καὶ ὑμεῖς οἱ ἁμαρτωλοὶ πρεσβείαν δι’ ἐμοῦ πρὸς αὐτὸν ἀποστέλλετε. Σὺ δὲ μᾶλλον, ὦ Ἀδάμ, λέγε· σοῦ γὰρ ἡμᾶς ἀναγκαῖον πυνθάνεσθαι. Μέλει σοι τοῦ γένους ὅλου; Ὅλων ἆρα τῶν πεπτωκότων ὡς | |
5 | πατὴρ αὐτὸς ὑπάρχων, τῶν πεσόντων πεφρόντικας ἢ μόνης φείδει τῆς ἐκλογῆς ἢ μόνους ἐλευθερωθῆναι θέλεις τοὺς καθαροὺς τῆς εἰκόνος τοὺς χαρακτῆρας φυλάξαντας; Ἀλλὰ γὰρ ὅρα μὴ τῷ κεραμεῖ ζημία πολλὴ τοσούτων σκευῶν ἀποβληθέντων γένηται. Ὅρα μὴ καὶ σὺ γένῃ τῆς παρακοῆς ἕνεκα μετὰ τοῦ γένους τῶν | |
10 | λοιπῶν ἁμαρτωλῶν ἀπόβλητος. Ἀλλὰ λέγε, ὦ Ἀδάμ, τὸ τάχος· ἀναβολῆς γὰρ ὁ καιρὸς οὐκ ἀνέχεται. Δέδοικα μήποτε μεμφθῶ τοσαύτης ἀμελήσας καὶ τηλικαύτης σάλπιγγος. Λέγε δὲ ὅμως | |
ὃ βούλει· ἐρῶ γὰρ πρὸς τὸν ἀφέντα τὴν φωνήν· Μὴ θυμωθῇς, ὦ δέσποτα. Μακροθυμίας πρὸς τὴν κλῆσιν δεόμεθα· χρῄζω γὰρ | 410 | |
15 | ἅπερ ἔφαγον μεθοδεῦσαι τοὺς σκώληκας, χρῄζω συναγαγεῖν τὰ σκορπισθέντα πρὸς τὴν γῆν καὶ εἰς κόνιν διαλυθέντα λείψανα. Μὴ γὰρ ἀτελὴς ἀναβῆναι πρὸς τὸν τέλειον δύναμαι, μὴ τὸ μὲν ἀφεῖναι τῇ γῇ, τὸ δὲ πρὸς τὸν καλοῦντα λαβεῖν καὶ παραστῆσαι τῷ σπεύδοντι τὸν Ἀδὰμ ἀναλαβεῖν ὁλόκληρον; Πρὸς τούτοις | |
20 | πύλαι πολλαὶ τῷ θανάτῳ τυγχάνουσιν· πάσας δὲ εἰσελθὼν ἐξ‐ ελθεῖν αὖθις δέομαι.» | |
6 | Μετὰ τούτους ὁ Λάζαρος τοὺς λόγους ἐκ τῆς γῆς ἐκουφίζετο. Οἱ νεκροὶ δὲ προσελθόντες κατεφίλουν ἕκαστος ὡς ἀποδημεῖν σπεύδοντα τὸν Λάζαρον καὶ τὰς οἰκείας συμφορὰς ὡς ἀπαγγέλλειν μέλλοντι παρετίθεντο. Καὶ πρῶτος ὁ Ἄβελ ἔλεγεν· «Εἰπὲ τῷ | |
5 | λυτρωτῇ· Τί μοι κέρδος ὅτι μετὰ θάνατον λαλῶ, ὁ δεσμὸς δὲ τῆς φθορᾶς οὐκ ἀφίσταται;» Ὁ Νῶε καὶ αὐτὸς σχετλιάζων ἐπέφερεν· «Τί μοι τοσαύτην κιβωτὸν καὶ τηλικαύτην ἐπίστευσας; Οἶκος δέ με νῦν κατέχει στενὸς καὶ ἀφεγγής, αὐχμηρὸς καὶ ζο‐ φώδης, τοσούτοις πήχεσιν ὅσοις ὁ τάφος μετρούμενος ἔχει.» Ὁ | |
10 | Ἀβραὰμ ὡσαύτως ἐχαλέπαινεν· «Υἱὸν μὲν ἐγώ», λέγων, «μονο‐ γενῆ τῷ ποιητῇ προσήνεγκα· αὐτὸς δέ με χρόνον περιορᾷ το‐ | |
