TLG 2797 029 :: HESYCHIUS :: Homilia ii de Hypapante (homilia 2)

HESYCHIUS Scr. Eccl., Presbyter
(Hierosolymitanus: A.D. 5)

Homilia ii de Hypapante (homilia 2)

Source: Aubineau, M. (ed.), Les homélies festales d’Hésychius de Jérusalem, vol. 1. Les homélies i–xv [Subsidia hagiographica 59] Brussels: Societé des Bollandistes, 1978: 61–74.

Citation: Section — (line)

t

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

1

Μὴ ἀγνοεῖτε ὅτι τὸ Πνεῦμα προφήτην τὸν Συμεῶνα κατέστη‐ σεν καὶ χρηματισμὸν αὐτῷ «μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν» προσεφώνησεν; «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Οὐχὶ παρ’ αὐτοῦ χορηγηθεὶς τὸν
5Ἰωσὴφ καὶ Μαριὰμ εὐλόγησεν; Οὐ παρ’ αὐτοῦ προσταχθεὶς τῇ Μαριὰμ προσεφώνησεν· «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ
ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»; Οὐ δι’ αὐτοῦ κάτοχος ἡ Ἅννα ὡς προφῆτις ἐτύγχανεν; Οὐκ ἐξ αὐτοῦ μεστωθεῖσα τὴν ἐσομένην λύτρωσιν διὰ τοῦ βρέφους κατήγγειλεν;

2

Τούτων ὑμῖν ἔδει κατὰ μέρος ὑφᾶναι τὴν ἐξήγησιν, ἀλλ’ ἴσως ὁ καιρὸς δεδαπάνηται καὶ τὸν λόγον ἐπιτεμεῖν φειδοῖ τῆς ὑπακοῆς τῆς ὑμετέρας προσῆκεν. Εἰ δὲ οὐκ ἀνεκτὸν ὑμῖν τὸ ῥῆμα ἐπειδὴ συμποσιασταὶ τῆς τραπέζης ἐστὲ τῶν λογίων τῶν ἱερῶν ἀκόρεστοι,
5ὅθεν ὑμῖν ὁ τῶν εὐαγγελίων συγγραφεὺς τὴν ἱστορίαν ἤρξατο, ἐκεῖθεν ὡς ἔνι καὶ ἡμᾶς ἐπιτεμεῖν τὴν ἑρμηνείαν προσῆκεν, ὥστε καὶ τῷ καιρῷ γενέσθαι καὶ τῷ πόθῳ τῷ ὑμετέρῳ τὰ πρόσφορα.

3

«Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Οὐ μικρὸν ἐγκώμιον τὸ Πνεῦμα τούτῳ γε τῷ Συμεὼν ἐν προοιμίοις ὕφαινεν· «Ἰδοὺ γάρ, φησίν, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ» ὃν πάλαι μὲν ἐζήτουν οἱ προφῆται καὶ ὁ νόμος ἐπόθει, εὗρεν δὲ ἡ
5χάρις καὶ εὑροῦσα τοῖς ἑξῆς ἐστεφάνωσεν. Ὁ στέφανος πόθεν πλέκεται; Πρόσεχε· «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ.» Ζηλῶσαι τὸν Συ‐ μεῶνα καὶ μακαρίσαι προσῆκεν ὅτι οὐ μόνον δίκαιος ἦν ἀλλὰ καὶ εὐλαβὴς κακίας πάσης ἀπείχετο· ὡς δὲ «προσδεχόμενος παρά‐
10κλησιν τῷ Ἰσραήλ», οὔτε περὶ τὰς ἀρετὰς κοπιῶν ἐνάρκα, οὐδὲ
κακίας ἀπεχόμενος ἔκαμεν.

