TLG 2742 006 :: APOPHTHEGMATA :: De meditationibus duodecim anachoretarum

APOPHTHEGMATA Gnom. Eccl., Apophthegmata patrum
(Varia)

De meditationibus duodecim anachoretarum

Source: Guy, J.–C. (ed.), “La collation des douze anachorètes” [Analecta Bollandiana 76] 1958: 422–427.

Citation: Section — (line)

T

ΠΕΡΙ ΤΩΝ ΔΩΔΕΚΑ ΑΝΑΧΩΡΗΤΩΝ

PROI

Ἀναχωρηταί ποτε σοφοὶ καὶ πνευματικοὶ δώδεκα τὸν ἀριθμὸν συναχθέντες ἐπὶ τὸ αὐτὸ ἀπῄτησαν ἑαυτοὺς εἰ‐ πεῖν ἕκαστος τὰ κατορθώματα ἃ ἐποίησεν ἐν τῷ κελλίῳ ἑαυτοῦ καὶ ποίαν ἄσκησιν ἤσκησεν πνευματικῆς ἀρετῆς.

1

Εἶπε δὲ ὁ πρῶτος ὁ καὶ πρεσβύτερος ἐξ αὐτῶν· «Ἐγώ, ἀδελφοί, ἀφ’ οὗ ἠρξάμην ἡσυχάζειν, ὅλον ἐσταύρωσα ἐμαυτὸν τοῖς
ἔξω πράγμασιν, ἐννοῶν τὸ γεγραμμένον· Διαρρήξωμεν τοὺς δε‐ σμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.422
5Καὶ ὥσπερ τεῖχος ποιήσας ἀνὰ μέσον τῆς ψυχῆς μου καὶ τῶν σωματικῶν πραγμάτων, εἶπον ἐν τῇ διανοίᾳ μου ὅτι, ὥσπερ ὁ ἔσω τοῦ τείχους οὐχ ὁρᾷ τὸν ἔξω ἑστῶτα, οὕτως μηδὲ σὺ θελήσῃς ὁρᾶν τὰ τῶν ἐκτὸς πράγματα, ἀλλὰ σαυτῷ πρόσεχε ἐκδεχόμενος τὴν ἐλπίδα τοῦ Θεοῦ· οὕτω δὲ ἔχω τὰς πονηρὰς ἐπιθυμίας ὡς
10ὄφεις καὶ γεννήματα ἐχιδνῶν. Ὅταν δὲ αἰσθάνωμαι ἐν τῇ καρ‐ δίᾳ μου φυομένας ταύτας, προσέχω αὐταῖς μετὰ ἀπειλῆς καὶ ξηραίνω αὐτάς· καὶ οὐκ ἐπαυσάμην ποτὲ ὀργιζόμενος τῷ σώ‐ ματί μου καὶ τῇ ψυχῇ, ἵνα μηδὲν φαῦλον ποιήσωσιν.»

2

Ὁ δεύτερος εἶπεν· «Ἐγὼ εἶπον ἐμαυτῷ, ἀφ’ οὗ ἀπεταξάμην τῇ γῇ, ὅτι· Σήμερον ἐγεννήθης, σήμερον ἤρξω δουλεύειν τῷ Θεῷ, σήμερον ἐνταῦθα παροικεῖν ἤρξω. Οὕτως ἔσο καθ’ ἑκά‐ στην ὡς ξένος καὶ αὔριον ἀπαλλαττόμενος. Καὶ τοῦτο ἐμαυτῷ
5καθ’ ἑκάστην συμβουλεύω.»

