TLG 2797 035 :: HESYCHIUS :: In sanctum Antonium (homilia 8) HESYCHIUS Scr. Eccl., Presbyter In sanctum Antonium (homilia 8) Citation: Section — (line) | ||
t | Τοῦ μακαριωτάτου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον πατέρα ἡμῶν Ἀντώνιον. | |
1 | Δικαίων μνήμῃ καὶ ὁ κόσμος ἀγάλλεται, δικαίων μνήμῃ καὶ ὁ κόσμος φωτίζεται, δικαίων μνήμῃ καὶ ἡ ἀνθρωπότης σκιρτᾷ, δικαίων μνήμῃ καὶ πᾶς τις ἀκούων ἀγάλλεται. Νῦν Ἀντώνιος μνημονεύεται καὶ πάντες τῇ μνήμῃ φωτιζόμεθα, Ἀντώ‐ | |
5 | νιος ὁ τῶν οὐρανῶν πολίτης, ὁ πάσης ἀρετῆς καθηγητής, ὁ τοὺς ἀσάρκους ἐν σαρκὶ μιμησάμενος, ὁ τῶν ἐκκλησιῶν λύχνος, ὁ τῶν ἱερέων παιδοτρίβης, τὸ τῆς παρθενίας ἄνθος, τὸ τῆς ἁγνείας ἀπαύ‐ γασμα, τῶν ἐν «ὄρεσι καὶ σπηλαίοις» ὁ στέφανος, τὸ τῆς καρ‐ τερίας ὑπόδειγμα, ὁ τῆς ἐγκρατείας ἐργάτης, ὁ ἀήττητος πύκτης, | |
---|---|---|
10 | τῶν προφητῶν ἡ στήλη, τῶν ἀποστόλων τὸ ἔσοπτρον, ὁ μετὰ θεοῦ καὶ ἀνθρώπων δυνατός, ὁ μηδὲν ἐπὶ γῆς ἔχων, ὅλος δὲ εἰς οὐρανὸν ὁρῶν, ἄνω τοὺς ὀφθαλμοὺς τείνων καὶ πρὸς ἐκεῖνο τὸ βραβεῖον τὸν δρόμον ἐπειγόμενος. | |
2 | Ὁ πιστὸς ὡς Ἀβραάμ, ὡς ὁ Ἰσαὰκ εὐπειθής, καρτερικὸς ὡς ὁ Ἰακώβ, ὡς Ἰωσὴφ σιτοδοτῶν τὴν Αἴγυπτον, θαυμάτων παντοδαπῶν ὡς Μωυσῆς ἡνιοχῶν τῇ διδασκαλίᾳ, ἔψαλλεν ὡς Δαυὶδ καὶ τοὺς δαίμονας ἤλαυνε, ναὸν ἑαυτὸν μείζονα τῷ θεῷ | |
5 | προσήγαγεν, ὡς Δανιὴλ ἐπέταττε τοῖς λέουσιν, ὡς ὁ Βαπτιστὴς ἐκκλησιάζει τὴν ἔρημον, ὡς ὁ Θεολόγος «ἐπὶ τὸ στῆθος τοῦ Ἰη‐ σοῦ» διὰ τῆς εὐαγγελικῆς μελέτης «ἀνακείμενος», «καθ’ ἡμέ‐ | |
ραν» ὡς Παῦλος «ἀπέθνῃσκεν». | 280 | |
3 | Ἀλλὰ γὰρ καὶ ἡμεῖς ἀντλοῦμεν καὶ ἡ ληνὸς ὑπερβλύζει, οἱ πίθοι γέμουσιν, «ὑπερχεῖται τὰ ὑπολήνια»· ὅσον τρέχομεν, μεῖζον τὸ στάδιον γίνεται· ὅσον ὁ πλοῦς ἀνύεται, τοσοῦτον τῆς θαλάσσης δηλοῦται τὸ ἀμέτρητον. Δεῦρο τοίνυν καὶ | |
5 | ἡμεῖς τὰ τοῦ Παύλου εἴπωμεν· «Ἐπιλείψει με διηγούμενον ὁ χρόνος ἐπὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σα‐ μουὴλ καὶ τῶν προφητῶν»· τούτους γὰρ ἐν αὑτῷ ὁ πατὴρ τῶν συγκροτουμένων θεάτρων ἀνέλαβε· πολλῶν γὰρ χρεία ῥημάτων καὶ ὁδηγὸς ἐγὼ τοῖς πράγμασιν, ἐπειδὴ κάμνει ὁ λόγος τὸ ἔργον | |
