TLG 2742 002 :: APOPHTHEGMATA :: Apophthegmata (collectio anonyma) (e cod. Coislin. 126) APOPHTHEGMATA Gnom.
Eccl., Apophthegmata patrum Apophthegmata (collectio anonyma) (e cod. Coislin. 126) Citation: Apophthegm — (line) | ||
t | Ἀποφθέγματα τῶν ἁγίων γερόντων. Εὐλόγησον πάτερ. | |
1 | Ἠρωτήθη ὁ ἅγιος πατὴρ ἡμῶν Ἀθανάσιος ὁ ἐπίσκοπος Ἀλε‐ ξανδρείας πῶς ἴσος ὁ υἱὸς τῷ πατρί; Καὶ ἀπεκρίθη· ὡς ἐν δυσὶν ὀφθαλ‐ μοῖς τὸ ὁρᾷ. | |
2 | Ἠρωτήθη ὁ ἅγιος πατὴρ ἡμῶν Γρηγόριος ὁ θεολόγος· πῶς ἴσος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα τῷ πατρί; Καὶ ἀπεκρίθη· οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις ἡ θεότης. | |
3 | Ὁ αὐτὸς εἶπεν· ὅτι τὰ τρία ταῦτα ἀπαιτεῖ ὁ θεὸς ἀπὸ παντὸς ἀνθρώπου ἔχοντος τὸ βάπτισμα· Πίστιν ὀρθὴν ἀπὸ τῆς ψυχῆς, καὶ ἀλήθειαν ἀπὸ τῆς γλώσσης, καὶ σωφροσύνην ἀπὸ τοῦ σώματος. | |
4 | Δύο ἀδελφοὶ ἦσαν γνήσιοι ἐν Σκήτει καθεζόμενοι, καὶ συνέβη τὸν ἕνα ἀσθενῆσαι. Ἐλθόντος οὖν τοῦ ἀδελφοῦ ἐν τῇ ἐκκλησίᾳ, καὶ αἰτησαμένου αὐτοῦ παρὰ τοῦ πρεσβυτέρου προσφορὰν, ἀκούσας ὁ πρεσ‐ βύτερος λέγει τοῖς ἀδελφοῖς· Ἄγωμεν ἐπισκεψώμεθα τὸν ἀδελφόν. | |
5 | Ἐλθόντων οὖν καὶ εὐξαμένων ἀνεχώρησαν. Πάλιν οὖν τὴν ἄλλην κυριακὴν, ἐρωτᾷ αὐτὸν ὁ πρεσβύτερος πῶς ἔσχεν ὁ ἀδελφός. Ὁ δέ φησιν· Εὔξαι ὑπὲρ αὐτοῦ. Πάλιν οὖν ὁ πρεσβύτερος τοὺς ἀδελφοὺς λαβὼν ἐπορεύθη σὺν αὐτοῖς πρὸς τὸν κάμνοντα ἀδελφόν. Ἐλθόντων οὖν αὐτῶν, καὶ ὡς ἦσαν καθήμενοι, ἐκεῖνος ἤμελλεν κοιμᾶ‐ | |
---|---|---|
10 | σθαι. Τῶν δὲ ἀδελφῶν φιλονεικούντων καί τινων λεγόντων ὅτι ἠξιώθη τοῦ παρακλήτου, ἄλλων δὲ περὶ τούτου ἀμφιβαλλόντων, καὶ βλέπων αὐτοὺς ὁ ἀδελφὸς αὐτοῦ, ἔφη πρὸς αὐτούς· Τί φιλονεικῆτε πρὸς ἀλ‐ λήλους; θέλετε γνῶναι τίς ἔχει τὴν δύναμιν; Καὶ στραφεὶς πρὸς τὸν | |
ἀδελφὸν αὐτοῦ, ἔφη πρὸς αὐτόν· Ὑπάγεις ἄδελφέ μου· Ὁ δὲ ἀσθενῶν | ||
15 | ἔφη· Ναὶ, ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Φύσει ἄδελ‐ φέ μου, οὐκ ἀφῶ σε ἀπελθεῖν πρὸ ἐμοῦ. Καὶ στραφεὶς πρὸς τοὺς καθη‐ μένους ἀδελφοὺς ἔφη· Δότε μοι ψιάθιν καὶ ἐμβρίμιν. Καὶ λαβὼν καὶ κλίνας τὴν κεφαλὴν, παρέδωκε πρῶτος τὴν ψυχὴν, ἔπειτα ὁ ἀσθενῶν. Καὶ εὐθέως ἀμφοτέρους κηδεύσαντες οἱ πατέρες, ἀπήνεγκαν | |
20 | καὶ ἔθαψαν μετὰ χαρᾶς, ὅτι ἀπειλήφασι τὸ φῶς τὸ νοητόν. | |
5 | Δύο ἦσαν ἀδελφοὶ ἅμα οἰκοῦντες ἐν τῇ ἐρήμῳ. Ὁ δὲ εἷς ἐξ αὐτῶν ἡνίκα ἀνεμνήσθη τοῦ κρίματος τοῦ θεοῦ πολλοστὸν ἀπέδρα εἰς τὴν ἔρημον πλαζόμενος. Ὁ δὲ ἕτερος ἐξήρχετο ὀπίσω αὐτοῦ ζητῶν αὐτόν. Καὶ πολλὰ καμῶν ἕως οὗ εὕρῃ αὐτὸν, λέγει αὐτῷ· Διατί | |
5 | οὕτως ἀποδιδράσκεις ἔξω, σὺ μόνος ἐποίησας τὰς ἁμαρτίας τοῦ κόσμου; Λέγει αὐτῷ ὁ ἀδελφός· Νομίζεις οὐκ οἶδα εἰ ἀφέθησαν αἱ ἁμαρτίαι μου; Ναὶ οἶδα ὅτι ὁ θεὸς συνεχώρησε τὰς ἁμαρτίας μου, ἀλλὰ τὸν μόχθον τοῦτον ποιῶ, ἵνα ἐν ἡμέρᾳ κρίσεως γένωμαι θεωρῶν τοὺς κρινομένους. | |
6 | Ἦσαν δύο ἀδελφοὶ γειτνιῶντες ἀλλήλοις, καὶ ὁ εἷς ἐξ αὐτῶν ἔκρυπτεν εἴτι εἶχεν, εἴτε κέρμα εἴτε ψωμία, καὶ ἐνέβαλεν εἰς τὰ τοῦ πλησίον αὐτοῦ· καὶ οὐκ ἤδει ὁ ἄλλος, ἀλλ’ ἐθαύμαζεν ὅτι ἐπλη‐ θύνοντο τὰ αὐτοῦ. Μιᾶς οὖν τῶν ἡμερῶν, ἔφθασεν αὐτὸν αἰφνιδίως | |
5 | τοῦτο ποιοῦντα, καὶ ἔβαλε μάχεσθαι μετ’ αὐτοῦ λέγων· Ὅτι διὰ τῶν σαρκικῶν σου ἐστύλησάς μου τὰ πνευματικά. Καὶ ἀπήντησεν αὐτῷ λόγον, ἵνα μηκέτι τοῦτο ποιήσῃ, καὶ οὕτως αὐτῷ συνεχώρησεν. | |
7 | Ἀδελφός τις ἐποίησεν ἀντίκλειδον, καὶ ἤνοιγεν ἕνος τῶν γερόντων τὸ κελλίον καὶ ἐλάμβανε τὸ κέρμα αὐτοῦ. Ὁ δὲ γέρων ἔγραψε χάρτην λέγων· Κύρι ἄδελφε, εἴ τις ἐὰν ᾖ, ποίησον ἀγάπην, ἄφες μοι τὸ ἥμισυ εἰς τὴν ἐμὴν χρείαν. Καὶ ποιήσας τὸ κέρμα δύο | |
5 | μέρη, ἔθηκε τὸ χαρτίον. Ὁ δὲ πάλιν εἰσελθὼν, σχίσας τὸ χαρτίον ἔλαβεν ὅλον. Εἶτα μετὰ δύο ἔτη τελευτᾷ, καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐξήρ‐ χετο. Τότε καλέσας τὸν γέροντα λέγει· Εὖξαι ὑπὲρ ἐμοῦ, πάτερ. Ἐγὼ γὰρ ἤμην ὁ κλέπτων σου τὸ κέρμα. Καὶ εἶπεν ὁ γέρων· Διατί τάχιον οὐκ εἶπες; Ὅμως εὐξαμένου αὐτοῦ παρέδωκεν. | |
8 | Ἀδελφὸς εἶχε γέροντα καὶ ἰδὼν αὐτὸν ὅτι θαυμαστῶς τοὺς νεκροὺς κηδεύει, εἶπεν πρὸς αὐτόν· Εἰ καμὲ τεθνηκότα οὕτως κηδεύσεις; Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· Οὕτως κηδεύσω σε, ἄχρις ἂν εἴπῃς· ἀρχεῖ. Μετ’ οὐ πολὺ δὲ τέθνηκεν ὁ μαθητὴς, καὶ ὁ λόγος εἰς ἔργον | |
5 | γέγονεν. Κηδεύσας γὰρ αὐτὸν εὐσεβῶς, ἔφη πρὸς αὐτὸν ἐπὶ πάντων· Καλῶς ἐκηδεύθης, ὦ τέκνον, ἢ ἔτι μικρὸν λείπεται; Καὶ φωνὴν ἀφῆκεν ὁ νεανίσκος· Καλῶς ἔχει, ὦ πάτερ, τὴν γὰρ ἐπαγγελίαν ἐπλή‐ ρωσας. | |
9 | Ἔλεγεν ὁ ἀββᾶς Βισαρίων ὅτι ἦν τις ἀποταξάμενος ἀπὸ κόσμου, γυναῖκα ἔχων ὁμοίως καὶ θυγατέρα κατηχουμένην, πλὴν χρι‐ στιανήν. Ἐμέρισεν οὖν τὰ πράγματα αὐτοῦ εἰς τρία μέρη. Τελευτη‐ σάσης δὲ ἐν τῷ μεταξὺ τῆς θυγατρὸς κατηχουμένης, ἀντίλυτρον ἔδωκε | |
5 | τοῖς πτωχοῖς τὸ μέρος αὐτῆς ὁ πατὴρ ἔτι δὲ καὶ τὸ τῆς γυναικὸς αὐτοῦ, καὶ τὸ ἑαυτοῦ. Οὐκ ἐπαύετο δὲ παρακαλῶν τὸν θεὸν περὶ αὐτῆς. Ἦλθεν οὖν αὐτῷ φωνὴ προσευχομένῳ, ὅτι ἐβαπτίσθη ἡ θυγάτηρ σου, μὴ ἀθύμει. Ὁ δὲ ἠπίστησεν. Λέγει οὖν αὐτῷ πάλιν ἡ ἀόρατος φωνή· Ὄρυξον εἰς τὸ μνημεῖον αὐτῆς ἐὰν εὕρῃς αὐτήν. Ὁ δὲ | |
10 | πορευθεὶς ἐπὶ τὸν τάφον, ὤρυξε καὶ οὐκ εὗρεν αὐτὴν, μετετέθη γὰρ μετὰ τῶν πιστῶν. | |
10 | Εἶπεν γέρων· Αὕτη ἡ φωνὴ βοᾷ πρὸς τὸν ἄνθρωπον ἕως ἐσχάτης ἀναπνοῆς ὅτι σήμερον ἐπίστρεψον. | |
11 | Εἶπεν ὁ ἀββᾶς Θεόδοτος· μὴ κρίνῃς τὸν πόρνον ἐὰν ὑπάρχῃς σώφρων, ὡσαύτως γὰρ τὸν νόμον παραβαίνεις. Ὁ γὰρ εἰπὼν μὴ πορ‐ νεύσῃς, εἶπεν καὶ μὴ κρίνῃς. | |
12 | Ἦλθέ τις ποτὲ δαιμονιζόμενος εἰς Σκῆτιν, καὶ πολλῷ τῷ χρόνῳ οὐκ ἐθεραπεύθη. Σπλαγχνισθεὶς δὲ εἷς τῶν γερόντων, ἐσφράγισε τὸ δαιμονιζόμενον καὶ ἐθεράπευσεν αὐτόν. Διαπονηθεὶς δὲ ὁ δαίμων εἶπεν τῷ γέροντι· Ἰδοὺ ἐξέβαλές με, ἐπάνω σου ἔρχομαι. Λέγει | |
5 | αὐτῷ ὁ γέρων· Δεῦ, ἡδέως ἔχω. Ἐποίησεν οὖν ὁ γέρων δώδεκα ἔτη, ἔχων τὸν δαίμονα καὶ συντρίβων αὐτὸν, ἐσθίων καθημέραν ὀστέα φοι‐ νίκων δώδεκα. Ἐκπηδήσας δὲ ὁ δαίμων, ἐξῆλθεν ἀπ’ αὐτοῦ· Καὶ ἰδὼν ὁ γέρων ἐξελθόντα αὐτὸν ἀπ’ αὐτοῦ, εἶπεν αὐτῷ· τί φεύγεις; ἔτι παρά‐ μεινον. Ἀποκριθεὶς δὲ ὁ δαίμων εἶπεν αὐτῷ· Καταργήσει σε ὁ θεὸς | |
10 | ὅτι εἰ μὴ αὐτὸς μόνος δύναται πρὸς σέ. | |
13 | Ἔλεγον περί τινος ὅτι ἐκάθητο ἐν Αἰγύπτῳ ἐν μονοκελλίῳ, εἶχε δὲ ἔθος παραβάλλειν αὐτῷ εἷς ἀδελφὸς καὶ μία παρθένος. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ὑπήντησαν οἱ δύο ὁμοῦ πρὸς τὸν γέροντα. Καὶ ὀψίας γενομένης, ἔθηκε τὸ ψιάθιον καὶ ἐκοιμήθη εἰς τὴν μέσην αὐτῶν. | |
5 | Πολεμηθεὶς δὲ ὁ ἀδελφὸς, ἐπανέστη τῇ παρθένῳ καὶ ἐτέλεσαν τὴν ἁμαρτίαν. Ὁ δὲ γέρων αἰσθηθεὶς, οὐδὲν αὐτοῖς ἐλάλησεν. Πρωίας δὲ | |
γενομένης, προέπεμψεν αὐτοὺς ὁ γέρων μηδεμίαν στυγνότητα δείξας αὐτοῖς. Πορευομένων δὲ αὐτῶν κατὰ τὴν ὁδὸν ἔλεγον πρὸς ἀλλήλους, εἰ ἐνόησεν ὁ γέρων ἢ οὔ. Καὶ ὑπέστρεψαν πρὸς τὸν γέροντα μετανοοῦν‐ | ||
10 | τες αὐτῷ καὶ λέγοντες· Ἀββᾶ, οὐκ ἐνόησας πῶς ἐχλεύασεν ἡμᾶς ὁ Σατανᾶς; Καὶ λέγει αὐτοῖς· Ναί. Καὶ λέγουσιν αὐτῷ· Ποῦ ἦν ὁ λογισμός σου ἐκείνην τὴν ὥραν. Καὶ λέγει αὐτοῖς· Ὁ ἐμὸς λογι‐ σμὸς, ὅπου ἐσταυρώθη ὁ Χριστὸς, ἐκεῖ ἦν τὴν ὥραν ἐκείνην στήκων καὶ κλαίων. Καὶ λαβόντες μετάνοιαν ἀπὸ τοῦ γέροντος, ἀπῆλθον καὶ | |
15 | ἐγένοντο σκεύη ἐκλογῆς. | |
14 | Εἶπεν ὁ ἀββᾶς Ζωίλος ὁ πρεσβύτερος ὁ Ταμιαθέως, ἀκηκοέ‐ ναι τοῦ πατρὸς αὐτοῦ ἀββᾶ Ναθαὴλ εἰπόντος ἑτέρους ἑπτὰ συγκλητι‐ κοὺς ζηλῶσαι τὸν ἀββᾶν Ἀρσένιον καὶ μονάσαι ἐν τῇ Σκήτει, οἱ τοῖς οἰκείοις πᾶσιν ἀποταξάμενοι ἀνὰ ἑπτὰ τρία (sic) ἔλαβον, καὶ τοῖς | |
5 | εὐτελέσιν ὀστρακίνοις ἔχρωντο λέγοντες· Ὅπως ἴδῃ ὁ μέγας θεὸς, καὶ σπλαγχνισθεὶς ἀφήσῃ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν. | |
15 | Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου ὅτι οὐκ ἠδυνήθη τις κατα‐ λαβεῖν τὴν διαγωγὴν τῆς πολιτείας αὐτοῦ. | |
16 | Εἶπον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου, ὅτι ἐποίησεν ἓν τετράμηνον ποτὲ, ἡμερούσιον παραβάλλων ἀδελφῷ ἐν τῇ Σκήτει καὶ οὔτε ἅπαξ εὗρεν αὐτὸν σχολάζοντα. Παραβαλλὼν οὖν αὖθις, καὶ σταθεὶς πρὸς τῇ θύρᾳ ἔξω, ἤκουσεν αὐτοῦ μετὰ κλαυθμοῦ λέγοντος· | |
5 | Κύριε, εἰ οὐκ ἠχεῖ τὰ ὦτά σου κράζοντός μου πρὸς σὲ, ἐλέησόν με διὰ τὰς ἁμαρτίας μου, οὔτε ἐγὼ κάμνω παρακαλῶν σε. | |
17 | Ἦν τις ἀρχάριος ἀποτάξασθαι θέλων, καὶ λέγει τῷ γέροντι· Θέλω μοναχὸς γένεσθαι. Λέγει ὁ γέρων· Οὐ δύνῃ. Λέγει ἐκεῖνος· Δυνά‐ μαι. Λέγει αὐτῷ ὁ γέρων· Εἰ θέλεις ὕπαγε ἀπόταξαι, καὶ ἐλθὼν καθέ‐ ζου εἰς τὸ κελλίον σου. Καὶ ἀπελθὼν ἔδωκεν ἃ εἶχεν κατασχὼν ἑαυτῷ | |
5 | ἑκατὸν νομίσματα, καὶ ἦλθε πρὸς τὸν γέροντα. Ὁ δὲ γέρων πρὸς αὐτόν· Ὕπαγε κάθου εἰς τὸ κελλίον σου. Ὁ δὲ ἀπελθὼν, ἐκαθέσθη. Καθεζομένου δὲ αὐτοῦ, εἶπον οἱ λογισμοί· Ἡ θύρα παλαιά ἐστι, θέλει γενέσθαι. Καὶ ἐλθὼν, λέγει τῷ γέροντι· Οἱ λογισμοὶ λέγουσιν· Ἡ θύρα παλαιά ἐστιν ἤθελε γενέσθαι. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἀπετάξω, | |
10 | ἀλλ’ ὕπαγε ἀπόταξαι, καὶ κάθου ὧδε· Ὁ δὲ ἀπελθὼν, ἔδωκε τὰ ἐνενή‐ κοντα νομίσματα, κρύψας ἑαυτῷ δέκα νομίσματα, καὶ ἐλθὼν λέγει τῷ γέροντι· Ἰδοὺ ἀπεταξάμην· Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε κάθου εἰς τὸ κελλίον σου. Ὁ δὲ ἀπελθὼν ἐκάθισεν. Καθημένου δὲ αὐτοῦ, λέγου‐ | |
σιν οἱ λογισμοί· Ἡ στέγη παλαιά ἐστι, ἤθελε γενέσθαι. Καὶ | ||
15 | ἀπελθὼν λέγει τῷ γέροντι· Οἱ λογισμοί μου λέγουσιν· Ἡ στέγη παλαιά ἐστιν ἤθελε γενέσθαι. Λέγει ὁ γέρων· Ὕπαγε ἀπόταξαι. Ὁ δὲ ἀπελ‐ θὼν ἔδωκε καὶ τὰ δέκα νομίσματα, καὶ ἐλθὼν λέγει τῷ γέροντι· Ἰδοὺ ἀπεταξάμην. Καὶ καθίσαντος αὐτοῦ, λέγουσιν αὐτῷ οἱ λογισμοί· Ὅλα παλαιά εἰσι τὰ ὧδε, καὶ ὁ λέων ἔρχεται καὶ τρώγει με. Καὶ λέγει τῷ | |
20 | γέροντι τοὺς λογισμοὺς, καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ προσδοκῶ ὅλα ἐλθεῖν ἐπάνω μου καὶ τὸν λέοντα ἐλθεῖν καὶ φαγεῖν με ἵνα ἀπαλλαγῶ. Ὕπαγε κάθου εἰς τὸ κελλίον σου καὶ εὔχου τῷ θεῷ. | |
18 | Εἶπεν γέρων ἑτέρῳ γέροντι ἔχοντι ἀγάπην, καὶ συμβαλ‐ λομένῳ μοναχοῖς καὶ κοσμικοῖς· ὅτι ὁ λύχνος πολλοὺς φαίνει τὸ δὲ ἑαυτοῦ στόμα καίει. | |
19 | Ἔλεγον περὶ τινὸς γέροντος ὅτι περιεπάτει ἐν τῇ ἐρήμῳ, καὶ ἰδοὺ δύο ἄγγελοι συνώδευον αὐτῷ, εἷς ἐκ δεξίων καὶ εἷς ἐξ εὐωνύ‐ μων, καὶ ἐλθόντες, εὗρον θνησιμαῖον κατὰ τὴν ὁδὸν, καὶ ἐσκέπασεν ὁ γέρων τὴν ῥῖνα αὑτοῦ ἀπὸ τῆς ὀσμῆς, ἐποίησαν δὲ καὶ οἱ ἄγγελοι οὕτως. | |
5 | Καὶ ὁδεύσαντες μικρὸν, εἶπεν αὐτοῖς ὁ γέρων· Καὶ ὑμεῖς ὀσφραίνεσθε ταῦτα; Οἱ δὲ εἶπον· οὐχὶ, ἀλλὰ διὰ σὲ ἐσκεπάσαμεν καὶ ἡμεῖς, ἐπὶ τὴν ἀκαθαρσίαν τοῦ κόσμου τούτου οὐκ ὀσφραινόμεθα, οὐδὲ προσεγγίζει ἡμῖν, ἀλλ’ αἱ ψυχαὶ αἱ ὄζουσαι ἐν ἁμαρτίαις, ταῦτας ὀσφραινόμεθα. | |
20 | Ἦν τις γέρων καθ’ ἑκάστην ἐσθίων τρεῖς παξαμάδας, παρ‐ έβαλε δὲ αὐτῷ ἀδελφὸς καὶ καθεσθέντων αὐτῶν γεύσασθαι, ἔθηκε τῷ ἀδελφῷ τρεῖς παξαμάδας. Καὶ ἑωρακὼς ὁ γέρων ὅτι ἔχρηζεν, ἤνεγκεν αὐτῷ καὶ ἄλλας τρεῖς. Ὡς δὲ ἐκορέσθησαν καὶ ἀνέστησαν, | |
5 | κατέκρινεν ὁ γέρων τὸν ἀδελφὸν καὶ λέγει αὐτῷ· Οὐ χρὴ, ἄδελφε, ὑπουρ‐ γεῖν τὸ σαρκίον. Ὁ δὲ ἀδελφὸς μετενόησε τῷ γέροντι καὶ ἐξῆλθεν. Τῇ οὖν ἑξῆς, ὡς ἐγένετο καιρὸς τοῦ γεύσασθαι τὸν γέροντα, ἔθηκεν αὐτῷ κατὰ τὸ ἔθος τὰς τρεῖς παξαμάδας, καὶ φαγὼν αὐτὰς, πάλιν ἐπείνασε καὶ ἐπέσχεν ἑαυτόν. Καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ τὸ αὐτὸ ὑπέστη. Ἤρ‐ | |
10 | ξατο οὖν ἀδυναμοῦσθαι, καὶ ἔγνω ὁ γέρων ὅτι ἐγκατάλειψις τοῦ θεοῦ ἐγένετο αὐτῷ. Καὶ ῥίψας ἑαυτὸν ἐνώπιον τοῦ θεοῦ μετὰ δακρύων, ἐδέετο περὶ τῆς γενομένης ἐγκαταλείψεως, καὶ ὁρᾷ ἄγγελον λέγοντα αὐτῷ· Διότι κατέκρινας τὸν ἀδελφὸν, τοῦτό σοι συνέβη. Γίνωσκε οὖν ὅτι ὁ δυνάμενος ἐγκρατεύεσθαι, ἢ ἄλλοτι ἀγαθὸν ποιῆσαι, οὐκ ἐξ | |
15 | ἰδίας δυνάμεως ποιεῖ, ἀλλ’ ἡ ἀγαθότης τοῦ θεοῦ ἐστιν ἡ ἐνισχύουσα τὸν ἄνθρωπον. | |
21 | Ἔλεγον περὶ τινὸς γέροντος εἰς τὰ κελλία ὅτι περικεκλεισ‐ μένος ἦν μήδε εἰς τὴν ἐκκλησίαν ἐρχόμενος. Εἶχε δὲ σαρκικὸν ἀδελφὸν εἰς ἀλλὸ κελλίον καθήμενον, καὶ ἠσθένησεν καὶ ἔπεμψε πρὸς αὐτὸν ἵνα ἴδῃ αὐτὸν πρὸ τοῦ ἐξελθεῖν ἐκ τοῦ σώματος, καὶ εἶπεν· Οὐ δύναμαι | |
5 | ἐλθεῖν ὅτι σαρκικός μου ἀδελφός ἐστιν. Πάλιν ἔπεμψε λέγων· Κἂν τὴν νύκτα δεῦρο ἵνα σε ἴδω. Ὁ δὲ εἶπεν· Οὐ δύναμαι, εἰ δὲ μὴ οὐχ εὑρίσκεται ἡ καρδία μου καθαρὰ πρὸς τὸν θεόν. Καὶ ἐκοιμήθη καὶ οὐκ εἶδον ἀλλήλους. | |
22 | Διηγήσαντο πατέρες ὅτι ἦν τις κοινοβίου πατὴρ, καὶ συνέβη τὸν τοῦτον διακονητὴν ὀλιγωρήσαντα ἐξελθεῖν ἐκ τῆς μονῆς, καὶ ἀπελ‐ θεῖν εἰς ἄλλον τόπον. Ὁ δὲ γέρων διόλου σχεδὸν ἀπήει πρὸς αὐτὸν δυσωπῶν αὐτὸν ἵνα ἐπιστρέψῃ. Ὁ δὲ οὐκ ἠβούλετο. Τοῦτο δὲ ἐποίη‐ | |
5 | σεν ὁ γέρων ἐπὶ τρία ἔτη, καὶ οὕτως πεισθεὶς ὁ διακονητὴς, ὑπέστρε‐ ψεν. Ἐπιτάσσει οὖν αὐτῷ ὁ γέρων ἐξελθεῖν καὶ συναγαγεῖν στοιβήν. Καὶ δὴ τοῦτο ποιήσας ὁ διακονητὴς, κατ’ ἐνέργειαν τοῦ Σατανᾶ τὸν ὀφθαλ‐ μὸν ἀπώλεσεν. Ὁ δὲ γέρων ἐλυπήθη σφόδρα, καὶ ἄρχεται νουθετεῖν αὐτὸν ὀδυνώμενον, καὶ λέγει ὁ διακονητής· Ἐγώ εἰμι ὁ αἴτιος, διὰ | |
10 | γὰρ τοὺς κόπους οὓς παρέσχον σοι τοῦτο ὑπέμεινα. Μετὰ χρόνον ἀπαλλάσσεται τῆς ὀδύνης, τοῦ πάθους μείναντος, καὶ πάλιν ἐπιτάσσει αὐτὸν ὁ γέρων ἐξελθεῖν καὶ τεῖλαι βαΐα. Ἐργαζόμενος οὖν κατ’ ἐνέργειαν τοῦ ἐχθροῦ πάλιν ῥαβδίου πηδήσαντος, ἀπόλλει καὶ τὸν ἄλλον ὀφθαλμόν. Ἔρχεται οὖν εἰς τὴν μονὴν καὶ ἡσυχάζει, μηδὲν | |
15 | ἔτι ποιῶν. Ὁ δὲ ἀββᾶς πάλιν ἐδυσφόρει, καὶ ὡς ἦλθεν αὐτοῦ ἡ κλῆσις, προγινώσκει καὶ μεταστέλλεται πάντας τοὺς ἀδελφοὺς, καὶ λέγει αὐ‐ τοῖς· Ἐγγύς ἐστιν ἡ κλῆσίς μου, βλέπετε ἑαυτούς. Ἄρχεται ἕκαστος λέγειν· Τίνι ἐᾷς ἡμᾶς ἀββᾶ; Ὁ δὲ γέρων ἐσιώπα, καὶ μεταστέλλεται τὸν τυφλὸν μόνον, καὶ λέγει αὐτῷ περὶ τῆς κλήσεως. Ὁ δὲ ἐδάκρυσε | |
20 | λέγων· Τίνι με ἐᾷς τὸν τυφλόν; Ὁ δὲ γέρων λέγει· Εὖξαι ἵνα σχῶ παῤῥησίαν ἐνώπιον τοῦ θεοῦ, καὶ ἐλπίζω ὅτι τῇ κυριακῇ ποιεῖς τὴν σύναξιν. Καὶ κοιμηθέντος αὐτοῦ, μετ’ ὀλίγας ἡμέρας ἀνέβλεψεν καὶ γίνεται τοῦ κοινοβίου πατήρ. | |
23 | Οἰκέτης τις γενόμενος μοναχὸς ἐπὶ τεσσαρακονταπέντε ἔτη ἔμεινεν, ἅλατι καὶ ἄρτῳ ἀρκούμενος καὶ ὕδατι. Κατανυγεὶς δὲ ὁ τούτου δεσπότης μετὰ φανερὸν χρόνον ἀναχωρεῖ καὶ αὐτὸς, καὶ γίνεται τοῦ ἰδίου | |
δούλου μαθητῆς ἐν ὑπακοῇ μεγάλῃ. Ἔρχεται οὖν ὁ χρόνος τῆς αὐτοῦ | ||
5 | κλήσεως, καὶ λέγει τῷ γέροντι· Ἀββᾶ, ὁρῶ τὰς ἐξουσίας ἐρχομένας πρός με, καὶ διὰ τὰς δεήσεις σου πάλιν ὑποστρεφοῦσας. Ὅτε δὲ ἦλθεν καὶ ἡ τοῦ γέροντος κλῆσις ὁρᾷ ἕνα ἄγγελον ἐκ δεξιῶν καὶ ἕνα ἐξ ἀριστερῶν λέγοντας αὐτῷ· Θέλεις ἐλθεῖν ἀββᾶ ἢ ἀπέλθωμεν; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Θέλω, μείνατε, λάβετέ μου τὴν ψυχήν. Καὶ | |
10 | οὕτως ἐτελειώθη. | |
24 | Εἶπεν γέρων· Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας ἔλαβε τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔθηκεν αὐτὸ ἐν σινδόνι καθαρᾷ ἐν μνημείῳ καινῷ τουτ‐ έστιν ἐν ἀνθρώπῳ νέῳ. Σπουδάσει οὖν ἕκαστος ἐπιμελῶς μὴ ἁμαρτάνειν ἵνα μὴ τὸν συνοικοῦντα αὐτῷ θεὸν ὑβρίσῃ καὶ διώξῃ ἀπὸ τῆς ψυχῆς | |
5 | αὑτοῦ, τῷ μὲν Ἰσραὴλ τὸ μάννα ἐδόθη φαγεῖν ἐν τῇ ἐρήμῳ, τῷ δὲ ἀληθινῷ Ἰσραὴλ ἐδόθη τὸ σῶμα τοῦ Χριστοῦ. | |
25 | Εἶπεν γέρων· Γύμνωσον τὴν ῥομφαῖάν σου. Καὶ εἶπεν ὁ ἀδελ‐ φός· Ἀλλ’ οὐκ ἐῶσί με τὰ πάθη. Καὶ λέγει ὁ γέρων· Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με. Ἐπικαλοῦ οὖν αὐτὸν, καὶ ἐξελεῖταί σε ἀπὸ πάντος πειρασμοῦ. | |
26 | Ἀδελφὸς ξενητεύσας, ἠρώτησε γερόντα λέγων· Θέλω ἀπελθεῖν εἰς τὰ ἴδια. Καὶ λέγει αὐτῷ ὁ γέρων· Τοῦτο γίνωσκε ἀδελφέ· ὅτι ἐρ‐ χόμενος ἀπὸ τῆς χώρας ἐπὶ τὰ ὧδε, τὸν κύριον εἶχες ὁδηγοῦντά σε, εἰ δὲ ὑποστρέψεις, οὐκέτι αὐτὸν ἔχεις. | |
27 | Ἀπέστειλέ τις τῶν γερόντων τὸν μαθητὴν αὐτοῦ ἀντλῆσαι ὕδωρ. Ἦν δὲ μακρὰν τὸ φρέαρ ἀπὸ τοῦ κελλίου αὐτῶν. Ὁ δὲ ἐπελά‐ θετο τὸ σχοινίον ἆραι, καὶ ἐλθὼν ἐπὶ τὸ φρέαρ ἔγνω ὅτι οὐκ ἤνεγκεν καὶ, ποιήσας εὐχὴν, ἐφώνησε λέγων· Λάκκε, Λάκκε, εἶπεν ὁ ἀββᾶς μου· | |
5 | γέμισον τὸ κεράμιον ὕδωρ. Καὶ παραχρῆμα, ἀνῆλθε τὸ ὕδωρ ἄνω, καὶ γεμίσαντος τοῦ ἀδελφοῦ, πάλιν ἀπεκατεστάθη τὸ ὕδωρ εἰς τὸν τόπον αὐτοῦ. | |
28 | Παρέβαλέ τις τῶν ἐπισκόπων κατ’ ἐνιαυτὸν εἰς Σκῆτιν πρὸς τοὺς πατέρας, καὶ ἀπαντήσας αὐτῷ ἀδελφὸς ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον ἑαυτοῦ, καὶ παραθεὶς αὐτῷ ἄρτον καὶ ἅλας, ἔλεγεν· Συγ‐ χώρησόν μοι, κύρι, ὅτι οὐδὲν ἄλλο ἔχω παραθεῖναί σοι. Λέγει αὐτῷ | |
5 | ὁ ἐπίσκοπος· Θέλω ἵνα καὶ εἰς τὸ ἐρχόμενον ἔτος εἰσελθὼν, μήτε ἅλας εὕρω. | |
29 | Ἔλεγέ τις τῶν ἀδελφῶν· ὅτι ἐγένετο ζήτησις ἐν τῇ λαύρᾳ τῆς Αἰγύπτου, καὶ ἐλάλησαν πάντες, οἱ μεγάλοι καὶ οἱ μικροὶ, εἷς | |
δὲ μόνος οὐκ ἐλάλησεν. Καὶ ἐξελθόντων αὐτῶν, ἠρώτησεν αὐτὸν εἷς ἀδελφὸς λέγων· Πῶς σὺ οὐκ ἐλάλησας. Ὁ δὲ βιασθεὶς ὑπὸ | ||
5 | τοῦ ἀδελφοῦ εἶπεν· Συγχώρησόν μοι, ὅτι εἶπον τῷ λογισμῷ μου· ὅτι ἐὰν μὴ λαλήσῃ τὸ ἐμβρίμιον τὸ ὑποκάτω μου, μὴ λαλήσῃς. Καὶ οὕτως ἔμεινα σιωπῶν καὶ μὴ φθεγγόμενος. | |
30 | Ἦν τις γέρων ἀσθενῶν καὶ ὡς μὴ ἔχοντα τὰς χρείας, προσε‐ λάβετο αὐτὸν πατὴρ κοινοβίου καὶ ἀνέπαυσεν αὐτόν. Καὶ ἔλεγε τοῖς ἀδελφοῖς· Βιάσασθε ἑαυτοὺς ὀλίγον, ἵνα ἀναπαύσωμεν τὸν ἀσθενῆ. Ὁ δὲ ἀσθενῶν, εἶχε χύτραν χρυσίου, καὶ ὀρύξας ὑποκάτωθεν αὐτοῦ, ἔκρυ‐ | |
5 | ψεν αὐτήν. Συνέβη δὲ αὐτὸν ἀποθανεῖν καὶ οὐχ ὡμολόγησεν. Μετὰ οὖν τὸ ταφῆναι αὐτὸν εἶπεν ὁ ἀββᾶς τοῖς ἀδελφοῖς· Ἄρατε τὴν στίβαδα ταυτὴν ἔνθεν. Καὶ ὡς καταστρέφουσιν αὐτὴν, εὗρον τὸ χρυσίον. Καὶ εἶπεν ὁ ἀββᾶς· εἰ ζῶντος αὐτοῦ οὐχ ὡμολόγησεν, οὐδὲ εἰς τὸν θάνατον αὐτοῦ εἶπεν, ἀλλ’ εἰς αὐτὸν εἶχε τὴν ἐλπίδα οὐχ ἅπτομαι | |
10 | αὐτοῦ, ἀλλ’ ὑπάγετε θάψατε αὐτὸ μετ’ αὐτοῦ. Καὶ κατῆλθε πῦρ ἀπ’ οὐρανοῦ καὶ ἐπὶ πολλὰς ἡμέρας ἔκειτο ἐπάνω τοῦ μνημείου αὐτοῦ ἐνώπιον πάντων καὶ πάντες ὁρῶντες ἐθαύμαζον. | |
31 | Ἦν τις ἐπίσκοπος εἴς τινα πόλιν, καὶ κατ’ ἐνέργειαν τοῦ διαβόλου ἔπεσεν εἰς πορνείαν. Μιᾶς οὖν τῶν ἡμερῶν γενομένης συνα‐ ξέως ἐν τῇ ἐκκλησίᾳ, καὶ μηδενὸς γινώσκοντος περὶ τῆς ἁμαρτίας αὐ‐ τοῦ, ἀφ’ ἑαυτοῦ ὡμολόγησεν ἔμπροσθεν παντὸς τοῦ λαοῦ λέγων· | |
5 | Ἐγὼ εἰς πορνείαν πέπτωκα. Καὶ ἀπέθετο τὸ ὠμοφόριον αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον εἰπών· Ὅτι οὐκέτι ὑμῶν δύναμαι εἶναι ἐπίσκοπος. Καὶ ἀνέκραξε πᾶς ὁ λαὸς μετὰ κλαυθμοῦ λέγοντες· Ἡ ἁμαρτία αὕτη ἐφ’ ἡμᾶς, μόνον μεῖνον ἐν τῇ ἐπισκοπῇ. Καὶ ἀποκριθεὶς εἶπεν· Εἰ θέ‐ λετε ἵνα μείνω ἐν τῇ ἐπισκοπῇ, ὂ λέγω ὑμῖν ποιήσατε. Καὶ κελεύσας | |
10 | κλεισθῆναι τὰς θύρας τῆς ἐκκλησίας, ἔῤῥιψεν ἑαυτὸν εἰς μίαν παρά‐ θυρον ἑπὶ πρόσωπον καὶ εἶπεν· Οὐχ ἔχει μέρος μετὰ τοῦ θεοῦ ὅστις ἐξερχόμενος μὴ πατήσῃ με. Καὶ ποιήσαντες κατὰ τὸν λόγον αὐτοῦ, καὶ ἐξερχομένου τοῦ ὑστέρου, ἦλθε φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Διὰ τὴν πολλὴν ταπείνωσιν αὐτοῦ, συνεχώρησα αὐτῷ τὴν | |
15 | ἁμαρτίαν. | |
32 | Ἄλλος τις ἦν ἐπίσκοπος εἴς τινα πόλιν, καὶ ἐγένετο αὐτὸν περιπεσεῖν εἰς ἀῤῥωστίαν, ὥστε πάντας ἀπογνῶναι αὐτόν. Ἦν δὲ ἐκεῖ μοναστήριον γυναικῶν, καὶ μαθοῦσα ἡ ἡγουμένη ὅτι ἀπεγνώσθη ὁ ἐπί‐ σκοπος, λαβοῦσα μεθ’ ἑαυτῆς δύο ἀδελφὰς ἀπῆλθε τοῦ ἐπισκέψασθαι | |
5 | αὐτόν. Καὶ ὡς ἐλάλει μετ’ αὐτῆς ὁ ἐπίσκοπος, μία τῶν μαθητριῶν αὑτῆς ἱσταμένη πρὸς πόδα, ἥψατο τοῦ ποδὸς αὐτοῦ θέλουσα μαθεῖν πῶς ἔχει. Ὁ δὲ ἀπὸ τῆς ἀφῆς πολεμηθεὶς, παρεκάλεσε τὴν ἡγουμένην λέγων· Ὅτι οὐκ ἔχω ὑπηρεσίαν ἀπὸ τῶν ἔγγιστά μου, θέλησον οὖν κα‐ ταλεῖψαί μοι τὴν ἀδελφὴν ταύτην, ἵνα ὑπηρετῇ μοι. Ἡ δὲ | |
10 | μηδὲν πονηρὸν ὑπολαβοῦσα, ἀφῆκεν αὐτήν. Ἐνδυναμωθεὶς οὖν ὑπὸ τοῦ διαβόλου, λέγει αὐτῇ· Ποίησόν μοι μικρὸν ἑψητὸν ἵνα γεύσωμαι. Καὶ ἐποίησε καθὼς εἶπεν αὐτῇ. Καὶ μετὰ τὸ γεύσασθαι αὐτὸν, λέγει αὐτῇ· Κοιμήθητι μετ’ ἐμοῦ, καὶ ἔτεκε τὴν ἁμαρτίαν. Λαβοῦσα οὖν κατὰ γαστρὸς, ἐκράτησεν αὐτὴν ὁ κλῆρος λέγοντες· Εἰπὲ ἡμῖν τίς σε ἐποίησεν | |
15 | ἔγκυον. Ἡ δὲ οὐκ ἤθελεν ὁμολογῆσαι. Τότε ὁ ἐπίσκοπος λέγει· Ἄφετε αὐτὴν, ἐγὼ γὰρ ἐποίησα τὴν ἁμαρτίαν ταύτην. Καὶ ἐγερθεὶς ἐκ τῆς ἀῤῥωστίας, εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν καὶ ἀπέθετο τὸ ὠμοφόριον αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξελθὼν ἔλαβε ῥάβδον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ὤρμησεν εἰς μοναστήριον ὅπου οὐκ ἐγνωρίζετο. Ὁ δὲ ἀββᾶς | |
20 | τοῦ κοινοβίου, διορατικὸς ὢν, ἔγνω ὅτι ὁ ἐπίσκοπος ἔχει ἐλθεῖν εἰς τὴν μονὴν, καὶ παρήγγειλε τῷ θυρωρῷ λέγων· Βλέπε, ἄδελφε, ὅτι σήμερον ἐπίσκοπος ἔχει παραγενέσθαι. Προσδοκῶν οὖν ὁ θυρωρὸς, ὅτι μετὰ λε‐ κτικίου ἔρχεται ἢ μετὰ τινὸς φαντασίας ὡς ἐπισκόπου οὐκ ἐνόησε τὸ πρᾶγμα. Ἐξελθὼν οὖν ὁ ἀββᾶς εἰς ἀπάντησιν αὐτοῦ, ἠσπάσατο αὐτὸν | |
25 | λέγων· Καλῶς ἦλθες, κύρι ὁ ἐπίσκοπος. Ὁ δὲ ἐνεὸς γενόμενος ὡς ἐγνώ‐ σθη, ἠθέλησε φυγεῖν εἰς ἕτερον μοναστήριον. Λέγει οὖν αὐτῷ ὁ ἀββᾶς· Ὅτι ὅπου ἐὰν ἀπέλθῃς μετὰ σοῦ ἔρχομαι. Καὶ παρακαλέσας αὐτὸν πολλὰ, εἰσήνεγκεν αὐτὸν εἰς τὴν μονήν. Μετανοήσας οὖν ἐν ἀληθείᾳ, ἐτελεύτησεν ἐν εἰρήνῃ, ὥστε σημεῖα γενέσθαι ἐν τῇ ἐξόδῳ | |
30 | αὐτοῦ. | |
33 | Ἦν τις γέρων καλούμενος Ἱέραξ εἰς τὰ μέρη Θηβαΐδος ἐλάσας περὶ τὰ ἐνενήκοντα ἔτη. Καὶ θέλοντες οἱ δαίμονες εἰς ἀκηδίαν αὐτὸν ἐμβαλεῖν τῷ μήκει τοῦ χρόνου ἐπέστησαν αὐτῷ ἐν ἡμέρᾳ λέγον‐ τες· Τί ποιήσεις, γέρων, ὅτι ἄλλα πεντήκοντα ἔχεις ζῆσαι; Ὁ δὲ | |
5 | ἀποκριθεὶς λέγει αὐτοῖς· Ἐλυπήσατέ με πάνυ. Διακοσίων γὰρ ἐτῶν παρασκευὴν ἔθηκα. Οἱ δὲ ἀπήρχοντο ὀλολύζοντες ἀπ’ αὐτοῦ. | |
34 | Ἦν τις ἀναχωρητὴς ἐν τοῖς μέρεσι τοῦ Ἰορδάνου, ἀγωνι‐ ζόμενος ἐπὶ ἔτη ἱκανά. Οὗτος χαρίσματος ἦν ἠξιώμενος, μὴ δέχεσθαι αὐτὸν προσβολὰς ἐκ τοῦ ἐχθροῦ, ὥστε αὐτὸν πᾶσι τοῖς παραγινομένοις πρὸς αὐτὸν ὠφελείας χάριν λοιδορίαις βάλλειν τὸν διάβολον, | |
5 | καὶ λέγειν ὅτι οὐδέν ἐστιν, καὶ οὐ δύναταί τι πρὸς τοὺς ἀγωνιστὰς εἰ μὴ ὁμοίους αὐτοῦ εὕρῃ, ῥυπαροὺς δεδουλωμένους πάντοτε τῇ ἁμαρτίᾳ ἐκείνους ἐκνευρίζει, μὴ αἰσθόμενος ὅτι ἐκ τῆς τοῦ θεοῦ βοηθείας σκέ‐ πεται, καὶ ἐκ τούτου οὐ δέχεται πολέμους ἐκ τοῦ ἐναντίου. Ἐν μιᾷ οὖν κατὰ συγχώρησιν θεοῦ φαίνεται αὐτῷ ὁ διάβολος ὄψιν πρὸς ὄψιν, | |
10 | καὶ φησὶ πρὸς αὐτόν· Τί ἔχω πρὸς σὲ, ἀββᾶ, τί με λοιδορίαις πλύνεις; μή σοι τί ποτε παρηνώχλησα; ὁ δὲ πάλιν ἐμπτύσας αὐτὸν, τοῖς αὐτοῖς ἐκέχρητο ῥήμασιν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, οὐδὲν γὰρ δύνῃ πρὸς τοὺς δούλους τοῦ Χριστοῦ. Ὁ δὲ φωνὴν τοιαύτην ἐπαφῆκεν· Ναὶ, ναὶ, ἀλλὰ τεσσαράκοντα ἔτη ἔχεις ζῆσαι, μίαν ὥραν οὐκ ἔχω | |
15 | εὑρεῖν εἰς τὰ τοσαῦτα ἔτη σκελίσαι σε; καὶ ῥίψας τὸ δέλεαρ ἀφανὴς ἐγένετο. Ὁ δὲ εὐθὺς εἰς λογισμοὺς βληθεὶς ἔλεγεν· ἔχω τοσαῦτα ἔτη ὧδε τρυχόμενος, καὶ ἀκμὴν ἄλλα τεσσαράκοντα ἔτη θέλει με ζῆσαι ὁ θεός; ἐξέρχομαι καὶ ἀπέρχομαι εἰς τὸν κόσμον, βλέπω καὶ τοὺς διαφέ‐ ροντάς μοι, συγγίνομαι αὐτοῖς ἔτη τινὰ, καὶ πάλιν ἔρχομαι καὶ ἔχομαι | |
20 | τῆς ἀσκήσεώς μου. Καὶ μόνον ἐνεθυμήθη ταῦτα, ἔργῳ ἐπλήρου. Καὶ ὁρμήσας ἐξήρχετο τῆς κέλλης αὑτοῦ, καὶ εἴχετο τῆς ὁδοῦ. Οὐ μακρὰν δὲ αὐτοῦ γενομένου, ἀπεστάλη ἄγγελος κυρίου πρὸς βοήθειαν αὐτοῦ καὶ φησὶ πρὸς αὐτόν· Ποῦ πορεύῃ, ἀββᾶ; Ὁ δὲ ἔφη· Ἐπὶ τὴν πόλιν. Καὶ λέγει αὐτῷ· Ὑπόστρεψον εἰς τὴν κέλλαν σου, καὶ μηδέν σοι | |
25 | καὶ τῷ Σατανᾷ, ἔχε δὲ ἑαυτὸν χλευασθέντα ὑπ’ αὐτοῦ· ὁ δὲ εἰς ἑαυτὸν ἐλθὼν, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὑτοῦ. Καὶ ποιήσας τρεῖς ἡμέρας ἐτελειώθη. | |
35 | Ἀναχωρητῇ τινὶ μεγάλῳ εἰπόντι· τί οὕτως με πολεμεῖς Σατανᾶ; ἐπήκουσεν ὁ Σατανᾶς λέγων· Σὺ εἶ ὁ μεγάλως με πολεμῶν. | |
36 | Ἀναχωρητής τις εἶδεν δαίμονα προτρεπόμενον ἕτερον δαί‐ μονα, ἐλθεῖν καὶ διυπνίσαι καθεύδοντα μοναχόν. Καὶ ἀκούει τοῦ ἄλλου λέγοντος· Οὐ δύναμαι τοῦτο ποιῆσαι, ποτὲ γὰρ αὐτὸν ἐξύπνισα, καὶ ἀναστὰς ἔκαυσέ με ψάλλων καὶ εὐχόμενος. | |
T37-54 | Περὶ τῶν Μαγιστριανῶν. | |
37 | Διηγήσατό τις ὅτι μαγιστριανός τις πράκτωρ νεώτερος καλὸς πάνυ τῷ εἴδει, ὑπηρετεῖ βασιλικαῖς ἀποκρίσεσιν. Εἶχε δὲ φίλον τινὰ τῶν λαμπρῶν ἐν μιᾷ τῶν πόλεων ἔχοντα γυναῖκα νεωτέραν. Ὅτε οὖν ἤρχετο ἐκεῖ ἐδέχετο αὐτὸν καὶ κατέμεινεν εἰς τὸν οἶκον αὐτοῦ, | |
5 | καὶ συνήσθιε μετὰ τῆς γυναικὸς αὐτοῦ ἀγάπῃ φερόμενος πρὸς αὐτόν. Ἐν τῷ οὖν πολλάκις πυκνάζειν πρὸς αὐτοὺς, ἔλαβε λογισμοὺς ἡ γυνὴ εἰς αὐτὸν, μὴ γινώσκοντος αὐτοῦ. Καὶ σώφρων οὖσα οὐκ ἐνέφαινέ τι τοιοῦτον πρὸς αὐτὸν, ἀλλ’ ἐκαρτέρει πάσχουσα. Συνέβη δὲ αὐτὸν κατὰ τὸ σύνηθες ὁδεῦσαι, ἐκείνη δὲ ἀπὸ τῶν λογισμῶν ἠσθένει καὶ κατέκειτο. | |
10 | Ἀνέφερε δὲ πρὸς αὐτὴν ὁ ἀνὴρ αὐτῆς ἰατροὺς, καὶ ψηλαφῶντες αὐτὴν, λέγουσι τῷ ἀνδρὶ αὐτῆς· Εἰ μή τί γε ψυχικὸν πάθος ἔχῃ, ἐπεὶ σωματικῶς οὐδὲν κακὸν ἔχει. Παρακάθεται δὲ ὁ ἀνὴρ αὐτῆς ἐπιπλεῖον παρακαλῶν αὐτὴν καὶ λέγων· Εἰπέ μοι τί ἔχεις. Ἐκείνη εὐλαβουμένη καὶ ἐρυθριῶσα τὴν ἀρχὴν οὐχ ὡμολόγει. Ὕστερον δὲ | |