σοῦτον ἐν δεσμοῖς κατεχόμενον δεινοῖς.» Ὁ Ἰσαὰκ ἐδυσφόρει ὅτι «Τύπος θυσίας ἀθανάτου γενόμενος, πικρὰν ὅμως περιφέρω τοῦ θανάτου τὴν ἅλυσιν.» Ὁ Ἰακὼβ ἐμέμφετο ὅτι μετὰ θεοῦ | 412 | |
15 | παλαῖσαι δυναμωθεὶς οὐκ ἴσχυσε παλαῖσαι πρὸς τὸν πικρότατον θάνατον. | |
7 | Ὁ Ἰωσὴφ ἀγανακτῶν ἠπείλει τὰ δεσμὰ ῥηγνῦναι, τῷ ἁγια‐ σμῷ θαρρῶν, τῇ ἁγνείᾳ πεποιθώς, τοῖς ὀνείροις αἰρόμενος· οὐ μὴν ἰσχύων τῷ θανάτῳ ἐστέναζε δριμὺ ἄνεσιν μὴ ἔχων. Ὁ Μωυσῆς ἐβόα· «Πῶς ἰδοὺ ἐγὼ δεσμώτης ὁ νομοθέτης κάθημαι; | |
5 | Πῶς μετὰ Φαραὼ τοῦ παρ’ ἐμοῦ βολισθέντος κατέχομαι; Πῶς μετὰ τῆς αἰγυπτιακῆς στρατειᾶς, ἣν ἐν τῷ χειροφανεῖ κλύδωνι ἐμέθυσα, τὸν κρατῆρα τῆς φθορᾶς τὸν ἁλμυρὸν τῆς ἐνθάδε φθο‐ ρᾶς ἀπολαύω καὶ τῶν ἰχώρων τὸν βόρβορον;» Ὁ Δαυὶδ τὴν λύραν λαβὼν πρὸς τὸν Λάζαρον ἔλεγεν· «Εἰπὲ πρὸς τὸν ἐκ παρ‐ | |
10 | θένου· Εἰ μὴ σπεύδεις αὐτός, ἀλλὰ γὰρ ἡμεῖς ἀνάγκῃ τῶν δει‐ νῶν σπεύδομεν. Εἰ σὺ μέλλεις, ἀλλ’ ἡμεῖς καρτερεῖν οὐ δυνά‐ μεθα. Εἰ μὴ αὐτὸς καταβαίνεις, ἡμεῖς ἤδη τὸ τάχος πρὸς σὲ ἀναβαίνομεν. Χρῄζω κιθαρίσαι τοῖς ζῶσιν· χρόνον γὰρ ἱκα‐ | |
νὸν ἰδοὺ τοῖς νεκροῖς λυρῳδῶ. | 414 | |
8 | Χρῄζω καὶ τοῖς ὑπὲρ γῆν τὰ τῆς κιθάρας ἑρμηνεῦσαι μυ‐ στήρια καὶ εἰπεῖν πῶς μὲν «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ», πῶς δὲ «ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», τίς «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», ποία δὲ «νὺξ νυκτὶ ἀν‐ | |
5 | αγγέλλει γνῶσιν», τίνες «οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν», τίνων «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν», τίς «ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ», ποῖος οὗτος ὁ «καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ» καὶ | |
10 | πότε «ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν», πῶς δὲ «ἀπ’ ἄ‐ κρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου» αὐτοῦ. | |