10 | ἐξηγούμενος. Ἕτερον σκιᾶς χαρακτήρ, ἕτερον ἀληθείας ἐνέρ‐ γεια. Ἄλλο εἰκὼν καὶ ἄλλο τοῦτο οὗπερ εἰκὼν τυγχάνει τὸ δει‐ κνυόμενον· εἰκονίζουσιν οἱ λόγοι τὸ ἔργον, ἀλλ’ οὐχ οὕτως ἡ γλῶσ‐ σα λέγει ὥσπερ ἡ χεὶρ εὐεργετεῖ. Ἕτερον φωνὴ ῥημάτων, ἕτερον ὀσμὴ κατορθωμάτων· ἐκείνη περὶ τὸν ἀέρα βρίθει, αὕτη φθάνει | |
15 | τὸν οὐρανὸν καὶ τοὺς ἄνω πληροφορεῖ, αὕτη τοῖς ἄνω παρίσταται. | |
4 | «Ἐπιλείψει με, φησί, διηγούμενον ὁ χρόνος.» Εἰ δὲ Παῦ‐ λον ὁ χρόνος ἐπέλιπε τὰ τῶν ἁγίων κατορθώματα λέγοντα, Παῦ‐ λον ἐν ᾧ Χριστὸς ἐλάλει, ἐν ᾧ τὸ πλήρωμα τῆς ἐκκλησίας ἐφίκετο, θησαυρὸς γνώσεως ἀνελλιπὴς ἐκέκρυπτο—μέταλλον ἦν τῆς | |
5 | ἐπιστήμης, ἄνωθεν τὸν νόμον καὶ τοὺς προφήτας ἠρευνᾶτο, γλῶσ‐ σαν εἶχεν ἐν ὅλῳ τῷ κόσμῳ καθάπερ ἐν ἑνὶ θεάτρῳ σαλπίζουσαν—, τί πράξωμεν ἡμεῖς οἱ πτωχοὶ καὶ ἐνδεεῖς; Τί πράξωμεν οἷς ὁ λόγος ἀδίδακτος, οἷς ἀσθενὴς γλῶττα, βραδὺς ὁ νοῦς καὶ ἡ καρδία ἀπαίδευτος, οἳ μήτε τὴν ἔξωθεν γνῶσιν μεμαθήκαμεν, | |
10 | μήτε ἐλαχίστως τὴν ἔνδον γυμναζόμεθα; | |
5 | Οὐκ ἔστι πολιτεία τὴν παρρησίαν ἕλκουσα, οὐδὲ βίος ἀντὶ λόγου φθεγγόμενος. Πόθεν Ἀντωνίῳ τὸν χιτῶνα τῶν ἐπαίνων ὑφάνωμεν; Στεφανούτω νῦν αὐτὸν ἡ τοῦ Δαυὶδ κιθάρα· περὶ αὐτοῦ γὰρ ἐν κεφαλίδι βιβλίου καὶ τῶν ὁσίων αὐτοῦ ἔργων γέ‐ | |
5 | γραπται· «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐν‐ τολαῖς αὐτοῦ θελήσει σφόδρα· δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα | |
αὐτοῦ»· σπέρμα γὰρ ἐκείνου τὰ πανταχοῦ τῆς Αἰγύπτου, μᾶλ‐ λον δὲ τὰ πάσης τῆς γῆς τῶν ἁγίων συστήματα. Ἐκεῖνον πατέρα καὶ γεωργὸν νομίζουσιν, ἐκείνου τοῖς τύποις τοὺς ἑαυτῶν βίους | 282 | |
10 | ῥυθμίζουσι καὶ τὸν ἀπόντα διὰ τῆς φυλακῆς τῶν νόμων παρεῖναι νομίζουσι. Λόγος εἷς τῶν ἐκ διαδοχῆς παιδευθέντων σῳζόμενος ἱκανὸς πολιτείαν τὴν ἐκ φιλοσοφίας συστήσασθαι. Λεγέτω περὶ αὐτοῦ καὶ Ἠσαΐας ὁ προφήτης· «Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἰερουσαλήμ.» | |
