TLG 2797 032 :: HESYCHIUS :: Homilia i de sancta Maria deipara (homilia 5)

HESYCHIUS Scr. Eccl., Presbyter
(Hierosolymitanus: A.D. 5)

Homilia i de sancta Maria deipara (homilia 5)

Source: Aubineau, M. (ed.), Les homélies festales d’Hésychius de Jérusalem, vol. 1. Les homélies i–xv [Subsidia hagiographica 59] Brussels: Societé des Bollandistes, 1978: 158–168.

Citation: Section — (line)

t

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον

1

Πᾶσα μὲν εὐγνώμων γλῶττα τὴν παρθένον εἰκότως καὶ θεο‐ τόκον ἀσπάζεται καὶ τὸν Γαβριὴλ μιμεῖται τὸν ἄρχοντα τῶν ἀγγέλων εἰς δύναμιν. Καὶ ὁ μὲν αὐτῇ χαίρειν λέγει, ὁ δὲ «Κύριος ἐκ σοῦ» προσφωνεῖ, διὰ τὸν ἐξ αὐτῆς τεχθέντα καὶ
5μετὰ σαρκὸς τῷ γένει τῶν ἀνθρώπων ἐπιφανέντα κύριον. Οὗτος αὐτὴν Μητέρα φωτὸς ἐπονομάζει, ἐκεῖνος Ἀστέρα ζωῆς, ἄλλος Θρόνον προσαγορεύει θεοῦ, ἄλλος Ναὸν οὐρανοῦ μείζονα, ἕτερος Καθέδραν τῆς τῶν χερουβικῶν καθέδρας οὐκ ἐλάττονα, ἕτερος πάλιν Κῆπον ἄσπορον, εὔφορον, ἀγεώργητον, Ἄμπελον εὔβοτρυν,
10εὐθαλῆ, ἀψηλάφητον, Τρυγόνα καθαράν, Περιστερὰν ἀμίαντον, Νεφέλην τὸν ὑετὸν χωρὶς φθορᾶς συλλαμβάνουσαν, Πήραν ἧς ὁ μαργαρίτης τοῦ ἡλίου λαμπρότερος, Μέταλλον ἐξ οὗ ὁ λίθος ὅλην καλύπτων τὴν γῆν οὐδενὸς αὐτὸν λατομοῦντος προέρχεται, Ὁλ‐ κάδα φόρτου γέμουσαν καὶ κυβερνήτου μὴ χρῄζουσαν, Θησαυρὸν
15πλουτοποιόν. Ἄλλοι δὲ ὁμοίως ἄστομον Λυχνίαν ἀφ’ ἑαυτῆς ἅπτουσαν, Κιβωτὸν τῆς τοῦ Νῶε πλατυτέραν, εὐμηκεστέραν, ἐν‐ δοξοτέραν· ἐκείνη ζῴων κιβωτός, αὕτη δὲ ζωῆς· ἐκείνη ζῴων φθαρτῶν, αὕτη δὲ ἀφθάρτου ζωῆς· ἐκείνη τὸν Νῶε, αὕτη δὲ τοῦ Νῶε τὸν ποιητὴν ἐβάστασεν· ἐκείνη διώροφα καὶ τριώροφα
20ἐκέκτητο, αὕτη δὲ ὅλον τῆς Τριάδος τὸ πλήρωμα, ἐπειδήπερ καὶ τὸ Πνεῦμα ἐπεδήμει καὶ ὁ Πατὴρ ἐπεσκίασε καὶ ὁ Υἱὸς ἐνεσκήνου κυοφορούμενος· «Πνεῦμα γὰρ ἅγιον», φησίν, «ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.» Ὁρᾷς ὅσον τὸ τῆς θεοτόκου παρ‐
25θένου καὶ πηλίκον ἀξίωμα. Ὁ γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τοῦ κόσμου ποιητής, ὡς βρέφος παρ’ αὐτῆς ἐβαστάζετο, καὶ τὸν
Ἀδὰμ ἀνέπλασε καὶ τὴν Εὔαν ἡγίασε καὶ κατήργει τὸν δρά‐ κοντα καὶ τὸν παράδεισον ἤνοιγε καὶ τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο. Εἰκότως σφόδρα καὶ κατὰ λόγον, ἑκάτερον· τὸν158
30γὰρ παράδεισον ἤνοιγεν, ἐπειδὴ λῃστὴν εἰσφέρειν καὶ πάντας εἰς αὐτὸν χειραγωγεῖν τοὺς κληρονόμους τῆς βασιλείας ἤμελλε. Τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο, θεὸς καὶ Λόγος ὑπάρχων ὁ σαρκούμενος οὐδαμῶς θύρας πρὸς τὴν εἴσοδον ἢ τὴν ἔξοδον ἔχρῃζε.

