TLG 2766 001 :: EUDOCIA AUGUSTA :: De martyrio sancti Cypriani (e cod. Florent. Laurent. VII, 10) EUDOCIA AUGUSTA Poeta, Filia Leontii Philosophi
Imperatrix, Athenaïs De martyrio sancti Cypriani (e cod. Florent. Laurent. VII, 10) Citation: Book — (line) | ||
1 | πάντας δ’ ἠιθέους κεν ἀταρτηρῶς ἀπέπεμπεν, ὡς Χριστὸν μοῦνον μνηστὸν θεμένη τὸν ἄνακτα. | |
ὃς δέ, λεὼν συναγείρας, ἀνακτορίους κατὰ θώκους πρός ῥα βίην ἐθέλεσκεν ἀγαυὴν παῖδα μιῆναι· | 24 | |
5 | ὅσσοι [δ’] ἑσπετόωνθ’ ἅμ’ αὐτῇ, αἰπὺ βόησαν, πάντες δ’ ἐκ θαλάμων σὺν τεύχεσιν ἐσσεύοντο, τεῦξαν δ’ Ἀγλαΐδαο νεήλυδας εἶθαρ ἀΐστους. αὐτὸς δ’, ἐν κραδίηφι φέρων ὅλον ἔνδον ἔρωτα, πληγεὶς εὖτε μύωπι λαθών, πηχύνετο κούρην. | |
---|---|---|
10 | ἡ δ’ αἶψα Χριστοῦ κρατερὴν σφρηγῖδα τέλεσσε, | |
ῥῖψεν δ’ ὕπτιον εἶθαρ ἀναιδέα, χερσὶ δ’ ἔδρυψε μορφὴν Ἀγλαΐδαο καὶ οὐλοκόμους γε παρειάς, ῥῆξεν δ’ εἵματα καλά· ὅλοις δ’ ἀπέδειξε γέλωτα, Θέκλης ἀντιθέης τὸν ὁμὸν δρόμον ἐκτελέουσα. | 25 | |
15 | καὶ τὰ μὲν ὣς ῥέξασα θεοῦ πάλιν ἦλθεν ἐς οἴκους. αὐτὰρ ὁ χωόμενος κακοεργέα λίσσετο φῶτα, δυσσεβέος μαγίης ὑποθήμονα, Κυπριανόν γε, καί οἱ ὑποσχόμενος δοιὰ χρυσοῖο τάλαντα λαμπροῦ τ’ ἀργυρίοιο, ὅπως πείσειεν ἀνάγκῃ | |
20 | παρθένον οὐκ ἐθέλουσαν ἐπινεῦσαι φιλότητι, οὐ δεδαὼς Χριστοῦ κρατερὸν μένος ἀκαμάτοιο. οἰκτείρας δὲ μάγος δυερὸν βροτόν, ἐξ ἐπαοιδῆς κίκλησκεν χαλεπὸν κακοεργέα δαίμονα ῥίμφα. ἀπτερέως δ’ ἐλθών, „τί μ’“, ἔφη, „καλέεις; ἀγόρευε.“ | |
25 | ὃς δ’ ἔφατ’· „αἰνῶς μοι κούρης γε μιῆς Γαλιλαίης ἦτορ ἔρως ἐδάμασσε· σὺ δ’ ἔννεπε, εἴτε μιν αὐτὸς λέκτροισιν δόμεναι κρατέεις· αἰνῶς ποθέω γάρ.“ νήφρων δ’ ἀντίπαλος δώσειν κατένευσεν ἄελπτα. Κυπριανὸς δ’ αὖτίς γε παλαμναῖον προσέειπεν· | 26 |
30 | „ἔννεπέ μοι τεὰ ἔργα, ὅπως φρεσὶ θάρρος ἔχοιμι.“ ὃς δ’ ἔφατ’· „ἀγγελικῶν στιφέων πάρος ἦα φέριστος, ἀλλά γ’ ἐμῷ γενετῆρι πεπιθμένος ἔλλιπ’ ἄνακτα ἑπταπόλου σφαίρης τὸν ὑπέρτατον. ὅσσα δ’ ἔρεξα, εἰδήσεις· ἐρέω δέ. πόλου καθαροῖο θέμεθλα | |
35 | αὐτὸς ἐμῇ κακίῃ γε διάνδιχα θῆκα ταράξας καὶ στίφος οὐρανίων ναετῶν ἐς γαῖαν ἔριψα. μητέρα δ’ αὖ μερόπων πάλιν ἤπαφον Εὖαν ἀνάγκῃ, νοσφισάμην δ’ Ἄδαμον πολυγηθέος ἐκ παραδείσου. | |
καὶ Καΐνου παλάμην γνωτοκτόνον αὐτὸς ἔτευξα. | 27 | |
40 | αἵματι γαῖαν ἔδευσα· ἀκανθώδη δ’ ἀναθάλλει καρπὸν ἀεικέλιον μερόπων γένει εἵνεκ’ ἐμεῖο. ἐχθρὰ θεῷ συνάγειρα θεήματα· καὶ κλοπίας δὲ εὐνὰς ἐγὼν ἐτέλεσσα. σεβίζεσθαι δ’ ἀμενηνὰ εἴδωλα βρότεον νόον ἤπαφον, ἠδὲ θυηλὰς | |
45 | ἀνθρώπους ῥέζειν βλοσυρῷ κατεμήνυσα ταύρῳ. αὐτὸς καὶ κρατέοντα θεοῦ λόγον, υἱὸν ἄναρχον, ἐν σκόλοπι τανύσαι μαλερῶς Ἐβέρους ὀρόθυνα. ἄστεα συγκλόνεον καὶ τείχεα κάββαλον αἰπά, πολλοὺς δ’ ἐξ ἔριδος θαλάμους ἐδόνησα χορεύσας. | |
1(50) | ἀλλά γε δὴ τάδε πάντα κακὰ καὶ ἀπείρονα τεύξας, πῶς τῆσδ’ ἠιθέου μεγαλόφρονος οὐδὲ τυχήσω;“ Κυπριανὸς δ’ ἔνεπεν κακοτερπέι δαίμονι λυγρῷ· „τῆνδε λαβὼν βοτάνην κύκλῳ θάλαμον κατάδευσον | |
κούρης αἰδεσίμου, ἀτὰρ ὕστατος ἵξομαι αὐτὸς | 28 | |
55 | καὶ νόον ἐνθήσω κραδίῃ πατρώιον αὐτῇ. ἡ δέ σοι ἐλδομένῳ μάλα πείσεται ἔν περ ὀνείρῳ.“ παρθένος ἠίθεος δὲ τότ’, εἶδος ἔχους’ ἐπὶ γαίης, ὥρῃ νυκτελίῃ τριτάτῃ μέλπεν θεὸν ἠύν. ἀλλ’ ὅτε δὴ πραπίδων μέσσον πελεμίζετο κούρη, | |
60 | ἐν φρεσὶ δ’ ᾗσι νόησεν ἀτασθαλίην κακοεργοῦ, ἡμιτόμους πρησθεῖσα νεφροὺς πυρί, θᾶσσον ἄνακτα ἔγνω, τὸν ποθέεσκεν· ἀτὰρ σημήνατο χειρὶ σταυρῷ πᾶν δέμας αἶψα, γεγωνήσασα δ’ ἔειπε· „πάντων δεσπόζων, θεὲ κύδιμε, παιδὸς ἀχράντου | |
65 | Ἰησοῦ Χριστοῦ γενέτα, ὃς ταρταρόεντα αἰνοπέλωρον ὄφιν ζοφεραῖς ἐπέδησας ἐν αὐλαῖς, οὓς δὲ πέδαις ζώγρησεν, ὅλους, κύδιστ’, ἐσάωσας· | |
ὃς πόλον ἀστερόεντα τανυσσάμενος σέο χειρί, γῆν δὲ μέσον χάεος νοτίοις νώτοισιν ἐρείσας· | 29 | |
70 | ὁ φλογερὰς δαΐδας πώλοις Τιτῆνος ὀπάσσας, μήνην ἀργεννὴν δὲ βοόζυγα νυκτὶ τελέσσας· ὁ βροτὸν ἄνδρα τεῇ μορφῇ τεύξας πανόμοιον, ὃν παραδεισιάδος θαλίης κορέσασθαι ἄνωγας, θηρὸς δ’ αἰνοτάτου ὄφεως ὑποθημοσύνῃσιν | |
75 | εὐδένδροιο πέδοιο λιασθέντα πάλιν αὐτὸς διζόμενος ἐσάωσας, ἄναξ, ἐλεήμονι θυμῷ, κείνου δὲ σκόλοπι πληγὴν τεῷ ἐξακέσαο, Χριστοῦ ἐπωνυμίῃ πάντ’ ἄλγεα τοῦδε καθήρας— τοῦδε γὰρ εἵνεκα πᾶσα φαείνεται ἀνδροφόρος γῆ, | |
80 | οὐρανὸς ἐκτετάνυσται, ἀτὰρ χθὼν ἠρήρεισται, ὕδατα δὲ προχέονται, ὅλη δέ σε μοῦνον ἄνακτα βαλβὶς παντομέδοντα ἐπίσταται—· ἐλθέ, σάωσον | |
σῇ κρατερῇ βουλῇ δμωὴν σέο, μὴ δέ με δεινὸς μῶμος νικήσῃ· σεῦ γὰρ χάριν, ἀφθιτοεργέ, | 30 | |
85 | ἠνεκέως μενέμεν ἐθέλω μάλα παρθένος ἁγνή. κηρόθι γάρ σε, φέριστε, λίην ἀγάπαζον, Ἰησοῦ, δέσποτά μευ πολύαινε· σὺ γὰρ πυρσὸν φλεγέθοντα σεῖο ποθῆς πύρσευσας, ἐμῷ δ’ ἐνεθήκαο θυμῷ. τὼ νῦν μή ποτε σὴν δμωὴν δαμάσῃς ὑπὸ χεῖρα | |
90 | ἀντιβίου, στυγεροῖο, ἀθεσμίου, ἀντιθέοιο, μηδὲ παρ’ ἐξ ἐλθεῖν με, μάκαρ, σέο θέσφατ’ ἐάσῃς, ἀλλ’ ἀπάλαλκ’ ἀλίτην συνθήμονα, αἰνοσοφιστήν.“ ὣς ἡ μὲν τὰ ἕκαστα πιφαυσκομένη, ἑὸν αἶψα σῶμα θεοῦ σφρηγῖδι κορυσσαμένη, βδελυρωπὸν | |