4

«Καὶ Πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν.» Θαυμαστὸν καὶ τοῦτο καὶ τοῖς ἔμπροσθεν εἰρημένοις ἁρμόδιον· ναὸς γὰρ ὑπῆρχεν, κα‐ θαρὸν εἶχεν τὸν νυμφῶνα τῆς σαρκός, καὶ τῆς ψυχῆς ἡ παστὰς πάσης βιωτικῆς ἀράχνης ἐκαθάρευεν· ἐκεῖθεν πρὸς ἑαυτὸν εἵλ‐
5κυσε τὴν κατοικίαν τοῦ Πνεύματος. «Καὶ ἦν αὐτῷ κεχρημα‐ τισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου.» Ὁρᾷς πηλίκον ἐστὶν εἶναι ναὸν θεοῦ· ἀπὸ ζωῆς εἰς ζωὴν οἱ τὸν βίον οὕτως ἀσκηθέντες μετέρ‐ χονται. Ὅθεν καὶ τῷ Συμεὼν «κεχρηματισμένον ἦν μὴ ἰδεῖν
10θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου», τουτέστι πρὶν ἴδῃ τὸν καταργοῦντα τὸν θάνατον, πρὶν ἴδῃ τὸν τοὺς νεκροὺς ἐγείροντα, πρὶν ἴδῃ τὸν εἰς νυμφῶνα τοὺς τάφους μεταβάλλοντα, πρὶν ἐκεῖνον θεάσηται ὅστις ἄφοβον αὐτῷ τὴν ἐντεῦθεν ἀποδημίαν ἐρ‐ γάζεται.

5

«Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν.» Οὐδὲ τοῦτο παρελθεῖν ἢ παραδραμεῖν ἄξιον· ἀπόδειξις γὰρ ὅτι κατὰ πρόσταξιν τοῦ Πνεύματος τοῦ ἐνοικοῦντος ἔπραττε καὶ οὔτε εἰς ἀγορὰς οὔτε τινὰς πράξεις χωρὶς αὐτοῦ ὅλως ἐνέβαλλεν· ὅπου γε εἰς τὸ ἱερόν,
5οὐκ ἄλλως, ἀλλὰ γὰρ αὐτοῦ χειραγωγοῦντος ἔρχεται. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τῷ νόμῳ περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας.» Τίνος αὐτῷ τὸ βρέφος ὅπερ ἠγνόει μηνύσαντος; Ἀλ‐ λὰ γὰρ δῆλον τοῦ κατοικοῦντος ἐν αὐτῷ καὶ χρηματίζοντος
10Πνεύματος καὶ πάντως που πρὸς τὸν Συμεῶνα λέγοντος· «Δράμε, πρεσβῦτα, δράμε, σπεῦδε ἤδη, τάχος τὴν εὐλογίαν ἅρπασον, πρὶν ὁ ἀστὴρ φανῇ, πρὶν οἱ Μάγοι παραγένωνται, μή ποτε ὑβρισθῶ‐ μεν. Τὸ γὰρ ἐξ ἐμοῦ φῶς προλαβεῖν χρὴ τοῦ ἀστέρος τὴν εἰς
Βηθλεὲμ ἄφιξιν, ὥστε γνωσθῆναι ὅτι παρ’ ἐμοῦ καὶ τὸν δρόμον
15ὁδηγεῖται καὶ τὴν ἀκτῖνα δανείζεται. Ἀλλὰ σὺ μὴ ζημιωθῇς ἂν ἀκρόβυστοι τὴν ἀπαρχὴν τῆς εὐλογίας θερίσωσιν.»

6

«Καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· νῦν ἀπολύεις τὸν δοῦ‐ λόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Εὐλόγησεν τὸν θεὸν τὸν Πατέρα σὺν τῷ Υἱῷ, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἐπειδὴ τὸ Πνεῦμα μὲν τὸ χρηματίζον ἐτύγχανεν, τὸν Υἱὸν δὲ μετὰ
5χεῖρας ἐβάσταζεν, σαρκὶ φανῆναι καὶ βρέφος δι’ ἡμᾶς γενέσθαι εὐδοκήσαντα· ὁ δὲ Πατὴρ καὶ αὐτὸς ἐνεργῶν ἦν τὰ τοσαῦτα καὶ τηλικαῦτα μυστήρια. Ἀλλὰ τὴν εὐχαριστίαν ἐπὶ τίνι προσέφερεν; «Νῦν», φησίν, «ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα», ὅτε μοι φόβος οὐκ ἔστι θανάτου, μετὰ χαρᾶς δὲ πρὸς τοὺς νεκροὺς τὴν
10ζωὴν αὐτοῖς καταγγελῶν ἀπέρχομαι. «Ἀπολύεις δὲ κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ», ἐκεῖνο ὅπερ Δαυὶδ ὁ προφήτης παρὰ σοῦ δανεισάμενος ἔλεγεν· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.»