15 | ὡμολόγησε λέγουσα· Οἶδας, κύρι, εἴτε ἀπὸ ἀγάπης εἴτε ἁπλότητι φερό‐ μενος, ἀναφέρεις ὧδε πρόσωπα νεώτερα, καὶ ἐγὼ ὡς γυνὴ ἔπαθον εἰς τὸν μαγιστριανόν. Ἀκούσας δὲ ὁ ἀνὴρ αὐτῆς ἡσύχασεν, καὶ ὡς συνέβη μεθ’ ἡμέρας ἐλθεῖν τὸν μαγιστριανὸν, καὶ ἀπελθὼν προσυπήντησεν αὐτοῦ καὶ λέγει αὐτῷ· Οἶδας, ἄδελφέ μου, πῶς ἠγάπησά σε, καὶ ἀπὸ ἀγά‐ | |
20 | πης ἐδεχόμην σε καὶ συνήσθιες τῇ γυναικί μου; Λέγει ἐκεῖνος· Οὕτως ἐστὶ δέσποτα. Καὶ λέγει αὐτῷ· Ἰδοὺ ἔλαβε λογισμοὺς εἰς σὲ ἡ γύνη μου. Ὁ δὲ ἀκούσας, οὐ μόνον οὐκ ἔλαβε λογισμοὺς εἰς αὐτὴν, ἀλλὰ καὶ πάνυ ἐλυπήθη ἀγάπῃ φερόμενος καὶ λέγει αὐτῷ· Μηδὲν λυπη‐ θῇς, ἔχει ὁ θεὸς βοηθῆσαι. Ἀπελθὼν οὖν, ἐπῆρε τὰς τρίχας ἑαυτοῦ, | |
25 | καὶ λαβὼν λαμνὶν ἔχρεισε τὴν κεφαλὴν καὶ τὴν ὄψιν, ἕως οὗ ἐξέκαυσεν αὐτὰ μέχρι καὶ αὐτῶν τῶν ὀφρύων. Καὶ ἐπῆρεν ὅλην τὴν ὡραιότητα ἐκείνην, καὶ ἐφαίνετο ὡς παλαιὸς λελωβημένος. Ἐνδύεται οὖν φακιό‐ λιον, καὶ ἀνέρχεται καὶ εὑρίσκει αὐτὴν ἀνακειμένην, καὶ τὸν ἄνδρα αὐτῆς παρακαθήμενον αὐτῇ, καὶ ἀποκάμψας, δείκνυσιν αὐτοῖς τὴν κε‐ | |
30 | φαλὴν καὶ τὸ πρόσωπον, καὶ ἤρξατο λέγειν ὅτι οὕτως ἐποίησέ μοι ὁ κύριος. Ἐκείνη δὲ ὡς εἶδεν αὐτὸν, ἐκ τοιαύτης μορφῆς εἰς τοιαύ‐ την ἀμορφίαν, ἐθαύμασεν. Καὶ ἰδὼν ὁ θεὸς τὴν ἐργασίαν αὐτοῦ ἐπῆρεν ἀπ’ αὐτῆς τὸν πόλεμον, καὶ εὐθέως ἀνέστη ἀποῤῥιψαμένη ὅλους τοὺς λογισμοὺς ἐκείνους. Τότε ὁ μαγιστριανὸς λαμβάνει τὸν ἄνδρα αὐτῆς | |
35 | κατιδίαν, καὶ λέγει αὐτῷ· Ἰδοὺ διὰ θεοῦ ἡ γυνή σου οὐδὲν κακὸν ἔχει, οὐκέτι δὲ βλέπει τὸ πρόσωπόν μου. Ἰδοὺ τοῦτό ἐστι τὸ θεῖναι τὴν | |
ψυχὴν αὑτοῦ ὑπὲρ ἀγάπης, καὶ ἀποδοῦναι ἀγαθὸν ἀντὶ ἀγαθοῦ. | ||
38 | Ἔλεγέ τις τῶν πατέρων, ὅτι ἦν τις μαγιστριανὸς πεμφθεὶς εἰς ἀπόκρισιν βασιλικήν. Καὶ ἐν τῇ ὁδῷ εὗρε τινὰ πτωχὸν νεκρὸν κεί‐ μενον γυμνόν. Καὶ σπλαγχνισθεὶς λέγει τῷ παιδὶ αὑτοῦ· Λαβὲ τὸν ἵππον καὶ πρόελθε μικρόν. Καὶ κατελθὼν, ἀπεδύσατο ἓν τῶν | |
5 | λινουδίων αὑτοῦ, καὶ ἐπέθηκε τῷ κειμένῳ νεκρῷ καὶ ἀπῆλθεν. Πάλιν μεθ’ ἡμέρας, ἀπεστάλη ὁ αὐτὸς μαγιστριανὸς εἰς ἀπόκρισιν. Συνέβη δὲ ἐξελθόντος αὐτοῦ τὴν πόλιν, καὶ ἔπεσεν ἀπὸ τοῦ ἵππου καὶ ἐκλάσθη ὁ ποῦς αὑτοῦ. Καὶ ἀποστρέφει ὁ παῖς αὐτὸν εἰς τὸν οἶκον αὑτοῦ, καὶ οἱ ἰατροὶ ἐπεμελοῦντο αὐτοῦ. Μετὰ δὲ πέντε ἡμέρας, ἐμε‐ | |
10 | λανίασεν ὁ ποῦς αὑτοῦ. Καὶ ἰδόντες οἱ ἰατροὶ μελανωθέντα τὸν πόδα αὐτοῦ, ἔνευσαν πρὸς ἀλλήλους, ὅτι κοπῆναι ὀφείλει ὁ ποῦς, ἐπεὶ σήπει ὅλον τὸ σῶμα καὶ ἀποθνήσκει ὁ ἄνθρωπος. Καὶ λέγουσιν αὐ‐ τῷ· Ἐρχόμεθα πρωΐ, καὶ θεραπεύομέν σε. Ὁ δὲ ἀσθενῶν νεύει τῷ παιδὶ αὑτοῦ ἐξελθεῖν ὀπίσω τῶν ἰατρῶν καὶ μαθεῖν παρ’ αὐτῶν τί βού‐ | |
15 | λονται. Καὶ λέγουσιν αὐτῷ· Ὁ ποῦς τοῦ κυρίου σου ἐμελανίασεν, καὶ ἐὰν μὴ κοπῇ, ἀπόλλεται ὁ ἄνθρωπος, ἐρχόμεθα πρωῒ, καὶ ὃ θέλει ὁ θεὸς ποιοῦμεν. Καὶ εἰσέρχεται ὁ δοῦλος κλαίων πρὸς τὸν δεσπότην αὐτοῦ λέγων· Ὅτι τάδε βουλεύονται περὶ σοῦ· ὁ δὲ ἀκούσας ἐλυπήθη, καὶ ἀπὸ πολλῆς ἀθυμίας οὐκ ἐκοιμήθη. Ἦν δὲ κανδίλα φαίνουσα. Περὶ | |
20 | δὲ τὰς μέσας νύκτας, ὁρᾷ ἄνθρωπον διὰ τῆς θυρίδος κατερχόμενον καὶ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγοντα αὐτῷ· Τί κλαίεις, τί λυπῆσαι; Ὁ δὲ λέγει· Κύριε, οὐ θέλεις ἵνα κλαύσω καὶ λυπηθῶ, ὅτι ἐκλάσθην, καὶ τάδε βουλεύονται περὶ ἐμοῦ οἱ ἰατροί; καὶ λέγει αὐτῷ ὁ φανείς· Δεῖξόν μοι τὸν πόδα σου. Καὶ ἀλείφει αὐτὸν καὶ λέγει· | |
25 | Ἀνάστα ἄρτι καὶ περιπάτει. Καὶ λέγει ὁ ἀσθενῶν· Κέκλασται καὶ οὐ | |
δύναμαι. Καὶ λέγει αὐτῷ· Ἐπιστηρίχθητι ἐπ’ ἐμέ. Καὶ ἐπιστηριχθεὶς, περιεπάτει χωλεύων. Καὶ λέγει αὐτῷ ὁ φανείς· Ἀκμὴν χωλαίνεις, θὲς ἑαυτὸν πάλιν. Καὶ δῆθεν πάλιν ἀλείφει αὐτὸν ἐξ ἴσων τοὺς πόδας αὐ‐ τοῦ. Καὶ λέγει αὐτῷ· Ἔγειρε ἄρτι περιπάτει. Καὶ ἀναστὰς περιε‐ | ||
30 | πάτησεν ὑγιῶς. Καὶ λέγει αὐτῷ· Θὲς ἑαυτὸν ἀναπαύθητι. Καὶ εἶπεν αὐτῷ τινὰς λόγους περὶ ἐλεημοσύνης, ὅτι εἶπεν ὁ κύριος· Μα‐ κάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται, καὶ ἀνήλεος ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος, καὶ ὅσα τοιαῦτα. Καὶ λέγει αὐτῷ· Σώζου. Λέγει ὁ μαγιστριανός· Ὑπάγεις; Λέγει αὐτῷ· Τί γὰρ θέλεις ἐξότε ὑγίανας; | |
35 | Λέγει αὐτῷ ὁ μαγιστριανός· Τὸν θεὸν τὸν πέμψαντά σε, εἰπέ μοι τίς εἶ. Λέγει αὐτῷ· Βλέψον εἰς ἐμέ. Ἐπιγινώσκεις τοῦτο τὸ ὀθόνιον ἀκρι‐ βῶς; Λέγει αὐτῷ· Ναὶ, κύριε, ἐμὸν ἐστίν. Καὶ λέγει αὐτῷ ἐκεῖνος· Ἐγώ εἰμι ὃν εἶδες νεκρὸν ἐῤῥιμένον ἐν τῇ ὁδῷ, καὶ ἔῤῥιψάς μοι τὸ λινούδιν. Καὶ ἀπέστειλέ με ὁ θεὸς ἰάσασθαί σε. Εὐχαρίστει οὖν διαπαν‐ | |
40 | τὸς τῷ θεῷ. Καὶ ἀνῆλθε πάλιν δι’ ἧς κατῆλθε θυρίδος. Καὶ ὑγιάνας τὸν αἴτιον παντὸς ἀγαθοῦ θεὸν ἐδόξασεν. | |
39 | Ἄλλος τις μαγιστριανὸς ὑποστρέφων ἐπὶ Κων‐ σταντινούπολιν ἀπὸ Παλαιστίνης, εἰς τὰ μέρη Τύρου ἀπαντᾷ τινὰ πολυβλέποντα κατὰ τὴν ὁδὸν μηδένα ἔχοντα ὁδηγόν. Ὅστις τῆς φωνο‐ βολίας τῶν ἱπποκόμων ἀκούσας, ἐπλαγίασε παρὰ τὴν ὁδὸν μικρὸν, καὶ | |
5 | ἐκτείνας τὰς χεῖρας, ἐλεεινὰ καὶ πτωχὰ ἐλάλει ἐῤῥανιζόμενος παρ’ αὐτοῦ ἐλεημοσύνην. Ὁ δὲ περιφρονήσας, ἀντιπαρῆλθεν αὐτὸν, καὶ ἀπὸ ὀλίγου διαστήματος μεταμεληθεὶς, ἔστησε τὸν ἵππον, καὶ λαβὼν τὸ κερμοθυλάκιον αὐτοῦ ἐξήνεγκεν ἓν τριμίσιν, καὶ ἐπανέλυσε πρὸς τὸν πτωχὸν δι’ ἑαυτοῦ, καὶ παρέσχεν αὐτῷ τὸ τριμίσιον. Δεξάμενος δὲ | |
10 | ἐκεῖνος εὔξατο αὐτῷ λέγων· Πιστεύω εἰς τὸν θεὸν ὅτι ῥύσε‐ ταί σε ἡ ἐντολὴ αὕτη ἀπὸ πειρασμοῦ. Ἐδέξατο δὲ ὁ μαγιστριανὸς τὴν εὐχὴν μετὰ πληροφορίας, καὶ ἀπελθὼν ἐν τῇ πόλει, εὗρε τὸν ἄρχοντα ἐκεῖ, καί τινας παμμαχαρίους παρακαλοῦντας πλοϊσθῆναι ὑπ’ αὐτοῦ καὶ ἀκοντιζομένους. Οἱ οὖν παμμαχάριοι ἴδοντες τὸν μαγιστριανὸν, | |
15 | παρεκάλεσαν αὐτὸν αἰτῆσαι τὸν ἄρχοντα δοῦναι αὐτοῖς πλοῖον ἐφ’ ᾧ ἐκδημῆσαι τῆς πόλεως. Καὶ πεισθεὶς τῇ αὐτῶν παρακλήσει, γέγονε πρὸς τὸν ἄρχοντα καὶ εἰπὼν αὐτῷ περὶ ῥεβέδων ἵνα αὐτῷ δώσῃ, ἤτισε καὶ περὶ τῶν παμμαχαρίων. Λέγει οὖν τοῖς παμμαχαρίοις ὁ ἄρχων χαριέντως· Ἐὰν θέλητε ἵνα ὑμᾶς ἀπολύσω, πείσατε | |
20 | τὸν μαγιστριανὸν συμπλεῦσαι ὑμῖν, καὶ εὐθέως ἀπολύεσθε. Οἱ δὲ | |
τοῦτο ἀκούσαντες, ἔμειναν ἐπιπολὺ παρακαλοῦντες τὸν μαγιστριανὸν ἀνασχέσθαι συμπλεῦσαι αὐτοῖς. Καὶ δὴ συνθεμένου αὐτοῦ ἔδωκεν αὐ‐ τοῖς τὸ πλοῖον ὁ ἄρχων. Ἔπλευσαν οὖν ἅμα ὅ τε μαγιστριανὸς καὶ οἱ παμμαχάριοι, ἐπιτήδειον ἄνεμον λαβόντες. Συνέβη δὲ τὴν νύκτα | ||
25 | τὸν μαγιστριανὸν, ὀχληθέντα ὑπὸ τῆς αὐτοῦ γαστρὸς, ἀναστῆναι πρὸς χρείας, καὶ γενόμενος εἰς τὸ πλάγιον τοῦ πλοίου, ῥαπισθεὶς ὑπὸ τοῦ ἀρμένου ἔπεσεν εἰς τὴν θάλασσαν. Ἤκουσαν οὖν οἱ ναῦται τοῦ πτώματος αὐτοῦ, καὶ ἐπειδὴ νὺξ ἦν καὶ ἄνεμος ἐπιτήδειος οὐκ ἠδυνήθησαν αὐτὸν ἀνασπᾶσαι. Ἐφέρετο οὖν ὁ μαγιστριανὸς ἐπὶ | |
30 | τοῦ ὕδατος ἐλπίζων ἀποθνήσκειν, ἀλλὰ τῇ ἑξῆς, θελήσει τοῦ θεοῦ, εὑρέθη πλοῖον ἐρχόμενον καὶ ἰδόντες αὐτὸν οἱ τοῦ πλοίου, ἀνήγαγον αὐτὸν, καὶ εἰσῆλθον ἐν τῇ πόλει ἐν ᾗ καὶ οἱ παμμαχάριοι ἀπῆλθον. Οἱ δὲ ναῦται ἑκατέρων τῶν πλοίων, ἐξελθόντες εἰς τὴν γῆν, γεγόνασιν ἐν καπηλείῳ τινί. Καὶ συμβαίνει τινὰ τῶν ναυτῶν τοῦ πλοίου, ἐξ οὗ ἔπεσεν ὁ μαγι‐ | |
35 | στριανὸς, ἐπιμνησθέντα αὐτοῦ στενάξαι καὶ εἰπεῖν· Ἆρα τί γέγονε τῷ μαγιστριανῷ ἐκείνῳ. Καὶ τοῦτο ἀκούσαντες οἱ τοῦ ἑτέρου πλοίου ναῦται, ἐπηρώτων περὶ ποίου μαγιστριανοῦ ἐστέναξεν, καὶ μαθόντες τὸ πρᾶγμα, εἶπον αὐτοῖς ὅτι ἡμεῖς ἐσώσαμεν αὐτὸν, καὶ ἔχομεν μεθ’ ἑαυτῶν. Καὶ γνόντες ἐκεῖνοι ἐχάρησαν καὶ ἐλθόντες ἔλαβον αὐτόν. Καὶ | |
40 | διηγήσατο αὐτοῖς ὁ μαγιστριανὸς, ὅτι ὁ πολυβλέπων, ᾧτινι ἔδωκα κατὰ τὴν ὅδον τὸ τριμίσιον, αὐτός με ἐβάστασε περιπατῶν ἐπὶ τοῦ ὕδατος. Καὶ τοῦτο ἀκούσαντες ἐδόξασαν τὸν σωτῆρα καὶ θεόν. Ἐκ τούτου οὖν μανθάνομεν, ὅτι ἡ ἐκ διαθέσεως ἐλεημοσύνη οὐκ ἀπόλλυται, ἀλλ’ ὁ θεὸς ἀμείβεται ἐν καιρῷ ἀνάγκης τὸν ἐλεήμονα. | |
45 | Κατὰ τὴν θείαν οὖν γραφὴν μὴ ἀποσχώμεθα εὐποιεῖν ἐνδεεῖ, ἡνίκα ἔχει ἡ χεῖρ ἡμῶν βοηθεῖν. | |
40 | Ἔλεγε δέ τις τῶν φιλοχρίστων ἔχων τὸ χάρισμα τῆς ἐλεημοσύνης, ὅτι ὀφείλει ὁ παρέχων ἐλεημοσύνην, ὡσαύτως ἐκεῖνος λαμβάνων οὕτως παρέχειν· ἡ τοιαύτη ἐλεημοσύνη πλησιάζει πρὸς θεόν. | |
41 | Δύο τινὲς ἀδελφοὶ εἱλκύσθησαν εἰς τὸ μαρτυρῆσαι, καὶ βασανισθέντες ἅπαξ ἐβλήθησαν εἰς φυλακήν· ἐλυποῦντο δὲ πρὸς ἀλλή‐ λους. Ὁ εἷς οὖν βάλλει μετάνοιαν τῷ ἀδελφῷ λέγων· Συμβαίνει ἡμᾶς αὔριον τελειωθῆναι, λύσωμεν οὖν τὴν κατ’ ἀλλήλων ἔχθραν, καὶ ποιή‐ | |
5 | σωμεν ἀγάπην· ὁ δὲ ἄλλος οὐκ ἐπείθετο. Τῇ οὖν ἑξῆς, φέρονται πάλιν καὶ βασανίζονται, καὶ ὁ μὴ δεξάμενος τὴν μετάνοιαν, ἀπὸ πρώτης | |
προσβολῆς ἠττήθη, καὶ λέγει αὐτῷ ὁ ἄρχων· Διατί χθὲς τοσαῦτα βασα‐ νισθεὶς οὐκ ἐπείσθης μοι; Ὁ δὲ ἀποκριθεὶς εἶπεν ὅτι τῷ ἀδελφῷ μου ἐμνησικάκησα, καὶ οὐκ ἔσχον μετ’ αὐτοῦ ἀγάπην, διὰ τοῦτο | ||
10 | ἐστερήθην τῆς τοῦ θεοῦ μου παρακλήσεως. | |
42 | Ἄλλος δέ τις παραδοθεὶς εἰς μαρτύριον ὑπὸ τῆς ἑαυτοῦ δούλης ἀπίων ἐπὶ τὸ τελειωθῆναι εἶδε τὴν δούλην αὑτοῦ τὴν παρα‐ δοῦσαν αὐτόν. Καὶ λαβὼν ὃν ἐφόρει δακτύλιον χρυσοῦν, ἔδωκεν αὐτῇ λέγων· Εὐχαριστῶ σοι ὅτι τοιούτων ἀγαθῶν πρόξενός μοι γέ‐ | |
5 | γονας. | |
43 | Ἀδελφός τις ἐκάθητο εἰς κελλίον τῆς Αἰγύπτου ἐν πολλῇ ταπεινώσει διαλάμπων. Ὑπῆρχε δὲ αὐτῷ ἀδελφὴ πορνεύουσα ἐν τῇ πόλει, καὶ πολλαῖς ψυχαῖς προξενοῦσα ἀπώλειαν. Πολλάκις οὖν παρενο‐ χλήσαντες οἱ γέροντες τὸν ἀδελφὸν ἠδυνήθησαν πεῖσαι καταντῆσαι | |
5 | πρὸς αὐτὴν εἴπως νουθετήσας καταργήσει τὴν ἁμαρτίαν τὴν δι’ αὐτῆς γινομένην. Ὡς δὲ ἔφθασεν ἐπὶ τὸν τόπον· ἰδὼν αὐτόν τις τῶν γνωρίμων, προλαβὼν ἀπήγγειλεν αὐτῇ λέγων· Ἰδοὺ ὁ ἀδελφός σου ἐπὶ τὴν θύραν. Ἡ δὲ, συνεχθεῖσα τοῖς σπλάγχνοις, καταλείψασα τοὺς ἐραστὰς οἷς διηκόνει, γυμνὴ τῇ κεφαλῇ ἐπὶ τὴν θέαν τοῦ ἀδελφοῦ ἐξεπή‐ | |
10 | δησεν. Πειρωμένης δὲ αὐτῆς περιπλέκεσθαι αὐτῷ, λέγει αὐτῇ· Γνησία μου ἀδελφὴ, φεῖσαι τῆς ψυχῆς σου, ὅτι διὰ σοῦ πολλοὶ ἀπώλοντο. Καὶ πῶς δυνήσῃ ὑπενεγκεῖν τὴν αἰώνιον καὶ πικρὰν βάσανον. Ἡ δὲ σύν‐ τρομος γενομένη λέγει αὐτῷ· Οἶδας ὅτι ἔστι μοι σωτηρία ἀπὸ τοῦ νῦν; Ὁ δὲ λέγει αὐτῇ· Ἐὰν θέλῃς, ἔστι σωτηρία. Ἡ δὲ ῥίψασα | |
15 | ἑαυτὴν εἰς τοὺς πόδας τοῦ ἀδελφοῦ, παρεκάλει αὐτὸν ἵνα λάβῃ αὐτὴν εἰς τὴν ἔρημον μετ’ αὐτοῦ. Ὁ δὲ λέγει αὐτῇ· Θὲς τὸ ἱμάτιόν σου ἐπὶ τὴν κεφαλήν σου καὶ ἀκολούθει μοι. Λέγει αὐτῷ ἐκείνη· Ἄγωμεν, συμ‐ φέρει γάρ μοι ἀσχημονεῖν γυμνῇ τῇ κεφαλῇ, ἢ εἰσελθεῖν ἔτι εἰς τὸ ἐργαστήριον τῆς ἀνομίας. Ὡς δὲ εἴχοντο τῆς ὁδοῦ, ἐνουθέτει αὐτὴν | |
20 | πρὸς μετάνοιαν. Βλέπουσι δέ τινας ἐρχομένους εἰς ἀπάντησιν αὐτῶν, καὶ λέγει αὐτῇ· Ἐπειδὴ οὐ πάντες οἴδασιν ὅτι ἀδελφή μου εἶ, ὑποχώ‐ ρησον μικρὸν τῆς ὁδοῦ ἕως οὗ παρέλθωσιν. Μετὰ δὲ ταῦτα, λέγει αὐτῇ· Ἀπέλθωμεν τὴν ὁδὸν ἡμῶν, ἀδελφή. Ὡς δὲ οὐκ ἀπεκρίθη αὐτῷ, ἐκνεύσας εὗρεν αὐτὴν νεκράν· θεωρεῖ δὲ καὶ τὰ ἴχνη τῶν | |
25 | ποδῶν αὐτῆς ᾑμαγμένα, ἦν γὰρ ἀνυπόδετος. Ὡς δὲ ἀπήγγειλε τοῖς γέρουσιν ὁ ἀδελφὸς τὸ συμβᾶν, ἀντέβαλον εἰς ἀλλήλους. Ἀπεκάλυψε δὲ ὁ θεὸς ἑνὶ γέροντι περὶ αὐτῆς· ὅτι ἐπειδὴ | |
ὅλως οὐδενὸς ἐμερίμνησε σαρκικοῦ, ἀλλὰ καὶ τοῦ ἰδίου σώματος κατε‐ φρόνησε μὴ στενάξασα ἐν τῇ τοσαύτῃ πληγῇ, τούτου χάριν προσεδε‐ | ||
30 | ξάμην αὐτῆς τὴν μετάνοιαν. | |
44 | Ἦν τις γέρων ἔχων μαθητὴν, καὶ ἐπολεμεῖτο ὁ ἀδελφὸς εἰς πορνείαν, καὶ παρεκάλει αὐτὸν ὁ γέρων λέγων· Ὑπόμεινον, τέκνον, ὅτι πόλεμος τοῦ ἐχθροῦ ἐστιν. Ὁ δὲ λέγει αὐτῷ· Οὐκέτι ὑπομένω ἀββᾶ, ἐὰν μὴ ποιήσω τὸ πρᾶγμα. Καὶ προσεποιήσατο ὁ γέρων, καὶ λέγει | |
5 | αὐτῷ· Καγὼ πολεμοῦμαι, τέκνον, ἀλλ’ ἄγωμεν ὁμοῦ καὶ ποιοῦμεν τὸ πρᾶγμα, καὶ ἐρχόμεθα εἰς τὸ κελλίον ἡμῶν. Εἶχε δὲ ὁ γέρων νόμισμα ἓν, καὶ ἐβάστασεν αὐτὸ μεθ’ ἑαυτοῦ, καὶ ὡς ἀπῆλθον ἐπὶ τὸν τόπον, λέγει ὁ γέρων τῷ μαθητῇ αὑτοῦ· Μεῖνον ἔξω, ἄφες πρῶτον εἰσέλθω ἐγὼ, καὶ πάλιν ὕστερον σύ. Καὶ εἰσέλθων ὁ γέρων, | |
10 | ἔδωκε τῇ πόρνῃ τὸ νόμισμα, καὶ παρεκάλεσεν αὐτὴν, μὴ μιάνῃς, λέγων, τὸν ἀδελφὸν τοῦτον. Καὶ ἔδωκε λόγον ἡ πόρνη τῷ γέροντι μὴ μιᾶναι τὸν ἀδελφόν. Ἐξῆλθεν οὖν ὁ γέρων, καὶ λέγει τῷ ἀδελφῷ εἰσελθεῖν. Καὶ ἅμα τὸ εἰσελθεῖν αὐτὸν, λέγει αὐτῷ ἡ πόρνη· Μεῖνον ἄδελφε, ὅτι εἰ καὶ ἁμαρτωλή εἰμι, ἀλλὰ νόμον ἔχομεν καὶ χρὴ αὐτὸν πρῶτον ποιῆ‐ | |
15 | σαι ἡμᾶς. Ἐκέλευσεν οὖν αὐτὸν στῆναι παραμέρος καὶ βάλλειν πεντήκοντα μετανοίας, καὶ αὐτὴ παραμέρος ὡσαύτως. Μετὰ οὖν τὸ βαλεῖν τὸν ἀδελφὸν εἴκοσι ἢ καὶ τριάκοντα μετανοίας, κατενύγη καὶ λέγει ἐν ἑαυτῷ· Πῶς τῷ θεῷ προσεύχομαι, τοῦτο τὸ μύσος προσ‐ δοκῶν ποιῆσαι. Καὶ εὐθέως ἐξῆλθε μὴ μιανθεὶς, καὶ ἰδὼν ὁ θεὸς τὸν | |
20 | κόπον τοῦ γέροντος, ἦρε τὸν πόλεμον τοῦ ἀδελφοῦ, καὶ ὑπέστρεψαν εἰς τὸ κελλίον δοξάζοντες τὸν θεόν. | |
45 | Γέρων τις ἀπήει πωλῆσαι τὰ μαλάκια αὑτοῦ. Τούτῳ δαίμων ἀπαντήσας, ἄφαντα αὐτὰ πεποίηκεν. Ὁ δὲ γέρων ἐτράπη εἰς εὐχὴν καὶ ἔλεγεν· Εὐχαριστῶ σοι, ὁ θεὸς, ὅτι ἀπήλλαξάς με πειρασμοῦ. Ὁ δὲ δαίμων μὴ ὑπομείνας τὴν φιλοσοφίαν τοῦ γέροντος· | |
5 | ἔκραξε λέγων· Ἰδοὺ τὰ μαλάκιά σου κακόγηρε. Ὁ δὲ γέρων λαβὼν ἐπώλησεν αὐτά. | |
46 | Διηγήσατό τις τῶν πατέρων ὅτι σχολαστικός τις ἀπὸ Θεου‐ πόλεως εὐλαβὴς παρήδρευέν τινι ἐγκλειστῷ, καὶ παρεκάλει αὐτὸν ἵνα δέξηται αὐτὸν καὶ ποιήσῃ μοναχόν. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν θέλῃς ἵνα δέξωμαί σε, ὕπαγε πώλησον τὰ ὑπάρχοντά σοι καὶ δὸς πτωχοῖς | |
5 | κατὰ τὴν ἐντολὴν τοῦ κυρίου, καὶ δέχομαί σε. Ἀπελθὼν οὖν ἐποίη‐ σεν οὕτως. Μετὰ ταῦτα πάλιν λέγει αὐτῷ· Ἀλλὴν ἐντολὴν ἔχεις φυλά‐ | |
ξαι, ἵνα μὴ λαλῇς. Ὁ δὲ συνέθετο, καὶ ἐποίησε πέντε ἔτη καὶ οὐκ ἐλάλησεν. Ἤρξαντο οὖν τινὲς δοξάζειν αὐτὸν, καὶ λέγει αὐτῷ ὁ ἀββᾶς αὐτοῦ οὐκ ὠφελῇ ὥδε, ἀλλὰ πέμπω σε εἰς κοινόβιον | ||
10 | εἰς Αἴγυπτον, καὶ ἔπεμψεν αὐτόν. Οὐκ εἶπεν δὲ αὐτῷ πέμπων αὐτὸν λαλῆσαι ἢ μὴ λαλῆσαι· αὐτὸς δὲ τηρῶν τὴν ἐντολὴν, ἔμεινε μὴ λαλῶν. Θέλων δὲ πεῖρᾳ δοκιμάσαι αὐτὸν ὁ ἀββᾶς δεξάμενος αὐτὸν εἰ ἄλαλός ἐστιν ἢ οὒ, πέμπει αὐτὸν εἰς ἀπόκρισιν ἐν τῇ πλημμύρᾳ τοῦ ποταμοῦ, ἵνα ἀναγκασθῇ εἰπεῖν ὅτι οὐκ ἠδυνήθην περᾶσαι, καὶ πέμπει ἀδελφὸν | |
15 | ὀπίσω αὐτοῦ, ἵνα ἴδῃ τί ποιεῖ. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν ποταμὸν, μὴ δυνάμενος περᾶσαι ἔκλινε γόνυ, καὶ ἰδοὺ ἔρχεται κροκόδειλος, καὶ βα‐ στάζει ἑαυτὸν καὶ ἀποφέρει εἰς τὸ πέραν, καὶ ὡς ἐποίησε τὴν ἀπόκρισιν καὶ ἦλθεν ἐπὶ τὸν ποταμὸν, πάλιν βαστάζει αὐτὸν ὁ κροκό‐ δειλος εἰς τὸ πέραν. Ἐλθὼν δὲ ὁ ἀδελφὸς ὁ πεμφθεὶς ὀπίσω αὐτοῦ καὶ | |
20 | ἰδὼν τοῦτο, ἀνήγγειλε τῷ ἀββᾷ καὶ τοῖς ἀδελφοῖς καὶ ἐξεπλάγησαν. Συνέβη δὲ αὐτὸν μετὰ χρόνον κοιμηθῆναι, καὶ ἔπεμψεν ὁ ἀββᾶς λέγων τῷ πέμψαντι αὐτόν· Εἰ καὶ ἄλαλον ἔπεμψας ἡμῖν, ἀλλ’ ὁμῶς ἄγγελον θεοῦ. Τότε πέμπει ὁ ἐγκλειστὸς λέγων· Ὅτι οὐκ ἦν ἄλαλος, ἀλλὰ τηρῶν τὴν ἐντολὴν ἣν ἐξ ἀρχῆς ἔδωκα αὐτῷ, ἔμεινεν ἄλαλος. | |
25 | Καὶ ἐθαύμασαν πάντες καὶ ἐδόξασαν τὸν θεόν. | |
47 | Ἔλεγέ τις ὅτι ἐν Ἀλεξανδρείᾳ ἦν τις πλούσιος καὶ ἠσθένη‐ σεν καὶ δειλιάσας τὸν θάνατον λαμβάνει τριάκοντα λίτρας χρυσίου καὶ παρέχει αὐτὰ τοῖς πτωχοῖς. Ἐγένετο δὲ αὐτὸν ὑγιᾶναι, καὶ ἤρξατο μεταμελεῖσθαι ἐφ’ οἷς ἐποίησεν. Εἶχε δέ τινα φίλον | |
5 | εὐλαβῆ, καὶ ἐθάῤῥησεν αὐτῷ ὅτι μεταμεμέλημαι ἐφ’ οἷς ἐποίησα. Ὁ δὲ εἶπεν αὐτῷ· ὅτι μᾶλλον ὤφειλες χαίρειν τῷ Χριστῷ προσενέγκας αὐτάς. Ὁ δὲ οὐκ ἐπείθετο. Λέγει αὐτῷ· ἰδοὺ αἱ τριάκοντα λίτραι, ἦν γὰρ πλούσιος καὶ αὐτός· δεῦρο εἰς τὸν ἅγιον Μηνᾶν καὶ εἶπε· Οὐκ εἰμὶ ἐγὼ ὁ ποιήσας τὴν ἐντολὴν, ἀλλ’ οὗτός ἐστιν, καὶ λαβὲ αὐτάς. Καὶ | |
10 | ὡς ἦλθον εἰς τὸν ἅγιον Μηνᾶν, εἶπεν οὕτως καὶ ἔλαβε τὰς τριάκοντα λίτρας, καὶ ἐν τῷ ἐξέρχεσθαι αὐτὸν τὴν θύραν, ἀπέθανεν. Λέγουσιν οὖν τῷ κυρίῳ τῶν νομισμάτων· Λαβὲ τὰ σά. Ὁ δὲ εἶπεν· Μὴ γένοιτό μοι παρὰ κυρίου, ἐξότε γὰρ ἔδωκα αὐτὰ τῷ Χριστῷ, αὐτοῦ εἰσιν, ἀλλὰ δοθῶσι πτωχοῖς. Οἱ δὲ ἀκούσαντες τὰ γενόμενα, ἐφοβήθη‐ | |
15 | σαν, καὶ ἐδόξαζον τὸν θεὸν ἐπὶ τῇ προθέσει τοῦ ἀνδρός. | |
48 | Ἦν τις ζυγοστάτης ἔν τινι πόλει, καὶ ἔρχεταί τις τῆς πόλεως φέρων αὐτῷ σφραγίδα πεντακοσίων νομισμάτων, καὶ λέγει | |
αὐτῷ· Λαβὲ τὴν σφραγίδα ταύτην καὶ ὅταν χρεῖαν σχῶ παρέχεις μοι καταμέρος, οὐ παρῆν δέ τις ἐκεῖ ὅτε ἔδωκεν αὐτῷ τὴν σφραγίδα. Εἷς | ||
5 | δὲ τῶν λαμπρῶν τῆς πόλεως, ἔξωθεν τοῦ ζυγοστάτου ἀναπατῶν, ἤκουε καὶ εἶδεν ὅτι ἔδωκεν αὐτῷ τὴν σφραγίδα. Οὐκ ἤδει ὁ ζυγοστά‐ της ὅτι ἤκουεν. Μεθ’ ἡμέρας δέ τινας ἔρχεται ὁ δοὺς τὴν σφραγίδα καὶ λέγει τῷ ζυγοστάτῃ· Δός μοι ἐκ τῆς σφραγίδος, ὅτι χρείαν ἔχω. Ἐκεῖνος δὲ θαῤῥῶν, ὅτι οὐ παρῆν τις ὅτε ἔδωκεν αὐτῷ τὴν | |
10 | σφραγίδα, ἠρνήσατο λέγων· Οὐκ ἔδωκάς μοι τί ποτε. Καὶ ὡς ἐξῆλθεν ἐκεῖθεν τεταραγμένος, ἀπαντᾷ αὐτῷ ὁ λαμπρὸς ἐκεῖνος καὶ λέγει αὐτῷ· Τί ἔχεις; Ὁ δὲ εἶπεν αὐτῷ τὸ πρᾶγμα. Καὶ λέγει αὐτῷ· Ἀκριβῶς ἔδωκας αὐτῷ; Λέγει αὐτῷ· Ναί. Λέγει αὐτῷ ἐκεῖνος· Εἰπὲ αὐτῷ· Δεῦρο πληροφόρησόν μοι εἰς τὸν ἅγιον Ἀνδρέαν καὶ ἀρκεῖ σοι. Ἦν | |
15 | γὰρ ἐκεῖ μαρτύριον τοῦ ἁγίου Ἀνδρέου. Ὅτε δὲ ἔμελλεν ὀμνύειν, λαμβάνει ὁ λαμπρὸς ἐκεῖνος τὸν παῖδα αὑτοῦ καὶ ἀνέρχεται εἰς τὸν ἅγιον Ἀνδρέαν, καὶ λέγει τῷ παιδὶ αὑτοῦ· Εἴ τι ποιῶ σήμερον, μὴ ταραχθῇς, ἀλλ’ ὑπόμεινον. Καὶ εἰσελθὼν εἰς τὸ μαρτύριον, ἀποδύεται τὰ ἱμάτια αὑτοῦ, καὶ ἤρξατο ποιεῖν ἑαυτὸν δαιμονιζόμενον, | |
20 | κράζων φωνὰς ἀτάκτους. Καὶ ὅτε εἰσῆλθον ἔλεγεν· Ὁ ἅγιος Ἀνδρέας λέγει· Ἰδοὺ ὁ φαῦλος οὗτος ἔλαβε τὰ πεντακόσια νομίσματα τοῦ ἀνθρώπου καὶ θέλει ἐπιορκῆσαί με. Ἀπέρχεται οὖν καὶ ἔπνιγεν αὐτὸν λέγων· Ὁ ἅγιος Ἀνδρέας λέγει· Δὸς τὰ πεντακόσια νομίσματα τοῦ ἀνθρώπου. Ἐκεῖνος δὲ ταραχθεὶς καὶ φοβηθεὶς, ὡμολόγησε λέγων· Ἐγὼ | |
25 | φέρω αὐτά. Ὁ δὲ λέγει αὐτῷ· Ἄρτι φέρε αὐτά. Ἀπῆλθεν οὖν εὐθέως καὶ ἤνεγκεν αὐτὰ, καὶ λέγει ὁ δῆθεν ἐνεργούμενος τῷ κυρίῳ τῶν νομισμάτων· Λέγει ὁ ἅγιος Ἀνδρέας· Θὲς εἰς τὴν τράπεξαν ἓξ νομίσματα. Ὁ δὲ ἔθηκε μετὰ χαρᾶς. Ὅτε οὖν ἀνεχώρησαν, λαβὼν τὰ ἱμάτια αὑτοῦ ἐφόρεσε κοσμίως, καὶ ἀπῆλθεν ἀναπατῶν πάλιν εἰς τὸ | |
30 | ζυγοστατεῖον κατὰ τὸ ἔθος. Ἰδὼν δὲ αὐτὸν ὁ ζυγοστάτης προσεῖχεν αὐτῷ ἄνω καὶ κάτω. Καὶ λέγει αὐτῷ ὁ λαμπρὸς ἐκεῖνος· Τί μοι προσ‐ έχεις, ἑταῖρε; πίστευσον, χάριτι Χριστοῦ οὐκ ἔχω δαίμονα, ἀλλ’ ἐπειδὴ ὅτε ἔδωκέ σοι τὴν σφραγίδα ὁ ἄνθρωπος ἔξω ἤμην ἀναπατῶν, καὶ ἤκουσα καὶ εἶδον ἀκριβῶς καὶ εἰ εἶπόν σοι, εἶχες λέγειν ὅτι οὐ | |
35 | πιστεύῃ μόνος, ἐλογισάμην ποιῆσαι τὸ δρᾶμα τοῦτο, ἵνα μὴ ἀπολέσῃς τὴν ψυχήν σου, καὶ ὁ ἄνθρωπος ἀδίκως ζημιωθῇ τὰ αὑτοῦ. | |
49 | Ἀδελφὸς ἀπεστάλη ὑπὸ τοῦ ἀββᾶ αὐτοῦ εἰς διακονίαν, καὶ ἐλθὼν εἰς τόπον τινὰ ἔχοντα ὕδωρ, εὗρεν ἐκεῖ γυναῖκα | |
πλύνουσαν ἱμάτια. Πολεμηθεὶς δὲ εἶπεν αὐτῇ ἵνα κοιμηθῇ μετ’ αὐτῆς. Λέγει αὐτῷ ἐκείνη· Τὸ μὲν ἀκοῦσαί σου, εὔκολόν ἐστιν, ἀλλ’ αἰτία | ||
5 | σοι γίνομαι πολλῆς θλίψεως. Λέγει αὐτῇ· Πῶς; Ἀπεκρίθη ἐκείνη· Μετὰ τὸ ποιῆσαι τὸ πρᾶγμα, πλήσσει σε ἡ συνείδησίς σου, καὶ ἢ ἀπογινώσκεις ἑαυτοῦ, ἢ πολλοῦ κόπου σοι χρεία ἵνα ἔλθῃς εἰς τὴν τάξιν ἣν ἔχεις νῦν· πρὸ τοῦ οὖν δέξασθαί σε τὸ τραῦμα, πορεύου ἐν εἰρήνῃ τὴν ὁδόν σου. Ὁ δὲ ἀκούσας κατενύγη, καὶ εὐχαρίστησε τῷ θεῷ καὶ | |
10 | τῇ φρονήσει αὐτῆς, καὶ ἐλθὼν πρὸς τὸν ἀββᾶν αὐτοῦ, ἀνήγγειλεν αὐτῷ. τὸ πρᾶγμα, καὶ ἐθαύμασεν αὐτήν. Καὶ παρεκάλεσεν ὁ ἀδελφὸς τοῦ λοιποῦ μὴ ἐξελθεῖν τῆς μονῆς, καὶ οὕτως ἔμεινεν ἐν τῷ μοναστηρίῳ ἕως θανάτου μὴ ἐξερχόμενος. | |
50 | Ἀδελφὸς ἀπῆλθεν ἀντλῆσαι ὕδωρ ἀπὸ τοῦ ποταμοῦ, εὗρε δὲ γυναῖκα πλύνουσαν ἱμάτια, καὶ συνέβη αὐτὸν πεσεῖν μετ’ αὐτῆς. Μετὰ δὲ τὴν ἁμαρτίαν, λαβὼν τὸ ὕδωρ ἀπήρχετο εἰς τὴν κέλλαν αὑτοῦ. Ἐπεμπηδήσαντες δὲ οἱ δαίμονες διὰ τῶν λογισμῶν ἔθλιβον | |
5 | αὐτὸν λέγοντες· Ποῦ λοιπὸν ὑπάγεις; οὐκ ἔστι σοι σωτηρία, ἵνατι καὶ τὸν κόσμον ζημιοῦσαι; Ἐπιγνοὺς δὲ ὁ ἀδελφὸς ὅτι θέλουσιν αὐτὸν παντελῶς ἀπολέσαι, λέγει τοῖς λογισμοῖς· Πόθεν ἐπεισήλθετε καὶ θλί‐ βετέ με ἵνα ἀπελπίσω ἐμαυτοῦ, οὐχ ἥμαρτον, καὶ πάλιν λέγω οὐχ ἥμαρτον. Ἀπελθὼν δὲ ἐν τῷ κελλίῳ αὑτοῦ, ἡσύχαζεν ὡς | |
10 | χθὲς καὶ πρώην. Ἀπεκάλυψε δὲ ὁ κύριος ἑνὶ γείτονι αὐτοῦ γέροντι, ὅτι ὁ ἀδελφὸς ὁ δεῖνα πεσὼν ἐνίκησεν. Ἐλθὼν οὖν πρὸς αὐτὸν ὁ γέρων, λέγει αὐτῷ· Πῶς ἔχεις; Ὁ δὲ λέγει· Καλῶς ἀββᾶ. Λέγει αὐτῷ ὁ γέρων· Καὶ οὐδὲν ἐθλίβης τὰς ἡμέρας ταύτας; Λέγει αὐτῷ· Οὐδέν. Λέγει ὁ γέρων· Ἀπεκάλυψέ μοι ὁ θεὸς ὅτι πεσὼν ἐνίκησας. Τότε ὁ | |
15 | ἀδελφὸς διηγήσατο αὐτῷ πάντα τὰ συμβάντα αὐτῷ. Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Φύσει, ἄδελφε, ἡ διάκρισίς σου συνέτριψε τὴν δύναμιν τοῦ ἐχθροῦ. | |
51 | Νεώτερός τις ἐζήτει ἀποτάξασται καὶ πολλάκις αὐτὸν ἐξελ‐ θόντα ἀνέτρεψαν οἱ λογισμοὶ συμπλέκοντες αὐτὸν τοῖς πράγμασιν, ἦν γὰρ καὶ πλούσιος. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξελθόντος αὐτοῦ, ἐκύκλωσαν αὐτὸν καὶ πολὺν κονιορτὸν ἤγειραν ὅπως ἀποστρέ‐ | |
5 | ψωσιν αὐτὸν πάλιν. Ὁ δὲ ἀθρόως ἀποδυσάμενος καὶ ῥίψας τὰ ἱμάτια αὑτοῦ, ἀπέτρεχε γυμνὸς εἰς τὰ μοναστήρια. Ἀπεκάλυψε δὲ ὁ κύριος ἑνὶ γέροντι ὅτι· ἀνάστα δέξαι τὸν ἀθλητήν μου. Ἀναστὰς δὲ ὁ γέρων, ὑπήντησεν αὐτῷ, καὶ μαθὼν τὸ πρᾶγμα, ἐθαύμασε καὶ ἔβαλεν αὐτῷ | |
τὸ σχῆμα. Ὅτε οὖν ἤρχοντο πρὸς τὸν γέροντά τινες ἐρωτῆσαι περὶ | ||
10 | λογισμῶν παντοίων ἀπεκρίνατο αὐτοῖς· Ἐὰν δὲ περὶ ἀποταγῆς, ἔλεγεν· ἐρωτήσατε τὸν ἀδελφόν. | |
52 | Διηγήσατό τις ὅτι ἀδελφὸς μένων ἐν κοινοβίῳ ἐπέμπετο εἰς ἀποκρίσεις τοῦ κοινοβίου· ἦν δέ τις εὐλαβὴς κοσμικὸς εἰς κώμην τινὰ, καὶ ἐδέχετο αὐτὸν κατὰ πίστιν ὁσάκις ἤρχετο εἰς τὴν κώμην. Εἶχε δὲ ὁ κοσμικὸς μίαν θυγατέρα προσφάτως χηρεύσασαν, | |
5 | ποιήσασαν μετὰ τοῦ ἀνδρὸς ἐνιαυτοὺς δύο. Εἰσερχόμενος οὖν ὁ ἀδελφὸς καὶ ἐξερχόμενος, ἐπολεμήθη εἰς αὐτήν. Ἐκείνη δὲ συνετὴ οὖσα, ἐνόησε καὶ ἐφύλαττεν ἑαυτὴν μὴ ἐλθεῖν εἰς πρόσωπον αὐτοῦ. Μιᾷ οὖν τῶν ἡμερῶν, εἰσῆλθεν ὁ πατὴρ αὐτῆς εἰς τὴν ἐγγὺς πόλιν διά τινα χρείαν, ἀφήσας αὐτὴν μόνην ἐν τῷ οἴκῳ. Ἐλθὼν δὲ ὁ ἀδελφὸς κατὰ τὸ ἔθος, | |
10 | εὑρίσκει αὐτὴν μόνην καὶ λέγει αὐτῇ· Ποῦ ἐστιν ὁ πατήρ σου; Λέγει αὐτῷ· Εἰς τὴν πόλιν εἰσῆλθεν. Ἤρξατο οὖν ταράττεσθαι ὁ ἀδελφὸς ὑπὸ τοῦ πολέμου θέλων ἐπαναστῆναι αὐτῇ. Λέγει αὐτῷ ἐκείνη μετὰ συνέσεως· μηδὲν ταραχθῇς, ὁ πάτηρ μου ἕως ὅτε οὐκ ἔρχεται· ὧδε ἐσμὲν οἱ δύο. Οἶδα δὲ ὅτι ὑμεῖς οἱ μοναχοὶ, οὐδὲν ποιεῖτε ἐκτὸς | |
15 | εὐχῆς. Ἔγειρε οὖν καὶ εὔξαι τῷ θεῷ, καὶ εἴ τι ἐμβάλλει εἰς τὴν καρ‐ δίαν σου τοῦτο καὶ ποιοῦμεν. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλ’ ἐταράττετο ἀπὸ τοῦ πολέμου. Λέγει αὐτῷ· Ὄντως σὺ ἔγνως ποτὲ γυναῖκα; Λέγει αὐτῇ· Οὔ, ἀλλὰ διὰ τοῦτο θέλω ἵνα μάθω τί ἐστιν. Λέγει αὐτῷ· Διὰ τοῦτο οὖν ταράσσῃ, ἀγνοῶν τὴν δυσωδίαν τῶν ἀθλίων γυναικῶν. | |
20 | Καὶ θέλουσα μειῶσαι τὸ πάθος αὐτοῦ, ἔλεγεν ὅτι ἐν τοῖς μηναίοις μου εἰμὶ, καὶ οὐδεὶς δύναται προσεγγίσαι μοι οὐδὲ ὀσφρανθῆναί μου ἀπὸ τῆς δυσωδίας. Ἀκούσας δὲ παρ’ αὐτῆς ταῦτα καὶ ἄλλα τοιαῦτα, καὶ σιανθεὶς καὶ ἐλθὼν εἰς ἑαυτὸν, ἐδάκρυσεν. Ὅτε δὲ εἶδεν αὐτὸν ἐκείνη ὅτι ἦλθεν εἰς ἑαυτὸν, λέγει αὐτῷ· Ἰδοὺ εἰ ἐπείσθην | |
25 | σου ἤδη ἤμεθα τελέσαντες τὴν ἁμαρτίαν. Ποίᾳ οὖν ὄψει εἶχες λοιπὸν ἀτενίσαι εἰς τὸν πατέρα μου, ἢ ἀπελθεῖν εἰς τὸ μοναστήριόν σου καὶ ἀκοῦσαι τοῦ χοροῦ τῶν ἁγίων ἐκείνων ψαλλόντων. Παρακαλῶ οὖν σε, νῆψον τοῦ λοιποῦ, καὶ μὴ θελήσῃς διὰ μικρὰν καὶ αἰσχρὰν ἡδονὴν ἀπολέσαι τοιούτους καμάτους οὓς ἔχεις, καὶ στερηθῆναι αἰωνίων ἀγα‐ | |
30 | θῶν. Ταῦτα ἀκούσας τὰ ῥήματα ὁ παθὼν ἀδελφὸς παρ’ αὐτῆς ἔλεγε τῷ διηγησαμένῳ ἐμοὶ, εὐχαριστῶν τῷ θεῷ τῷ διὰ τῆς συνέ‐ σεως καὶ σωφροσύνης αὐτῆς μὴ ἐάσαντα αὐτὸν τελείως ἐκπεσεῖν. | |
53 | Γέρων τις εἶχε μαθητὴν ὠνητὸν αὐτοῦ, καὶ θέλων αὐτὸν | |
κρατεῖν, ἔπεισεν αὐτὸν τελείως ἔχειν τὴν ὑπακοὴν, ὥστε εἰπεῖν αὐτῷ τὸν γέροντα· Ὕπαγε, καὶ ἀναφθέντος τοῦ κλιβάνου σφοδρῶς, λαβὼν τὸ βιβλίον τὸ ἀναγινωσκόμενον ἐν τῇ συνάξει, ῥίψον εἰς τὸν κλίβανον. Ὁ | ||
5 | δὲ ἀπελθὼν ἐποίησε ἀδιακρίτως, καὶ ῥιφέντος τοῦ βιβλίου, ἐσβέσθη ὁ κλίβανος, ἵνα γνῶμεν ὅτι καλὴ ἡ ὑπακοή· Κλίμαξ γάρ ἐστιν τῆς βασιλείας τῶν οὐρανῶν. | |
54 | Εἶδέ τίς τινα νεώτερον μοναχὸν γελῶντα, καὶ λέγει αὐτῷ· Μὴ γελᾷς, ἄδελφε, ἐπεὶ διώκεις ἀπὸ σοῦ τὸν φόβον τοῦ θεοῦ. | |
T55-132 | Περὶ τοῦ σχήματος τοῦ ἁγίου τῶν μοναχῶν. | |
55 | Ἔλεγον οἱ γέροντες ὅτι τὸ κουκούλιον σημεῖόν ἐστι τῆς ἀκακίας· Ὁ ἀνάλαβος τοῦ σταυροῦ· Ἡ δὲ ζώνη τῆς ἀνδρείας. Πολι‐ τευσώμεθα οὖν πρὸς τὸ σχῆμα ἡμῶν, πάντα μετὰ σπουδῆς ποιοῦντες, ἵνα μὴ φανῶμεν ἀλλότριον σχῆμα φοροῦντες. | |
56 | Ἔλεγον περὶ τινὸς γέροντος ὅτι καθημένου αὐτοῦ ἐν τῷ κελλίῳ, ἦλθεν ἀδελφὸς νυκτὸς παραβαλεῖν αὐτῷ, καὶ ἤκουσεν αὐτοῦ ἔσωθεν μαχομένου καὶ λέγοντος· Ὦ, καλῶς ἔχει, ἕως πότε, ὑπάγετε λοιπὸν, δεῦρο πρός με, φίλε. Εἰσελθὼν δὲ ὁ ἀδελφὸς εἶπεν αὐτῷ· Ἀββᾶ, | |
