TLG 2797 030 :: HESYCHIUS :: Homilia i in sanctum pascha (homilia 3) (e cod. Sinaitico gr. 492) HESYCHIUS Scr. Eccl., Presbyter Homilia i in sanctum pascha (homilia 3) (e cod. Sinaitico gr. 492) Citation: Section — (line) | ||
t | Τοῦ μακαρίου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὸ ἅγιον πάσχα | |
1 | Φαιδρὸς ὁ οὐρανὸς τῇ τῶν ἄστρων χορείᾳ καταλαμπόμε‐ νος, φαιδρότερα δὲ τὰ σύμπαντα ἑωσφόρου ἀνατέλλοντος, ἀλλ’ ἡ παροῦσα τῆς νυκτὸς κατάστασις οὐ τοσοῦτον ἄστροις καταυ‐ γάζεται ὁπόσον νῦν ἀγάλλεται τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν νε‐ | |
5 | νικηκότος· «Θαρσεῖτε» γάρ, φησίν, «ἐγὼ νενίκηκα τὸν κό‐ σμον»· θεοῦ δὲ νικήσαντος τὸν ἀόρατον πολέμιον, εἰκότως καὶ αὐτοὶ τὴν κατὰ δαιμόνων νίκην ἀποισόμεθα. Παραμείνωμεν τοί‐ νυν τῷ σωτηριώδει σταυρῷ, ἵνα τὰς πρώτας ἀπαρχὰς τῶν | |
---|---|---|
Ἰησοῦ δώρων ἀπενεγκώμεθα. Τὴν ἱερὰν ταύτην νύκτα δᾳ‐ | ||
10 | δουχίαις ἱεραῖς πανηγυρίσωμεν, μέλος ἔνθεον ἐγείροντες καὶ ὕ‐ μνον οὐράνιον ἐξᾴδοντες. «Ὁ τῆς δικαιοσύνης ἥλιος», ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὴν παροῦσαν ἡμέραν τῷ κύκλῳ τῆς οἰκουμένης κατεφώτισεν, διὰ σταυροῦ ἀνέτειλεν, τοὺς πιστοὺς διέσωσεν. | |
2 | Μή τις τοίνυν ἀπιστείτω τοῖς τοῦ σταυροῦ συμβόλοις, ἀλλὰ τὸ μακάριον καὶ τρισμακάριον ξύλον τοῦ σταυροῦ προσκυνείτω, καὶ τοῖς τοῦ σταυροῦ συμβόλοις τοῦ θύρας οὐρανοῦ ἡμῖν ἀνοί‐ ξαντος. Οὐκέτι «καίουσι λύχνον καὶ ὑπὸ τὸν μόδιον τιθέασιν», | |
5 | μόδιον δέ φημι τὸν Νόμον, «ἀλλ’ ἐπὶ τὴν λυχνίαν», λύχνον δὲ τὸν Λόγον· ὑπὸ τὸν Νόμον δὲ ἐτύγχανεν καὶ ἐκρύπτετο τοῖς ἀπίστοις ὁ Λόγος ὡς ὑπὸ τὸν μόδιον· ὅτε δὲ ἦλθεν ἐπὶ σταυροῦ καὶ ἐπὶ τὴν λυχνίαν ἐτέθη, τότε τῷ τῆς οἰκουμένης κύκλῳ κατέ‐ λαμψεν. | |
3 | Ἰδέ μοι, ἀγαπητέ, τὴν βασιλεύουσαν Ῥώμην σταυροῦ συμ‐ βόλοις ἐν μέσῳ τῆς ἀγορᾶς σεμνυνομένην. Ἰδέ μοι Παῦλον ἀθα‐ νάτους ἐπιστολὰς συγγραφόμενον καὶ δοῦλον τοῦ σταυροῦ ἑαυ‐ τὸν καταγράψαντα· οὐκ ἐπῃσχύνθη τὸν σταυρόν, τὸ σκάν‐ | |
5 | δαλον τῶν Ἰουδαίων· τὴν τῶν ἐθνῶν μω‐ ρίαν σοφίας ἐπεσπάσατο φυλακτήριον· ἐν σταυροῦ ξύλῳ τὰς τῆς οἰκουμένης ἐκκλησίας διήγειρεν. Μία ῥάβδος μωσαϊκὴ | |
τὰς τῶν Αἰγυπτίων μάστιγας ἀπήλασεν, ῥάβδος δὲ συγ‐ γενείᾳ πρὸς τὸ τοῦ σταυροῦ ξύλον παύει τὰ τῶν ἀνθρώπων ἁ‐ | ||
10 | μαρτήματα. Ἐκεῖ Φαραὼ καταποντοῦται τὸν Ἰσραὴλ καταδιώκων, ἐνταῦθα δὲ διάβολος καταλύεται, οἱ δὲ τοῦ σωτῆρος προσκυνηταὶ σῴζονται. Ἐκεῖ τὰς χεῖρας ἐκτεί‐ νας ὁ Ἀδὰμ θάνατον ἡμῖν ἐπεσπάσατο, ὁ δὲ ἡμέτερος δεσπότης τῇ τῶν χειρῶν ἐκτάσει τὰ πάντα διέσωσεν. | |
4 | Ἀλλ’ ὦ ξύλον μεγαλοπρεπέστερον οὐρανοῦ καὶ τὰς οὐρα‐ νίους ἁψῖδας ὑπερβάλλον, ὦ ξύλον τρισμακάριστον τὰς ἡμετέ‐ ρας ψυχὰς διαπορθμεῦον εἰς οὐρανόν, ὦ ξύλον τῷ κόσμῳ τὴν σωτηρίαν πορισάμενον καὶ στρατὸν διαβολικὸν ἐκδιῶξαν, | |