2

Σοὶ μὲν οὖν, ὦ παρθένε, τοὺς ἐπαίνους οἱ προφῆται μερί‐ ζονται, καὶ λέγει τῶν θεοφόρων ἕκαστος ὅσα τῶν θαυμάτων ἐπι‐ στεύθη μυστήρια. Καὶ ὁ μέν σε Ῥάβδον Ἰεσσαὶ καλεῖ, ἵνα τὸ ἄτρωτον καὶ ἀκαμπὲς τῆς παρθενίας αἰνίξηται. Ὁ δὲ Βάτῳ παραβάλ‐
5λει καιομένῃ καὶ μὴ κατακαιομένῃ, ἵνα τὴν σάρκα τοῦ μονογε‐ νοῦς καὶ τὴν παρθένον τὴν θεοτόκον αἰνίξηται· ἡ μὲν γὰρ ἐκαί‐ ετο καὶ οὐ κατεκαίετο, ἐπειδήπερ ἔτεκε καὶ τὴν γαστέρα οὐκ ἤνοιξεν, συνέλαβε καὶ τὴν μήτραν οὐκ ἔφθειρεν, ἐξήγαγε τὸ βρέφος καὶ τὴν κοιλίαν ἐσφραγισμένην κατέλιπεν, ἐχορήγησε γάλα καὶ τοὺς
10μασθοὺς ἀψηλαφήτους ἐφύλαξεν, ἐβάστασε παιδίον καὶ τοῦ παι‐ δίου πατέρα οὐκ ἐγίνωσκεν, ἐγένετο μήτηρ καὶ οὐκ ἐγένετο νύμφη. Υἱὸς ἐτρέφετο καὶ πατὴρ οὐχ ηὑρίσκετο· ὁ ἀγρὸς ἐκαρποφόρει καὶ ὁ καρπὸς γεωργὸν οὐκ ἐκέκτητο, θέρος ἀπέδωκε καὶ σπόρον οὐκ ἐδέξατο· ποταμὸς ἔτρεχε καὶ ἡ πηγὴ πανταχόθεν ἐκέ‐
15κλειστο, εἰς ἔνδειξιν ὅτι καὶ μήτηρ ἐγένου καὶ τὰ μητέρων οὐκ ἔπαθες· ἔτεκες ὡς γυνὴ καὶ οὐκ ἐφθάρης ὡς γυνή· κατὰ νόμον ἐκυοφόρεις τῆς φύσεως, ἐπειδὴ τὸν τεταγμένον καιρὸν τῶν ὠδίνων ἀνέμενες· ἀλλὰ γὰρ καὶ συνέλαβες παρὰ νόμον τῆς φύσεως. Ἕτερός σε Πύλην κεκλεισμένην, ἐν ἀνατολαῖς
20δὲ κειμένην προσηγόρευσε καὶ τὸν βασιλέα, τῶν θυρῶν κεκλει‐ σμένων, εἰσάγουσαν. Οὕτω δὴ καὶ ἐκφέρουσαν Πύλην σε κέ‐
κληκεν, ἐπειδὴ θύρα τοῦ παρόντος βίου τῷ μονογενεῖ γέγονας, Πύλην ἐν ἀνατολαῖς κειμένην, ἐπειδὴ «τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἐκ τῆς160
25σῆς γαστρὸς καθάπερ ἔκ τινος παστάδος βασιλικῆς προέρχε‐ ται. Σὺ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσήγαγες, ἀλλὰ πάλιν ἐξήγαγες· οὔτε γὰρ συλλαμβανόμενος, οὔτε ὅλως τικτόμε‐ νος ὁ βασιλεὺς τῆς δόξης τὰς θύρας τῆς σῆς μήτρας ἠνέῳξεν, οὔτε τῆς παρθενίας τοὺς συνδέσμους ἐχαύνωσεν. Σὲ «Κῆπον
30κεκλεισμένον» ὠνόμασε καὶ «Πηγὴν ἐσφραγισμένην» ὁ ἐκ σοῦ νυμφίος, προεῖπεν ἐν τοῖς ᾌσμασι «Κῆπον κεκλεισμένον», ἐπειδὴ σοῦ μὲν δρεπάνη φθορᾶς ἢ τρύγητος οὐχ ἥψατο, ἄνθος δὲ τὸ ἐκ τῆς ῥάβδου τοῦ Ἰεσσαὶ καθαρῶς τῷ γένει τῶν ἀν‐ θρώπων καὶ καθαρῶς παρίστησιν, ὑπὸ μόνου γεωργηθέν σοι
35τοῦ καθαροῦ καὶ ἀκηράτου Πνεύματος· «Πηγὴν ἐσφραγισμέ‐ νην», ὅτι ποταμὸς ζωῆς ἐκ σοῦ προελθὼν τὴν οἰκουμένην ἐ‐ πλήρωσεν, ἀλλὰ κλάδος γαμικὸς τὴν σὴν πηγὴν οὐκ ἤντλησε.