5 | μετὰ τίνος ἐλάλεις; Καὶ λέγει· Τοὺς πονηροὺς λογισμούς μου ἐδίωκον, καὶ τοὺς ἀγαθοὺς ἐκάλουν. | |
57 | Ἀδελφὸς εἶπέ τινι γέροντι· Οὐδὲν βλέπω πολέ‐ μου ἐν τῇ καρδίᾳ μου. Λέγει αὐτῷ ὁ γέρων· Σὺ τετράπυλον εἶ, καὶ ὁ θέλων εἰσέρχεται καὶ ἐξέρχεται διὰ σοῦ, σὺ δὲ οὐ νοεῖς. Ἐὰν δὲ ἔχεις θύραν καὶ κλείσῃς αὐτὴν, καὶ μὴ συγχωρήσῃς εἰσελθεῖν δι’ αὐτῆς πονη‐ | |
5 | ροὺς λογισμοὺς, τότε βλέπεις αὐτοὺς ἔξω ἑστῶτας καὶ πολεμοῦντάς σε. | |
58 | Εἶπεν γέρων· ὅτι καταφέρω τὸν ἄτρακτον, καὶ τιθῶ τὸν θάνατον πρὸ ὀφθαλμῶν μου πρὸ τοῦ ἀνενέγκω αὐτόν. | |
59 | Ἤκουσα περὶ τινὸς γέροντος ὅτι ἐκάθητο εἰς τὸ ἱερὸν καὶ εἰς τὸ Κλύσμα, καὶ τὸ προχοροῦν ἔργον οὐκ εἰργάζετο, οὐδὲ εἰ ἐπέτασεν αὐτῷ τις ἐποίει. Ἀλλ’ ὅτε καιρὸς ἦν τῶν σαγηνῶν, εἰργάζετο στίπ‐ πυον, καὶ ὅτε ἐζήτουν νήματα, εἰργάζετο λινοῦν, ἵνα μὴ | |
5 | ταραχθῇ ὁ νοῦς αὑτοῦ εἰς τὰ ἔργα. | |
60 | Ἐσθιόντων ποτὲ τῶν ἀδελφῶν εἰς τὴν ἐκκλησίαν τῶν Κελ‐ λίων ἐν τῇ ἑορτῇ τοῦ πάσχα, ἔδωκαν ἀδελφῷ ποτήριον οἴνου καὶ ἠνάγ‐ κασαν αὐτὸν πιεῖν. Ὁ δὲ λέγει αὐτοῖς· Συγχωρήσατέ μοι, πατέρες, ὅτι | |
καὶ πέρισυ οὕτως μοι ἐποιήσατε καὶ ἐθλίβην ἐπὶ πολὺν χρόνον. | ||
61 | Ἔλεγον περὶ τινὸς γέροντος ἐν τοῖς κάτω μέρεσιν· ὅτι ἐκά‐ θητο ἡσυχάζων, καὶ εἷς κοσμικὸς πιστὸς διηκόνει αὐτῷ. Συνέβη δὲ τῷ υἱῷ τοῦ κοσμικοῦ ἀσθενῆσαι. Καὶ πολλὰ παρακαλέσας τὸν γέροντα, ἠξίου ὥστε ἐλθεῖν καὶ ποιῆσαι εὐχὴν περὶ τοῦ παιδίου· καὶ ἀναστὰς ὁ | |
5 | γέρων ἐξῆλθε σὺν αὐτῷ. Καὶ δραμὼν ὁ κοσμικὸς, εἰσῆλθεν εἰς τὸν οἶκον αὑτοῦ λέγων· Δεῦτε εἰς τὴν ὑπάντησιν τοῦ ἀναχωρητοῦ. Καὶ ἰδὼν αὐτοὺς ὁ γέρων ἀπὸ μακρόθεν ἐξερχομένους μετὰ λαμπάδων, ἐνόησεν, καὶ ἐκδυσάμενος τὰ ἱμάτια αὑτοῦ, ἔβαλεν εἰς τὸν ποταμὸν καὶ ἤρξατο πλύνειν στήκων γυμνός. Ὁ δὲ διακονητὴς αὐτοῦ ἰδὼν ᾐσχύνθη, | |
10 | καὶ παρεκάλεσε τοὺς ἀνθρώπους λέγων· Ἀνακάμψατε, ὁ γὰρ γέρων ἐξέ‐ στη. Καὶ ἐλθὼν πρὸς αὐτὸν, εἶπεν αὐτῷ· Ἀββᾶ, τί τοῦτο ἐποίησας; πάντες γὰρ ἔλεγον ὅτι δαιμόνιον ἔχει ὁ γέρων. Ὁ δὲ λέγει αὐτῷ· Κἀγὼ τοῦτο ἤθελον ἀκοῦσαι. | |
62 | Ἦν τις ἀναχωρητὴς βοσκόμενος μετὰ τῶν βουβάλων καὶ ηὔξατο τῷ θεῷ λέγων· Κύριε, τί ὑστερῶ δίδαξόν με. Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ὕπαγε εἰς τόδε τὸ κοινόβιον καὶ εἴτι ἐπιτάσσουσί σοι ποίησον. Εἰσελθὼν οὖν εἰς τὸ κοινόβιον ἔμεινε, καὶ οὐκ | |
5 | ἤδει τὴν ὑπηρεσίαν τῶν ἀδελφῶν. Καὶ ἤρξαντο οἱ μικροὶ μοναχοὶ δι‐ δάσκειν αὐτὸν τὴν ὑπηρεσίαν τῶν ἀδελφῶν, καὶ ἔλεγον αὐτῷ· Ποίησον τοῦτο, ἰδιῶτα, καὶ ποίησον ἐκεῖνο, σαλὲ γέρων. Καὶ θλιβόμενος ηὔξατο πρὸς τὸν θεὸν λέγων· Κύριε, οὐκ οἶδα τὴν ὑπηρεσίαν τῶν ἀνθρώπων, πέμψον με πάλιν πρὸς τοὺς βουβάλους. Καὶ ἀπολυθεὶς ἀπὸ τοῦ θεοῦ, | |
10 | πάλιν ἀπῆλθεν εἰς χωρίον βοσκηθῆναι μετὰ τῶν βουβάλων. | |
63 | Ἀναχωρητῇ τινὶ παρέβαλον κοσμικοὶ, καὶ ἑωρακὼς αὐτοὺς ἐδέξατο αὐτοὺς μετὰ χαρᾶς εἰπών· Ὅτι ὁ κύριος ὑμᾶς ἔπεμψεν ἵνα με θάψητε. Ἡ κλῆσις γάρ μου ἔφθασεν, ἀλλὰ πρὸς ὠφέ‐ λειαν ὑμῶν καὶ τῶν ἀκουόντων, διηγήσομαι ὑμῖν τὸν ἐμὸν βίον. Ἐγὼ, | |
5 | ἀδελφοὶ, παρθένος μέν εἰμι τῷ σώματι, τῇ δὲ ψυχῇ, μέχρι τοῦ παρόν‐ τος εἰς πορνείαν πολεμοῦμαι ἀπανθρώπως. Ἰδοὺ λαλῶ ὑμῖν καὶ τοὺς ἀγγέλους θεωρῶ ἐκδεχομένους λαβεῖν τὴν ψυχήν μου, καὶ ἔνθεν τὸν Σατανᾶν ἱστάμενον καὶ λογισμούς μοι πορνείας ὑποβάλλοντα. Ταῦτα δὲ εἰπὼν ἐκτείνας ἑαυτὸν ἐτελειώθη. Σχηματίζοντες δὲ αὐτὸν οἱ κοσμι‐ | |
10 | κοὶ, εὗρον ὅτι κατὰ ἀλήθειαν παρθένος ἦν. | |
64 | Μοναχός τις ἐπὶ πολὺν χρόνον πολεμούμενος ὑπὸ τοῦ δαί‐ μονος τῆς πορνείας, ἐν τῇ συνάξει αἰσθόμενος ἑαυτὸν πολεμούμενον, λοι‐ πὸν ὀλιγωρήσας ἔμπροσθεν τῶν ἀδελφῶν ἐγύμνωσεν ἑαυτὸν καὶ ἐξῆξε τοῦ Σατανᾶ τὴν ἐνέργειαν εἰπών· Εὔξασθαι περὶ ἐμοῦ, ὅτι | |
5 | δεκατέσσαρα ἔτη ἔχω οὕτως πολεμούμενος. Καὶ διὰ τὴν αὐτοῦ ταπεί‐ νωσιν, ἐπαύσατο ὁ πόλεμος. | |
65 | Εἶπεν γέρων· Ῥίζα πάντων τῶν κακῶν ἐστὶν ἡ λήθη. | |
66 | Πρεσβύτερός τις τῶν κελλίων διορατικὸς ὢν, πορευόμενός ποτε εἰς τὴν ἐκκλησίαν ἐπιτελέσαι τὴν σύναξιν, ὁρᾷ ἔξω ἑνὸς κελλίου τῶν ἀδελφῶν πλῆθος δαιμόνων τινῶν μετασχηματισθέντων εἰς γυναῖ‐ κας καὶ ἀπρεπῆ λεγούσας, ἄλλους δὲ εἰς νεωτέρους δυσφημοῦντας, ἢ | |
5 | ἄλλων ὀρχουμένων, ἑτέρων δὲ εἰς διάφορα σχήματα μεταβληθέντων. Ὁ δὲ γέρων στενάξας εἶπεν· πάντως ὁ ἀδελφὸς ἐν ἀμελείᾳ διάγει, | |
καὶ διὰ τοῦτο τὰ πονηρὰ πνεύματα οὕτως ἀτάκτως κυκλοῦσιν αὐτοῦ τὸ κελλίον. Πληρώσας οὖν τὴν σύναξιν, ὑποστρέφων εἰσῆλθεν εἰς τὸ κελλίον τοῦ ἀδελφοῦ, καὶ λέγει αὐτῷ· Θλίβομαι, ἄδελφε, πίστιν δὲ ἔχω εἰς σὲ, | ||
10 | καὶ ἐὰν εὔξῃ ὑπὲρ ἐμοῦ, πάντως κουφίζει ὁ θεὸς τὴν καρδίαν μου ἀπὸ τῆς θλίψεως. Μετενόησεν οὖν ὁ ἀδελφὸς λέγων· Πάτερ, οὐκ εἰμὶ ἱκανὸς εὔξασθαι περὶ σοῦ. Ὁ δὲ γέρων ἐπέμενε παρακαλῶν καὶ λέγων· Οὐκ ἀπέρχομαι, εἰ μὴ δῷς μοι λόγον ὅτι μίαν εὐχὴν ποιεῖς ὑπὲρ ἐμοῦ καθ’ ἑκάστην νύκτα. Ὑπήκουσεν οὖν ὁ ἀδελφὸς τῇ προστάξει τοῦ γέροντος. | |
15 | Τοῦτο δὲ ἐποίησεν ὁ γέρων θέλων ἀρχὴν αἰτίας παρασχεῖν αὐτῷ τοῦ προσεύχεσθαι τὰς νύκτας. Ἀναστὰς οὖν ὁ ἀδελφὸς τὴν νύκτα, ἐποίησε τὴν εὐχὴν ὑπὲρ τοῦ γέροντος. Πληρώσας δὲ τὴν εὐχὴν ἐν κατα‐ νύξει γέγονε, καὶ ἔλεγεν ἐν ἑαυτῷ· Ἀθλία ψυχή, ὑπὲρ τοῦ γέροντος ηὔξω, καὶ ὑπὲρ ἑαυτῆς οὐκ εὔχῃ. Ἔβαλεν οὖν καὶ ὑπὲρ ἑαυτοῦ μίαν | |
20 | εὐχήν. Ἐποίησε δὲ οὕτως τὴν ἑβδομάδα, βάλλων καθ’ ἑκάστην νύκτα δύο εὐχὰς, μίαν ὑπὲρ τοῦ γέροντος, καὶ μίαν ὑπὲρ ἑαυτοῦ. Τῇ οὖν κυ‐ ριακῇ, ἀπερχόμενος ὁ γέρων εἰς τὴν ἐκκλησίαν, ὁρᾷ πάλιν τοὺς δαίμο‐ νας ἔξω ἱσταμένους τῆς κέλλης τοῦ ἀδελφοῦ, στυγνοτέρους δὲ, καὶ ἔγνω ὁ γέρων, ὅτι διὰ τὸ εὔχεσθαι τὸν ἀδελφὸν, ἐστύγνασαν οἱ δαίμονες. | |
25 | Καὶ περιχαρὴς γενόμενος, εἰσῆλθε πρὸς τὸν ἀδελφὸν λέγων· Ποίησον ἀγάπην καὶ πρόσθες ὑπὲρ ἐμοῦ καθ’ ἑκάστην νύκτα ἄλλην μίαν εὐχήν. Καὶ ποιήσας τὰς δύο εὐχὰς ὑπὲρ τοῦ γέροντος, πάλιν ἐν κατα‐ νύξει γενόμενος, ἔλεγεν ἐν ἑαυτῷ· Ὦ ταλαίπωρε, πρόσθες καὶ ὑπὲρ σεαυτοῦ ἄλλην μίαν εὐχήν. Ἐποίησεν οὖν ὅλην τὴν ἑβδομάδα οὕτως, | |
30 | τέσσαρες εὐχὰς ἐκτελῶν καθ’ ἑκάστην νύκτα. Πάλιν δὲ ἐλθὼν ὁ γέρων, εἶδε τοὺς δαίμονας στυγνοὺς καὶ σιωπῶντας, καὶ εὐχαρίστησε τῷ θεῷ, καὶ εἰσῆλθε πάλιν πρὸς τὸν ἀδελφὸν καὶ παρεκάλεσεν αὐτὸν προσθεῖναι ἄλλην μίαν εὐχὴν ὑπὲρ αὐτοῦ. Προσέθηκε δὲ ὁ ἀδελφὸς καὶ ὑπὲρ ἑαυ‐ τοῦ, καὶ ἐποίει κατὰ νύκτα ἓξ εὐχάς. Πάλιν οὖν ἐλθόντος | |
35 | τοῦ γέροντος πρὸς τὸν ἀδελφὸν, ὠργίσθησαν οἱ δαίμονες κατὰ τοῦ γέροντος χαλεπαίνοντες ἐπὶ τῇ σωτηρίᾳ τοῦ ἀδελφοῦ. Ὁ δὲ γέρων ἐδό‐ ξασε τὸν θεὸν καὶ εἰσελθὼν εἰς τὸ κελλίον αὐτοῦ καὶ παραινέσας αὐτῷ μὴ ἀμελεῖν ἀλλ’ ἀδιαλείπτως προσεύχεσθαι, ἀνεχώρησεν ἀπ’ αὐτοῦ. Οἱ δὲ δαίμονες, ἑωρακότες αὐτοῦ τὸ ἔμμονον περὶ τὰς εὐχὰς καὶ τὴν νῆ‐ | |
40 | ψιν, ἀνεχώρησαν χάριτι τοῦ θεοῦ. | |
67 | Εἶπεν γέρων· Ὅτι ἦν τις γέρων καθεζόμενος ἐν τῇ ἐρήμῳ, πολλοῖς ἔτεσι δουλεύων τῷ θεῷ καὶ λέγων· Κύριε, πληροφόρησόν με εἰ | |
εὐηρέστησά σοι. Καὶ ὁρᾷ ἄγγελον λέγοντα αὐτῷ· Οὔπω ἐγένου κατὰ τὸν λαχανὰν τὸν ἐν τῷδε τῷ τόπῳ. Ὁ δὲ γέρων θαυμά‐ | ||
5 | σας, εἶπεν ἐν ἑαυτῷ· Ἀπέρχομαι εἰς τὴν πόλιν ἰδεῖν αὐτὸν, τί ἄρα ἐστὶν ὃ εἰργάσατο, ὥστε ὑπερβῆναι τὴν ἐργασίαν καὶ τὸν πόνον τῶν τοσούτων ἐτῶν μου. Ἀνῆλθεν οὖν ὁ γέρων, καὶ ἦλθεν εἰς τὸν τόπον ὅπου ἤκουσε παρὰ τοῦ ἀγγέλου, καὶ εὗρε τὸν ἄνθρωπον καθεζόμενον καὶ πω‐ λοῦντα τὰ λάχανα. Καὶ ἐκαθέζετο μετ’ αὐτοῦ τὸ ἐπίλοιπον τῆς ἡμέρας | |
10 | καὶ ὡς κατέλυσεν ὁ ἄνθρωπος λέγει αὐτῷ ὁ γέρων· Δύνῃ, ἄδελφε, δέ‐ ξασθαι με ἐν τῷ κελλίῳ σου τὴν νύκτα ταύτην; Περιχαρὴς δὲ γενόμενος ὁ ἄνθρωπος, ὑπεδέξατο αὐτόν. Ἀνελθὼν οὖν ἐν τῷ κελλίῳ καὶ τοῦ ἀνθρώ‐ που εὐτρεπίσαντος τὰ πρὸς ἀνάπαυσιν τοῦ γέροντος, λέγει αὐτῷ ὁ γέ‐ ρων· Ποίησον ἀγάπην, ἄδελφε, εἰπέ μοι τὴν πολιτείαν σου. | |
15 | Τοῦ δὲ ἀνθρώπου μὴ βουλομένου ἐξειπεῖν, ἐπιπολὺ ὁ γέρων ἐπέμενε πα‐ ρακαλῶν. Δυσωπηθεὶς οὖν ὁ ἄνθρωπος εἶπεν ὅτι κατ’ ὀψὲ ἐσθίω τὸ δι’ ὅλου, καὶ ὡς καταλύω, τὸ τῆς τροφῆς μου μόνον ἐπαίρω, καὶ τὸ λοιπὸν παρέχω δεομένοις, καὶ ἐάν τινα τῶν δούλων τοῦ θεοῦ ὑποδέξωμαι, αὐ‐ τοῖς ἀναλίσκω αὐτό. Καὶ ὡς ἀνίσταμαι τὸ πρωῒ, πρὶν καθίσω εἰς τὸ | |
20 | ἐργόχειρον, λέγω ὅτι ἡ πόλις αὕτη, ἀπὸ μικροῦ ἕως μεγάλου, εἰσέρχον‐ ται εἰς τὴν βασιλείαν διὰ τὰς δικαιοσύνας αὐτῶν, ἐγὼ δὲ μόνος κληρο‐ νομῶ τὴν κόλασιν διὰ τὰς ἁμαρτίας μου. Καὶ πάλιν ὀψὲ πρὶν κοιμη‐ θῆναί με, λέγω τὸν αὐτὸν λόγον. Ἀκούσας δὲ ὁ γέρων, εἶπεν αὐτῷ· Καλὴ μὲν ἡ ἐργασία αὕτη, οὐκ ἄξια δὲ ὑπερβαλεῖν τοὺς | |
25 | πόνους μου τῶν τοσούτων ἐτῶν. Μελλόντων δὲ αὐτῶν γεύσασθαι, ἀκούει ὁ γέρων εἰς τὴν ὁδόν τινων ᾄσματα λεγόντων, ἦν γὰρ τὸ κελλίον τοῦ λαχανᾶ ἐν ἐπισήμῳ τόπῳ. Λέγει οὖν αὐτῷ ὁ γέρων· Ἄδελφε, οὕτως βουλόμενος κατὰ θεὸν ζῆν· πῶς μένεις ἐν τῷ τόπῳ τούτῳ, ἄρτι οὐ τα‐ ράσσῃ, ὅτε ἀκούεις τῶν λεγόντων τὰ ᾄσματα ταῦτα; Λέγει ὁ ἄνθρωπος· | |
30 | Λέγω σοι, ἀββᾶ, ὅτι οὐδέποτε ἐταράχθην οὐδὲ ἐσκανδαλίσθην. Ἀκούσας δὲ ὁ γέρων λέγει· Τί οὖν λογίζῃ ἐν τῇ καρδίᾳ σου ὅταν ταῦτα ἀκούῃς. Ὁ δὲ λέγει· ὅτι πάντως εἰς τὴν βασιλείαν ἀπέρχονται. Ἀκούσας δὲ ὁ γέρων, ἐθαύμασε καὶ εἶπεν· ὅτι αὐτή ἐστιν ἡ ἐργασία ἡ ὑπερβάσα τῶν τοσούτων ἐτῶν μου τὸν κόπον, καὶ βαλὼν μετάνοιαν | |
35 | εἶπεν· Συγχώρησόν μοι, ἄδελφε, οὔπω ἔφθασα εἰς τὸ μέτρον τοῦτο. Καὶ μὴ γευσάμενος, ἀνεχώρησε πάλιν εἰς τὴν ἔρημον. | |
68 | Διηγήσατό τις λέγων· ὅτι εἰς Σκῆτιν ὅτε προσέφερον οἱ κληρικοὶ, κατέβαινεν ὡς ἀετὸς ἐπὶ τὴν προσφορὰν καὶ οὐδεὶς αὐτῶν ἔβλε‐ | |
πεν, εἰ μὴ οἱ κληρικοί. Μιᾶ οὖν τῶν ἡμερῶν ᾔτισέ τις ἀδελφὸς τὸν διάκονον τίποτε, καὶ λέγει αὐτῷ· Οὐ σχολάζω ἄρτι. Ἀνελθόντων οὖν | ||
5 | αὐτῶν εἰς τὴν προσφορὰν, οὐκ ἀπῆλθε τὸ ὁμοίωμα τοῦ ἀετοῦ κατὰ τὸ ἔθος καὶ εἶπεν ὁ πρεσβύτερος τῷ διακόνῳ· Τί ἐστι τὸ πρᾶγμα τοῦτο, ὅτι οὐ παραγέγονεν ὁ ἀετὸς κατὰ τὸ ἔθος, ἢ ἐν ἐμοί ἐστιν ἡ πλημμελεία ἢ ἐν σοί. Ἀπόστα οὖν ἀπ’ ἐμοῦ, καὶ ἐὰν καταβῇ, γνω‐ σθήσεται ὅτι διὰ σὲ οὐ κατῆλθεν. Καὶ ἀποστάντος τοῦ διακόνου, εὐθὺς | |
10 | κατῆλθεν ὁ ἀετός. Καὶ τελεσθείσης τῆς συνάξεως, εἶπεν ὁ πρεσβύτερος τῷ διακόνῳ· Εἶπέ μοι τί ἐποίησας. Ὁ δὲ πληροφορῶν αὐτὸν ἔλεγεν· Οὐ σύνοιδα ἐμαυτὸν ἁμαρτήσαντα, εἰ μὴ ὅτι ἐλθόντος ἀδελφοῦ καὶ αἰτή‐ σαντός με τόδε ἀπεκρίθην αὐτῷ· ἀσχολοῦμαι. Καὶ εἶπεν ὁ πρεσβύτερος· Οὐκοῦν διὰ σὲ οὐ κατῆλθεν, τοῦ ἀδελφοῦ λυπηθέντος κατὰ σοῦ. Καὶ | |
15 | ἀπελθὼν ὁ διάκονος μετενόησε τῷ ἀδελφῷ. | |
69 | Ἔλεγόν τινες τῶν πατέρων ὅτι μέλλοντος τελειοῦσθαι τοῦ ἁγίου Πέτρου τοῦ ἀρχιεπισκόπου Ἀλεξανδρείας, ἰδεῖν τινὰ ἀεῖ πάρθενον ὀπτασίαν καὶ ἀκοῦσαι φωνῆς λεγούσης· Πέτρος ἀρχὴ ἀπο‐ στόλων, καὶ Πέτρος πλήρωμα μαρτύρων. | |
70 | Κοινοβιάρχης τις ἠρώτησε τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Κύ‐ ριλλον τὸν πάπαν Ἀλεξανδρείας λέγων· Τίς μείζων ἐν πολιτείᾳ, ἡμεῖς οἱ ἔχοντες ἀδελφοὺς ὑφ’ ἑαυτοὺς καὶ διαφόρως ἕκαστον χειραγωγοῦντες πρὸς τὸ σωθῆναι, ἢ οἱ ἐν ἐρημίᾳ ἑαυτοὺς μόνους σώζοντες. Ἀπεκρίθη ὁ | |
5 | πάπας καὶ εἶπεν· Ἀναμέσον Ἠλία, καὶ Μωϋσέως, οὐκ ἔστι διακρῖναι, ἀμφότεροι γὰρ εὐηρέστησαν τῷ θεῷ. | |
71 | Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν γέροντα λέγων· Πῶς τις γίνε‐ ται μωρὸς διὰ τὸν κύριον; Λέγει αὐτῷ ὁ γέρων· Παιδίον ἦν εἰς κοι‐ νόβιον, καὶ ἐδόθη γέροντι καλῷ ἵνα ἀνάγῃ αὐτὸ, καὶ διδάσκῃ τὸν φόβον τοῦ θεοῦ. Καὶ ἔλεγεν αὐτῷ ὁ γέρων· Ὅταν ὑβρίσῃ | |
5 | σέ τις, εὐλόγησον αὐτὸν, καὶ ἐὰν καθίσῃς ἐπὶ τράπεζαν, φάγε τὰ σαπρὰ καὶ ἄφες τὰ καλὰ, καὶ ἐὰν πρόκειται ἱμάτιον ἐκλέξασθαι, ἀφὲς τὸ καλὸν καὶ λάβε τὸ σαπρόν. Λέγει αὐτῷ τὸ παιδίον· Μωρός εἰμι ὅτι λέγεις μοι ταῦτα ποιεῖν; Λέγει ὁ γέρων· Διὰ τοῦτο λέγω σοι ποιεῖν ταῦτα ἵνα σοφίσῃ σε ὁ κύριος. Ἰδοὺ ἔδειξεν ὁ γέρων τί ποιῶν τις γίνεται μωρὸς | |
10 | διὰ τὸν κύριον. | |
72 | Ἦν τις ἐν κοινοβίῳ ἀπὸ κόσμου ἔχων μεθ’ ἑαυτοῦ τὸν υἱὸν αὐτοῦ. Καὶ θέλων ὁ ἀββᾶς δοκιμάσαι αὐτὸν, λέγει αὐτῷ· Μὴ λαλήσῃς μετὰ τοῦ υἱοῦ σου, ἀλλ’ ἔχε αὐτὸν ὡς ξένον. Ὁ δὲ εἶπεν· Οὕτως ποιήσω | |
κατὰ τὸ ῥῆμα σου. Καὶ ἐποίησε πολλὰ ἔτη καὶ οὐκ ἐλά‐ | ||
5 | λησε μετ’ αὐτοῦ. Ὅτε δὲ ἦλθεν ἡ κλῆσις τοῦ υἱοῦ αὐτοῦ, καὶ ἔμελλε λοιπὸν ἀποθανεῖν, λέγει ὁ ἀββᾶς τῷ πατρὶ αὐτοῦ· Ἄπελθε λοιπὸν, λά‐ λησον μετὰ τοῦ υἱοῦ σου. Καὶ λέγει αὐτῷ· Εἰ κελεύεις φυλάξωμεν τὴν ἐντολὴν μέχρι τέλους. Καὶ ἐκοιμήθη καὶ οὐκ ἐλάλησε μετ’ αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες πῶς μετὰ χαρᾶς ἐδέξατο τὴν ἐντολὴν καὶ ἐπλήρωσεν | |
10 | αὐτήν. | |
73 | Καταβαίνοντος ποτὲ γέροντος ἐν Σκήτει, συνώδευεν αὐτῷ τις ἀδελφὸς, καὶ ἐλθόντες χωρισθῆναι ἀπ’ ἀλλήλων, λέγει αὐτῷ ὁ γέ‐ ρων· Γευσώμεθα ὁμοῦ, ἄδελφε. Ἦν δὲ πρωῒ καὶ ἀρχὴ τῆς ἑβδομάδος. Ὀρθρίσας δὲ ὁ γέρων τὸ σάββατον, ἦλθε πρὸς τὸν ἀδελφὸν καὶ λέγει | |
5 | αὐτῷ· Ἆρα ἐπείνασας, ἄδελφε, ἀφ’ ἧς ἐφάγομεν ὁμοῦ; Λέγει αὐτῷ ὁ ἀδελφός· Οὐχί, καθ’ ἡμέραν γὰρ ἐσθίων οὐ πεινῶ. Λέγει αὐτῷ ὁ γέρων· Φύσει, τέκνον, ἀπὸ τότε οὐκ ἔφαγον. Ἀκούσας δὲ ὁ ἀδελ‐ φὸς, κατενύγη καὶ πολλὰ ὠφελήθη. | |
74 | Μοναχός τις πάνυ εὐλαβὴς καὶ θεοφιλὴς εἶχέ τινα ἀναχωρη‐ τὴν ἀγαπητὸν αὐτοῦ. Τελευτᾷ ὁ ἀναχωρητὴς, καὶ εἰσελθὼν ἐν τῷ μο‐ ναστηρίῳ αὐτοῦ ὁ ἀδελφὸς, εὑρίσκει πεντήκοντα νομίσματα, καὶ ἤρξατο θαυμάζειν καὶ δακρύειν, φοβούμενος μὴ, ἕνεκεν τῶν χρημάτων, προσκρούσῃ | |
5 | τῷ θεῷ ὁ ἀναχωρητής. Καὶ ὡς ἐδέετο τῷ θεῷ ἐπιπολὺ περὶ τούτου, ὁρᾷ ἄγγελον κυρίου λέγοντα αὐτῷ· Τί οὕτως ἀθυμεῖς περὶ τοῦ ἀναχωρητοῦ; τοῦτο ὁ ζητεῖς τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ κατάλειψον. Εἰ πάντες ἦσαν τέλειοι, ποῦ ἐδείκνυτο ἡ φιλανθρωπία τοῦ θεοῦ. Καὶ οὕτως πληροφορηθεὶς ὁ ἀδελφὸς, ὅτι συγγνώμης ἠξιώθη ὁ ἀναχωρητὴς, εὔθυ‐ | |
10 | μος ἐγένετο καὶ ἐδόξασε τὸν θεὸν ἐξ ὅλης καρδίας. | |
75 | Εἶπεν γέρων· Εἰ θέλεις νόμῳ θεοῦ ζῆσαι, ὦ ἄνθρωπε, εὑρή‐ σεις ἀντιλήπτορα τὸν νομοθέτην. | |
76 | Εἶπεν πάλιν· Εἰ θέλεις παρακοῦσαι τῶν ἐντολῶν τοῦ θεοῦ ἑκὼν, εὑρήσεις τὸν διάβολον συντρέχοντά σου τῇ πτώσει. | |
77 | Δύο ἀδελφοὶ ἦσαν σαρκικοὶ καὶ ἦλθεν ὁ διάβολος χωρίσαι αὐτοὺς ἀπ’ ἀλλήλων. Μιᾷ τῶν ἡμερῶν, ἀνῆψεν ὁ μικρότερος τὸν λύχνον, καὶ ἐνεργήσας ὁ δαίμων ἔστρεψε τὴν λυχνίαν καὶ ἐστράφη καὶ ὁ λύχνος, καὶ ἔτυψεν αὐτὸν ὁ ἀδελφὸς ἐν ὀργῇ, καὶ | |
5 | ἔβαλλε μετάνοιαν λέγων· Μακροθύμησον, ἄδελφέ μου, καὶ πάλιν ἅπτω. Καὶ ἰδοὺ δύναμις κυρίου ἐξῆλθε καὶ ἐβασάνισε τὸν δαίμονα ἕως πρωί. Καὶ ἐλθὼν ὁ δαίμων, ἀνήγγειλε τῷ ἄρχοντι αὐτοῦ τὸ γενό‐ | |
μενον. Καὶ ἤκουσεν ὁ ἱερεὺς τῶν Ἑλλήνων τοῦ δαίμονος διηγουμένου, καὶ ἐξελθὼν, γέγονε μοναχὸς, καὶ ἐκράτησεν ἐξ ἀρχῆς τὴν ταπείνω‐ | ||
10 | σιν. Καὶ ἔλεγεν ὅτι ἡ ταπείνωσις λύει πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ὥσπερ καὶ αὐτὸς παρ’ αὐτοῦ ἤκουσεν· ὅτι ὡς ταράσσω τοὺς μοναχοὺς, στρέφεται εἷς ἐξ αὐτῶν καὶ βάλλει μετάνοιαν, καὶ καταργοῦσι τὴν δύναμίν μου. | |
78 | Πρὸς τὸν λογισμὸν τῆς πορνείας εἶπεν γέρων· Ταῦτα ἀπὸ ἀμελείας πάσχομεν εἰ γὰρ ἐπληροφορούμεθα ὅτι ὁ θεὸς οἰκεῖ ἐν ἡμῖν, οὐκ ἂν ἆρα σκεῦος ἀλλότριον εἰς ἑαυτοὺς ἐπεβάλλομεν. Ὁ γὰρ δεσπότης Χριστὸς συνοικῶν καὶ παρὼν, θεωρεῖ ἡμῶν τὴν ζωήν· | |
5 | ὅθεν καὶ ἡμεῖς φοροῦντες καὶ θεωροῦντες αὐτὸν, ἀμελεῖν οὐκ ὀφείλω‐ μεν, ἀλλὰ ἁγνίζειν ἑαυτοὺς καθὼς κακεῖνος ἁγνός ἐστιν. | |
79 | Εἶπεν πάλιν· Στῶμεν ἐπὶ τὴν πέτραν, καὶ ῥασσέσθω ὁ ποταμὸς, μὴ δειλιάσῃς καὶ οὐ μή σε βάλῃ κάτω, ψάλε ἡσυχίᾳ λέγων· Οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιών. Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα κατοικῶν Ἱηρουσαλήμ. | |
80 | Εἶπεν πάλιν· Λέγει ὁ ἐχθρὸς τῷ σωτῆρι· Πέμπω τὰ ἐμὰ εἰς τὰ σὰ, ἵνα καταστρέψω τὰ σά. Εἰ καὶ πονηρεύσασθαι οὐ δύναμαι εἰς τοὺς ἐκλεκτούς σου, κἂν φαντάζω αὐτοὺς διὰ τῆς νυκτός. Λέγει πρὸς αὐτὸν ὁ σωτήρ· Εἰ ἔκτρωμα κληρονομήσει πατέρα | |
5 | αὑτοῦ, καὶ τοῦτο λογισθήσεται εἰς ἁμαρτίαν τοῖς ἐκλεκτοῖς μου. | |
81 | Εἶπεν πάλιν· Διὰ σὲ ἐγεννήθη ὁ Χριστὸς, ἄνθρωπε. Διὰ τοῦτο ἦλθεν ὁ υἱὸς τοῦ θεοῦ, ἵνα σὺ σωθῇς. Γέγονε παῖς, γέγονεν ἄνθρωπος θεὸς ὤν. Ποτὲ μὲν ἀναγνώστης· Λαβὼν γὰρ τὸ βιβλίον ἐν τῇ συναγωγῇ, ἀνέγνω λέγων· Πνεῦμα κυρίου ἐπ’ ἐμὲ οὗ εἴνεκεν ἔχρισέ | |
5 | με. Ὑποδιάκονος, ποιήσας φραγέλιον ἐκ σχοινίου, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τὰ λοιπά. Διάκονος, διαζωσάμενος λέντιον ἔνιψε τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ, ἐντειλά‐ μενος αὐτοῖς νίπτειν τοὺς πόδας τῶν ἀδελφῶν. Πρεσβύτερος καθεσθεὶς ἐν μέσῳ τῶν πρεσβυτέρων, ἐδίδασκε τὸν λαόν. Ἐπίσκοπος, | |
10 | λαβὼν ἄρτον καὶ εὐλογήσας, ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ. Ἐμαστι‐ γώθη διὰ σὲ, καὶ σὺ δι’ αὐτὸν οὐδὲ ὕβριν φέρεις. Ἐτάφη, καὶ ἀνέστη ὡς θεὸς, πάντα δι’ ἡμᾶς κατὰ τάξιν καὶ ἀκολουθίαν ἔπραττεν, ἵνα ἡμᾶς σώσῃ. Νήψωμεν, γρηγορήσωμεν, ἐν προσευχαῖς σχολάσωμεν, τὰ ἀρεστὰ αὐτῷ ποιήσωμεν. | |
82 | Μαθητὴς μεγάλου γέροντος, πολεμηθεὶς εἰς πορνείαν ἀπῆλ‐ | |
θεν εἰς τὸν κόσμον καὶ ἐμνηστεύσατο. Ὁ δὲ γέρων λυπηθεὶς ηὔξατο τῷ θεῷ λέγων· Κύριε Ἰησοῦ Χριστὲ, μὴ συγχωρήσῃς τὸν δοῦλόν σου μιανθῆναι. Καὶ ὡς συνεκλείσθη μετὰ τῆς γυναικὸς, παρέδωκε τὸ | ||
5 | πνεῦμα μὴ μιανθείς. | |
83 | Πρὸς τοὺς κακοποιοὺς λογισμοὺς ἀπεκρίνατο λέγων· Παρακαλῶ, ἀδελφοὶ, ἐπαύσαμεν τὰς πράξεις, παύσωμεν καὶ τὰς ἐνθυμήσεις. Τί γὰρ ἐσμὲν ἀλλ’ ἢ χοῦς ἐκ χοός. | |
84 | Διηγήσατό τις τῶν πατέρων ὅτι δύο πραγματευταὶ ἦσαν φίλοι, Ἀπαμεῖς, ἐπὶ ξένης πραγματευόμενοι. Ὁ εἷς πλούσιος, καὶ ὁ ἄλλος σύμμετρος. Εἶχε δὲ ὁ πλούσιος γυναῖκα ὡραιοτάτην καὶ σώφρονα ὡς ἔδειξαν τὰ πράγματα. Τελευτήσας γὰρ ὁ ἀνὴρ αὐτῆς καὶ | |
5 | εἰδὼς ὁ ἄλλος τὴν σεμνότητα αὐτῆς, ἠθέλησε λαβεῖν ἑαυτὴν ἑαυτῷ εἰς γυναῖκα, εὐλαβεῖτο δὲ εἰπεῖν αὐτῇ, μήπως οὐκ ἀνέξεται. Ἐκείνη δὲ συνετὴ οὖσα, ἐνόησε καὶ λέγει αὐτῷ· Κύρι Συμεῶν, οὕτω γὰρ ἐλέ‐ γετο, βλέπω σε λογισμοὺς ἔχοντα, ἀλλ’ εἰπέ μοι ὃ ἔχεις, καὶ πληρο‐ φορῶ σε. Ὁ δὲ τὸ μὲν πρῶτον εὐλαβεῖτο εἰπεῖν, ὕστερον δὲ ὡμολόγη‐ | |
10 | σεν αὐτῇ, καὶ παρεκάλεσεν αὐτὴν, ὅπως λάβῃ αὐτὴν εἰς γυναῖκα. Λέγει αὐτῷ· Ἐὰν ποιήσῃς ὃ ἐπιτάσσω σοι, ἀνέχομαι. Λέγει αὐτῇ· Εἴτι ἂν ἐπιτάξῃς μοι, ἐγὼ ποιῶ. Λέγει αὐτῷ ἐκείνη· Κάτελθε σὺ εἰς τὸ ἐργαστήριόν σου καὶ νήστευσον ἕως ἂν καλέσω σε, ἐμοῦ ἐν ἀληθείᾳ μηθὲν γευομένης ἕως ἂν καλέσω σε; ὁ δὲ συνέθετο, οὐκ ἔδωκε | |
15 | δὲ αὐτῷ ὅρον, πότε καλέσει αὐτὸν, ἐκεῖνος δὲ ἐνόμιζεν, ὅτι αὐτῇ τῇ ἡμέρᾳ καλεῖ αὐτόν. Παρῆλθεν οὖν μία ἡμέρα, δευτέρα, τρίτη, καὶ οὐκ ἐκάλεσεν αὐτὸν, καὶ ἐνεκαρτέρησεν, εἴτε διὰ τὸν πρὸς αὐτὴν πόθον, εἴτε τοῦ θεοῦ ταῦτα οἰκονομήσαντος καὶ παρασχόντος ὑπομονὴν τοῦ εἰδότος ποῦ μέλλει καλεῖν αὐτὸν, ἐγένετο γὰρ μετὰ ταῦτα σκεῦος | |
20 | ἐκλογῆς. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ, πέμπει πρὸς αὐτόν. Ἐκεῖ‐ νος δὲ παρολίγον ἐξέλιπεν, καὶ μὴ δυνάμενος τοῖς ποσὶν ἀνελθεῖν ἀπὸ ταλαιπωρίας, βασταζόμενος ἀνῆλθεν. Ἐκείνη δὲ λοιπὸν, ἑτοιμάζει τράπεζαν καὶ στρώννυσι κλίνην καὶ λέγει αὐτῷ· Ἰδοὺ ἡ τράπεζα καὶ ἡ κλίνη, ὅπου κελεύεις ὁρμῶμεν. Λέγει αὐτῇ· Δέομαί σου, ἐλέησόν με, | |
25 | καὶ δός μοι μικρὸν φαγεῖν ὅτι ἐκλείπω, οὐδὲ γὰρ εἰ ἔστι γυνὴ ἐπίστα‐ μαι ἐκ τῆς συνεχούσης με ἐκλείψεως. Τότε λέγει αὐτῷ ἐκείνη· Ἰδοὺ ὅτε ἐπείνασας, καὶ ἐμοῦ καὶ πάσης γυναικὸς καὶ ἡδονῆς προετίμησας τὸ φαγεῖν· ὅταν οὖν ἔχῃς λογισμοὺς τοιούτους, τούτῳ τῷ φαρμάκῳ χρῶ, καὶ ἀπαλλάσσῃ παντὸς λογισμοῦ ἀτόπου. Πείσθητί μοι γὰρ ὅτι | |
30 | μετὰ τὸν ἄνδρα μου, οὔτε σοι οὔτε ἄλλῳ συνάπτομαι, ἀλλὰ τῇ σκέπῃ τοῦ Χριστοῦ, οὕτως ἐλπίζω μεῖναι, χῆρα. Τότε κατανυγεὶς καὶ θαυμάσας τὴν σύνεσιν αὐτῆς καὶ τὴν σωφροσύνην, λέγει αὐτῇ· Ἐπειδὴ εὐδόκησεν ὁ κύριος ἐπισκέψασθαι τοῦ σῶσαί με διὰ τῆς συνέ‐ σεώς σου, τί συμβουλεύεις μοι ποιῆσαι; Ἐκείνη δὲ μὴ θαῤῥοῦσα τῇ | |
35 | νεότητι καὶ τῷ κάλλει, εὐλαβηθεῖσα μήποτε καιρῷ καὶ αὐτή τι τοιοῦ‐ τον πάθῃ, λέγει αὐτῷ· Νομίζω ὅτι οὐδένα ἀγαπᾷς διὰ τὸν θεὸν λοιπὸν πλέον μου; Λέγει αὐτῇ· Οὕτως ἔχει. Εἶπεν δὲ αὐτῷ· Κἀγὼ ἐν ἀλη‐ θείᾳ κατὰ θεὸν ἀγαπῶ σε, ἀλλ’ ἐπειδὴ φωνὴ δεσποτική ἐστιν ἡ λέγουσα· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, | |
40 | καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν οὐ δύναταί μου εἶναι μαθητὴς, μακρύνωμεν ἑαυτοὺς διὰ τὸν θεὸν ἀπ’ ἀλλήλων, ἵνα καὶ σοὶ λογίσηται ὁ κύριος ὅτι ἀπετάξω διὰ τὸν θεὸν τὴν γυναῖκά σου, κἀμοὶ ὅτι ἀπεταξάμην τῷ ἀνδρί μου. Ἰδοὺ οὖν μοναστήριόν ἐστιν εἰς τὴν χώραν ἡμῶν ἐγκλείστων | |
45 | εἰς Ἀπάμειαν, εἰ ὅλως ἐπιποθεῖς σωθῆναι, ἐκεῖ ἀπόταξαι, καὶ εὐαρε‐ στεῖς ἐν ἀληθείᾳ τῷ θεῷ. Εὐθέως δὲ ἀπαλλάξας ἑαυτὸν τῶν πραγμάτων, ὥρμησεν εἰς ἐκεῖνο τὸ μοναστήριον, καὶ ἔμεινεν ἐκεῖ ἕως οὗ ἀνεπάη. Καὶ γέγονε δόκιμος, καθαρὸν ἔχων τὸν νοῦν, καὶ βλέπων πράγματα εὔθετα, καὶ θεωρῶν αὐτὰ πνευματικῶς. Ταῦτα δὲ πάντα, αὐτὸς ὁ | |
84(50) | ἀββᾶς Συμεώνης ἐξηγήσατο τῷ διηγησαμένῳ. | |
85 | Διηγήσατό τις τῶν πατέρων ὅτι τρία πράγ‐ ματά εἰσιν ἔντιμα παρὰ τοῖς μοναχοῖς, οἷς δεῖ ἡμᾶς μετὰ φόβου καὶ τρόμου καὶ χαρᾶς πνευματικῆς προσέρχεσθαι· ἡ κοινωνία τῶν ἁγίων μυστηρίων, καὶ ἡ τράπεζα τῶν ἀδελφῶν, καὶ ὁ νιπτὴρ αὐτῶν. Ἔφερε | |
5 | δὲ καὶ ὑπόδειγμα τοιοῦτον, λέγων· Ὅτι ἦν τις γέρων μέγας διορατι‐ κός, καὶ συνέβη αὐτὸν γενέσθαι μετὰ πλειόνων ἀδελφῶν, καὶ ἐν τῷ ἐσθίειν αὐτοὺς, προσεῖχε τῷ πνεύματι ὁ γέρων καθεζόμενος ἐπὶ τραπέζης, καὶ ἔβλεπεν τοὺς μὲν ἐσθίοντας μέλι, τοὺς δὲ ἄρτον, τοὺς δὲ κόπρον. Καὶ ἐθαύμαζεν ἐν ἑαυτῷ, καὶ ἐδέετο τοῦ θεοῦ λέγων· Κύριε, ἀποκάλυψόν | |
10 | μοι τὸ μυστήριον τοῦτο, ὅτι τὰ αὐτὰ βρώματα πᾶσι προτεθέντα ἐπὶ τῆς τραπέζης, ἐν τῷ ἐσθίειν οὕτως ἐνηλαγμένα φαίνονται, καὶ οἱ μὲν ἐσθίουσι μέλι, οἱ δὲ ἄρτον, οἱ δὲ κόπρον. Καὶ ἦλθεν αὐτῷ φωνὴ ἄνωθεν λέγουσα· Ὅτι οἱ ἐσθίοντες μέλι, οὗτοί εἰσιν οἱ μετὰ φόβου καὶ τρόμου καὶ χαρᾶς πνευματικῆς καθεζόμενοι ἐπὶ τῆς τρα‐ | |
15 | πέζης, καὶ ἀδιαλείπτως προσευχόμενοι, καὶ ἡ εὐχὴ αὐτῶν ὡς θυμίαμα | |
ἀνέρχεται πρὸς τὸν θεὸν, δι’ ὃ καὶ μέλι ἐσθίουσιν. Οἱ δὲ τὸν ἄρτον ἐσθίοντες, οὗτοί εἰσιν οἱ εὐχαριστοῦντες ἐπὶ τῇ μεταλήψει τῶν ὑπὸ θεοῦ δεδωρημένων. Οἱ δὲ τὴν κόπρον ἐσθίοντες, οὗτοί εἰσιν οἱ γογγύ‐ ζοντες καὶ λέγοντες· Τοῦτο καλὸν κακεῖνο σαπρόν. Οὐ χρὴ δὲ ταῦτα | ||
20 | λογίζεσθαι, ἀλλὰ μᾶλλον δοξολογεῖν τὸν θεὸν καὶ ὕμνους ἀναπέμπειν αὐτῷ, ἵνα πληρωθῇ τὸ ῥητόν· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. | |
86 | Μοναχός τις εἰργάζετο ἐν ἡμέρᾳ Μάρτυρος, ἰδὼν δὲ αὐτὸν ἄλλος μοναχὸς, λέγει αὐτῷ· Ἔνι σήμερον ἐργάσασθαι; ὁ δὲ εἶπεν αὐτῷ· Σήμερον ὁ δοῦλος τοῦ θεοῦ ἐξήρχετο μαρτυρῶν καὶ ἐβασανίζετο, κἀγὼ οὐκ ὀφείλω κοπιᾶσαι μικρὸν ἐν τῷ ἔργῳ σήμερον; | |
87 | Ἔλεγε γέρων· ὅτι πολλάκις τοῦ διακόνου λέγοντος· Ἀσπά‐ σασθε ἀλλήλους, εἶδον τὸ πνεῦμα τὸ ἅγιον εἰς τὰ στόματα τῶν ἀδελφῶν. | |
88 | Τίς ποτε μετανοήσας ἡσύχασεν. Συνέβη δὲ αὐτῷ εὐθέως ἐπὶ πέτραν πεσόντα, πληγῆναι τὸν πόδα ὡς καὶ αἷμα πολὺ ἐκχύσαι, καὶ ὀλιγοψυχήσαντα ἀποδοῦναι τὴν ψυχήν. Ἔρχονται οὖν οἱ δαίμονες, θέλοντες λαβεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ λέγουσιν αὐτοῖς οἱ ἄγγελοι· | |
5 | Προσέχετε τῇ πέτρᾳ καὶ θεωρήσατε αὐτοῦ τὸ αἷμα ὁ ἐξέχεεν διὰ τὸν κύριον. Καὶ τοῦτο εἰπόντων τῶν ἀγγέλων, ἠλευθερώθη ἡ ψυχή. | |
89 | Ἠρωτήθη γέρων ποῖον δεῖ εἶναι τὸν μοναχόν; καὶ εἶπεν· Ἐὰν ὡς κατ’ ἐμὲ μόνος πρὸς μόνον. | |
90 | Ἠρωτήθη γέρων· διατί εἰς τὴν ἔρημον περιπατῶν φοβοῦ‐ μαι; καὶ ἀπεκρίθη· Ἀκμὴν ζῇς. | |
91 | Ἠρωτήθη γέρων· τί δεῖ ποιοῦντας σωθῆναι; Ἦν δὲ σειρὰν ἐργαζόμενος καὶ μὴ ἀνανεύων ἐκ τοῦ ἔργου, καὶ ἀπεκρίθη· Ἰδοὺ βλέπεις. | |
92 | Ἠρωτήθη γέρων· διατί συνεχῶς ὀλιγωρῶ; Καὶ ἀπεκρίθη· Ἐπειδὴ οὔπω τὸ μίλιον εἶδες. | |
93 | Ἠρωτήθη γέρων· Τί ἐστιν τὸ ἔργον τοῦ μοναχοῦ; Καὶ ἀπεκρίθη· Διάκρισις. | |
94 | Ἠρωτήθη γέρων· Πόθεν μοι τὸ εἰς πορνείαν πειράζεσθαι; Καὶ ἀπεκρίθη· Διὰ τὸ πολλὰ ἐσθίειν καὶ κοιμᾶσθαι. | |
95 | Ἠρωτήθη γέρων· Τί δεῖ μοναχὸν ποιεῖν; Καὶ ἀπεκρίθη· Παντὸς ἀγαθοῦ ἐργασίαν, καὶ παντὸς κακοῦ ἀποχήν. | |
96 | Ἔλεγον οἱ γέροντες· Ἔσοπτρόν ἐστι τοῦ μοναχοῦ ἡ εὐχή. | |
97 | Ἔλεγον οἱ γέροντες· Οὐδὲν τοῦ κρίνειν χεῖρον. | |
98 | Ἔλεγον οἱ γέροντες· Στέφανός ἐστι τοῦ μοναχοῦ ἡ ταπει‐ νοφροσύνη. | |
99 | Ἔλεγον οἱ γέροντες· Παντὶ τῷ ἐπαναβαίνοντί σοι λογισμῷ λέγε· Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; καὶ πάντως ὁμολογήσει. | |
100 | Ἔλεγον οἱ γέροντες ὅτι ἡ ψυχὴ πηγή ἐστιν, ἐὰν ὀρύξῃς καθαρίζεται, ἐὰν δὲ προσχώσῃς ἀφανίζεται. | |
101 | Εἶπεν γέρων· Ἐγὼ πιστεύω ὅτι οὐκ ἔστιν ἄδικος ὁ θεὸς ἀπὸ φυλακῆς ἆραι καὶ εἰς φυλακὴν βαλεῖν. | |
102 | Εἶπεν γέρων· Τὸ εἰς πάντα ἑαυτὸν βιάζεσθαι αὕτη ἐστὶν ἡ ὅδος τοῦ θεοῦ. | |