3

Ο τρίτος εἶπεν· «Ἐγὼ ἀπὸ πρωὶ ἀνέρχομαι πρὸς τὸν Κύ‐ ριόν μου καὶ προσκυνήσας αὐτὸν ῥίπτω ἐμαυτὸν ἐπὶ πρόσωπον ἐξομολογούμενος τὰ παραπτώματά μου· καὶ οὕτως καταβαίνων προσκυνῶ τοὺς ἁγίους ἀγγέλους τοῦ Θεοῦ καὶ παρακαλῶ αὐ‐
5τοὺς δεηθῆναι τοῦ Θεοῦ ὑπὲρ ἐμοῦ καὶ ὑπὲρ πάσης τῆς κτί‐ σεως. Καὶ ὅταν τοῦτο ἐπιτελέσω, κατέρχομαι ἐν τῇ ἀβύσσῳ· καὶ ὅπερ οἱ Ἰουδαῖοι ποιοῦσιν ἀπιόντες καὶ περισχιζόμενοι καὶ δακρύοντες ἐπὶ τῇ συμφορᾷ τῶν πατέρων αὐτῶν, οὕτω κἀγὼ κάτω θεωρῶ τὰ ἴδια μέλη βασανιζόμενα καὶ κλαίω μετὰ κλαι‐
10όντων.»

4

Ὁ δὲ τέταρτος ἔφη· «Ἐγὼ οὕτως εἰμὶ ὡς ἐν τῷ ὄρει τῶν ἐλαιῶν καθήμενος μετὰ τοῦ Κυρίου καὶ τῶν ἀποστόλων αὐτοῦ,
καὶ εἶπον ἐμαυτῷ· Ἀπὸ τοῦ νῦν μηδὲν γίνωσκε κατὰ σάρκα, ἀλλὰ διὰ παντὸς μετὰ τούτων ἔσο τὸν ζῆλον αὐτῶν καὶ τὴν πολι‐423
5τείαν μιμούμενος, ὡς Μαρία παρὰ τοὺς πόδας τοῦ Κυρίου καθημένη καὶ τῶν λόγων αὐτοῦ ἀκούσασα λέγοντος· Γί‐ νεσθε οἰκτίρμονες ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, καί· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.»

5

Ὁ δὲ πέμπτος εἶπεν· «Ἐγὼ τοὺς ἀγγέλους θεωρῶ πᾶσαν ὥραν ἀνερχομένους καὶ κατερχομένους εἰς τὴν κλῆσιν τῶν ψυ‐ χῶν, καὶ διὰ παντὸς τὸ τέλος μου προσδοκῶν λέγω· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.»

6

Ὁ ἕκτος λέγει· «Ἐγὼ καθ’ ἡμέραν τοὺς λόγους τούτους ἀκούειν νομίζω παρὰ τοῦ Κυρίου· Κάμετε δι’ ἐμοῦ κἀγὼ ἀνα‐ παύσω ὑμᾶς, μικρὸν ἀγωνίσασθε καὶ ὄψεσθε τὸ σωτήριόν μου καὶ τὴν δόξαν μου· εἰ τέκνα μού ἐστε, ὡς πατέρα παρα‐
5καλοῦντα αἰσχύνθητε· εἰ ἀδελφοί μού ἐστε, αἰδέσθητέ με ὡς πολλὰ ὑπομείναντα δι’ ὑμᾶς· εἰ πρόβατά μού ἐστε, τῆς φωνῆς τοῦ ποιμένος ἀκούσατε· εἰ δοῦλοί μού ἐστε, τοῖς δεσποτι‐ κοῖς ἀκολουθήσατε παθήμασιν.»

7

Ὁ ἕβδομος εἶπεν· «Ἐγὼ συνεχῶς μελετῶ καὶ ἀδιαλείπτως ἐπιλέγω ἐμαυτῷ τὰ τρία ταῦτα, πίστις ἐλπὶς ἀγάπη, ἵνα τῇ μὲν ἐλπίδι χαίρω, τῇ δὲ πίστει στηρίζωμαι, τῇ δὲ ἀγάπῃ μηδ‐ ένα λυπήσω ποτέ.»