9 | «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ», ἡνίκα ὁ ἐξ αὐτῶν εἰς γῆν καταβαίνει καὶ τὰ ἄνω χηρείας οὐκ αἰσθάνεται. «Ποί‐ ησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», ὅτε 〈ὁ〉 τὸν Ἀδὰμ ἀναπλάσας εἰς αὐτὸ μετὰ δόξης ἀνάγει τὸ στερέωμα, μετὰ | |
5 | δεσμοὺς ἀκράτητον, μετὰ φθορὰν ἄφθαρτον, μετὰ θνῆσιν ἀθάνα‐ τον. «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», ἡ ἡμέρα τοῦ δεσπο‐ τικοῦ τόκου πρὸς τὴν ἡμέραν τοῦ βασιλικοῦ σταυροῦ· καθάπερ | |
γὰρ ἐκείνη θεὸν ἰδοῦσα μετὰ σαρκὸς ἐκ μήτρας προερχόμενον, οὕτως αὕτη θεὸν μετὰ σαρκὸς εἶδεν «ἐπὶ ξύλου κρεμάμενον». | 416 | |
10 | «Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν», ἡ νὺξ τῆς παραδόσεως τῇ νυκτὶ τῆς ἐγέρσεως· ἐκείνη μὲν γὰρ ἀναγγέλλει τοῦ Ἰούδα τὴν πτῶσιν, αὕτη δὲ τοῦ Ἀδὰμ τὴν ἀνάστασιν. «Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν», αἱ τῶν ἀγγέ‐ λων εὔδηλον· φωναὶ γὰρ ἅσπερ ἐκεῖνοι πρὸς τὰς γυναῖκας τὰς | |
15 | μυροφόρους ἐφθέγξαντο εἰς ὅλον τὸ γένος τὸ λογικὸν διέβησαν. | |
10 | Εἰς πᾶσαν ἀκοὴν ἔδραμεν ἡ λαλιά, καὶ γλῶσσα λογικὴ παρὰ τοῦ θεοῦ δεδώρηται, ὅτε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν», Πέτρου καὶ Ἰωάννου καὶ Ἀνδρέου καὶ Θωμᾶ καὶ τοῦ | |
5 | λοιποῦ τῶν ἀγραμμάτων χοροῦ, τῆς σεμνῆς τῶν ἰδιωτῶν φά‐ λαγγος, ἣν ἡ σοφία τοῖς ἑαυτῆς λόγοις ἐμισθώσατο κήρυκας. «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ», ὁ Πατὴρ ἐν τῷ Υἱῷ· οὗτος γὰρ ἡμῖν ἀνέτειλε δικαιοσύνης ἥλιος, «ἐν αὐτῷ δὲ πᾶν τὸ πλήρωμα σωματικῶς κατοικεῖ τῆς θεότητος». «Καὶ αὐτὸς | |
10 | ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ»· λευχείμων γάρ, θεοειδής, ἀστραπηφόρος, ἐξ οὐρανοῦ νυμφίος ἐκ τῆς παστάδος προῆλθε τοῦ βασιλικοῦ μνήματος. «Ἀγαλλιάσεται ὡς γίγας | |
δραμεῖν ὁδόν», ἐπειδὴ νικητὴς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἔ‐ δραμεν καὶ τροπαιοφόρον αὐτὸν ἐκ τῶν νεκρῶν αἱ νεφέλαι παρ‐ | 418 | |
15 | έλαβον. | |