95 | αὐτίκα δαίμονα σεῦεν ἐπωνυμίῃ Χριστοῖο· καὶ τὸν μὲν προέηκεν ἀτίμητον μάλα πάγχυ. ὃς δὲ σὺν αἴσχεϊ πολλῷ ἔβη κατ’ ἐνῶπα μάγοιο. δαίμονα Κυπριανὸς δ’ εἰρώτεε· „ποῖ πέλει αὕτη, ἥν σοι ἐγὼ κελόμην δεῦρ’ ἀξέμεν ὅττι τάχιστα;“ | |
1(100) | ἔννεπε δ’ ἀντίπαλος· „σάφα πάντα [σὺ] μή[τι] μετάλλα· ἦ γὰρ ἐγὼ φοβερὸν περιδείδια σῆμα νοήσας.“ μειδήσας δὲ μάγος, χαλεποῖς ἔργοισι πεποιθώς, κίκλησκεν πάλιν ἄλλον ἀταρτηρὸν Βελίαρον. Κυπριανῷ δ’ ἀγόρευε· „μάθον καὶ σεῖο ἀνωγὴν | 31 |
105 | καὶ τοῦδ’ αὖ κακότητα· ὅθεν γενέτης μ’ ἀνέπεμπε σῶν ἀχέων ἐπαρωγόν.“ ὁ δ’ αἶψα μάγος κεχαρηὼς ἔννεπε· „τῆ τόδε, δαῖμον· ὅλον δῶ παρθένου ἁγνῆς φαρμάκῳ ἐγκατάδευσον. ἐγὼ δ’ ὄπιθεν σέο βαίνω· πείσειν δ’ αἶψ’ ὀίω μιν.“ ὁ δ’ ᾤχετο. σεπτοτάτη δὲ | |
110 | παρθένος αἰδοίη νυκτὸς κατὰ μέσσον ἄνακτι εὐχωλὴν ἀνέπεμπε, τάδ’ ἐκ στομάτων προϊεῖσα· | |
„μεσσατίην κατὰ νύκτα ἐμῶν λεχέων ἀνόρουσα ἐξερέειν, κύδιστε, ἁμαρτάδας, ἅς περ ἔτευξα, εὐδικίης κατ’ ἐνῶπα τεῆς, κρίσεως δέ τ’ ἀληθοῦς. | 32 | |
115 | ὦ κρατέων γενετῶν, ἐλεητύος ἄφθονε δωτήρ, αἰθερίων νομοδῶτα καὶ οὐρανίων ἐπίκουρε, ὃν γαίη τρομέει· καὶ ἀντιθέου ὀλοοῖο ὃς μένος αἰσχίστως ὀλέσας, γενέτου Ἀβραὰμ δὲ δεξάμενος θυσίην ὡσεὶ μεγάλην ἑκατόμβην· | |
120 | ὃς Βῆλον κατέριψας ἐπί τε δράκοντα κατέκτας καὶ διὰ σοῦ θεράποντος ἐυσεβέος Δανιήλου Περσῶν ἔθνεα πάντα τεὴν θεότητα δίδαξας· ὃς διὰ τηλυγέτου Χριστοῦ, σέο παιδός, ἅπαντα εὖ διακοσμήσας καὶ ἐν χθονὶ φέγγος ἀνάψας· | |
125 | ὃς νέκυας μετὰ πότμον ὑπότροπον ἐς φάος ἦξας· | |
λίσσομ’, ἄναξ, σέο, μή με κακοῖς ἐπιβήμεν’ ἐάσῃς, ἀλλά γ’ ἐμεῖο φύλαξον, ἄναξ, δέμας αἰὲν ἀπῆμον δᾷδά τε παρθενίης γε παράσχεό μοι ζείουσαν, ὄφρα σὺν ἡμετέρῳ μνηστῷ νυμφῶνα κατείδω, | 33 | |
130 | Χριστῷ, συνθεσίας δ’ ἀποτίσομαι, ἅς περ ὑπέστην· αὐτοῦ γὰρ κράτος ἐστὶ γέρας θ’ ἅμα κύδεϊ. ἀμήν.“ ὣς ἡ μὲν τὰ ἕκαστα λιτάζετο, αὐτὰρ ὁ δαίμων εἵνεκ’ ἀγηνορίης σὺν αἴσχεϊ φεῦγε κατηφής. ἐλθὼν δ’ ἄντα μάγοιο παρίστατο, Κυπριανὸς δὲ | |
135 | εἴρετο· „ἔννεπε, δαῖμον, ὅποι πέλει, ἣν κελόμην σε ἄξειν παρθενικήν.“ ὁ δ’ ἀμείβετο· „ἦ μάλα δή με νίκησε κρατερῶς σημήιον, ὅττι δέδορκα, φρικτὸν ἅδην πάντεσσιν, ὑπέρβιον, οὐχ ὑποεικτόν.“ | |
αὐτὰρ ὁ Κυπριανὸς κάλεσε κρατερώτερον ἄλλον, | 34 | |
140 | ὃς πάντων ἤνασσε καὶ ἦν γενέτης μελανώπων. τῷ δ’ ἔφατ’· „οὐτιδανὸς σὺ πέλων ὑπόειξας, ἀφαυρέ;“ ὃς δέ γε θαρσαλέως ἀπαμείβετο· „ἄρτι κομίζω κείνην παρθενικήν σοι, ἑτοιμότατος δὲ μάλ’ ἔσσο.“ Κυπριανὸς δ’ ἀπάμειπτο· „ἐμοὶ σημήιον εἰπέ, | |
145 | ὅττι τελεσσάμενος νίκης ἔντοσθε γένηαι.“ ὃς δ’ ἔφατο· „πρῶτον κλονέω μέλεα πυρετοῖσιν· αὐτὰρ ἐπεὶ μετὰ ἕκτον ἐγὼν ἦμαρ πάλι κείνην θάμβησα, κατὰ νύκτα ἑτοιμοτάτην σοι ἀγεινῶ.“ καί ῥ’ ἐλθὼν ἀσύφηλος, ἐπιστὰς παρθένῳ ἁγνῇ | |
1(150) | παρθενικῆς ἑτέρης εἶδος καὶ εἵμαθ’ ὁμοῖος, ἐν λεχέεσσι καθῆστο, δόλῳ δ’ ἀνενείκατο μῦθον· „ἦλθον ἐγώ, μετὰ σεῖο ἀπ’ αὐτῆς τῆσδέ κεν ἠοῦς παρθενίῃ ἐρατῇ ἐπιτερπομένη, ἐπεὶ ἦ με | |
Χριστὸς ἄναξ προΐηλεν, ὅπως κέ με ὧδε τελέσσῃ. | 35 | |
155 | ἀλλά, φίλη, τόδε λέξον ἐμοί· πόσον ἐστὶν ἔπαθλον παρθενίης ἐρατῆς καὶ μισθὸς ὅσος τετάνυσται— καὶ γὰρ δή ς’ ὁρόω ἀλιβάντεσιν εἴκελον ὧδε— αὐσταλέης βιοτῆς καὶ ἀνικμοτάτοιο τραπέζης;“ παρθένος αἰδοίη δ’ ἀπαμείβετο· „οὐτιδανὸν μὲν | |
160 | ἀθλοθέτημα πέλει, μείζων δέ τε μισθὸς ὀπηδεῖ.“ αὐτὸς δ’ αἰσυλόμητις ἔφη· „οὐ παρθένος ἦεν ἐν παραδεισιάδος δαπέδῳ Εὔη σὺν Ἀδάμῳ; ἀλλ’ ἐπεὶ ὑστατίοισι χρόνοις μίχθη λεχέεσσι πρωτογόνου Ἀδάμου, παίδων μήτηρ ἀνεδείχθη. | |
165 | ἔνθεν σπέρμηνεν γενεὴν πάντων μεροπήων, ἐσθλὰ δὲ πάντ’ ἔμαθεν.“ τότε δὴ τότ’ ἔμελλεν Ἰούστα δαίμονι πειθομένη θυρέων ἔκτοσθε γενέσθαι· γηθήσας δ’ ὁ ἄλαστος ἔβη παιδὸς πάρος ἔξω. ἡ δ’ ὡς οὖν ἐνόησε δόλον ὀλοόφρονος ἐχθροῦ, | |
170 | ἂψ ἐπὶ εὐχωλὴν νόον ἔτραπεν, ὃν δέμας αἶψα | |
σταυρῷ σημήνασα· ἀπὸ στομάτων δέ τ’ ἀήτην πέμψας’, ἐλέγχιστον βαρυδαίμονα ὦσεν ἀπ’ οἴκου. τυτθὸν δ’ ἀμπνεύσασα ἀπὸ κλόνου, ὧδ’ ἀγόρευεν· „ἀθανάτῳ χάριν οἶδα, πυρόεσσα δὲ νοῦσος ἀπέσβη.“ | 36 | |
175 | εὐχομένη δ’ ἔφατο· „Χριστέ, κρατέων γέρα σεῖο, σῶμ’ ἐμὸν ἐκπερόνησον—ὑποτρόμεόν σε, φέριστε— καὶ πάλι σῇ μ’ ἐλέαιρε θεμιστύϊ· δὸς δέ τε κῦδος οὔνομα σὸν φορέειν.“ κατηφιόων δὲ μάλ’ ἦλθεν ἀντίθεος κατ’ ἐνῶπα μάγου, τετιημένος αἰνῶς. | |
180 | τὸν δέ τε Κυπριανὸς τότ’ ὀνειδείοις βάλε μύθοις· „μὴ ἄρα καὶ σὺ νέης ἑλικώπιδος ἔτρεσας ὄμμα; ἀλλά γε λέξον ἰδὼν κούρης σθένος οἷον ἔνεστιν.“ ἔννεπε δ’ ἀντίβιος· „μή μ’ εἴρεο μηδὲ μετάλλα· | |
οὐ δύναμ’ ἐξερέειν σημήιον οἷον ἐσεῖδον· | 37 | |
185 | δείλαιος τρομέων δ’ ἀναχασσάμενος φύγον αἶψα. εἰ δὲ μαθεῖν ἐθέλεις, αὐτὸς μέγαν ὅρκον ὄμοσσον.“ Κυπριανὸς δ’ ἀπάμειπτο καὶ εἴρετο· „ποῖον ὀμόσσω ὅρκον;“ ὁ δ’ αὖτ’ ἀπάμειπτο· „ἐμῶν μενέων κατὰ πάντων, ὧν περ ἔχω κρατέω τε.“ ὁ δ’ ὡς κλύεν, εὐθὺς ὄμοσσε, | |
190 | μή ποτε δὴ προλιπεῖν τὸν ἀγήνορα. καὶ τότ’ ἔειπε θαρσήεις· „Χριστοῖο τανυσθέντος σκολοπῆι σφρηγῖδα παπτήνας τρομέων φύγον.“ ὃς δὲ προσηύδα· „εἴπ’ ἄγε μοι· κρείσσων γὰρ ὑπάρχει σεῖο μάλ’ αὐτός;“ ἔννεπε δ’ ἀντίπαλος· „κλῦέ μευ, καὶ ἀληθέα λέξω· | |
195 | ὅσσα γὰρ ἐνθάδε ἄμμες ἀλιτροσύνης ὑπὸ λυγρῆς ῥέξωμεν, μέροπάς τε βροτοὺς ἀπάτῃσι διδόντες, ἔστ’ ἐπιεικτὸν ἅπασιν. ἀτὰρ βιοτὴν ἐς ἐκείνην | |
