TLG 2742 004 :: APOPHTHEGMATA :: Apophthegma patrum (e collectione anonyma) (e codd. Vat. gr. 1599, 1632) APOPHTHEGMATA Gnom.
Eccl., Apophthegmata patrum Apophthegma patrum (e collectione anonyma) (e codd. Vat. gr. 1599, 1632) Citation: Page — (line) | ||
249 | Διηγήσατο ὁ μακάριος Παῦλος ὁ ἁπλοῦς, ὅτι ἔσχον μαθητὴν, καὶ περιέ‐ πιπτεν ἐν διαφόροις ἁμαρτήμασιν, ἐμοῦ μὴ εἰδότος. Συνέβη οὖν τοῦτον τελευτῆσαι, καὶ ἐδεήθην τοῦ Θεοῦ ἐκτενῶς, καὶ παρεκάλεσα τὴν ἁγίαν Θεοτόκον δειχθῆναί μοι ἐν ποίοις ἐστὶ μετὰ τὴν ἔξοδον τοῦ σώματος. Καὶ | |
5 | προσκαρτερήσαντός μου τῇ προσευχῇ ἡμέρας οὐκ ὀλίγας, ἐγενόμην ἐν ἐκστάσει, καὶ θεωρῶ τὸν ἐμὸν μαθητὴν βασταζόμενον ὑπὸ δύο τινῶν, γεγενημένον ὅλον ὄστρακον ἀπὸ κεφαλῆς ἕως ποδῶν καὶ μηδεμίαν ἐνέργειαν ἔχοντα μήτε ψυχικὴν, μήτε σωματικήν, μήτε λαλοῦντα ὅλως, ἀλλ’ ὥσπερ ἀπολιθωθέντα. Ἐγὼ δὲ λίαν ἀγωνιῶν, καὶ ὥσπερ ἔνθους γενόμενος, ἐμνήσθην | |
---|---|---|
10 | τοῦ ῥήματος τοῦ Κυρίου εἰρηκότος· τὸν οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τὸ γὰρ δεδέσθαι χεῖρας καὶ πόδας οὐδὲν ἕτερον ἡμῖν αἰνίττεται ἀλλ’ ἢ τὸ σβέννυσθαι καὶ ἀνενέργητον μένειν πᾶσαν ἔννοιαν καὶ προαίρεσιν πονηρὰν, τὴν μὴ κατὰ τὸ θέλημα τοῦ | |
15 | Θεοῦ πορευθεῖσαν ἐν τῷ αἰῶνι τούτῳ. Ὡς δὲ ἐπανῆλθον, φησίν, ἀπὸ τῆς ἐκτάσεως, ἠρξάμην σφόδρα λυπεῖσθαι καὶ ἀδημονεῖν ἐλεημοσύνας τε κατὰ δύναμιν ποιεῖν ὑπὲρ αὐτοῦ καὶ προσφο‐ ρὰς καὶ παρακαλεῖν τὴν ἁγίαν Θεοτόκον ἐλεηθῆναι αὐτόν, καὶ παρακαλέσαι τὸν φιλάνθρωπον Θεὸν ὑπὲρ αὐτοῦ. Ἠρξάμην οὖν μοχθεῖν ἐν τῇ σκήτει | |
20 | καὶ ξηροφαγεῖν, εἰς τοιοῦτον γῆρας λοιπὸν ἐληλακώς. | |
Μετὰ οὖν τινὰς ἡμέρας, ὁρῶ τὴν παναγίαν Θεοτόκον λέγουσάν μοι· | 249 | |
250 | Τὶ λυπεῖ καὶ ἀδημονεῖς, παπία; Καὶ εἶπον· Διὰ τὸν ἀδελφόν, Δέσποινά μου, ὅτι εἶδον αὐτὸν ἐν κακοῖς. Καὶ ἀπεκρίθη καὶ εἶπεν· Οὐχὶ σὺ παρεκά‐ λεσας, ἰδεῖν αὐτὸν βουλόμενος; καὶ ἰδοὺ εἶδες καὶ ἐπληροφορήθης. Ἐγὼ δὲ εἶπον· Ναί, δέομαί σου, ἐγὼ παρεκάλεσα, ἀλλ’ οὐκ ἤθελον οὕτως ἰδεῖν | |
5 | αὐτόν. Τί γάρ μοι χρήσιμον τὸ ἰδεῖν αὐτὸν καὶ κλαίειν καὶ ὀδυνᾶσθαι; Καὶ λέγει μοι ἡ ἁγία Θεοτόκος· Ὕπαγε· διὰ τὸν μόχθον καὶ τὴν ταπείνωσιν καὶ ἀγάπην σου, ἐγώ σοι αὐτὸν δείκνυμι, ἵνα μὴ λυπῇ. Καὶ τῇ ἐπαύριον εἶδον πάλιν τὸν ἀδελφὸν ἐρχόμενον πρός με περιχαρῆ, καὶ δι’ ἑαυτοῦ περιπατοῦντα καὶ γελῶντα· καὶ λέγει μοι· Αἱ πρεσβεῖαί σου, πάτερ, | |
10 | ἐδυσώπησαν τὴν παναγίαν Θεοτόκον, διότι πάνυ φιλεῖ σε, καὶ παρεκάλεσε τὸν σωτῆρα καὶ ἔλυσέ με τῶν δεσμῶν, ὅτι σειραῖς τῶν ἁμαρτιῶν ἤμην περιεσφιγμένος. Ταῦτα τοῦ ἀδελφοῦ εἰρηκότος, ἐγὼ χαρᾶς ἐπληρώθην, καὶ εὐθέως εἶδον τὴν παναγίαν Θεοτόκον, καὶ λέγει μοι· Ἐπληροφορήθης, πρεσβύτα, κἂν | |
15 | ἄρτι; Ἐγὼ δὲ εἶπον· Ναί, Δέσποινά μου, καὶ πάνυ ἐχάρην, ὅτι εἶδον αὐτὸν ἐν ἀνέσει. Ἣ δὲ εἶπεν πρός με. Ἄπιθι τοιγαροῦν καὶ μέμνησο τοῦ ἀδελφοῦ διὰ παντὸς ἐν προσευχαῖς καὶ ἐλεημοσύναις καὶ προσφοραῖς· | |
σφόδρα γὰρ ἐλεεῖ τὸν κοιμηθέντα ἡ ἐλεημοσύνη καὶ αὐτὴ ἡ προσφορά. | 250 |