TLG 2742 008 :: APOPHTHEGMATA :: Dialogus de contemplatione

APOPHTHEGMATA Gnom. Eccl., Apophthegmata patrum
(Varia)

Dialogus de contemplatione

Source: Guy, J.–C. (ed.), “Un entretien monastique sur la contemplation” [Recherches de science religieuse 50] 1962: 232–236.

Citation: Question+answer — (line)

T

Περὶ τοῦ πῶς δεῖ καθίσαι ἐν τῷ κελλίῳ καὶ περὶ θεωρίας, κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν.

1

Ἐρώτησις· Πῶς δεῖ ἡσυχάζειν ἐν τῷ κελλίῳ; Ἀπόκρισις· Τὸ μὴ μνήμην ἔχειν ἀνθρώπου τὸ σύνολον ἐν τῷ κελλίῳ καθεζόμενον.

2

Ἐρ.· Ποίαν οὖν ἐργασίαν ὀφείλει ἔχειν ἡ καρδία; Ἀπ.· Αὕτη ἐστὶν ἡ τελεία ἐργασία τοῦ μοναχοῦ· τὸ προσέχειν τῷ Θεῷ διὰ παντὸς ἀπερισπάστως.

3

Ἐρ.· Πῶς οὖν ὀφείλει ὁ νοῦς διώκειν τοὺς λογισμούς; Ἀπ.· Οὐ δύναται ὅλως ἀφ’ ἑαυτοῦ, οὔτε γὰρ ἔχει ἰσχύν. Ἀλλ’ ἡνίκα ὁ λογισμὸς περιπέσῃ τῇ ψυχῇ, εὐθέως καταφεύγειν ὀφείλει πρὸς τὸν ποιήσαντα αὐτὴν μετὰ δεήσεως, κἀκεῖνος αὐτοὺς διαλύει ὥσπερ κηρός· ὁ γὰρ Θεὸς ἡμῶν
5πῦρ καταναλίσκον.

4

Ἐρ.· Πῶς οὖν οἱ πατέρες τῆς Σκήτεως τῷ ἀντιρρητικῷ λογισμῷ ἐχρῶντο; Ἀπ.· Κἀκείνη μὲν ἡ ἐργασία μεγάλη καὶ ἐξαίρετος, κόπον δὲ ἔχουσα καὶ
οὐ πᾶσιν ἀσφαλής.232

5

Ἐρ.· Πῶς οὐ πᾶσιν ἀσφαλής; Ἀπ.· Ἔκστασιν φρενῶν ἔχει.

6

Ἐρ.· Πῶς; Ἀπ.· Ὅταν ὁ λογισμὸς ἐπέλθῃ τῇ ψυχῇ καὶ δυνηθῇ, πολλὰ ἀγωνισαμένη, ἐκβαλεῖν αὐτόν, ἄλλος εἰσελθὼν περιλαμβάνει τὴν ψυχήν. Καὶ οὕτως ἡ ψυχή, ὅλην τὴν ἡμέραν ἀντιλέγουσα τοῖς λογισμοῖς, οὐδέποτε σχολάζει τῇ τοῦ Θεοῦ
5θεωρίᾳ.

7

Ἐρ.· Ποίᾳ οὖν τέχνῃ ὁ λογισμὸς καταφεύξεται πρὸς τὸν Θεόν; Ἀπ.· Ἐάν σοι λογισμὸς πορνείας προσγένηται, εὐθέως ἀποσπάσας τὸν νοῦν ἄνω αὐτὸν ἄνεγκε μετὰ σπουδῆς, καὶ μὴ χρονίσῃς· τὸ γὰρ χρονίσαι συγκα‐ ταβάσεως ὅρον ἔχει.

