TLG 2742 003 :: APOPHTHEGMATA :: Apophthegmata patrum (collectio anonyma) (e codd. Coislin. 126, 127 + Paris. gr. 1596, 2474)

APOPHTHEGMATA Gnom. Eccl., Apophthegmata patrum
(Varia)

Apophthegmata patrum (collectio anonyma) (e codd. Coislin. 126, 127 + Paris. gr. 1596, 2474)

Source: Nau, F. (ed.), “Le chapitre περὶ τῶν ἀναχωρητῶν ἁγίων et les sources de la vie de Saint Paul de Thebes” [Révue de l’Orient Chrétien 10] 1905: 409–414.

Citation: Page — (line)

409

(1t)

Ἔτι ἁγίων πατέρων ῥήματα διαφόρως τὴν
2tκατὰ Χριστὸν ὁδὸν ἐκδιδάσκοντα.
3tΠερὶ ἀναχωρητῶν ἁγίων.
4Διηγήσατό τις τῶν ἀναχωρητῶν τοῖς ἀδελφοῖς τοῖς ἐν Ῥαϊθοῦ·
5ὅπου τὰ ἑβδομήκοντα στελέχη τῶν φοινίκων· ἔνθα παρενέβαλε Μωϋσῆς μετὰ τοῦ λαοῦ ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου. καὶ ἔλεγεν οὕτως· ἐλογισάμην ποτὲ εἰσελθεῖν εἰς τὴν ἔρημον τὴν ἐσωτέ‐ ραν. εἴπως εὕρω τινὰ ἐνδότερόν μου διάγοντα. καὶ δουλεύοντα τῷ δεσπότῃ Χριστῷ. καὶ ὁδεύσας νυχθήμερα τέσσαρα. εὗρον
10σπήλαιον. καὶ προσεγγίσας, προσέχω ἔσω. καὶ θεωρῶ συγκαθή‐ μενον ἄνθρωπον. καὶ κρούσας κατὰ τὸ ἔθος τῶν μοναχῶν πρὸς τὸ ἐξελθόντα αὐτὸν ἀσπάσασθαί με. ὁ δὲ οὐκ ἐκινεῖτο. ἦν γὰρ ἀναπε‐ παυμένος. ἐγὼ δὲ οὐδὲν μελήσας. εἰσέρχομαι καὶ κρατῶ αὐτὸν τοῦ ὤμου αὐτοῦ. καὶ εὐθέως ἐλύθη καὶ ἐγένετο κόνις. ἔτι
15δὲ προσεσχηκὼς ὁρῶ κολόβιον κεκραμένον. ὡς δὲ καὶ τοῦτο ἐκράτησα. διελύθη καὶ ἐγένετο εἰς οὐδέν. ὡς δὲ διηπόρουν ἐξῆλθον ἐκεῖθεν καὶ διηρχόμην τὴν ἔρημον. καὶ εὗρον ἕτερον σπήλαιον καὶ ἴχνη ἀνδρός. εὔθυμος δὲ γενόμενος προσήγγιζον τῷ σπη‐ λαίῳ. ὡς δὲ πάλιν ἔκρουσα καὶ οὐδείς μοι ὑπήκουσεν εἰσελθὼν οὐ‐
20δένα εὗρον. στὰς δὲ ἔξω τοῦ σπηλαίου ἔλεγον ἐμαυτῷ· ὅτι δεῖ409