γναμπτὸν χαλκοτυπὲς πέλει ὄργανον, αὐτὸ πυρωθὲν κεῖται ἐνὶ μέσσοισιν· ἀτὰρ σχεδὸν ἤν τις ἁμάρτοι | 38 | |
1(200) | ἄγγελος ἠὲ βροτός, σὺν ταὐτῷ ἀγγελιῶται Χριστοῦ σταυροπαγοῦς ἐπὶ βήματος ὦκα φέρουσι ...“ Κυπριανὸς δ’ ἀγόρευσεν· „ἄγ’, ἔκθορε· ἐς φιλίην γὰρ ἔρχομαι ἀπτερέως, καί μοι τάχος ἅνδαν’. ἐγὼ δὲ σταυροχαρῆ πόθεον, μή πως τλαίην τὰ ὁμοῖα.“ | |
205 | εἰδεχθὴς δ’ ἀπάμειπτο· „ὀμοσσάμενος μέγαν ὅρκον παρβασίης ἀλέγεις;“ ὁ δ’ ἀνείρετο· „ἔννεπ’, ἀλάστορ, ὅρκια ποῖά σοι ὠμοσάμην νῦν αὐτός.“ ὁ δ’ εἶπεν· „ἐς κρατερὰς τὰς ἐμὰς δυνάμεις.“ ἀπάμειπτο μάγος δέ· „οὔτε σὲ οὔτε τεὰ περιδείδια, ἔχθιτε, ἔργα· | |
210 | νυκτὶ γὰρ ἀτρεκίην τῇδ’ ἔμμαθον ἐκ σέο πᾶσαν εἵνεκα παρθενικῆς ἀράων ἁγνῶν τε λιτάων καὶ σταυροῦ σφεδανοῖο· σὺ γὰρ μάλα ἐσσὶ ἄναλκις. τὼ νῦν ἐν ῥεθέεσσιν ἐμοῖς σφρηγῖδα κραταιὴν | |
θήσω ἐγώ, τήν πέρ τε μέγα κρείουσαν ἔειπες· | 39 | |
215 | σὴν φιλίην δ’ ἀθερίζω, ἀπειπάμενος σέο βουλάς.“ ὃς δ’ ὡς οὖν τάδ’ ἔειπε, γέρας Χριστῷ πόρεν εὐθύ, δαίμονα δ’ αἰνὸν ἔλασεν, „ἀπέρχεο τηλόθι“, λέξας· „δίζημαι γὰρ Χριστόν.“ ὁ δ’ αἴσχιστος κίεν αἶψα. Κυπριανὸς δὲ λαβὼν βίβλους μαγικὰς κατέθηκεν | |
220 | ὤμοισι στιβαροῖσι νέων ἀγέμεν ποτὶ οἶκον ἀχράντοιο θεοῦ, καὶ δ’ αὐτὸς ἐφέσπετο ταῖσδε. πὰρ ποσὶ δὲ προπάροιθε πεσὼν θείου ἱερῆος, Ἀνθίμου, ἀντιόων τάδε οἱ φάτο· „ἀθανάτοιο οὐρανίου θεράπων στρατιῇ Χριστοῦ προβέβουλα | |
225 | βύβλῳ [τ’] ἐγκαταλέξαι ἐμὸν κέαρ.“ ὃς δὲ χολωθεὶς ἔννεπέν οἱ· „κακότητα τεὴν ἀπέρυξον ὀπίσσω· οὐ σοίγ’ ἄρκιόν ἐστιν, ἀφ’ ἡμέων ἔκτοθ’ ἐόντα ἕρδειν, οἷα βέβουλας; ἀνακτορίων δέ τ’ ἀλεύου· καὶ γὰρ παντομέδοντος ἀήττητος πέλει ἰσχύς.“ | |
230 | Κυπριανὸς δ’ ἀπάμειπτο· „κἀγὼ φρεσὶν ᾗσιν ἀνέγνων, ὡς Χριστοῦ δύναμις κρατερὴ πέλει ἠδὲ μεγίστη· τῇδε γὰρ ἐν νυκτὶ κούρῃ σεπτῇ κατέπεμψα δαίμονας ἀντιθέους, ὅππως ἀπάτης ἐνὶ δεσμοῖς θηρήσωσι νόον κρατερόφρονος ἠιθέοιο. | 40 |
235 | ἡ δέ, μαθοῦσα νόῳ, εὐχῇ σφρηγῖδί τε Χριστοῦ νίκησε κρατερῶς. νῦν δ’ ἄνσχεο καί μ’ ἐλέησον· αἰδόμενος δ’ ἱκέτην σέο, δέχνυσο, φέρτατε φωτῶν, βίβλους, ἔνθεν ἐγὼ κακὰ μυρία τεῦχον ἀλιτρός, καὶ πυρὶ τάσδ’ ἀμάθυνον, ἐμὴν ψυχὴν ἐλεαίρων.“ | |
240 | πεισθεὶς δ’ ἀρητὴρ βίβλους λάβε, φλέξε δὲ πάσας, κεῖνον δ’ εὐλογέων ἀγανοῖς μύθοις ἀπέπεμπε, πυκνὰ παραιφάμενος σηκοῖς θεοῦ ἐγκαταδύνειν. Κυπριανὸς δ’, ἄψορρος ἰὼν ἑὸν ἐς δόμον αὖτις, ῥέξασκ’ εὖτε κόνιν μορφὰς βρετέων ἀμενηνῶν, | |
245 | πᾶσαν δὲ ζοφερὴν νύκτα πεπλήγετο σῶμα | |
καὶ φάτο· „πῶς δ’ ἂν ἐγὼ Χριστοῦ βλεφάροισι φανείην, τόσσα κακὰ ῥέξας; πῶς δ’ ἂν θεὸν εὐλογέοιμι ἡμετέροις στομάτεσσι, δι’ ὧν ἑτέρους ἀθέριξα, δαίμονας οὐλομένους ἐν ἐμοῖς καλέων στομάτεσσι;“ | 41 | |
1(250) | καὶ τέφρην σκεδάσας, κατάγειν θεοῦ ᾔτεεν οἶκτον σιγαλέως κατὰ γαῖαν, ἐπεὶ τρόμεεν μέγ’ ἀῦσαι. ἀλλ’ ὅτε δὴ ῥοδόπηχυς ἐπήλυθεν ἀργέτις Ἠὼς σαββατικῆς μεγάλης, τότε δὴ πέλε πᾶσι θαλείη. ὡς δὲ καὶ αὐτὸς ἔβαινε θεοῦ μεγάλοιο νέηλυς | |
255 | σεπτὴν εἰς ἄγυριν, πωλεύμενος ηὔχετο τοῖα· „δέσποτα, εἰ θεράπων τεὸς ἄξιος ἔμμεν’ ὀΐω, δός με τεοῖς μεγάροισιν ἰόντα γε μῦθον ἀκοῦσαι ἐκ γραφικῶν βίβλων εἰς κληδόνα εὖ μάλα ἐσθλήν.“ ὃς δ’ ὡς οὖν ἐπὶ βηλὸν ἔβη νεώ, ἔννεπε Δαυίδ, | |
260 | δῖος Ἰεσσιάδης· „ὅρα, κύδιμε, μὴ δὲ μεθήσῃς, | |
ὦ κρατέων, μηδ’ αὖ με λαθὼν τηλοῦ σέο τεύξῃς.“ αὖτις δὲ προφάτωρ Ὠσηὲ μέγας τάδ’ ἔειπεν ἔνθους· „εἰ δ’ ἄγε μὴ πάις ἔσσεται.“ αὐτὰρ ὁ αὖτις Δαυίδης ἀγόρευε· „προέστιχον ὄμματ’ ἐμεῖο | 42 | |
265 | ὄρθρον, φωτοφαῆ νυκτὸς ζοφερῆς ἐλατῆρα, ὄφρα γε θειοτέροις σέο ῥήμασιν ἕσπομαι αἰέν.“ Ἠσαΐας δ’ ἑτέρωθι· „φόβος σέο μή ποτ’ ἀπαυρῇ θυμόν, τέκνον ἐμεῖο καί, ὃν φιλέω, Ἰάκωβε, ὃν πάντων κατέλεξα περικτιόνων πρόμον ἄλλων.“ | |
270 | Παῦλος δ’ ὧδ’ ἀγόρευε θεηγόρος· „αὐτὸς ἀνάσσων ἡμέας ἐπρίατο Χριστὸς δυσπεμφέλου ἀρῆς ἐκ προτέρης θέμιδος.“ πάλι δ’ ἔννεπεν ὧδ’ ὑποφήτης Δαυὶδ ἀριστολύρης· „τίς δ’ ἂν δεοῦ ἐξερεείνοι ἀθανάτου δύναμιν καὶ οὔασι πᾶσιν ἐνίσποι | |
275 | ὕμνους παντομέδοντος;“ ἔπειτα δέ τ’ εὖχος ἄνακτος θειοτέρων ἐπέων· μετέπειτα δὲ ἀρητῆρος παρφασίη· ἀτὰρ αὖτε κατηχήεις λόγος ἀνδρῶν· „ἔξιτε ἐκ νηοῖο θεοῦ, βροτοὶ ἡμιτέλεστοι.“ Κυπριανὸς δ’ ἀγανὸς θώκοις ἔτι ἧστο σιωπῇ. | 43 |
280 | Ἀστέριος δέ τις ἦε διάκτορος, ὃς φάτο τῷδε· „ἔξιθι κοιρανίων μεγάρων.“ τὸν δ’ ἂψ ἀπάμειπτο· „σταυροπαγοῦς Χριστοῦ θεράπων πέλω, ἔκτοθι δ’ αὖ με σεύεις;“ τῷ δ’ ἐνένιπε διάκτορος· „ἀλλ’ ἔτι σύγε οὐ πλήρης τελέθεις δοῦλος κρατεροῖο θεοῖο.“ | |
285 | αὐτὸς δ’ αὖτις ἔειπε· „θεὸς ζωὸς πέλει αἰέν, ὅστις ἐλεγχίστους κακοδαίμονας οἶος ἔδειξε, σῶσε δὲ παρθενικήν, καὶ ἐμὴν κραδίην ἐλεήρας. ἔκτοθι τῶνδε δόμων οὔ μοι θέμις ἐστὶν ἱκέσθαι, εἰ μὴ πίστεως ἐντὸς ἐγὼ Χριστοῖο γενοίμην.“ | |
290 | ταῦτα μαθὼν δὲ θεοῦ ζάκορος τάχος ἦλθ’ ἱερῆι ἀγγέλλων. ὁ δ’ ἔπειτα καλέσσατο· ὡς δ’ ἐπεῴκει, Κυπριανῷ πολέας καὶ ἀταρτηροὺς φάτο μύθους, εἰρωτῶν ὅς’ ἔοργεν. ἀτὰρ τόσον εὐξάμενός γε | |
ἔργα θεοῖο δόνησεν, ὅσα περὶ κόσμον ἔτευξε. | 44 | |