5 | ὦ ξύλον λῃστὴν εἰς παράδεισον ἀκοντίσαν καὶ μετὰ Χριστοῦ χορεύειν πεποιηκός· «Ἀμήν, ἀμὴν γὰρ λέγω σοι ὅτι σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Μιμησώμεθα τοῦ ἀνδροφόνου τὴν ἀγαθὴν γνώμην, μᾶλλον δὲ τοῦ πνευματοφόρου διὰ τὴν μετὰ ταῦτα πίστιν. Τί γὰρ καί φησιν; — «Μνήσθητί μου, κύριε, ἐν | |
10 | τῇ βασιλείᾳ σου.» Καὶ ἐν μιᾷ συγκαταθέσει πίστεως παράδει‐ σον οἰκεῖ καὶ οὐρανοὺς περιπολεῖ. «Ἀμὴν γὰρ λέγω σοι, φησίν, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Παραμείνωμεν καὶ ἡμεῖς τῷ τοῦ σωτῆρος σταυρῷ, λέγοντες αὐτὰς τὰς φωνάς· «Κύ‐ ριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου», ἵνα καὶ ἡμεῖς τοῦ παρα‐ | |
15 | δείσου μέτοχοι γενώμεθα καὶ βασιλείας οὐρανῶν ἀπο‐ | |
λαύσωμεν. | ||
5 | Νικητήριον ἡ παροῦσα πανήγυρις, ἀδελφοί, νικητήριον τοῦ παμβασιλέως υἱοῦ τοῦ θεοῦ. Σήμερον γὰρ ὁ διάβολος διὰ τὸν σταυρωθέντα ἡττήθη, τὸ δὲ ἡμέτερον γένος εὐφραίνεται διὰ τὸν ἀναστάντα. Βοᾷ γὰρ ἡ σήμερον ἡμέρα τῇ ἐγέρσει μου καὶ | |
5 | λέγει· «Ἐν τῷ ἐμῷ δρόμῳ εἶδον θέαμα καινόν, μνημεῖον ἀνοιγό‐ μενον καὶ ἄνθρωπον ἐγειρόμενον καὶ ὀστέα ἀγαλλιώ‐ μενα καὶ ψυχὰς χαιρομένας καὶ ἀνθρώπους πλασσομέ‐ νους καὶ οὐρανοὺς σχιζομένους καὶ δυνάμεις κρα‐ ζούσας· “Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν” καὶ τὰ ἑξῆς. Σή‐ | |
10 | μερον εἶδον τὸν ἐπουράνιον βασιλέα ἀναβαίνοντα, περιεζω‐ σμένον φῶς, ὑπὲρ ἀστραπὴν καὶ ἀκτῖνας, ὑπὲρ ἥλιον καὶ πηγὰς ὑδά‐ των, ὑπὲρ νεφέλας καὶ πνεῦμα δυνάμεως καὶ ζωὴν αἰώνιον.» Οὗτος γὰρ ἐκρύβη πρῶτον μὲν ἐν κοιλίᾳ σαρκός, ἔπειτα δὲ ἐν κοιλίᾳ τῆς γῆς, ὅπου μὲν ἁγιάζων τοὺς γεννωμένους διὰ τῆς κυήσεως, | |
15 | ὅπου δὲ ζωογονῶν τοὺς τεθανατωμένους διὰ τῆς ἀναστάσεως· «Ἀπέδρα γὰρ ὀδύνη καὶ λύπη καὶ στεναγμός.» «Τίς γὰρ ἔγνω νοῦν θεοῦ, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο», ἀλλ’ ἢ ὁ Λόγος ὁ σαρκωθεὶς καὶ ξύλῳ προσηλωθεὶς καὶ ἐκ νεκρῶν ἀναστὰς καὶ εἰς οὐρανοὺς ὑψωθείς; | |
6 | Αὕτη ἡ ἡμέρα χαρᾶς εὐαγγελισμός· ἐν τῇ γὰρ ἡμέρᾳ ταύτῃ ἀνέστη ὁ κύριος συνεγείρας τὴν τοῦ Ἀδὰμ ἀγέλην· ἐγεννήθη γὰρ διὰ τὸν ἄνθρωπον καὶ ἀνέστη ἐν τῷ ἀνθρώπῳ. Σή‐ μερον διὰ τὸν ἀναστάντα παράδεισος ἀνέῳκται καὶ Ἀδὰμ ζωο‐ | |
5 | γονεῖται καὶ Εὔα παρηγορεῖται καὶ κλῆσις πληθύνεται καὶ βα‐ σιλεία ἑτοιμάζεται καὶ ἄνθρωπος σῴζεται καὶ Χριστὸς προσκυ‐ νεῖται· καταπατήσας γὰρ τὸν θάνατον καὶ αἰχμαλωτίσας τὸν | |
τύραννον καὶ σκυλεύσας τὸν ᾅδην, ἀνέβη εἰς οὐρανούς, ὡς βα‐ σιλεὺς νενικηκώς, ὡς ἡγεμὼν ἔνδοξος, ὡς ἡνίοχος ἄλειπτος, λέ‐ | ||
10 | γων τῷ Πατρί· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκας, ὦ θεός», καὶ τὰ ἑξῆς. Καὶ ἤκουσεν παρὰ τοῦ Πατρός· «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Αὐτῷ ἡ δόξα, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ μακαρίου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὸ | |
15 | Πάσχα. |