11 | «Ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ»· ὅθεν γὰρ κατῆλθεν, ἐκεῖ μείνας ὑπῆρχεν· ἔνθα δὲ ὅμως ἔμεινεν, ἐκεῖ πάλιν μετὰ σαρκὸς ἀνέδραμεν, πρὸς ἡμᾶς καταβὰς καὶ παρὰ τῷ Πατρὶ μείνας, δι’ ἡμᾶς ἀναβὰς | |
5 | καὶ παρὰ τῷ Πατρὶ μετὰ τῆς ἀπαρχῆς τῆς ἡμετέρας γενόμενος. Λάζαρον δὲ κατήπειγεν ἡ φωνή, καὶ πτερωτὸν ἡ κλῆσις ἐλευθε‐ ρωθέντα τῶν δεσμῶν ἀπὸ τῆς γῆς ἀνήγαγεν. Καὶ καθάπερ ἔλαφος ἀπὸ τῶν τάφων ἐξήλατο, δορκάδος δίκην ἐκ τῶν μνημάτων, ὁ νεκρός, ὁ τυφλός, ὁ δεσμώτης· ἔτι γὰρ τὰς κειρίας ὑπῆρχε | |
10 | περικείμενος, ἔτι τῷ σουδαρίῳ τὰς ὄψεις ἐκαλύπτετο, καὶ τοὺς ὀφθαλμοὺς αἱ ὀθόναι ἔκρυπτον. Αἱ κόραι καταβεβρωμέναι καὶ ἀφανεῖς ἐτύγχανον, τὴν ἡλιακὴν ἀστραπὴν ὑπὸ τῶν δεσμῶν οὐ δυνάμεναι δέξασθαι. Ἡ ἀκοὴ πεπίλωτο, ἡ ἀναπνοὴ πέφρακτο, ἡ γλῶσσα κημὸν εἶχε καὶ χαλινόν, τὰ χείλη τῶν κηδευσάντων | |
15 | τὸν δεσμὸν ἐκέκτηντο, ὁ τράχηλος τοῖς ζωνιδίοις ἐπέπλεκτο, οἱ ὦμοι τοῖς δεσμοῖς συνεσφίγγοντο τοῖς τῶν μηρῶν ἀλλήλοις συν‐ δεθέντων καὶ οὐκ ἐξῆν ἀλλήλων λοιπὸν μερίζεσθαι, αἱ κνῆμαι | |
ἄλλη τις ἐπ’ ἄλλην καθάπερ ξύλον ἐπὶ ξύλου συνέκειντο. | 420 | |
12 | Καὶ στήλη τις ἦν θανάτου καθαρά, ἐναργὲς τῶν ἐν ᾅδου κατεχομένων ὑπόμνημα. Ὁ δὲ καὶ οὕτως ἔτρεχε, καὶ τοὺς Ἰου‐ δαίους ἐθορύβει, τοὺς Φαρισαίους ἐσκόρπιζεν, Σαδδουκαίους πίπτειν ἄλλον ἐπ’ ἄλλον σκελισθέντας τῷ φόβῳ ἠνάγκαζεν· τοὺς | |
5 | συγγενεῖς δὲ καὶ τοὺς φίλους καὶ τοὺς συνήθεις εὔφραινεν, προ‐ σεκύνει σπουδῇ πολλῇ καὶ δρόμῳ τὸν ἐγείραντα, ἀνήγγειλε τῇ ζωῇ τὰ τοῦ ᾅδου μυστήρια. Ὁ Χριστός· «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν», τῷ περιεστῶτι θεάτρῳ τῶν Ἰουδαίων ἔλεγεν, λύσατε τὸν λυθῆναι μὴ χρῄζοντα, λύσατε τὸν τῶν ποδῶν δεδεμένων βα‐ | |
10 | δίζοντα, λύσατε τὸν κειρίαις κρατούμενον καὶ τοὺς πόδας εὐ‐ τάκτως οὐδὲν ἧττον σαλεύοντα, λύσατε τὸν τῶν ὀφθαλμῶν κεκα‐ λυμμένων βλέποντα, τὸν ἐμπεφραγμένων αὐτῷ τῶν ὤτων ἀκωλύ‐ τως ἀκούοντα, τὸν δεδεμένων τῶν ῥινῶν τῆς ζωῆς ὀσφραινόμενον. | |