410

τὸν δοῦλον τοῦ Θεοῦ ἐλθεῖν. ὅπουδ’ ἂν εἴη. ὡς δὲ ἡ ἡμέρα λοιπὸν διήρχετο. ὁρῶ βουβάλους ἐρχομένους καὶ τὸν δοῦλον τοῦ Θεοῦ γυμνόν. ταῖς θριξὶν αὐτοῦ σκέποντα τὰ ἀσχήμονα μέλη τοῦ σώ‐ ματος. ὡς δὲ προσήγγισέ μοι, νομίσας με πνεῦμα εἶναι. ἔστη εἰς
5προσευχήν. ἦν γὰρ ὡς ἔλεγεν ὕστερον πολλὰ πειρασθεὶς ἀπὸ τῶν πνευμάτων. ἐγὼ δὲ νοήσας τοῦτο, ἔλεγον αὐτῷ· ἄνθρωπός εἰμι δοῦλε τοῦ Θεοῦ. ὅρα τὰ ἴχνη μου καὶ ψηλάφησόν με ὅτι σὰρξ καὶ αἷμα εἰμί. ὡς δὲ μετὰ τὸ Ἀμὴν προσέσχε μοι παρεκλήθη. καὶ λαβών με ἐν τῷ σπηλαίῳ, ἠρώτα· πῶς ἐνταῦθα παρεγένου; ἐγὼ δὲ εἶπον·
10χάριν τοῦ ἐπιζητῆσαι τοὺς δούλους τοῦ θεοῦ ἦλθον εἰς τὴν ἔρημον ταύτην. καὶ οὐκ ἐστέρημαι τῆς ἐπιθυμίας μου. Κἀγὼ ἠρώτησα αὐτὸν λέγων· ἐνταῦθα οὖν καὶ αὐτὸς πῶς παρεγένου; καὶ πόσον χρόνον ἔχεις καὶ πῶς τρέφῃ; καὶ πῶς γυμνὸς ὢν οὐ δέῃ ἐνδύματος;
15 Ὁ δὲ ἔφη· ἐγὼ ἐν κοινοβίῳ τῆς Θηβαΐδος ἤμην. ἔργον ἔχων τὸ λινοϋφικόν. ὑπεισῆλθε δέ μοι λογισμὸς λέγων· Ἔξελθε καὶ κατὰ σεαυτὸν καθέζου καὶ δύνασαι ἡσυχάζειν καὶ φιλοξενεῖν καὶ μισθὸν πλείονα κτήσασθαι ἀπὸ τοῦ πόρου τοῦ ἔργου σου. ὡς δὲ συνε‐ θέμην τῷ λογισμῷ. καὶ δὴ τὸ ἔργον διήνυον. οἰκοδομήσας γὰρ μονα‐
20στήριον. εἶχον τοὺς ἐπιτάσσοντας. πολλὰ δὲ πυρίζων τὰ συναγόμενα ἠγωνιζόμην πτωχοῖς καὶ ξένοις διανέμειν. ὁ δὲ ἐχθρὸς ἡμῶν διάβολος φθονήσας ὡς ἀεὶ καὶ τότε τῇ μελλούσῃ ἀνταποδόσει γενέσθαι εἰς ἐμέ. ὑπὲρ ὧν ἔσπευδον τοὺς κόπους τῷ θεῷ ἀνατιθέναι, εἶδον μίαν παρθενεύουσαν ἐπιτάξασάν μοι εἴδη. καὶ ταῦτά μου ποιήσαν‐
25τος καὶ δεδωκότος ὑποβάλλει αὐτῇ πάλιν ἐπιτάξαι μοι ἄλλα. ὡς δὲ λοιπὸν συνήθεια ἐγένετο καὶ παῤῥησία περισσοτέρα. τέλος καὶ ἀφὴ χειρῶν. καὶ γέλως καὶ συναλισμὸς ὠδινήσαντες ἐτέκομεν τὴν ἀνομίαν. ὡς δὲ ἔμεινα μετ’ αὐτῆς ἐν τῷ πτώματι μῆνας ἓξ, ἐλογισάμην ὅτι κἂν σήμερον κἂν αὔριον. κἂν μετὰ πολλὰ ἔτη
30θανάτῳ ὑποβληθεὶς τὴν αἰώνιον ἔξω κόλασιν. εἰς γὰρ γυναῖκά τις
ἀνθρώπου διαφθείρας. κολάσει αἰωνίᾳ ὑπὸ τοῦ νόμου ὑποβάλλεται.410