3

Περὶ σοῦ Δαυὶδ τὸν ἐκ σοῦ κιθαρίζων οὐ παύεται· «Ἀνά‐ στηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιά‐ σματός σου.» «Ἀνάστηθι»· Πόθεν; Ἐκ τῶν κόλπων τοῦ Πατρός, οὐχ ἵνα χωρισθῇς τοῦ Πατρός—τοῦτο γὰρ οὐ θέμις
5ἢ νοεῖσθαι ἢ λέγεσθαι—, ἵνα δὲ τὴν οἰκονομίαν πράξῃς ἥτις ἄνωθέν σοι πρὸ αἰώνων καὶ πρὸ τῶν γενεῶν προώριστο. «Ἀνά‐ στηθι», ἵνα τοὺς πεσόντας ἐγείρῃς, ἵνα τοὺς σκελισθέντας ὀρ‐ θώσῃς, ἵνα τὸ σὸν ἀναλάβῃς κτῆμα, παρὰ τοῦ ἐχθροῦ μέχρι τοῦ νῦν τυραννούμενον. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου»,
10ἣν ἐπὶ τῆς γῆς ὥρισας καὶ εἰς τὴν Βηθλεὲμ ἔταξας, τὸ σπήλαιον καὶ τὴν φάτνην καὶ τὰ σπάργανα· ἐν οὐρανοῖς γὰρ οὐ χρῄ‐ ζεις ἀναπαύσεως, αὐτὸς δὲ ἀνάπαυσις ὑπάρχεις ὅλης τῆς κτί‐ σεως· ἐπὶ γῆς δὲ δι’ ἡμᾶς τὰ τῆς σαρκὸς πάσχεις· ἢ γὰρ οὐχὶ
καὶ πείνης καὶ δίψης καὶ κόπου ἠνέσχου; Ἀλλὰ γὰρ καὶ πεινῶν162
15ἄρτος ὑπάρχεις ζωῆς, καὶ διψῶν αὐτὸς εἶ τῶν διψώντων παρά‐ κλησις—ποταμὸς γὰρ ἀφθαρσίας καθέστηκας—, καὶ κοπιῶν τοῖς περιπάτοις τῆς ξηρᾶς πεζεύεις κόπου χωρὶς τῆς θαλάσσης τὰ κύματα. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου»· ἡ παρθένος, ἡ θεοτόκος εὔ‐
20δηλον. Εἰ γὰρ σὺ μαργαρίτης, εἰκότως ἐκείνη κιβωτός· ἐπειδὴ σὺ τυγχάνεις ἥλιος, οὐρανὸς ἀναγκαίως ἡ παρθένος κληθήσεται· ἐπειδὴ σὺ ἄνθος τυγχάνεις ἀμάραντον, ἄρα ἡ παρθένος ἀφθαρ‐ σίας φυτόν, ἀθανασίας παράδεισος.

