TLG 2797 028 :: HESYCHIUS :: Homilia i de Hypapante (homilia 1) HESYCHIUS Scr. Eccl., Presbyter Homilia i de Hypapante (homilia 1) Citation: Section — (line) | ||
t | Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. | |
1 | Ἡ μὲν ἑορτὴ λέγεται καθαρσίων, ἣν οὐκ ἄν τις ἁμάρτοι ἑορτῶν εἰπὼν ἑορτήν, σαββάτων σάββατον, ἁγίων ἁγίαν προσα‐ γορεύσας· ὅλον γὰρ ἀνακεφαλαιοῦται τὸ τῆς σαρκώσεως τοῦ Χριστοῦ μυστήριον, ὅλην διαγράφεται τὴν τοῦ μονογενοῦς υἱοῦ | |
5 | παράστασιν. Ἐν ᾗ βρέφος ὁ Χριστὸς ἐβαστάχθη καὶ θεὸς ὡμο‐ λογήθη, καὶ ἐν ἀγκάλαις προσηνέχθη ὡς ἐπὶ θρόνου ὁ τῆς ἡμετέ‐ ρας φύσεως ποιητὴς καθήμενος, καὶ ζεῦγος τρυγόνων λογικῶν τῷ Συμεὼν καὶ τῇ Ἅννᾳ προσέφερεν. Αὐταῖς δέ, εἰ δοκεῖ, ταῖς εὐαγγελικαῖς παρεμβάλωμεν λέξεσι· θεοῦ γὰρ ἐκεῖ παρεμβολὴν | |
---|---|---|
10 | ὀψόμεθα. Οὕτω τοίνυν ἡμῖν τῆς ἑορτῆς ὁ Λουκᾶς τὴν ἱστορίαν ἐξέθετο· «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παρα‐ στῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι | |
15 | θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἐχρῆν τὸν δουλεύσαντα δι’ ἡμᾶς προσφέρειν ὑπὲρ ἡμῶν καθάρσια, τὸν αἵματος οἰκείου μὴ φει‐ σάμενον ζεύγους τρυγόνων μὴ φείσασθαι. Ἰδοὺ τοίνυν κατὰ τὸν νόμον ὑπὲρ νόμον ὡς νομοθέτης ἐργάζεται καί, τὴν ἐλευθε‐ | 24 |
20 | ρίαν αὐτὸς παρέχων τοῦ πνεύματος, τὴν δουλείαν ὅμως οὐ παραιτεῖται τοῦ γράμματος· οὐκ ἀθετεῖ Μωυσέα, ἵνα κατὰ καιρὸν μάρτυς ἀξιόπιστος γένηται. | |
2 | «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωυσέως.» «Αὐτῶν», τίνων; Ἰωσὴφ μὲν γὰρ οὔτε πατὴρ ἦν, οὔτε ὑπεύθυνος καθαρσίων, ἀλλ’ οὔτε Μαρία, οὔτε τὸ βρέφος τῶν καθαρσίων ἐδέοντο· λέγεται γὰρ οὕτως· | |
5 | «Γυνή, ἥ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Ἀλλ’ ἡ Μαρία οὐκ ἐσπερματίσθη, οὐκοῦν καθαρσίων οὐκ ἐδέετο. «Γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέ‐ κῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Διὰ τί; Ἐπειδὴ Ἀδὰμ δεύτερον εἰς τὸν βίον εἰσήγαγεν. «Ἐὰν δὲ τέκῃ θῆλυ, | |
10 | δὶς ἑπτὰ ἀκάθαρτος ἔσται.» Τίνος χάριν ἐνταῦθα τὰς ἡμέρας διπλασίονας ἔταξεν; Ἐπειδὴ Εὔα πάλιν ἀπὸ τῆς Εὔας τίκτε‐ ται, γυνὴ γεννᾶται τὸ σαθρὸν σκεῦος, τὸ ἀσθενὲς ἀγγεῖον, τὸ συντετριμμένον κεράμιον, ἡ βακτηρία τῆς ἀπάτης, ἡ χειραγωγὸς τῆς παρακοῆς, ἡ τοῦ δράκοντος σύμβουλος. Ἀλλ’ ὥσπερ ἤκου‐ | |