411

πόσων τιμωριῶν ἄξιος ὁ τὴν νύμφην τοῦ Χριστοῦ διαφθείρας. καὶ οὕτως εἰς τὴν ἔρημον ταύτην λαθρέως παρέδραμον ἐάσας πάντα τῇ γυναικί. καὶ ἐλθὼν ἐνταῦθα εὗρον τὸ σπήλαιον τοῦτο καὶ τὴν πηγὴν ταύτην. καὶ τὸν φοίνικα φέροντά μοι δώδεκα σπαθία
5φοινίκων. κατὰ μῆνα δὲ φέρει ἓν σπαθίον ὅπερ ἐπαρκεῖ μοι τὰς τριάκοντα ἡμέρας. καὶ μετὰ τοῦτο ἀκμάζει τὸ ἕτερον. μετὰ δὲ χρόνον πολὺν ηὔξησαν αἱ τρίχες μου καὶ φθαρέντων μου τῶν ἱματίων, ἐν αὐταῖς ὁ πρέπει τοῦ σώματος περιβάλλομαι μέρος. ὡς δὲ πάλιν ἠρώτων αὐτὸν εἰ ἐν ταῖς ἀρχαῖς ἐδυσχέρανεν ἐκεῖσε. ἔφη·
10ἐν ταῖς ἀρχαῖς πάνυ ἐθλίβην. ὥστε χαμαὶ κεῖσθαι ἀπὸ τοῦ ἥπατος. καὶ μὴ δύνασθαί με ἑστῶτα σύναξιν ἐπιτελεῖν. ἀλλὰ κείμενον χαμαὶ βοᾶν πρὸς τὸν Ὕψιστον. ἐν δὲ τῷ σπη‐ λαίῳ ὄντος μου ἐν ἀθυμίᾳ πολλῇ καὶ πόνῳ. ὥστε με λοιπὸν μὴ ἐξιέναι. θεωρῶ ἄνδρα εἰσελθόντα καὶ πλησίον μου στάντα καὶ
15λέγοντά μοι· τί πάσχεις; ἐγὼ δὲ παραυτὰ ἐνδυναμωθεὶς μικρὸν, εἶπον· τὸ ἧπαρ πάσχω. καὶ εἶπέ μοι· ποῦ πάσχεις; ὡς δὲ ἔδειξα αὐτῷ. τοὺς δακτύλους τῆς χειρὸς αὐτοῦ εἰς ὀρθὸν συζεύξας. διχοτομεῖ τὸν τόπον ὥσπερ ξίφει. καὶ ἐκσπάσας τὸ ἧπαρ. ἔδειξέ μοι τὰ τραύματα. καὶ τῇ χειρὶ ξέσας. ἐν ῥάχει τὰς ἐσχά‐
20ρας ἔβαλε. καὶ πάλιν ἐνθεὶς τὸ ἦπαρ, τῇ χειρὶ τὸν τόπον ἀπήλειψε, καὶ εἶπέ μοι· ἰδοὺ ὑγιὴς γέγονας. δούλευε τῷ δεσπότῃ Χρι‐ στῷ καθὼς πρέπει. καὶ ἔκτοτε γέγονα ὑγίης. καὶ λοιπὸν ἀκόπως διατρίβω ἐνταῦθα. πολλὰ δὲ παρεκάλεσα αὐτὸν ὥστε με διατρίψαι ἐν τῷ σπηλαίῳ τῷ προτέρῳ, καὶ εἶπε μὴ δύνασθαι ὑπε‐
25νεγκεῖν τῶν δαιμόνων τὰς ὁρμάς. κἀγὼ δὲ αὐτὸ τοῦτο διακριθεὶς, παρεκάλουν εὐξάμενον ἀπολῦσαί με. καὶ εὐξάμενος ἀπέ‐ λυσε. Καὶ ταῦτα διηγησάμην ὑμῖν ὠφελείας χάριν.
Ἔλεγε πάλιν ἄλλος γέρων, ὃς ἠξιώθη τῆς ἐπισκοπῆς411