4

Εἰς ἣν Ἠσαΐας ταῦτα θεόθεν ἀρτίως προανεφώνησε λέγων· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέ‐ σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» «Ἰδοὺ ἡ παρθένος»· Ποία; —Ἡ τῶν γυναικῶν ἔγκριτος, ἡ τῶν παρθένων ἐξαίρετος,
5τὸ σεμνὸν τῆς ἡμετέρας φύσεως ἐγκαλλώπισμα, τὸ τοῦ πηλοῦ τοῦ ἡμετέρου καύχημα, ἡ τῆς αἰσχύνης τὴν Εὔαν καὶ τῆς ἀπειλῆς τὸν Ἀδὰμ ἀπαλλάξασα, ἡ τὴν παρρησίαν ἀποτεμοῦσα τοῦ δρά‐ κοντος· ἧς καπνὸς ἐπιθυμίας οὐχ ἥψατο, οὐδὲ σκώληξ αὐτὴν ἡδυ‐ παθείας ἔβλαψεν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται»·
10Πόθεν, ὦ προφῆτα; «Οὐ λέγω», φησί· «τοῦτο γὰρ τῷ Γαβριὴλ πεφύλακται. Πολλοὶ τῆς θεοτόκου διαιροῦνται τὰ θαύματα, πολλὰ δὲ ὅμως καὶ ἐξ αὐτῶν παραλέλειπται· πλὴν ἐγὼ τὸν τόκον τῆς ἀειπαρθένου πεπίστευμαι, Μιχαίας τὸν χῶρον ἐν ᾧ τὸ θαῦμα πέπρακ‐ ται, Δαυὶδ τὸν καιρόν· αὐτὸς γὰρ τό «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου
15ἐγέννησά σε» τῇ τῶν ψαλμῶν προφητείᾳ ἐνέθηκεν. Γαβριὴλ τοίνυν ἐρεῖ τὸ πόθεν· ἐκεῖνος γὰρ ἐξ οὐρανοῦ κατέρχεται, ἐκεῖνος ἐπ’ αὐτὸ τοῦτο πρὸς τὴν παρθένον πέμπεται, ἐκεῖνος ἐν καιρῷ
τοῦ τόκου παραγίνεται καὶ τοῦ τόκου τὴν ὑπόστασιν ἀναγκαίως ἑρμηνεῦσαι πιστεύεται. Εἰ δὲ καὶ παρ’ ἐμοῦ μανθάνειν θέλεις, τὰ164
20ἑξῆς τῆς προφητείας ἔπελθε· Καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Τί δέ ἐστιν Ἐμμανουήλ; «Μεθ’ ἡ‐ μῶν ὁ θεός.» Μὴ τοίνυν θεὸς ἀπὸ γάμου καὶ φθορᾶς συλλαμ‐ βάνεται, καὶ ἐξ ἀνδρὸς καὶ κοίτης τεχθῆναι ἢ σαρκωθῆναι δύ‐ ναται; Οὐδαμῶς, ἀλλ’ ἐξ ἐνεργείας θεοῦ, ἐξ ἐπιφοιτήσεως ὑψί‐
25στου, ἐκ παρουσίας Πνεύματος.