15 | σας γυναικὸς τὰ ἐγκλήματα, δεῦρο καὶ τὸ ἐξ αὐτῆς κατόρθωμα μάνθανε. Γυνὴ παρθενίαν τῷ βίῳ εἰσήγαγεν, ἐχώρησεν ἐν τῇ | |
γαστρὶ τὸν θεὸν ὃν ἡ κτίσις χωρῆσαι οὐ δύναται, ἔτεκεν ἐν σαρκὶ τοῦτον ὅστις ἡμῶν τὸ γένος ἀνέπλασεν· πρώτη τὸν Ἰησοῦν ἐκ νεκρῶν ὑπεδέξατο, πρώτη τοῦ κηρύγματος τῆς ἀναστάσεως ἤρ‐ | 26 | |
20 | ξατο, πρώτη τὴν χαρὰν τοῖς μαθηταῖς ἐμήνυσεν. «Γυνὴ ἥτις», φησίν, «ἐὰν σπερματισθῇ.» Ἡ θεοτόκος δὲ γυνὴ μὲν ἦν, τὰ γυ‐ ναικῶν δὲ οὐ πέπονθεν· σπέρμα γὰρ ἀνδρὸς ἡ γαστὴρ οὐκ ἐδέ‐ ξατο, οὐκ εἶδεν ἄροτρον ὁ τῆς Μαρίας ἀγρός, ὁ παρθενικὸς ἀμπε‐ λὼν οὐχ ὑπέμεινε δίκελλαν, ὥστε οὐχ ὑπὲρ αὐτῆς ἡ προσφορά, | |
25 | ὑπὲρ ὅλου δὲ τοῦ γένους ἐγένετο. Ἡμῶν γὰρ ἕνεκα περιτέμνε‐ ται ὁ Χριστός, ὑπὲρ ἡμῶν καὶ βαπτίζεται, ἐφ’ ἡμῖν τελεῖται τὰ τοῦ νόμου καθάρσια. Ἐὰν δακρύσῃ, τὴν φύσιν ἐκπλύνει· ἐὰν ῥαπισθῇ, τὴν ἡμετέραν αἰχμαλωσίαν ἐλευθεροῖ· ἐὰν βαστά‐ σῃ τὸν σταυρόν, ἡμᾶς κουφίζει τοῦ ζυγοῦ τῆς ἁμαρτίας· ἐὰν | |
30 | ἐμπτυσθῇ, τὸν Ἀδὰμ ἀπαλλάττει τοῦ τῆς κατάρας ἐμπτύσμα‐ τος. | |
3 | «Ὅτε ἐπλήσθησαν», φησίν, «αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, καθὼς γέγραπται ἐν νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυ‐ ρίῳ κληθήσεται.» Ταῦτα ὁ νόμος ἔχει. Ὁ Χριστὸς δέ, καθὰ | |
5 | ἔφημεν, ὡς νομοθέτης τὸν ἑαυτοῦ νόμον ὑπὲρ νόμον ἐπλήρωσεν· οὐδὲ γὰρ ἤνοιξεν, ἀλλὰ κεκλεισμένην τὴν πύλην τῆς παρθένου κατέλιπεν, οὐκ ἐσύλησε τὴν σφραγῖδα τῆς φύσεως, οὐκ ἐζη‐ μίωσε τὴν τεκοῦσαν· ἀκέραιον γὰρ αὐτῇ τὸ σχῆμα τῆς παρθε‐ | |
νίας κατέλιπεν. Εἰ δὲ ἀπιστεῖς, παρὰ τοῦ Ἰεζεκιὴλ μάνθανε· | 28 | |
10 | «Καὶ ἀπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξω‐ τέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς, ὅτι κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται | |
15 | κεκλεισμένη.» «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυ‐ ρίῳ κληθήσεται.» Οὗτος δὲ οὐ μόνον ἅγιος. Ὅσον τοίνυν ὑπερέχει τῷ ἁγιασμῷ, τοσοῦτον καὶ τῷ τόκῳ πλεονεκτεῖ καὶ τοῦ νόμου τὴν ἐντολὴν ἀναβέβηκεν. Πλὴν δὲ ὅμως «τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων | |
20 | ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἀτελῆ τὸν νόμον ὁ Λουκᾶς οὐκ ἀγνοίᾳ κρατηθείς, σοφίᾳ δὲ ὁδηγηθεὶς ἐξέθετο. Ὁ μὲν νό‐ μος ἔλεγεν· «ἀμνὸν καὶ νεοσσόν»· οὐκ εὐποροῦντος δὲ τοῦ προσφέροντος, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν καὶ σεμίδαλιν» προσέταττεν. Ὁ Λουκᾶς δὲ τὴν τοῦ πλουτοῦν‐ | |