7

«Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», ὃ πολλοὶ μὲν τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν· νῦν δὲ αὐτῇ τῇ πειρᾷ τῷ γένει τῶν ἀνθρώπων παρέστησας τὸν ὕψιστον δι’ ἡμᾶς τοσοῦ‐ τον ὥστε βρέφος γενέσθαι ταπεινούμενον· οὔτε γὰρ ἄλλως σῶσαι
5τὸν φθαρέντα πηλὸν ὁ κεραμεύς, ἀλλ’ αὐτὸς αὐτῷ συναναφυρεὶς ἔμελλεν. «Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν», ἀλλὰ πάντων, ἐπειδὴ πάντων ὑπ‐ άρχων δημιουργὸς πᾶσι προέθηκας τὸ τῆς σωτηρίας ἀναγκαίως μυ‐ στήριον. «Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ»·
10πρότερον τὰ ἔθνη φωτίζεται καὶ μετὰ τοῦτο Ἰσραὴλ δοξάζεται· ἐτέχθη γὰρ οὗτος ἐφ’ οὗ πρῶτοι μὲν οἱ ἔσχατοι, ἔσχατοι δὲ οἱ πρῶτοι, τὰ πρεσβεῖα τῶν ἔμπροσθεν διὰ ῥαθυμίαν ζημιωθέντων,
γεγόνασιν.

8

«Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.» Τίνος χάριν πατέρα τὸν Ἰωσήφ, ὦ τῆς θείας γενεαλογίας εὐαγγελιστὰ καὶ συγγραφεῦ, καλεῖς; Αὐτὸς γὰρ εἰπόντα τὸν Γαβριὴλ πρὸς τὴν παρθένον ἀπέδειξας,
5ἡνίκα πῶς ἡ σύλληψις ἔσται καὶ τίνα τρόπον ἡ παρθένος τέξε‐ ται μεθωδεύετο· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» — «Οὐκ ἐπιλέλησμαι τῶν ἐμαυτοῦ», φησίν· «εἰ γὰρ καὶ λήθην ἐλάμβανον, τὸ Πνεῦμα ἂν ἐμίμνησκεν. Ἀλλ’ οὕτω τότε καλεῖσθαι τὸν Ἰωσὴφ ὁ σαρκωθεὶς ἐβούλετο,
10ὅπως ἀπατηθῇ ὁ ἐνεδρεύων τὸ τῆς σωτηρίας τῆς ἡμετέρας μυστή‐ ριον.» «Ἐθαύμαζον δὲ ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ», ἐπειδὴ βρέφος ὁ πρεσβύτης ἐβάσταζεν, θεοῦ δὲ ὕμνους ἐφθέγγετο. «Καὶ εὐλόγησεν αὐτοὺς Συμεών»· ἐχρῆν γὰρ εὐλογεῖσθαι τοὺς τὴν εὐλογίαν τοῖς ὑπὸ κατάραν πράττουσιν διακονήσαντας.

9

«Καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»· οὗ‐ τος γάρ ἐστι περὶ οὗ Πέτρος ἀναλαβὼν τὴν Ἠσαΐου προφητείαν ταῖς ἐκκλησίαις ἐπέστελλεν· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρο‐
5γωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ» οὐ καται‐ σχυνθήσεται. Εἶτα ἐπιφέρει τὴν προφητείαν ἑρμηνεύων καὶ σύμ‐ φωνα τῷ Συμεὼν φθεγγόμενος· «Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύου‐ σιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα
10σκανδάλου· ὅσοι προσκόπτουσιν, τῷ λόγῳ ἀπειθοῦντες.» Οὐκ‐ οῦν εἰς πτῶσιν τοῖς ἀπίστοις ἔκειτο καὶ τοῖς πιστοῖς εἰς ἀνάστασιν· ἐκεῖνοι γὰρ ἑστάναι κατὰ τὸν νόμον δοκοῦντες ἑαυ‐
τοὺς τῇ ἀπιστίᾳ κατέβαλον· οὗτοι δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρ‐ τημάτων μεταξὺ τῶν πεπτωκότων ὑπάρχοντες, τῇ βακτηρίᾳ
15τῆς πίστεως προσδραμόντες, ἑαυτοὺς ἐξανέστησαν.

