TLG 2742 007 :: APOPHTHEGMATA :: Quaestiones et responsa senum de tentationibus

APOPHTHEGMATA Gnom. Eccl., Apophthegmata patrum
(Varia)

Quaestiones et responsa senum de tentationibus

Source: Guy, J.–C. (ed.), “Un dialogue monastique inédit” [Revue d’ascétique et de mystique 33] 1957: 177–182.

Citation: Question+answer — (line)

T

ΔΙΑΛΕΞΙΣ ΓΕΡΟΝΤΩΝ ΠΡΟΣ ΑΛΛΗΛΟΥΣ ΠΕΡΙ ΛΟΓΙΣΜΩΝ

1

Ἐρώτησις. Πῶς δεῖ εἶναι τὸν μοναχὸν ἐν τῷ κελλίῳ; Ἀπόκρισις : Τοῦ ἀπέχεσθαι τῆς τῶν ἀνθρώπων γνώσεως ἵνα τοῦ λογι‐ σμοῦ σχολάζοντος ἡ γνῶσις τοῦ Θεοῦ κατοικήσῃ ἐν αὐτῷ.

2

Ἐρ.: Τί θέλει εἶναι ὁ μοναχός; Ἀπ.: Ὁ μοναχὸς περιστερά ἐστιν. Ὥσπερ γὰρ ἡ περιστερὰ ἐξερχομένη τὸν καιρὸν αὐτῆς εἰς τὸν ἀέρα τινάσσει τὰς πτέρυγας αὑτῆς καὶ, ἐὰν βραδύνῃ ἔξω τῆς κοίτης αὐτῆς, ὑπὸ ἀγρίων πετεινῶν κολαφιζομένη ἀπολεῖ τὴν εὐπρέπειαν
5αὐτῆς· οὕτως καὶ ὁ μοναχός· ἔρχεται τῷ καιρῷ τῆς συνάξεως ἐκτινάξαι τοὺς λογισμοὺς αὐτοῦ καὶ ἐὰν βραδύνῃ ἔξω τοῦ κελλίου αὐτοῦ κολαφιζόμενος ὑπὸ τῶν δαιμόνων σκοτίζονται αὐτοῦ οἱ λογισμοί.

3

Ἐρ.: Ποίῳ λογισμῷ ἐκφέρει ὁ διάβολος τὸν μοναχὸν ἐκ τοῦ κελλίου αὐτοῦ; Ἀπ.: Ὁ διάβολος ἐπαοιδός ἐστιν· ὥσπερ γὰρ ὁ ἐπαοιδὸς ἁπαλοῖς λόγοις ἐκφέρει τὸ θηρίον ἐκ τοῦ φωλεοῦ αὐτοῦ καὶ ἐπιλαβόμενος αὐτοῦ ἐπιρρίπτει αὐτὸ
5εἰς τὰς πλατείας τῆς πόλεως ἀπολύων αὐτὸ εἰς χλεύασμα τῶν ἀνθρώπων, καὶ ὅταν καταγηράσῃ μετ’ αὐτοῦ ὕστερον ἢ πυρὶ αὐτὸ καταναλίσκει ἢ καταποντίζει αὐτό· οὕτως καὶ ὁ μοναχὸς τὸν αὐτὸν τρόπον πάσχει ὅταν ὑπὸ τῶν λογισμῶν ἑλκόμενος καταλείπῃ τὸ κελλίον αὐτοῦ.

4

Ἐρ.: Ἐὰν ἐξέλθῃ ἀδελφὸς εἰς διακονίαν καὶ συναντήσῃ αὐτῷ γυνὴ κατὰ τὴν ὁδὸν, πῶς δύναται φυγεῖν τὸν πόλεμον τῆς πορνείας; Ἀπ.: Τὸν μὲν πόλεμον οὐ δύναται φυγεῖν, τὴν δὲ πρᾶξιν δύναται ἐκφυ‐ γεῖν ἐὰν σιωπήσῃ εἰς τὴν ὥραν τῆς ἀπαντήσεως. Ὥσπερ γὰρ τὸ πυρεκβόλον
5συγκρουόμενον μετὰ τοῦ θειαφίου ἐκβάλλει τὸ πῦρ, οὕτως καὶ ἡ λαλιὰ τοῦ ἀνδρὸς μετὰ τῆς γυναικὸς συγκρουομένη τὴν ἁμαρτίαν ἀπεργάζεται.