13 | Λύσατε αὐτόν, ἵνα τοὺς δακτύλους τῷ θαύματι καταστή‐ σητε μάρτυρας, ἵνα μηκέτι τὸ σημεῖον ἀρνήσησθε τὴν οἰκείαν παλάμην αἰσχυνόμενοι, ἵνα, ὅταν πειραθῆτε συσκιάσαι τὸ κατορ‐ | |
θωθὲν κατὰ τοῦ θανάτου τρόπαιον, ἔλεγχοι τῆς ὑμετέρας ἀγνω‐ | 422 | |
5 | μοσύνης οἱ δεσμοὶ οἱ παρ’ ὑμῶν ἀρθέντες γένωνται. «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν»· τὸν νεκρὸν γὰρ τῆς ζωῆς ἐμισθωσάμην κήρυκα. Ὁ ἐξ ᾅδου τὸν ἐξ οὐρανοῦ μηνύει, ὁ ἐκ τάφων τὸν ἐκ τῶν κόλπων τοῦ Πατρὸς μηνύει τοῖς ἔθνεσιν, ὁ λυθεὶς εἰς κόνιν ἀκριβῶς καταγγέλλει τὸν ἐξ ἀρχῆς τὸ γένος χωνεύσαντα, ὁ ἐκ τοῦ | |
10 | χοὸς ἀνελθὼν πιστὸς ἔσται τὸν κεραμέα γνωρίζων τοῖς πηλίνοις καὶ συγγενέσι σκεύεσιν ἀναπλάττοντα. «Ἄφετε αὐτὸν ὑπάγειν»· τὸ σημεῖον γὰρ οὗτος σιωπᾶν τὸ πραχθὲν οὐκ ἀνέχεται, οὐδεὶς αὐτὸν ἀναγκάσει φόβος πρὸς τὸν εὐεργέτην γενέσθαι τὸν οἰκεῖον ἀγνώμονα, οὐδὲ χρημάτων μεταπείσει πόθος, οὐδὲ δόξης ἔρως σκε‐ | |
15 | λίσει, οὐδὲ ὀκνηρὸν ποιήσει τῶν βιωτικῶν ἡδονῶν ἡ προσπάθεια. | |
14 | Ἔμαθεν ἀφ’ ὧν ἔπαθεν, ἔνθα κατῆλθεν. Ἐκεῖ ἐπαιδεύθη τῶν ἐνταῦθα τὸ σαθρόν, τὸ ἀσθενές, τὸ ἀβέβαιον. Ἔπεισεν αὐτὸν τὰ ὑπὸ γῆν τῶν ἐν τῇ γῇ μὴ φροντίζειν, μηδὲ λόγον αὐτῶν ὡς μένειν δυναμένων τίθεσθαι. «Ἄφετε αὐτὸν ὑπάγειν,» ἵνα | |
5 | παραγγείλῃ τῷ Καϊάφᾳ καὶ τὸν Πιλᾶτον μαρτύρηται, γνωρίσῃ τοῖς ὑπηρέταις τίνα ῥαπίζειν μέλλουσιν, στηρίξῃ τοὺς μαθητάς, σκελίσῃ τοὺς πειράζοντας, τὸ μύρον ἑτοιμάσαι ἐντείληται ταῖς γυναιξίν. «Ἄφετε αὐτὸν ὑπάγειν»· τούτου γὰρ βαδίζοντος, ἡ συναγωγὴ κλονεῖται, θορυβεῖται πλῆθος Σαδδουκαίων· ὅλος δὲ | 424 |
10 | τῆς γῆς ὁ κύκλος σκιρτᾷ καὶ ὁ πόλος τῷ δήμῳ τῶν νεφελῶν φαι‐ δρύνεται, περιχαρὴς ὁ χορὸς τῶν ἄστρων εὑρίσκεται, ὁ οὐρανὸς ὑ‐ ψοῦται, τοῦ καταβάντος ἐξ αὐτοῦ καὶ μείναντος παρ’ αὐτῷ κα‐ τασκοπῶν τὴν δύναμιν· αὐτῷ δόξα καὶ κράτος σὺν τῷ Πατρὶ | |
καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 426 |