8

Ἐρ.· Ἐὰν κενοδοξίας λογισμὸς ἐπέλθῃ ὅτι κατώρθωσας, οὐκ ὀφείλει ἀντιλέξαι ὁ λογισμός; Ἀπ.· Οἱᾳδήποτε ὥρᾳ ἀντιλέγει, ἐκεῖνος ἰσχυρότερος καὶ ῥαγδαιότερος γίνεται. Πλεῖον γὰρ σοῦ εὑρήσει ἀντιλέγειν, καὶ οὐ τοσοῦτον τὸ Πνεῦμα τὸ
5ἅγιον ἀντιλαμβάνεταί σοι. Εὑρίσκεται γὰρ ὡς λέγων ὅτι ἐμαυτῷ ἐπαρκοῦμαι μάχεσθαι πρὸς τὰ παθή. Ὥσπερ γὰρ ὁ πατέρα ἔχων πνευματικὸν πᾶσαν τὴν φροντίδα αὐτοῦ τῷ πατρὶ παραχωρεῖ καὶ ἀμέριμνός ἐστι κατὰ πάντα καὶ κρίμα οὐκέτι ἔχει παρὰ Θεῷ, οὕτως καὶ ὁ τῷ Θεῷ ἑαυτὸν ἐκδεδωκὼς οὐκ ὀφείλει ὅλως φροντίδα ποιεῖσθαι λογισμοῦ ἢ ἀντιλέξαι ἢ ὅλως τόπον ἀφιέναι
10τοῦ εἰσελθεῖν. Ἐὰν δὲ καὶ εἰσέλθῃ, ἄνω πρὸς τὸν πατέρα σου ἆρον αὐτὸν καὶ εἶπον ὅτι· ἐγὼ οὐκ ἔχω πρᾶγμα, ἰδοὺ ὁ πατήρ μου αὐτὸς οἶδεν. Καὶ ἔτι ἀναφέ‐ ρων αὐτὸν μέσον τῆς ὁδοῦ καταλείψας σε φεύγει. Οὐ γὰρ δύναται ἐλθεῖν μετὰ σοῦ πρὸς τὸν Θεὸν καὶ πατέρα, οὐδὲ στῆναι ἐνώπιον αὐτοῦ. Ταύτης τῆς ἐργασίας οὔκ ἐστι μείζων οὐδὲ ἀμεριμνότερα ἐν ὅλῃ τῇ Ἐκκλησίᾳ.

9

Ἐρ.· Πῶς οὖν οἱ Σκητιῶται ἐν τῷ ἀντιρρητικῷ λογισμῷ εὐηρέστησαν τῷ Θεῷ; Ἀπ.· Ἐπειδὴ ἐκεῖνοι ἁπλότητι καὶ φόβῳ Θεοῦ ἐποίησαν, διὰ τοῦτο ὁ Θεὸς ἀντελάβετο αὐτῶν· καὶ ὕστερον αὐτὴ ἡ ἐργασία τῆς θεωρίας ἦλθεν εἰς
5αὐτούς, τοῦ Θεοῦ βουληθέντος διὰ τὸν πολὺν αὐτῶν κόπον καὶ φιλοθεΐαν. Ἔλεγε δὲ ὁ μέγας ὁ καὶ ταῦτα διδάξας ὅτι· γενομένου μου ἐν τῇ Σκήτει παρέβαλον τινὶ ἁγίῳ χρονίσαντι ἐκεῖ. Καὶ μόνον ἠσπάσατό με, καὶ καθίσαντος αὐτοῦ οὐδὲν ἕτερόν μοι ἀπεκρίθη. Ἀλλὰ καθήμενος ἐγὼ καὶ τῇ θεωρίᾳ σχολάζων, κἀκεῖνος τὴν σειρὰν ἐργαζόμενος οὐκ ἀνένευσεν ὅλως προσέχειν μοι οὔτε φαγεῖν233
10μοι ἐπέτρεψεν. Ἀλλὰ καιτοὶ ἔχων ἓξ ἡμέρας μὴ φαγών, ἔμεινεν ὅλην τὴν ἡμέραν πλέκων. Καὶ ὡς ὀψία ἐγένετο, πάλιν θαλλία βρέξας τὴν νύκτα ἔμεινε πλέκων. Καὶ τῇ ἑξῆς ἡμέρᾳ περὶ ὥραν δεκάτην ἀποκρίνεται καὶ λέγει μοι· ἀδελφέ, πόθεν εὗρες τὴν ἐργασίαν ταύτην; Ἐγὼ δὲ εἶπον· σὺ πόθεν εὗρες τὴν ἐργασίαν ταύτην; Καὶ ἡμεῖς μὲν ἐκ παιδόθεν ταύτην τὴν ἐργασίαν ἐδιδάχ‐
15θημεν παρὰ τῶν πατέρων ἡμῶν. Ἔφη δὲ ὁ Σκητιώτης· ἐγὼ μὲν τοιαύτην διδασκαλίαν οὐ παρέλαβον παρὰ τῶν πατέρων μου, ἀλλ’ ὥσπερ ὁρᾷς με ἄρτι οὕτως ἔμεινα ὅλον τὸν χρόνον μου, μικρὸν ἐργόχειρον καὶ μικρὰν μελέτην καὶ μικρὰν εὐχὴν καὶ τὸ κατὰ δύναμιν καθαρεύειν τῶν λογισμῶν καὶ ἀντιλέγειν τοῖς ἐπερχομένοις, καὶ οὕτως τὸ τῆς θεωρίας πνεῦμα ἦλθεν, ἐμοῦ μὴ εἰδότος
20μήτε ὅλως μαθόντος ὅτι τοιαύτην ἐργασίαν τινὲς ἔσχον. Καὶ ἀπεκρίθην· ἐγὼ δὲ ἐκ παιδόθεν οὕτως ἐδιδάχθην.