5

Ἐρ.: Ποίῳ λογισμῷ ἔρχεται ἡ πορνεία εἰς τὸν ἄνθρωπον; Ἀπ.: Οὔτε μία, οὔτε δύο, οὔτε πέντε, οὔτε δέκα ὁδοὶ ἀρκοῦσιν τῇ πορ‐
νείᾳ· πάντες γὰρ οἱ λογισμοὶ τοῦ διαβόλου τὴν πορνείαν ἔχουσιν κεκρυμμένην.177

6

Ἐρ.: Καλόν ἐστιν κτήσασθαι δύο χιτῶνας; Ἀπ.: Κτῆσαι δύο χιτῶνας καὶ μὴ κτήσῃ κακίαν τὴν σπιλοῦσαν ὅλον τὸ σῶμα. Ἡ γὰρ ψυχὴ οὐ χρείαν ἔχει τῆς κακίας, τὸ δὲ σῶμα χρείαν ἔχει τῆς σκέπης· ἔχοντες γὰρ τὰ δέοντα καὶ τὰ αὐτάρκη τούτοις ἀρκεσθησόμεθα.

7

Ἐρ.: Πῶς δεῖ ἐπιτελεῖν τὴν λειτουργίαν τῆς ψαλμῳδίας καὶ τὸ μέτρον τῆς νηστείας; Ἀπ.: Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε· πολλοὶ γὰρ θέλοντες ὑπεράνω, ὕστερον οὔτε ὀλίγον ἴσχυσαν ἐκτελέσαι.

8

Ἐρ.: Ἐὰν βιάσηταί με ἀδελφὸς ἵνα πιῶ ποτήριον οἴνου εἰς τὸ κελλίον αὐτοῦ καλόν ἐστιν ἀπελθεῖν; Ἀπ.: Φεῦγε τὰς οἰνοποσίας, καὶ σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων. Πολλοὶ γὰρ ἕνεκεν τῆς χρείας ταύτης ἐνέπεσαν εἰς πτῶσιν λογισμῶν.

9

Ἐρ.: Διατί οὐ δύναμαι οἰκῆσαι μετὰ ἀδελφῶν; Ἀπ.: Ὅτι τὸν Θεὸν οὐ φοβεῖς. Εἰ γὰρ ἐμνημόνευες τοῦ γεγραμμένου ὅτι ἐν Σοδόμοις ἐσώθη Λὼτ μηδένα κατακρίνας, καὶ σὺ ἂν εἰς μέσον θηρίων ἔβαλες ἑαυτὸν οἰκῆσαι.

10

Ἐρ.: Ἐὰν σκανδαλίσῃ με ἀδελφὸς θέλεις βάλλω αὐτῷ μετάνοιαν; Ἀπ.: Βάλε αὐτῷ μετάνοιαν καὶ ἔκκοψον αὐτὸν ἀπὸ σοῦ· ἔχομεν γὰρ τὸν ἀββᾶ Ἀρσένιον λέγοντα· μετὰ πάντων ἀγάπην ἔχε· ἀπὸ πάντων δὲ ἄπεχε.

11

Ἐρ.: Τί ἐστιν ἀνθρώπῳ τὸ προσενεγκεῖν εὐχαριστήριον εἰς τὴν ἐκκλησίαν; Ἀπ.: Τὸ πρᾶγμα τοῦτο θησαυρός ἐστιν ἔμπροσθεν τοῦ Θεοῦ κείμενος, καὶ ὃ βάλλεις ὧδε ἄνω προσλαμβάνει.

12

Ἐρ.: Τί ἐστιν ἡ ἁμαρτία τῆς καταλαλιᾶς; Ἀπ.: Ἡ ἁμαρτία τῆς καταλαλιᾶς οὐ μὴ ἐάσῃ τὸν ἄνθρωπον ἐλθεῖν ἔμπροσθεν τοῦ Θεοῦ· γέγραπται γάρ· τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον
αὐτοῦ τοῦτον ἐξεδίωκον.178

13

Ἐρ.: Θέλω μαρτυρῆσαι διὰ τὸν Θεόν. Ἀπ.: Ἐὰν ἐν καιρῷ παροξυσμοῦ ἀνέξηταί τις τοῦ πλησίον, ἴσον ἐστι τῆς καμίνου τῆς ἐπὶ τῶν τρίων παίδων.