25 | τος ἀφῆκεν προσφοράν· πτωχοῦ γὰρ ἐμνημόνευσε τοῦ δι’ ἡμᾶς ἑκουσίως πτωχεύσαντος. Οὐκ ἦν αὐτῷ, φησίν, κατάλυμα· πόθεν ἀμνὸν ἐκέκτητο; Ἐπὶ φάτνης σπαργανωθείς, πόθεν προσέφερε πρόβατον; Μᾶλλον δὲ οὐκ ἔχρῃζεν ἀμνοῦ· αὐτὸς γὰρ ἦν «ὁ ἀμνὸς τοῦ θεοῦ», τὸ ἀληθινὸν πρόβατον. Αὐτὸς ἑαυ‐ | |
30 | τὸν ὑπὲρ τοῦ κόσμου ἔθυεν· διὰ τοῦτο τί μὲν ὁ νόμος προσέταττεν ἐξηγόρευσεν, τί δὲ ὁ Χριστὸς οἰκονομεῖ ἐσήμανεν. | |
4 | Εἶτα ἑξῆς· «Καὶ ἰδοὺ ἄνθρωπος», φησίν, «ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, | |
προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ, καὶ Πνεῦμα ἅγιον ἦν ἐπ’ αὐτῷ· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος | 30 | |
5 | τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» Πολὺς ὁ τοῦ Συμεὼν πλοῦτος, ποικίλα τοῦ στρατηγοῦ τὰ ὅπλα, γέμει καρπῶν τὸ φυτόν, γέμει βοτρύων ἡ ἄμπελος. Οὐ μόνον «ἦν ἄνθρωπος», ἀλλὰ καὶ «Συμεὼν ὠνομάζετο». Πρὸς τούτοις «δί‐ καιος» οὐ μόνον «δίκαιος», ἀλλὰ καὶ «εὐλαβής», ἀλλὰ καὶ πα‐ | |
10 | ράκλησιν ἐζήτει τῷ Ἰσραήλ, ἀλλὰ καὶ «Πνεῦμα ἅγιον ἦν ἐπ’ αὐ‐ τῷ», ἀλλὰ καὶ «χρηματισθεὶς ὑπῆρχεν μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» «Ἰδοὺ ἄνθρωπος»· ποῦ; «Ἐν Ἰερουσαλήμ». Ἔκπληξιν ἡ λέξις ἔχει, γέμει τὸ ῥῆμα θαύ‐ ματος· ἐν Ἰερουσαλὴμ ἄνθρωπος περὶ ἧς Σοφονίας ὁ προφήτης | |
15 | τὸν θεὸν αὐτὸν εἰσήγαγε λέγοντα· «Ἐξερευνήσω τὴν Ἰερου‐ σαλὴμ μετὰ λύχνου καὶ οὐ μὴ εὕρω.» Καὶ λύχνου χρῄζει τὸ φῶς; Οὔ φησιν, ἀλλὰ λύχνον καλεῖ τὸν νόμον. «Καὶ ἰδοὺ ἄν‐ θρωπος ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Καὶ τίς ἡ ἑρμηνεία τοῦ δηλωθέντος ὀνόματος; «Ἀκοὴ θεοῦ», ὥστε πρέπουσαν τῇ | |
20 | πολιτείᾳ τὴν προσηγορίαν ἐκ τῆς τοῦ πνεύματος οἰκονομίας ἐ‐ κτήσατο· ὅπου γὰρ «ἀκοὴ θεοῦ», ἐκεῖ πάντως ὑπακοὴ νόμου, τήρησις ἐντολῶν, ἀγαθοῦ βίου δρόμος, σκοπὸς σωτηρίας εἰς τέ‐ λος προσερχόμενος· ἐν οἷς ὁ ἀληθινὸς χαρακτηρίζεται ἄνθρω‐ πος, περὶ οὗ ταῦτα κατὰ λόγον ἐπήγαγεν. | |
5 | «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχό‐ | |
μενος παράκλησιν τοῦ Ἰσραήλ»· τοῦτο δικαίου σκοπὸς μὴ ζητεῖν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ ἑτέρου καὶ τῶν πολλῶν, τῆς κοι‐ νῆς σωτηρίας μὴ τῆς ἰδίας ἀπολαύσεως γίνεσθαι. «Καὶ Πνεῦμα», | 32 | |