10

Ἐρ.· Ποίῳ τρόπῳ ὀφείλει ὁ τοιοῦτος προσέχειν τῇ θεωρίᾳ; Ἀπ.· Αἱ Γραφαὶ ἐδήλωσαν τὸ πῶς.

11

Ἐρ.· Πῶς; Ἀπ.· Ὁ μὲν Δανιὴλ ὡς παλαιὸν ἡμερῶν ἐθεωρεῖ, ὁ δὲ Ἱεζεχιὴλ ἐπὶ ἅρματος Χερουβίμ, ὃ δὲ Ἡσαΐας ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὁ δὲ Μωϋσῆς τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.

12

Ἐρ.· Πῶς δύναται θεωρεῖν ὁ νοῦς ὃ οὐδέποτε εἶδεν; Ἀπ.· Βασιλέα οὐδέποτε εἶδες καθήμενον ὥσπερ ἐπὶ τῶν εἰκόνων.

13

Ἐρ.· Καὶ ὀφείλει ὁ νοῦς διαγράφειν τὸ θεῖον; Ἀπ.· Οὔκ ἐστι καλλίον διαγράψαι ἢ τοῖς ἀκαθάρτοις λογισμοῖς συγκα‐ τατίθεσθαι;

14

Ἐρ.· Μήποτε ὡς ἁμαρτία λογισθῇ; Ἀπ.· Κράτει τέως τοῦτο ὡς οἱ προφῆται εἶδον ἱστορικῶς, καὶ αὐτὸ τὸ
τέλειον ἔρχεται καθὼς ὁ ἀπόστολος φησί· βλέπομεν ἄρτι ὡς δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Φησίν· ὅτε ὁ λογισμὸς τελειωθῇ234
5τότε παρρησία βλέπει.

15

Ἐρ. Οὐκ ἔχει οὖν ἔκστασιν φρενῶν τοῦτο; Ἀπ. Ὅλως τὸ σύνολον ἐάν τις ἐν ἀληθείᾳ ἀγωνίζεται. Ἔλεγε δὲ ὅτι· ὅλην τὴν ἑβδομάδα ἐποίησα καὶ οὐκ ἐμνημόνευσα ἀνθρωπίνης μνήμης. Ἄλλος ἔφη ὅτι· ἔμεινα περιπατῶν ἐν ὁδῷ ποτέ, καὶ ἀγγέλους δύο ἔνθεν καὶ ἔνθεν
5εἶδον περιπατοῦντας μετ’ ἐμοῦ καὶ οὐ προσέσχον αὐτοῖς.

16

Ἐρ.· Διὰ τί; Ἀπ.· Ἐπειδὴ γέγραπται ὅτι· οὒτε ἄγγελοι οὔτε πνεύματα δυνήσεται χωρίσαι ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.