14

Ἐρ.: Διατί ὅτε στήκω εἰς προσευχὴν ἀσχολεῖ με ὁ λογισμός; Ἀπ.: Ὅτι ὁ διάβολος ἐξ ἀρχῆς μὴ θέλων προσκυνῆσαι τῷ πάντων Θεῷ ἐσφενδονίσθη ἐκ τῶν οὐρανῶν καὶ ἀλλότριος ἐγένετο τῆς βασιλείας τοῦ Θεοῦ· καὶ διὰ τοῦτο ἡμᾶς ἀσχολεῖ ἀπὸ τῆς εὐχῆς τὸν αὐτὸν τρόπον καὶ ἐν ἡμῖν κατεργάσα‐
5σθαι βουλόμενος.

15

Ἐρ.: Πόθεν ἡδονὰς βρωμάτων ἐπιφέροντές μοι οἱ λογισμοὶ καταργοῦσί με ἀπὸ τῆς νηστείας; Ἀπ.: Ὅτι καὶ τὸν Ἀδὰμ διὰ τῆς βρώσεως ἐπτέρνισεν, διὰ τοῦτο καὶ ἐν ἡμῖν εἰς τὸν αὐτὸν τρόπον ἐνεργεῖ.

16

Ἐρ.: Διατί ἡ πορνεία οὕτως ἐνοχλεῖ τὸν ἄνθρωπον; Ἀπ.: Ἐπειδὴ οἶδεν ὁ διάβολος ὅτι ἡ πορνεία ἀλλοτρίους ἡμᾶς ποιεῖ τοῦ Πνεύματος τοῦ Ἁγίου· ἀκούει γὰρ τοῦ Κυρίου λέγοντος· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.

17

Ἐρ.: Πόθεν οὕτως ἕλκει με ὁ διάβολος εἰς περισπασμοὺς καὶ ἀσχολεῖ με ἀπὸ τοῦ ἐργοχείρου μου; Ἀπ.: Ἐπειδὴ οἶδεν ὁ Σατανᾶς ὅτι ἡ καρποφορία τῆς ἐλεημοσύνης ἐκ τοῦ ἐργοχείρου γίνεται, διὰ τοῦτο εἰς περισπασμοὺς ἡμᾶς ἕλκει ἀσχολῶν ἡμᾶς ἐκ
5τοῦ ἐργοχείρου, τὴν ἐλεημοσύνην ἐκκόψαι βουλόμενος ἀφ’ ἡμῶν.

18

Ἐρ.: Πῶς δύναται ἄνθρωπος ἐκκόψαι τὴν ἐπιβουλὴν τῶν δαιμόνων; Ἀπ.: Ὥσπερ ὁ ἰχθὺς οὐ δύναται κωλῦσαι τὸν ἁλιέα μὴ χαλάσαι τὸ ἄγκιστρον εἰς τὴν θάλασσαν, ἐὰν δὲ γνῶ ὁ ἰχθὺς τὴν τοῦ ἀγκίστρου κακίαν, ἀποστραφεὶς σώζεται, καὶ μένει ἀργὸς ὁ ἁλιεύς· οὕτως καὶ ὁ ἄνθρωπος.

19

Ἐρ.: Ἔχει οὖν ὁ ἄνθρωπος ἁμαρτίαν διὰ τὴν ἐνθύμησιν; Ἀπ.: Τὴν πέτραν οὐ μὴ ἀδικήσωσι τὰ κύματα, ὡσαύτως καὶ ἡ προσβολὴ ἄπρακτος μένουσα οὐ μὴ ἀδικήσῃ τὸν ἄνθρωπον· γέγραπται γὰρ ὅτι πᾶσα ἁμαρ‐
τία μὴ ἀποτελεσθεῖσα οὐκ ἔστιν ἁμαρτία.179