103 | Εἶπεν γέρων· Μὴ πρότερον ποίει τι, πρὶν ἐξετάσῃς τὴν καρδίαν σου εἰ κατὰ θεὸν γίνεται ὃ μέλλεις ποιεῖν. | |
104 | Εἶπεν γέρων· Ἐὰν μοναχὸς ὅτε ἵσταται εἰς προσευχὴν, τότε μόνον εὔχεται, ὁ τοιοῦτος ὅλως οὐκ εὔχεται. | |
105 | Εἶπεν γέρων· ὅτι εἴκοσι ἔτη ἔμεινα πρὸς ἕνα λογισμὸν πο‐ λεμῶν, ἵνα πάντας ἀνθρώπους ὡς ἕνα βλέπω. | |
106 | Εἶπεν γέρων· ὅτι μεῖζον πασῶν τῶν ἀρετῶν ἐστιν ἡ διά‐ κρισις. | |
107 | Ἠρωτήθη γέρων· Πόθεν κτᾶται ταπείνωσιν ἡ ψυχή; Καὶ ἀπεκρίθη· Ὅταν τὰ ἑαυτῆς μόνης μεριμνᾷ κακά. | |
108 | Εἶπεν γέρων· Ὡς ἡ γῆ οὐ πίπτει ποτὲ κάτω, οὕτως οὐδὲ ὁ ταπεινῶν ἑαυτόν. | |
109 | Εἶπεν γέρων· Ὅσα ἠδυνήθην καταλαβεῖν οὐκ ἐδευτέρωσα. | |
110 | Εἶπεν γέρων· ὅτι αἰσχύνη ἐστὶ τοῦ μοναχοῦ, ἐὰν ἐάσας τὰ ἑαυτοῦ ξενιτεύσῃ διὰ τὸν θεὸν, καὶ μετὰ ταῦτα εἰς κόλασιν ἀπέλθῃ. | |
111 | Ἔλεγον οἱ γέροντες· Ἐὰν ἴδῃς νεώτερον τῷ θελήματι αὐτοῦ ἀνερχόμενον εἰς τὸν οὐρανὸν, κράτησον αὐτοῦ τὸν πόδα καὶ ῥίψον αὐτὸν κάτω, συμφέρει γὰρ αὐτῷ. | |
112 | Εἶπεν γέρων· Ἡ γενεὰ αὕτη οὐ ζητεῖ τὸ σήμερον ἀλλὰ τὸ αὔριον. | |
113 | Εἶπεν γέρων· ὅτι τὸ ἔργον ἡμῶν καίειν ἐστὶν ξύλα. | |
114 | Εἶπεν γέρων· Μὴ θέλε εἶναι ἀκαταφρόνητος. | |
115 | Εἶπεν γέρων· Οὐκ ὀργίζεται ἡ ταπείνωσις οὐδὲ παροργίζει | |
τινά. | ||
116 | Εἶπεν πάλιν· Τὸ καθέζεσθαι καλῶς ἐν τῷ κελλίῳ, ἐμπί‐ πλησι τῶν ἀγαθῶν τὸν μοναχόν. | |
117 | Εἶπεν γέρων· Οὐαὶ ἀνθρώπῳ ὅταν τὸ ὄνομα μεῖζόν ἐστι τῆς ἐργασίας αὐτοῦ. | |
118 | Εἶπεν γέρων· Ἡ παρρησία καὶ ὁ γέλως, ἔοικεν πυρὶ ἐν καλάμῃ κατεσθίοντι. | |
119 | Εἶπεν γέρων· Ὁ βιαζόμενος ἑαυτὸν διὰ τὸν θεὸν, ὅμοιός ἐστι ἀνθρώπῳ ὁμολογητῇ. | |
120 | Εἶπεν πάλιν· Ὃς ἐὰν γένηται μωρὸς διὰ τὸν κύριον συνε‐ τίσει αὐτὸν ὁ κύριος. | |
121 | Εἶπεν γέρων· Ἄνθρωπος ἔχων πρὸ ὀφθαλμῶν τὸν θάνατον πᾶσαν ὥραν, νικᾷ τὴν ὀλιγοψυχίαν. | |
122 | Εἶπεν γέρων· Ταῦτα ζητεῖ ὁ θεὸς παρὰ τοῦ ἀνθρώπου, τὸν νοῦν καὶ τὸν λόγον καὶ τὴν πρᾶξιν. | |
123 | Ὁ αὐτὸς εἶπεν· Χρήζει ὁ ἄνθρωπος τούτων· Φοβεῖσθαι τὸ τοῦ θεοῦ κρίμα, καὶ μισῆσαι τὴν ἁμαρτίαν, καὶ ἀγαπῆσαι τὴν ἀρετὴν, καὶ δέεσθαι τοῦ θεοῦ διαπαντός. | |
124 | Εἶπεν γέρων· Ἀπόστα ἀπὸ παντὸς ἀνθρώπου ἐν διαλέξει φιλονεικοῦντος. | |
125 | Εἶπεν γέρων· Μὴ ἔχε φιλίαν μετὰ ἡγουμένου, μηδὲ δώσῃς καὶ λάβῃς μετὰ γυναικὸς, μηδὲ εὐποιήσῃς μετὰ μειλακίου. | |
126 | Εἶπεν γέρων· Κλαύσωμεν, ἀδελφοὶ, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα, πρὶν ἡμᾶς ἀπελθεῖν ὅπου τὰ ἡμῶν δάκρυα κατακαύσει τὰ ἡμῶν σώματα. | |
127 | Εἶπεν γέρων· Ἡ ἀμεριμνία καὶ τὸ σιωπᾶν, καὶ ἡ κρυπτὴ μελέτη τίκτουσι τὴν ἁγνείαν. | |
128 | Ἔλεγον περὶ τινὸς γέροντος· ὅτι ὤκει μετὰ ἀδελφῶν, καὶ ἅπαξ ἔλεγεν αὐτοῖς ποιῆσαι πρᾶγμα, καὶ εἰ οὐκ ἐποίησαν ἀνίστατο ὁ γέρων καὶ ἐποίει αὐτὸ χωρὶς ὀργῆς. | |
129 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Καλὸν ἕξιν ἔχειν πρὸς τὸν πλησίον; Λέγει αὐτῷ ὁ γέρων· Αἱ τοιαῦται ἕξεις δύναμιν οὐκ ἔχουσιν κλᾶσαι κιμόν· πρὸς τὸν ἀδελφόν σου ἕξιν ἔχεις, μᾶλλον εἰ θέλεις ἕξιν ἔχειν, ἔχε πρὸς τὰ πάθη. | |
130 | Ἀδελφὸς ἠτεῖτο γέροντος εὐχὴν, σπεύδων ἐπὶ τὴν πόλιν. Ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφη· Μὴ σπεῦδε ἐπὶ τὴν πόλιν, ἀλλὰ σπεῦσον | |
τοῦ φυγεῖν τὴν πόλιν καὶ σώζῃ. | ||
131 | Εἶπεν γέρων· Ἄνθρωπος φεύγων, ἔοικεν σταφυλῇ ὀπτῇ, ὁ δὲ ἐν μέσῳ ἀνθρώπων ὡς ὄμφαξ ἐστίν. | |
132 | Εἶπεν γέρων· Εἰ ὁρᾶς με λογισμὸν ἔχοντα ἐπάνω τινὸς, | |
καὶ σὺ τὸν αὐτὸν ἔχεις. | ||
T133-143 | Ὅτι δεῖ τὴν ἡσυχίαν καὶ τὴν κατάνυξιν μεταδιώκειν. | |
133 | Εἶπεν γέρων· Ὀφείλει ὁ μοναχὸς ἀγοράζειν τὴν ἡσυχίαν αὐτοῦ πρὸς τὸ καταφρονεῖν, ἐὰν καὶ σωματικῇ ζημίᾳ συμβῇ. | |
134 | Διηγήσατό τις· ὅτι τρεῖς φιλόπονοι ἐγένοντο ἀγαπητοὶ, καὶ ὁ μὲν εἷς ἠρετίσατο τοὺς μαχομένους εἰρηνεύειν κατὰ τὸ εἰρημένον· Μακάριοι οἱ εἰρηνοποιοί. Ὁ δὲ δεύτερος ἐπισκέπτεσθαι τοὺς ἀσθενοῦν‐ τας. Ὁ δὲ τρίτος ἀπῆλθεν ἡσυχάζειν εἰς τὴν ἔρημον. Ὁ οὖν πρῶτος | |
5 | κοπιάσας διὰ τὰς μάχας τῶν ἀνθρώπων, οὐκ ἠδύνατο θεραπεύειν πάντας, καὶ ἀκηδιάσας, ἦλθε πρὸς τὸν ὑπηρετοῦντα τοὺς ἀσθενεῖς, καὶ εὗρε καὶ αὐτὸν ὀλιγωροῦντα, καὶ μὴ φθάνοντα τελειῶσαι τὴν ἐντολήν. Καὶ συμφωνήσαντες οἱ δύο, ἀπῆλθον ἰδεῖν τὸν ἡσυχάζοντα καὶ διηγήσαντο αὐτῷ τὴν θλίψιν αὐτῶν, καὶ παρεκάλεσαν αὐτὸν εἰπεῖν αὐ‐ | |
10 | τοῖς τί κατώρθωσεν. Καὶ σιωπήσας μικρὸν, βάλλει ὕδωρ εἰς κρατῆρα καὶ λέγει αὐτοῖς· Προσέχετε εἰς τὸ ὕδωρ, ἦν δὲ τεταραγμένον· καὶ μετὰ μικρὸν, πάλιν λέγει αὐτοῖς· Προσέχετε καὶ ἄρτι ὡς κατέστη τὸ ὕδωρ. Καὶ ὡς προσέσχον τῷ ὕδατι, θεωροῦσιν ὡς ἐν ἐσόπτρῳ τὰ πρόσωπα αὐτῶν καὶ λέγει αὐτοῖς· Οὕτως ἐστὶ καὶ ὁ ἐν μέσῳ ἀνθρώπων ἀπὸ τῆς | |
15 | ταραχῆς οὐ βλέπει τὰς ἁμαρτίας αὐτοῦ, ὅταν δὲ ἡσυχάσῃ, καὶ μάλιστα ἐν ἐρήμῳ, τότε βλέπει τὰ ἐλαττώματα αὐτοῦ. | |
135 | Διηγήσατο γέρων ὅτι ἀδελφός τις ἀναχωρεῖν μέλλων, ἐκωλύετο ὑπὸ τῆς ἰδίας μητρός. Ὁ δὲ οὐκ ἐπαύετο τοῦ ἰδίου σκοποῦ λέγων· Σῶσαι θέλω τὴν ψυχήν μου. Ὡς δὲ πολλὰ σπου‐ δάσασα, ἐμποδίσαι αὐτὸν οὐκ ἴσχυσεν, ὕστερον παρεχώρησεν αὐτῷ. | |
5 | Ἀπελθὼν δὲ καὶ μονάσας ἐν ἀμελείᾳ τὴν ἑαυτοῦ κατηνάλωσε ζωήν. Ἐγένετο δὲ τὴν μητέρα αὐτοῦ ἀποθανεῖν, καὶ μετὰ χρόνον ἀσθενήσαντα αὐτὸν ἀσθένειαν μεγάλην, γενέσθαι ἐν ἐκστάσει καὶ ἁρπαγῆναι εἰς τὴν κρίσιν, καὶ εὗρε τὴν μητέρα αὐτοῦ μετὰ τῶν κρινομένων. Ἐκείνη οὖν ὡς εἶδεν αὐτὸν, καταπλαγεῖσα εἶπεν· Τί ἐστιν τοῦτο, τέκνον, καὶ σὺ | |
10 | εἰς τὸν τόπον τοῦτον κατεκρίθης! καὶ ποῦ οἱ λόγοι σου οὒς ἔλεγες ὅτι σῶσαι θέλω τὴν ψυχήν μου. Ἐντραπεὶς οὖν ἐφ’ οἷς ἤκουσεν, κατ‐ ώδυνος ἵστατο μὴ ἔχων τί πρὸς αὐτὴν ἀποκρίνασθαι. Καὶ ἀκούει πάλιν φωνῆς λεγούσης· Ἆρατε τοῦτον ἐντεῦθεν, ἐπὶ ἄλλον μονα‐ χὸν ὁμόνυμον αὐτοῦ ἀπέστειλα ὑμᾶς τοῦ δὲ τοῦ κοινοβίου. Ὡς δὲ | |
15 | τέλος ἔσχεν ἡ ὄρασις, ἐπανέρχεται εἰς ἑαυτὸν καὶ διηγεῖτο τοῖς παροῦσι ταῦτα. Πρὸς δὲ βεβαίωσιν καὶ πίστιν τῶν λεγομένων, παρεσκεύασέ τινα ἀπελθεῖν εἰς ὃ ἤκουσε κοινόβιον, καὶ ἰδεῖν εἰ ἐκοιμήθην ἐκεῖνος ὁ ἀδελ‐ φὸς περὶ οὗ ἤκουσεν. Καὶ ἀπελθὼν ὁ πεμφθεὶς, εὗρεν οὕτως. Ὅτε δὲ ἀνέλαβε καὶ ἐγένετο ἑαυτοῦ, κατακλείσας ἑαυτὸν ἐκάθισε φροντίζων τῆς | |
20 | σωτηρίας αὐτοῦ, μετανοῶν καὶ κλαίων ἐφ’ οἷς ἔπραξεν ἐν ἀμελείᾳ τὸ πρότερον. Τοσαύτη δὲ ἦν αὐτῷ ἡ κατανύξις, ὥστε πολλοὺς παρακα‐ λεῖν αὐτὸν ἐνδοῦναι μικρὸν, μήποτε καὶ βλάβην τινὰ ὑπομείνῃ διὰ τὴν ἀμετρίαν τοῦ κλαυθμοῦ. Ὁ δὲ οὐκ ἤθελε παρακληθῆ‐ ναι λέγων· Εἰ τὸν ὀνειδισμὸν τῆς μητρός μου οὐκ ἤνεγκα, πῶς τὴν ἐπὶ | |
25 | Χριστοῦ καὶ τῶν ἁγίων ἀγγέλων ἐνέγκω αἰσχύνην ἐν ἡμέρᾳ κρίσεως. | |
136 | Εἶπεν γέρων· ὅτι εἰ ἐνεδέχετο ἐν τῇ παρουσίᾳ τοῦ Χρι‐ στοῦ μετὰ τὴν ἀνάστασιν ἐξελθεῖν τὰς ψυχὰς τῶν ἀνθρώπων, ἀπὸ τοῦ φόβου πᾶς ὁ κόσμος ἀπέθνησκεν ἀπὸ φρίκης καὶ ἐκστάσεως. Τί γάρ ἐστιν ἰδεῖν; οὐράνους σχιζομένους, καὶ τὸν θεὸν ἀποκαλυπτόμενον μετ’ | |
5 | ὀργῆς καὶ ἀγανακτήσεως, καὶ στρατιὰς ἀναριθμήτους ἀγγέλων, καὶ ὁμοῦ πᾶσαν τὴν ἀνθρωπότητα θεάσασθαι. Δι’ ὃ οὕτως ὀφείλωμεν ζῆν, ὡς καθ’ ἑκάστην λόγον ἀπαιτούμενοις ὑπὸ τοῦ θεοῦ τῆς διαγωγῆς ἑαυτῶν. | |
137 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Πῶς ἔρχεται ὁ φόβος τοῦ θεοῦ εἰς τὴν ψυχήν; Καὶ εἶπεν ὁ γέρων· Ἐὰν ἔχῃ ἄνθρωπος τὴν ταπείνωσιν, καὶ τὴν ἀκτημοσύνην, καὶ τὸ μὴ κρίνειν, ἔρχεται αὐτῷ ὁ φόβος τοῦ θεοῦ. | |
138 | Ἀδελφὸς παρέβαλε γέροντι καὶ ἠρώτα αὐτὸν λέγων· Ἀββᾶ· πόθεν ἡ καρδία μου σκληρά ἐστι καὶ οὐ φοβοῦμαι τὸν θεόν; Λέγει αὐτῷ ὁ γέρων· Νομίζω ὅτι ἐὰν ἄνθρωπος κρατήσῃ τὸν ἔλεγ‐ χον ἐν τῇ καρδίᾳ αὐτοῦ, κτᾶται τὸν φόβον τοῦ θεοῦ. Λέγει αὐτῷ ὁ | |
5 | ἀδελφός· Τί ἐστιν ὁ ἔλεγχος; Εἶπεν δὲ αὐτῷ ὁ γέρων· Ἵνα ἄνθρωπος ἐν παντὶ πράγματι ἐλέγχῃ τὴν ἑαυτοῦ ψυχὴν λέγων αὐτῇ· Μνήσθητι ὅτι δεῖ σε τῷ θεῷ ἀπαντῆσαι, λέγειν δὲ καὶ τοῦτο· Τί θέλω ἐγὼ μετὰ ἀνθρώπου; λογίζομαι ὅτι ἐάν τις ἐν τούτοις παραμείνῃ, ἤξει αὐτῷ ὁ φόβος τοῦ θεοῦ. | |
139 | Γέρων τις εἶδε τινὰ γελῶντα καὶ λέγει αὐτῷ· Ἔμπροσθεν οὐράνου καὶ γῆς, ὅλου τοῦ βίου ἡμῶν ἔχομεν δοῦναι λόγον, καὶ σὺ γελᾶς! | |
140 | Εἶπεν γέρων· Ὥσπερ τὴν κακίαν ἑαυτῶν πανταχοῦ περιφέ‐ ρομεν, οὕτως ὀφείλομεν καὶ τὸ κλαίειν καὶ τὴν κατάνυξιν μεθ’ ἑαυτῶν ἔχειν ὅπου δ’ ἂν ἐσμέν. | |
141 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Τί ποιήσω; Καὶ εἶ‐ πεν αὐτῷ· Δακρύειν ὀφείλομεν πάντοτε. Συνέβη γάρ τινα τῶν πατέρων ποτὲ κοιμηθῆναι καὶ μετὰ πολλὴν ὥραν πάλιν ἐλθεῖν εἰς ἑαυτὸν, καὶ ἠρωτήσαμεν αὐτὸν λέγοντες· Τί εἶδες ἐκεῖ, ἀββᾶ; Καὶ διηγήσατο ἡμῖν | |
5 | κλαίων· Ἤκουσα ἐκεῖ φωνῆς κλαυθμοῦ λεγόντων ἀδιαλείπτως· Οὐαί μοι, οὐαί μοι! Οὕτως ὀφείλομεν καὶ ἡμεῖς πάντοτε λέγειν. | |
142 | Ἠρώτησεν ἀδελφός τινα γέροντα λέγων· Πῶς ἐπιθυμεῖ ἡ ψυχή μου δακρύων ὥσπερ ἀκούω τοὺς γέροντας καὶ οὐκ ἔρχονται καὶ θλίβεταί μου ἡ ψυχή; Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Οἱ υἱοὶ Ἰσραὴλ διὰ τεσσαράκοντα ἐτῶν εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, εἰς ἦν ἐὰν | |
5 | ἐπανέλθῃς, οὐκέτι φοβῇ πόλεμον. Οὕτως γὰρ θέλει ὁ θεὸς θλίβεσθαι τὴν ψυχὴν, ἵνα πάντοτε ἐπιθυμῇ εἰσελθεῖν εἰς τὴν γῆν ἐκείνην. | |
143 | Ἀδελφὸς ἠρώτησε γέροντα· Πῶς σωθῶ; Ὁ δὲ ἐκδυσάμε‐ νος τὸν λεβήτωνα καὶ ζωσάμενος τὴν ὀσφῦν, καὶ κρεμάσας τὰς ἑαυτοῦ χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν· Ὅτι οὕτως ὁ μοναχὸς ὀφείλει εἶναι· γυμνὸς ἀπὸ τῆς ὕλης τοῦ βίου καὶ ἐσταυρωμένος· ἐν τοῖς παλαίσμασι πυγματί‐ | |
5 | ζει ὁ ἀθλητὴς, ἐν τοῖς λογισμοῖς ἀνασταυροῖ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ὁ μοναχὸς καλῶν τὸν θεὸν, γυμνὸς ὁ ἀθλητὴς ἔστηκεν εἰς τὸν ἀγῶνα παλαίων, γυμνὸς καὶ ἄϋλος ὁ μοναχὸς, ἀλειφόμενος ἐλαίῳ καὶ διδασκόμενος ὑπὸ τοῦ ἐπιτάκτου πῶς δεῖ παλαίειν, οὕτως ὁ θεὸς ὁ ἐπιβάλλων ἡμῖν τὴν νίκην. | |
T144-162 | Περὶ ἐγκρατείας. | |
144 | Ἐγένετο ποτὲ ἐν τῇ Σκήτει καὶ ἔδωκαν γέροντι ποτήριον οἴνου, καὶ ἀποστρέψας αὐτὸ εἶπεν· Ἄρατε ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον. | |
Ἰδόντες δὲ καὶ οἱ λοιποὶ οἱ συνεσθίοντες αὐτῷ, οὐδὲ αὐτοὶ ἐδέξαντο. | ||
145 | Ἐπείνασέ τις τῶν ἀδελφῶν ἀπὸ πρωῒ καὶ ἐπολέμησε μετὰ τοῦ λογισμοῦ τοῦ μὴ φαγεῖν ἕως οὗ γένηται τρίτη ὥρα. Καὶ γενομένης τρίτης ἐβιάσατο ἕως γένηται ἕκτη ὥρα, καὶ βρέξας τοὺς ἄρτους ἐκάθισε φαγεῖν, καὶ πάλιν ἀνέστη λέγων τῷ λογισμῷ· Μείνω‐ | |
5 | μεν ἕως ἐνάτης ὥρας. Καὶ ἐγένετο ἐνάτη, καὶ ποιήσας εὐχὴν εἶδε τὴν ἐνέργειαν ὡς καπνὸν ἀναβαίνουσαν ἐκ τοῦ ἐργοχείρου, καὶ ἐπαύσατο ἡ πείνα ἐξ αὐτοῦ. | |
146 | Διηγήσατό τις μαθητὴς περὶ τοῦ ἀββᾶ αὐτοῦ ὅτι ἐν ὅλοις εἴκοσι ἔτεσιν οὐκ ἐκοιμήθη ἐπὶ πλευροῦ, ἀλλ’ εἰς τὸ κάθισμα αὐτοῦ εἰς ὃ εἰργάζετο ἐκεῖ ἐκάθευδεν καθήμενος. Ἤσθιε δὲ, ἢ διὰ δύο, ἢ διὰ τεσσάρων, ἢ διὰ πέντε, οὕτως ἐπὶ εἴκοσι ἔτεσιν· ὅτε δὲ ἤσθιεν, ἡ μία | |
5 | αὐτοῦ χεῖρ ἐκτεταμένη ἦν εἰς προσευχὴν καὶ τῇ ἄλλῃ ἤσθιεν, κἀμοῦ δὲ εἰπόντος αὐτῷ· Τί ἐστι τοῦτο; διὰ τί οὕτως ποιεῖς, ἀββᾶ; Ἀπεκρίνατο πρός με· Ὅτι τὸ κρίμα τοῦ θεοῦ τιθῶ πρὸ ὀφθαλμῶν μου, καὶ οὐ δύναμαι καρτερῆσαι. Ἐγένετο δὲ ποτὲ βαλλόντων ἡμῶν σύναξιν, ἔλαθέ με καὶ ἐπλανήθην λόγον ἀπὸ τοῦ ψαλμοῦ, καὶ ὡς ἐτελέσαμεν τὴν | |
10 | σύναξιν, ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ἐγὼ ὅταν βάλλω σύναξιν, ὡς πῦρ ἠγοῦμαι ὑποκάτω μου καιόμενον, καὶ οὐ δύναται ὁ λογισμός μου ἐκ‐ κλῖναι δεξιᾷ ἢ ἀριστερᾷ· καὶ ποῦ ἦν ὁ λογισμός σου ὅτε ἐβάλομεν τὴν σύναξιν, ὅτι ἔλαθέ σε ὁ λόγος τοῦ ψαλμοῦ; Οὐκ οἶδας ὅτι ἐνώπιον τοῦ θεοῦ ἔστηκας, καὶ τῷ θεῷ ἐλάλεις; | |
15 | Ἐξῆλθε δὲ ποτὲ ὁ γέρων ἐν νυκτὶ, καὶ εὗρέ με κοιμώμενον εἰς τὴν αὐλὴν τοῦ κελλίου, καὶ ἔστη ὁ γέρων θρηνῶν με καὶ κλαίων ἔλεγεν· Ἆρα ποῦ ἐστιν ὁ λογισμὸς τούτου, ὅτι οὕτως καθεύδει μετὰ ἀμεριμνίας. | |
147 | Ἀδελφὸς παρέβαλε γέροντι δοκιμωτάτῳ, καὶ λέγει αὐτῷ· Κάμνω. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Κάθου εἰς τὸ κελλίον σου, καὶ ὁ θεὸς παρέχει σοι ἄνεσιν. | |
148 | Ἠνέχθη εἰς τὰ κελλία σαίτιν οἴνου ἀπαρχὴν, ἵνα δοθῇ τοῖς ἀδελφοῖς πρὸς ποτήριον. Καὶ ἐμβάντος τινὸς τῶν ἀδελφῶν ἐπὶ τὸν θόλον φυγεῖν, ἔπεσεν ὁ θόλος, καὶ ἀπελθόντες διὰ τὸν ψόφον, εὗρον αὐτὸν ἐρριμμένον, καὶ ἤρξαντο αὐτὸν ἀτιμάζειν λέγοντες· Κενόδοξε, | |
5 | καλῶς σοι ἐγένετο. Καὶ προσελάβετο αὐτὸν ὁ ἀββᾶς λέγων· Ἄφετε τὸν υἱόν μου, καλὸν ἔργον ἐποίησεν, καὶ ζῆ κύριος, οὐ μὴ οἰκοδομηθῇ ὁ θόλος οὗτος ἐν τοῖς χρόνοις μου, ἵνα μάθῃ ἡ οἰκουμένη ὅτι διὰ ποτή‐ | |
ριον οἴνου ἔπεσεν ὁ θόλος εἰς τὰ κελλία. | ||
149 | Παρέβαλέ τις τῶν γερόντων ἑτέρῳ γέροντι καὶ εἶπεν τῷ μαθητῇ αὐτοῦ· Ποίησον ἡμῖν μικρὸν φακὸν, καὶ ἐποίησεν, καὶ βρέξον ἡμῖν ἄρτους, καὶ ἔβρεξεν. Καὶ ἔμειναν ἕως ἄλλης ἡμέρας ἕως ὥρας ἕκτης λαλοῦντες περὶ πνευματικῶν. Καὶ λέγει τῷ μαθητῇ αὐτοῦ | |
5 | πάλιν· Ποίησον ἡμῖν μικρὸν φακὸν, τέκνον. Καὶ λέγει· Ἀπ’ ἐχθὲς ἐποίησα. Καὶ οὕτως ἔφαγον. | |
150 | Ἄλλος τις γέρων παρέβαλέ τινι τῶν πατέρων. Ὁ δὲ ἐψήσας ὀλίγον φακὸν, εἶπεν αὐτῷ· Ποιήσωμεν μικρὰν σύναξιν, καὶ ἐτέλεσεν ὁ εἷς ὅλον τὸ ψαλτήριον, καὶ ὁ ἀδελφὸς ἀπεστήθισε τοὺς μεγά‐ λους δύο προφήτας. Καὶ πρωΐας γενομένης, ἀνεχώρησεν ὁ παραβαλὼν | |
5 | γέρων καὶ τῆς τροφῆς ἐπελάθοντο. | |
151 | Ἠσθένησέ τις τῶν γερόντων καὶ μὴ δυνάμενος δέξασθαι τροφὴν ἐπὶ πολλὰς ἡμέρας, παρεκαλεῖτο ὑπὸ τοῦ ἰδίου μαθητοῦ ὡς γε‐ νέσθαι αὐτῷ μικρὸν λακέντιν. Ἀπελθὼν δὲ, ἐποίησε καὶ ἤνεγκεν αὐτῷ φαγεῖν, ἦν δὲ ἐκεῖ ἀγγεῖον κρεμάμενον ἔχον μικρὸν μέλι, καὶ ἕτερον | |
5 | ἀγγεῖον ἔχον ἔλαιον ἀπὸ λινοσπέρμου, καὶ ἦν ὄζον προχωρὸν μὲν εἰς λύχνον. Καὶ ἔλαθε τὸν ἀδελφὸν, καὶ ἀντὶ μέλιτος ἔβαλεν ἐξ αὐτοῦ εἰς τὸ βρῶμα τοῦ γέροντος. Γευσάμενος δὲ ὁ γέρων, οὐδὲν ἐλάλησεν ἀλλὰ σιωπῶν ἔφαγεν. Ἠνάγκασε δὲ αὐτὸν καὶ τὸ δεύτερον φαγεῖν καὶ βιασάμενος ἔφαγεν. Ἔδωκε δὲ αὐτῷ καὶ τὸ τρίτον. Ὁ δὲ οὐκ ἤθελε | |
10 | φαγεῖν λέγων· Φύσει οὐ δύναμαι φαγεῖν, τέκνον. Ὁ δὲ ὡς προθυμούμενος αὐτὸν λέγει· Καλόν ἐστιν, ἀββᾶ, ἰδοὺ καγὼ τρώγω μετὰ σοῦ. Γευσάμενος δὲ καὶ μαθὼν ὃ ἐποίησεν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ λέγων· Οὐαί μοι, ἀββᾶ, ὅτι ἀπέκτεινά σε καὶ σὺ τὴν ἁμαρτίαν ἔθηκας ἐπ’ ἐμὲ ὅτι οὐκ ἐλάλησας. Λέγει ὁ γέρων· Τέκνον, μὴ θλιβῇς, | |
15 | εἰ ἤθελεν ὁ θεὸς ἵνα φάγω μέλι, μέλι εἶχες βαλεῖν. | |
152 | Διηγήσαντο περί τινος γέροντος ὅτι ἐπεθύμησε πότε συκίδιν, ὅπερ λαβὼν ἐκρέμασε πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ μὴ ἠττηθεὶς τῇ ἐπιθυμίᾳ μετενόει δαμάζων ἑαυτὸν ὅτι κἂν ὅλως ἐπεθύμησεν. | |
153 | Ἀδελφός τις ἀπῆλθεν ἐπισκέψασθαι τὴν ἰδίαν ἀδελφὴν ἐν μοναστηρίῳ ἀσθενοῦσαν, ἦν δὲ πιστοτάτη, καὶ μὴ καταδε‐ χομένη ἰδεῖν ἄνδρα, μηδὲ πάλιν τὸν ἴδιον ἀδελφὸν προφάσει αὐτῆς εἰς μέσον γυναικῶν εἰσελθεῖν, ἐδήλωσεν οὖν λέγουσα αὐτῷ· Πορεύου, ἄδελφε, | |
5 | εὐχόμενος ὑπὲρ ἐμοῦ, καὶ χάριτι Χριστοῦ, βλέπω σε ἐν τῇ βασιλείᾳ τῶν οὐράνων. | |
154 | Μοναχὸς ὑπαντήσας κανονικαῖς κατὰ τὴν ὁδὸν, ὑπεχώρησεν ἐκ τῆς ὁδοῦ. Εἶπεν δὲ ἡ ἡγουμένη πρὸς αὐτόν· Εἰ ἦς τέλειος μοναχὸς, ἡμῖν ὡς γυναιξὶν οὐκ ἂν προσέσχες. | |
155 | Ἀδελφὸς εἰς τὰ κελλία ἤνεγκε τὰ ψωμία ἑαυτοῦ νεαρὰ, καὶ ἐκάλεσε μίαν τράπεζαν γερόντων, καὶ ὡς ἔφαγεν ἕκαστος πρὸς δυὸ ψωμία, ἐπαύσατο. Ὁ δὲ ἀδελφὸς εἰδὼς τὸν πόνον τῆς ἀσκήσεως αὐτῶν, διέβαλε μετάνοιαν λέγων· Διὰ τὸν κύριον, φάγετε σήμερον | |
5 | ἕως οὗ χορτασθῆτε. Καὶ ἔφαγον πρὸς ἄλλα δέκα παξαμάτια· ἰδοὺ οὖν παρὰ πόσον τῆς χρείας ἤσθιον οἱ ἀληθινοὶ ἀσκηταί. | |
156 | Ἐκακώθη τις γέρων ἀσθενείᾳ μεγάλῃ ὥστε τὰ ἐντὸς αὐτοῦ αἷμα πολὺ ἐκβάλλειν. Εὐκαίρησε δέ τινι τῶν ἀδελφῶν μυξάρια ξηρὰ, καὶ ποιήσας ἀθῆραν, ἔβαλεν αὐτὰ κάτω, καὶ ἤνεγκε τῷ γέροντι, καὶ παρεκάλει αὐτὸν γεύσασθαι λέγων· Ποίησον ἀγάπην, φάγε, μήποτε καὶ | |
5 | συμφέρει. Ἀτενίσας δὲ αὐτῷ ἐπιπολὺ ὁ γέρων εἶπεν· Ἐπ’ ἀληθείας, ἤθελον ἵνα ἄφηκέ με ὁ θεὸς ἐν τῇ ἀσθενίᾳ ταύτῃ ἄλλα τριάκοντα ἔτη. Καὶ οὐ κατεδέξατο ὁ γέρων ἐν τοιαύτῃ ἀσθενείᾳ, κἂν μικρὰν ἀθῆραν φαγεῖν, καὶ λαβὼν ὁ ἀδελφὸς ἀπῆλθεν εἰς τὸ ἑαυτοῦ κελλίον. | |
157 | Ἄλλος γέρων ἐκάθητο εἰς ἔρημον μακράν. Συνέβη δὲ ἀδελφῷ παραβαλεῖν αὐτῷ, καὶ εὗρεν αὐτὸν ἀσθενοῦντα, καὶ λαβὼν, ἔνιψεν αὐτὸν, καὶ ἐξ ὧν ἤνεγκε χρειῶν ἐποίησε μικρὸν ἑψητὸν, καὶ ἤνεγκεν αὐτῷ φαγεῖν. Ἀποκριθεὶς δὲ ὁ γέρων, εἶπεν· Φύσει, ἄδελφε, | |
5 | ἐληθάργησα ὅτι εἶχον οἱ ἄνθρωποι τὴν ἀνάπαυσιν ταύτην. Ἤνεγκε δὲ αὐτῷ καὶ ποτήριον οἴνου, καὶ ἰδὼν αὐτὸ, ἔκλαυσε λέγων· Ὅτι οὐ προσ‐ εδόκησα ἕως θανάτου πιεῖν οἶνον. | |
158 | Ἤσκησε γέρων τοῦ μὴ πιεῖν ἡμέρας τεσσαράκοντα, καὶ εἴποτε ἐγένετο καῦμα, ἔπλυνε τὸ βαυκάλιον καὶ ἐγέμιζεν αὐτὸ ὕδατος, καὶ ἐκρέμνα αὐτὸ ἐναντίον αὐτοῦ, καὶ ἐπερωτηθεὶς παρὰ ἀδελφοῦ δι’ ἧν αἰτίαν τοῦτο ποιεῖ, ἀπεκρίθη· Ἵνα μετὰ τοῦ διψᾶν με | |
5 | πλέον κοπιῶ, καὶ πλείονα μισθὸν λαμβάνω παρὰ τοῦ θεοῦ. | |
159 | Ἀδελφὸς ἦν ὁδεύων μετὰ τὴς ἰδίας μητρὸς γραΐδος τυγχα‐ νούσης, καὶ ὡς ἦλθον ἐπὶ ποταμὸν, οὐκ ἠδυνήθη ἡ γραῦς περάσαι, καὶ λαβὼν ὁ υἱὸς αὐτῆς τὸ μαφόριον αὐτοῦ περιείλησε τὰς χεῖρας ἑαυτοῦ ἵνα μὴ ἐγγίσῃ τὸ σῶμα τῆς μητρὸς αὐτοῦ, καὶ οὕτως βαστάσας αὐτὴν | |
5 | ἀπήνεγκεν εἰς τὸ πέραν. Καὶ λέγει αὐτῷ ἡ μήτηρ αὐτοῦ· Τέκνον, διατί ἐτύλιξας τὰς χεῖράς σου; Ὁ δὲ ἔφη· Ὅτι τὸ σῶμα τῆς γυναικὸς πῦρ ἐστιν, καὶ ἐκ τούτου ἔρχεται μνήμη ἄλλων, καὶ διὰ τοῦτο οὕτως | |
ἐποίησα. | ||
160 | Εἶπέν τις τῶν πατέρων· Οἶδα ἀδελφὸν εἰς τὰ Κελλία νηστεύσαντα τὴν ἑβδομάδα τοῦ πάσχα, καὶ ὡς συνήχθησαν ὀψὲ, ἔφυγεν ἵνα μὴ φάγῃ εἰς τὴν ἐκκλησίαν, καὶ μικρὰ σεῦτλα ἐποίησεν ἐκζεστὰ καὶ ἔφαγε χωρὶς ἄρτου. | |
161 | Ἀπῆλθεν ποτὲ ὁ πρεσβύτερος τῆς Σκήτεως πρὸς τὸν μακά‐ ριον Θεόφιλον τὸν ἀρχιεπίσκοπον Ἀλεξανδρείας, καὶ ὡς ὑπέστρεψεν εἰς Σκῆτιν, ἠρώτησαν αὐτὸν οἱ ἀδελφοί· Πῶς ἡ πόλις; Ὁ δὲ εἶπεν αὐτοῖς· Φύσει, ἀδελφοὶ, ἐγὼ πρόσωπον ἀνθρώπου οὐκ εἶδον εἰ μὴ μόνον τοῦ | |
5 | ἀρχιεπισκόπου. Οἱ δὲ ἀκούσαντες, ἐταράχθησαν λέγοντες· Ἆρα ἐχαώθη‐ σαν, ἀββᾶ; Ὁ δὲ εἶπεν· Οὐχ οὕτως, ἀλλ’ οὐκ ἐνίκησέ με ὁ λογισμὸς τοῦ ἰδεῖν τινά. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν καὶ ἐστηρίχθησαν ἀπὸ τοῦ λόγου αὐτοῦ, ἵνα φυλάττωσιν ἀπὸ μετεωρισμοῦ τοὺς ὀφθαλ‐ μοὺς αὐτῶν. | |
162 | Εἰσῆλθον ποτὲ πατέρες εἰς Ἀλεξάνδρειαν κληθέντες ὑπὸ τοῦ μακαρίου Θεοφίλου τοῦ ἀρχιεπισκόπου, ἵνα ποιήσωσιν εὐχὴν καὶ καθελῇ τὰ ἱερὰ, καὶ ἐσθιόντων αὐτῶν μετ’ αὐτοῦ, παρετέθη κρέας μό‐ σχιον, καὶ ἤσθιον μηδὲν διακρινόμενοι, καὶ λαβὼν ὁ ἀρχιεπίσκοπος ἓν | |
5 | κοπάδιν, ἔδωκεν τῷ ἔγγιστα αὐτοῦ γέροντι λέγων· Ἰδοὺ τοῦτο καλὸν κοπάδιν ἐστὶν, φάγε, ἀββᾶ. Οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἡμεῖς ἕως ἄρτι λάχανα ἠσθίομεν, εἰ δὲ κρέα ἐστὶν, ἡμεῖς οὐ τρώγωμεν, καὶ οὐκέτι προσ‐ έθετο εἷς ἐξ αὐτῶν τοῦ γεύσασθαι αὐτοῦ. | |
T163-191 | Πρὸς τὸν ἐκ τῆς πορνείας ἐπανιστάμενον ἡμῖν πόλεμον. | |
163 | Ἀδελφός τις ἐπολεμήθη εἰς πορνείαν, καὶ ἦν ὁ πόλεμος ὡς πῦρ καιόμενον ἐν τῇ καρδίᾳ αὐτοῦ νυκτὸς καὶ ἡμέρας. Ὁ δὲ ἀδελφὸς ἠγωνίζετο μηδὲ συγκαταβῆναι τῷ λογισμῷ. Καὶ μετὰ πολὺν χρόνον, ἔφυγεν ὁ πόλεμος μηδὲν ἰσχύσας διὰ τὴν ὑπομονὴν τοῦ ἀδελφοῦ, καὶ | |
5 | εὐθέως φῶς ἦλθεν ἐν τῇ καρδίᾳ αὐτοῦ. | |
164 | Ἀδελφὸς ἄλλος ἐπολεμήθη εἰς πορνείαν καὶ ἀναστὰς νυ‐ κτὸς, ἀπῆλθε πρός τινα γέροντα καὶ εἶπεν αὐτῷ τὸν λογισμὸν, καὶ παρε‐ κάλεσεν αὐτὸν ὁ γέρων, καὶ ὠφεληθεὶς ἀπῆλθεν εἰς τὸ κελλίον αὐτοῦ, καὶ ἰδοὺ πάλιν ὁ πόλεμος ἐπετέθη αὐτῷ· ὁ δὲ πάλιν ἀπῆλθε πρὸς τὸν | |
5 | γέροντα, ἐποίησε δὲ οὕτως πολλάκις, ὁ δὲ γέρων οὐκ ἐλύπη‐ σεν αὐτὸν, ἀλλ’ ἐλάλει αὐτῷ τὰ πρὸς ὠφέλειαν, καὶ ἔλεγεν αὐτῷ· Μὴ | |
παραχωρήσῃς, ἀλλὰ μᾶλλον ἔρχου καθότι πολεμεῖ σοι ὁ δαίμων, καὶ ἔλεγχε αὐτὸν καὶ οὕτως ἐλεγχόμενος ὑποχωρεῖ. Οὐδὲν γὰρ ἀηδίζει τὸν δαίμονα τῆς πορνείας ὡς τὸ ἀποκαλύπτειν τὰ ἔργα αὐτοῦ, καὶ οὐδὲν | ||
10 | χαροποιεῖ αὐτὸν, ὡς τὸ κρύπτειν τοὺς λογισμοὺς αὐτοῦ. | |
165 | Ἐπολεμήθη ἀδελφὸς εἰς πορνείαν, καὶ ἠγωνίσατο ἐπιτείνων τὴν ἄσκησιν, καὶ τὸν λογισμὸν τηρῶν τοῦ μὴ συγκαταβῆναι τῇ ἐπιθυ‐ μίᾳ. Ὕστερον ἐλθὼν εἰς τὴν ἐκκλησίαν, ἐνεφάνισε τὸ πρᾶγμα παντὶ τῷ πλήθει, καὶ ἐδόθη ἐντολὴ, καὶ πάντες ἐπόνησαν περὶ αὐτοῦ | |
5 | ἑβδομάδα εὐχόμενοι τῷ θεῷ, καὶ ἐπαύσατο ὁ πόλεμος. | |
166 | Πρὸς τὸν λογισμὸν τῆς πορνείας, εἶπέν τις τῶν γερόντων ἐρημίτης· Κοιμώμενος θέλεις σωθῆναι; Ὕπαγε κάμε, ὕπαγε πόνεσον, ὕπαγε ζήτησον καὶ εὑρίσκεις, γρηγόρησον καὶ κροῦσον, καὶ ἀνοίγεταί σοι, εἰσὶν ἐν τῷ κοσμῷ παμμαχάριοι, καὶ ἀπὸ τοῦ πολλὰ τύπτεσθαι καὶ | |
5 | ἑστάναι καὶ εὐτονεῖν, στεφανοῦνται, πολλάκις δὲ καὶ εἷς ἀπὸ δύο τυπτό‐ μενος, εὐτονήσας ταῖς πληγαῖς, τοὺς τύπτοντας ἐνίκησεν. Εἶδες εὐτονία πόση διὰ τὸν τῆς σαρκὸς πορισμόν; Καὶ σὺ οὖν στῆθι καὶ εὐτόνησον, καὶ ὁ θεὸς πολεμεῖ ὑπὲρ σοῦ τὸν ἐχθρόν. | |
167 | Πρὸς τὸν αὐτὸν λογισμὸν εἴρηκεν ἄλλος γέρων· Γενοῦ ὡς παριὼν ἐν ἀγορᾷ διὰ καπηλείου, καὶ ὀσφραινόμενος ἑψήματος ἢ παρόπτου τινὸς, ὁ θέλων εἰσῆλθε καὶ ἔφαγεν, ὁ δὲ μὴ θέλων, ὀσφράνθη μόνον παριὼν καὶ ἀπῆλθεν. Οὕτως καὶ σὺ, τίναξον | |
5 | ἀπὸ σοῦ τὴν δυσωδίαν, ἔγειρε καὶ εὖξαι λέγων· Υἱὲ τοῦ θεοῦ βοήθει μοι. Τοῦτο ποίει καὶ ἐπ’ ἀλλοῖς λογισμοῖς, οὐ γὰρ ἐκριζωταὶ ἐσμὲν τῶν πα‐ θῶν, ἀλλ’ ἀνταγωνισταί. | |
168 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Ἐὰν ἐμπέσῃ μοναχὸς εἰς πειρασμὸν, θλίβεται ὡς ἀπὸ προκοπῆς εἰς ἐλάττωσιν ἐλθὼν, καὶ κοπιᾷ ἕως οὗ ἀναστῇ. Ὁ δὲ ἀπὸ κόσμου ἐρχόμενος, ὡς ἀρχὴν βάλλων προκόπτει. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Μοναχὸς ὁ εἰς πειρασμὸν ἐμπί‐ | |
5 | πτων, ὥσπερ οἰκία πεσοῦσα ἐστὶν, καὶ ἐὰν ὅλως νίψῃ τῷ λογισμῷ αὐτοῦ οἰκοδομῆσαι τὴν πεσοῦσαν οἰκίαν, πολλὰς ὅλας εὑρίσκει· τὰ θεμέλια, τοὺς λίθους, τὰ ξύλα, καὶ δύναται ταχέως προκόψαι ὑπὲρ τὸν μὴ ὀρύξαντα καὶ βάλοντα θεμέλιον καὶ μηδὲν ἔχοντα προχρείαν, ἀλλ’ ἐπ’ ἐλπίδι βαλόντα εἴπως ἆρα τελειώσει. Οὕτως οὖν ἀπὸ τῆς μο‐ | |
10 | ναχικῆς ἐργασίας ἐὰν ἐμπέσῃ εἰς πειρασμὸν καὶ ἐπιστρέψῃ ἔχει πολλὴν προχρείαν· τὴν μελέτην, τὴν ψαλμωδίαν, καὶ τὸ ἐργόχειρον· ἅτινά ἐστι τὰ θεμέλια. Ὁ δὲ ἀρχάριος, ἐν ὅσῳ ταῦτα μανθάνει, ἔρχῃ σὺ εἰς | |
τὴν πρώτην τάξιν. | ||
169 | Ἀδελφός τις ὀχλούμενος ὑπὸ πορνείας, παρέβαλε γέροντι μεγάλῳ, καὶ παρεκάλει αὐτὸν λέγων· Ποίησον ἀγάπην, εὔχου ὑπὲρ ἐμοῦ ὅτι ὀχλοῦμαι ὑπὸ πορνείας. Ὁ δὲ γέρων, ἐδεήθη τοῦ θεοῦ ὑπὲρ αὐτοῦ. Πάλιν ἐκ δευτέρου ἔρχεται πρὸς τὸν γέροντα, καὶ τὸν | |
5 | αὐτὸν λόγον εἶπεν ὁμοίως, καὶ ὁ γέρων οὐκ ἠμέλησε παρακαλῶν τὸν θεὸν ὑπὲρ αὐτοῦ καὶ λέγων· Κύριε ἀποκάλυψόν μοι τὸ κάθισμα τοῦ ἀδελφοῦ τούτου, καὶ πόθεν ἡ ἐνεργεία, ὅτι παρεκάλεσά σε, καὶ οὐχ εὗρεν ἀνάπαυ‐ σιν. Καὶ ἀπεκάλυψεν αὐτῷ ὁ θεὸς τὰ κατ’ αὐτὸν, καὶ εἶδεν αὐτὸν καθε‐ ζόμενον, καὶ τὸ πνεῦμα τῆς πορνείας ἐγγὺς αὐτοῦ. Καὶ ἄγγελος ἵστατο | |
10 | πρὸς βοήθειαν αὐτοῦ πεμφθεὶς, καὶ ὠργίζετο τῷ ἀδελφῷ ὅτι μὴ ἐπέρ‐ ριπτεν ἑαυτὸν πρὸς τὸν θεόν· ἀλλ’ ἡδόμενος τοῖς λογισ‐ μοῖς, ὅλον ἑαυτοῦ τὸν νοῦν προεδίδου τῇ ἐνεργείᾳ. Καὶ ἔγνω ὁ γέρων ὅτι ἡ αἰτία ἐκ τοῦ ἀδελφοῦ ἐστὶν, καὶ ἀνήγγειλεν αὐτῷ ὅτι σὺ εἶ ὁ συγκατατιθέμενος τῷ λογισμῷ σου· καὶ ἐδίδαξεν αὐτὸν πῶς ἀντιστῇ | |
15 | τοῖς λογισμοῖς, καὶ ἀνανήψας ὁ ἀδελφὸς διὰ τῆς εὐχῆς καὶ διδαχῆς τοῦ γέροντος, εὗρεν ἀνάπαυσιν. | |
170 | Ἐπολεμήθη ποτὲ μαθητὴς μεγάλου γέροντος εἰς πορνείαν. Ὁ δὲ γέρων βλέπων αὐτὸν κοπιῶντα, λέγει αὐτῷ· Θέλεις παρακαλῶ τὸν θεὸν καὶ κουφίζει τὸν πόλεμον ἀπὸ σοῦ; Ὁ δὲ εἶπεν· Θεωρῶ, ἀββᾶ, ὅτι κοπιῶ, ἀλλὰ βλέπω ἐκ τοῦ κόπου καρπὸν εἰς ἐμὲ, τοῦτο δὲ | |
5 | παρακάλεσον τὸν θεὸν, ἵνα μοι δῶ ὑπομονὴν τοῦ ὑπενεγκεῖν. Λέγει αὐτῷ ὁ ἀββᾶς αὐτοῦ· Σήμερον ἔγνων, ὅτι ἐν προκοπῇ εἶ καὶ ὑπερέβης με. | |
171 | Ἔλεγον περί τινος γέροντος ὅτι κατέβη εἰς Σκῆτιν καὶ εἶχεν υἱὸν θηλάζοντα, καὶ οὐκ ἤδει τί ἐστι γυνή. Ὡς οὖν γέγονεν ἀνὴρ, ἐδείκνυον αὐτῷ οἱ δαίμονες τὰ σχήματα τῶν γυναικῶν, καὶ ἀνήγγειλε τῷ πατρὶ αὐτοῦ, καὶ ἐθαύμασεν. Ποτὲ οὖν ἀναβὰς μετὰ τοῦ πατρὸς | |
5 | αὐτοῦ εἰς Αἴγυπτον καὶ ἰδὼν τὰς γυναῖκας, λέγει τῷ πατρὶ αὐτοῦ· Ἀββᾶ, οὗτοί εἰσιν οἱ ἐρχόμενοι πρός με νυκτὸς εἰς Σκῆτιν. Καὶ λέγει αὐτῷ ὁ πατὴρ αὐτοῦ· Οὗτοί εἰσιν οἱ μοναχοὶ τῶν κωμῶν, τέκνον, ἄλλο δὲ σχῆμα ἔχουσιν οὗτοι, καὶ οἱ ἐρημίται ἄλλο. Καὶ ἐθαύμασεν ὁ γέρων πῶς καὶ ἐν τῇ ἐρήμῳ ἔδειξαν αὐτῷ οἱ δαίμονες τὰς | |
10 | φαντασίας τῶν γυναικῶν, καὶ εὐθέως ὑπέστρεψαν εἰς τὴν κέλλαν αὐ‐ τῶν. | |
172 | Ἀδελφός τις ἦν ἀγωνιστὴς ἐν Σκήτει, καὶ ὑπέβαλεν αὐτῷ ὁ | |
ἐχθρὸς μνήμην γυναικός τινος εὐμορφωτάτης, καὶ ἔθλιβεν αὐτὸν σφόδρα. Καὶ κατ’ οἰκονομίαν, ἄλλος ἀδελφὸς κατελθὼν ἀπὸ Αἰγύπτου εἰς Σκῆτιν, καὶ λαλούντων αὐτῶν εἶπεν ὅτι ἡ γυνὴ τοῦ δεῖνος ἀπέθανεν. Ἦν δὲ | ||