295 | καὶ τότε δὴ θείοισι λοετροῖς ἁγνὸν ἔτευξεν. ἠοῖ δ’ ὀγδοάτῃ γέντ’ αἰπυβόης πολυσέπτων βίβλων Χριστοφάτων. ἀτὰρ εἰκάδι πεμπταίῃ τε μείων τυτθότερός τε διακτορίῃ τετέλεστο καὶ θυρεῶνας ἔχεν σεπτῆς ἅμα μυστιπολείης. | |
1(300) | ἤματα πεντήκοντα δ’ ὅτ’ ἤλυθεν, ἄξιος αἶψα γέντο διακτορίης. αὐτὰρ κρατερῶς ἐδάμαζεν ἀντιθέων γε φάλαγγας ἀναιδήτων, ἀπαλάμνων, καὶ νούσους στυγερὰς μελέων ἀποήλαεν ἀνδρῶν· ἤδη καὶ πολέας Χριστοῦ ἐς πώεον ἦγεν, | |
305 | εἰδώλων κακόπιστον ἀναινομένους ἀλάωσιν. ἀλλ’ ὅτε δὴ λυκάβας τέλος ἔλλαβεν, ἔλλαχε θῶκον ἀρητῆρος ἴσον. δέκα δ’ ἓξ ἑξῆς ἐνιαυτοὺς | |
μίμνασκεν διέπων κλισμὸν τότε δημογέροντος. καὶ τότε δὴ μακαριστὸς ἐπίσκοπος Ἄνθιμος ἠὺς | 45 | |
310 | ἱρῆας κίκλησκε περικτίονας ἅμα πάντας· λέξας δ’ ὅσς’ ἀγορῇ Χριστοῦ πέλεν αἴσιμα πάντα, εἰσέτι κόσμον ὁρῶν κλισίην πόρε Κυπριανῷ γε. αὐτὰρ δὴ μετὰ βαιὸν ἐς οὐρανὸν Ἄνθιμος ἐλθών, ποίμνην, ἧς πρόμος ἦεν, ἀγαυῷ πάρθετο φωτί. | |
315 | αὐτὰρ ὁ Κυπριανός, διέπων θεοῦ ἀγλαὸν οἶκον, παρθενικὴν ὑπέδεκτο, διακτορίηφι γερήρας· οὐ δ’ ἔτι μιν καλέεσκεν Ἰούσταν, ἀλλ’ ὀνόμηνεν Ἰουστίναν ἄμωμον· ὅλων δέ τε μητέρα θῆκε κουράων ἀταλῶν, Χριστοῦ μεγάλου θεραπαινῶν. | |
320 | πολλοὺς δ’ ἐκσώσας δυσπειθέας, αἰσυλοθρήσκους, παρφάμενος Χριστὸν ποθέειν, μογέων ἐκόμιζεν | |
εἰς ἀγέλην μεδέοντος, ὃς αἰὲν ἔχει γέρας. ἀμήν. | 46 | |
2 | „Ὅσσοις δὴ Χριστοῦ πολυυμνήτοιο μέμηλε πίστις μυστιπόλος, θαλεροῖς ἐμέθεν δακρύοισι λεύσσατε, ὄφρα μάθητε, πόθεν τόσον ἐστί μοι ἄλγος— καὶ σάφα οἶδ’, ὅτι ἴστε· ἀληθέα μυθέομαι γάρ—· | |
5 | ἠδ’ ὅσσοι τέρπεσθε ἀεικέσιν εἰδώλοισι, πεύθεσθ’· ἐξενέπω γὰρ ἐγὼν ἀπατήλια τῶνδε. οὐδὲ γὰρ οὐδ’ ἕτερός τις ἐν ἀνθρώποισιν ἐμεῖο ἔπλετο δύσθρησκος καὶ δαίμοσιν ὠμάρτησεν οὐδέ τε μαψιδίων εἰδώλων ἔσκεν ὀπηδός, | |
10 | οὔθ’ ὅ πέρ εἰσι μαθεῖν οὔτ’ αὖ μένος ἐστὶν ἐκείνοις. — οὗτος ἐκεῖνος ἔφυν Κυπριανός, τόν ποτε κοῦρον | |
ἡμέτεροι τοκέες δῶρον δόσαν Ἀπόλλωνι. εἰσέτι νηπίαχος δέ τ’ ἐὼν μάθον ὄργια θηρὸς νηδυπόροιο δράκοντος. ἔτος δ’ ἐπὶ ἕβδομον ἐλθὼν | 47 | |
15 | Μιθραίῳ Φαέθοντι πάλιν μετέπειτα τελέσθην· ᾤκεον εὐγενέων δέ τ’ Ἀθηναίων πόλιν αἰπήν. καὶ ναέτης γενόμην δέ, ἐπεὶ τόδε ἥνδαν’ ἐμεῖο πατράσιν, οἵ μ’ ἔτεκον. δεκάτῳ δ’ ἐπιβὰς λυκάβαντι Δηοῖ δᾷδας ἀνῆψα, Κόρης δ’ ἀργεννὸν ὑπέστην | |
20 | πένθος. Ἀθηναίης δ’, ἥτις πόλιν ἐστὶν ἐς ἄκρην, ῥέξα δρακοντείους τελετάς. ζάκορος δὲ τελεσθεὶς ἦλθον ἐς Οὐλύμποιο νάπος, τό γε δὴ καλέουσιν ἀγνῶτες μακάρων ἀμενηνῶν εἶναι ἔδεθλον. ἔνθα τινῶν ἐπέων ἦχον καὶ δοῦπον ἄκουον. | |
25 | λεῦσα πόας πρέμνους τε, ὅσον θαμβῆσαι ὀπωπήν, ἅς περ ἐπισκόπεόν γε μάτην κακοδαίμονες αἰνοί. ἔνθ’ ὥρας κάτιδον καὶ ἀμειβομένους δέ τ’ ἀήτας, αὕτως δ’ ἤματα πολλά, τά πέρ τινες ἔνδον ἀνιγροὶ | |
φαντασίῃ τεύχουσιν ἀπηνέες ἀντιπάλαμνοι. | 48 | |
30 | καὶ χορὸν εἰσιδόμην μέγ’ ἀναιδέα μελπομένων γε, ἄλλους δ’ αὖτ’ ἐς ὅμιλον Ἀρήια ἔργα τελεῦντας. ἄλλων δ’ αὖτε λόχους καὶ κέρτομα ἤθεα εἶδον ἠδέ τ’ ἀτυζομένους. ἔνθ’ ἔδρακον, ὅσσα θεάων καὶ μακάρων στίφη· αὐτοῦ γὰρ ἔμιμνον ἔγωγε | |
35 | ἤματα τεσσαράκοντα καὶ ἄλλ’ ἐπὶ τοῖσι δέ τ’ ὀκτώ. ἔνθεν δὴ στέλλονται ἅτ’ ἐκ κρατερῶν βασιλείων πνεύματα ἠερόφοιτα ποτὶ χθόνα, ἔθνεα πάντα ῥέζειν ὅσς’ ἐθέλουσιν ἀεικέα, οἷα κάκιστα. ἦν δέ μοι ἐκ δένδρων θαλερῶν δαὶς ἀκροπέτηλος | |
40 | δυομένου Φαέθοντος. ἐπὶ πέμπτον δέκατόν τε ἐλθὼν εἰς ἔτος, αὐτὸς ὅλων πνοιῶν τε θεῶν τε ἦα διδασκόμενός γε παρ’ ἀνδρῶν ἱεροφαντῶν | |
ἑπτά, καὶ ἔργματα δ’, ὅσσα ἀθέσμοις δαίμοσίν εἰσι. καὶ γὰρ ἐμοὶ γλίχοντο γονεῖς, ὅππως κε μάθοιμι, | 49 | |
45 | ὅσσα περ ἐν γαίῃ τε καὶ ἠέρι ἐστὶ καὶ ἅλμῃ, οὐ μόνον ὅσσα πέλουσι κατὰ φθορὰν ἀνθρώποισιν, ἀλλ’ ὅσα καὶ θαλερῆς ποίης πέλει εὐπρέμνου τε φυταλίης, ὅσα τ’ ἀνδρὸς ἀκιδνότερον περὶ σῶμα εἰλεῖται καὶ ὅσσα κακόφρων ἀντιπάλαμνος | |
2(50) | εὗρεν, ὁ τῆσδε γύης ἀρχός, ὄφις αἰολόμητις, εἰς ἔριν ἀθανάτου βουλὴν μεδέοντος ἀτίζων. — ἔνθεν ἐς ἱππόβοτον θαλερὸν γενόμην κατὰ Ἄργος· ἦν δὲ Τιθωνιάδος ἔροτις λευχείμονος Ἠοῦς. μύστης δ’ αὖ γενόμην, καὶ αὐτόθι ἠέρος ἅμμα | |
55 | ἠδὲ πολυπτύχοιο πόλου καὶ εἶδον ἄημα, συγγενίην δ’ ὑδάτων καὶ εὐφόρβοιο ἀρούρης ἠδ’ αὖτις δροσερῶν ναμάτων εἰς ἠέρα δῖαν. — | |
Ἤλιδος ἄχρι δ’ ἔβην· καὶ Ταυροπόλου Κελαδεινῆς ἐν Σπάρτῃ ἔσιδον βρέτας ὄβριμον, ὄφρα δαείην | 50 | |
60 | ὑλομενῆ, πολύμορφον ἄγαν φύσιν ἠδὲ μεταλλὰξ ψήφους τε γραφίδας τε χαρακτῆρας δέ τε κόσμου γραιώδεις μύθους τε. ἀτὰρ Φρυγίης χθόνα βαίνων μαντιπόλος γενόμην πινυτὸς μάλα, ἐκ πραπίδων δὲ ἥπατος ὅσσα πέλουσιν ἐγὼν ἐδάην κατὰ μέσσον, | |
65 | ἐκ Σκυθέων δ’ οἰωνοὺς σήματά τ’ ἠχήεντα ἠδ’ ἄρα καὶ ζῴων καμπτὰς ἐπὶ τοῖσι πορείας, κληδόνας αἰζηῶν, τοί κεν τὰ ἔπειθ’ ὁρόωσι, βόμβους δουρατέων σανίδων, πετρῶν δέ θ’ ὁμοίως, φωνὰς δ’ ἐκ τύμβων πρόπαλαι κατατεθνηώτων, | |
70 | δοῦπον δ’ αὖ θυρέων, παλμοὺς βροτέων μελεδωνῶν, ὄγκους δ’ αἱματόεντας, ὅσοι μέλεα χραίνουσιν· | |
εὖτε δὲ μυρμήκων βρώμη κατὰ ἅψεα βαίνει· καὶ μύθων ὀάρους καὶ ἀριθμοὺς αὖτ’ ἐπέων γε· καὶ σαρκὸς ὁρατούς γε πόνους, στήλας φύσιος δέ· | 51 | |