412

Ὀξυρύγχου. ὡς ἑτέρου τινὸς αὐτῷ διηγησαμένου. ἦν δὲ αὐτὸς ὁ τοῦτο πεποιηκώς. ἔδοξέ μοί φησιν εἰς τὴν ἔρημον τὴν ἐσωτέραν τὴν κατ’ Ὤασαν ἐλθεῖν. ἔνθα τὸ τῶν Μαζικῶν γένος. ἰδεῖν εἴ που εὕρω τινὰ τῷ Χριστῷ δουλεύοντα. καὶ δὴ λαβὼν ὀλίγα
5παξαμάτια. καὶ ὡς ἡμερῶν τεσσάρων ὕδωρ τὴν πορείαν ἐποιού‐ μην, ὡς δὲ διῆλθον αἱ τέσσαρες ἡμέραι. τῶν τροφῶν ἀναλωθεισῶν· διηπώρουν τι πράξω. καὶ θαῤῥήσας, ἐξέδωκα ἐμαυτόν. καὶ διοδεύ‐ σας ἄλλας τέσσαρας ἡμέρας μείνας ἄσιτος. τῆς δὲ ἀσιτίας καὶ τοῦ κόπου τῆς ὁδοῦ τὴν τάσιν τοῦ σώματος μηκέτι φέροντος. εἰς
10λειποθυμίαν ἦλθον καὶ δὴ ἐκείμην χαμαί. ἐλθὼν δέ τις. τῷ δακτύλῳ αὐτοῦ ἥψατο τῶν χειλέων μου. καθάπερ ἰατρὸς τῇ μήλῃ τὸν ὀφθαλμὸν παρατρέχει. εὐθὺς δὲ ἐνεδυναμώθην. ὥστε με νομίσαι. μήτε ὁδευκέναι μήτε λιμῶξαι. ὡς οὖν εἶδον τὴν δύναμιν ταύτην ἐπεισελθοῦσάν μοι. ἀναστὰς διώδευον τὴν
15ἔρημον. ὡς δὲ διῆλθον ἄλλαι τέσσαρες ἡμέραι. πάλιν ἠτόνησα. καὶ ἐξέτεινα εἰς τὸν οὐρανὸν τὰς χεῖράς μου. καὶ ἰδοὺ ἀνὴρ ὁ καὶ πρότερον ἐνδυναμώσας με. καὶ πάλιν τῷ δακτύλῳ χρίσας τὰ χείλη μου, ἐστερέωσέ με. διῆλθον δὲ ἡμέραι δεκαεπτὰ, καὶ μετὰ ταῦτα εὑρίσκω καλύβην καὶ φοίνικα καὶ ὕδωρ· καὶ ἄνδρα στή‐
20κοντα. οὗ αἱ τρίχαι τῆς κεφαλῆς ἦσαν ἔνδυμα αὐτῷ. πεπολιω‐ μέναι πᾶσαι ὑπῆρχον. ἦν δὲ καὶ φοβερὸς τῇ ὄψει. ὡς δὲ ἐθεά‐ σατό με. ἔστη εἰς προσευχήν. καὶ τελέσας τὸ Ἀμήν. ἔγνω εἶναί με ἄνθρωπον, καὶ κρατήσας με τῆς χειρὸς, ἠρώτα λέγων· πῶς ἐν‐ ταῦθα γέγονας, καὶ εἰ ἔτι συνέστηκε πάντα τὰ ἐν τῷ κόσμῳ,
25καὶ εἰ ἐπικρατοῦσιν ἔτι οἱ διωγμοί; Ἐγὼ δὲ εἶπον· χάριν ὑμῶν τῶν μετὰ ἀληθείας δουλευόντων τῷ δεσπότῃ Χριστῷ, ταύτην τὴν ἔρημον διέρχομαι. τὸ δὲ τοῦ διωγμοῦ. πέπαυται διὰ τῆς δυνά‐
μεως αὐτοῦ. φράσσον δέ μοι καὶ αὐτὸς πῶς ἐνταῦθα412