17

Ἐρ.· Πάντοτε δύναται ὁ λογισμὸς θεωρεῖν; Ἀπ· Εἰ καὶ οὐ πάντοτε, ἀλλ’ ὅταν ὁ λογισμὸς καταδυναστεύηται ὑπὸ τῶν λογισμῶν, μὴ χρονίζῃ τοῦ προσφυγεῖν τῷ Θεῷ. Λέγω γάρ σοι ὅτι ἐὰν τελειωθῇ ὁ λογισμὸς εἰς τοῦτο, εὐκοπώτερόν ἐστιν ὄρος κινῆναι ἢ τὸν λογισμὸν
5κατελθεῖν ἐκεῖθεν. Ὥσπερ γὰρ κατάδικος εἰς σκότος τι φυλακίζεται, ἡνίκα δὲ ἀπολυθῇ καὶ τὸ φῶς ἴδῃ, οὐκέτι θέλει μνημονεύειν τοῦ σκότους· οὕτως καὶ ὁ λογισμός, ὅταν ἄρξηται τὸ ἴδιον φέγγος ἐφορᾶν. Ἔλεγε γάρ τις τῶν ἁγίων ὅτι· ποτὲ θέλων δοκιμάσαι τὸν λογισμόν μου εἰ, ἐὰν ἀπολύσω αὐτόν, ὑπάγει καὶ ῥέμβεται εἰς τὸν κόσμον, καὶ ἀπολύσας αὐτὸν ἐστάθη ἐπὶ τὸ
10αὐτό, μὴ εἰδὼς ποῦ ἀπέλθῃ. Καὶ πάλιν ᾖρα αὐτὸν ἄνω. Ἤδει γὰρ ὅτι ἐὰν ἀπέλθῃ ῥέμβεσθαι, κολᾶσαι αὐτὸν εἶχον. Ταύτην τὴν ἐργασίαν ἡσυχία μετὰ προσευχῆς κατορθοῖ. Ἔλεγε δὲ ὅτι· τὸ συνεχῶς προσεύχεσθαι ταχὺ εἰς κατόρθωσιν φέρει τὸν νοῦν.

18

Ἐρ. Πῶς δύναται πάντοτε προσεύχεσθαι; Ἀσθενεῖ γὰρ τὸ σῶμα πρὸς λειτουργίαν. Ἀπ. Οὐ μόνον τὸ στῆναι ἐν καιρῷ προσευχῆς ἐκείνη λέγεται εὐχὴ
ἀλλὰ καὶ πάντοτε.235

19

Ἐρ.· Πῶς πάντοτε; Ἀπ.· Εἴτε ἐσθίεις, εἴτε πίνεις, εἴτε ἐν ὁδῷ περιπατεῖς, εἴτε ἔργον τι ποιεῖς μὴ ἀποστῆναι τῆς εὐχῆς.

20

Ἐρ.· Ἐὰν οὖν μετά τινος λαλεῖ, πῶς δύναται τὸ πάντοτε προσεύχεσθαι πληρῶσαι; Ἀπ.· Διὰ τοῦτο εἶπεν ὁ ἀπόστολος· διὰ πάσης προσευχῆς καὶ δεήσεως. Ὅταν γὰρ οὐ σχολάζῃς, μετὰ ἄλλου ὁμιλῶν, προσεύχεσθαι, διὰ δεήσεως
5προσεύχου.

21

Ἐρ.· Ποίᾳ εὐχῇ ὀφείλει προσεύχεσθαι; Ἀπ.· Τό· Πατὴρ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἑξῆς.

22

Ἐρ.· Πόσον μέτρον ὀφείλει εὔχεσθαι τῆς εὐχῆς; Ἀπ.· Μέτρον οὐκ ἐδήλωσεν. Τὸ γὰρ εἰπεῖν πάντοτε καὶ ἀδιαλείπτως προσεύχεσθαι, μέτρον οὐκ ἔχει. Ἐὰν γὰρ ὅτε εἰς προσευχὴν μόνον ἵσταται ὁ μοναχὸς προσεύχεται, ὁ τοιοῦτος οὐκ εὔχεται. Ἔλεγε δὲ ὅτι· ὀφείλει
5ὁ θέλων ταῦτα κατορθῶσαι πάντας ἀνθρώπους ὡς ἑνὰ ὁρᾶν.236