5 | αὕτη, εἰς ἧν ἐπολεμεῖτο ὁ ἀγωνιστής. Ὁ δὲ ἀκούσας λαβὼν τὸν λεβή‐ τωνα αὐτοῦ νυκτὸς, καὶ ἀναβὰς, ἤνοιξεν αὐτῆς τὸν τάφον, καὶ ἐξέμαξε τοὺς ἰχῶρας αὐτῆς τῷ λεβήτωνι αὐτοῦ, καὶ ὑπέστρεψεν ἔχων αὐτὸν εἰς τὸ κελλίον αὐτοῦ, καὶ ἐτίθει τὴν δυσωδίαν ἐκείνην ἔμπροσθεν αὐτοῦ, καὶ ἐπολέμει τῷ λογισμῷ λέγων· Ἰδοὺ ἡ ἐπιθυμία σου ἣν | |
10 | ἐζήτεις, ἔχεις αὐτὴν, χόρτασον σεαυτόν. Καὶ οὕτως ἐν τῇ δυσωδίᾳ ἐβασάνιζεν ἑαυτὸν, ἕως οὗ ἐπαύσατο ὁ πόλεμος ἐξ αὐτοῦ. | |
173 | Ἐξῆλθε ποτέ τις ἐν Σκήτει θέλων γενέσθαι μοναχὸς, ἔχων καὶ τὸν υἱὸν αὐτοῦ ἀπογαλακτισθέντα μεθ’ ἑαυτοῦ. Καὶ ὡς ἐγένετο νεώτερος, ἤρξαντο οἱ πόλεμοι ἐπιτίθεσθαι αὐτῷ, καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ· Ὑπάγω εἰς τὸν κόσμον· οὐ γὰρ ἰσχύω τὸν πόλεμον ὑπενεγκεῖν. | |
5 | Ὁ δὲ πατὴρ αὐτοῦ, ἐπέμενε παρακαλῶν αὐτόν. Καὶ πάλιν λέγει ὁ νεώτερος· Ἀββᾶ, οὐκ ἰσχύω, ἔασόν με ἀπελθεῖν. Λέγει αὐτῷ ὁ πατὴρ αὐτοῦ· Ἄκουσόν μου, τέκνον, ἔτι τὸ ἅπαξ τοῦτο, καὶ λάβε σεαυτῷ τεσ‐ σαράκοντα ζεύγη ἄρτων, καὶ θαλλία ἡμερῶν τεσσαράκοντα καὶ ὕπαγε εἰς τὴν ἐσωτέραν ἔρημον καὶ μεῖνον ἐκεῖ τεσσαράκοντα ἡμέ‐ | |
10 | ρας, καὶ τοῦ κυρίου τὸ θέλημα γενέσθω. Ὑπήκουσε δὲ τῷ πατρὶ αὐ‐ τοῦ, καὶ ἀναστὰς, εἰσῆλθεν εἰς τὴν ἔρημον, καὶ ἔμεινεν κοπιῶν ἐκεῖ καὶ πλέκων τὰ θαλλία ξηρὰ καὶ τὸν ἄρτον ἐσθίων ξηρόν. Καὶ ἡσύχασεν ἐκεῖ εἴκοσι ἡμέρας, καὶ εἶδεν τὴν ἐνέργειαν ἐρχομένην ἐπ’ αὐτόν. Καὶ ὤφθη ἐνώπιον αὐτοῦ ὡς Αἰθιόπισσα δυσωδεστάτη, ὥστε μὴ δύνασθαι αὐτὸν | |
15 | φέρειν τὴν ὀσμὴν αὐτῆς. Ἐδίωκεν οὖν αὐτὴν, καὶ λέγει αὐτῷ· Ὅτι ἐγὼ ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων γλυκεία φαίνομαι, ἀλλὰ διὰ τὴν ὑπακοήν σου καὶ τὸν κόπον σου, οὐκ ἀφῆκέ με ὁ θεὸς ἀπατῆσαι σε καὶ ἐνεφάνισέ σοι τὴν δυσωδίαν μου. Ὁ δὲ ἀναστὰς καὶ εὐχαριστήσας τῷ θεῷ, ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ καὶ λέγει αὐτῷ· | |
20 | Οὐκέτι θέλω ἀπελθεῖν εἰς τὸν κόσμον, ἀββᾶ, ἑώρακα γὰρ τὴν ἐνέργειαν καὶ τὴν δυσωδίαν αὐτῆς. Ἦν δὲ καὶ ὁ πατὴρ αὐτοῦ πληροφορηθεὶς περὶ αὐτοῦ, καὶ λέγει αὐτῷ· Εἰ ἔμεινας τὰς τεσσαράκοντα ἡμέρας, καὶ ἐφύλαξας τὴν ἐντολὴν, εἶχες ἰδεῖν μείζονα θεωρίαν. | |
174 | Ἔλεγον περί τινος τῶν πατέρων ὅτι ἀπὸ κόσμου ἦν, καὶ ἐπολεμεῖτο εἰς τὴν ἑαυτοῦ γυναῖκα. Διηγεῖτο οὖν τοῦτο τοῖς πατράσι, καὶ εἰδότες ὅτι ἐργάτης ἐστὶν, καὶ περισσότερα ποιεῖ ὧν αὐτοὶ λέγουσιν, | |
ἐτίθουν αὐτῷ πολιτείας, ὥστε ἐξασθενῆσαι αὐτοῦ τὸ σῶμα καὶ μηκέτι | ||
5 | δύνασθαι ἀναστῆναι. Κατ’ οἰκονομίαν δὲ θεοῦ, ἐλθών τις τῶν πατέρων ξένος παραβαλεῖν εἰς Σκῆτιν, καὶ ἐλθὼν κατὰ τῆς κέλλης αὐ‐ τοῦ, εἶδεν αὐτὴν ἀνεῳγμένην, καὶ παρῆλθε θαυμάζων πῶς οὐδεὶς ἐξῆλθεν εἰς τὴν ἀπάντησιν αὐτοῦ. Ὑποστρέψας οὖν, ἔκρουσε λέγων· Μήποτε ὁ ἀδελφὸς ἀσθενεῖ. Καὶ κρούσας, εἰσῆλθε καὶ εὗρεν αὐτὸν ἐν πολλῇ ἀσθε‐ | |
10 | νείᾳ. Καὶ λέγει αὐτῷ· Τί ἐστιν ὃ ἔχεις, πάτερ; Καὶ διηγήσατο αὐτῷ λέγων· Ἐγὼ ἐκ τοῦ κόσμου εἰμὶ, καὶ πολεμεῖ με νῦν ὁ ἐχθρὸς εἰς τὴν ἐμὴν γυναῖκα, καὶ διηγησάμην τοῖς πατράσι, καὶ ἐπέθηκάν μοι πολιτείας διαφόρους, καὶ ποιῶν αὐτὰς ἐξησθένησα, καὶ ὁ πόλεμος αὔξει. Ἀκούσας δὲ ταῦτα ὁ γέρων, ἐλυπήθη καὶ λέγει αὐτῷ· Οἱ μὲν πατέρες, | |
15 | ὡς δυνατοὶ, καλῶς ἐπέθεντό σοι τὰς πολιτείας, ἐὰν δέ μου ἀκούσῃς τῆς ταπεινώσεως, ῥίψον ἀπὸ σοῦ ταῦτα, καὶ μεταλάμβανέ σου τὴν μικρὰν τροφὴν εἰς τὸν καιρὸν αὐτῆς, καὶ ποιῶν τὴν μικράν σου σύναξιν, ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, ἐν γὰρ τοῖς σοῖς πόνοις οὐ δύνασαι περιγέ‐ νεσθαι τούτου τοῦ πράγματος, καὶ γὰρ τὸ σῶμα ἡμῶν ὡς ἱμάτιόν ἐστιν. | |
20 | Ἐὰν ἐπιμεληθῇς αὐτοῦ, ἵσταται, ἐὰν δὲ ἀμελήσῃς, σήπεται. Ὁ δὲ ἀκούσας αὐτοῦ ἐποίησεν οὕτως, καὶ εἰς ὀλίγας ἡμέρας ἀπέστη ὁ πόλεμος | |
ἀπ’ αὐτοῦ. | ||
175 | Ἀναχωρητής τις ἦν ἐν ὄρει καθήμενος καὶ εὐλαβείᾳ προ‐ κόπτων ἐν τοῖς μέρεσιν Ἀντινόου, καὶ πολλοὶ τῷ λόγῳ αὐτοῦ ὠφελοῦντο καὶ τῇ πράξει. Τοιούτῳ δὲ ὄντι αὐτῷ, ἐφθόνησεν, ὡς καὶ πᾶσι τοῖς ἐναρέτοις, ὁ ἐχθρὸς, καὶ ὑποβάλλει λογισμὸν τοιοῦτον ὡς | |
5 | εὐλαβείας αὐτῷ· ὅτι οὐκ ὀφείλεις δουλεύεσθαι ἢ διακονεῖσθαι ὑφ’ ἑτέρου, ἀλλὰ καὶ μᾶλλον ἑτέροις ὀφείλων διακονῆσαι οὐ διακονεῖς, ἀλλάγε, κἂν σεαυτῷ δούλευσον. Τοιγαροῦν ἄπελθε, πώλησόν σου τὰ σπυρίδια καὶ ἀγόρασόν σου τὰς χρείας, καὶ ἀνάστρεφε αὖθις ἐπὶ τὴν ἀναχώρησίν σου, καὶ μηδενὶ βάρος ἐπιτίθει. Τοῦτο δὲ συνεβούλευσεν ὁ δόλιος, φθονῶν | |
10 | αὐτοῦ τῆς ἡσυχίας καὶ τῆς δεούσης σχολῆς πρὸς τὸν θεὸν, καὶ τῆς τῶν πολλῶν ὠφελείας· πανταχόθεν γὰρ ὁ ἐχθρὸς ἐσπούδαζε θηρεύειν αὐτόν. Ὁ δὲ ὡς ἐπ’ ἀγαθῷ λογισμῷ πεισθεὶς, κατέβη ἐκ τοῦ μοναστηρίου αὐτοῦ ὁ ποτὲ θαυμαζόμενος, ἄπειρος ὢν τῆς πολλῆς πανουργίας τοῦ ἐνεδρεύοντος, ὁ γνώριμος καὶ περίφημος ὑπὸ τῶν ὁρώντων ἀνα‐ | |
15 | χωρητής. Διὰ πολλοῦ δὲ χρόνου συντυχὼν γυναικὶ, καὶ ἐξ ἀπροσεξίας σκελισθεὶς, ἐλθὼν εἰς ἔρημον τόπον ἀκολουθοῦντος αὐτῷ τοῦ ἐχθροῦ, ἔπεσεν παρὰ ποταμόν. Ἐνθυμηθεὶς δὲ ὅτι ἐχάρη ὁ ἐχθρὸς ἐπὶ τῇ πτώ‐ σει αὐτοῦ, ἠθέλησεν ἑαυτὸν ἀπελπίσαι, ὅτιπερ μάλιστα τὸ τοῦ θεοῦ πνεῦμα ἐλύπησε, καὶ τοὺς ἀγγέλους καὶ τοὺς ἁγίους πατέρας, ὧν πολλοὶ | |
20 | καὶ ἐν πόλεσι τὸν ἐχθρὸν νενικήκασιν. Καὶ οὐδενὶ τούτων ὁμοιωθεὶς, ἐλυπεῖτο σφόδρα, καὶ μὴ μνησθεὶς ὅτι ὁ θεὸς χωρηγεῖ δύναμιν τοῖς ἐπ’ αὐτὸν γνησίως ἐλπίζουσιν. Πωρωθεὶς ἐπὶ τῇ τοῦ πλημμελήματος θερα‐ | |
πείᾳ, ἠθέλησεν ἑαυτὸν εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ ῥίψαι εἰς θάνατον καὶ τελείαν χαρὰν τοῦ διαβόλου. Ἀπὸ δὲ τῆς πολλῆς ὀδύνης | ||
25 | τῆς ψυχῆς αὐτοῦ τὸ σῶμα ἠσθένησεν, εἰ μὴ ὕστερον ὁ ἐλεήμων θεὸς ἐβοήθησεν αὐτῷ μὴ ἀποθανεῖν, εἰς τελείαν χαρὰν τοῦ ἐχθροῦ. Ἔσχατον δὲ εἰς ἑαυτὸν ἐλθὼν, ἐλογίσατο πλείονα κόπον ἐν κακοπαθείᾳ ἐνδείξα‐ σθαι. Πάλιν οὖν ἀνεχώρησεν ἐπὶ τὸ ἴδιον μοναστήριον, καὶ τὴν θύραν ἀναφράξας, ὡς δεῖ κλαίειν ἐπὶ νεκρῷ, οὕτως ἔκλαιεν ἱκετεύων τὸν θεόν. | |
30 | Νηστεύων δὲ καὶ ἀγρυπνῶν μετὰ ἀθυμίας, ἐλεπτύνθη τὸ σῶμα αὐτοῦ, πληροφορίαν μετανοίας οὔπω σχών. Τῶν δὲ ἀδελφῶν παραβαλλόντων πρὸς αὐτὸν πολλάκις πρὸς ὠφέλειαν ἑαυτῶν, καὶ κρουόντων τὴν θύραν, αὐτὸς ἔλεγεν μὴ δύνασθαι ἀνοίγειν, δέδωκα γάρ φησι λόγον, ἕνα ἐνιαυτὸν γνησίως μετανοῆσαι, καὶ ἔλεγεν· εὔξασθε ὑπὲρ ἐμοῦ, ἠ‐ | |
35 | πόρει γὰρ τὸ τί ἀπολογήσασθαι διὰ τὸ μὴ σκανδαλισθῆναι τοὺς ἀκούον‐ τας, ὅτι ἦν παρ’ αὐτοῖς τίμιος σφόδρα καὶ μέγας μοναχός. Καὶ ἐποίη‐ σεν ὅλον τὸν ἐνιαυτὸν, ἐκτενῶς μετανοῶν, περὶ δὲ τὴν ἡμέραν τοῦ Πάσχα, τὴν νύκτα τῆς ἁγίας ἀναστάσεως, λαβὼν λύχνον καινὸν καὶ σκευάσας, ἔθηκεν ἐν καινῇ χύτρᾳ, καὶ πωμάσας αὐτὴν ἀφ’ ἑσπέρας εἰς | |
40 | εὐχὴν ἀνέστη λέγων· Ὁ οἰκτίρμων καὶ ἐλεήμων θεὸς, ὁ καὶ τοὺς βαρβάρους θέλων σωθῆ‐ ναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πρὸς σὲ κατέφυγον τὸν σωτῆρα τῶν ψυχῶν. Ἐλέησόν με, τὸν πολλά σε παραπικράναντα εἰς χαρὰν τοῦ ἐχθροῦ καὶ ἰδοὺ νεκρός εἰμι ὑπακούσας τῷ ἐχθρῷ. Σὺ, | |
45 | δέσποτα, καὶ τοὺς ἀσεβεῖς καὶ τοὺς ἀνελεήμονας ἐλεεῖς καὶ τοὺς πλησίον ἐλεεῖν διδάσκεις· οἴκτειρόν μου τὴν ταπείνωσιν, παρὰ σοὶ γὰρ ἀδύνα‐ τον οὐδὲν, ὅτι παρὰ τὸν ᾍδην διεσκορπίσθη ἡ ψυχή μου· ποίησον ἔλεος ὅτι χρηστὸς εἶ ἐπὶ τὸ ἴδιον πλάσμα, ὁ μέλλων καὶ τὰ οὐκ ὄντα σώματα ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως ἐγείρειν. Εἰσάκουσόν μου, κύριε, ὄτι ἐξέ‐ | |
175(50) | λιπεν τὸ πνεῦμα μου καὶ ἡ ταλαίπωρός μου ψυχή. Ἐξετάκη δὲ καὶ τὸ σῶμά μου ὅπερ ἐμίανα, καὶ οὐκέτι ἰσχύω ζῆν τῷ σῷ φοβῷ συνειλημ‐ μένος· ἀνθ’ ὧν τεθάῤῥηκα συγκεχωρῆσθαι τὸ πλημμέλημα τῇ μετανοίᾳ διπλὴν ἔχων τὴν ἀνελπιστίαν ζωοποίησόν με συντριβέντα καὶ τῷ σῷ πυρὶ πρόσταξον τὸν λύχνον τοῦτον ἀναφθῆναι, ὅπως λαβὼν | |
55 | κἀγὼ θάρσος ἐλέους ἐκ τῶν τῆς συγχωρήσεως οἰκτιρμῶν, τὸν ἐπίλοιπον ὃν ἄν μοι χαρίσῃ τῆς βιώσεώς μου χρόνον τὰς ἐντολάς σου τηρήσω, καὶ τοῦ σοῦ φόβου μὴ ἀποστῶ, ἀλλὰ γνησίως δουλεύσω σοι καὶ πλεῖον ἢ πρότερον. | |
Καὶ ταῦτα εἰπὼν ἐν τῇ νυκτὶ τῆς ἀναστάσεως μετὰ δακρύων πολ‐ | ||
60 | λῶν, ἀνέστη ἰδεῖν εἰ ἥφθη ὁ λύχνος, καὶ ἀνακαλύψας καὶ ἰδὼν ὅτι οὐκ ἀνήφθη, πάλιν πεσὼν ἐπὶ πρόσωπον τὸν κύριον παρεκάλει λέγων· Οἶδα, κύριε, ὅτι ἀγὼν γέγονε τοῦ στεφανωθῆναί με, καὶ οὐ προσέσχον τοῖς ποσίν μου, ἑλόμενος μᾶλλον τῇ τῆς σαρκὸς ἡδονῇ τῶν ἀσεβῶν τῇ κολάσει ὑπαχθῆναι. φεῖσαι οὖν, κύριε, ἰδοὺ γὰρ πάλιν | |
65 | ἐξομολογοῦμαι τῇ σῇ χρηστότητι τὴν ἐμὴν ἀσχημοσύνην, ἐνώπιον πάντων τῶν σῶν ἀγγέλων καὶ δικαίων, καὶ εἰ μὴ ὅτι σκάνδαλον ἦν, καὶ τοῖς ἀνθρώποις ἂν ἐξομολογησάμην, ὅθεν οἴκτειρόν με, ἵνα καὶ ἄλ‐ λους παιδεύσω. Ναὶ, κύριε, ζωοποίησόν με. Καὶ οὕτως ἐπὶ τρεῖς εὐξά‐ μενος εἰσηκούσθη, καὶ ἀναστὰς, εὗρε τὸν λύχνον λαμπρῶς καιόμενον. | |
70 | Καὶ ἀγαλλιασάμενος τῇ ἐλπίδι, ἴσχυσε τῇ τῆς καρδίας χαρᾷ, καὶ ἔχαιρεν ἡδέως θαυμάζων τὴν χάριν, ὅτι αὐτὸν ἐπληροφόρησε καὶ ἐν τούτῳ ὁ θεός· καὶ ἔλεγεν ὅτι ἀνάξιον ὄντα με καὶ τῆς τοῦ κόσμου ζωῆς, ἠλέησας τῷ μεγάλῳ τούτῳ καὶ καινοτέρῳ σημείῳ. Οὕτως δὲ δια‐ μείναντος αὐτοῦ τῇ ἐξομολογήσει διέφαυσεν ἡ ἡμέρα, καὶ ἦν εὐφραι‐ | |
75 | νόμενος ἐν κυρίῳ, σωματικῆς τροφῆς ἐπιλαθόμενος. Τοῦ δὲ λύχνου τὸ πῦρ ὅλας τὰς ἡμέρας αὐτοῦ διεφύλαξεν, ἔλαιον ἐπιχέων καὶ σκευάζων αὐτὸ ἄνωθεν ὅπως μὴ σβεσθῇ; καὶ οὕτως πάλιν τὸ θεῖον πνεῦμα ἐνῴκη‐ σεν ἐν αὐτῷ, καὶ ἐγένετο πᾶσιν ἐπίσημος, ταπεινοφρονῶν, καὶ τῇ ἐξο‐ μολογήσει καὶ τῇ εὐχαριστίᾳ πρὸς κύριον εὐφραντικός· Ὅτε δὲ ἔμελλε | |
80 | καὶ τὴν ψυχὴν παραδιδόναι, εἶδε πρὸ ἡμερῶν ἀποκάλυψιν. | |
176 | Γέρων τις ἐκάθητο εἰς μακρὰν ἔρημον, εἶχε δὲ συγγενικὴν, καὶ διὰ πολλῶν ἐτῶν ἐπεθύμησεν αὐτὸν ἰδεῖν, καὶ περιεργασαμένη ποῦ κάθηται, ἀνέστη καὶ ἦλθεν εἰς τὴν ὁδὸν τῆς ἐρήμου, καὶ εὑροῦσα συνοδίαν καμήλων εἰσῆλθεν εἰς τὴν ἔρημον μετ’ αὐτῶν. Ἦν δὲ | |
5 | ἑλκομένη ὑπὸ τοῦ διαβόλου. Καὶ ἐλθοῦσα εἰς τὴν θύραν τοῦ γέροντος ἤρξατο ἀπὸ σημείων συνιστάνειν ἑαυτὴν, λέγουσα· ὅτι συγγενική σου εἰμί, καὶ ἔμεινε πρὸς αὐτόν. Πολεμηθεὶς δὲ ὁ γέρων ἔπεσεν εἰς αὐτήν. Ἦν δέ τις ἄλλος ἀναχωρητὴς καθήμενος εἰς τὰ κάτω μέρη, καὶ ἐγέ‐ μιζε τὸ βαυκάλιον ὕδατος, καὶ εἰς τὴν ὥραν τοῦ φαγεῖν ἐστρέφετο καὶ, | |
10 | κατ’ οἰκονομίαν θεοῦ, εἶπεν ἐν ἑαυτῷ· Εἰσέρχομαι εἰς τὴν ἔρημον καὶ ἀναγγελῶ τῷ γέροντι. Καὶ ἀναστὰς, ἐπορεύθη. Ὀψίας δὲ γενομένης, ἐκοιμήθη εἰς ἱερὸν δαιμόνων κατὰ τὴν ὁδόν. Καὶ ἤκουσεν ἐν τῇ νυκτὶ τῶν δαιμόνων λεγόντων· ὅτι τῇ νυκτὶ ταύτῃ, ἐῤῥίψαμεν τὸν ἀναχωρητὴν εἰς πορνείαν. Καὶ ἀκούσας ἐλυπήθη, καὶ ἐλθὼν ἐγγὺς | |
15 | τοῦ γέροντος εὗρεν αὐτὸν στυγνὸν, καὶ λέγει αὐτῷ· Τί ποιήσω, ἀββᾶ, ὅτι γεμίζω μου τὸ βαυκάλιον ὕδατος καὶ εἰς τὴν ὥραν τοῦ φαγεῖν στρέ‐ φεται; Καὶ λέγει αὐτῷ ὁ γέρων· Σὺ ἦλθες ἐρωτῆσαί με ὅτι τὸ βαυ‐ κάλιόν μου στρέφεται, ἐγὼ δὲ τί ποιήσω, ὅτι τὴν νύκτα ταύτην πέ‐ πτωκα εἰς πορνείαν. Ὁ δὲ εἶπεν· Κἀγὼ ἔμαθον. Καὶ λέγει αὐτῷ· πῶς | |
20 | οἶδας; Καὶ εἶπεν αὐτῷ· Κοιμώμενος ἤμην ἐν τῷ ἱερῷ, καὶ ἤκουσα τῶν δαιμόνων λαλούντων περὶ σοῦ. Καὶ εἶπεν ὁ γέρων· Ἰδοὺ κἀγὼ ἐξέρχο‐ μαι εἰς τὸν κόσμον. Ὁ δὲ παρεκάλει αὐτὸν λέγων· Μὴ πάτερ, ἀλλὰ παράμεινον ἐν τῷ τόπῳ σου, τὴν δὲ γυναῖκα ἀπόστειλον ἔνθεν· τοῦτο γὰρ συνάντημά ἐστι τοῦ ἐχθροῦ. Ὁ δὲ ἀκούσας αὐτοῦ | |
25 | ὑπέμεινεν ἐπιτείνων τὴν πολιτείαν αὐτοῦ μετὰ δακρύων, ἕως οὗ ἦλθεν εἰς τὴν ἀρχαίαν αὐτοῦ τάξιν. | |
177 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Ἐὰν συμβῇ τινὰ εἰς πειρασμὸν ἐμπεσεῖν κατά τινα ἐνέργειαν, τί γίνεται διὰ τοὺς σκανδα‐ λισθέντας; Καὶ διηγήσατο λέγων· Διάκονός τις ἦν ὀνομαστὸς ἐν κοι‐ νοβίῳ τῆς Αἰγύπτου· διωκόμενος δέ τις πολιτευόμενος ἐκ τοῦ ἄρχοντος, | |
5 | ἦλθε μετὰ παντὸς τοῦ οἴκου αὐτοῦ εἰς τὸ κοινόβιον, καὶ ἐξ ἐνερ‐ γείας τοῦ πονηροῦ, ἔπεσε μετὰ γυναικὸς ὁ διάκονος, καὶ γέγονε πᾶσιν αἰσχύνη. Ἀπῆλθεν δὲ πρός τινα ἀγαπητὸν αὐτοῦ γέροντα καὶ ἀνήγγειλεν αὐτῷ τὸ πρᾶγμα. Εἶχε δὲ ὁ γέρων κρυπτηρίαν ἐσώτερον τῆς κέλλης αὐτοῦ, καὶ παρεκάλεσεν αὐτὸν ὁ διάκονος λέγων· Θάψον | |
10 | με ὧδε ζῶντα καὶ μὴ ἀναγγείλῃς τινί. Καὶ εἰσελθὼν εἰς τὴν σκοτίαν ἐκείνην μετενόησεν ἐξ ἀληθείας. Καὶ μετὰ χρόνον τινὰ, οὐκ ἀνέβη τὸ ὕδωρ τοῦ ποταμοῦ. Καὶ πάντων λιτανευόντων, ἀπεκαλύφθη ἑνὶ τῶν ἁγίων, ὅτι ἐὰν μὴ ἔλθῃ ὁ δεῖνα ὁ διάκονος, ὁ κεκρυμμένος παρὰ τῷ δεῖνι τῷ μοναχῷ, οὐκ ἀνέρχεται τὸ ὕδωρ. Καὶ ἀκούσαντες ἐθαύμασαν, | |
15 | καὶ ἐλθόντες ἐξήνεγκαν αὐτὸν ἐκ τοῦ τόπου οὗ ἦν, καὶ ηὔξατο καὶ ἀνέβη τὸ ὕδωρ, καὶ οἱ σκανδαλισθέντες ποτὲ πολλῷ μᾶλλον ὠφε‐ λήθησαν ἐπὶ τῇ μετανοίᾳ αὐτοῦ, καὶ ἐδόξασαν τὸν θεόν. | |
178 | Εἶπεν γέρων ὅτι πολλοὶ πειραζόμενοι ἐκ σωματικῶν ἡδονῶν, μὴ πλησιάσαντες σώμασι, κατὰ διάνοιαν ἐξεπόρνευσαν, καὶ τῶν σω‐ μάτων παρθένων φυλαττομένων, κατὰ ψυχὴν ἐκπορνεύουσιν. Καλὸν οὖν, ἀγαπητοὶ, ποιεῖν τὸ γεγραμμένον, καὶ πάσῃ φυλακῇ ἕκαστον τηρεῖν | |
5 | τὴν ἑαυτοῦ καρδίαν. | |
179 | Ἀδελφοὶ δύο ἀπῆλθον εἰς τὴν ἀγορὰν πωλῆσαι τὰ σκεύη αὐτῶν. Καὶ ὡς ἀπῆλθεν ὁ εἷς ἀπὸ τοῦ ἑνὸς, ἔπεσεν εἰς πορνείαν. Ἐλθὼν | |
δὲ ὁ ἀδελφὸς αὐτοῦ εἶπεν αὐτῷ· Ἄγωμεν εἰς τὸ κελλίον ἡμῶν, ἄδελφε. Ὁ δὲ ἀπεκρίθη αὐτῷ λέγων· | ||
5 | Οὐκ ἔρχομαι. Καὶ παρεκάλει αὐτὸν λέγων· Διατί, ἄδελφέ μου; Ὁ δὲ εἶπεν· Ὅτι ἀπελθόντος σου ἀπ’ ἐμοῦ, ἔπεσα εἰς πορνείαν. Καὶ θέλων κερδῆσαι αὐτὸν ὁ ἀδελφὸς αὐτοῦ, ἤρξατο λέγειν αὐτῷ· Κἀγὼ ὡς ἀπῆλθον ἀπὸ σοῦ, οὕτως μοι γέγονεν, ἀλλ’ ἄγωμεν μετανοή‐ σωμεν ἐμπόνως, καὶ ὁ θεὸς συγχωρεῖ ἡμῖν. Καὶ ἐλθόντες ἀνήγγειλαν | |
10 | τοῖς γέρουσι τὸ συμβᾶν αὐτοῖς, καὶ ἔδωκαν αὐτοῖς ἐντολὰς τοῦ μετα‐ νοῆσαι, καὶ ὁ εἷς ὑπὲρ τοῦ ἄλλου μετενόει ὡς καὶ αὐτὸς ἁμαρτήσας. Ἰδὼν δὸ ὁ θεὸς τὸν κόπον τῆς ἀγάπης αὐτοῦ, εἴσω ὀλίγων ἡμερῶν ἐφανέρωσεν ἑνὶ τῶν γερόντων ὅτι διὰ τὴν πολλὴν ἀγάπην τοῦ μὴ ἁμαρ‐ τήσαντος ἀδελφοῦ, συνεχώρησα τῷ ἁμαρτήσαντι. Ἰδοὺ τοῦτό ἐστι τὸ | |
15 | τιθέναι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ ἀδελφοῦ αὐτοῦ. | |
180 | Ἦλθέ ποτε ἀδελφὸς πρός τινα γέροντα, καὶ εἶπεν αὐτῷ· ὅτι ὁ ἀδελφός μου παραλύει με ἀπερχόμενος ὧδε κἀκεῖ, καὶ θλίβομαι. Καὶ παρεκάλει αὐτὸν ὁ γέρων λέγων· Βάσταξον τὸν ἀδελφόν σου, καὶ ὁ θεὸς βλέπων τὸ ἔργον τῆς ὑπομονῆς σου, φέρει αὐτὸν, οὐ γὰρ μετὰ | |
5 | σκληρότητος εὐχερὲς φέρειν τινά, οὐδὲ δαίμων δαίμονα ἐκβάλλει, ἀλλὰ μᾶλλον τῇ χρηστότητι φέρεις αὐτὸν, καὶ γὰρ ὁ θεὸς ἡμῶν, τῇ παρα‐ κλήσει φέρει τοὺς ἀνθρώπους. Καὶ διηγήσατο λέγων· Ὅτι ἦσαν ἐν Θη‐ βαΐδι δύο ἀδελφοὶ, καὶ ὁ εἷς πολεμηθεὶς εἰς πορνείαν, ἔλεγε τῷ ἄλλῳ· Ὑπάγω εἰς τὸν κόσμον. Ὁ δὲ ἄλλος ἔκλαιε λέγων· Οὐκ ἀφῶ σε, | |
10 | ἄδελφέ μου, ἀπελθεῖν, καὶ ἀπολέσαι τὸν κόπον σου καὶ τὴν παρθενίαν σου. Ὁ δὲ οὐκ ἐπείθετο λέγων· Οὐ κάθημαι εἰ μὴ ἀπέλθω, ἢ ἐλθὲ μετ’ ἐμοῦ, καὶ πάλιν ὑποστρέφω μετὰ σοῦ, ἢ ἀπόλυσόν με καὶ μένω εἰς τὸν κόσμον. Ἀπελθὼν δὲ ὁ ἀδελφὸς ἀνήγγειλε γέροντι μεγάλῳ ταῦτα. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ὕπαγε μετ’ αὐτοῦ καὶ ὁ θεὸς, διὰ | |
15 | τὸν κόπον σου, οὐκ ἀφίει αὐτὸν πεσεῖν. Καὶ ἀναστάντες ἦλθον εἰς τὴν οἰκουμένην, καὶ ὡς ἔφθασαν τὴν κώμην, ἰδὼν ὁ θεὸς τὸν κόπον αὐτοῦ, ἦρε τὸν πόλεμον ἐκ τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ λέγει αὐτῷ· Ἄγωμεν πάλιν εἰς τὴν ἔρημον, ἄδελφε, ἰδοὺ νόμισον ὅτι ἡμάρτησα, τί ἐκέρδησα ἐκ τούτου. Καὶ ὑπέστρεψαν ἀβλαβεῖς εἰς τὸ κελλίον αὐτῶν. | |
181 | Ἀδελφὸς ὑπὸ δαίμονος πολεμηθεὶς ἀπῆλθε πρός τινα γέροντα λέγων· Ὅτι οἱ δύο ἀδελφοὶ ἐκεῖνοι μετ’ ἀλλήλων εἰσίν. Ἔμαθε δὲ ὁ γέρων ὅτι ὑπὸ δαιμόνων χλευάζεται, καὶ πέμψας ἐφώνησεν αὐτούς. Καὶ ὅτε ὀψὲ ἐγένετο ἔθηκε ψιάθιον τοῖς δύο ἀδελ‐ | |
5 | φοῖς, καὶ ἐσκέπασεν αὐτοὺς εἰς ἓν στρῶμα λέγων· Ὅτι τὰ τέκνα τοῦ θεοῦ ἅγιά εἰσιν. Εἶπεν δὲ τῷ μαθητῇ αὐτοῦ· Τὸν ἀδελφὸν τοῦτον ἀπόκλεισον εἰς τὸ κελλίον παραμέρος, αὐτὸς γὰρ τὸ πάθος ἔχει ἐν ἑαυτῷ. | |
182 | Ἀδελφὸς εἶπεν γέροντι· Τί ποιήσω; ὅτι ἀποκτείνει με ὁ ῥυπαρὸς λογισμός. Λέγει αὐτῷ ὁ γέρων· Ὅτι ὡς θέλει ἡ μητὴρ ἀπο‐ γαλακτίσαι τὸ παιδίον ἑαυτῆς σκίλλαν βάλλει εἰς τὸν μασθὸν αὐτῆς καὶ ἔρχεται τὸ παιδίον τῷ ἔθει θηλάσαι καὶ ἀπὸ τῆς πικρίας | |
5 | αὐτοῦ φεύγει, βάλλε καὶ σὺ σκίλλαν. Λέγει αὐτῷ ὁ ἀδελφός· Τί ἐστιν ἡ σκίλλα, ἣν ὤφελλον βάλλειν. Καὶ εἶπεν ὁ γέρων· Τὴν μνήμην τοῦ θανά‐ του καὶ τῶν κολαστηρίων τοῦ μέλλοντος αἰῶνος. | |
183 | Ὁ αὐτὸς ἠρώτησεν ἄλλον γέροντα περὶ τοῦ αὐτοῦ λογισ‐ μοῦ. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ οὐδέποτε ἐπολεμήθην εἰς πρᾶγμα τοιοῦτον. Καὶ ἐσκανδαλίσθη ὁ ἀδελφός· καὶ ἀπῆλθε πρὸς ἄλλον γέροντα λέγων· Ἰδοὺ τοῦτό μοι εἶπεν ὁ δεῖνα ὁ γέρων, καὶ ἐσκανδαλίσθην ὅτι | |
5 | ὑπὲρ τὴν φύσιν ἐλάλησεν. Λέγει αὐτῷ ὁ γέρων· οὐχ ἁπλῶς εἶπέν σοι τοῦτο ὁ ἄνθρωπος τοῦ θεοῦ, λοιπὸν ἐγείρου μετανόησον αὐτῷ, ἵνα εἴπῃ σοι τὴν δύναμιν τοῦ λόγου. Ἀνέστη οὖν ὁ ἀδελφὸς καὶ ἦλθε πρὸς τὸν γέροντα καὶ ἔβαλεν αὐτῷ μετάνοιαν λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι ἀφρόνως ἐποίησα, ἀσυντάκτως ἐξελθὼν, καὶ παρακαλῶ | |
10 | σε, ἑρμήνευσόν μοι πῶς οὐδέποτε ἐπολεμήθης εἰς πορνείαν. Λέγει αὐτῷ ὁ γέρων· Ἀφ’ οὗ γέγονα μοναχὸς, οὐκ ἐχορτάσθην ἄρτου, οὔτε ὕδατος, οὔτε ὕπνου, καὶ ἡ μέριμνα τούτων ὀχλοῦσά μοι πάνυ, οὐκ ἄφηκέ με αἰσθανθῆναι τοῦ πολέμου οὗ εἴρηκας. Καὶ ἐξῆλθεν ὠφεληθεὶς ὁ ἀδελ‐ φός. | |
184 | Ἀδελφὸς ἠρώτησέ τινα τῶν πατέρων λέγων· Τί ποιήσω ὅτι πάντοτε ὁ λογισμός μου εἰς τὴν πορνείαν ἐστὶν, καὶ οὐκ ἀφίει με ἀνα‐ παῆναι μίαν ὥραν, καὶ θλίβεταί μου ἡ ψυχή. Ὁ δὲ εἶπεν αὐτῷ· Ὅταν οἱ δαίμονες σπείρωσι τοὺς λογισμοὺς μὴ συλλαλήσῃς | |
5 | αὐτοῖς. Αὐτῶν γάρ ἐστι τὸ ὑποβάλλειν πάντοτε καὶ οὐκ ἀμελοῦσιν, οὐ μέντοι βιάζονται. Ἐν σοὶ δέ ἐστιν δέξασθαι ἢ μὴ δέξασθαι. Οἶδας τί ἐποίησαν οἱ Μαδιανίται; Ἐκαλλώπισαν τὰς θυγατέρας αὐτῶν καὶ ἔστη‐ σαν, τινὰ δὲ αὐτῶν οὐκ ἐβιάσαντο, ἀλλ’ οἱ θέλοντες ἔπεσον μετ’ αὐτῶν, ἄλλοι δὲ ἀγανακτήσαντες, μετὰ ἀπειλῆς φόνῳ ἐχρήσαντο· Οὕτως ἐστὶ | |
10 | καὶ ἐπὶ τῶν λογισμῶν. Ἀποκριθεὶς δὲ ὁ ἀδελφὸς εἶπεν τῷ γέροντι· Τί οὖν ποιήσω ὅτι ἀσθενής εἰμι, καὶ τὸ πάθος νικᾷ με; Ὁ δὲ εἶπεν αὐτῷ· Κατανόησον αὐτοὺς, καὶ ὅταν ἀρχὴν βάλωσι λαλεῖν, μὴ ἀποκριθῇς | |
αὐτοῖς, ἀλλ’ ἀνάστα εὔξαι, καὶ βάλε μετάνοιαν λέγων· Ὑιὲ τοῦ θεοῦ ἐλέησόν με. Εἶπεν οὖν αὐτῷ ὁ ἀδελφός· Ἰδοὺ μελετῶ, | ||
15 | ἀββᾶ, καὶ οὐκ ἔστι μοι κατάνυξις ἐν τῇ καρδίᾳ μου, ὅτι οὐκ οἶδα τὴν δύναμιν τοῦ λόγου. Ὁ δὲ εἶπεν αὐτῷ· Σὺ μόνον μελέτησον. Ἤκουσα γὰρ ὅτι εἶπεν ὁ ἀββᾶς Ποιμὴν καὶ πολλοὶ τῶν πατέρων τὸν λόγον τοῦτον· ὅτι ὁ ἐπαοιδὸς οὐκ οἶδεν τῶν ῥημάτων ὧν λέγει τὴν δύναμιν, ἀλλὰ τὸ θηρίον ἀκούει, καὶ οἶδεν καὶ ὑποτάσσεται καὶ ταπεινοῦται. | |
20 | Οὕτως καὶ ἡμεῖς, κἂν οὐκ οἴδαμεν τῶν ῥημάτων τὴν δύναμιν, ὧν λα‐ λοῦμεν, ἀλλ’ οἱ δαίμονες ἀκούοντες φόβῳ ἀναχωροῦσιν. | |
185 | Ἔλεγον οἱ γέροντες ὅτι ὁ λογισμὸς τῆς πορνείας βιβλίον ἐστὶν, ἐὰν οὖν σπαρῇ εἰς ἡμᾶς, καὶ μὴ πειθόμενοι αὐτῷ ἀποῤῥίψωμεν αὐτὸ ἀφ’ ἡμῶν, μετὰ ἀναπαύσεως κόπτεται, ἐὰν δὲ παρόντος αὐτοῦ ἐγγλυκάνθωμεν αὐτῷ ὡς πειθόμενοι, ἀντιστραφεὶς γίνε‐ | |
5 | ται σίδηρος καὶ δυσκόλως κόπτεται. Χρεία οὖν ἐστι διακρίσεως ἐν τῷ λογισμῷ τούτῳ, ὡς τοῖς μὲν πειθομένοις αὐτῷ, οὐκ ἔστιν ἐλπὶς σωτη‐ ρίας, τοῖς δὲ μὴ πειθομένοις αὐτῷ, ὁ στέφανος ἀπόκειται. | |
186 | Ἀδελφοὶ δύο πολεμηθέντες ὑπὸ τῆς πορνείας ἀπῆλθον καὶ ἔλαβον γυναῖκας, ὕστερον δὲ εἶπον πρὸς ἀλλήλους· Τί ἐκερδήσαμεν ὅτι ἀφήκαμεν τὴν ἀγγελικὴν τάξιν, καὶ ἤλθομεν εἰς τὴν ἀκαθαρσίαν ταύτην, καὶ μετὰ ταῦτα εἰς πῦρ καὶ εἰς κόλασιν μέλλομεν ὑπάγειν; ἐξέλθωμεν | |
5 | πάλιν εἰς τὴν ἔρημον καὶ μετανοήσωμεν. Καὶ ἐξελθόντες παρεκάλεσαν τοὺς πατέρας δοῦναι αὐτοῖς μετάνοιαν, ἐξομολογησάμενοι ἅπερ ἔπραξαν. Καὶ ἀπέκλεισαν αὐτοὺς οἱ γέροντες ἐπὶ ἐνιαυτὸν, καὶ τοῖς δύο ἐπίσης ἐδίδοτο ἄρτος καὶ ὕδωρ, ἦσαν δὲ καὶ τῇ εἰδέᾳ ὅμοιοι Καὶ ὅτε ἐπληρώθη ὁ καιρὸς τῆς μετανοίας, ἐξῆλθον, καὶ εἶδον οἱ πατέ‐ | |
10 | ρες τὸν ἕνα χλωρὸν καὶ στυγνὸν πάνυ, τὸν δὲ ἄλλον εὐθαλῆ καὶ φαιδρὸν, καὶ ἐθαύμασαν, ὅτι καὶ τροφὴν ἐπίσης ἐλάμβανον. Καὶ ἠρώτησαν τὸν στυγνὸν λέγοντες· Τί ἠδόλεσχες μετὰ τῶν λογισμῶν εἰς τὸ κελλίον σου; Ὁ δὲ ἔφη· Τὰ κακὰ ἃ ἐποίησα, καὶ τὴν κόλασιν εἰς ἣν ἔμελλον ἀπελθεῖν ἐλογιζόμην, καὶ ἀπὸ τοῦ φόβου, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ | |
15 | σαρκί μου. Ἠρώτησαν δὲ καὶ τὸν ἄλλον· Καὶ σὺ τί ἐλογίζου ἐν τῇ καρ‐ δίᾳ σου εἰς τὸ κελλίον σου; Ὁ δὲ ἔφη· Τῷ θεῷ εὐχαρίστουν ὅτι ἐξεί‐ λετό με ἀπὸ τῆς ἀκαθαρσίας τοῦ κόσμου καὶ τῆς κολάσεως, καὶ ἤγαγέ με εἰς τὴν ἀγγελικὴν ταύτην πολιτείαν καὶ μνημονεύων τοῦ θεοῦ εὐφραινόμην. Καὶ εἶπον οἱ γέροντες· Ὅτι ἐπίσης ἡ μετάνοια τῶν | |
20 | δύο ἐστὶ πρὸς τὸν θεόν. | |
187 | Γέρων τις ἦν ἐν Σκήτει, καὶ ἐμπεσὼν εἰς ἀσθένειαν με‐ γάλην, ὑπηρετεῖτο ὑπὸ τῶν ἀδελφῶν, καὶ βλέπων ὁ γέρων ὅτι κάμνου‐ σιν, ἔλεγεν· Ὑπάγω εἰς Αἴγυπτον, ἵνα μὴ παραλύω τοὺς ἀδελφούς. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μωϋσῆς· Μὴ ἀπέλθῃς, ἐπεὶ εἰς πορνείαν | |
5 | ἔχεις πεσεῖν. Ὁ δὲ λυπηθεὶς ἔλεγεν· Ἀπέθανε τὸ σῶμά μου καὶ ταῦτά μοι λέγεις! Ἀπῆλθε οὖν εἰς Αἴγυπτον, καὶ ἀκούσαντες οἱ ἄνθρωποι πολλὰ προσέφερον αὐτῷ, καὶ παρθενεύουσα μία κατὰ πίστιν ἦλθεν ὑπηρετεῖν τῷ γέροντι. Μετὰ δὲ χρόνον μικρὸν ὑγιάνας, ἔπεσε μετ’ αὐτῆς καὶ ἐν γαστρὶ ἔλαβεν. Οἱ δὲ ἄνθρωποι εἶπον αὐτῇ· Πόθεν τοῦτο; | |
10 | Ἡ δὲ εἶπεν· Ἀπὸ τοῦ γέροντος. Καὶ οὐκ ἐπίστευσαν αὐτῇ. Ὁ δὲ γέρων ἔλεγεν· Ἐγὼ ἐποίησα, ἀλλὰ φυλάξατε τὸ παιδίον τὸ γεννώμε‐ νον. Καὶ ὅτε ἀπεγαλακτίσθη, ἡμέρας ἑορτῆς γενομένης ἐν Σκήτει, κατ‐ ῆλθεν ὁ γέρων βαστάζων τὸ παιδίον ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ εἰσῆλ‐ θεν εἰς τὴν ἐκκλησίαν ἔμπροσθεν τοῦ λαοῦ. Οἱ δὲ ἰδόντες αὐτὸν, ἔκλαυσαν, | |
15 | καὶ εἶπεν τοῖς ἀδελφοῖς· Βλέπετε τὸ παιδίον τοῦτο; υἱὸς τῆς παρακοῆς ἐστιν, ἀσφαλίζεσθε οὖν ἑαυτοὺς, ἀδελφοὶ, ὅτι εἰς τὸ γῆρας μου τοῦτο ἐποίησα, ἀλλὰ εὔξασθε ὑπὲρ ἐμοῦ. Καὶ ἀπελθὼν εἰς τὸ κελλίον αὐτοῦ ἔβαλεν ἀρχὴν τῆς πρώτης αὐτοῦ ἐργασίας. | |
188 | Ἀδελφός τις ἐπειράσθη ὑπὸ τοῦ δαίμονος τῆς πορνείας δεινῶς. Τέσσαρες γὰρ δαίμονες ἐν εἴδει γυναικῶν εὐμορφοτάτων μετα‐ σχηματισθέντες, ἐπὶ τεσσαράκοντα ἡμέρας ἔμειναν παλαίοντες πρὸς αὐτὸν, ἐφελκύσασθαι εἰς αἰσχρὰν μίξιν. Ἐκείνου δὲ ἀνδρείως ἀγωνισα‐ | |
5 | μένου καὶ μὴ ἠττηθέντος, ὁ θεὸς βλέπων αὐτοῦ τὸν καλὸν ἀγῶνα, ἐχα‐ ρίσατο αὐτῷ μηκέτι πύρωσιν ἔχειν σαρκικήν. | |
189 | Ἀναχωρητής τις ἦν ἐν τοῖς κάτω μέρεσι τῆς Αἰγύπτου, καὶ ἦν ὀνομαστὸς ὅτι εἰς μονοκελλίον ἐκάθητο ἐν τῇ ἐρήμῳ. Καὶ ἰδοὺ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, γυνὴ ἄσεμνος ἀκούσασα περὶ αὐτοῦ, ἔλεγε τοῖς νεωτέροις· Τί θέλετέ μοι δοῦναι, καὶ καταβάλλω τὸν | |
5 | ἀναχωρητὴν ὑμῶν. Οἱ δὲ συνέθεντο δοῦναί τι φανερόν. Καὶ ἐξελθοῦσα ἑσπέρας, ἦλθεν ἐπὶ τὴν κέλλαν αὐτοῦ ὡς πλανωμένη, καὶ κρουσάσης αὐ‐ τῆς ἐξῆλθεν. Καὶ ἰδὼν αὐτὴν ἐταράχθη λέγων· Πῶς ὦδε παραγέγονας; Η δέ φησι κλαίουσα· Πλανωμένη ἦλθον ὧδε. Καὶ σπλαγχνισθεὶς, εἰσήνεγκεν αὐτὴν εἰς τὸ αὐλίδιον, καὶ εἰσελθὼν εἰς τὴν κέλλαν αὐτοῦ | |
10 | ἔκλεισεν. Καὶ ἰδοὺ ἡ ἀθλία ἔκραξε λέγουσα· Ἀββᾶ, τὰ θηρία με κατα‐ τρώγουσιν. Ὁ δὲ πάλιν ταραχθεὶς, καὶ τὸ κρίμα τοῦ θεοῦ φοβηθεὶς, ἔλεγεν· Πόθεν ἦλθέ μοι ἡ ὀργὴ αὕτη, καὶ ἀνοίξας τὴν θύραν, εἰσήνεγκεν | |
αὐτὴν ἔσω. Ἤρξατο δὲ ὁ διάβολος κατατοξεύειν αὐτὸν εἰς αὐτήν. Ὁ δὲ νοήσας τὸν πόλεμον τοῦ ἐχθροῦ ἔλεγεν· Αἱ μεθοδείαι τοῦ | ||
15 | ἐχθροῦ σκότος εἰσὶν, ὁ δὲ υἱὸς τοῦ θεοῦ φῶς ἐστιν. Ἀναστὰς οὖν, ἀνῆψε τὸν λύχνον. Ἐκκαιόμενος δὲ τῇ ἐπιθυμίᾳ, ἔλεγεν· ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, εἰς κόλασιν ὑπάγουσιν, δοκίμασον οὖν ἐντεῦθεν, εἰ δύνασαι ὑπενεγκεῖν τὸ πῦρ τὸ αἰώνιον. Καὶ βαλὼν τὸν δάκτυλον αὐ‐ τοῦ ἐπὶ τὸν λύχνον ἔκαυσεν αὐτὸν, καὶ οὐκ ᾐσθάνετο καιόμενος διὰ τὴν | |
20 | ὑπερβολὴν τῆς πυρώσεως τῆς σαρκός. Καὶ οὕτως ποιῶν ἕως πρωῒ, ἔκαυσεν ὅλους τοὺς δακτύλους αὐτοῦ. Ἐκείνη δὲ ἡ ἀθλία, ὁρῶσα ἃ ἐποίη‐ σεν, ἀπὸ τοῦ φόβου ἀπελιθώθη. Ἐλθόντες δὲ τὸ πρωῒ οἱ νεώτεροι πρὸς τὸν ἀναχωρητὴν, ἔλεγον· Ἦλθεν ὧδε γυνὴ ὀψέ; Ὁ δὲ εἶπεν· Ναὶ, ἰδοὺ ἔσω, κοι‐ | |
25 | μᾶται. Καὶ εἰσελθόντες, εὗρον αὐτὴν νεκράν. Καὶ λέγουσιν αὐτῷ· Ἀββᾶ, τέθνηκεν. Τότε ἀνακαλύψας τὰς χεῖρας αὐτοῦ, ἔδειξεν αὐτοῖς λέγων· Ἰδού τι ἐποίησέ μοι ἡ θυγάτηρ τοῦ διαβόλου, ἀπώλεσέ μου τοὺς δακτύλους. Καὶ διηγησάμενος αὐτοῖς τὸ γεγονὸς, ἔλεγεν· Γέγρα‐ πται· Μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ. Καὶ ποιήσας εὐχὴν ἤγειρεν | |
30 | αὐτὴν, καὶ ἀπελθοῦσα ἐσωφρόνησε τοῦ λοιποῦ. | |