5 | φησίν, «ἅγιον ἦν ἐπ’ αὐτῷ»· ὄχημα ὑπῆρχε δεσποτικὸν ὁ Συμεών, θρόνος θεοῦ, καὶ διὰ τοῦτο μετὰ χεῖρας τὸν βασιλέα τῶν αἰώνων ἐδέξατο. «Καὶ ἦν αὐτῷ κεχρηματισμένον μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου»· οὐκοῦν ὁ χρηματι‐ σμὸς ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῆναι, ἀπὸ φωτὸς ὁδεῦσαι πρὸς φῶς, | |
10 | ἀπὸ ἡμέρας εἰς ἡμέραν μεταπηδῆσαι, μὴ παλαιωθῆναι, ἀλλ’ ἀνα‐ καινισθῆναι, ἐν τῷ καιρῷ τῆς συντελείας τὴν ἀνανέωσιν δέξασθαι. Οὗτος «ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν»· ἡ πηγὴ τὸν διψῶν‐ τα πρὸς τὴν πηγὴν ἀπήγαγεν. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γο‐ νεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτῷ κατὰ τὸ εἰθισμένον | |
15 | περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ.» Ἔφερεν ἐν ταῖς χερσὶν τὸν ἐν τῇ χειρὶ τὴν οἰκουμένην καὶ τὴν ἀοίκητον ἔχοντα, «τὸν μετρήσαντα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί.» Καὶ πῶς ὁ Συ‐ μεὼν θυσίαν τὴν αὐτῷ μὴ προσήκουσαν ἀνήνεγκεν; Οὐδὲ γὰρ | |
20 | ἦν ἱερεύς· οὐ γὰρ τοῦτο εἴρηται, οὐδὲ λευίτης, οὐδὲ νεωκόρος, ἐπειδὴ μόνῃ τῇ φυλῇ τοῦ Λευὶ τὸ λειτουργικὸν κεκλήρωται. Οὐκ ἦν ἱερεύς, ἦν δὲ «δίκαιος»· ἡ δικαιοσύνη δὲ τὴν ἱερωσύ‐ νην ὑπὸ τοὺς πόδας κέκτηται. Οὐκ ἦν λευίτης, ἀλλ’ «εὐλαβής»· ὁ δέ γε εὐλαβὴς ἀφ’ ἑαυτοῦ τὸ χρῖσμα ἔχει. | |
6 | Καὶ βαστάζων τὸ βρέφος ἔφη· «Νῦν ἀπολύεις τὸν δοῦλόν | |
σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» «Νῦν ἀπολύεις»· ἦλθε γὰρ ὁ καιρὸς τῆς ἀφέσεως, ἀπήντησε τῶν αἰχμαλώτων ἡ λύτρωσις, τῶν χρεῶν ἡ συγχώρησις· ἐγεννήθη βασιλεὺς τοὺς | 34 | |
5 | ἐν φυλακαῖς ἐλευθερῶν, τοὺς ἐν δεσμοῖς ἀπαλλάττων, τοὺς ἐν θανάτῳ εἰς ζωὴν ἀνακαλούμενος, κουφίζων τὸν φόρτον τῆς γῆς. «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα.» Πῶς οἶδας; Ὁρῶ τὸν δεσπότην, φησίν, σχῆμα δούλου περικείμενον. Οὐκ ἂν δε‐ σπότης ὢν δούλου μορφὴν ἐφόρεσεν, εἰ μὴ τὸν δοῦλον ἐνδῦσαι | |
10 | τοῦ δεσπότου τὴν μορφὴν ἐλογίσατο. Οὐκ ἂν τὴν τάξιν ἐνήλλα‐ ξεν, οὐδ’ ὑψηλὸς ὢν ἐταπεινώθη, εἰ μὴ τὸ ταπεινὸν εἰς ὕψος ἀνα‐ γαγεῖν ἠβουλήθη. Ἀλλὰ πῶς αὐτὸν «ἀπολύεις κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ;»· εἰ γὰρ ῥήματι τὴν κτίσιν παρήγαγες, ῥή‐ ματι πάντως ἐλευθεροῖς τὸν τῆς κτίσεως ἄρχοντα. «Ἐν εἰρήνῃ»· | |
15 | ποίᾳ; Τῇ τοῦ σταυροῦ· ἐκείνη γὰρ ἡ μάχαιρα τοῦ τυράννου τὴν κεφαλὴν ἀπέτεμε καὶ εἰρήνην τοῖς μετὰ Χριστοῦ στρατευο‐ μένοις ἔδωκεν. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας.» Εἶδον ἃ πολλοὶ ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶ‐ δον, θεὸν ἐν σαρκί, ἥλιον ἐν νεφέλῃ φωτίζοντα. «Εἶδον οἱ ὀ‐ | |