20

Ἐρ.: Τί ἐστι τὸ γεγραμμένον· ἐάν τις ἔχῃ πίστιν ὡς κόκκον σινάπεως; Ἀπ.: Ὥσπερ ἄνθρωπος γεωργὸς ἀροτριῶν τὴν γῆν σπείρει τὸ σπέρμα, καὶ εὑρῶν ὁ κόκκος εὐρυχωρίαν εἰς τὴν γῆν ἐκτείνει τὰς ῥίζας καὶ φύει ἄνω κλάδους, ὥστε τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν ἐν αὐτοῖς· οὕτως καὶ ὁ ἄνθρωπος
5ἐὰν τὴν ἑαυτοῦ καρδίαν καθαρίσας δέξηται τὸν λόγον τοῦ Θεοῦ καὶ κατοικήσῃ ἐν αὐτῇ φύει λογισμοὺς καλοὺς ὥστε τὰς ἐντολὰς τοῦ Θεοῦ κατοικεῖν ἐν αὐτῷ.

21

Ἐρ.: Καλόν ἐστιν οἰκῆσαι τὴν ἔρημον; Ἀπ.: Οἱ υἱοὶ Ἰσραὴλ ὅταν ἐπαύσαντο τοῦ περισπασμοῦ τῆς Αἰγύπτου καὶ ὤκησαν ἐν σκηναῖς, τότε ἐπεγνώσθη αὐτοῖς πῶς δεῖ φοβεῖσθαι τὸν Θεόν. Καὶ γὰρ τὰ πλοῖα μέσον τῆς θαλάσσης χειμαζόμενα ἄπρακτα μένουσιν· ὅταν δὲ
5ἔλθωσιν εἰς λιμένα τότε τὴν ἐμπορίαν περιποιοῦνται· οὕτως καὶ ὁ ἄνθρωπος ἐὰν μὴ καρτερήσῃ εἰς ἕνα τόπον οὐ μὴ λάβῃ τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Καὶ γὰρ πρὸ πασῶν τῶν ἀρετῶν τὴν ἡσυχίαν ἐξελέξατο ὁ Θεός· γέγραπται γάρ· ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσυχίον καὶ τρέμοντά μου τοὺς λόγους.

22

Ἐρ.: Καλόν ἐστιν μεσιτεῦσαι ἀντιλογίαν ἀδελφῶν; Ἀπ.: Φεῦγε τὰ τοιαῦτα· γέγραπται γάρ· Βαρύνων τὰ ὦτα αὑτοῦ τοῦ μὴ ἀκοῦσαι κρίσιν αἱμάτων καὶ τοὺς ὀφθαλμοὺς καμμύων τοῦ μὴ ἰδεῖν ἀδικίαν.

23

Ἐρ.: Πῶς δύναται ἄνθρωπος οἰκῆσαι καταμόνας; Ἀπ.: Ὁ ἀθληθὴς ἐὰν μὴ πυκτεύσῃ μετὰ ἀνθρώπων οὐ δύναται μαθεῖν τὴν τέχνην τῆς νίκης, ἵνα οὕτως δυνηθῇ μετὰ τοῦ ἀντιδίκου μονομαχῆσαι. Οὕτως καὶ ὁ μοναχός· ἐὰν μὴ πρῶτον παιδευθῇ μετὰ ἀδελφῶν καὶ μάθῃ τὴν τῶν λογι‐
5σμῶν τέχνην οὐ δύναται καταμόνας οἰκῆσαι καὶ ἀντιστῆναι τοῖς λογισμοῖς.

24

Ἐρ.: Ἐὰν γένηται ἀνάγκη εἰς συντυχίαν γυναικῶν ἐλθεῖν πῶς δεῖ αὐταῖς ἀπαντῆσαι; Ἀπ.: Ἡ ἀνάγκη αὕτη τοῦ διαβόλου ἐστίν. Καὶ γὰρ πολλὰς προφάσεις ἀναγκαίας ἔχει ὁ διάβολος. Ἐὰν δὲ γένηται χρεία εἰσελθεῖν εἰς συντυχίαν γυναι‐
5κὸς μὴ ἐάσῃς αὐτὴν λαλῆσαί τι περισσόν, καὶ σὺ ἐὰν λαλῇς δι’ ὀλίγων πλήρωσον τὴν συντυχίαν καὶ ταχέως ἀπόλυσον αὐτήν, ἐπεὶ ἐὰν βραδύνῃς μετ’ αὐτῆς γίνωσκε ὅτι ἡ δυσωδία αὐτῆς τὸν σὸν λογισμὸν κατασπᾷ.