190 | Ἀδελφὸς ἐπολεμήθη ὑπὸ τοῦ δαίμονος τῆς πορνείας. Συνέβη δὲ αὐτὸν διαβῆναι εἰς κώμην τινὰ τῆς Αἰγύπτου, καὶ ἰδὼν θυγατέρα ἱερέως τῶν Ἑλλήνων, ἠγάπησεν αὐτὴν καὶ εἶπεν τῷ πατρὶ αὐτῆς· Δός μοι αὐτὴν εἰς γυναῖκα. Ὁ δὲ ἀποκριθεὶς εἶπεν | |
5 | αὐτῷ· Οὐ δύναμαι δοῦναί σοι αὐτὴν, ἐὰν μὴ μάθω παρὰ τοῦ θεοῦ μου. Καὶ πορευθεὶς πρὸς τὸν δαίμονα, εἶπεν αὐτῷ· Ἰδού τις μοναχὸς ἦλθε θέλων τὴν θυγατέρα μου, δώσω αὐτὴν αὐτῷ; Καὶ ἀποκριθεὶς ὁ δαίμων εἶπεν· Ἐὰν ἀρνεῖται τὸν θεὸν αὐτοῦ, καὶ τὸ βάπτισμα, καὶ τὸ ἐπάγγελμα τοῦ μοναχοῦ, ἐρώτησον αὐτόν. Καὶ ἐλθὼν ὁ ἱερεὺς εἶπεν | |
10 | τῷ μοναχῷ· Ἄρνησαι τὸν θεόν σου, καὶ τὸ βάπτισμα, καὶ τὸ ἐπάγ‐ γελμα τοῦ μοναχοῦ. Ὁ δὲ συνέθετο, καὶ εὐθέως εἶδεν ὡσεὶ περιστερὰν ἐξελθοῦσαν ἀπὸ τοῦ στόματος αὐτοῦ καὶ ἀναπτᾶσαν εἰς τὸν οὐρανόν. Καὶ πορευθεὶς ὁ ἱερεὺς πρὸς τὸν δαίμονα, εἶπεν αὐτῷ· Ἰδοὺ συνέθετο τὰ τρία ταῦτα. Τότε ἀποκριθεὶς ὁ διάβολος εἶπεν αὐτῷ· Μὴ δῷς | |
15 | αὐτῷ τὴν θυγατέρα σου εἰς γυναῖκα, ὁ γὰρ θεὸς αὐτοῦ οὐκ ἀπέστη ἀπ’ αὐτοῦ, ἀλλ’ ἔτι βοηθεῖ αὐτῷ. Καὶ ἐλθὼν ὁ ἱερεὺς εἶπεν αὐτῷ· Οὐ δύναμαι δοῦναί σοι αὐτὴν, ὁ γὰρ θεός σου βοηθεῖ σοι, καὶ οὐκ ἀπέστη ἀπὸ σοῦ. Ταῦτα δὲ ἀκούσας ὁ ἀδελφὸς εἶπεν ἐν ἑαυτῷ· | |
Εἰ τοσαύτην ἀγαθότητα ἐνεδείξατο ὁ θεὸς εἰς ἐμὲ, ἐγὼ δὲ ὁ ταλαίπω‐ | ||
20 | ρος ἠρνησάμην αὐτὸν καὶ τὸ βάπτισμα καὶ τὸ ἐπάγγελμα τοῦ μοναχοῦ, Ὁ δὲ ἀγαθὸς ὢν ἔτι καὶ νῦν βοηθεῖ μοι. Καὶ εἰς ἑαυτὸν ἐλθὼν, διένηψεν, καὶ ἐξῆλθεν εἰς τὴν ἔρημον πρὸς μέγαν γέροντα, καὶ διηγήσατο αὐτῷ τὸ πρᾶγμα. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν αὐτῷ· Κάθισον μετ’ ἐμοῦ εἰς τὸ σπήλαιον, καὶ νήστευσον | |
25 | τρεῖς ἑβδομάδας ζευγάρια, κἀγὼ παρακαλῶ τὸν θεὸν ὑπὲρ σοῦ. Καὶ ἐπόνησεν ὁ γέρων περὶ τοῦ ἀδελφοῦ, καὶ παρεκάλεσε τὸν θεὸν λέγων· Δέομαι κύριε, χάρισαί μοι τὴν ψυχὴν ταύτην, καὶ δέξαι αὐτῆς τὴν μετάνοιαν. Καὶ εἰσήκουσεν αὐτοῦ ὁ θεὸς, καὶ πληρωθείσης τῆς ἑβδομάδος, ἦλθεν ὁ γέρων πρὸς τὸν ἀδελφὸν, καὶ ἐπηρώτησεν | |
30 | αὐτὸν λέγων· Ἑώρακας τίποτε; Καὶ ἀποκριθεὶς ὁ ἀδελφὸς εἶπεν· Ναὶ, ἑώρακα τὴν περιστερὰν ἄνω εἰς τὸ ὕψος τοῦ οὐρανοῦ κατέναντι τῆς κεφαλῆς μου. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν αὐτῷ· Πρόσεχε σεαυτῷ καὶ παρακάλεσον τὸν θεὸν ἐκτενῶς. Καὶ τῇ δευτέρᾳ ἑβδομάδι, ἐλθὼν ὁ γέρων πρὸς τὸν ἀδελφὸν, ἐπηρώτησεν αὐτὸν λέγων· Ἑώρακας τίποτε; | |
35 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Εἶδον τὴν περιστερὰν ἐγγὺς τῆς κεφαλῆς μου. Καὶ παρήγγειλεν αὐτῷ ὁ γέρων· Νῆφε καὶ εὔχου. Ἦλθε δὲ πάλιν ὁ γέρων πληρωθείσης τῆς τρίτης ἑβδομάδος, καὶ ἐπη‐ ρώτησεν αὐτὸν λέγων· Μὴ τί πλέον ἑώρακας; Ὁ δὲ εἶπεν· Ἑώρακα τὴν περιστερὰν ὅτι ἦλθε καὶ ἔστη ἐπάνω τῆς κεφαλῆς μου, καὶ ἐξέ‐ | |
40 | τεινα τὴν χεῖρα μου κατασχεῖν αὐτὴν, ἡ δὲ ἀναπτᾶσα, εἰσῆλθεν εἰς τὸ στόμα μου. Καὶ εὐχαρίστησε ὁ γέρων τῷ θεῷ καὶ εἶπεν τῷ ἀδελφῷ· Ἰδοὺ ἐδέξατο ὁ θεὸς τὴν μετάνοιάν σου, τὸ λοιπὸν πρόσεχε σεαυτῷ. Καὶ ἀποκριθεὶς ὁ ἀδελφὸς εἶπεν· Ἰδοὺ ἀπὸ τοῦ νῦν ἔσομαι μετὰ σοῦ, ἀββᾶ, ἕως οὗ ἀποθάνω. | |
191 | Ἔλεγέ τις τῶν Θηβαίων γερόντων· ὅτι ἐγὼ ἤμην τέκνον ἱερέως τῶν Ἑλλήνων. Μικρὸς οὖν ὑπάρχων ἐκαθήμην καὶ εἶδον τὸν πατέρα μου πολλάκις εἰσερχόμενον θυσίαν ἐπιτελέσαι τῷ εἰδώλῳ. Ἅπαξ δὲ ἐν κρυφῇ εἰσελθὼν ὀπίσω αὐτοῦ, εἶδον τὸν Σατανὰν | |
5 | καὶ πᾶσαν τὴν στρατιὰν αὐτοῦ παρεστῶσαν αὐτῷ, καὶ ἰδοὺ εἷς ἄρχων αὐτοῦ ἐλθὼν προσεκύνει αὐτῷ. Ἀποκριθεὶς δὲ ὁ διάβολος εἶπεν αὐτῷ· Πόθεν σὺ ἔρχῃ; Ὁ δὲ εἶπεν· Εἰς τήνδε τὴν χώραν ἤμην, καὶ ἐξήγειρα πολέμους, καὶ πολλὴν ἔκχυσιν αἱμάτων ἐποίησα καὶ ἦλθον τοῦ ἀναγ‐ γεῖλαί σοι. Καὶ εἶπεν αὐτῷ· Πόσῳ χρόνῳ τοῦτο ἐποίησας; Ὁ δὲ εἶπεν | |
10 | Ἐν τριάκοντα ἡμέραις. Ὁ δὲ κελεύσας μαστιχθῆναι αὐτὸν, εἶπεν· | |
Τοσούτῳ χρόνῳ τοῦτο μόνον ἐποίησας. Καὶ ἰδοὺ ἄλλος προσεκύνει αὐτῷ, καὶ λέγει αὐτῷ· Καὶ σὺ πόθεν ἔρχῃ; Ἀποκριθεὶς δὲ ὁ δαίμων εἶπεν· Ἐν τῇ θαλάσσῃ ἤμην, καὶ ἐξήγειρα ἀνέμους καὶ κατεπόντισα πλοῖα, καὶ πόλλους ἀνθρώ‐ | ||
15 | πους ἀπέκτεινα, καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. Ὁ δὲ εἶπεν αὐτῷ· Πόσῳ χρόνῳ τοῦτο ἐποιήσας; Ὁ δὲ δαίμων εἶπεν· Ἐν ἡμέραις εἴκοσι. Ἐκέλευσε δὲ τοῦτον μαστιχθῆναι λέγων· Διότι τοσαύταις ἡμέραις τοῦτο μόνον ἐποίησας. Καὶ ἰδοὺ ὁ τρίτος ἐλθὼν προσεκύνει αὐτῷ. Εἶπεν δὲ καὶ τούτῳ· Καὶ | |
20 | σὺ πόθεν ἔρχῃ; Καὶ ἀποκριθεὶς ὁ δαίμων εἶπεν· Εἰς τήνδε τὴν κώμην γάμοι ἐγένοντο, καὶ ἐξήγειρα πόλεμον καὶ πολλὴν ἔκχυσιν αἱμάτων ἐποίησα, ἀποκτείνας τὸν νυμφίον καὶ τὴν νύμφην, καὶ ἦλθον τοῦ ἀναγ‐ γεῖλαί σοι. Ὁ δὲ εἶπεν· Πόσαις ἡμέραις τοῦτο ἐποίησας; καὶ εἶπεν· Δέκα. Ἐκέλευσεν δὲ καὶ τοῦτον ὡς χρονίσαντα μαστιγω‐ | |
25 | θῆναι. Πρὸς τούτοις ἦλθεν καὶ ἕτερος προσκυνῆσαι αὐτῷ. Εἶπεν δέ· Πόθεν καὶ σὺ ἔρχῃ; Ὁ δὲ εἶπεν· Ἐν τῇ ἐρήμῳ ἤμην ἰδοὺ τεσσαράκοντα ἔτη, πολεμῶν πρὸς ἕνα μοναχὸν, καὶ τὴν νύκτα ταύτην κατέβαλον αὐτὸν εἰς πορνείαν. Τοῦτο ἀκούσας, ἀναστάς, κατεφίλησεν αὐτόν, καὶ ἆρας | |
30 | ὃν ἐφόρει στέφανον, ἐπέθηκε τῇ κεφαλῇ αὐτοῦ, καὶ ἐκάθισεν αὐτὸν ἐν τῷ θρόνῳ αὐτοῦ λέγων· ὅτι τὸ μέγα τοῦτο πρᾶγμα ἠδυνήθης ποιῆσαι. Εἶπεν δὲ ὁ γέρων· Τοῦτο ἐγὼ ἰδὼν, ἔλεγον· Ὄντως μεγά ἐστι τὸ τάγμα τῶν μοναχῶν. Καὶ, τοῦ θεοῦ εὐδοκήσαντός μου τὴν σωτηρίαν, ἐξῆλθον καὶ γέγονα μοναχός. | |
T192-215 | Διηγήματα πρὸς ὑπομονὴν καὶ καρτερίαν ἡμᾶς ἀλείφοντα. | |
192 | Εἶπεν γέρων· Ἐὰν ἔλθῃ ἀνθρώπῳ πειρασμὸς, πανταχόθεν πληθύνονται αὐτῷ αἱ θλίψεις, ἵνα ὀλιγωρήσῃ καὶ γογγύσῃ, καὶ διηγή‐ σατο ὁ γέρων οὕτως· Ἀδελφός τις ἦν εἰς τὰ Κελλία, καὶ ἦλθεν ἐπ’ αὐτῷ πειρασμός. Καὶ εἰ ἔβλεπέν τις αὐτὸν, οὔτε ἀσπάσασθαι αὐτὸν | |
5 | ἤθελεν, οὔτε εἰς κελλίον εἰσαγαγεῖν, καὶ εἰ ἔχρηζεν ἄρτον, οὐδεὶς αὐτῷ ἐκίχρα, καὶ ἀπὸ τοῦ θερισμοῦ ἐρχόμενον, οὐδεὶς εἰς τὴν ἐκκλησίαν προετρέπετο δι’ ἀγάπην ὡς ἔστιν ἔθος. Ἦλθε δὲ μίαν ἀπὸ τοῦ θέρους, καὶ οὐδὲ ἄρτους εἶχεν εἰς τὸ κελλίον αὐτοῦ καὶ σὺν τούτοις πᾶσιν εὐχαρίστει τῷ θεῷ. Ἰδὼν δὲ ὁ θεὸς τὴν ὑπομονὴν αὐτοῦ, ἦρε | |
10 | τὸν πόλεμον τοῦ πειρασμοῦ ἀπ’ αὐτοῦ, καὶ ἰδού τις ἦλθε τὴν θύραν κρούων, κάμηλον ἔχων ἀπ’ Αἰγύπτου μεστὴν ἄρτων. Καὶ ἤρξατο ὁ ἀδελφὸς κλαίειν καὶ λέγειν· Κύριε, οὐκ ἤμην ἄξιος θλιβῆναι μικρὸν διὰ τὸ ὄνομά σου; καὶ ὡς παρῆλθεν ὁ πειρασμὸς, ἐκράτουν αὐτὸν οἱ ἀδελφοὶ καὶ ἀνέπαυον εἰς τὰ κελλία αὐτῶν καὶ εἰς τὴν ἐκκλησίαν. | |
193 | Παρέβαλόν τινες ἀδελφοὶ ἐν τῇ ἐρήμῳ μεγάλῳ γέροντι, καὶ εἶπον αὐτῷ· Πῶς καρτερεῖς ὧδε, ἀββᾶ, ὑπομένων τὸν κόπον τοῦτον; Καὶ εἶπεν ὁ γέρων· Ὅλος ὁ χρόνος τοῦ κόπου μου οὗ ποιῶ ὧδε οὔπω ἡμέρας μιᾶς τῆς κολάσεώς ἐστιν. | |
194 | Εἶπεν γέρων· ὅτι οἱ ἀρχαῖοι οὐ ταχέως μετέ‐ βαινον ἐκ τοῦ τόπου αὐτῶν, ἐκτὸς τῶν τριῶν πραγμάτων τούτων· Ἐάν τις εὑρεθῇ ἔχων τινὰ λυπούμενον κατ’ αὐτοῦ, καὶ πάντα ποιῶν τὰ πρὸς θεραπείαν αὐτοῦ μὴ δύναται αὐτὸν μεταβαλεῖν, ἢ πάλιν, ἐὰν | |
5 | συμβῇ ἀπὸ πολλῶν δοξάζεσθαι, ἢ πειρασμῷ πορνείας περιπεσεῖν. | |
195 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Τί ποιήσω; ὅτι οἱ λογισμοὶ θλίβουσί με λέγοντες· Οὐ δύνασαι νηστεύειν οὐδὲ ἐργάζεσθαι, κἂν ἐπισκέπτου τοὺς ἀσθενοῦντας καὶ τοῦτο ἀγάπη ἐστίν. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, φάγε, πίε, κοιμῶ· μόνον τοῦ κελλίου σου μὴ ἀποστῇς, | |
5 | εἰδὼς ὅτι ἡ ὑπομονὴ τοῦ κελλίου φέρει τὸν μοναχὸν εἰς τὴν τάξιν αὐτοῦ. Καὶ ὡς ἐποίησε τρεῖς ἡμέρας ἠκηδίασεν, καὶ εὑρὼν μικρὰ θαλλία, ἔσχισεν αὐτὰ, καὶ πάλιν τῇ ἑξῆς ἤρξατο πλέκειν αὐτά· καὶ πεινάσας, εἶπεν· Ἰδοὺ ἄλλα μικρὰ θαλλία εἰσὶ, ποιήσω αὐτὰ καὶ ἐσθίω. Καὶ ὡς ἐποίησε τὰ θαλλία, εἶπεν πάλιν· Ἀναγινώσκω μικρὸν, καὶ | |
10 | οὕτως ἐσθίω. Καὶ ὡς ἀνέγνω λέγει· Ποιῶ μου τοὺς μικροὺς ψαλμοὺς, καὶ μετὰ ἀμεριμνίας ἐσθίω. Καὶ οὕτως κατὰ μικρὸν προέκοπτεν, τοῦ θεοῦ συνεργοῦντος αὐτῷ, ἕως οὖ ἦλθεν εἰς τὴν τάξιν αὐτοῦ. Καὶ θάρσος λαβὼν κατὰ τῶν λογισμῶν ἐνίκα αὐτοὺς. | |
196 | Ἠρωτήθη γέρων· Διατί ἀκηδιῶ καθεζόμενος ἐν τῷ κελλίῳ μου; Καὶ ἀπεκρίθη· ὅτι οὐχ ἑώρακας ἀκμὴν οὔτε τὴν ἐλπιζομένην ἀνάπαυσιν, οὔτε τὴν ἐσομένην κόλασιν. Εἰ γὰρ ταῦτα ἀκριβῶς ἑώρακας, εἰ σκωλήκων ἔγεμεν τὸ κελλίον σου, ὥστε ἕως τρα‐ | |
5 | χήλου ἐν αὐτοῖς δεδυκέναι ὑπέμεινας ἂν μὴ ἀκηδιῶν. | |
197 | Τινὰ τῶν γερόντων παρεκάλεσαν οἱ ἀδελφοὶ παύσασθαι τῶν μεγάλων πόνων. Ὁ δὲ ἀπεκρίθη αὐτοῖς· Λέγω ὑμῖν, τέκνα, ὅτι Ἀβραὰμ ἔχει μετανοῆσαι ὁρῶν τὰς δωρεὰς τοῦ θεοῦ τὰς μεγάλας, διότι μὴ πλέον ἠγωνίσατο. | |
198 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Οἱ λογισμοί μου ῥέμβον‐ ται καὶ θλίβομαι. Λέγει αὐτῷ ὁ γέρων· Σὺ κάθου εἰς τὸ κελλίον σου, καὶ αὐτοὶ πάλιν ἔρχονται. Ὥσπερ γὰρ ἡ ὄνος ἐὰν ᾖ δεδεμὲνη καὶ ὁ πῶλος αὐτῆς σκιρτᾷ ὧδε κἀκεῖ καὶ ὅπου δ’ ἂν ἀπέρχηται πρὸς τὴν | |
5 | μητέρα αὐτοῦ ἔρχεται, οὕτως καὶ οἱ λογισμοὶ τοῦ διὰ τὸν θεὸν ἐγκαρτεροῦντος ἐν τῷ κελλίῳ αὐτοῦ, εἰ καὶ πρὸς μικρὸν ῥέμβονται, ἀλλὰ πάλιν πρὸς αὐτὸν ἀναστρέφουσιν. | |
199 | Γέρων τις ἐκάθητο ἐν τῇ ἐρήμῳ ἔχων τὸ διάστημα ἀπὸ τοῦ ὕδατος μίλια δώδεκα, καὶ ἀπερχόμενος καθάπαξ γεμίσαι, ὠλιγώρησε καὶ εἶπεν· Τίς χρεία τοῦ κόπου τούτου, ἔρχομαι καὶ μένω πλησίον τοῦ ὕδατος. Καὶ τοῦτο εἰπὼν ἐστράφη, καὶ θεωρεῖ τινα ἀκολουθοῦντα | |
5 | καὶ ἀριθμοῦντα τὰ βήματα αὐτοῦ, ἠρώτησε δὲ αὐτόν· Σὺ τίς εἶ; ὁ δὲ εἶπεν· Ἄγγελος κυρίου εἰμὶ, καὶ ἀπεστάλην μετρῆσαι τὰ βήματά σου, καὶ δοῦναί σοι τὸν μισθόν. Καὶ τοῦτο ἀκούσας ὁ γέρων, εὔψυχος ἐγένετο καὶ προθυμώτερος, καὶ προσέθηκεν ἐσωτέρω μίλια πέντε. | |
200 | Ἔλεγον οἱ πατέρες· Ἐὰν συμβῇ σοι πειρασμὸς ἐν τῷ τόπῳ ὅπου οἰκεῖς, μὴ καταλίπῃς τὸν τόπον ἐν τῷ καιρῷ τοῦ πειρασ‐ μοῦ, εἰ δὲ μὴ, ὅπου ἐὰν ἀπέλθῃς εὑρίσκεις ἔμπροσθέν σου ὃ φεύγεις, ἀλλ’ ὑπόμεινον ἕως οὗ παρέλθῃ ὁ πειρασμὸς, ἵνα ἀσκανδάλιστος γένη‐ | |
5 | ται ἡ ἀναχώρησίς σου καὶ ἐν καιρῷ εἰρήνης, ὅπως μηδὲ τοῖς κατοι‐ κοῦσι τὸν τόπον θλίψιν τινὰ ποιήσει ὁ χωρισμός σου. | |
201 | Ἀδελφός τις ἦν ἐν κοινοβίῳ ἡσυχαστὴς, καὶ συνεχῶς ἐκινεῖτο εἰς ὀργήν. Λέγει οὖν ἐν ἑαυτῷ· Ἀπέρχομαι καταμόνας ἀναχωρῶν καὶ ἐν τῷ μὴ ἔχειν με τί ποτε μετά τινος, παύεται ἀπ’ ἐμοῦ τὸ πάθος. Ἐξελθὼν οὖν, ὤκησεν ἐν σπηλαίῳ μόνος. Ἐν μιᾷ δὲ τῶν | |
5 | ἡμερῶν, γεμίσας τὸ βαυκάλιον ὕδατος ἔθηκε χαμαὶ καὶ ἐξαίφνης ἐστράφη. Λαβὼν δὲ ἐγέμισεν αὐτὸ, καὶ πάλιν ἐστράφη. Εἶτα τρίτον γεμίσας ἔθηκε, καὶ πάλιν ἐστράφη. Καὶ θυμωθεὶς, ἐδράξατο αὐτοῦ καὶ ἔκλασεν αὐτό. Εἰς ἑαυτὸν δὲ ἐλθὼν, ἔγνω ὅτι ἐνεπαίχθη ὑπὸ τοῦ δαίμονος, καὶ εἶπεν· Ἰδοὺ καταμόνας ἀνεχώρησα, καὶ ἡττήθην, ἀπέρχομαι οὖν | |
10 | εἰς τὸ κοινόβιον. Πανταχοῦ γὰρ, ἀγῶνος χρεία καὶ ὑπομονῆς καὶ τῆς τοῦ θεοῦ βοηθείας. Καὶ ἀναστὰς ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. | |
202 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Τί ποιήσω, πάτερ, ὅτι οὐδὲν ἐργάζομαι μοναχοῦ, ἀλλ’ ἐν ἀμελείᾳ εἰμὶ ἐσθίων, καὶ πίνων καὶ κοιμώμενος, καὶ ἐν αἰσχροῖς λογισμοῖς καὶ ἐν ταραχῇ | |
πολλῇ εἰμὶ, μετερχόμενος ἀπὸ ἔργου εἰς ἔργον καὶ ἀπὸ λογισμῶν εἰς | ||
5 | λογισμούς. Εἶπεν δὲ ὁ γέρων· Σὺ κάθου εἰς τὸ κελλίον σου, καὶ ὃ δύνασαι ποίησον ἐκτὸς ταραχῆς. Θέλω γὰρ τὸ μικρὸν ὃ σὺ ποιεῖς ἄρτι, ὡς ὅτι ὁ ἀββᾶς Ἀντώνιος ἐποίει τὰ μεγάλα εἰς τὸ ὄρος, καὶ πιστεύω ὅτι καθήμενος ἐν τῷ κελλίῳ διὰ τὸ ὄνομα τοῦ θεοῦ καὶ τηρῶν τὴν ἑαυτοῦ συνείδησιν, εὑρίσκῃ καὶ αὐτὸς εἰς τὸν τόπον τοῦ ἀββᾶ Ἀντωνίου. | |
203 | Ἠρωτήθη γέρων πῶς δεῖ σπουδαῖον ἀδελφὸν μὴ σκανδαλι‐ σθῆναι ἐὰν ἴδῃ τινὰς ἀνακάμπτοντας ἐν τῷ κόσμῳ; Καὶ εἶπεν· ὀφείλει σκοπεῖν τοὺς κύνας, τοὺς θηρεύοντας τοὺς λαγωοὺς, καθά‐ περ εἷς ἐξ αὐτῶν ἑωρακὼς τὸν λαγωὸν ἐπιδιώκει ἕως οὗ φθάσῃ μὴ | |
5 | ἐμποδισθεὶς, οἱ δὲ λοιποὶ ὁρῶσι μόνον τὸν κύνα τὸν ἐπιδιώκοντα, καὶ ἕως μέν τινος σὺν αὐτῷ τρέχουσιν, ὕστερον δὲ κατανοήσαντες ἀνακάμ‐ πτουσιν εἰς τὰ ὀπίσω, μόνος δὲ ἐκεῖνος ὁ ἑωρακὼς ἐπιδιώκει ἕως οὗ φθάσῃ μὴ ἐμποδισθεὶς ἐν τῷ σκοπῷ τοῦ δρόμου ὑπὸ τῶν ἀνακαμψάν‐ των, μήτε τῶν κρημνῶν καὶ ὑλῶν καὶ κέντρων φροντίζων. Οὕτως καὶ | |
10 | ὁ τὸν δεσπότην Χριστὸν ἐπιζητῶν, τῷ σταυρῷ ἀδιαλείπτως προσέχων, πάντα ὑπερβαίνει τὰ συναντῶντα σκάνδαλα, ἕως οὗ φθάσῃ τὸν σταυρω‐ θέντα. | |
204 | Εἶπεν γέρων· ὥσπερ δένδρον καρποφορῆσαι ἀδύνατον συνεχῶς μεταφυτευόμενον, οὕτως οὐδὲ μοναχὸς μεταβαίνων ἐκ τόπου εἰς τόπον ἀρετὴν ἐπιτελέσαι δύναται. | |
205 | Ἀδελφὸς ὀχλούμενος ὑπὸ λογισμῶν ὥστε ἐξελθεῖν ἐκ τῆς μονῆς, ἀνήγγειλε τῷ ἀββᾷ. Ὁ δὲ λέγει πρὸς αὐτόν· Ὕπαγε, κάθου εἰς τὸ κελλίον σου, καὶ παράσχου ἐνέχυρον τῷ τείχει τῆς κέλλης τὸ σῶμα, καὶ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἄφες τῷ λογισμῷ λογίσασθαι ὃ βούλε‐ | |
5 | ται, μόνον μὴ ἐκβάλῃς ἐκ τῆς κέλλης τὸ σῶμα. | |
206 | Εἶπεν γέρων· Ἡ κέλλα τοῦ μοναχοῦ ἔστιν ἡ κάμινος Βαβυ‐ λῶνος, ὅπου οἱ τρεῖς παῖδες τὸν υἱὸν τοῦ θεοῦ εὗρον, καὶ ὁ στύλος τῆς νεφέλης, ὅθεν ὁ θεὸς τῷ Μωϋσῇ ἐλάλησεν. | |
207 | Ἀδελφὸς ἔμεινεν ἐννέα ἔτη πολεμούμενος ἐξελ‐ θεῖν ἀπὸ κοινοβίου καὶ καθ’ ἡμέραν ἡτοίμαζε τὸ μηλωτάριον αὐτοῦ ἵνα ἐξέλθῃ, καὶ ὡς ἐγένετο ὀψὲ, ἔλεγεν ἐν ἑαυτῷ· Αὔριον ἀναχωρῶ ἐκ τῶν ὧδε. Καὶ πρωίας ἔλεγε τῷ λογισμῷ· Βιασώμεθα ἑαυτοὺς καρτερῆ‐ | |
5 | σαι καὶ τὴν σήμερον διὰ τὸν κύριον. Καὶ ὡς ἐπλήρωσεν ἐννέα ἔτη οὕτως ποιῶν, ἐκούφισεν ὁ θεὸς πάντα πειρασμὸν ἀπ’ αὐτοῦ καὶ ἀνεπάη. | |
208 | Ἀδελφός τις ἐμπεσὼν εἰς πειρασμὸν ἀπὸ τῆς θλίψεως | |
ἀπώλεσε τὸν μοναχικὸν κανόνα, καὶ θέλων βαλεῖν ἀρχὴν, διὰ τὴν θλίψιν ἐνεποδίζετο λέγων ἐν ἑαυτῷ· Πότε ἔχω εὑρεῖν ἐμαυτὸν ὥσπερ ἤμην ποτέ. Καὶ ὀλιγωρῶν, οὐκ ἴσχυεν ἄρξασθαι τοῦ μονα‐ | ||
5 | χικοῦ ἔργου. Ἐλθὼν δὲ πρός τινα γέροντα διηγήσατο αὐτῷ τὰ καθ’ ἑαυτόν. Καὶ ὁ γέρων ἀκούσας τὰ τῆς θλίψεως αὐτοῦ προσήνεγκεν αὐτῷ ὑπόδειγμα τοιοῦτον, λέγων· Ἄνθρωπός τις εἶχε χωρίον, καὶ ἐξ ἀμε‐ λείας αὐτοῦ, ἐχερσώθη, καὶ ἐπληρώθη θρύων καὶ ἀκανθῶν. Ἔδοξε δὲ αὐτῷ ὕστερον φιλοκαλῆσαι αὐτὸ, καὶ λέγει τῷ υἱῷ αὐτοῦ· Ὕπαγε· | |
10 | καθάρισον τὸ χωρίον. Καὶ ἐλθὼν ὁ υἱὸς αὐτοῦ καθαρίσαι αὐτὸ, θεωρή‐ σας τὸ πλῆθος τῶν ἀκανθῶν, ὠλιγώρησε λέγων ἐν ἑαυτῷ· Πότε ἔχω ὅλα ταῦτα ἀνασπᾶσαι καὶ καθαρίσαι τὰ ὧδε. Καὶ ἀναπεσὼν ἤρξατο κοιμᾶσθαι ἐπὶ πολλὰς ἡμέρας. Μετὰ δὲ ταῦτα, ἔρχεται ὁ πατὴρ αὐτοῦ ἰδεῖν τί ἐποίησεν, καὶ εὗρεν αὐτὸν μηδὲν ἐργασάμενον | |
15 | καὶ εἶπεν αὐτῷ· Τί ὅτι ἕως τοῦ νῦν οὐδὲν εἰργάσω; Καὶ εἶπεν ὁ νεώτερος τῷ πατρὶ αὐτοῦ· Μόνον ὡς ἠρχόμην ἐργάσασθαι, πάτερ, βλέπων τὸ πλῆθος τῶν θρύων καὶ τῶν ἀκανθῶν, συνειχόμην, καὶ ἀπὸ τῆς θλίψεως, ἐτίθουν ἐμαυτὸν καὶ ἐκοιμώμην. Λέγει αὐτῷ ὁ πατὴρ αὐτοῦ· Τέκνον, ἴσον τοῦ πλάτους τοῦ στρώματός σου ποίει καθ’ ἡμέραν, καὶ οὕτω | |
20 | προκόπτει τὸ ἔργον σου καὶ οὐκ ὀλιγωρεῖς. Ὁ δὲ ἀκούσας ἐποίησεν οὕτως, καὶ ἐν ὀλίγῳ χρόνῳ ἐκαθαρίσθη τὸ χωρίον. Οὕτως οὖν καὶ σὺ, ἄδελφε, κατ’ ὀλίγον ἐργάζου καἰ οὐκ ὀλιγωρεῖς καὶ ὁ θεὸς τῇ χάριτι αὐτοῦ πάλιν ἀποκαθιστῇ σε εἰς τὴν ἀρχαίαν σου τάξιν. Ὁ δὲ ἀδελφὸς ἀκούσας, καὶ καθίσας μεθ’ ὑπομονῆς ἐποίει ὡς ἐδιδάχθη | |
25 | ὑπὸ τοῦ γέροντος, καὶ εὗρεν ἀνάπαυσιν χάριτι Χριστοῦ. | |
209 | Γέρων τις ἦν καὶ συνεχῶς ἐκακοῦτο καὶ ἠσθένει. Συνέβη δὲ αὐτὸν ἕνα ἐνιαυτὸν μὴ κακωθῆναι, καὶ ἐδυσφόρει δεινῶς καὶ ἔκλαιε, λέγων· Ἐγκατέλιπέ με ὁ θεὸς καὶ οὐκ ἐπεσκέψατό με. | |
210 | Εἶπεν γέρων· ὅτι ἀδελφός τις ἐπειράζετο ἀπὸ λογισμοῦ ἐπὶ ἔτη ἐννέα, ὥστε αὐτὸν ἀπολέγεσθαι τὴν σωτηρίαν αὐτοῦ, καὶ ἀπὸ εὐλαβείας κατέκρινεν ἑαυτὸν λέγων· Ἀπώλεσά μου τὴν ψυχὴν, ὑπάγω εἰς τὸν κόσμον παρ’ ᾧ ἀπωλόμην. Ἀπερχομένου δὲ αὐτοῦ, | |
5 | ἦλθε φωνὴ αὐτῷ κατὰ τὴν ὁδὸν λέγουσα· Ταῦτα τὰ ἐννέα ἔτη ἃ ἐπειράσθης, στέφανοί σου ἦσαν, ἐπίστρεψον εἰς τὸν τόπον σου, καὶ κου‐ φίζω σε ἀπὸ τῶν λογισμῶν. Βλέπεις ὅτι οὐκ ἔστι καλὸν, ἀπελπίζειν τινὰ ἑαυτοῦ διὰ τοὺς λογισμοὺς, μᾶλλον δὲ οὗτοι στεφάνους ἡμῖν προξενοῦσιν, ἐὰν αὐτοὺς καλῶς διεξερχώμεθα. | |
211 | Γέρων τις ἦν ἐν Θηβαίδι καθήμενος ἐν σπηλαίῳ, καὶ εἶχε μαθητὴν δόκιμον. Ἔθος δὲ ἦν καθ’ ἑσπέραν τὸν γέροντα παραινεῖν αὐτῷ τὰ πρὸς ὠφελείαν, καὶ μετὰ τὴν παραίνεσιν, ἐποίει εὐχὴν καὶ ἀπέλυεν αὐτὸν κοιμηθῆναι. Συνέβη δὲ ποτὲ κοσμικούς τινας εὐλαβεῖς, | |
5 | εἰδότας τὴν πολλὴν ἄσκησιν τοῦ γέροντος, παραβαλεῖν καὶ ποιῆσαι αὐτοῖς παράκλησιν. Καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς, ἐκάθισε πάλιν ὁ γέρων τῇ ἑσπέρᾳ κατὰ τὸ ἔθος, νουθετῶν τὸν ἀδελφόν· καὶ ὁμιλῶν αὐτῷ, κατηνέχθη εἰς ὕπνον. Ὁ δὲ ἀδελφὸς παρέμενεν ἕως οὗ ὁ γέρων ἐξυπνισθῇ καὶ ποιήσῃ αὐτῷ τὴν εὐχήν. Ἐπιπολὺ οὖν καθεζό‐ | |
10 | μενος, μὴ ἐξυπνιζομένου τοῦ γέροντος, ὠχλήθη ὑπὸ τῶν λογισμῶν ἀπελθεῖν καὶ κοιμηθῆναι ἐκτὸς ἀπολύσεως. Καὶ βιασάμενος ἑαυτὸν, ἀντέστη τῷ λογισμῷ, καὶ ἔμεινεν, πάλιν δὲ ὠχλήθη καὶ οὐκ ἀπῆλθεν, ὡσαύτως δὲ ἕως ἑπτάκις ὀχληθεὶς ἀντέστη τῷ λογισμῷ. Μετὰ δὲ ταῦτα, τῆς νυκτὸς προκοψάσης διυπνίσθη ὁ γέρων, καὶ εὗρεν | |
15 | αὐτὸν παρακαθεζόμενον καὶ λέγει αὐτῷ· οὐκ ἀνεχώρησας ἕως ἄρτι; Ὁ δὲ εἶπεν· Οὐχί· οὐ γὰρ ἀπέλυσάς με, ἀββᾶ. Ὁ δὲ γέρων εἶπεν· Καὶ διατί οὐκ ἐξύπνισάς με; Ὁ δέ φησιν· Οὐκ ἐτόλμησά σε νύξαι, ἵνα μή σε παραλύσω. Ἀναστάντες δὲ ἔβαλον τὰ ὀρθρινὰ, καὶ μετὰ τὴν σύναξιν, ἀπέλυσεν ὁ γέρων τὸν ἀδελφὸν καὶ ἐκάθητο καθ’ ἑαυτόν. Γίνεται οὖν | |
20 | ἐν ἐκστάσει, καὶ ἰδού τις δεικνύων αὐτῷ τόπον ἔνδοξον καὶ θρόνον ἐν ἑαυτῷ καὶ ἐπάνω τοῦ θρόνου ἑπτὰ στεφάνους. Ἠρώτησε δὲ τὸν δεικνύοντα αὐτῷ λέγων· Τίνος ταῦτα; Ὁ δὲ εἶπεν αὐτῷ· Τοῦ μαθητοῦ σου; καὶ τὸν μὲν τόπον καὶ τὸν θρόνον ἐχαρίσατο αὐτῷ ὁ θεὸς διὰ τὴν ὑπακοὴν αὐτοῦ· τοὺς δὲ ἑπτὰ στεφάνους ἐν τῇ | |
25 | νυκτὶ ταύτῃ ἔλαβεν. Τοῦτο δὲ ἀκούσας ὁ γέρων ἐθαύμασεν, καὶ γενό‐ μενος ἔμφοβος, καλεῖ τὸν ἀδελφὸν καὶ λέγει αὐτῷ· Εἰπέ μοι τί ἐποίη‐ σας τὴν νύκτα ταύτην. Ὁ δὲ εἶπε· Συγχώρησόν μοι ἀββᾶ, ὅτι οὐδὲν ἐποίησα. Ὁ δὲ γέρων νομίσας ὅτι ταπεινοφρονῶν οὐχ ὁμολογεῖ, εἶπεν αὐτῷ· Οὐ παραχωρῶ σοι εἰ μὴ εἴπῃς μοι τί ἐποιήσας, ἢ τί ἐνεθυμήθης | |
30 | τὴν νύκτα ταύτην. Ὁ δὲ ἀδελφὸς, μηδὲν ἑαυτῷ συνειδὼς πεπραχέναι, ἠπόρει εἰπεῖν. Λέγει δὲ τῷ πατρί· Ἀββᾶ, οὐδὲν ἐποίησα εἰ μὴ μόνον τοῦτο· Ὅτι ὀχληθεὶς ὑπὸ τῶν λογισμῶν ἑπτάκις, ἀνα‐ χωρῆσαι χωρὶς τῆς σῆς ἀναλύσεως, οὐκ ἀπῆλθον. Ἀκούσας δὲ τοῦτο ὁ γέρων, ἐνόησεν ὅτι ὁσάκις ἀντεμαχήσατο τῷ λογισμῷ, ἐστεφανώθη | |
35 | ὑπὸ τοῦ θεοῦ, καὶ τῷ μὲν ἀδελφῷ οὐδὲν τούτων ἐλάλησεν, ὠφελείας δὲ χάριν διηγήσατο αὐτὰ πατράσι πνευματικοῖς, ἵνα μάθωμεν ὅτι μικρῶν ἐνθυμήσεων στεφάνους ἡμῖν ὁ θεὸς χαρίζεται. Καλὸν οὖν τὸ βιάζεσθαι ἑαυτὸν διὰ τὸν θεόν. Βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρά‐ νων, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. | |
212 | Ἠσθένησέ τις γέρων ποτὲ εἰς τὰ κελλία, καθεζόμενος κατα‐ μόνας καὶ μὴ ἔχων τὸν ὑπηρετοῦντα αὐτῷ. Καὶ ἀνιστά‐ μενος, εἴ τι εὕρισκεν ἐν τῷ κελλίῳ μετελάμβανεν. Μείναντος οὖν αὐτοῦ ἐπὶ πολλὰς ἡμέρας, οὐδεὶς ἤρχετο εἰς ἐπίσκεψιν αὐτοῦ. Πληρω‐ | |
5 | θεισῶν δὲ ἡμερῶν τριάκοντα, καὶ μηδενὸς ἐλθόντος πρὸς αὐτὸν, ἀπέ‐ στειλεν ὁ θεὸς ἄγγελον ὑπηρετεῖν αὐτῷ. Καὶ ὡς ἔμεινεν ἡμέρας ἑπτὰ, ἐμνήσθησαν οἱ πατέρες τοῦ γέροντος καὶ εἶπον· Μήπως ἀπέθανεν ὁ δεῖνα ὁ γέρων; Ὡς οὖν ἦλθον καὶ ἔκρουσαν ὑπεχώρησεν ὁ ἄγγελος. Ὁ δὲ γέρων ἔκραξεν ἔσωθεν· Ὑπάγετε ἐντεῦθεν ἀδελφοί. Καταβαλόντες δὲ | |
10 | τὴν θύραν, εἰσῆλθον καὶ ἠρώτων αὐτὸν διατί ἔκραζεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅτι τριάκοντα ἡμέρας εἶχον κοπιῶν, καὶ οὐδεὶς ἐπεσκέψατό με, καὶ ἰδοὺ ἑπτὰ ἡμέραι εἰσὶν ἐξ οὗ ἀπέστειλεν ὁ θεὸς ἄγγελον ὑπηρε‐ τεῖν μοι, καὶ ὡς ἤλθετε, ἀπέστη ἀπ’ ἐμοῦ. Καὶ ταῦτα εἰπὼν, ἐκοιμήθη. Οἱ δὲ ἀδελφοὶ θαυμάσαντες, ἐδόξασαν τὸν θεὸν, ὅτι οὐκ ἐγκαταλιμ‐ | |
15 | πάνει κύριος τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν. | |
213 | Εἶπεν γέρων· Ἐὰν φθάσῃ ἀῤῥωστία σώματος, μὴ ὀλιγώρει, εἰ γὰρ θέλει σε ὁ δεσπότης σου κακοῦσθαι τῷ σώματι σὺ τίς εἶ ὁ δυσχεραίνων· οὐκ αὐτός σου φροντίζει ἐν πᾶσιν; μὴ πάρεξ αὐτοῦ ζῇς; ἀνεξικακεῖ οὖν, καὶ παρακάλει αὐτὸν παρασχεῖν σοι τὰ συμφέροντα. | |
5 | Τοῦτό ἐστι τὸ θέλημα αὐτοῦ· κάθου μετὰ μακροθυμίας, φάγε ἀγάπην. | |
214 | Διηγήσατό τις τῶν πατέρων ὅτι ὄντος μου ἐν Ὀξυρύγχῳ, ἦλθον ἐκεῖ πτωχοὶ ἐν σαββάτῳ ὀψὲ, ἵνα λάβωσιν ἀγάπην. Καὶ κοιμωμένων ἡμῶν, ἦν ἐκεῖ τις ἔχων ψιάθιν μόνον, τὸ ἥμισυ ὑποκάτω καὶ τὸ ἥμισυ ἐπάνω αὐτοῦ. Ἦν δὲ ψύχρα πολλή. Καὶ | |
5 | ἐξελθὼν εἰς ὕδωρ ἤκουσα αὐτοῦ ὀδυνωμένου ἀπὸ τοῦ πολλοῦ ψύχους, καὶ παρεκάλει ἑαυτὸν λέγων· Ἐυχαριστῶ σοι, κύριε, πόσοι εἰσὶν ἄρτι ἐν τῇ φυλακῇ πλούσιοι σίδηρα φοροῦντες, ἄλλοι δὲ τοὺς πόδας ἠσφα‐ λισμένοι εἰς ξύλον, μηδὲ τὸ ὕδωρ ἑαυτῶν δυνάμενοι ποιῆσαι. Ἐγὼ δὲ ὡς βασιλεὺς εἰμὶ ἐκτείνων τοὺς πόδας. Καὶ ταῦτα ἀκούσας διηγη‐ | |
10 | σάμην τοῖς ἀδελφοῖς καὶ ὠφελήθησαν. | |
215 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Ἐὰν ἔλθῃ μοι θλίψις, καὶ μὴ ἔχω εἴς τινα πληροφορίαν τοῦ ἀναγγεῖλαι, τί ποιήσω; Λέγει ὁ γέρων· Πιστεύω τῷ θεῷ ὅτι πέμπει τὴν χάριν αὐτοῦ καὶ βοηθεῖ σοι, ἐὰν ἐν ἀληθείᾳ δεηθῇς. Ἤκουσα γὰρ ὅτι γέγονεν ἐν | |
5 | Σκήτει πρᾶγμα τοιοῦτον· Ἦν τίς ἀγωνιστής· καὶ μὴ ἔχων πληρο‐ φορίαν πρός τινα, ἡτοίμασε τὸ μηλωτάριον αὐτοῦ ἀναχωρῆσαι, καὶ ἰδοὺ ἐφάνη αὐτῷ ἡ χάρις τοῦ θεοῦ ὡς παρθένος, καὶ παρεκάλεσεν αὐτὸν λέγουσα· Μηδαμοῦ ἀπέλθῃς ἀλλὰ κάθου ὧδε μετ’ ἐμοῦ, οὐδὲν γὰρ κακὸν γέγονεν ὧν ἤκουσας. Πεισθεὶς δὲ ἐκάθισεν, καὶ εὐθέως ἐθερα‐ | |
10 | πεύθη αὐτοῦ ἡ καρδία. | |
T216-253 | Περὶ διακρίσεως. | |
216 | Ἀδελφὸς ἠρώτησέ τινα τῶν πατέρων, εἰ μιαίνεταί τις λογιζόμενος ῥυπαρὸν λογισμόν. Ἐξετάσεως δὲ περὶ τούτου γενομένης, οἱ μὲν ἔλεγον· ναὶ, μιαίνεται· οἱ δὲ οὐχὶ, ἐπεὶ οὐ δυνάμεθα σωθῆναι ἡμεῖς οἱ ἰδιῶται, ἀλλὰ τοῦτό ἐστιν· τὸ μὴ πράξαι αὐτὰ σωματικῶς. | |
5 | Ὁ δὲ ἀδελφὸς ἀπελθὼν εἰς δοκιμώτερον γέροντα ἠρώτησεν αὐτὸν περὶ τούτου. Λέγει αὐτῷ ὁ γέρων· πρὸς τὸ μέτρον ἑκάστου ζητεῖται παρ’ αὐτοῦ. Παρεκάλεσεν οὖν ὁ ἀδελφὸς τὸν γέροντα λέγων· Διὰ τὸν κύριον, διάλυσον τὸν λόγον τοῦτον. Λέγει αὐτῷ ὁ γέρων· Ἰδού, φησι, κεῖται ἐνταῦθα σκεῦος ἐπιθυμητὸν, καὶ εἰσῆλθον ὧδε δύο ἀδελφοί· εἷς | |
10 | ἔχων μέτρα μεγάλα, ὁ δὲ ἕτερος ἥσσονα· Ἐὰν εἴπῃ ὁ λογισμὸς τοῦ τελείου· ἤθελον ἔχειν τὸ σκεῦος τοῦτο, μὴ ἐπιμείνῃ δὲ ἀλλὰ ταχέως ἀποκόψῃ, οὐκ ἐμιάνθη. Ὁ δὲ μήπω φθάσας εἰς μεγάλα μέτρα ἐὰν ἐπιθυμήσῃ μὲν καὶ ἀδολεσχήσῃ ἐν τῷ λογισμῷ, μὴ ἄρῃ δὲ αὐτὸ, οὐκ ἐμιάνθη. | |
217 | Εἶπεν γέρων· ὅτι ποτέ τις ὠλίσθησεν εἰς βαρὺ ἁμάρ‐ τημα, καὶ κατανυγεὶς εἰς μετάνοιαν, ἀπῆλθεν ἀναγγεῖλαί τινι γέροντι, καὶ οὐκ εἶπεν αὐτῷ τὴν πρᾶξιν, ἀλλ’ ἐάν τινι ἀναβῇ λογισμὸς τοιόσδε, ἔχει σωτηρίαν; Ἀπεκρίθη αὐτῷ ἐκεῖνος ἄπειρος ὢν διακρίσεως· ἀπώλε‐ | |
5 | σεν αὐτοῦ τὴν ψυχήν. Οὕτως ἀκούσας ὁ ἀδελφὸς εἶπεν· Εἰ ἀπωλόμην ὑπάγω καλῶς τὸν κόσμον. Ἀπερχόμενος δὲ ἐνεθυμήθη ἀπελθεῖν καὶ ἀναγγεῖλαι τοὺς λογισμοὺς αὐτοῦ τῷ ἀββᾷ Σιλουανῷ. Ἦν δὲ οὗτος ὁ ἀββᾶς Σιλουανὸς διορατικὸς μέγας. Ἐλθὼν οὖν πρὸς αὐτὸν ὁ ἀδελφὸς, εἶπεν αὐτῷ τὴν πρᾶξιν, ἀλλὰ τῷ αὐτῷ σχήματι· ἐὰν | |
10 | ἀναβῶσι τινὶ λογισμοὶ τοιοῦτοι, ἔχει σωτηρίαν; Ἀνοίξας δὲ τὸ στόμα ὁ πατὴρ ἀπὸ τῶν γραφῶν, ἤρξατο λέγειν· ὅτι οὐ πάντως κρίμα ἐστὶ τοῦτο τοῖς λογιζομένοις. Ἀκούσας δὲ τοῦτο ὁ ἀδελφὸς καὶ εὔελπις γενόμε‐ νος ἀνήγγειλεν αὐτῷ καὶ τὴν πρᾶξιν. Ἀκούσας δὲ ὁ πατὴρ, ὡς καλὸς ἰατρὸς κατέπλασεν αὐτοῦ τὴν ψυχὴν ἐκ τῶν θείων γραφῶν, ὅτι ἐστὶ | |
15 | μετάνοια τοῖς γνησίως ἐπιστρέφουσι πρὸς τὸν Θεὸν καὶ παραβαλόντος τοῦ ἀββᾶ μου πρὸς τὸν πατέρα διηγήσατο αὐτῷ ταῦτα καὶ ἔλεγεν· Ἰδοῦ ὁ ἀπελπίσας ἑαυτὸν καὶ μέλλων ὑπάγειν εἰς τὸν κόσμον ὡς ἀστήρ ἐστι μεταξὺ τῶν ἀδελφῶν. Ταῦτα διηγησάμην ἵνα οἴδαμεν ποῖον κίνδυνον ἔχει τὸ ἀδιακρίτοις ἀναγγέλλειν εἴτε λογισ‐ | |
20 | μοὺς εἴτε παραπτώματα. | |
218 | Εἶπεν γέρων· οὐ τὸ εἰσέρχεσθαι λογισμοὺς εἰς ἡμᾶς τοῦτο ἡμῖν κατάκριμα, ἀλλὰ τὸ κακῶς χρᾶσθαι τοῖς λογισμοῖς, ἔστι γὰρ ἐκ τῶν λογισμῶν ναυαγῆσαι καὶ ἔστιν ἐκ τῶν λογισμῶν στεφανω‐ θῆναι. | |
219 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· τί ποιήσω ὅτι πολλοὶ οἱ λογισμοὶ οἱ πολεμοῦντές με καὶ οὐκ οἶδα πῶς πολεμήσω πρὸς αὐτούς. Λέγει αὐτῷ ὁ γέρων· Μὴ πολεμήσης πρὸς αὐ‐ τοὺς ἀλλὰ πρὸς ἕνα. Πάντες γὰρ οἱ λογισμοὶ τῶν μοναχῶν, ἔχουσιν | |
5 | ἕνα κεφαλήν. Πρὸς αὐτὴν οὖν τὴν κεφαλὴν χρὴ κατανοεῖν ποῖά ἐστι, καὶ πρὸς ἐκείνην πολεμεῖν, καὶ οὕτως οἱ λογισμοὶ ταπεινοῦνται. | |
220 | Πρὸς τοὺς κακοποιοὺς λογισμοὺς ὁ αὐτὸς ἀπεκρίνατο· Παρακαλῶ, ἀδελφοὶ, ἵνα ὡς ἐπαυσάμην τὰς πράξεις, παύσωμεν καὶ τὰς ἐνθυμήσεις. | |
221 | Εἶπεν γέρων Ὁ ἔρημον οἰκῆσαι βουλόμενος διδα‐ κτικὸς ὀφείλει εἶναι, οὐ διδασκαλίας χρῄζων, ἵνα μὴ ζημιοῦται. | |