20 | φθαλμοί μου τὸ σωτήριόν σου», τουτέστιν εἶδόν σου τὴν σάρ‐ κωσιν, δι’ ἧς τὴν σωτηρίαν τῶν ἀνθρώπων ᾠκονόμησας· οὐ γὰρ εἶδον γυμνὴν θεότητα, ἐπειδὴ τὸν θεὸν καθώς ἐστιν οὐσίᾳ οὐ‐ δεὶς ἀνθρώπων ὄψεται. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς | |
25 | ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Κοινὰ τοῖς Ἰουδαίοις καὶ τοῖς ἔθνεσι τὰ ἀγαθὰ καὶ ἀμέριστα. Μὴ τοίνυν φθονείτω ὁ Ἰουδαῖος, μήτε στενοχωρείσθω ὁ Φαρισαῖος, μήτε πειραζέτω ὁ γραμματεύς, μὴ εὐλαβείσθω περὶ τῆς αὐτοῦ βασι‐ λείας ὁ Ἡρῴδης, μὴ δειλιάτω περὶ τῆς ἱερωσύνης Ἅννας καὶ | |
30 | Καϊάφας· ὁ ἐλθὼν πᾶσι δίδωσι, παρ’ οὐδενὸς λαμβάνει· ἀφθό‐ | |
νως φιλοτιμεῖται, χωρὶς μέτρου χαρίζεται. | 36 | |
7 | Ἀλλ’ ὁ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ ἀκούσαντες τὰ παρὰ τοῦ Συμεῶνος λαληθέντα ἐθαύμασαν πῶς ὁ Χριστὸς ἀνέχεται υἱὸς ἀνθρώπου γενέσθαι. Ἐθαύμασεν ἡ Μαρία πῶς γαστὴρ γυναι‐ κὸς ἐχώρησε θεόν, πῶς ἡ δούλη τὸν ἐλευθεροῦντα τὴν κτίσιν | |
5 | ἐγέννησεν. Καί φησιν· «Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον», «εἰς πτῶσιν» τῶν ἐπιμενόντων τῇ ἀπιστίᾳ, «εἰς ἀνάστασιν» τῶν ἐξ ἀπιστίας εἰς πίστιν μετατιθεμένων. Λίθος ἦν ὁ Χριστὸς εἰς οἰκοδομὴν κείμενος, ἀλλὰ προσέκοπτον οἱ τυφλοὶ τοὺς | |
10 | ὀφθαλμοὺς ῥεμβόμενοι. Οὐ τοίνυν αὐτῷ τὴν «πτῶσιν» τῶν πεπτω‐ κότων, ἀλλὰ τὴν «ἀνάστασιν» λογίζεσθαι χρή. Εἰ μὲν γὰρ ἔπι‐ πτον μόνον, οὐχὶ δὲ καὶ ἀνίσταντο, δικαίως αὐτὸν τῆς «πτώσεως» ὑποπτεύεις αἴτιον. Εἰ δὲ τῶν ἐκ ῥαθυμίας πιπτόντων οἱ βουλη‐ θέντες ἀνίστανται, τὸ «πτῶμα» τοῦ ῥαθυμοῦντος γίνεται, τοῦ | |
15 | Χριστοῦ ἡ «ἀνάστασις». Οὐκ ἔπεσον Ἰούδας ἅμα καὶ Πέτρος, ὁ μὲν ὡς εἰπών· «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;» ὁ δὲ ὡς εἰπών· «Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω»; Ἐχρῆν γὰρ αὐτὸν εἰδέναι ὅτι θνητὸς τὴν ψυχὴν ὑπὲρ ἀθανασίας οὐ δίδωσι. Καὶ πάλιν· «Ἐὰν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε | |
20 | ἀπαρνήσομαι.» Ἐξὸν εἰπεῖν· «Ἐάν με ἐνισχύσῃς, οὐ μή σε ἀπαρνήσομαι. Ἐὰν ἀσφαλίσῃ με, ὁ ἀσθενὴς οὐ δέδοικα τὸ ναυά‐ γιον. Ἐὰν τῷ πολέμῳ κοινωνήσῃς, οὐκ εὐλαβοῦμαι θάνατον.» Ἀλλὰ τὸ μὲν γλώττης ὑπῆρχεν, τὸ δὲ καρδίας ἁμάρτημα. Διὰ τοῦτο 〈ὁ〉 μὲν Πέτρος πεσὼν ἀνέστη καὶ χειραγωγὸς ἑτέρων | |