25

Ἐρ.: Ποίῳ λογισμῷ δύναται ἄνθρωπος παύσασθαι ἀπὸ τῆς καταλαλιᾶς; Ἀπ.: Ὥσπερ ὁ δεχόμενος πῦρ ἐν κόλπῳ τιτρώσκεται, οὕτως καὶ ὁ
δεχόμενος τὴν τῶν ἀνθρώπων συντυχίαν οὐ μὴ ἀθῳωθῇ ἀπὸ τῆς καταλαλιᾶς.180

26

Ἐρ.: Αἱ νυκτεριναὶ φαντασίαι τοῦ διαβόλου εἰσίν; Ἀπ.: Ὥσπερ ἡμέρας ἀλλοτρίοις λογισμοῖς ἀσχολεῖ ἡμᾶς πρὸς τὸ μὴ σχολάζειν τῇ προσευχῇ ὁ διάβολος, οὕτως καὶ τὴν νύκτα ἀναπτεροῖ τὸν νοῦν ἡμῶν φαντάσμασι, κωλύων ἡμᾶς τῆς ἐν τῷ ὕπνῳ καθαρότητος.

27

Ἐρ.: Τί ποιήσει ἄνθρωπος πρὸς τὸν πειρασμὸν τὸν ἐπερχόμενον αὐτῷ εἰς χλευασμὸν τῆς σαρκὸς καθ’ ὕπνους; Ἀπ.: Ὥσπερ ἐάν τις εὕρῃ τὸν ἀντίδικον αὐτοῦ κοιμώμενον καὶ πατάξῃ αὐτὸν, οὐ δύναται ὁ πατάξας χλευάσαι ὃν ἐπάταξεν ὡς νικήσας (οὐ γάρ ἐστιν
5αὐτῷ νίκη ἀλλὰ μᾶλλον κατάγνωσις)· οὕτως καὶ ὁ καθ’ ὕπνους γινόμενος πειρα‐ σμὸς ἀργός ἐστιν.

28

Ἐρ.: Πῶς δύναται ἄνθρωπος λαβεῖν τὸ χάρισμα τοῦ ἀγαπᾶν τὸν Θεόν; Ἀπ.: Ὅταν τις εἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἐν πλημμελείᾳ καὶ βοήσῃ πρὸς τὸν Θεὸν περὶ αὐτοῦ εἰς βοηθείαν, τότε λαμβάνει ἐπίγνωσιν πῶς δεῖ ἀγαπᾶν τὸν Θεόν.

29

Ἐρ.: Ποίας ἀρετὰς ἢ ἐντολὰς κτησάμενος ὁ ἄνθρωπος δύναται σωθῆναι; Ἀπ.: Τέσσαρές εἰσιν ἀρεταὶ προκείμεναι τῷ ἀνθρώπῳ· ἡ νηστεία, καὶ ἡ προσευχὴ, καὶ τὸ ἐργόχειρον, καὶ ἡ τοῦ σώματος σωφροσύνη. Ταύταις ταῖς ἀρε‐ ταῖς ἀνταγωνισάμενος ὁ Σατανᾶς ἐξέβαλε τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου· διὰ
5βρώματος πτερνίσας αὐτὸν καὶ καταισχύνας, ἐφυγάδευσε τοῦ κρυβῆναι καὶ μὴ ἐλθεῖν εἰς πρόσωπον τοῦ Θεοῦ, μήποτε προσκυνήσαντος τοῦ Ἀδὰμ ἔμπροσθεν τοῦ Θεοῦ συγχωρηθῇ αὐτῷ τὸ ἁμάρτημα. Ὡς δὲ ἐξεβλήθη Ἀδὰμ ἐκ τοῦ παρα‐ δείσου ἔμελλεν ὁ διάβολος διὰ τῆς ἀργίας εἰς ἑτέραν ἁμαρτίαν αὐτὸν κατακρίνειν, διὰ τῆς ἀπογνώσεως αὐτὸν πρὸς ἑαυτὸν προσδοκῶν κατέχειν. Ὁ δὲ φιλάνθρωπος
10δεσπότης, εἰδὼς τοῦ διαβόλου τὴν κακουργίαν, ἔδωκεν τῷ Ἀδὰμ ἔργον λέγων· ἐργάζου τὴν γῆν ἐξ ἧς ἐλήφθης, ἵνα ὁ Ἀδὰμ φροντίζων τοῦ ἔργου τὰς τοῦ δια‐ βόλου κακοτεχνίας ἀποβάληται. Ἀγωνίζεται οὖν ὁ διάβολος κατὰ τῆς νηστείας, κατὰ τῆς εὐχῆς, κατὰ τοῦ ἐργοχείρου· τὸ γὰρ ἐργόχειρον τὴν πολλὴν αὐτοῦ κακο‐ τεχνίαν ἐκκόπτει. Ἀγωνίζεται δὲ καὶ κατὰ τῆς ἐναρέτου σωφροσύνης. Ἐὰν δέ
15τις ἀξιωθῇ τῆς τῶν τεσσάρων τούτων ἀρετῶν ἐργασίας καὶ πασῶν τῶν ἀρετῶν
κυριεύει.181