75 | ὅρκοι δ’ ὅσσοι ἔασιν ἀληθέες ἠδὲ καὶ οὐκί· ἠδὲ καὶ ὅσσα πέλουσιν ἐναντία μήδεα φωτῶν. οὐδέ τί με χθονίων πρῆξις λάθεν ἠερίων τε καὶ βυθίων, οὐ φάσμα πολύτροπον, οὐ κρύφιος νοῦς, οὐ δολόεις οὐδ’ αὖ πολυμέρμερος οὐδὲ τεχνήεις, | |
80 | εἵως ἠπεδανῆς ἀπάτης καὶ αἰσυλοεργῶν καὶ τοίων πάντων, ὅς’ ἐπὶ χθονὶ τῇδέ τ’ ἔασιν. — ἀλλ’ ὅτε δὴ μετὰ ταῦτα ἐεικοστοῦ λυκάβαντος ἐντὸς ἔβην, τότε δὴ ζοφερῶν ἀνδρῶν ποτὶ γαῖαν Αἰγύπτου ἱκόμην καὶ Μέμφιδος οὖδας ἔτετμον. | |
85 | πειρήθην κἀκεῖσε ὅσον βροτῷ οὐκ ἐπιεικτόν· | |
ὡς χθονίοισι πέλουσιν ὁμόγνια, πῶς δὲ καλεῦνται πνεύματ’ ἀπότροπα· ποίων δ’ ἄστρων ἱμείρουσι καὶ θέμισιν δὴ ἔπειτα καὶ ἔργμασι, πῶς δὲ φέβονται· πῶς δέ τ’ ἀμειδήεντα φυλάσσουσιν ζόφον αὐτά· | 52 | |
90 | πνεύματα δ’ οἷά γε τοῖσιν ἐναντία· ἠδ’ ὅσοι ἀρχοὶ αἰνοτάτου Ἐρέβοιο ἅμ’ ἀντιθέων περ ἔασιν, ἠδ’ ὅππως ψυχαῖς καὶ σώμασιν εἴκελοί εἰσι κτηνῶν καὶ νεπόδων· καὶ ὅσς’ αὐτοῖσι μέμηλεν ἠδ’ ὅσα κεν ῥέζουσι, ταχὺς δρόμος εἴδησίς τε, | |
95 | μνημοσύνη, τάρβος, τέχνη δολερή, ποδὸς ἴχνη, κρυπταδίη λήθη πολέων καὶ παίγματα δήμου, καὶ ὅσα εἴκελα τοῖσιν. ἐκεῖ δ’ ἔγνων τρόμον αἴης, ὄμβρων δ’ ὑετίων γένεσιν καὶ δοῦπον ὁμοίως οἶδμά τε γῆς πόντου τε, μιμήματα ἠύτ’ ἀληθῆ | |
2(100) | ἀθανάτου σοφίης ἰνδάλματα αἰὲν ἐόντα. κεῖθι μεγασθενέων καὶ μηκεδανῶν μεροπήων ψυχὰς εἰσενόησα, Γιγάντων αἰνοπελώρων, αἰνὰ πιεζομένας εἴσω ζόφου ἠερόεντος, φάσματι δ’ οἷα μόνον γαίην κατὰ νῶτα φερούσας, | 53 |
105 | ἠύτ’ ἀνὴρ βαρὺ ἄχθος ἐπ’ ὤμων δοῦρα φέρῃσι. εἶδον δαιμονίους ὀάρους σκολιῶν τε δρακόντων, πικρὰ δ’ ἀήμαθ’, ἅ περ χθονίοις εἰς οἶτον ἱᾶσιν· ἔνθεν ἐπ’ ἀνθρώποισιν ἰάλλουσιν περιφοῖται μυρία δαίμονες αἰνὰ περισπέρχοντες ἐς ὕλην. | |
110 | καὶ χθόνα μοχθίζουσαν ἐγὼν ὑπὸ δαίμονος εἶδον μηδέ τ’ ἐφεζομένην ἐπὶ ὕδατος ἀσταθέοντος εἵνεκ’ ἀναφορέων βάσεων θ’, ὧν μοιρήσαντο. — ἔφθασα καὶ χώρην, ὅθ’ ἀμείβοντ’ ἀντιπάλαμνοι— | |
ἥν περ ὄφις κατ’ ἔριν θείου μένεός περ ἔτευξεν | 54 | |
115 | ἐς σκολιὴν κακόχαρτον ὅλην βιοτὴν μεροπήων—· ἐξ ὧν πνεύματα πολλὰ πονείοντ’ ἰσοθελύμνοις ἀνδράσι δυσσεβίην χαμαὶ ἐρχομένοισι φέροντα. καὶ μὴν κεῖς’ ἐνόησα κακῶν ἔνοχον κατὰ νεῖκος ἐλθόντ’ ἐξαπίνης ἄντ’ εὐσεβέος μεροπῆος· | |
120 | μάργος δ’ αὖ πινυτῷ καὶ ἰθυδίκῃ ὀλοὸς φώς, οὐχ ὅσιον δέ τ’ ἐκεῖ, οὐ κεκριμένον πράγος ἐστίν. ἔνθ’ ἔσιδον ψεύδους πολυδαίδαλον εἶδος ἀτερπές. μαχλοσύνης τρίτυπον δὲ κακορραφίης ἔχεν εἶδος, αἱματόεν, περίκαυστον, ἀφρῷ καὶ ἥπατι ἶσον. | |
125 | μήνιδος αὖτ’ ἔσιδον τύπον πτερόεντα, ἀνιγρόν, τρηχύν, θηριόεντα. ἀτὰρ δόλον αὖτε δέδορκα συνεχέα, κρύφιον, δολεροῖς ἐπέεσσι κομῶντα. | |
μίσους δ’ αὖ ἔσιδον μορφὴν στυγερήν, ἀλαωπήν· ἐς δ’ ὄπιθεν κορυφῆς γλήνας πίσυράς κεν ἔχεσκε | 55 | |
130 | φευγούσας φάεος περιλαμπέος ἀγλαὸν ὄμμα· μυρίοι ἐκ κεφαλῆς δ’ αὐτῷ πόδες ᾐώρηντο μοῦνοι σμερδαλέοι, νηδὺς δ’ οὐκ ἦν ἐν ἐκείνῳ· νηλὴς γάρ τε πέλει καὶ ἄτερ σπλάγχνοιο πολεύει. ζῆλος καὶ φθόνος αἰνὸς ὁμοίιοι ἀλλήλοιιν, | |
135 | ἀλλά γε δὴ φθόνος οὖλος ἄμῃ γλῶσσαν φέρει ἴσην. δυστροπίην δ’ ἔσιδον λεπτὴν μάλα, εὖτ’ ἀλίβαντα— ὀφθαλμοὺς πολέας δέ τ’ ἔχεν, γλήνας δέ τ’ ὀϊστούς—, ἐσσυμένην πρὸς ἄμυναν ἀεὶ νόον. αὐτὰρ ἀπλήστου μορφὴν δαίμονος εἶδον· ἔχεν δ’ ἐφύπερθε κάρηνον | |
140 | στεινωπὸν ταναόν τε—δύω δ’ αὐτῷ στόματ’ ἦεν, ἓν μὲν ἐπὶ στήθεσσι, τὸ δ’ αὖ ἕτερον κατὰ νῶτα—, γαίην δαινύμενος στερεὴν πέτρας τε βαρείας πεινάων καὶ σάρκας ἅδην, κακότητι τετηκώς. | |
ὄλβου δ’ αὖ φιλότητα ἐγὼν ἴδον· ἁρπαλέον μὲν | 56 | |
145 | καὶ δέμας ὀξὺ δ’ ἔχεν· φαίης δρεπάνην καθορᾶσθαι· καὶ γλῆναι βλεφάρων αἰεὶ λήγουσαι ἔησαν. ἐμπορίην δέ θ’ ὁμῶς κάτιδον χθαμαλήν, ταχύρεμβον· ὄλβου δ’ ἐλπίδα πᾶσαν ἐπωμάδιον φέρε φόρτον. ἠλεμάτου μορφὴν δ’ ἔσιδον· ἀγαθὸν δ’ ἔχε θυμὸν | |
2(150) | σάρκα τε πιαλέην· λεύκ’ ὀστέα δ’ οὐκ ἔσαν αὐτῷ. εἰδώλων δ’ ἐνόησα λατρείην ὑψιπότητον· ἐν κορυφῇ δ’ ἐφύπερθεν ἔχε πτέρυγας δύο πυκνάς, αἷς δόκεεν πάντα μὲν ἐπισκεπάειν, ἀτὰρ οὔ τι οὐδὲ ἑῶν μελέων σκέπας ἔσθενε ποιήσασθαι. | |
155 | ἔνθ’ ἴδον ἀλλοπρόσαλλον ὑποκρίσεως βαρὺ δεῖμα, λεπταλέον μὲν ὅλον, στέρνα δ’ ἔχεν εὐρώεντα, | |
κρύβδην τηκόμενον, ἀνεμόφθορον, εὖτε δαΐζον. ἠδὲ παραφροσύνης μορφὴν εἶδον—δύο δ’ αὐτῇ ἦσαν ὁμοῦ φύσιες, ἀνδρὸς νέου ἠδὲ γυναικός—, | 57 | |
160 | γυμνόν, ἀναιδείης ἐντὸς ἀλκῆς τ’ ἀπάνευθε. καὶ προπετῆ ἔσιδον δυσδαίμονα, ὃς ταναήν γε γλῶσσαν ἔχεν πάντων μελέων πολὺ μείζονα πάγχυ. μάργον δ’ αὖτ’ ἔσιδον· κεφαλὴν δ’ ἔχεν ἶσα καρύῳ, ψυχὴν χαυνοτάτην, ἔκπυστα δὲ πάντα τελεῦσαν. | |
165 | πάντων δ’ αὖ χαλεπῶν κεῖθι πράγος εἰσενόησα, εἶδος ὅ περ φορέοντες ἀεικέλιοι κατὰ κόσμον νείσοντ’, οὐλόμενοι, κακοδαίμονες, αἰνοπέλωροι, πέντε καὶ ἑξήκοντα καὶ ἄλλοι τρὶς ἑκατόν γε δαίμονες ἀργαλέων παθέων, οἵ κεν κρατέουσι | |
170 | καὶ κενοδοξίης. ἀρετῆς δ’ ἰδόμην μέγ’ ὄνειδος, αὕτως δ’ αὖ σοφίης τε δικαιοσύνης τε ματαίης, ἔνθεν ἄρ’ Ἑλλήνων σοφίης ἄνδρας πλανόωσιν. | |
εἰκόνα γάρ τις ὁρᾷ, καὶ ἀληθείη φύγε πάμπαν· ὡς σκιή ἐστιν ἅπαντα κόνις τ’ ἀχρήιος αἰέν. | 58 | |