25 | πεπτωκότων ἐγένετο· ὁ δέ, ἀπὸ βάθους πρὸς βόθρον ὁδηγηθείς, | |
ἔρριψε τὸ ἀργύριον καὶ τὸ σχοινίον λαβὼν ἀπήγξατο. | 38 | |
8 | «Σημεῖον ἀντιλεγόμενον» ὁ σταυρός· τῶν γὰρ Ἰουδαίων σταυρούντων, ἀνεχώρει ὁ ἥλιος· ἡ συναγωγὴ ἐσυκοφάντει καὶ ἡ γῆ ἐσαλεύετο. Ὁ λαὸς ἐβόα· «Σταύρωσον αὐτόν», ἀλλ’ αἱ πέτραι μὴ φέρουσαι τὸν ὄγκον τῆς βλασφημίας ἐρρήγνυντο. | |
5 | Οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς ἔλεγον· «Ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.» Ὁ δὲ ἑκατόνταρχος ἐβόα· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» Ἀλλὰ καὶ μέχρι νῦν ὁ λόγος ὁ τοῦ σταυροῦ «Ἰουδαίοις μὲν σκάν‐ δαλον, ἔθνεσι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Χριστὸς θεοῦ | |
10 | δύναμις καὶ θεοῦ σοφία.» «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διε‐ λεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ῥομφαία ἡ διχόνοια λέγεται ἐπειδὴ, καθάπερ ἡ ῥομφαία σχίζει καὶ μερίζει τὰ σώματα, οὕτως καὶ τὰς ψυχὰς πρὸς ἀμφιβολὴν ἡ διχόνοια· εἰ γὰρ καὶ παρθένος ἦν, ἀλλὰ καὶ | |
15 | γυνή· εἰ καὶ θεοτόκος, ἀλλ’ ἐκ τοῦ ἡμετέρου φυράματος. Ῥομ‐ φαία τοίνυν αὐτῆς τὴν ψυχὴν διέβαινεν, «ὅπως 〈ἂν〉 ἀποκα‐ λυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ποῖοι διαλογι‐ σμοί; Οἱ περὶ τοῦ Χριστοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους διάφοροι, ποτὲ μὲν αὐτὸν προφήτην, ποτὲ δὲ λυτρωτὴν τοῦ Ἰσραὴλ | |
20 | οὐχ ὑπογράφοντες, πολλὴν καὶ ἐπὶ τούτοις ἀμφιβολίαν διὰ τὸν σάλον τὸν ἐκ τοῦ πάθους ὑπομένοντες, ὥστε τοὺς περὶ Κλεόπαν μαθητὰς παριόντας καὶ πρὸς αὐτὸν λέγειν· «Σὺ μόνος παροικεῖς | |
ἐν Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέ‐ ραις ταύταις.» Εἶτα ἐρωτηθέντες «ποῖα;» ἐπήγαγον· «Τὰ | 40 | |
25 | περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης, καὶ τὰ ἑξῆς.» Οὐκοῦν ὥσπερ προφήτην μὲν εἶχον καὶ λυτρούμενον τὸν Ἰσραήλ· διὰ δὲ τὸ πάθος καὶ ταύτην ἐμβάλλειν περὶ αὐ‐ τοῦ τὴν ὑπόληψιν ὅτι λυτροῦται τὸν Ἰσραὴλ ἐκινδύνευον. Τοῦτο δὲ οὐ μάτην ἐγίνετο, ἀλλ’ ὥστε δεῖξαι ὅτι «τὸ μωρὸν τοῦ θεοῦ | |
30 | σοφώτερον τῶν ἀνθρώπων ἐστίν.» Τὸ γὰρ τοῦ σταυροῦ πάθος οἱ πάντες ἐσινιάσθησαν καὶ ἐσαλεύθησαν, οὐ μόνον οἱ ἁπλῶς μαθηταί, ἀλλὰ καὶ οἱ ἐκλεκτοὶ καὶ ἡ μήτηρ αὐτοῦ. Τοῦτο πᾶσαν τὴν οἰκουμένην ἐστήριξεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ | |
35 | ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 42 |