5

Τοιγαροῦν ἡνίκα ἡ παρθένος πρὸς τὸν Γαβριὴλ ἔλεγε· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» τουτέστιν· «Ἐκ‐ πλήττει με τὸ θαῦμα, καταπλήττει με τὸ ῥῆμα», καὶ ὁ τοῦ ἀγ‐ γέλου χρηματισμὸς τὴν παρθένον ἐξίστησιν. «Θαυμαστὰ λέγεις,
5ἐμοὶ δὲ διὰ τὸ ξένον ὕποπτα. Δέδοικα τοῦ εὐαγγελισμοῦ τὸ και‐ νόν, θορυβοῦμαι πρὸς τὸ λίαν τῶν λεγομένων ἄηθες. ‘Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;‘ Πῶς ἔσομαι μή‐ τηρ, μὴ γενομένη νύμφη; Οὐκ ἔφθειρα τὸ τῆς ὥρας ἄνθος, τὸν ζωστῆρα τῆς παρθενίας οὐκ ἔλυσα, τὸν δεσμὸν τῆς μήτρας οὐκ
10ἐχαύνωσα, τὴν σφραγῖδα τῆς γαστρὸς οὐ παρέλυσα.» Ὁ δὲ ἄγ‐ γελος παραχρῆμα ἐπήγαγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι» τουτέστιν· «Εἰ ἐγίνω‐ σκες ἄνδρα, οὐκ ἂν ἔτεκες θεόν, δούλου μορφὴν λαβεῖν ἐκ σοῦ διὰ σὲ χωρὶς φθορᾶς εὐδοκήσαντα, οὐκ ἂν ὄργανον ἐγένου τῆς
15τοῦ πάντα παραγαγόντος σαρκώσεως. Ἀλλ’ ἐπειδὴ καθαρὰ τυγχάνεις κοίτης γαμικῆς, ἐπειδὴ τὸν ναὸν ἄφθαρτον καὶ τὴν σκηνὴν ῥύπου παντὸς ἐλευθέραν ἐτήρησας, καὶ ὁ Πατὴρ ἐπιδη‐ μεῖ σοι καὶ τὸ Πνεῦμα ἐπισκιάζει καὶ μετὰ σαρκὸς ἐκ σοῦ ὁ Μονογενὴς τίκτεται. Σὺ οὖν μηδαμῶς διακριθῇς τὰ ἑξῆς μυστή‐
20ρια, μὴ διακριθῇς ἐν σπηλαίῳ τίκτουσα τὸν ὅλης τῆς κτίσεως
δημιουργόν, μὴ διακριθῇς ἐν φάτνῃ καθίζουσα τὸν ἐπὶ τῶν νώτων τῶν χερουβὶμ καθεζόμενον, οὐκ ἔχουσα τόπον ἐν τῷ καταλύματι καὶ μήτηρ βασιλέως τῶν ἄνω καὶ τῶν κάτω τυγχά‐ νουσα.»166

6

Ἑκὼν γὰρ ἐκ σοῦ πτωχεύει, ἵνα καὶ τοὺς πλουσίους χαλι‐ νώσῃ, καὶ τοῖς πτωχοῖς ὑπόθεσις ὑπομονῆς καὶ διδάσκαλος εὐ‐ χαριστίας γένηται. Ἑκὼν ἐπὶ τῆς φάτνης τίθεται, ἵνα οἱ κτηνώ‐ δεις προσδράμωσι καὶ τὸν Λόγον εὕρωσιν ἐπὶ τῆς φάτνης καθή‐
5μενον, ἵνα ἀναλάβωσιν ἐξ αὐτοῦ τὸ λογικὸν ἀξίωμα, ἵνα σῖτον εὕ‐ ρωσι προσδοκήσαντες ἄχυρα, ἵνα ὡς κτήνη προσδράμωσι δράγ‐ ματα κριθῆς ἐπὶ τῆς φάτνης εὑρεῖν οἰόμενοι καὶ τὸν ἄρτον τὸν ἀληθινὸν φάγωσι, τὴν τροφὴν τῆς ζωῆς, τὸ δεῖπνον τοῦ φωτός, τὴν βρῶσιν τῆς χαρᾶς, τῆς ἀφθαρσίας τὸ γλύκασμα, ἐξ οὗ τῆς
10βασιλείας ἡ γνῶσις, τῆς υἱοθεσίας ὁ ἀρραβών, ὁ τῶν οὐρανῶν κλῆρος, ἡ κοινωνία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου
Πνεύματος· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.168