222 | Ἠρωτήθη γέρων· πῶς εὕρω τὸν θεόν; Καὶ εἶπεν· Ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν κόποις, ἐν ἐλέει, πρὸς ἐπὶ τούτοις καὶ ἐν διακρίσει. Λέγω δέ σοι ὅτι πολλοὶ ἔθλιψαν τὴν σάρκα αὐτῶν ἐν ἀδιακρισία καὶ ἀπῆλθον κενοὶ μηδὲν ἔχοντες, τὸ στόμα ἡμῶν | |
5 | ὄζει ἀπὸ νηστείας τὰς γραφὰς ἤρκαμεν ἀπὸ στήθους, τὸν Δαυὶδ ἐτελέ‐ σαμεν, καὶ ἃ ζητεῖ ὁ θεὸς οὐκ ἔχομεν· τὴν ἀγάπην καὶ τὴν ταπείνωσιν. | |
223 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Ἀββᾶ, ἰδοὺ παρα‐ καλῶ τοὺς γέροντας καὶ λέγουσί μοι περὶ τῆς σωτηρίας τῆς ψυχῆς μου, καὶ οὐδὲν κατέχω ἐκ τῶν λόγων αὐτῶν. Τί οὖν καὶ παρακαλῶ αὐτοὺς μηδὲν ποιῶν; ὅλος γάρ εἰμι ἀκαθαρσία. Ἦσαν δὲ | |
5 | ἐκεῖ ἀγγεῖα δύο κοῦφα, καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε φέρε ἓν τῶν ἀγγείων καὶ βάλε ἔλαιον καὶ κλύσον αὐτό· καὶ μετάβαλε καὶ θὲς εἰς τὸν τόπον αὐτοῦ. Ἐποίησε δὲ οὕτως ἅπαξ καὶ δὶς, καὶ λέγει αὐτῷ· Φέρε ἄρτι τὰ δύο ὁμοῦ, καὶ ἴδε ποῖον καθαρώτερόν ἐστιν. Λέγει αὐτῷ ὁ ἀδελφός· Ὅπου τὸ ἔλαιον ἔβαλον. Λέγει αὐτῷ ὁ γέρων· οὕτως ἐστὶ | |
10 | καὶ ἡ ψυχὴ, ἐὰν γὰρ οὐδὲν κατέχει ἐξ ὧν ἔρωτα, ἀλλὰ πλέον καθαρί‐ ζεται τοῦ μὴ ἐρωτῶντος ὅλως. | |
224 | Ἀδελφὸς ἐκαθέζετο ἡσυχάζων καὶ ἤθελον αὐτὸν οἱ δαίμονες πλανῆσαι προφάσει ἀγγέλων φανέντες, καὶ ἤγειραν αὐτὸν εἰς σύναξιν, καὶ φῶς ἐδείκνυον αὐτῷ. Παρέβαλε δέ τινι γέροντι, καὶ εἶπεν αὐτῷ· Ἀββᾶ, οἱ ἄγγελοι ἔρχονται μετὰ φωτὸς καὶ | |
5 | ἐγείρουσί με εἰς σύναξιν. Λέγει αὐτῷ ὁ γέρων· Μὴ ἀκούσῃς αὐτῶν, τέκνον, δαίμονες γάρ εἰσιν, ἀλλ’ ὅτε ἔρχονται ἐξυπνίσαι σε, λέγε· Ἐγὼ ὅτε θέλω ἐγείρομαι, ὑμῶν δὲ οὐκ ἀκούω. Λαβὼν δὲ ὁ ἀδελφὸς τὴν παραγγελίαν τοῦ γέροντος, ἀπῆλθεν εἰς τὸ κελλίον αὐτοῦ, καὶ τῇ ἐπιούσῃ νυκτὶ, πάλιν κατὰ τὸ ἔθος ἐλθόντες οἱ δαίμονες, ἤγειραν αὐτόν. | |
10 | Ὁ δὲ ὡς παρηγγέλθη ὑπὸ τοῦ γέροντος ἀπεκρίθη αὐτοῖς λέγων· Ὅτε θέλω ἐγείρομαι, ὑμῶν δὲ οὐκ ἀκούω. Οἱ δὲ εἶπον αὐτῷ· Ὁ κακόγηρος ἐκεῖνος ὁ ψεύστης ἐπλάνησέν σε, ἧλθε γὰρ πρὸς αὐτὸν ἀδελφὸς θέλων χρήσασθαι κέρμα, καὶ ἔχων ἐψεύσατο λέγων· οὐκ ἔχω, καὶ οὐκ ἔδωκεν αὐτῷ· ἐκ τούτου μάθε ὅτι ψεύστης ἐστίν. Ὀρθρίσας δὲ ὁ | |
15 | ἀδελφὸς, ἦλθε πρὸς τὸν γέροντα καὶ ἀνήγγειλεν αὐτῷ ταῦτα. Εἶπεν δὲ ὁ γέρων· ὅτι μὲν εἶχον κέρμα ὁμολογῶ. Καὶ ἦλθεν ὁ ἀδελφὸς ζητῶν καὶ οὐκ ἔδωκα. ᾜδειν γὰρ ὅτι ἐὰν δῶ αὐτῷ, εἰς ζημίαν ψυχῆς ἐρχό‐ μεθα, ἐλογισάμην οὖν παραβῆναι ἐντολὴν μίαν, καὶ μὴ παραβῆναι δέκα καὶ ἐλθεῖν εἰς θλίψιν, σὺ δὲ τῶν δαιμόνων τῶν θελόντων σε πλανῆσαι | |
20 | μὴ ἀκούσῃς. Καὶ πολλὰ στηριχθεὶς ὑπὸ τοῦ γέροντος ἀπῆλθεν εἰς τὴν κέλλαν αὐτοῦ. | |
225 | Εἶπεν γέρων· Ἡ ζωὴ τοῦ μοναχοῦ ἐστίν· ὑπακοὴ, μελέτη, μὴ κρίνειν, μὴ καταλαλεῖν, μὴ γογγύζειν, γέγραπται γάρ· οἱ ἀγα‐ πῶντες τὸν κύριον μισεῖτε πονηρόν. Τοῦ μοναχοῦ γὰρ ὁ βίος ἐστίν· Μὴ ἐπιβαίνειν ἐπ’ ἀδίκῳ, μὴ βλέπειν τοῖς ὀφθαλμοῖς | |
5 | κακά· μὴ περιεργάζεσθαι, μηδὲ ἀκούειν ἀλλότρια, μηδὲ ταῖς χερσὶν ἁρπάζειν, ἀλλὰ μᾶλλον διδόναι, μηδὲ τῇ καρδίᾳ ὑπερηφανεύεσθαι, μηδὲ τῷ λογισμῷ πονηρεύεσθαι, μηδὲ τὴν κοιλίαν πληροῖν, ἐν διακρί‐ σει δὲ πάντα πράττειν, ἐν τούτοις ὁ μοναχός. | |
226 | Διηγήσαντό τινες τῶν πατέρων περὶ μεγάλου γέροντος· ὅτι εἰ ἤρχετό τις ἐρωτῆσαι αὐτῷ λόγον, ἔλεγεν αὐτῷ μετὰ ἕξεως· Ἰδοὺ ἐγὼ λαμβάνω τὸ πρόσωπον τοῦ θεοῦ καὶ κάθημαι ἐπὶ θρόνου κρίσεως. Τί οὖν θέλεις ἵνα ποιήσω σοι; ἐὰν εἴπῃς· ἐλέησόν με, λέγει | |
5 | σοι ὁ θεός· Εἰ θέλεις ἵν ἐλεήσω σε, ἐλέησον καὶ σὺ τὸν ἀδελφόν σου, εἰ θέλεις ἵνα συγχωρήσω σοι συγχώρησον καὶ σὺ τῷ πλη‐ σίον σου. Μὴ ἔστιν ἀδικία παρὰ τῷ θεῷ, μὴ γένοιτο, ἀλλ’ ἐν ἡμῖν ἐστιν ἐὰν θέλωμεν σωθῆναι. | |
227 | Ἔλεγον περί τινος τῶν γερόντων εἰς τὰ κελλία· ὅτι ἦν μέγας πονικὸς, καὶ ὡς ἐποίει τὴν σύναξιν αὐτοῦ συνέβη ἄλλον τινὰ τῶν ἁγίων παραβαλεῖν αὐτῷ, καὶ ἤκουσεν αὐτοῦ ἔξωθεν μαχομένου μετὰ τῶν λογισμῶν αὐτοῦ, καὶ λέγοντος· Ἕως πότε, δι’ ἕνα λόγον, | |
5 | ὅλα ἐκεῖνα ἀπῆλθον; Ὁ δὲ ἐνόμιζεν ὅτι μετὰ ἄλλου τινὸς μάχεται, | |
καὶ ἔκρουσεν ὥστε εἰσελθεῖν καὶ εἰρηνεῦσαι αὐτούς. Εἰσελθὼν δὲ καὶ ἰδὼν ὅτι οὐδεὶς ἄλλος ἐστὶν ἔσω, καὶ ἔχων παῤῥησίαν μετὰ τοῦ γέροντος εἶπεν αὐτῷ· Μετὰ τινὸς ἐμάχου, ἀββᾶ; Ὁ δὲ εἶπεν· Μετὰ τοῦ λογισμοῦ μου, ὅτι δεκατέσσαρας βίβλους οἴδα ἐκ στήθους, | ||
10 | καὶ ἕνα λόγον οἰκτρὸν ἤκουσα ἔξω, καὶ ὡς ἦλθον βαλεῖν τὴν σύναξίν μου, ὅλα ἐκεῖνα ἤργησαν, καὶ τοῦτο μόνον ἦλθεν ἔμπροσθέν μου ἐν τῇ ὥρᾳ τῆς συνάξεως, καὶ διὰ τοῦτο ἐμαχόμην τῷ λογισμῷ. | |
228 | Εἶπεν γέρων· Οἱ προφῆται τὰ βιβλία ἐποίησαν, καὶ ἦλθον οἱ πατέρες ἡμῶν καὶ ἠργάσαντο αὐτά· οἱ μετ’ αὐτοὺς ἐξέλαβον αὐτὰ ἐκ στήθους, ἦλθε δὲ ἡ γενεὰ αὕτη καὶ ἔγραψεν αὐτὰ καὶ ἔθηκεν εἰς τὰς θυρίδας ἀργά. | |
229 | Ἀδελφοὶ ἀπὸ κοινοβίου ἐξελθόντες παρέβαλον εἰς τὴν ἔρημον πρὸς ἀναχωρητήν. Ὁ δὲ ἐδέξατο αὐτοὺς μετὰ χαρᾶς, καὶ ὡς ἔθος ἐστὶ τοῖς ἐρημίταις ἰδὼν αὐτοὺς ἀπὸ κόπου παρέθηκεν τράπεζαν παρὰ τὴν ὥραν καὶ εἴτι εἶχε παρέθηκεν αὐτοῖς καὶ ἀνέπαυσεν | |
5 | αὐτοὺς, καὶ ὅτε ἐγένετο ὀψὲ ἔβαλον τοὺς δώδεκα ψαλμοὺς, ὁμοίως δὲ καὶ τὴν νύκτα. Ὡς δὲ ὁ γέρων καταμόνας ἠγρύπνει, ἤκουσεν αὐτῶν ἀλλήλοις λεγόντων ὅτι οἱ ἀναχωρηταὶ εἰς τὴν ἔρημον, ἀναπαύονται πλέον ἡμῶν τῶν ἐν κοινοβίοις, καὶ μελλόντων αὐτῶν ὑπάγειν πρωῒ πρὸς τὸν γέροντα τὸν γείτονα αὐτοῦ, εἶπεν αὐτοῖς· Ἀσπάσασθε αὐτὸν ἐξ | |
10 | ἐμοῦ καὶ εἴπατε αὐτῷ· Μὴ ποτίσῃς τὰ λάχανα. Καὶ ἐποίησαν οὕτως. Ὁ δὲ ἀκούσας ἐνόησε τὸ ῥῆμα, καὶ ἐκράτησεν αὐτοὺς ἕως ἑσπέρας ἐργα‐ ζομένους νήστεις. Ὡς δὲ ἐγένετο ὀψὲ, ἐποίησε μεγάλην σύναξιν καὶ εἶπεν· Καταλύσωμεν δι’ ὑμᾶς, ὅτι ἀπὸ κόπου ἐστέ. Καὶ εἶπεν πάλιν· Καθ’ ἡμέραν μὲν ἐσθίειν οὐκ ἔχομεν ἔθος, δι’ ὑμᾶς δὲ γευ‐ | |
15 | σώμεθα μικρόν. Καὶ παρέθηκεν αὐτοῖς ἄρτους ξηροὺς καὶ ἅλας εἰπών· ὅτι χρεία ἐστὶ δι’ ὑμᾶς ἑορτὴν ποιῆσαι, καὶ ἔβαλεν ὀλίγον ὄξος εἰς τὸ ἅλας, καὶ ἀναστάντες, ἔβαλον σύναξιν ἕως πρωΐ. Καὶ λέγει αὐτοῖς· Οὐ δυνάμεθα δι’ ὑμᾶς τελέσαι ὅλον τὸν κανόνα ἵνα ἀναπαύσησθε μικρὸν ὅτι ἀπὸ ξένης ἐστέ. Πρωΐας δὲ γενομένης ἤθελον φυγεῖν· ὁ δὲ παρεκάλει | |
20 | αὐτοὺς λέγων· Μείνατε χρόνον μεθ’ ἡμῶν, εἰ δὲ μὴ, κἂν διὰ τὴν ἐντολὴν κατὰ τὸ ἔθος ἡμῶν τῆς ἐρήμου τρεῖς ἡμέρας. Οἱ δὲ ἰδόντες ὅτι οὐκ ἀπολύει αὐτοὺς, ἀναστάντες ἔφυγον λάθρα. | |
230 | Ἀδελφὸς ἠρώτησε τινὰ τῶν πατέρων λέγων· Ἐὰν συμβῇ με βαρηθῆναι ἀπὸ τοῦ ὕπνου, καὶ παρέλθῃ ἡ ὥρα τῆς συνάξεως, οὐκέτι θέλει ἡ ψυχή μου ἀπὸ αἰσχύνης βαλεῖν σύναξιν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐὰν συμβῇ σοι ἀφυπνῶσαι ἕως πρωΐας, ἀναστὰς κλεῖσον τὰς | |
5 | θύρας καὶ τὰς θυρίδας, καὶ βάλε τὴν σύναξίν σου. Γέγραπται γάρ· «Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ». Ἐν παντὶ γὰρ καιρῷ δοξά‐ ζεται ὁ θεός. | |
231 | Εἶπεν γέρων· Ἔστιν ἄνθρωπος ἐσθίων πολλὰ καὶ ἔτι πεινῶν, καὶ ἔστιν ἄλλος ὀλίγα ἐσθίων καὶ χορταζόμενος, καὶ ὁ πολλὰ ἐσθίων καὶ ἔτι πεινῶν, πλείονα μισθὸν ἔξει τοῦ ὀλίγα ἐσθίοντος καὶ χορταζομένου. | |
232 | Εἶπεν γέρων· Ἐὰν γένηται ἀναμέσον σου καὶ ἄλλου λόγος λυπηρὸς, καὶ ἀρνήσηται λέγων· «Οὐκ εἶπον τὸν λόγον τοῦτον», μὴ ἐρίσῃς μετ’ αὐτοῦ λέγων· [εἶπες]· Ἐπεὶ ἐκτρέπεται καὶ λέγει· Ναὶ εἶπον, καὶ τί; | |
233 | Ἀδελφὸς ἠρώτησε γέροντα· ὅτι ἡ ἀδελφή μου πτωχή ἐστιν. Ἐὰν δῶ αὐτῇ ἀγάπην, οὐκ ἔστιν ὡς εἰς πτωχόν; Λέγει ὁ γέρων· Οὐχί. Εἶπεν δὲ ὁ ἀδελφός· Διατί, ἀββᾶ; Ἔφη ὁ γέρων· Ὅτι τὸ αἵμα ἕλκει σε μικρόν. | |
234 | Εἶπεν γέρων· Μὴ παντὶ λόγῳ συνευδόκει μηδὲ συγκα‐ τατίθου, βραδέως πίστευε, ταχέως ἀλήθευε. | |
235 | Εἶπεν γέρων· Ὅτι εἰ καὶ ἐκοπίασαν ὧδε οἱ ἅγιοι, ἀλλ’ ἔλαβον ἤδη καὶ μέρος ἀναπαύσεως, τοῦτο δὲ ἔλεγε διὰ τὸ εἶναι αὐτοὺς ἐλευθέρους ἀπὸ τῆς τοῦ κόσμου φροντίδος. | |
236 | Εἶπεν γέρων· Ὅτι ἐὰν οἶδε μοναχὸς τόπον ἔχοντα προκοπὴν, τὰς δὲ χρείας τοῦ σώματος μετὰ κόπου, καὶ διὰ τοῦτο οὐχ ὑπάγει ἐκεῖ, ὁ τοιοῦτος οὐ πιστεύει ὅτι ἐστὶν θεός. | |
237 | Ἀδελφὸς ἠρώτησε μικρὸν μοναχὸν λέγων· Καλὸν τὸ σιωπῆσαι ἢ λαλῆσαι; Λέγει αὐτῷ τὸ παιδίον· Ἐὰν εἰσὶν οἱ λόγοι ἀργοὶ, ἀφὲς αὐτοὺς, εἰ δὲ καλοὶ, δὸς τόπον τῷ ἀγαθῷ καὶ λάλησον. Πλὴν, κἂν ἀγαθοὶ ὦσι, μὴ χρονίσῃς, ἀλλὰ ταχέως κόψον καὶ ἀνάπαυε. | |
238 | Ἔλεγέ τις τῶν γερόντων· Ὅτι συνηγόμεθα ἐν ἀρχῇ πρὸς ἀλλήλους, καὶ ἐλαλοῦμεν περὶ ὠφελείας, καὶ ἐγινόμεθα χοροὶ χοροὶ καὶ ἀνηρχόμεθα εἰς τὸν οὐρανόν. Νῦν δὲ συναγόμεθα καὶ εἰς καταλαλιὰν ἐρχόμεθα καὶ εἷς τὸν ἕνα κατασύρομεν εἰς βόθρον κάτω. | |
239 | Εἶπέν τις τῶν πατέρων· Εἰ μὲν ὁ ἔσω ἡμῶν ἄνθρωπος νήφει, δυνατός ἐστι φυλάξαι καὶ τὸν ἔξω, εἰ δὲ μὴ τοῦτο, ὡς ἡ δύναμίς ἐστι φυλάξωμεν τὴν γλῶσσαν. | |
240 | Ὁ αὐτὸς εἶπεν· Ἔργου χρεῖα πνευματικοῦ, ὅτι εἰς τοῦτο ἤλθομεν. Μέγας γὰρ κόπος διδάσκειν διὰ τοῦ στόματος, μὴ ποιήσαντες τὸ ἔργον τοῦ σώματος. | |
241 | Εἶπέν τις τῶν πατέρων· Ὅτι δεῖ πάντως τὸν ἄνθρωπον ἔχειν ἐντὸς αὐτοῦ ἐργασίαν. Ἐὰν μὲν οὖν εἰς ἐργασίαν θεοῦ σχολάζῃ, παραβάλλει αὐτῷ ὁ ἐχθρὸς μίαν μίαν, ἀλλ’ οὐχ εὑρίσκει τόπον τοῦ μεῖναι, ἐὰν δὲ πάλιν κυριευθῇ ἀπὸ τῆς αἰχμαλωσίας τοῦ ἐχθροῦ, παραβάλλει | |
5 | αὐτῷ τὸ πνεῦμα τοῦ θεοῦ πυκνὰ, ἀλλ’ οὐκ ἀφίομεν αὐτῷ τόπον, καὶ διὰ τὴν κακίαν ἡμῶν ἀναχωρεῖ. | |
242 | Κατῆλθον ποτὲ μοναχοὶ ἀπὸ Αἰγύπτου εἰς Σκῆτιν, παραβαλεῖν τοῖς γέρουσιν, καὶ ἰδόντες αὐτοὺς ἀπὸ λιμοῦ τῆς αὐτῶν ἀσκήσεως λάβρως ἐσθίοντας ἐσκανδαλίσθησαν. Μαθὼν δὲ τοῦτο ὁ πρεσ‐ βύτερος ἠθέλησε θεραπεῦσαι αὐτοὺς, καὶ ἐκήρυξεν ἐν τῇ ἐκκλησίᾳ | |
5 | λέγων τῷ λαῷ· Νηστεύσατε καὶ τείνατε τὴν πολιτείαν τῆς ἀσκή‐ σεως ὑμῶν, ἀδελφοί. Ἤθελον δὲ οἱ παραβαλόντες Αἰγύπτιοι ἀναχωρῆ‐ σαι, καὶ ἐκράτησεν αὐτούς· Καὶ ὡς τὴν πρώτην ἐνήστευσαν ἐσκοτώθησαν. Ἐποίησε δὲ αὐτοὺς νηστεύειν δύο δύο. Αὐτοὶ δὲ οἱ Σκητιῶται, ἐνήστευον τὴν ἑβδομάδα, καὶ γενομένου τοῦ σαββάτου ἐκάθησαν | |
10 | φαγεῖν οἱ Αἰγύπτιοι μετὰ τῶν γερόντων. Θορυβουμένων δὲ τῶν Αἰγυ‐ πτίων φαγεῖν, εἷς τῶν γερόντων ἐκράτησεν αὐτῶν τὰς χεῖρας, λέγων· Μετ’ ἐπιστήμης φάγετε ὡς μοναχοί. Εἷς δὲ ἐξ αὐτῶν ὤθησεν αὐτοῦ τὴν χεῖρα, λέγων· Ἀπόλυσόν με, ἀποθνήσκω γὰρ ὅλην τὴν ἑβδομάδα ἕψημα μὴ φαγών. Καὶ εἶπεν ὁ γέρων· Εἰ οὖν ὑμεῖς διὰ δύο ἐσθίοντες | |
15 | οὕτως ἐξελίπετε, πῶς εἰς τοὺς ἀδελφοὺς ἐσκανδαλίσθητε, οἵτινες διαπαν‐ τὸς οὕτως τὴν ἄσκησιν ἐπιτελοῦσιν. Καὶ μετενόησαν αὐτοῖς, καὶ ὠφε‐ | |
ληθέντες ἀπῆλθον μετὰ χαρᾶς. | ||
243 | Ἀδελφός τις ἀναχωρήσας καὶ λαβὼν τὸ σχῆμα, εὐθέως ἀπέκλεισεν ἑαυτὸν λέγων· ὅτι ἀναχωρητής εἰμι. Ἀκούσαν‐ τες δὲ οἱ γέροντες ἦλθον καὶ ἐξέβαλον αὐτὸν, καὶ ἐποίησαν αὐτὸν κυ‐ κλεύειν τὰ κελλία τῶν ἀδελφῶν καὶ βάλλειν μετάνοιαν καὶ λέγειν· | |
5 | Συνχωρήσατέ μοι ὅτι οὐκ εἰμὶ ἀναχωρητὴς ἀλλὰ ἀρχάριος. | |
244 | Εἶπον δὲ οἱ γέροντες ὅτι ἐὰν ἴδῃς νεώτερον τῷ θελήματι αὐτοῦ ἀναβαίνοντα εἰς τὸν οὐρανὸν, κράτησον αὐτοῦ τὸν πόδα, καὶ ῥίψον αὐτὸν ἐκεῖθεν, συμφέρει γὰρ αὐτῷ. | |
245 | Ἀδελφός τις ἔλεγε γέροντι μεγάλῳ· Ἤθελον εὑρεῖν, ἀββᾶ, γέροντα κατὰ τὸ θέλημά μου, καὶ συναποθανεῖν αὐτῷ. Καὶ λέγει αὐτῷ ὁ γέρων· Καλῶς ζητεῖς κύριέ μου. Ὁ δὲ διισχυρίζετο τῷ λογισμῷ οὕτως ἔχειν, οὐκ ἐνόει δὲ τὸν λογισμὸν τοῦ γέροντος. Καὶ | |
5 | ὡς εἶδεν αὐτὸν ὁ γέρων νομίζοντα καλῶς κρατεῖν, λέγει αὐτῷ· Ἐὰν εὕρῃς γέροντα κατὰ τὸ θέλημά σου θέλεις μεῖναι μετ’ αὐτοῦ; ὁ δὲ ἔφη· Ναὶ, καὶ πάνυ ὃ ἐὰν εὕρω κατὰ τὸ θέλημά μου. Λέγει αὐτῷ ὁ γέρων· οὐχ’ ἵνα ἀκολουθήσῃς κατὰ τὸ θέλημα τοῦ γέροντος, ἀλλ’ ἵνα αὐτὸς τῷ σῷ θελήματι ἀκολουθήσῃ, οὕτως ἀναπαύῃ; αἰσθηθεὶς δὲ ὁ | |
10 | ἀδελφὸς ὃ ἔλεγεν, ἀνέστη καὶ ἔβαλε μετάνοιαν λέγων· Συγχώρησόν μοι, ὅτι μεγάλα ἐκαυχώμην νομίζων καλῶς λέγειν μηδὲν κρατῶν. | |
246 | Δύο ἀδελφοὶ κατὰ σάρκα ἀνεχώρησαν. Πρῶτος δὲ ἦν εἰς τὸ σχῆμα ὁ μικρότερος τῇ ἡλικίᾳ. Ἐλθόντος δέ τινος τῶν πατέρων παραβαλεῖν αὐτοῖς, ἔθηκαν τὴν λεκάνην, καὶ ἦλθεν ὁ μικρότερος νίψαι τὸν γέροντα· ὁ δὲ γέρων κρατήσας αὐτοῦ τὴν χεῖρα | |
5 | μετέστησεν αὐτὸν καὶ τὸν μειζότερον ἔστησεν. Καὶ εἶπον οἱ παρεστῶτες γέροντες· ὁ μικρότερος, ἀββᾶ, πρῶτος ἐστὶν εἰς τὸ σχῆμα. Καὶ λέγει αὐτοῖς ὁ γέρων· ἐγὼ αἴρω τὸ πρωτεῖον τοῦ μικροτέρου, καὶ ἐπιβάλλω τῇ ἡλικίᾳ τοῦ μειζοτέρου. | |
247 | Εἶπεν γέρων· Ἐάν τις μείνῃ ἐν τόπῳ καὶ μὴ ποιήσῃ τὸν καρπὸν τοῦ τόπου, ὁ τόπος διώκει αὐτὸν ὡς μὴ ποιοῦντα τὸ | |
ἔργον τοῦ τόπου. | ||
248 | Εἶπεν γέρων· Ἐάν τις ποιήσῃ πρᾶγμα ἀκολουθῶν τῷ θελήματι αὐτοῦ καὶ οὐκ ἔστι κατὰ θεὸν, ἐν ἀγνοίᾳ δέ ἐστιν, ὕστερον πάντως δεῖ αὐτὸν ἐλθεῖν εἰς τὴν ὁδὸν τοῦ θεοῦ. Ὁ δὲ κρατῶν θέλημα οὐ κατὰ θεὸν, οὔτε παρ’ ἀλλῶν θέλων ἀκοῦσαι, ἀλλ’ ὡς | |
5 | εἰδὼς τὰ ἑαυτοῦ νομίζει. Ὁ τοιοῦτος κόπῳ ἔρχεται εἰς τὴν ὁδὸν τοῦ θεοῦ. | |
249 | Ἠρωτήθη γέρων· τί ἐστιν ἡ ὁδὸς ἡ στενὴ καὶ τεθλιμ‐ μένη; Καὶ ἀποκριθεὶς εἶπεν· Ἡ ὁδὸς ἡ στενὴ αὕτη ἐστίν· Τὸ βιάζεσθαι τοὺς λογισμοὺς ἑαυτοῦ, καὶ κόπτειν τὸ ἴδιον θέλημα, καὶ τοῦτό ἐστι τὸ ἰδοὺ ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. | |
250 | Εἶπεν γέρων· Ὥσπερ ἡ τάξις τῶν μοναχῶν προτιμω‐ τέρα τῶν κοσμικῶν ἐστιν, οὕτως καὶ ὁ ξένος μοναχὸς ὀφείλει εἶναι ἔσοπτρον τοῖς ἐντοπίοις μοναχοῖς κατὰ πάντα τρόπον. | |
251 | Εἶπέν τις τῶν πατέρων· Ἐὰν μείνῃ ἐργάτης εἰς τόπον ὅπου οὐκ εἰσὶν ἐργάται, οὐ δύναται προκόψαι, τοῦτο δὲ δύναται τοῦ ἀγωνίσασθαι μὴ καταβῆναι κάτω, καὶ ἀργὸς πάλιν ἐὰν μείνῃ μετὰ ἐργατῶν, ἐὰν νήφῃ προκόπτει, ἐὰν δὲ μὴ, κάτω οὐκ ἔρχεται. | |
252 | Εἶπε γέρων· ὅτι ἡ ψυχὴ ἐὰν λόγον ἔχῃ, ἔργον δὲ οὐκ ἔχῃ, ἔοικε δένδρῳ ἔχοντι φύλλα, καρπὸν δὲ οὔ. Ὥσπερ γὰρ δένδρον πλῆρες καρπῶν εὐθαλὴ δὲ αὐτοῦ ἐστι καὶ τὰ φύλλα, οὕτως ἁρμόζει λόγος ψυχῇ ἐχούσῃ ἀγαθὴν ἐργασίαν. | |
253 | Εἶπεν γέρων· Εἴ τι μισεῖς, ἑτέρῳ μὴ ποιήσῃς, μισεῖς ἐάν τίς σου καταλαλήσῃ; μηδὲ σὺ καταλαλήσῃς τινός. Μισεῖς ἐάν τίς σου συκοφαντήσῃ; μηδὲ σὺ συκοφαντήσῃς τινά. Μισεῖς ἐάν τίς σε ἐξουδενώσῃ, ἢ ὑβρίσῃ ἢ ἁρπάσῃ σοῦ τι, ἢ ὅσα ἐστὶ | |
5 | τοιαῦτα; καὶ σὺ ἓν τούτων μὴ ποιήσῃς τινί. Ὁ τοῦτον τὸν λόγον δυνά‐ | |
μενος βαστάσαι εἰς σωτηρίαν ἀρκεῖ αὐτῷ. | ||
T254-255 | Ὅτι φυλάττεσθαι χρὴ τὸ μηδένα κρίνειν. | |
254 | Ἀναχωρητῇ τινι παρέβαλε πρεσβύτερος τοῦ κλήρου, ποιῶν αὐτῶ τῶν ἁγίων μυστηρίων τὴν προσφοράν. Ἐλθὼν δέ τις πρὸς τὸν ἀναχωρητὴν διέβαλε τὸν πρεσβύτερον. Ἐλθόντος οὖν τοῦ πρεσβυ‐ τέρου κατὰ τὴν συνήθειαν ποιῆσαι τὴν προσφορὰν, σκανδαλισθεὶς ὁ | |
5 | ἀναχωρητὴς οὐκ ἤνοιξεν, ἀπῆλθε δὲ ὁ πρεσβύτερος καὶ ἰδοὺ φωνὴ γέγονε πρὸς τὸν ἀναχωρητὴν λέγουσα· ᾞραν οἱ ἄνθρωποι τὸ κρίμα μου. Ἐγένετο δὲ ὡς ἐν ἐκστάσει, καὶ ὁρᾷ λάκκον χρυσοῦν καὶ σχοινίον χρυσοῦν, καὶ κάδον χρυσοῦν, καὶ ὕδωρ πάνυ καλόν. Ὁρᾷ δέ τινα κελεφὸν ἀντλοῦντα καὶ μεταβάλλοντα, καὶ βουλόμενος πιεῖν οὐκ | |
10 | ἔπινε, διὰ τὸ κελεφὸν εἶναι τὸν ἀντλοῦντα. Καὶ ἰδοὺ φωνὴ πρὸς αὐτὸν πάλιν λέγουσα· Διατί οὐ πίνεις ἐκ τοῦ ὕδατος; τί πρᾶγμα ἔχει ὁ κελε‐ φὸς ἀντλῶν; ἀντλεῖ μόνον καὶ μεταβάλλει. Ἐλθὼν δὲ εἰς ἑαυτὸν ὁ ἀναχωρητὴς καὶ διακρίνας τὴν δύναμιν τῆς ὀπτασίας, καλεῖ τὸν πρεσβύ‐ τερον, καὶ ποιεῖ αὐτὸν, ὡς τὸ πρότερον, ποιεῖν αὐτῷ τὴν προσφοράν. | |
255 | Ἐγένοντο δύο ἀδελφοὶ μεγαλοὶ ἐν κοι‐ νοβίῳ καὶ κατηξιώθησαν ἕκαστος τοῦ ὁρᾶν χάριν θεοῦ τινα ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ. Ἐγένετο δέ ποτε ἕνα ἐξ αὐτῶν ἐξελθεῖν ἐν ἡμέρᾳ παρασκευῇ ἔξωθεν τοῦ κοινοβίου καὶ εἶδέ τινα ἀπὸ πρωΐας ἐσθίοντα, | |
5 | καὶ εἶπεν αὐτῷ· Ἐν ταύτῃ τῇ ὥρᾳ ἐσθίεις ἐν παρασκευῇ; Καὶ τὰ ἑξῆς ἐγένετο σύναξις κατὰ τὸ ἔθος. Ἀτενίσας δὲ ὁ ἀδελφὸς αὐτοῦ, εἶδε τὴν χάριν ἀποστάσαν ἀπ’ αὐτοῦ καὶ ἐλυπήθη, καὶ ὡς ἦλθον εἰς τὸ κελλίον λέγει αὐτῷ· Τί ἔπραξας, ἄδελφε, οὐ γὰρ εἶδον, ὡς πρὸ τούτου, ἐπὶ σὲ τὴν χάριν τοῦ θεοῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἐγὼ οὔτε ἐν πράξει | |
10 | οὔτε ἐν λογισμῷ σύνοιδά τι πονηρὸν ἐμαυτῷ. Λέγει αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· Οὔτε λόγον τινὰ ἐλάλησας; καὶ μνησθεὶς εἶπεν· Χθὲς εἶδον τινὰ ἐσθίοντα ἔξω τοῦ κοινοβίου πρωῒ, καὶ εἶπον αὐτῷ· Ἐν ταύτῃ τῇ ὥρᾳ ἐσθίεις ἐν παρασκευῇ; Αὕτη ἐστὶν ἡ ἁμαρτία μοὺ, ἀλλὰ συγκοπίασόν μοι δύο ἑβδομάδας καὶ παρακαλέσωμεν τὸν θεὸν ἵνα μοι | |
15 | συγχωρήσῃ, καὶ ἐποίησαν οὕτως, καὶ μετὰ τὰς δύο ἑβδομάδας, εἶδεν ὁ ἀδελφὸς τὴν χάριν τοῦ θεοῦ ἐλθοῦσαν εἰς τὸν ἀδελφὸν αὐτοῦ, καὶ | |
παρεκλήθησαν καὶ τῷ θεῷ εὐχαρίστησαν. | ||
T256-263 | Περὶ τοῦ μηδὲν εἰς ἐπίδειξιν ποιεῖν, καὶ πλεονεξίαν ἀποστρέφεσθαι. | |
256 | Ποτὲ εἰς τὰ κελλία ἑορτῆς γενομένης, ἤσθιον οἱ ἀδελφοὶ ἐν τῇ ἐκκλησίᾳ, ἦν δὲ ἐκεῖ ἀδελφὸς καὶ εἶπεν τῷ ὑπερετοῦντι· Οὐκ ἐσθίω ἕψημα, ἀλλὰ ἅλας, καὶ ἐφώνησεν ὁ διακονῶν ἄλλῳ ἀδελφῷ ἔμπροσθεν τοῦ λαοῦ λέγων· Ὁ δεῖνα ὁ ἀδελφὸς οὐκ ἐσθίει | |
5 | ἕψημα, φέρε αὐτῷ ἅλας. Καὶ ἀνέστη τις τῶν γερόντων καὶ εἶπεν αὐτῷ· Συνέφερέ σοι σήμερον ἐν τῷ κελλίῳ σου φαγεῖν κρέα, ἢ ἀκοῦσαι τὴν φωνὴν ταύτην ἐνώπιον τοῦ λαοῦ. | |
257 | Ἀδελφὸς ἀσκητὴς μὴ ἐσθίων ἄρτον, παρέβαλέ τινι μεγάλῳ γέροντι, εὐκαίρησαν δὲ καὶ ἄλλοι ξένοι ἐκεῖ, καὶ ἐποίησεν ὁ γέρων μικρὸν ἕψημα δι’ αὐτοὺς, καὶ ὡς ἐκάθισαν φαγεῖν, ὁ ἀσκητὴς παρέθηκεν ἑαυτῷ μόνα ἐρεβίνθια βρεκτὰ καὶ ἤσθιεν, καὶ | |
5 | ὡς ἀνέστησαν ἐκ τοῦ φαγεῖν, ἔλαβε αὐτὸν ὁ γέρων κατ’ ἰδίαν καὶ εἶπεν αὐτῷ· Ἄδελφε, ἐὰν παραβάλῃς τινὶ, μὴ ἔκφαινέ σου τὴν πολι‐ τείαν, εἰ δὲ θέλεις σου τὴν πολιτείαν κρατεῖν, κάθου εἰς τὸ κελλίον σου καὶ μηδαμοῦ ἐξέρχου. Ὁ δὲ παιδευθεὶς τῷ λόγῳ τοῦ γέροντος, γέγονε κοινωνικὸς ἐν τῇ ἀπαντήσει τῶν ἀδελφῶν. | |
258 | Γέροντά τις παρεκάλεσε λαβεῖν χρήματα εἰς ἰδίαν χρείαν, καὶ οὐκ ἐβούλετο, ὡς τῷ ἰδίῳ ἐργοχείρῳ ἀρκούμενος. Ὡς δὲ ἐπέμενε παρακαλῶν, κἂν διὰ τὴν χρείαν τῶν δεομένων δέξασθαι αὐτὰ, ἀπεκρίθη ὁ γέρων· ὅτι διπλὴ αἰσχύνη ἐστίν· ὅτι καὶ μὴ | |
5 | χρῄζων λαμβάνω, καὶ τὰ ἀλλότρια παρέχων κενοδοξῶ. | |
259 | Ἦλθέ τις μέγας ἐκ τῆς ξένης ἐνέγκας πολὺν χρυσίον μεθ’ ἑαυτοῦ ἐν τῇ Σκήτει, καὶ παρεκάλει τὸν πρεσβύτερον ἵνα δοθῇ τοῖς ἀδελφοῖς. Εἶπεν δὲ ὁ πρεσβύτερος· οὐ χρείαν ἔχουσιν οἱ ἀδελφοί. Καὶ πολλὰ βιασάμενος αὐτὸν ἔθηκε τὸ σπυρίδιον τοῦ χρυσίου εἰς τὴν θύραν | |
5 | τῆς ἐκκλησίας. Καὶ εἶπεν ὁ πρεσβύτερος· ὃ χρείαν ἔχων, λάβῃ. Καὶ | |
οὐδεὶς ἤγγισεν αὐτὸ, τινὲς δὲ, οὐδὲ προσέσχον. Καὶ λέγει αὐτῷ ὁ πρεσβύτερος· Ἐδέξατο ὁ θεὸς τὴν ἀγάπην σου. Ὕπαγε, δὸς αὐτὰ πτωχοῖς. Καὶ πολλὰ ὠφεληθεὶς ἀπῆλθεν. | ||
260 | Προσήνεγκέ τις γέροντι χρήματα, λέγων· ἔχε εἰς ἀνάλωμά σου ὅτι ἐγείρασας καὶ ἀσθενεῖς, ἦν γὰρ λελωβημένος. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Σὺ δι’ ἑξήκοντα ἐτῶν ἦλθες ἆραι τὸ τροφεῖόν μου, ἰδοὺ τοσοῦτον χρόνον ἔχω ἐν τῇ ἀσθενείᾳ μου. Καὶ οὐδενὸς ἐδεή‐ | |
5 | θην, τοῦ θεοῦ ἐπιχωρηγοῦντος καὶ τρέφοντός με, καὶ οὐ κατεδέξατο λαβεῖν. | |
261 | Διηγήσαντο οἱ γέροντες περί τινος κηπουροῦ ὅτι εἰργά‐ ζετο καὶ πάντα τὸν κόπον αὐτοῦ παρεῖχεν εἰς ἀγάπην καὶ μόνον τὸ ἑαυτοῦ ἀνάλωμα κατεῖχεν, ὕστερον δὲ ὁ Σατανᾶς ὑπέβαλεν αὐτῷ λέγων· Σύναξον σεαυτῷ ὀλίγον κέρμα, μήπως γεράσῃς ἢ κακωθῇς, καὶ χρείαν | |
5 | ἔχῃς ἀναλωμάτων. Καὶ συνήγαγε καὶ ἐγέμισε κεράμιον κέρματος, συνέβη δὲ αὐτὸν ἀσθενῆσαι καὶ σαπῆναι τὸν πόδα αὐτοῦ, καὶ ἀναλῶσαι τὸ κέρμα εἰς ἰατροὺς, καὶ μηδὲν ὠφελῆσαι. Ὕστερον δὲ ἔρχεταί τις ἔμπειρος ἰατρὸς, καὶ λέγει αὐτῷ ὅτι ἐὰν μὴ κοπῇ ὁ πούς σου, ὅλον τὸ σῶμά σου σαπῆναι ἔχει, καὶ ἔδοξεν ἵνα πρίσῃ αὐτοῦ τὸν | |
10 | πόδα· τῇ δὲ νυκτὶ ἐκείνῃ ἐλθὼν εἰς ἑαυτὸν καὶ μεταμεληθεὶς εἰς ὃ ἔπρα‐ ξεν, στενάξας ἔκλαυσε καὶ εἶπεν· Μνήσθητι, κύριε, τῶν ἔργων μου τῶν ἀρχαίων ὧν ἐποίουν ἐργαζόμενος καὶ παρέχων τοῖς ἀδελφοῖς. Καὶ τοῦτο αὐτοῦ εἰπόντος, ἔστη ἄγγελος κυρίου καὶ λέγει αὐτῷ· Ποῦ ἐστι τὸ κεράμιον ὃ συνήξας καὶ ποῦ ἐστιν ἡ ἐλπὶς ἣν ἐβούλευ‐ | |
15 | σας; Τότε νοήσας εἶπεν· Ἡμάρτηκα, κύριε, συγχώρησόν μοι καὶ ἀπὸ τοῦ νῦν, οὐκετὶ αὐτὰ ποιῶ. Τότε ὁ ἄγγελος ἥψατο τοῦ ποδὸς αὐτοῦ, καὶ εὐθέως ἰάθη, καὶ ἀναστὰς ἔωθεν, ἀπῆλθεν εἰς τὸν ἀγρὸν ἐργάσα‐ σθαι· ἦλθεν οὖν ὁ ἰατρὸς κατὰ τὴν συνταγὴν μετὰ τῶν σιδηρίων πρίσαι αὐτοῦ τὸν πόδα καὶ μὴ εὑρὼν αὐτὸν, ἠρώτησε τὸν οἰκοῦντα πλησίον | |
20 | αὐτοῦ, ποῦ ἐστιν ὁ ἀσθενῶν; Καὶ λέγει αὐτῷ· Ἀπὸ πρωῒ ἀπῆλθεν ἐργάσασθαι εἰς τὸν ἀγρόν. Τότε ἐκπλαγεὶς ὁ ἰατρὸς ἀπῆλθεν εἰς τὸν ἀγρὸν ὅπου εἰργάζετο· καὶ ἰδὼν αὐτὸν σκάπτοντα τὴν γῆν, ἐδόξασε τὸν θεὸν τὸν δόντα αὐτῷ τὴν ὑγείαν. | |
262 | Ἠρώτησεν ἀδελφὸς γέροντα λέγων· θέλεις ἵνα κρατήσω | |
ἑαυτῷ δύο ὀλοκότινα εἰς λόγον ἀσθενείας σώματος; Ἀπε‐ κρίθη ὁ γέρων· οὔκ ἐστι καλὸν κρατῆσαι πλέον τῆς χρείας τοῦ σώμα‐ τος, τὰ οὖν δύο ὀλοκότινα ἐὰν κρατήσῃς, εἰς αὐτὰ εὑρίσκεται ἡ ἐλπίς | ||
5 | σου, καὶ ἐὰν συμβῇ αὐτοῖς ἀπώλεια οὐκέτι ὁ θεὸς φροντίζει σου. Τὴν οὖν φροντίδα ἡμῶν ἐπιῤῥίψωμεν ἐπ’ αὐτῷ, ὅτι αὐτῷ μέλλει περὶ ἡμῶν. | |
263 | Ἦλθόν τινες τῶν Ἑλλήνων δοῦναι ἀγάπην ἐν Ὀστρα‐ κίνῃ, καὶ λαμβάνουσι μεθ’ ἑαυτῶν τοὺς οἰκονόμους, ἵνα δείξωσιν αὐ‐ τοῖς τίνες εἰσὶν οἱ ἐπανάγκων χρείαν ἔχοντες, καὶ ἀποφέρουσιν αὐτοὺς πρός τινα λελωβημένον, καὶ διδόασιν αὐτῷ. Ὁ δὲ οὐκ ἤθελε λαβεῖν | |
5 | λέγων· Ἰδοὺ τὰ μικρὰ βαία ταῦτα κοπιῶ καὶ πλέκω, καὶ ἐσθίω τὸν ἄρτον μου. Καὶ πάλιν ἀποφέρουσιν αὐτοὺς εἰς κελλίον μιᾶς χήρας μετὰ τέκνου, καὶ κρούσαντες τὴν θύραν, ὑπήκουσεν ἡ θυγά‐ τηρ αὐτῆς ἔσωθεν τῆς θύρας γυμνὴ οὖσα, ἡ δὲ μήτηρ αὐτῆς ἦν ἀπελ‐ θοῦσα ἐργάσασθαι, ἦν γὰρ πλύτρια. Καὶ παρέχουσιν αὐτῇ ἱμάτιον καὶ | |
10 | κέρμα. Ἡ δὲ οὐκ ἤθελε λαβεῖν λέγουσα· Ὅτι ἦλθεν ἡ μήτηρ μου καὶ εἶπεν μοι ὅτι θάρσει, ἠθέλησεν ὁ θεὸς, καὶ εὗρον σήμερον ἐργάσασθαι, καὶ ἔχομεν τὴν τροφὴν ἡμῶν. Καὶ ὡς ἦλθεν ἡ μήτηρ αὐτῆς, παρεκά‐ λεσαν αὐτὴν λαβεῖν καὶ οὐκ ἠθέλησε, λέγουσα· Ἔχω ἐγὼ τὸν φροντι‐ στήν μου θεὸν, καὶ ὑμεῖς θέλετε λαβεῖν αὐτὸν ἀπ’ ἐμοῦ; | |
15 | Οἱ δὲ ἀκούσαντες τὴν πίστιν αὐτῆς, ἐδόξασαν τὸν θεόν. | |
T264-280 | Περὶ τοῦ δεῖν πάντοτε νήφειν. | |
264 | Εἶπε γέρων· Ὀφείλει ὁ μοναχὸς καθ’ ἑσπέραν καὶ κατὰ πρωῒ ποιεῖν λόγον πρὸς ἑαυτὸν καὶ λέγειν· Τί ὧν οὐ θέλει ὁ θεὸς οὐκ ἐποιήσαμεν, καὶ τί ὧν θέλει ὁ θεὸς ἐποιήσαμεν, καὶ οὕτως μετα‐ νοεῖν· οὕτως χρὴ εἶναι τὸν μοναχόν· οὕτως ἔζησεν ὁ ἀββᾶς Ἀρσένιος. | |
265 | Εἶπεν γέρων· χρυσίον ἐάν τις ἀπολέσῃ ἢ ἀργύριον, δύναται ἀντ’ αὐτοῦ εὑρεῖν, καιρὸν δὲ ὁ ἀπόλλων, ἄλλον εὑρεῖν οὐ δύνα‐ ται. | |
266 | Παρέβαλέ τις τῶν γερόντων ποτὲ πρὸς ἄλλον γέροντα, καὶ λαλούντων αὐτῶν, ἔλεγεν ὁ εἷς· Ἐγὼ ἀπέθανον τῷ | |
κόσμῳ. Λέγει ὁ ἄλλος γέρων· Μὴ θαρσήσῃς ἑαυτῷ, ἄδελφε, ἕως ἂν ἐξέλθῃς ἐκ τοῦ σώματος, εἰ γὰρ σὺ λέγεις ὅτι ἀπέθανον, ἀλλ’ ὁ Σατα‐ | ||
5 | νᾶς οὐκ ἀπέθανεν. | |
267 | Εἶπεν γέρων· Ὥσπερ ὁ στρατιώτης καὶ ὁ κυνηγὸς, ἀπερχόμενοι εἰς τὸν ἀγῶνα, οὐ φροντίζουσιν εἰ τιτρώσκεται ἄλλος ἢ σώζεται ἄλλος, ἀλλ’ ἕκαστος ὑπὲρ ἑαυτοῦ μόνου ἀγωνιᾷ, οὕτως χρὴ εἶναι τὸν μοναχόν. | |
268 | Εἶπεν γέρων· Ὥσπερ οὐδεὶς δύναται ἀδικῆσαι τὸν ἐγγὺς τοῦ βασιλέως ἑστῶτα, οὕτως οὐδὲ ὁ Σατανᾶς δύναταί τι ποιῆσαι ἡμῖν ἐὰν ἡ ψυχὴ ἡμῶν ἐγγὺς ᾖ τοῦ θεοῦ, «ἐγγίσατε γάρ μοί, φησι, καὶ ἐγγιῶ ὑμῖν», ἀλλ’ ἐπειδὴ συνεχῶς μετεωριζόμεθα, | |
5 | εὐχερῶς ὁ ἐχθρὸς ἁρπάζει τὴν ταλαίπωρον ἡμῶν ψυχὴν εἰς τὰ πάθη τῆς ἀτιμίας. | |
269 | Εἶπεν γέρων ὅτι ἀνιστάμενος τῷ πρωῒ, λέγε σεαυτῷ· Σῶμα ἔργασαι ἵνα τραφῇς· ψυχὴ, νῆφε ἵνα κληρονομήσῃς. | |
270 | Ἀδελφὸς εἶπεν τινὶ γέροντι· οὐδὲν βλέπω πολέμου ἐν τῇ καρδίᾳ μου· Λέγει αὐτῷ ὁ γέρων· Σὺ τετράπυλον εἶ, καὶ ὁ θέλων εἰσέρχεται καὶ ἐξέρχεται διὰ σοῦ, σὺ δὲ οὐ νοεῖς, ἐὰν δὲ ἔχεις θύραν καὶ κλείσῃς αὐτὴν, καὶ μὴ συγχωρήσῃς εἰσελθεῖν δι’ αὐτῆς λογισμοὺς | |
5 | πονηροὺς, τότε βλέπεις αὐτοὺς ἔξω ἑστῶτας καὶ πολεμοῦντας. | |
271 | Ἔλεγον περί τινος γέροντος, ὅτι ὅτε ἔλεγον αὐτῷ οἱ λογισμοὶ· Ἄφες σήμερον καὶ αὔριον μετανοεῖς, ἀντέλε‐ γεν αὐτοῖς λέγων· Οὐχὶ, ἀλλὰ σήμερον μετανοήσω, καὶ αὔριον τὸ θέλημα τοῦ θεοῦ γενέσθω. | |
272 | Εἶπεν γέρων· Εἰ μὴ ὁ ἔσω ἡμῶν ἄνθρωπος νήφῃ, οὐ δυνατὸν φυλάξαι τὸν ἔξω. | |
273 | Ἔλεγον οἱ γέροντες· ὅτι τρεῖς εἰσὶν αἱ δυνάμεις τοῦ Σατανᾶ, αἵτινες προπορεύονται πάσης ἁμαρτίας· ἡ λήθη, ἡ ἀμέ‐ λεια, καὶ ἡ ἐπιθυμία, ὅταν γὰρ ἔλθῃ ἡ λήθη, γεννᾷ τὴν ἀμέλειαν, ἐκ δὲ τῆς ἀμελείας ἔρχεται ἡ ἐπιθυμία, ἐκ δὲ τῆς ἐπιθυμίας πίπτει | |
5 | ὁ ἄνθρωπος· ἐὰν δὲ νήφῃ ὁ νοῦς ἀπὸ τῆς λήθης, οὐκ ἔρχεται εἰς | |
τὴν ἀμέλειαν, ἐὰν δὲ μὴ ἀμελήσῃ, οὐκ ἔρχεται εἰς τὴν ἐπιθυμίαν, ἐὰν δὲ μὴ ἐπιθυμήσῃ, οὐ πίπτει ποτὲ χάριτι Χριστοῦ. | ||
274 | Εἶπεν γέρων· Σιωπὴν ἄσκει, μηδενός φρόντιζε, πρόσ‐ εχε τῇ μελέτῃ σου, κοιταζόμενος καὶ ἀνιστάμενος μετὰ φόβου θεοῦ, καὶ ἀσεβῶν ὁρμὰς οὐ φοβηθήσῃ. | |