30

Ἐρ.: Τί ποιήσας ὁ ἄνθρωπος λαμβάνει τὸ χάρισμα τῶν ἀρετῶν τούτων; Ἀπ.: Ἐάν τις θέλῃ μαθεῖν τέχνην, πᾶσαν μέριμναν καταλείψας κατευτε‐ λίζει ἑαυτὸν καὶ διὰ τῆς ταπεινώσεως λαμβάνει τὸ χάρισμα τῆς τέχνης· οὕτως καὶ ὁ μοναχὸς, ἐὰν μὴ ἐάσῃ πᾶσαν μέριμναν ἀνθρωπινὴν καὶ κατευτελίσῃ ἑαυτὸν ὑπὲρ
5πάντα ἄνθρωπον, μὴ λογισάμενος ὅτι καλλίων εἰμί τινος ἢ κἂν ἴσος τινός, οὐ μὴ κτήσηται ἀρετὴν τὸ σύνολον· ἐὰν δὲ ταπεινώσῃ ἑαυτὸν καὶ εὐτελίσῃ παντὶ πράγ‐ ματι τότε εὑροῦσαι αἱ ἀρεταὶ τὴν ἐργασίαν ἀφ’ ἑαυτῶν παραγίνονται· ἔτι γὰρ λαλοῦντός σου ἐρεῖ, φησὶν, πάρειμι.

31

Ἐρ.: Πῶς δύναται ἄνθρωπος γνῶναι ὅτι εὐπροσδεκτός ἐστιν ἡ εὐχὴ αὐτοῦ πρὸς τὸν Θεόν; Ἀπ.: Ὅταν ἄνθρωπος φυλάξῃ τοῦ μὴ ἀδικῆσαι τὸν πλησίον αὐτοῦ ἐν οἱῳδήποτε πράγματι, τότε θαρρήτω ὅτι εὐπροσδεκτός ἐστιν ἡ εὐχὴ αὐτοῦ πρὸς
5τὸν Θεόν· ἐὰν δέ τις ἀδικήσῃ τὸν πλησίον αὐτοῦ ἐν οἱῳδήποτε πράγματι ἢ σωμα‐ τικῷ ἢ ψυχικῷ, ἡ εὐχὴ αὐτοῦ βδελυκτὴ καὶ ἀπρόσδεκτός ἐστιν. Ὁ γὰρ στεναγμὸς τοῦ ἀδικουμένου οὐ μὴ ἐάσῃ τὴν εὐχὴν αὐτοῦ εἰσελθεῖν ἐνώπιον τοῦ Θεοῦ. Ἐὰν δὲ καὶ μὴ ταχέως διαλλαγῇ τῷ πλησίον, οὐ μὴ ἀθῳωθῇ τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ ἀπὸ τῶν ἰδίων ἁμαρτιῶν· γέγραπται γὰρ ὅτι ὅσα ἂν δήσητε ἐπὶ τῆς
10γῆς ἐσταὶ δεδεμένα ἐν τοῖς οὐρανοῖς.182