10

«Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Τί τοῦτο; — Τὸν σταυρόν· ἐκεῖνο γὰρ τὸ σημεῖον, ἐπειδὴ μετὰ τῶν παθῶν ἔγεμε καὶ θαυμάτων, ἀντελέγετο· γυμνὸς γὰρ ὑπῆρχεν καὶ
5τὸν ἥλιον ἔκρυπτεν, τοῖς ἥλοις κατεπέπαρτο καὶ τὰς πέτρας ἐσάλευεν, ἠνοίγετο λόγχῃ τὴν πλευρὰν καὶ τὰ μνήματα τῶν τεθνηκότων ἤνοιγεν. Ἔνθεν τὸ σημεῖον ὑπῆρχεν ἀντιλεγόμενον· οἱ μὲν γὰρ ἄπιστοι ταῦτα καταλιπόντες ἐκεῖνα ἀπέβλεπον· οἱ πιστοὶ δὲ μετὰ τῶν παθῶν ἐθεώρουν τὰ θαύματα. Οὕτως πλάνον
10μὲν αὐτὸν τότε ὁ δῆμος τῶν Φαρισαίων ἀπέσκωπτον, υἱὸν δὲ θεοῦ ὁ ἑκατόνταρχος ἔλεγεν καὶ εἰπὼν προσεκύνησεν.

11

Τούτοις ἐστὶ τὰ ἑπόμενα σύμφωνα· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολ‐ λῶν καρδιῶν διαλογισμοί». «Ῥομφαία σοῦ τὴν ψυχήν», ἡ διάκρισις, κατὰ τὸν καιρὸν τοῦ σταυροῦ διαβήσεται· θαυμάσεις
5γὰρ ὁρῶσα ἐπὶ σταυροῦ κρεμάμενον τὸν χωρὶς φθορᾶς τεχθέντα, τὸν χωρὶς ἀνδρὸς συλληφθέντα, τὸν οὐκ ἀνοίξαντα τὴν μήτραν καὶ τὴν οἰκείαν γέννησιν ἀπαθῶς ἀφθάρτως ἐνεργήσαντα.

12

Τί δὲ ἐντεῦθεν συμβήσεται; «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί»· ἴσως μὲν καὶ ἑτέρων, πολὺ δὲ μᾶλ‐ λον τῶν μαθητευθέντων τῷ κυρίῳ, καὶ θεωρησάντων τὰ περὶ αὐτὸν
πάθη καὶ τὰ παρ’ αὐτοῦ θαύματα, καὶ χειμῶνα ἐκ τῶν λογισμῶν
5ἑκατέρωθεν ὑπομεινάντων, οἷον Κλεόπας ἔπασχεν 〈ἐξ〉 ὧν ὁ Χρισ‐ τὸς συναντήσας κατὰ τὴν Ἐμμαοῦς αὐτῷ ἀπεκάλυψεν· ἐρωτηθεὶς γὰρ ὁ Κλεόπας ἐπὶ τίνι σκυθρωπάζουσιν καὶ τὴν καρδίαν συγ‐ κέχυνται, μικρὰ περὶ τοῦ Χριστοῦ καὶ ὅσα ἐπέτρεπεν ὁ καιρός, οὐκ εἰδὼς πρὸς τίνα λέγει, φθεγξάμενος ἐπιφέρει· «Ἡμεῖς δὲ
10ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ», τουτέστιν ἀλλότρια ἐπ’ αὐτῷ τῆς ἡμετέρας ἐλπίδος ἐκβέβηκεν. Ἀνεκαλύφθη καὶ τῆς Μαγδαληνῆς Μαρίας ὁ λογισμὸς ἀσθενὴς ὤν· τοῦ Χριστοῦ σταυρωθέντος ἠσθένησεν, ὅτε καὶ αὐτὴ πρὸς αὐτὸν ἔλεγεν· «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθη‐
15κας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.»