8

Ὁ ὄγδοος ἔφη· «Ἐγὼ πετώμενον τὸν διάβολον θεωρῶ
ζητοῦντα τίνα καταπίῃ, καὶ ὅπου ἐὰν ἀπέλθῃ, θεωρῶ τοῖς ἔσωθεν ὀφθαλμοῖς· καὶ τῷ δεσπότῃ Χριστῷ ἐντυγχάνω κατ’ αὐ‐ τοῦ, ἵνα ἄπρακτος μείνῃ καὶ πρὸς μηδένα ἰσχύσῃ μάλιστα424
5τῶν φοβουμένων τὸν Κύριον.»

9

Ὁ ἔνατος ἔφη· «Ἐγὼ καθ’ ἡμέραν τὴν ἐκκλησίαν τῶν ἁγίων θεωρῶ καὶ τὸν Κύριον τῆς δόξης ἐν μέσῳ αὐτῶν ὑπὲρ πάντας λάμποντα. Ὅταν δὲ ἀκηδιῶ, ἀνέρχομαι εἰς τοὺς οὐ‐ ρανοὺς καὶ θεωρῶ τὰ κάλλη τὰ θαυμαστὰ τῶν ἀγγέλων καὶ
5τοὺς ὕμνους οὓς ἀναπέμπουσιν τῷ Θεῷ καὶ τὰς μελῳδίας· καὶ μετεωρίζομαι ὑπὲρ τῶν φθόγγων καὶ τῶν φωνῶν καὶ τοῦ μέλους, ὡς ἐννοῆσαι τὸ γεγραμμένον· Οἱ οὐρανοὶ διη‐ γοῦνται δόξαν Θεοῦ, καί· Πάντα τὰ ἐπὶ τῆς γῆς ὄντα σπόδον καὶ σκύβαλα ἡγοῦμαι.»

10

Ὁ δέκατος εἶπεν· «Ἐγὼ διόλου τὸν ἄγγελον τὸν παρα‐ μένοντά μοι θεωρῶ ἑστῶτα πλησίον μου καὶ τηρῶ ἐμαυτὸν ἐννοῶν τὸ γεγραμμένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Φοβοῦ‐
5μαι οὖν αὐτὸν ὡς τηροῦντά μου τὰς ὁδοὺς καὶ καθ’ ἑκάστην ἀνερχόμενον πρὸς τὸν Θεὸν καὶ ἐμφανίζοντά μου τὰ ἔργα καὶ τοὺς λόγους.»

11

Ὁ ἑνδέκατος ἔφη· «Ἐγὼ πρόσωπον ἐπιθεὶς ταῖς ἀρεταῖς οἷον τὴν ἐγκράτειαν τὴν σωφροσύνην τὴν μακροθυμίαν τὴν ἀγά‐ πην, εἰς ἐμαυτὸν ἔστησα κυκλώσας μου αὐτάς. Καὶ ὅπου ἐὰν ἀπέλθω, λέγω ἐμαυτῷ· Ποῦ εἰσιν οἱ παιδαγωγοί σου; μὴ
5ὀλιγωρήσῃς, μὴ ἀκηδιάσῃς· διὰ παντὸς οἷα θέλεις ὁμίλει περὶ ἀρετῶν, ἵνα μετὰ θάνατόν σου μαρτυρήσωσιν τῷ Θεῷ ὑπὲρ σοῦ
ὡς εὑροῦσαι ἀνάπαυσιν ἐν σοί.»425