175 | ἐν γὰρ τοῖσιν ἅπασαι ἐνεργοῦνται κακότητες ἔς γε πλάνην πολέων. ἀλλ’ οὐ θέμις ἐστί μοι αὐτῷ τεύχειν ἄσπετα βύβλα· πολέων [δ’] ἀπὸ τύτθ’ ἀγορεύσας δυσσεβίην κεν ἐμὴν ὔμμιν μετὰ πᾶσιν ἔειπον. ἀλλ’ ἔτι καὶ τόδ’ ἐρῶ· ὅτε δὴ τριακονταέτηρος | |
180 | ἤδη φὼς γενόμην, κυανῶν μερόπων λίπον οὖδας, Χαλδαίων δ’ ἱκόμην γε παλαιγενέων πόλιν ἀνδρῶν, καὶ μάλ’ ἐπισπέρχων, δρόμον αἰθέρος ὄφρα δαείην, ὅν κ’ αὐτοί φασιν οὗτοι ἐπὶ φλογεροῦ πυρὸς εἶναι, τούτων δὲ κριτοὶ ἄνδρες ἐπὶ φάεος νοέουσιν. | |
185 | ἔνθεν ἐγὼν ἐδάην ἄστρων φύσιν ἀλλοπρόσαλλον— εὖτέ τις ἐκ καλύκων βοτάνην δρέψηται ἄπειρον— ἀστρῴας τε φάλαγγας ἐειδομένας πολέμοισιν. αὐτοὶ συγγενίας καὶ δώματα δεῖξαν ἑκάστου | |
ἠδ’ ἄρα τῶν φιλίην, αὐλὰς βρώμην τε πόσιν τε | 59 | |
190 | καὶ νοερὴν φιλότητα τελισκομένην ἐπὶ φωτί. αὐτοὶ μοίρας δεῖξαν ἐμοὶ πόλου ἀργυρόεντος πέντε καὶ ἑξήκοντα καὶ ἄλλας τρὶς ἑκατόν γε. ἦν δέ τις ἄστροισιν ὁρατῆς φύσιος συνέριθος, καὶ σκῆψιν τολύπευον· ἀγῷ δ’ ἐπίθοντο καὶ αὐτά. | |
195 | μῆτιν δὲ προύφαινον ἀπ’ αὐτῶν καὶ πόρον οἶον, κεύθοντα κρυφίων πολυμέρμερον αἰὲν ἀνωγήν, ἐκ δὲ θυηπολίων μειλίγματα μοῦνον ἔχοντα. ἄλλα δὲ οὐκ ἀΐουσι καὶ οὐ σπονδῶν ἀλέγουσιν, ἀλλὰ μόνον φάεος τοῖσιν μέλει εὐρώεντος· | |
2(200) | ἀλλὰ καὶ ὧς ἔσιδον, ζοφερῇ οὗ εἵνεκα βουλῇ βαῖνον πειθόμενα, ὅππως φάεος μεταδῶσιν | |
ἄστρασιν οὐ φαέθουσι κεραννύμενα κατὰ βαιόν. θάμβος ἔχεν δέ με πάμπαν, ἐπεὶ μεσίτας ἐσόπωπα, ὅττι καὶ ἠερίοις ζοφεροῖς ὄλβοιο μέμηλε. | 60 | |
205 | καὶ θέμιδας δ’ αὐτῶν μεγάλως θάμβησα νοήσας, ἅς περ μεσσάτιον θέντ’ ἀλλήλοισιν ἔσεσθαι, ὅρκους πιστοτάτους γε φυλασσόμενοι κατὰ θυμόν. κεῖθι καὶ εὐσεβίη φιλίη θ’ ἅμα καὶ ταχυτῆτες καὶ μῆτις σφεδανή, ὄφρ’ ἀλλήλοισι μιγεῖεν, | |
210 | ἥν περ ἀγὸς κατέλεξε κακορραφίης ὑποθήμων· καὶ πινυτοὺς γὰρ ἔτευξεν, ἀπ’ ἠέρος εἰρύσας ἆσθμα γλῶσσαν δ’ εὐεπίης γαίης ἀπὸ φυτοκόμοιο, ἐκ δέ γε νερτερίων δολομήχανα πάντα διδάξας. ἔνθεν βαλβίδα κόσμου ὅλην κατέρυκε πιθήσας | |
215 | μὴ φύσιος λελαθέσθαι, ἀτὰρ θεοῦ εὐσεβέοντος· | |
κωτίλλων γὰρ ἅπαντα ἐς ἐμπορίην κατέθηκε, πάντα δέ γε σκεδάσας ἀλίτης κρατέει ἐπὶ γαίην. αὐτῷ μοι πείθεσθ’, ὅτι δαίμονα ἔδρακον αὐτόν, λοιβαῖς καὶ θυσίαις μειλιξάμενος πολέεσσι. | 61 | |
220 | πείθεσθ’, ὅττι καὶ αὐτὸν ἰδὼν ἐπέεσσι προσηύδων καὶ φιλίων ἐπέων κείνου κλύον. ἐν δέ με πᾶσιν ἠίθεον προσέειπε καλὸν φύσει, ὥς περ Ἰαμβρήν, μύστην δὲ κρατερόν, κείνου ἀντάξιον ἔργων. καὶ δή μοι κατένευσεν ἀγὸν κόσμοιο τελέσσαι | |
225 | αὐτῷ συμπονέοντα, ἐπεὶ βιοτῆς ἴδεν ἔργα. ἔνθεν κυδαίνων με κακῶν στίφος ἐγγυάλιξε λυπρὸν δαιμονίων, καὶ ἐκθρῴσκοντι ἔειπε· ‘Κυπριανέ, κρατερός τις ἔφυς βροτός.‘ ἐκ δὲ καθέδρης ἀνστὰς προύπεμψεν, θάμβος δ’ ὁρόωσι παρέσχεν· | |
230 | ἔνθεν ὁμῶς γεραροί με τίον κείνου μάλα πάντες. | |
μορφὴν δὲ χρυσῷ ἰνδάλλετο ἀνθεμόεντι, μαρμαρυγῇ γληνέων κομόων, κορυφῇ δέ τ’ ἔπειτα· στέμματ’ ἔχων πλοχμοῖσιν ἀρηρότα καὶ λιθάδεσσιν, ὧν σέλας ἀγλαΐῃ κείνην κατεκόσμεε χώρην. | 62 | |
235 | κόσμος δ’ εἵμαθ’ ὁμοῖος. ἀτὰρ στρεφθεὶς χθόνα σεῖε— κύκλῳ δὲ κλισμῶν πολέες στάσαν ἀσπιδιῶται, μορφὰς ἐς οὖδας ἔχοντες, ἀρηρότες εὖτε φάλαγγες— ἀστράπτων κατὰ κεῖνο πέδον, θεὸς ὣς ἐν Ὀλύμπῳ, τείρεσι παμφαίνων, φυτηκομίην δ’ ἐπαέξων, | |
240 | πᾶσιν δ’, οἷς περ ἔτευξε θεός, πανομοίια τεύχων, ἀθανάτῳ κρατέοντι ἐριδμαίνων ἁγίοις τε· ἔνθεν γὰρ δόκεεν νόον ἀνδρῶν ἠπεροπεύειν ὥς τε μάλ’ ἠπεδανὸς κενεὴν σκιὰν ἄντα τελείων, ἐκ τοῦ δαιμονίη μορφὴ πέλεται πανάιστος. | |
245 | καὶ γὰρ τοῦτο μέμηλεν ἀεικελίοισιν, ὁρᾶσθαι καὶ μετὰ δὴ σαρκὸς τελέειν μένος ἔμπεδον. οἷς περ ταῦτα δέοι, λοιβὴ καὶ κνίση πάντα δίδωσιν· ἐξ ἱερῶν καπνὸν γὰρ ἐς ἠέρα πουλὺν ἰόντα αἱ σκιαὶ ἑζόμεναι ζοφοειδέες εἰρύουσαι | 63 |
2(250) | ὃν δέμας ἀμφιέσανθ’ ἅτε φάρεα δαιδαλόεντα ἢ ὡς εἴρια καλὰ λίνοιό τε λεπτὸν ἄωτον— νηῶν δ’ ὑψορόφων σκιοειδέα φάσματα πολλά—, ἀντὶ δ’ ἀληθείης τόνδ’ ἠέρα δύντες ἔχουσι. τοὔνεκα καὶ μύρμηκος ἔπι χρῄζει γε θυηλῆς· | |
255 | ἀλλά γε καὶ ὕδωρ πέσκη θ’ ἅμα ἠδέ τε καρποὺς αἰτίζει καὶ πάνθ’, ὅσα φέρβει γαῖα τιθηνή, ὄφρα γε φαντασίην μούνην μερόπεσσι φαείνῃ. ἠύτε τεθνεώτων μορφὰς κατὰ θυμὸν ὁρῶμεν, | |
καὶ λαλέειν δ’ αὐτοῖσι δοκείομεν οὐ παρεοῦσι· | 64 | |
260 | τὼς καὶ ἀντιπάλαμνος ἑὸν ἀναμάσσεται εἶδος μυστιπόλων, τό κεν οἷσι προσώπασιν ἀμφιτίθησι μορφαῖς τ’ εἰδώλων, οἷσιν σθένος οὔ ποτ’ ἔνεστιν· ὄμβρον μὲν χεύων δῆθεν πολύν, οὐ δέ τ’ ἀληθῆ, πυρκαϊὴν τελέων χιόνος κρυερῆς πανομοίην, | |
265 | ἰχθὺν δ’ εὖτε διδοὺς ὁράαν μόνον, οὔ τι πάσασθαι, χρυσόν τ’ αἰγλήεντα, κακῆς πενίης συνέριθον. ἀλλὰ καὶ ὑλήεντα μιμούμενος ἔργα τελείει, ἄστεα καὶ θαλάμους καὶ εὐδένδρους πλαταμῶνας καὶ νάπεα σκιόεντα καί, ἣ βροτὸν ἔτρεφε, πάτρη, | |
270 | ῥήγεα δ’ ἀνθεμόεντα, τά περ βροτοὶ ἐκτελέουσι, δαίμοσιν αἱμοβόροις σκιοειδέα πάντα φέροντα· τὼς καὶ νυκτιπόροι ἡδὺ κνώσσουσιν ὁρῶντες. ἀλλὰ πολυπλανέος τάδε δαίμονος, ἀντιθέων τε καὶ δυσεβῶν μερόπων ἔργον τόδε, μιαροθρήσκων. — | |
275 | ἀλλά γε τίπτε πάθω, ὅτι βουλόμενος τρομέεσθαι οὐρανίωνα θεόν, δεδαὼς κρυεροῖο δράκοντος | |