413

παραγέγονας; ὁ δὲ ἀποδυρόμενος καὶ κλαίων. ἤρξατο λέγειν· ἐγὼ ἐπίσκοπος ἐτύγχανον, καὶ διωγμοῦ γενομένου πολλῶν τιμωριῶν προσενεχθέντων μοι, καὶ μὴ δυνηθεὶς ὑπενέγκαι τοὺς αἰκισμοὺς, ὕστερον ἔθυσα, ὡς δὲ ἐμαυτοῦ ἐγενόμην, ἐπέγνων τὴν ἀνο‐
5μίαν μου, καὶ ἔδωκα ἐμαυτὸν ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. καὶ εἰμὶ ἐνταῦθα διάγων ἔτη τεσσαράκοντα ἐννέα ἐξομολογούμενος καὶ παρακαλῶν τὸν θεὸν, εἴπως ἀφεθήσεταί μοι ἡ ἁμαρτία μου, καὶ τὴν μὲν ζωὴν παρέσχετό μοι ὁ κύριος ἐκ τοῦ φοίνικος τούτου. πα‐ ράκλησιν δὲ τῆς συγχωρήσεως οὐκ ἔλαβον, ἕως ἐττῶν τεσσαρακον‐
10ταοκτῶ. ἐν δὲ τῷ ἐνιαυτῷ τούτῳ παρεκλήθην. ὡς δὲ ταῦτα ἔλεγεν, ἄφνω ἀναστὰς δρομαίως ἔξω ἔστη εἰς προσευχὴν ἐπὶ πολλὰς ὥρας. ὡς δὲ ἐτέλεσε προσευχόμενος, ἦλθε πρός με. θεωρήσας δὲ τὸ πρόσωπον αὐτοῦ, εἰς ἔκπληξιν ἦλθον καὶ δειλίαν. ἦν γὰρ γενόμενος ὡς πῦρ. εἶπε δέ μοι· μὴ φοβοῦ. ὁ γὰρ κύριος ἀπέ‐
15σταλκέ σε ἵνα κηδεύσῃς μου τὸ σῶμα καὶ θάψῃς. ὡς δὲ ἐτέλεσε λέγων, εὐθὺς ἐκτείνας τὰς χεῖρας καὶ τοὺς πόδας τέλος ἔσχε τοῦ βίου. παραλύσας δὲ ἐγὼ τὸν λεβήτονά μου. τὸ ἥμισυ ἐμαυτῷ ἐάσας. καὶ τὸ ἥμισυ περιπτύξας. τὸ σῶμα αὐτοῦ τὸ ἅγιον. ἀπέκρυψα τῇ γῇ. ὡς δὲ ἔθαψα αὐτόν. εὐθέως ὁ φοῖνιξ ἐξηράνθη.
20καὶ ἡ καλύβη ἔπεσεν. ἐγὼ δὲ πολλὰ ἔκλαυσα δεόμενος τοῦ θεοῦ εἴπως παράσχῃ μοι τὸν φοίνικα. καὶ διατελέσω ἐν τῷ τόπῳ ἐκείνῳ τὸν ἐπίλοιπόν μου χρόνον. ὡς δὲ οὐκ ἐγένετο τοῦτο. εἶπον καθ’ ἐμαυτὸν μὴ εἶναι θέλημα τοῦ θεοῦ. καὶ εὐξάμενος. ὥρ‐ μων πάλιν ἐπὶ τὴν οἰκουμένην, καὶ ἰδοὺ ὁ ἄνθρωπος ὁ χρίσας
25τὰ χείλη μου ἦλθε. καὶ ἐνεδυνάμωσέ με ὀφθείς μοι. καὶ ἔφθασα πρὸς τοὺς ἀδελφοὺς καὶ διηγησάμην αὐτοῖς. καὶ παρεκάλουν μὴ ἀφελπίζειν ἑαυτῶν. ἀλλὰ τῇ ὑπομονῇ εὑρίσκειν τὸν θεόν.
Δύο τινὲς γέροντες μεγάλοι ὥδευον εἰς τὴν ἔρημον τῆς413

