TLG 2762 005 :: GENNADIUS I :: Fragmenta in epistulam i ad Corinthios (in catenis) GENNADIUS I Scr. Eccl., Patriarcha Fragmenta in epistulam i ad Corinthios (in catenis) Citation: Page — (line) | ||
6t | 1 Kor 10,1—5 | |
---|---|---|
7 | Ἐν τούτοις ἀπὸ τῆς τῶν παλαιῶν αὐτοὺς παραθέσεως παιδεῦσαι βούλεται τὰ προσήκοντα, δεικνὺς κἀκείνους καθάπερ ἔν τινι τύπῳ τῶν ἴσων ἀξιωθέντας· οὕτω γὰρ καταλλήλου φαινομένου τοῦ παραδείγματος | |
10 | εὑρίσκετο δικαίως αὐτοῖς παραινῶν μὴ τὰ ὅμοια πλημμελεῖν, ἵνα μὴ τὰ ὅμοια πείσωνται. τὸ μὲν οὖν ὑπὸ τὴν νεφέλην αὐτοὺς εἶναι δήλωσις ἦν τῆς τοῦ πνεύματος χάριτος· ἐκείνους τε γὰρ ἡ νεφέλη σκιάζουσα τῆς ἐκ τῶν Αἰγυπτίων βλάβης ἀπήλλαττεν, καὶ ἡμᾶς ἡ χάρις τῆς δαιμονικῆς ἐξαιρεῖται κακίας. τὸ δὲ διὰ τῆς θαλάσσης αὐτοὺς διελθεῖν | |
15 | ἔοικε κατὰ τοῦτο τοῖς ἡμετέροις, ὅτι ὅπερ ἐκείνοις ἡ διὰ τῆς θαλάσσης παρέσχε διάβασις, τῶν μὲν πολεμίων αὐτοὺς παντελῶς ἀπαλλάξασα, βεβαίαν δὲ αὐτοὺς τοῦ λοιποῦ τὴν ἐλευθερίαν δωρησαμένη, τοῦτο ἡμῖν πρὸς τοὺς ἡμετέρους ἐχθροὺς τὸ βάπτισμα γέγονεν. τὸ δὲ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, | |
20 | σημαίνει τοῦτο ὅτι καθάπερ ἐκεῖνοι τούτων τυχόντες ὑπέσχοντο τοῖς Μωϋσαικοῖς νόμοις βιοῦν, οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι τὸ τῆς υἱοθεσίας κομιζόμενοι πνεῦμα, συνθήκας καὶ ὁμολογίας τιθέμεθα τοῦ κατὰ τὰς Χριστοῦ λοιπὸν ζῆν ἐντολάς. | |
23t | 1 Kor 12,28 | |
24 | τὰ ἐνεργήματα δηλονότι τῶν δυνάμεων. | |
24t | 1 Kor 13,2 | |
25 | Νῦν πίστιν οὐ τὴν τῶν πιστῶν ἔφη, τὴν κοινὴν καὶ καθολικήν, ἀλλὰ τὸ χάρισμα τὸ τῆς πίστεως· ἦν γάρ τι χαρίσματος εἶδος ὁμωνύμως οὕτω τῇ πίστει λεγόμενον, ὅθεν ἐπὶ φανερώσει πνευματικῆς μετουσίας | |
ἐχορηγεῖτο πολλοῖς ἐν τῷ τότε τῶν εὐσεβῶν. περὶ τούτου καὶ ὁ κύριος | 418 | |
419 | ἐν Εὐαγγελίοις φησίν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται οὕτως. οὐδήπου γὰρ ὡς πρὸς | |
ἀπίστους τὴν κοινὴν πίστιν ταῦτα πρὸς αὐτοὺς διελέγετο. | 419 |