ἰσχὺν νεκροτάτην καὶ ἀγηνορίης κενότητας, κεύθομαι ἐς ζοφερὸν γύαλον; κούρης ἁγίης γὰρ ἔγνων παρθενικῆς ἀπὸ σεπτοτάτης κεν Ἰούστης | 65 | |
280 | δαίμονας, ὡς μάλα πάγχυ ἀνάλκιδες ὧδε πέλουσι· πὰρ γὰρ τῇδε δέδορκα περισσόνοον, φολιδωτόν, ἄσπετα φυσιόωντα, πελώριον αἰνοδράκοντα· ἀλλ’ οὐδ’ ὧς κώνωπος ἔχεν μένος οὐτιδανοῖο. ἔγνων παρθενικῆς ἀπὸ σεμνοτάτης τὸν ἄνακτα | |
285 | εὐχόμενον μάλα πολλά, ἀληθέα δ’ οὔ ποτε δρῶντα· ἀλλὰ τόσον κεν ὄφιν μούνη ποσὶ κάββαλε κούρη. ὢ πόποι, ὁ κρείων δὲ πολυπλανέων εἰδώλων θηλυτέρης θυρέων ἀπεχάζετο ἔνδοθι βαίνειν ἐκπάγλως τρομέων· ὃς φάσμασι τοσσατίοισι | |
290 | κεκλόμενος τὰ θύρετρα βαλεῖν οὐκ ἴσχυσε κούρης· ὃς πάντων δοκέων κρατέειν ὑπεδάμνατο κούρῃ· ὃς γαίην κλονέειν ἐθέλων ὑπόειξε γυναικί· ὃς πολυμέρμερον ἦτορ ἔχων οὐ κάββαλε κούρην· | |
ὁ ζαβόροιο λέοντος ὁμῶς βωστρεῖν γε νομίζων | 66 | |
295 | καὶ πάντας φοβέειν κώνωψ ἅτε ἐν προδόμοισι παίζετο θηλυτέρης. Περσῶν ὅτε γὰρ λίπον οὖδας εἵως Ἀντιόχου πόλεως Συρίης μέγα ἄστυ, θαύματα πολλὰ τελῶν τέχνης μαγικῆς ὑπὸ δεινῆς, τοῖς μὲν ἔρωτος ἄκος παρέχων, τοῖς δὲ φθόνου αὐτὸς | |
2(300) | καὶ ζήλου στυγεροῦ, κακίης δ’, ἣ σαρκὶ μέμηλεν. — | |
ἔνθα τις Ἀγλαΐδης ἐρατός, μάλα λισσόμενός με εὖτ’ ἄλλοι πολέες, γουνάζετο εἵνεκα κούρης τοὔνομ’ Ἰουστίνης, ὅππως φιλότητι μιγείη. ἔνθεν ἐμοὶ δαίμων πρώτως ἀπατήλιος ὤφθη· | 67 | |
305 | καὶ γὰρ ὅσων στιχέων ἦρχεν, περὶ παρθένον ἁγνὴν ἦλθον ἀολλισθεῖσαι, ἀνήνυτοι ἂψ ἐνέοντο· ἀλλὰ καὶ Ἀγλαΐδου ἐπαμύντορα δεῖξεν ἄιστον πίστις παρθενικῆς ἠδ’ ἀδρανέα μιν ἔθηκε. πολλὰς δ’ Ἀγλαΐδαο ἀύπνους νύκτας ἔχοντος, | |
310 | μαγγανίας δ’ ἐμέθεν καὶ νείκεα ἀντιβίοιο ἕπτ’ ἐπὶ ἑβδομάδας καὶ ἄλλας τρεῖς μετὰ ταύτας, δαιμονίης γε φάλαγγος ἀγὸς σὺν ἑοῖσιν ὀπηδοῖς ἤλυθε παρθενικῆς ἐναντίβιον πολεμίζων· | |
οὐ γὰρ μοῦνον ἔρως νέον Ἀγλαΐδην ἐδάμαζεν, | 68 | |
315 | ἀλλ’ ἄρα καὶ κραδίης ἐμέθεν ψαῦσεν μενεαίνων. θάμβος δ’ ἦν ὁράαν τόσσων στίχας ἀντιπαλάμνων, κούρης δαμναμένων εὐχῶν ὕπο, σύν τε δράκοντι· οὐδὲ γὰρ ἡμέτερον Βελίαρ πόθον εἶχε χαράξαι, καί περ πολλὰ μάλ’ αἰνὰ καθ’ ἡμείων πελεμίξας. | |
320 | τῷδε γὰρ ὧδ’ ἐρέειν· ‘εἴ σοι τόσσον κράτος ἐστί, λωφήσειεν ἔρως πραπίδων ἀπὸ ἡμετεράων, ὄφρα κε μαψιδίως τόσς’ ἄλγεα μήτι πάθωμεν.‘ καὶ δή μευ κλύοντος ἔφη ἀετῷ μεδέοντι μαχλοσύνης ῥέζειν ἅ περ ἔννεπον. ὃς δ’ ἐτέλεσσε | |
325 | πολλὰ μάλ’, οὐ δέ τι τῶνδε παροίτερον ἤνυσεν ἔργον. δεῖξε δὲ κοιρανέων, σθεναρωτέρη ὅττι φύσις γε ἀνδρομέη πέλεται πάντων στυγερῶν Βελιήρων· | |
ἀλλὰ φύσιν ἀνέρος κεν ὅτ’ ἀκμάζουσαν ἐφεύροι, δὴ τότε δὴ μεγάλα φρονέων βρενθύεται ἦτορ, | 69 | |
330 | οὐκέτι δὴ μερόπων ὁρόων βιοτήσιον ἄνθος, ἀλλ’ αὐτῷ σφετέρῳ ἐπὶ κάρτεϊ κῦδος ἀνάπτει· εὖτέ τις ἠπεδανὸς καὶ ἀμφιγύης πολεμίζων, ἵππῳ ἐφεζόμενος εὖ εἰδότι θούριδος ἀλκῆς, αὐτῷ οἱ μέγα κῦδος ἐπαρτήσας μάλα χαίρει· | |
335 | ἀρχομένοισι νέοις γὰρ ὅταν φιλότης ἐπαέξῃ, εὖτε πυρὸς φλογεροῦ σφεδανώτερος ἀτμὸς ἀέρθη. — ἦν δ’ αὖ μευ μέσατον καὶ ἀντιβίων μέγα νεῖκος, αὐτοὶ δ’ ἀλλήλοισιν ἐπὶ δηρὸν πολέμιζον. καὶ τότ’ ἀταρτηροῖσιν ἐγὼν ἐπέεσσι δράκοντα | |
340 | ἔννεπον, ὅττι γε θᾶσσον ἑὸν ἀπολεῖ μέγα κῦδος· ὃς δέ τ’ ἄναυδος ἔμιμνεν ἑὴν ὁρόων κακότητα. πολλὰ δέ μιν κλονέων μεγάλ’ ἤπυον· ὃς δὲ ἕκηλος ἤιε, γινώσκων μεῖον σθένος, ἠδ’ ἀμενηνός. — | |
καί ποτε τοῖον ἔτευξε, τὸν Ἀγλαΐδην ἀπατήσας· | 70 | |
345 | ἤγαγε παρθενικήν, καὶ αἶψα δόλος γε φαάνθη· οὐ γὰρ Ἰουστίνης σεπτῆς μελέεσσιν ἐῴκει. ἔνθεν ἐγὼ τὰ ἕκαστα μαθὼν στυγέεσκον ὄφιν γε. δὴ τότε καὶ ψογερῶν μερόπων ἀρχὸν μεταβάλλει κάλλος ὁμοῖον ἔχοντα σαόφρονος Ἰουστίνης. | |
2(350) | ὡς δ’ ἦλθ’ Ἀγλαΐδαο μάλα σχεδόν, εἶπε γεγηθώς· ‘χρύσεον εὖ μόλε κάλλος Ἰουστίνης περιπύστου.‘ ὡς δ’ ὀνόμηνε κόρην, δαίμων φύγεν οὔνομ’ ἀκούσας· καί νύ κεν Ἀγλαΐδης τρομέων τάχος ὤλεσε θυμόν. — ὦ φίλοι, αὐτὸς ἔγωγε τελειομένῃσι παρήμην | |
355 | τῇσι κακορραφίῃσιν· ἐγὼ κούρης πόθον οἶδα ἐς θεὸν ὑψιμέδοντα ἀναλκείην τε δράκοντος, αἴσχεα σὺν κείνῳ καταδέγμενος, οὔ ποτ’ ἰαύων, παρβεβαὼς παρεόντι· γυνὴ δ’ ἐξ ἀνδρὸς ἐτύχθην, καὶ πτερόεις ὄρνις· ὡς δ’ ἐν προδόμοισιν ἔβαινον, | |
360 | φάσμα μὲν ᾤχετ’ ἄιστον, ἀτὰρ πάλιν αὐτὸς ἔμιμνον Κυπριανὸς μαγίῃσι πεπιθμένος οὐτιδανῇσιν. — οἶδα τὸν Ἀγλαΐδην τεύξας πετεηνὸν ἔγωγε· ὑψόθε δ’ ἐν τέγεϊ κούρης ἐλθὼν ἐκάθητο. ὡς δ’ ἀπὸ φωτοφόροιο θύρης σεπτὴ βάλεν ὄμμα | 71 |
365 | παρθενική, κείνη μὲν ἐΰπτερον ὤλεσεν ὄρνιν. αὐτὸς δὲ πότμοιο πύλας ἤμελλε κιχῆσαι κάμμορος, ἑστηὼς εὖτ’ ὄρνεον ἄκρον ἐπ’ αὐτό, εἰ μὴ τόνδ’ ἐλέηρε καλὴ κούρη πινυτόφρων, ἣ καὶ παρφασίην ἀγαθὴν μυθήσατο τῷδε, | |
370 | ὄφρα μεθ’ ἡσυχίης, τρομέων θεόν, οἴκαδε μίμνοι· ἐκ δ’ αὐτὸν προδόμοιο τάχος χάζεσθαι ἀνώγει. — οὐ νοῦσος δ’, οὐκ ἄλγος, ἀνιηρὸν δέ τι ἄλλο δάμνατο παρθενικήν· καὶ γὰρ κακὰ μυρία τῇδε ὦρσε κακορρέκτης δαίμων. τοκέες δ’ ἄρ’ ἐκείνης, | |
375 | ἰητρῶν βιότοιο παραιφαμένων τέλος εἶναι, μύρονθ’. ἡ δ’ ἀγόρευεν· ‘ἐμοί, φίλοι ὦ γενετῆρες, | |
οὔ πω μόρσιμόν ἐστι τέλος θανάτοιο ἐπισπεῖν. ἀλλ’ ἄλγος κραδίης γε πάρεστί μοι, οὐ μελέων δέ· εὖτε δ’ ἀπ’ ἠερόφιν πυρόεις ἀτμός τις ἐπελθὼν | 72 | |