414

Σκήτεως. καὶ ἀκούσαντές τινος γογγύζοντος ἐκ τῆς γῆς. ἐζήτησαν τὴν εἴσοδον τοῦ σπηλαίου. καὶ εἰσελθόντες. εὗρον τινὰ γραΐδα παρθένον ἁγίαν κειμένην καὶ λέγουσιν αὐτῇ· πότε ἦλθες ὧδε γραῦ; καὶ τίς ἐστιν ὁ διακονῶν σοι; οὐδὲν γὰρ εὗρον ἐν τῷ σπηλαίῳ. εἰ
5μὴ αὐτὴν μόνην κειμένην καὶ ἀσθενοῦσαν. ἡ δὲ εἶπε· τριακοστὸν ὄγδοον ἔτος ἔχω ἐν τῷ σπηλαίῳ τούτῳ, βοτάναις ἀρκουμένη καὶ δου‐ λεύουσα τῷ Χριστῷ. καὶ οὐκ εἶδον ἄνθρωπον. εἰ μὴ σήμερον. ἀπέ‐ στειλε γὰρ ὑμᾶς ὁ θεὸς ἵνα θάψητε τὸ λείψανόν μου. καὶ εἰποῦσα τοῦτο ἐκοιμήθη. οἱ δὲ γέροντες ἐδόξασαν τὸν θεόν. καὶ θάψαντες
10τὸ σῶμα αὐτῆς ἀνεχώρησαν. Διηγήσαντο περί τινος ἀναχωρητοῦ. ὅτι ἐξῆλθεν εἰς τὴν ἔρημον ἔχων λεβήτονα μόνον. καὶ περιπατήσας τρεῖς ἡμέρας, ἀνέβη εἰς πέτραν καὶ εἶδεν ὑποκάτω αὐτῆς χλόην, καὶ ἄνθρωπον βο‐ σκόμενον ὡς τὰ θηρία. καὶ κατέβη ἐν κρυφῇ καὶ ἐπίασεν αὐτόν· ὁ
15δὲ γέρων γυμνὸς ἦν. καὶ ὀλιγωρήσας μὴ δυνάμενος βαστάξαι τὴν ὀσμὴν τῶν ἀνθρώπων. ἠδυνήθη ἐξειλῆσαι ἀπ’ αὐτοῦ καὶ φυγεῖν. καὶ ἐξῆλθεν ὁ ἀδελφὸς τρέχων ὀπίσω αὐτοῦ καὶ ἔκραζε· διὰ τὸν θεὸν διώκω σε. μεῖνόν με. ὁ δὲ στραφεὶς εἶπεν αὐτῷ· κἀγὼ διὰ τὸν θεὸν φεύγω ἀπὸ σοῦ. ὕστερον ἔρριψε τὸν λεβή‐
20τονα καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ, ὡς δὲ εἶδεν ὅτι ἔῤῥιψεν ἀπ’ αὐτοῦ τὸ ἱμάτιον ἐξεδέξατο αὐτὸν, καὶ ὅτε ἤγγισε αὐτῷ εἶπεν· ὅτι ἔῤῥιψας τὴν ὕλην τοῦ κόσμου ἀπὸ σοῦ. κἀγώ σε παρέμεινα. Παρεκάλει δὲ αὐτὸν λέγων· πάτερ. εἶπέ μοι ῥῆμα πῶς σωθῶ. Ὁ δὲ εἶπεν αὐτῷ· φεῦγε τοὺς ἀνθρώπους, καὶ σιώπα.
25καὶ σώζῃ.414