12

Ὁ δωδέκατος ἔφη· «Ὑμεῖς, ὦ πατέρες, οὐρανίους ἔχον‐ τες πολιτείας οὐράνια καὶ τὰ φρονήματα κέκτησθε· καὶ οὐδὲν θαυμαστόν· ἀπηρτισμένους γὰρ ὑμᾶς θεωρῶ τοῖς ἔργοις καὶ τὰ ἄνω διώκοντας. Καὶ τί εἴπω ὅτι καὶ ταῖς διανοίαις ἐπτέρωσθε·
5τῇ γὰρ δυνάμει μετατίθεσθε ἀπὸ τῆς γῆς, ἑαυτοὺς παντελῶς ἀπαλλοτριώσαντες ἐξ αὐτῆς. Εἰ οὖν εἴπω ὑμᾶς ἐπιγείους ἀγ‐ γέλους καὶ οὐρανίους ἀνθρώπους, οὐκ ἂν ἁμάρτω· ἐμαυτὸν δὲ ἐγὼ κρίνας τοιούτου ἀνάξιον χοροῦ τὰς ἁμαρτίας μου καθορῶ· ὅπου δ’ ἂν ἀπέλθω, βλέπω αὐτὰς προλαμβανούσας με, καὶ ἐν
10τοῖς καταχθονίοις ἑαυτὸν καταδικάζω λέγων· Ἔσο μετὰ τού‐ των ὧν εἶ ἄξιος· ἐν τούτοις γὰρ μικρὸν ὕστερον καταδικασθή‐ σῃ. Θεωρῶ οὖν ἐκεῖ, πατέρες, οἰμωγὰς καὶ δάκρυα ἃ οὐδεὶς δύναται διηγήσασθαι, θεωρῶ τινας βρύχοντας τοὺς ὀδόντας καὶ ἁλλομένους ὅλῳ τῷ σώματι καὶ τρέμοντας ἀπὸ κεφαλῆς ἕως
15ποδῶν. Καὶ ῥίψας ἐμαυτὸν ἐπὶ γῆς καὶ σπόδον καταπασσόμε‐ νος ἱκετεύω τὸν Θεὸν τῶν συμφορῶν ἐκείνων μὴ πειρασθῆναί με. Βλέπω δὲ καὶ θάλασσαν πυρὸς καχλάζουσαν ἀμετρήτως καὶ διαφυσῶσαν καὶ μυκωμένην, ὡς νομίσαι τινὰ ἕως τῶν οὐρα‐ νῶν φθάσαι τὰ μυκήματα τοῦ πυρός, καὶ ἐν τῇ φοβερᾷ
20ἐκείνῃ θαλάσσῃ ἀναριθμήτους ἀνθρώπους ἐρριμμένους ὑπὸ ἀγρίων ἀγγέλων καὶ μετὰ φωνῆς ἐκείνους ἅπαντας βοῶντας
καὶ ὀλολύζοντας ὁμοῦ, οἵας οὐδεὶς ἤκουσεν ἐπὶ γῆς ὀλολυ‐ γὰς καὶ φωνάς, καὶ ὥσπερ φρύγανα πάντας καιομένους καὶ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἀποστρεφομένους ἀπ’ αὐτῶν διὰ τὰς426
25ἁμαρτίας αὐτῶν. Καὶ τότε θρηνῶ τὸ γένος τῶν ἀνθρώπων πῶς τολμᾷ λαλῆσαι λόγον ἢ προσέχειν τινί, τοσούτων κακῶν ἀπο‐ κειμένων τῷ κόσμῳ. Καὶ ἐν τούτοις μου κρατῶ τὴν διάνοιαν, τὸ πένθος ἀσκῶν ὃ εἶπεν ὁ Κύριος, ἀνάξιον καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐμαυτὸν κρίνας, λογιζόμενος τὸ γεγραμμένον· Ἐγενή‐
30θη τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτός.»

13

Ταῦτα τῶν σοφῶν καὶ πνευματικῶν πατέρων τὰ ἀποφθέγ‐ ματα· γένοιτο δὲ καὶ ἡμᾶς ἀξίαν μνήμης καὶ διηγήσεως πολιτείαν ἐνδείξασθαι, ἵνα γενόμενοι ἄμεμπτοι καὶ τέλειοι καὶ ἀνεπίληπτοι εὐαρεστήσωμεν τῷ Θεῷ, ὅτι αὐτῷ πρέπει
5ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.427