6 | Λεγέσθω περὶ Ἀντωνίου καὶ ταῦτα τῆς Ἰερεμίου προφη‐ τείας τὰ ῥήματα· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε καὶ πρὸ τοῦ 〈σε〉 ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε»· τὴν γὰρ ἁγιωσύνην ὡς σύντροφον ἐπετήδευε. Κλῆρον ἐκ μήτρας τὴν ἁγίαν | |
5 | ἐκέκτητο ταπείνωσιν καὶ φιλοσοφίας ἀρχὴν τὴν σωφροσύνην τὴν διὰ Χριστοῦ ἔθετο. Δεῦρο καὶ τοῦτον ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐνδύσωμεν τῇ κεφαλῇ τοῦ δικαίου τὸν στέφανον· «Ἄν‐ θρωπος γὰρ ἦν ἐν χώρᾳ τῇ» κατ’ Αἴγυπτον, ὄνομα Ἀντώνιος, «ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, δίκαιος, ἀπεχόμενος | |
10 | ἀπὸ παντὸς πονηροῦ πράγματος» καὶ «ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ’ ἡλίου ἀνατολῶν.» Ἡλίου ποίου; —Τοῦ τῆς δικαιοσύνης· ἐκείνου γὰρ ἀνατολαὶ ὑπῆρχον οἱ ἀπόστολοι, ὧν τὴν συγγένειαν Ἀντώνιος εἶχε· ἡ περιβολὴ τῆς εὐγενείας τοῦ πνεύματος καλείσθω. | |
7 | Καὶ Σολομών τι περὶ τοῦ δικαίου τούτου καὶ αὐτὸς παροι‐ μιάσασθαι δύναται· «Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.» Εὕραμεν τοίνυν, εὕραμεν ἡμεῖς τὸν τῷ σοφῷ ζητούμενον, ἀλλ’ ὁ μὲν ἔλεγεν ἄνδρα πιστὸν εὑρεῖν, | |
5 | Παῦλος δὲ οὐχ οὕτως. Ἀλλὰ τί φησιν; — «Οἳ διὰ πίστεως κατη‐ γωνίσαντο βασιλείας», Ἀντώνιον καὶ τοὺς ἐκείνου ζηλωτὰς αἰνιττόμενος· οὗτος γὰρ τὰς βασιλείας τοῦ κόσμου, δόξαν, τιμήν τε καὶ πλοῦτον ὑπερφρονῶν κατεπάλαισεν, «ἐπέτυχεν ἐπαγγε‐ | |
λιῶν» τοῦ μέλλοντος, «ἔφραξε στόματα λεόντων» τῶν ἡδο‐ | 284 | |
10 | νῶν, «ἔφυγε τὰ στόματα μαχαίρας» τὴν ἔξωθεν σοφίαν, «ἐνε‐ δυναμώθη ἀπὸ ἀσθενείας» τῆς ἀκρατείας, «ἐγενήθη ἰσχυρὸς ἐν πολέμῳ» τῷ πρὸς τὸν διάβολον, «παρεμβολὰς ἔκλινεν ἀλλο‐ τρίων» τῶν δαιμόνων. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν» ὅσαι μητέρες ἁμαρτωλοὺς παῖδας τῷ δικαίῳ | |
15 | προσήνεγκαν. | |