380 | σμύχει ἐμεῖο δέμας.‘ καὶ ἄλλα δὲ πόλλ’ ἐπὶ τοῖσι παρθένου ἠιθέοιο καθ’ ἅψεα χεύαμεν ἄμμες· ἡ δέ γε Χριστοφόρῳ σταυρῷ κατενήρατο κείνη ἰὰ πολυπλανέος κακοδαίμονος, ἀντιπαλάμνου. — ἀλλ’ ὅτε οἱ γενετῆρας ἐπιφρήσας κάκ’ ἔοργα, | |
385 | πώεα μὲν κτείνας καὶ βουκόλια καὶ ὀρῆας, αἶψα δὲ παρθενικὴ κείνων παρέπειθε νόημα· ‘μὴ ἄχθεσθ’ ἐπὶ τοῖσιν, ἐπὶ τυτθοῖς δὲ γάνυσθε, ὅττι κεν εὐλογέοντος ἀκηράτου ἄσπετα ἔσται.‘ — μηνιθμὸς κούρης γὰρ ὁμώλακας οὐ λάθεν αἰνός, | |
390 | αἰζηῷ δ’ ἐκέλευον ὅσον τάχος ἐγγυαλίξαι παρθενικὴν ἁρμοῖσιν ἀληθέσιν· ἀλλὰ νεῆνις | |
σταυρῷ Χριστοδόκῳ σθένος ἐς τοκέων νόον ἧκεν. — ἄλλοτε καὶ δήμῳ μαλερὸν λοιμὸν κατέπεμψε δαίμων καὶ χρησμόν γε περικτιόνεσσιν ἕηκε, | 73 | |
395 | μὴ πρὶν λωφήσειν κότον ἄσχετον, ἄχρις Ἰούστην ἐς λέχος Ἀγλαΐδης ἀγάγοι τάχος, ἣ θέμις ἐστίν. ἀλλὰ βοὴν δήμου Χριστοῦ κατέπαυε θεραπνὶς εὐχωλαῖς ὁσίῃσι, καὶ ἄστεος ἤλασε λοιμόν. — ἔνθεν πειρηθέντες ὅσοι πόλιν ἀμφινέμονται, | |
2(400) | Χριστὸν μὲν κύδαινον, ἐμοὶ λώβην δ’ ἐπέχευαν· ὡς κείνης πόλεως [δ’] ὀλοφώιον ἄνδρα πέλοντα ἐκπάγλως ἐμὲ πάντες ἀπέστυγον. αὐτὰρ ἔγωγε ἤιον αἰδόμενος πηούς, πολιήτας, ἅμ’ ἄμφω. — ὑστάτιον δ’ ὁρόων σταυροῦ μένος ὅσσα ἔοργεν, | |
405 | ἐν φρεσὶ τοῦτο νόησα, κακῷ δέ τε δαίμονι φάσκον· ‘ὤμοι ὀλοίιον ἔρνος, ὅλων δωτὴρ ἀθεμίστων, δυσσεβίης γύαλον, ψυχὴν τί μευ ὧδ’ ἀπάτησας, | |
οὐτιδανὸς καὶ ἄκικυς ἐών, ὡς οἶσθα καὶ αὐτός; εἰ γάρ σε κρατερῶς μοῦνον σκιὴ ὧδε δαμάζει | 74 | |
410 | ἀθανάτοιο θεοῖο, τί ῥέξεις ὁππόταν ἔλθοι; εἰ Χριστοῦ κλῆσιν τρομέεις, τότε τίπτε τελέσσεις, εὖτε τεὰς πρήξεις καὶ οὐλοὰ ἔργα μετέλθοι; εἰ σκόλοπος θείου σε μένος τόσσον γε χαλέπτει, αὐτοῦ κεν παρεόντος ὅπῃ σέθεν ἴχνια θήσεις; | |
415 | εἰ σφρηγίς σε ἄλαλκεν, ἄρ’ ἐκ παλάμης τότ’ ἐκείνου πῶς δύνασαι κρατερῆς μέροπας ῥύσασθαι ἀνάγκης; οὐδὲ γὰρ οὐδὲ φάλαγγα τόσην λάχες, ὥς κεν ἀμῦναι. ἄρτι πολυπλανέος τέχνης σέο εἴμ’ ἐπιίστωρ καὶ σέο φαντασίην μάλ’ ἐπίσταμαι, οἶδά σε νωθρόν. | |
420 | μαψίδιον δὲ μόνον καὶ ἐπημάτιον σέο δῶρον. οὐδὲ τεὴ βουλὴ παγίη, οὐ μῆτις ἀρίστη. ἀτρεκὲς οὐδὲ ἕν ἐστιν, ὅ περ θεοῦ ἄντα τελείεις· | |
φάσματα δ’ εἰσὶ μόνον καὶ ἀχλύϊ πάντα ἔϊκται. ὤλεσας ἡμετέρην κραδίην καὶ ἐλπίδα πάμπαν | 75 | |
425 | καὶ λογικῶν πραπίδων πολυμέρμερον ἤλασας ἐσμόν. αὐτὰρ ἐμὴν βιοτὴν κακίῃ κατεδάρψαο δεινῇ καὶ φύσιν, ἥν περ ἐγὼ λάχον, ὤλεσας ἐκμαγίοισιν. ἤλιτον ἐκπάγλως φρένας ἐκ σέο ἠπεροπευθείς. ἄφρων καὶ δυσεβὴς γενόμην, σοὶ πάνθ’ ὑποείξας. | |
430 | μαψιδίως σοφίην δὲ μάθον, προτέρων δέ τε βύβλους. σοὶ δ’ ἐπιπειθόμενος στερόμην κτεάνων τε καὶ ὄλβου. σὺν πλούτῳ τοκέων δὲ καὶ ἄσθματος εὖνιν ἔθηκας. εἰ πτωχοὶ δὲ τόσα καὶ ἀκτέανοι φάγον ἄνδρες, ὅσσα διώλεσας αὐτός, ἀθέσμιε, νῦν τάχα τυτθὸν | |
435 | εὐμενέτην θεὸν εἶχον ἐπ’ ἐλπωρῇσιν ἐμῇσιν. οἴμοι, τίπτε με τόσσον ἐλυμήνω, κακοεργέ; αἰνῶς τρύχομ’, ἄλαστε· ἀνίατα πείραθ’ ὁρῶμαι· | |
καὶ γὰρ δὴ νέκυς ἦα, δοκήσει δ’ ἐν βιόωσι. πολλῶν δὲ κτεάνων ὠνησάμενος μάλα τύμβον, | 76 | |
440 | πυθμένας οὐδὲ θανὼν μέσφα θανάτοιο πέρησα. ἀλλά γέ μοι θέμις ἐστὶ θεοῦ θεράποντας ἀγαυοὺς λίσσεσθ’, αὐτὰρ ὁμῶς καὶ εὐσεβέας μάλα φῶτας, ὄφρ’ ἐλέου οἴκτου τε τύχω. σεπτῆς δ’ ἔτι παιδὸς ἴχνια πιστοτάτης μάλ’ Ἰουστίνης γε κύσαιμι, | |
445 | ὅππως ἂν βιοτῆς ἐμέθεν περὶ καλὰ νοήσοι. φεῦγε, Σατὰν δολομῆτα, ἀθέσμιε, αἰνοτύραννε, ἀτρεκίην στυγέων καὶ εὐσεβίην ἀθερίζων.‘ — ὃς δὲ χολωσάμενος κρατερῶς κτανέειν μ’ ἐπόρουσε, πειρήθη δ’ ὅσον αὐτῷ ἔην σθένος αὐτίκ’ ὀλέσσαι | |
2(450) | ἐκ φάρυγός με λαβών. ὡς δ’ οὐκέτι εἷς παρέην μοι οὐδ’ ἔτι μιν θάνατον φυγέειν δόκεον καὶ ἀλύξαι, πιστοτάτης κούρης σημήιον ἐς νόον οὑμὸν σταυροῦ παμφανόωντος ἐπήλυθεν, ᾧ περ ἐνίκα, | |
ἔφρασα δ’ εὐχόμενος· ‘κυδρῆς μεδέων θεὲ κούρης, | 77 | |
455 | ἔλθ’, ἐπαλέξησον.‘ καὶ αὐτίκα χεῖρα τάνυσσα καὶ τύπον ἰκριόεντα ἐμοῖς μελέεσσιν ἔθηκα. αὐτὰρ ὁ φεῦγεν ὄπισθεν ἅτ’ ἐκθρῴσκων τις ὀϊστός, ἠπείλει χαλεπῶς δ’ ἔγχος κραδάων κατ’ ἐμεῖο. καὶ τότ’ ἐγὼ Χριστοῖο λαβὼν σφρηγῖδος ἐρωὴν | |
460 | θάρσυνος ἦα μάλιστα, βοῶν θαμὰ καὶ θεὸν αὐτόν. δὴ τότ’ ἀλαστήσας προσεφώνεε θὴρ κακόβουλος χαζόμενος· ‘Χριστός σε πολύλλιτος οὔ τι σαώσει ἡμετέρης παλάμης κεν, ἐπεὶ στυγέει δυσεβῆας. ἄρτι δὲ τυτθὸν ἀρήγει, ὅπως μετόπισθε δόλῳ γε | |
465 | πότμῳ λευγαλέῳ σε παραπλάγξας ἀπολέσσῃ. εὖτε δὲ καλλείψει σε, τότ’ εἴσεαι, οἷά σε ῥέξω, σὺ κράτος οὑμὸν ἀμέρσας· ἐμοὺς Χριστὸς γὰρ ὀπηδοὺς οὐ δέχετ’ ἐνδυκέως. δύο δ’ ὤλεσας, ὦ κακόδαιμον· πρῶτα μὲν ἡμετέρην φιλίην, καὐτὸς δέ τε σωτὴρ | |
470 | οὐ πάντως [ς’] ὀνίνησιν.‘ ἐγὼ δέ τε τῶνδ’ ἐσακούων μύθων αἰνοτάτως περιδείδιον, ὅττι με τοίοις ἠλεμάτως ἐπέεσσιν ἀταρτηροῖσι προσηύδα. ἔνθ’ ὑμῖν, φίλοι ἄνδρες, ὅσοι στόνον ἴστε ἐμεῖο, φημὶ ἐμὴν λυπρὴν βιοτήν, ὄφρ’ εἰσορόωντες | 78 |
475 | τεύξετ’ ἐλεημοσύνην· καὶ ἐννέπετ’, εἴ μοι ἔνεστι Χριστὸν μειλίξασθ’, εἰ ἐμῆς ἀΐοι μετανοίης, ἠδ’ ἐπαλεξήσει μοι, ὅπως φύγω αἰνὰ κέλευθα, ὧν ἐδάην τὸ πάρος.“ πληθὺς τείως δ’ ἔχε σιγήν· | |
ὀψὲ δέ μοί τις ἔειπε διαπρύσιόν γε βοήσας· | 79 |