13

Τρεχέτω ἡ γλῶττα τῆς εὐαγγελικῆς ἱστορίας τὰ λείπον‐ τα· «Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοή‐
5κοντα τεσσάρων.» Λαμπρὸς ὁ τῆς Ἅννης πλοῦτος, πανταχό‐ θεν αὐτῇ ὁ τῶν ἀγαθῶν θησαυρὸς συνάγεται, πρῶτον ὅτι προφῆ‐ τις ἦν· σκεῦος γὰρ ἀσθενὲς ὡς γυναικεῖον ἔχουσα ἐκάθαιρεν αὐτό, καὶ τὸ τοῦ θεοῦ Πνεῦμα πρὸς αὐτὴν εἰς κατοικίαν εἵλκυσεν· ἔπειτα ὅτι πρεσβῦτις ὑπῆρχεν καὶ τὸ σῶμα γηράσασα οὐκ ἐγήρα
10τὸ φρόνημα· τρίτον ὅτι χήρα καὶ οὐχ ἁπλῶς χήρα, ἀλλ’ ἔτη μὲν ἑπτὰ τὸν ἀριθμὸν τῷ ἀνδρὶ συμβιώσασα, προβεβηκυῖα δὲ ἡμέραις πολλαῖς καὶ χρόνοις τοσούτοις τὸν ζυγὸν τῆς χηρείας ἕλκουσα, νυμφίῳ δευτέρῳ τὴν κοίτην οὐ προδέδωκεν, ἀνθ’ ὅτου ἄρα εἰς
ἔτος ὀγδοηκοστὸν τοῦ βίου τὴν ἡλικίαν ἤλαυνεν.

14

Ἀλλ’ ἐπειδὴ πάντως εἶδε τὸν ἐν τῷ ὀγδοηκοστῷ τετάρτῳ ψαλμῷ σαφῶς τῷ Πνεύματι καταγγελθέντα, ἐζήτησεν εἰπεῖν περὶ αὐτοῦ τοιαῦτα οἷα Δαυὶδ προβάλλων ὁ ψαλμῳδὸς ἐμελῴδησεν· «Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν
5Ἰακώβ· ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρε‐ ψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν»· ἐν τούτοις γὰρ «τῆς Ἰε‐ ρουσαλὴμ ἡ λύτρωσις», ἣν ἑξῆς οὕτως ἱστορεῖται καὶ κηρύξαι
10τὸ γύναιον καὶ προφητεῦσαι· φησὶ γάρ· «ἣ οὐκ ἀφίστατο τοῦ ἱε‐ ροῦ.» Πολλοὶ μὲν τὸ ἱερὸν οἰκοῦσιν, ἀλλ’ οἰκοῦντες ὑβρίζουσιν, ὅσοι οὐχ οὕτως οἰκοῦσιν καθάπερ ἡ Ἅννα κατοικοῦσα ἐτύγχανεν, «νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν»· ταῖς μὲν γὰρ νηστείαις τὸ σῶμα ἐξεκάθαιρε, ταῖς δεήσεσιν δὲ τῆς ψυ‐
15χῆς ἀνεπτέρου τὸ φρόνημα καὶ ἱερὸν ἐν ἱερῷ κατοικοῦσα ἐτύ‐ γχανεν.

15

«Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα»· πάντως γὰρ καὶ αὐτὴν τὸ Πνεῦμα καθάπερ καὶ τὸν Συμεῶνα εἰς τὴν τοῦ βρέφους δοξολο‐ γίαν ἤγαγεν. «Ἀνθωμολογεῖτο τῷ θεῷ»· οὐχ ἁπλῶς ἐδοξο‐ λόγει ἀλλ’ ἀνθωμολογεῖτο, τοῖς παρὰ τοῦ Συμεὼν εἰρημένοις
5παραπλήσια ἀναφωνοῦσα. «Καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ.» Τίνα καὶ ποῖα λέγο‐ υσα; «Μὴ πλανᾶσθε τῇ σαρκί, τῇ τοῦ δούλου μορφῇ μὴ προσ‐ κόπτετε, μὴ θορυβείτω τὸ βρέφος ὑμᾶς.» Ὁ τὰ βρέφη διαπλάτ‐ των φαινόμενος καὶ παιδίον, νήπιον ὁ τῶν χρόνων πατὴρ ὁρώμενος·
10ἄλλως γὰρ ἰδεῖν τὸν λυτρωτὴν οὐκ ἐχωροῦμεν, ἑτέρως οὐκ ἐδυνά‐ μεθα δέξασθαι. Ἡμῶν ἕνεκεν ἑαυτὸν ἐταπείνωσεν, δι’ ἡμᾶς κατέβη· φειδοῖ τῶν ἡμετέρων ὀφθαλμῶν, ἀποκρύπτει τὰ ἔνδοξα, τὰ ταπεινὰ προβάλλεται.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.