8 | Ἀλλὰ μὴν καὶ «ἐτυμπανίσθη», «ἐν φόνῳ μαχαί‐ ρας ἀπέθανε», «δεσμῶν καὶ φυλακῆς» «καὶ μαστίγων πεῖραν ἔλαβεν», «ἐλιθάσθη, ἐπρίσθη»· πολλῶν γὰρ ταῦτα πασχόντων δι’ εὐσέβειαν, αὐτὸς πᾶσιν ὡς πατὴρ πάντων συνέπασχε· «περιῆλ‐ | |
5 | θεν ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι», ζηλῶν τὸν Ἠλίαν ἐν πραότητι· «ὑστερούμενος» τῇ σαρκὶ καὶ «θλιβόμενος», ὁδὸν γὰρ εἶναι τὰς θλίψεις τῆς τῶν οὐρανῶν βασιλείας ἐγίνωσκε· «κακουχούμενος», ἐπειδὴ μᾶλλον ἐβούλετο «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ» Ἀντώνιος «ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας | |
10 | ἀπόλαυσιν.» «Οὐκ ἦν αὐτοῦ ἄξιος ὁ κόσμος»· τοιγαροῦν ἔτι ζῶν ἑαυτὸν εἰς οὐρανὸν μετέστησεν. Ἔπειτα δὲ τὸ πολὺ σῶμα τῶν προφητῶν διέλθωμεν. Χριστὸς ἡ κεφαλὴ σφραγιζέτω τὰ ἐν χερσὶν ἐγκώμια, ἔτι καὶ νῦν λέγων· «ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν»· ἔτηκεν γὰρ Ἀν‐ | |
15 | τώνιος τὸ σῶμα, ἐχαλίνου τὴν ψυχήν, ἐκόλαζε τὰς ἡδονάς, ἀπεί‐ χετο τρυφῆς, ἀφείδετο κόρου, ὕπνῳ τοσοῦτον ὅσον ὠφελεῖν τὴν φύσιν ἐκέχρητο, βδελυκτὴν τῆς πορνείας καὶ τὴν προσηγορίαν ἐνόμιζεν, ὀλίγα τῆς γῆς ἀπήλαυσεν. Ὅλος δὲ εἰς οὐρανὸν ἦν, ὅλος τῆς ἄνω ζωῆς, ζημίαν τὰ ἐνταῦθα ἡγούμενος. Μόναις ἔζη ταῖς | |
20 | ἀρεταῖς, νεκρὸς ὑπάρχων τοῖς πάθεσι. | |
9 | Παίγνιον εἶχε τὸν ἐχθρόν, ἐπὶ τοὺς πόδας αὐτοῦ ὁ διάβολος | |
ἔπιπτεν. «Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον» τεθαρρηκὼς «ἀνέβαινεν, λέοντα» τὸν νοητὸν «κατεπάτει καὶ δράκοντα.» Κέρδος ἡγεῖτο τοὺς πειρασμούς, τὰς θλίψεις ἐμπορίας. Ἐνόμιζε | 286 | |
5 | τὴν χαρὰν ἐν τῷ πενθεῖν τὰς ἁμαρτίας, τὸν πλοῦτον ἐν τῷ πέ‐ νεσθαι. Πάντα εἶχεν, ἐπειδὴ μηδὲν εἶχεν. Πάντων ἦν κύριος· οὐδενὶ γὰρ ἐδούλευε. Πάντων ὑπερεφρόνει· οὐδενὸς γὰρ ἐδέετο. Οὗ καὶ ἡμεῖς εἰς ζῆλον αὐτοῦ ἔλθωμεν ὅσοι τε ἐν τῇ πανηγύρει αὐτοῦ τῆς ἁγίας μνήμης σήμερον συνεληλύθαμεν, ὅσοι τὸν σεπτὸν | |
10 | αὐτοῦ βίον θαυμάζομεν καὶ ὅσοι ἐκ πίστεως τὴν μακαρίαν αὐτοῦ κοίμησιν ἐπιτελοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ | |
ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 288 |