275 | Εἶπεν γέρων τινὶ ἀδελφῷ· Ὁ διάβολος ἐστὶν ὁ ἐχθρὸς καὶ σὺ ὁ οἶκος, ὁ ἔχθρος οὖν, οὐ παύεται ῥίπτων εἰς τὸν οἶκόν σου εἴ τι ἂν εὕρῃ πᾶσαν ἐπιχέων ἀκαθαρσίαν· σοῦ δέ ἐστι τοῦ μὴ ἀμελῆσαι τοῦ ῥίπτειν ἔξω. Ἐὰν δὲ ἀμελήσῃς, πληροῦται ὁ οἶκος πάσης ἀκαθαρ‐ | |
5 | σίας, καὶ οὐκέτι ἰσχύεις εἰσελθεῖν ἐκεῖ· ἀλλὰ τὰ πρῶτα ἃ ῥίπτει ἐκεῖνος, ἔκβαλε κατὰ μικρὸν, καὶ μένει ὁ οἶκος σου καθαρὸς διὰ τῆς χάριτος τοῦ Χριστοῦ. | |
276 | Ἔλεγέ τις τῶν γερόντων· ὅταν σκεπάσωσι τοὺς ὀφθαλμοὺς τοῦ βοὸς, τότε περικάμπτει εἰς τὴν μηχανὴν, ἐὰν δὲ μὴ σκεπάσωσιν οὐ περικάμπτει, οὕτως καὶ ὁ διάβολος, ἐὰν φθάσῃ σκεπᾶσαι τοὺς ὀφθαλμοὺς τοῦ ἀνθρώπου, ἐν παντὶ ἁμαρτήματι ταπει‐ | |
5 | νοῖ αὐτὸν, ἐὰν δὲ φωτισθῶσιν οἱ ὀφθαλμοὶ αὐτοῦ εὐχερῶς δύναται φυ‐ γεῖν ἀπ’ αὐτοῦ. | |
277 | Ἔλεγον ὅτι ἐν τῷ ὄρει τοῦ ἀββᾶ Ἀντωνίου, ἐκάθηντο ἑπτὰ ὀνόματα, καὶ τῷ καιρῷ τῶν φοινίκων, ἐφύλασσεν ὁ εἷς τοῦ σοβεῖν τὰ πετεινά· ἦν δὲ ἐκεῖ γέρων, καὶ ὅτε ἐφύλασσε τὴν ἡμέραν αὐτοῦ, ἔκραζε λέγων· Ὑπάγετε οἱ ἔσω πονηροὶ λογισμοὶ καὶ τὰ ἔξω πετεινά. | |
278 | Ἀδελφός τις εἰς τὰ κελλία ἔβρεξε τὰ θαλλία αὐτοῦ, καὶ ὡς ἐκάθισε πλέξαι λέγει αὐτῷ ὁ λογισμός· Ὕπαγε παράβαλε τῷδε τῷ γέροντι, καὶ πάλιν λογίζεται ἐν ἑαυτῷ λέγων· ὅτι μετ’ ὀλίγας ἡμέρας ὑπάγω. Πάλιν λέγει· Ἐὰν ἀποθάνῃ, τί ποιεῖς; | |
5 | ἅμα δὲ καὶ λαλεῖς, διὰ τὸ θέρος. Λέγει πάλιν ἐν ἑαυτῷ· Ἀλλ’ οὐκ ἔστι καιρός. Πάλιν οὖν λογίζεται λέγων· Ἀλλ’ ὡς κόπτεις τὰ θρύα γίνεται καιρός. Ὁ δὲ ἔφῃ· Τελέσω τὰ θαλλία, καὶ οὕτως ἀπέρχομαι. Πάλιν οὖν ἐν ἑαυτῷ λέγει· Ἀλλὰ καλὸς ὁ ἀὴρ σήμερον, καὶ ἀναστὰς ἀφῆκε τὰ θαλλία αὐτοῦ βρεκτὰ, καὶ λαβὼν τὸ μηλωτάριον αὐτοῦ | |
10 | ἀπίει. Ἦν δέ τις γέρων γειτνιῶν αὐτῷ διορατικός· καὶ ὡς εἶδεν αὐτὸν | |
τρέχοντα, ἔκραξε λέγων· Αἰχμάλωτε, αἰχμάλωτε, δεῦρο ὦδε. Καὶ ὡς ἦλθεν λέγει αὐτῷ ὁ γέρων· Ὑπόστρεψον εἰς τὴν κέλλαν σου. Καὶ διηγήσατο ὁ ἀδελφὸς αὐτῷ τὸν πόλεμον καὶ ὡς εἰσῆλθεν εἰς τὸ κελλίον, ἔβαλε μετάνοιαν, ἐφώνησαν δὲ φωνῇ μεγάλῃ οἱ δαίμονες | ||
15 | λέγοντες· Ἐνικήσατε ἡμᾶς, ὦ μοναχοί. Καὶ ἐγένετο τὸ ψιάθιον τὸ ὑπο‐ κάτω αὐτοῦ ὡς ἀπὸ πυρὸς κεκαυμένον, καὶ αὐτοὶ δὲ ὡς καπνὸς ἀφανεὶς γεγόνασιν. | |
279 | Ἔλεγον περί τινος γέροντος ὁτι ἀπέθνησκεν εἰς Σκῆτιν, καὶ ἐκύκλωσαν οἱ ἀδελφοὶ τὴν κλίνην αὐτοῦ, καὶ ἐσχημάτισαν αὐτὸν, καὶ ἔβαλον κλαίειν. Ἤνοιξε δὲ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐγέλασεν, εἶτα πάλιν ἐγέλασεν, ἐγέλασε δὲ καὶ ἐκ τρίτου. Καὶ παρεκάλεσαν αὐτὸν | |
5 | οἱ ἀδελφοὶ λέγοντες· Εἶπε ἡμῖν, ἀββᾶ, διατί ἡμεῖς κλαίο‐ μεν καὶ σὺ γελᾷς· Λέγει αὐτοῖς· Ἐγέλασα ὅτι πάντες φοβεῖσθε τὸν θάνατον, καὶ τὸ δεύτερον ἐγέλασα, ὅτι οὐκ ἐστὲ ἕτοιμοι. Τὸ δὲ τρίτον ἐγέλασα, ὅτι ἀπὸ κόπου εἰς ἀνάπαυσιν ὑπάγω· καὶ εὐθέως ἐκοιμήθη ὁ γέρων. | |
280 | Διηγήσαντο ἀδελφοὶ λέγοντες· ὅτι παρεβάλομεν ποτὲ γέρουσι, καὶ κατὰ τὸ εἰωθὸς γενομένης εὐχῆς ἀσπασάμενοι ἀλλήλους ἐκαθέσθημεν, καὶ μετὰ τὸ λαλῆσαι, μέλλοντες ἀναχωρεῖν ᾐτήσαμεν εὐχὴν γένεσθαι. Εἶπεν δέ τις τῶν γερόντων πρὸς ἡμᾶς· Τί γὰρ οὐκ | |
5 | ηὔξασθε; Καὶ εἴπαμεν αὐτῷ· Ὅτε εἰσήλθομεν, ἀββᾶ, ἐγένετο εὐχὴ, καὶ ὡμιλοῦμεν ἕως ἄρτι. Λέγει ὁ γέρων· Συγχωρήσατε; ἀδελφοὶ, μεθ’ ὑμῶν καθεζόμενός τις ἀδελφὸς καὶ ὁμιλῶν ργʹ εὐχὰς ἐποίησεν. Καὶ τοῦτο αὐτοῦ εἰπόντος, ἐποίησαν εὐχὴν καὶ ἀπέλυσαν ἡμᾶς. | |
T281-289 | Ὅτι χρὴ ἐλεεῖν καὶ φιλοξενεῖν ἐν ἱλαρότητι. | |
281 | Γέρων τις ἐκαθέζετο μετὰ ἀδελφοῦ κοινόβιον. Ὁ δὲ γέρων ἦν ἐλεήμων. Καὶ γενομένου λιμοῦ ἤρξαντό τινες ἔρχεσθαι εἰς τὴν | |
θύραν αὐτοῦ λαβεῖν ἀγάπην. Ὁ δὲ γέρων παρεῖχεν πᾶσι τοῖς ἐρχομένοις ἀγάπην. Ἰδὼν δὲ ὁ ἀδελφὸς τὸ γινόμενον, λέγει τῷ γέροντι· Δός μοι | ||
5 | τὸ μέρος μου τῶν ἄρτων, καὶ ὡς θέλεις σὺ ποίησον τὸ μέρος σου. Ὁ δὲ γέρων διεμέρισε τοὺς ἄρτους καὶ ἐποίει τὴν ἐλεημοσύνην ἐκ τοῦ μέρους αὐτοῦ. Πολλοὶ δὲ συνέτρεχον πρὸς τὸν γέροντα, ἀκού‐ σαντες ὅτι πᾶσι παρέχει. Ἴδων δὲ ὁ θεὸς ὅτι πᾶσι παρέχει εὐλόγησε τοὺς ἄρτους αὐτοῦ. Ὁ δὲ ἀδελφὸς καταφαγὼν τὰ ἑαυτοῦ ψωμία, λέγει | |
10 | τῷ γέροντι· Ἐπειδὴ ἄλλα μικρὰ ψωμία ἔχω, ἀββᾶ, λάβε με πάλιν κοινόβιον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ὡς θέλεις ποιῶ. Καὶ ἐκαθέσθησαν πάλιν κοινόβιον. Γενομένης δὲ εὐθηνίας, ἤρχοντο πάλιν οἱ χρήζοντες λαμβάνειν ἀγάπην. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν, εἰσελθὼν ὁ ἀδελφὸς, εἶδε τοὺς ἄρτους λείψαντας. Ἦλθε δὲ πτωχὸς, καὶ εἶπεν ὁ γέρων τῷ | |
15 | ἀδελφῷ δοῦναι αὐτῷ ἀγάπην. Ὁ δὲ εἶπεν· οὐκέτι ἔνι, πάτερ. Λέγει ὁ γέρων· Εἰσῆλθε καὶ ζήτησον. Ὁ δὲ ἀδελφὸς εἰσελθὼν, εὗρε τὸ ἀρτοθέσιον πεπληρωμένον ἄρτων. Καὶ τοῦτο ἑωρακὼς, ἐφοβήθη, καὶ λαβὼν ἔδωκε τῷ πτωχῷ. Καὶ γνοὺς τὴν πίστιν καὶ τὴν ἀρετὴν τοῦ γέροντος, ἐδόξασε τὸν θεόν. | |
282 | Εἶπεν γέρων ὅτι ἔστι τις πολλὰ ποιῶν καλὰ, καὶ ὁ πονηρὸς ἐκβάλλει αὐτῷ ἀκριβολογίαν εἰς ἐλάχιστον πρᾶγμα, ἵνα τὸν μισθὸν ἀπολέσῃ πάντων ὧν ἐργάζεται ἀγαθῶν. Καθημένου γάρ μου ποτὲ ἐν Ὀξυρύγχῳ, παρὰ πρεσβυτέρῳ τινὶ ποιοῦντι ἐλεημοσύνας | |
5 | πολλὰς, ἦλθε χῆρα αἰτοῦσα αὐτῷ σῖτον. Καὶ λέγει αὐτῇ· Φέρε ἱμάτιον καὶ μετρῶ σοι. Ἡ δὲ ἤνεγκεν καὶ ἀκριβάσας τὸ ἱμάτιον τῇ χειρὶ, εἶπεν· Μέγα ἐστὶν, καὶ κατῄσχυνε τὴν χῆραν. Εἶπον αὐτῷ· Ἀββᾶ, πέπραχας τὸν σῖτον; Λέγει· Οὐχὶ, ἀλλὰ ἀγάπην δέδωκα αὐτῇ. Εἶπον δὲ αὐτῷ· Εἰ οὖν τὸ ὅλον δέδωκας αὐτῇ ἀγάπην, πῶς εἰς τὸ | |
10 | μέτρον ἠκρίβωσας καὶ κατῄσχυνας αὐτήν. | |
283 | Ἀδελφὸς παρέβαλε ἀναχωρητῇ τινὶ καὶ ἐκβαίνων λέγει αὐτῷ· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι κατήργασά σε ἐκ τοῦ κανόνος σου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ὁ ἐμὸς κανὼν ἵνα ἀναπαύσω σε καὶ | |
ἀποστείλω ἐν εἰρήνῃ ἐστίν. | ||
284 | Ἀναχωρητὴς ἐκάθητο ἐγγὺς κοινοβίου, πολιτείας ποιῶν πολλάς. Καὶ συνέβη τινὰς παραβαλεῖν εἰς τὸ κοινόβιον καὶ παρεβιά‐ σαντο αὐτὸν παρ’ ὥραν φαγεῖν. Μετὰ ταῦτα λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Ἄρτι οὐκ ἐθλίβῃς, ἀββᾶ; Ὁ δὲ ἔφη· Ἡ θλίψις ἡ ἐμή | |
5 | ἐστιν, ἐὰν ποιήσω τὸ ἴδιον θέλημα. | |
285 | Ἔλεγον περὶ τινὸς γέροντος ὅτι ἐν Συρίᾳ παρὰ τὴν ὅδον ἐρήμου ἔμενεν, καὶ αὕτη ἦν ἡ ἐργασία αὐτοῦ. Οἷαν ὥραν ἤρχετο μοναχὸς ἐκ τῆς ἐρήμου, ἀγαθῇ πεποιθήσει ἐποίει αὐτῷ ἀνάπαυσιν. Ἦλθεν οὖν ποτέ τις ἀναχωρητὴς, καὶ ἐποίησεν αὐτῷ ἀνάπαυσιν. Ὁ δὲ οὐκ | |
5 | ἠθέλησε λαβεῖν, λέγων ὅτι ἐγὼ νηστεύω, καὶ λυπηθεὶς εἶπεν αὐτῷ· Μὴ παρέλθῃς τὸν παῖδά σου. Δέομαί σου, μὴ ὑπερίδῃς με, ἀλλὰ δεῦρο εὐξώμεθα, καὶ ἰδοὺ δένδρον ἐστὶν ὧδε, ᾧτινι συγκαμφθῇ γονυπετοῦντι καὶ προσευχομένῳ, τούτῳ ἐξακολουθήσωμεν. Ἔκλινεν οὖν γόνυ ὁ ἀναχωρητὴς εἰς προσευχὴν, καὶ οὐδὲν γέγονεν. Ἔκλινε δὲ | |
10 | καὶ ὁ ξενοδόχος καὶ εὐθὺς ἔκλινε τὸ δένδρον μετ’ αὐτοῦ. Καὶ πληροφορη‐ θέντες, εὐχαρίστησαν τῷ θεῷ. | |
286 | Ἦν τις μοναχὸς ἔχων ἀδελφὸν κοσμικὸν πτωχὸν καὶ εἴ τι εἰργάζετο, παρεῖχεν αὐτῷ, ὅσον δὲ παρεῖχεν αὐτῷ, πλέον ἐπτώχευ‐ σεν. Ἀπελθὼν δὲ ὁ ἀδελφὸς, ἀνήγγειλε γέροντί τινι τὸ πρᾶγμα. Εἶπεν δὲ αὐτῷ ὁ γέρων· Εἰ θέλεις μου ἀκοῦσαι μηκέτι δὸς αὐτῷ τίποτε ἀλλ’ | |
5 | εἰπὲ αὐτῷ· ἄδελφε, ὅτε εἶχον παρεῖχόν σοι καὶ σὺ οὖν τὸ εὐοδοῦσαι ἐξ ὧν ἐργάζῃ φέρε μοι, καὶ εἴ τι ἂν ἐνέγκῃ λάμβανε παρ’ αὐτοῦ καὶ ὅπου οἶδας ξένον ἢ γέροντα πτωχὸν, δὸς αὐτὰ καὶ παρα‐ κάλεσον ἵνα εὐχὴν ποιήσωσιν ὑπὲρ αὐτοῦ. Ἀπελθὼν δὲ ὁ ἀδελφὸς, ἐποίησεν οὕτως καὶ ὡς ἦλθεν ὁ κοσμικὸς ἀδελφὸς αὐτοῦ, ἐλάλησεν | |
10 | αὐτῷ καθὼς εἶπεν ὁ γέρων καὶ ἀπῆλθε λυπούμενος, καὶ ἰδοὺ ἐν τῇ πρώτῃ ἡμέρᾳ, λαβὼν ἐκ τοῦ κήπου αὐτοῦ λεπτολάχανα ἤνεγκεν αὐτῷ. Λαβὼν δὲ ὁ ἀδελφὸς αὐτὰ, ἔδωκε τοῖς γέρουσι, καὶ παρεκάλεσεν αὐτοὺς εὔξασθαι ὑπὲρ αὐτοῦ καὶ εὐλογηθεὶς, ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. Ὁμοίως δὲ καὶ πάλιν ἤνεγκε λάχανα καὶ ἄρτους τρεῖς καὶ λαβὼν ὁ | |
15 | ἀδελφὸς αὐτοῦ, ἐποίησεν ὡς τὸ πρῶτον. Καὶ εὐλογηθεὶς πάλιν | |
ἀπῆλθεν. Ἐλθὼν δὲ τὸ τρίτον, ἤνεγκε πολλὰ ἀναλώματα, καὶ οἶνον, καὶ ἰχθύας, καὶ ἰδὼν ὁ ἀδελφὸς αὐτοῦ ἐθαύμασεν, καὶ ἐκάλεσε τοὺς πτωχοὺς καὶ ἀνέπαυσεν αὐτούς. Εἶπεν δὲ τῷ ἀδελφῷ αὐτοῦ· Μὴ χρείαν ἔχεις ὀλίγου ἄρτου; Ὁ δὲ ἔφη· Οὐχὶ, κύριε, ἡνίκα γὰρ ἐλάμβα‐ | ||
20 | νον παρὰ σοῦ τί ποτε, ὡς πῦρ εἰσήρχετο εἰς τὸν οἶκόν μου καὶ ἀνήλισκεν αὐτά. Ἐξότε δὲ οὐ λαμβάνω παρὰ σοῦ, ὁ θεὸς εὐλογεῖ με. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς, ἀνήγγειλε τῷ γέροντι πάντα τὰ συμβάντα, καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐκ οἶδας ὅτι τὸ ἔργον τοῦ μοναχοῦ πῦρ ἐστι καὶ ὅπου δ’ ἂν εἰσέρχηται καίει; τοῦτο δὲ μᾶλλον ὠφελεῖ αὐτὸν, τοῦ ποιεῖν | |
25 | ἐκ τοῦ κόπου αὐτοῦ ἐλεημοσύνην καὶ λαμβάνειν εὐχὴν παρὰ τῶν ἁγίων, καὶ οὕτως εὐλογεῖται. | |
287 | Μοναχός τις Θηβαῖος ἔσχε χάρισμα διακονίας παρὰ θεοῦ, ἵνα ἑκάστῳ τῶν προσερχομένων οἰκονομῇ τὰ πρὸς τὴν χρείαν. Συνέβη δὲ αὐτόν ποτε εἰς κώμην τινὰ διδόναι ἀγάπην, καὶ ἰδοὺ γυνή τις ἦλθε πρὸς αὐτὸν λαβεῖν ἀγάπην φοροῦσα παλαιά. Καὶ ἰδὼν αὐτὴν | |
5 | ὅτι παλαιὰ φορεῖ ἐχάλασε τὴν χεῖρα αὐτοῦ δοῦναι αὐτῇ πολλὰ, καὶ συνεστάλη ἡ χεῖρ αὐτοῦ καὶ ἀνήνεγκεν ὀλίγα, καὶ ἰδοὺ ἦλθεν ἄλλη πρὸς αὐτὸν φοροῦσα καλῶς. Καὶ ἰδὼν αὐτῆς τὰ ἱμάτια, ἐχάλασε δοῦναι αὐτῇ ὀλίγα, καὶ ἡπλώθη ἡ χεὶρ αὐτοῦ, καὶ ἀνήνεγκε πολλά. Καὶ ἠρώτησε περὶ ἀμφοτέρων, καὶ εἶπον· Ὅτι ἡ τὰ καλὰ φοροῦσα, ἀπὸ | |
10 | ἀξιολόγων οὖσα ἐπτώχευσε, καὶ ὑπολήψεως χάριν ἐχρήσατο τὰ καλὰ ἱμάτια· ἡ ἄλλη δὲ, χάριν τοῦ λαβεῖν, ἐφόρεσε παλαιά. | |
288 | Παρέβαλόν ποτε δύο ἀδελφοὶ πρός τινα γέροντα, καὶ ἡ συνήθεια τοῦ γέροντος ἦν μὴ ἐσθίειν καθ’ ἡμέραν, καὶ ὡς εἶδεν τοὺς ἀδελφοὺς, ἐχάρη καὶ εἶπεν· Ὅτι ἡ νηστεία μισθὸν ἔχει, καὶ ὁ ἐσθίων πάλιν ἀγάπην δύο ἐντολὰς πληροῖ, ὅτι τὸ ἴδιον θέλημα ἀφῆκε καὶ τὴν | |
5 | ἐντολὴν ἐπλήρωσεν, καὶ τοὺς ἀδελφοὺς ἀνέπαυσεν. | |
289 | Ἦν τις τῶν ἁγίων ἐν Αἰγύπτῳ οἰκῶν ἐν ἐρήμῳ τόπῳ, ἦν δὲ καὶ ἄλλος ἀπὸ μήκοθεν αὐτοῦ Μανιχαῖος, καὶ αὐτὸς πρεσβύτερος τῶν λεγομένων παρ’ αὐτοῖς πρεσβυτέρων. Καὶ ὡς ἦλθε παραβαλεῖν τινὶ τῶν ὁμοφύλων αὐτοῦ κατέλαβεν αὐτὸν ἑσπέρας | |
5 | ὅπου ἦν ὁ ἅγιος ὁ ὀρθόδοξος, καὶ ἐν ἀγωνίᾳ ἐγένετο καὶ ἐφοβεῖτο πρὸς αὐτὸν εἰσελθεῖν καὶ κοιμηθῆναι, ᾔδει γὰρ ὅτι γινώσκει ὅτι Μανιχαῖος | |
ἐστὶν, καὶ μήποτε οὐ δέξεται αὐτὸν, πλὴν ἀναγκασθεὶς, ἔκρουσεν καὶ ἀνοίξας ὁ γέρων καὶ γνωρίσας αὐτὸν, ἐδέξατο αὐτὸν μετὰ χαρᾶς, καὶ ἠνάγκασεν αὐτὸν εὔξασθαι, καὶ ἀναπαύσας αὐτὸν ἐκοίμησεν. Ὁ δὲ | ||
10 | Μανιχαῖος ἐν ἑαυτῷ γενόμενος τῇ νυκτὶ εἶπεν· Πῶς οὐδεμίαν ὑπο‐ ψίαν ἐν ἐμοὶ ἐποίησεν; οὗτος τοῦ θεοῦ ἐστιν ὄντως. Καὶ ἐλθὼν προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ λέγων· Ἐγὼ ὀρθόδοξος εἰμὶ ἀπὸ τῆς σήμερον, καὶ οὕτως ἔμεινε μετ’ αὐτοῦ. | |
T290-297 | Περὶ ὑπακοῆς. | |
290 | Ἔλεγον οἱ γέροντες ὅτι ἐὰν ἔχῃ τις πίστιν εἴς τινα, καὶ δίδωσιν ἑαυτὸν ὑποταγῆναι αὐτῷ, οὐ χρείαν ἔχει προσέχειν ἐντολαῖς θεοῦ, ἀλλὰ τῷ πατρὶ αὐτοῦ συγχωρεῖν πάντα τὰ θελήματα αὐτοῦ, καὶ οὐκ ἔχει ἔγκλημα παρὰ θεῷ, οὐδὲν γὰρ οὕτως ζητεῖ ὁ θεὸς παρὰ | |
5 | τῶν ἀρχαρίων, ὡς τὸν διὰ τῆς ὑπακοῆς σκυλμόν. | |
291 | Ἀδελφὸς ἐν τῇ Σκήτει ὑπάγων εἰς θέρος παρέβαλε μεγάλῳ γέροντι καὶ εἶπεν αὐτῷ· Εἰπέ μοι τὶ ποιήσω ὑπάγων εἰς τὸ θέρος. Λέγει αὐτῷ ὁ γέρων· Καὶ ἐάν σοι εἴπω πείθῃ μοι; Λέγει ὁ ἀδελφός· Ναὶ, ἀκούω σου. Λέγει αὐτῷ ὁ γέρων· Εἰ πείθῃ μοι | |
5 | ἀνάστα ἀπόταξαι τῷ θερισμῷ τούτῳ, καὶ δεῦρο καὶ ἀναγγελῶ σοι ὃ ποιήσεις. Καὶ ἀπελθὼν ὁ ἀδελφὸς ἀπετάξατο τῷ θερισμῷ καὶ ἦλθε πρὸς τὸν γέροντα. Εἶπεν δὲ αὐτῷ ὁ γέρων· Εἴσελθε εἰς τὸ κελλίον σου, καὶ ποίησον τὴν πεντηκοστὴν ἅπαξ ἐσθίων τῆς ἡμέρας τὸν ἄρτον σου μετὰ ξηροῦ ἅλατος, καὶ πάλιν ἀναγγελῶ σοι πρᾶγμα ἕτερον. Ἀπελθὼν δὲ | |
10 | ἐποίησεν οὕτως καὶ ἦλθε πάλιν πρὸς τὸν γέροντα. Ὁ δὲ γέρων ἰδὼν ὅτι ἐργάτης ἐστὶν, ἀπήγγειλεν αὐτῷ πῶς δεῖ καθίσαι ἐν τῷ κελλίῳ. Καὶ ἀπελθὼν ὁ ἀδελφὸς ἐν τῷ κελλίῳ αὐτοῦ ἔβαλεν ἑαυτὸν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἡμέρας τρεῖς κλαίων ἐνώπιον τοῦ θεοῦ. Μετὰ δὲ ταῦτα, ὅτε ἔλεγον αὐτῷ οἱ λογισμοί· Ὑψώθης, μέγας γέγονας, | |
15 | ἔφερεν καὶ αὐτὸς τὰ ἐλαττώματα αὐτοῦ ἐνώπιον αὐτοῦ λέγων· Καὶ ποῦ εἰσι πᾶσαι αἱ πλημμελείαι μου. Εἰ δὲ πάλιν ἔλεγον αὐτῷ· Πόλλας | |
ἐποίησας πλημμελείας, ἔλεγε καὶ αὐτός· Ἀλλὰ ποιῶ μικρὰς λειτουργίας τῷ θεῷ, καὶ πιστεύω ὅτι ποιήσει μετ’ ἐμοῦ ὁ θεὸς ἔλεος· ἡττηθέντα δὲ τὰ πνεύματα ἐφάνησαν αὐτῷ αἰσθητῶς λέγοντα· Ἐχειμάσθημεν ἀπὸ | ||
20 | σοῦ. Λέγει αὐτοῖς· Διατί; Λέγουσιν αὐτῷ· Ἐὰν ὑψώσωμέν σε τρέχεις εἰς ταπείνωσιν, ἐάν σε ταπεινώσωμεν ἀνάγεις εἰς ὕψος. | |
292 | Ἔλεγον οἱ γέροντες ὅτι οὐδὲν οὕτως ζητεῖ ὁ θεὸς παρὰ τῶν ἀρχαρίων ὡς τῶν διὰ τῆς ὑπακοῆς σκυλμῶν. | |
293 | Γέρων τις εἶχε διακονητὴν εἰς τὴν κώμην οἰκοῦντα. Συνέβη δὲ ἅπαξ βραδύναντος τοῦ διακονητοῦ παραγένεσθαι κατὰ τὸ ἔθος λείψαι τὰς χρείας τοῦ γέροντος· χρονίζοντος δὲ αὐτοῦ, ἀπέσχον αἱ χρείαι καὶ τὸ ἐργόχειρον αὐτοῦ ὅπερ εἶχεν ἐν τῷ κελλίῳ αὐτοῦ, καὶ | |
5 | ἐθλίβετο μήτε τι ἐργάσασθαι ἔχων, μήτε τὰ πρὸς τρόφην, καὶ λέγει τῷ μαθητῇ αὐτοῦ· Θέλεις ἀπελθεῖν εἰς τὴν κώμην; Ὁ δὲ λέγει· Ὡς θέλεις ποιῶ. Ἐφοβεῖτο δὲ καὶ ὁ ἀδελφὸς προσεγγίσαι τῇ κώμῃ διὰ τὰ σκάν‐ δαλα, ἵνα δὲ μὴ παρακούσῃ τοῦ πατρὸς κατεδέξατο ἀπελθεῖν. Εἶπεν δὲ αὐτῷ ὁ γέρων· Ὕπαγε καὶ πιστεύω εἰς τὸν θεὸν τῶν | |
10 | πατέρων μου ὅτι σκεπάζει σε ἀπὸ παντὸς πειρασμοῦ. Καὶ ποιήσας εὐχὴν, ἀπέστειλεν αὐτόν. Ἐλθὼν δὲ ὁ ἀδελφὸς εἰς τὴν κώμην περιειρ‐ γάσατο ὅπου ὤκει ὁ διακονητὴς καὶ εὗρεν. Συνέβη δὲ αὐτόν τε καὶ τοὺς αὐτοῦ πάντας εἰς μνημόσυνον ἔξω τῆς κώμης εὑρεθῆναι, πλὴν μιᾶς θυγατρὸς αὐτοῦ, ἥτις κρούσαντος αὐτοῦ τὴν θύραν ὑπήκουσεν· καὶ | |
15 | ἀνοίξασα ἔνδοθεν καὶ ἰδοῦσα αὐτὸν, ἐπερώτησεν αὐτὴν διὰ τὸν πατέρα αὐτῆς, προετρέπετο δὲ ἔσω εἰσελθεῖν, ἅμα δὲ καὶ εἷλκεν. Ὁ δὲ οὐκ ἠνείχετο, ἐπιπολὺ δὲ βιαζομένη, κατίσχυσε καὶ ἐπεσπάσατο αὐτὸν πρὸς ἑαυτήν. Ὁ δὲ ἑωρακὼς ἑαυτὸν πρὸς ἀσέλγειαν συνωθούμενον καὶ τοῖς λογισμοῖς συνεχόμενον, στενάξας ἐβόα πρὸς τὸν | |
20 | θεὸν, λέγων· Κύριε, διὰ τὰς εὐχὰς τοῦ πατρός μου, σῶσόν με ἐν τῇ ὥρᾳ ταύτῃ. Καὶ τοῦτο εἰπὼν, εὑρέθη ἐξαίφνης εἰς τὸν ποταμὸν ὑπά‐ γων εἰς τὸ μοναστήριον. Καὶ ἀπεκατεστάθη ἀβλαβὴς πρὸς τὸν ἑαυ‐ τοῦ πατέρα. | |
294 | Δύο ἀδελφοὶ σαρκικοὶ παρεγένοντο οἰκῆσαι ἐν μονα‐ στηρίῳ τινί. Ὁ εἷς ἦν ἀσκητὴς, ὁ δὲ ἕτερος εἶχεν ὑπακοὴν μεγάλην, καὶ ἔλεγεν αὐτῷ ὁ πατήρ· Ποίησον τοῦτο, καὶ ἐποίει· Ποίησον ἐκεῖνο, | |
καὶ ἐποίει· φάγε ἀπὸ πρωΐας, καὶ ἤσθιεν, καὶ ἐδοξάζετο ἐν τῷ μονα‐ | ||
5 | στηρίῳ διὰ τῆς ὑπακοῆς. Κεντηθεὶς δὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ ἀσκητὴς εἶπεν ἐν ἑαυτῷ· Δοκιμάσω αὐτὸν εἰ ἔχει ὑπακοὴν, καὶ προσελθὼν τῷ πατρὶ λέγει· Πέμψον μετ’ ἐμοῦ τὸν ἀδελφὸν, ἵνα παρα‐ βάλωμεν πούποτε, καὶ ἀπέλυσεν αὐτὸν ὁ ἀββᾶς καὶ ᾖρεν αὐτὸν ὁ ἀσκη‐ τὴν θέλων αὐτὸν πειρᾶσαι, καὶ ἦλθον εἰς τὸν ποταμὸν, εἶχε δὲ πλῆθος | |
10 | κροκοδείλων πολύ. Καὶ λέγει αὐτῷ· Κατάβηθι εἰς τὸν ποταμὸν καὶ πάρελθε. Καὶ κατέβη, καὶ ἦλθον οἱ κροκόδειλοι καὶ ἔλειχον αὐτοῦ τὸ σῶμα, καὶ οὐκ ἔβλαψαν αὐτόν. Καὶ ἰδὼν ὁ ἀσκητὴς εἶπεν αὐτῷ· Ἀνά‐ βηθι ἐκ τοῦ ποταμοῦ. Καὶ ὁδεύοντες εὗρον σῶμα νεκρὸν ἐῤῥιμένον ἐν τῇ ὁδῷ, καὶ εἶπεν ὁ ἀσκητής· Εἰ εἴχομεν παλαίωμα, ἐβάλομεν ἐπάνω | |
15 | αὐτοῦ. Λέγει δὲ ὁ τὴν ὑπακοὴν ἔχων· Μᾶλλον εὐξώμεθα, εἴπως ἀνα‐ στῇ. Καὶ ἔστησαν εἰς προσευχὴν, καὶ εὐξαμένων αὐτῶν, ἀνέστη ὁ νεκρὸς, καὶ ἐκαυχᾶτο ὁ ἀσκητὴς λέγων· ὅτι διὰ τῆς ἀσκή‐ σεώς μου ἀνέστη ὁ νεκρός. Ἀπεκάλυψε δὲ ὁ θεὸς τῷ πατρὶ τοῦ μοναστη‐ ρίου πάντα· καὶ πῶς ἐπείρασε τὸν ἀδελφὸν αὐτοῦ ἐν τοῖς κροκοδείλοις, | |
20 | καὶ πῶς ἀνέστη ὁ νεκρός. Καὶ ὡς ἦλθον εἰς τὸ μοναστήριον, λέγει ὁ ἀββᾶς τῷ ἀσκητῇ· Τί οὕτως ἐποίησας τῷ ἀδελφῷ σου, καὶ ἰδοὺ διὰ τὴν ὑπακοὴν αὐτοῦ ἀνέστη ὁ νεκρός. | |
295 | Ἀδελφός τις βιωτικὸς, ἔχων παιδία τρία, ἀνεχώρησεν ἐν μοναστηρίῳ ἐάσας αὐτὰ ἐν τῇ πόλει. Ὡς οὖν ἔμεινε τρία ἔτη ἐν τῇ μονῇ, ἤρξαντο οἱ λογισμοὶ φέρειν αὐτῷ μνήμην τῶν αὐτοῦ παιδίων, καὶ ἐλυπεῖτο δι’ αὐτὰ σφόδρα· οὐκ ἦν δὲ ἀναγγείλας | |
5 | τῷ ἀββᾷ, ὅτι ἔχει τέκνα. Βλέπων οὖν αὐτὸν ὁ πάτηρ στυγνάζοντα, λέγει αὐτῷ· Τί ἔχεις ὅτι στυγνὸς εἶ; Καὶ διηγήσατο τῷ πατρὶ ὅτι τρία παιδία ἔχω ἐν τῇ πόλει, καὶ θέλω αὐτὰ ἐνέγκαι ἐν τῇ μονῇ. Καὶ ἐπέτρεψεν ὁ πατὴρ, καὶ ἀπελθὼν ἐν τῇ πόλει εὗρε τὰ δύο κοιμηθέντα καὶ λαβὼν τὸ καταλειφθὲν, ἦλθεν εἰς τὸ μοναστήριον, καὶ ἐπιζητήσας | |
10 | τὸν πατέρα εὗρεν αὐτὸν εἰς τὸ ἀρτοκοπεῖον καὶ ἰδὼν αὐτὸν ὁ πατὴρ ἠσπάσατο αὐτὸν, καὶ λαβὼν τὸ παιδίον περιεπτύξατο καὶ ἐναγκαλισά‐ μενος κατεφίλει, καὶ λέγει τῷ πατρὶ αὐτοῦ· Ἀγαπᾷς αὐτό; Ὁ δὲ ἔφη· Ναί. Καὶ πάλιν εἶπεν· Πάνυ δὲ φιλεῖς αὐτό; Καὶ ἀπε‐ κρίνατο· Ναί. Καὶ ταῦτα ἀκούσας ὁ ἀββᾶς εἶπεν· Ἆρον, βάλε αὐτὸ | |
15 | εἰς τὸν φοῦρνον ὡς καίεται. Λαβὼν ὁ πατὴρ τὸ παιδίον ἑαυτοῦ, ἔῤῥι‐ ψεν εἰς τὸν φοῦρνον, καὶ ἐγένετο παραχρῆμα ὡς δρόσος ἡ φλόξ. Καὶ | |
ἀνηνέγκατο δόξαν, ὡς ὁ πατριάρχης Ἀβραάμ. | ||
296 | Εἶπεν γέρων· Ὅτι ὁ καθήμενος ἐν ὑπακοῇ πατρὸς πνευματικοῦ, πλείονα μισθὸν ἔχει τοῦ ἐν τῇ ἐρήμῳ κατομόνας ἀνα‐ χωροῦντος. | |
297 | Εἶπεν γέρων· Διὰ τοῦτο οὐ προκόπτομεν, ὅτι οὐκ ἐπιστά‐ μεθα τὰ μέτρα ἑαυτῶν, οὐδὲ ἔχωμεν ὑπομονὴν ἐν ᾧ ἀρχόμεθα ἔργῳ, | |
ἀλλὰ ἀπόνως θέλομεν κτήσασθαι τὴν ἀρέτην. | ||
T298-334 | ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ. | |
298 | Τινὰ τῶν μοναχῶν ἐρημίτην ἄνθρωπος δαιμονιζόμενος καὶ δεινῶς ἀφρίζων ἔτυψε κατὰ τῆς σιαγόνος. Ὁ δὲ γέρων ἐναλλάξας, καὶ τὴν ἄλλην ὑπέθηκεν. Ὁ δὲ δαίμων, μὴ φέρων τὴν πύρωσιν τῆς ταπεινώσεως, εὐθέως ἤλετο. | |
299 | Εἶπεν γέρων· Ὅτ’ ἂν λογισμὸς ὑψηλοφροσύνης ἢ ὑπερ‐ ηφανίας ὑπεισέλθῃ σοι, ἐρεύνα σου τὸ συνειδὸς εἰ πάσας τὰς ἐντολὰς ἐφύλαξας, εἰ ἀγαπᾷς τοὺς ἐχθρούς σου, καὶ λυπῇ ἐπὶ τῇ ἐλαττώσει αὐτῶν, καὶ εἰ ἔχεις ἑαυτὸν δοῦλον ἀχρεῖον, καὶ πάντων ἁμαρτωλό‐ | |
5 | τερον, καὶ τότε μηδὲ οὕτως μέγα φρονήσῃς ὡς πάντα κατορθώσας, εἰδὼς ὅτι οὗτος ὁ λογισμὸς πάντα καταλύει. | |
300 | Εἶπεν γέρων· Ὁ πλεῖον τῆς ἀξίας τιμώμενος ἢ ἐπαινούμενος πολὺ ζημιοῦται, ὁ δὲ μηδὲ ὅλως τιμώ‐ μενος παρὰ τῶν ἀνθρώπων, ἄνωθεν δοξασθήσεται. | |
301 | Ἀδελφὸς ἠρώτησε γέροντα· Καλόν ἐστι ποιῆσαι μετα‐ νοίας πολλάς; Λέγει ὁ γέρων· Ὁρῶμεν Ἰησοῦν τὸν τοῦ Ναυῆ, ὅτι | |
ὄντι ἐπὶ πρόσωπον ὤφθη αὐτῷ ὁ Θεός. | ||
302 | Ἠρωτήθη γέρων· Διατί οὕτως πολεμούμεθα ὑπὸ τῶν δαιμόνων; Ὁ δὲ εἶπεν· Ἐπειδὴ τὰ ὅπλα ἡμῶν ἀποῤῥίπτομεν, λέγω δὲ τὴν ἀτιμίαν καὶ τὴν ταπείνωσιν καὶ τὴν ἀκτημοσύνην καὶ τὴν ὑπομονήν. | |
303 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Ἐὰν ἀδελφὸς εἰσάξῃ λόγους ἔξωθεν πρός με, θέλεις, ἀββᾶ, εἴπω αὐτῷ ἵνα μή μοι φέρει αὐτούς; Λέγει αὐτῷ ὁ γέρων· Μή. Καὶ εἶπεν ὁ ἀδελφός· Διατί; Καὶ εἶπεν ὁ γέρων· Καθότι οὐδὲ ἡμεῖς ἠδυνήθημεν τοῦτο | |
5 | φυλάξαι μήποτε λέγοντες τὸν πλησίον μὴ ποιεῖν τοῦτο, εὑρεθῶμεν ἡμεῖς μετὰ ταῦτα ποιοῦντες αὐτό. Λέγει ὁ ἀδελφός· Τί οὖν δεῖ ποιεῖν; Λέγει ὁ γέρων· Ἐὰν θέλωμεν τὸ σιωπᾶν, ὁ τρόπος ἀρκεῖ τὸ πλησίον. | |
304 | Ἠρωτήθη γέρων· Τί ἐστιν ταπείνωσις; Καὶ ἀπεκρίθη· Ἐὰν ἁμαρτήσει σοι ὁ ἀδελφός σου καὶ συγχωρήσῃς αὐτῷ πρὸ τοῦ μετανοῆσαί σοι. | |
305 | Εἶπεν γέρων· Ἐν παντὶ πειρασμῷ μὴ μέμφου ἄν‐ θρωπον, ἀλλὰ σεαυτὸν μόνον, λέγων ὅτι διὰ τὰς ἁμαρτίας μου ταῦτα συμβαίνει μοι. | |
306 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Τί ἐστι τὸ ἔργον τῆς ξενιτείας; Λέγει ὁ γέρων· Οἶδα ἀδελφὸν ξενι‐ τεύσαντα, καὶ εὑρέθη εἰς τὴν ἐκκλησίαν καὶ κατ’ εὐκαιρίαν ὑπήντησεν ἀγάπῃ, καὶ ἐκάθισεν ἐπὶ τραπέζης μετὰ τῶν ἀδελφῶν φαγεῖν. Εἶπον | |
5 | δέ τινες· Τίς καὶ τοῦτον κατέσχεν; Καὶ εἶπον αὐτῷ· Ἔγειρε, ὕπαγε ἔξω. Καὶ ἀναστὰς ἀπῆλθεν. Ἕτεροι δὲ λυπηθέντες, ἀπῆλθον καὶ ἐκά‐ λεσαν αὐτόν· μετὰ τοῦτο ἠρώτησαν αὐτόν· Ἆρα τί ἐστιν ἐν τῇ καρδίᾳ σου ὅτι ἐξεβλήθης καὶ πάλιν εἰσήχθης. Ὁ δὲ εἶπεν· Ἐθέμην ἐν τῇ καρδίᾳ μου ὅτι ἐν ἴσῳ κυνός εἰμι· ὃς, ὅταν ἐκβληθῇ πορεύεται, | |
10 | καὶ ὅταν κληθῇ ἔρχεται. | |
307 | Ἦλθόν τινες ποτὲ ἐν Θηβαΐδι πρός τινα γέροντα | |
φέροντες δαιμονιζόμενον ἵνα θεραπεύσῃ αὐτὸν, ὁ δὲ γέρων πολλὰ παρακληθεὶς, λέγει τῷ δαίμονι· Ἔξελθε ἐκ τοῦ πλάσματος τοῦ Θεοῦ. Καὶ εἶπεν ὁ δαίμων τῷ γέροντι· Ἐξέρχομαι, ἀλλ’ ἐρωτῶ σε ἓν | ||
5 | ῥῆμα καὶ εἰπέ μοι· Τίνες εἰσὶ τὰ ἐρίφια καὶ τίνες τὰ ἀρνία; Καὶ εἶπεν ὁ γέρων· Τὰ ἐρίφια μὲν ἐγώ εἰμι, τὰ δὲ ἀρνία, ὁ Θεὸς οἶδεν. Καὶ ἀκούσας ὁ δαίμων ἐβόησε φωνῇ μεγάλῃ· Ἰδοὺ διὰ τὴν ταπείνωσίν σου ἐξέρχομαι. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. | |
309 | Ἔλεγον οἱ γέροντες· Ὅταν μὴ πολεμώμεθα, τότε μᾶλ‐ λον ταπεινοῦσθαι χρή. Ὁ γὰρ Θεὸς, εἰδὼς ἡμῶν τὴν ἀσθένειαν, σκε‐ πάζει ἡμᾶς, καὶ ἐὰν καυχησώμεθα, ἀφαιρεῖται ἀφ’ ἡμῶν τὴν σκέπην αὐτοῦ καὶ ἀπολλύμεθα. | |
310 | Τινὶ τῶν ἀδελφῶν ἐφάνη ὁ διάβολος μετασχηματισθεὶς εἰς ἄγγελον φωτὸς, καὶ φησὶ πρὸς αὐτόν· Ἐγώ εἰμι Γαβριὴλ καὶ ἀπεστάλην πρὸς σέ. Ὁ δὲ εἶπεν αὐτῷ· Ὅρα μὴ πρὸς ἄλλον ἀπο‐ στάλῃς, ἐγὼ γὰρ οὐκ εἰμὶ ἄξιος. Ὁ δὲ εὐθὺς ἀφανὴς ἐγένετο. | |
311 | Ἔλεγον οἱ γέροντες ὅτι κἂν ἀληθῶς ἄγγελός σοι φανῇ, μὴ παραδέξῃ, ἀλλὰ ταπείνωσον σεαυτὸν λέγων· Οὐκ εἰμὶ ἄξιος ἄγγελον ἰδεῖν, ἐν ἁμαρτίαις ζῶν. | |
312 | Ἔλεγον περί τινος γέροντος ὅτι καθήμενος ἐν τῷ κελλίῳ αὐτοῦ καὶ ἀγωνιζόμενος, ἔβλεπε τοὺς δαίμονας φανερῶς, καὶ εὐτέλιζεν αὐτούς. Βλέπων δὲ ὁ διάβολος ἑαυτὸν ἡττώμενον ὑπὸ τοῦ γέροντος, ἐλθὼν ἐνεφάνισεν αὐτῷ λέγων· Ἐγώ εἰμι ὁ Χριστός. Ἰδὼν | |
5 | δὲ αὐτὸν ὁ γέρων, ἐκάμμυσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Εἶπεν δὲ αὐτῷ ὁ διάβολος· Τί καμμύεις τοὺς ὄφθαλμούς σου; ἐγὼ εἰμὶ ὁ Χριστός. Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτῷ· Ἐγὼ τὸν Χριστὸν ὧδε οὐ θέλω ἰδεῖν. Ἀκούσας δὲ ταῦτα ὁ διάβολος, ἀφανὴς ἐγένετο. | |
313 | Ἄλλῳ γέροντι ἔλεγον οἱ δαίμονες· Θέλεις ἰδεῖν τὸν Χριστόν; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀνάθεμα ὑμῖν καὶ ᾧ λέγετε. Τῷ γὰρ ἐμῷ Χριστῷ πιστεύω εἰπόντι· Ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ | |
Χριστὸς, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Καὶ εὐθέως ἀφανὴς ἐγένετο. | ||
314 | Διηγήσαντο περί τινος γέροντος ὅτι ἐποίησεν ἑβδο‐ μήκοντα ἑβδομάδας ἅπαξ τῆς ἑβδομάδος ἐσθίων, ᾐτεῖτο δὲ περί τινος ῥήματος τῆς γραφῆς, καὶ οὐκ ἀπεκάλυπτεν αὐτῷ ὁ Θεός. Λέγει οὖν ἐν ἑαυτῷ· Ἰδοὺ τοσούτους καμάτους ἐποίησα, καὶ οὐδὲν ἤνυσα, | |
5 | ὑπάγω οὖν πρὸς τὸν ἀδελφόν μου καὶ ἐρωτῶ αὐτόν. Καὶ ὡς ἔκλεισε τὴν θύραν τοῦ ἀπελθεῖν, ἀπεστάλη αὐτῷ ἄγγελος Κυρίου λέγων· Αἱ ἑβδομήκοντα ἑβδομάδες ἃς ἐνήστευσας, οὐκ ἤγγισαν πρὸς τὸν Θεὸν, ὅτε δὲ ἐταπείνωσας ἑαυτὸν ἐξελθεῖν πρὸς τὸν ἀδελφόν σου. ἀπεστάλην τοῦ ἀναγγεῖλαί σοι τὸν λόγον, καὶ πληροφορήσας αὐτὸν | |
10 | περὶ οὗ ἐζήτει λόγου, ἀπέστη ἀπ’ αὐτοῦ. | |
315 | Εἶπεν γέρων· Ἐάν τις μετὰ φόβου Θεοῦ καὶ ταπεινώ‐ σεως ἐπιτάξῃ ἀδελφῷ πρᾶγμα ποιῆσαι, ὁ λόγος ἐκεῖνος ὁ διὰ τὸν Θεὸν ἐξερχόμενος, ποίει τὸν ἀδελφὸν ὑποταγῆναι καὶ ποιῆσαι τὸ ἐπιταχθέν. Εἰ δέ τις θέλων κελεῦσαι ἀδελφῷ οὐ κατὰ φόβον Θεοῦ, ἀλλ’ ὡς δι’ | |
5 | αὐθεντίας θέλων ἐξουσιάζειν αὐτοῦ, ὁ Θεὸς ὁ βλέπων τὰ κρυπτὰ τῆς καρδίας οὐ πληροφορεῖ αὐτὸν ἀκοῦσαι οὐδὲ ποιῆσαι, ὅτι φανερόν ἐστι τὸ ἔργον τὸ διὰ τὸν Θεὸν γινόμενον, καὶ φανερὸν τὸ τῆς αὐθεντίας, τὸ γὰρ τοῦ Θεοῦ ταπεινόν ἐστι μετὰ παρακλήσεως, τὸ δὲ μετὰ αὐθεντίας, θυμοῦ γέμει καὶ ταραχῆς, ἐκ τοῦ πονηροῦ γάρ ἐστιν. | |
316 | Εἶπεν γέρων· Θέλω ἥττημα μετὰ ταπεινοφροσύνης, ἢ νίκην μετὰ ὑπερηφανίας. | |
317 | Εἶπεν γέρων· Μὴ καταφρόνει τοῦ παρεστηκότος σοι· οὐκ οἶδας γὰρ εἰ ἐν σοί ἐστι τὸ πνεῦμα τοῦ Θεοῦ ἢ ἐν αὐτῷ. Λέγω δὴ τὸν παρεστηκότα σοι, τὸν δὲ διακονοῦντά σοι. | |
318 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Ἐὰν οἰκήσω μετὰ ἀδελφῶν καὶ ἴδω πρᾶγμα παρὰ τὸ πρέπον, θέλεις λαλήσω; Λέγει ὁ γέρων· Ἐὰν εἰσὶ μείζονές σου ἢ συνηλικιῶταί σου, σιωπῶν μᾶλλον ἔχεις ἀνάπαυσιν, ἐν τούτῳ γὰρ σεαυτὸν ἐλάσσω ποιεῖς καὶ ἀμέριμνον. Λέγει | |
5 | αὐτῷ ὁ ἀδελφός· Τί οὖν ποιήσω πάτερ; ταράσσουσι γάρ | |
με τὰ πνεύματα. Λέγει αὐτῷ ὁ γέρων· Εἰ κάμνεις, ὑπόμνησον ἅπαξ ταπεινοφρονῶν, ἐὰν δὲ μὴ ἀκούσωσί σου, ἄφες τὸν κόπον σου ἐνώπιον τοῦ Θεοῦ τὸ καταλιπεῖν τὸ ἴδιον θέλημα, πρόσεχέ σε δὲ, μὴ ἐκφανῇς ὅπως γένηται κατὰ Θεὸν ἡ μέριμνά σου, ὡς δὲ ὁρῶ, καλὸν μᾶλλον τὸ | ||
10 | σιωπᾶν, ταπεινοφροσύνη γάρ ἐστιν. | |
319 | Ἀδελφὸς ἐλυπεῖτο κατὰ ἀδελφοῦ, καὶ ἀκούσας ἐκεῖνος, ἦλθε μετανοῆσαι αὐτῷ. Ὁ δὲ οὐκ ἤνοιξεν αὐτῷ τὴν θύραν. Ἀπῆλθεν οὖν πρός τινα γέροντα καὶ εἶπεν αὐτῷ τὸ πρᾶγμα. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ὅρα μὴ δικαίωμα ἔχεις ἐν τῇ καρδίᾳ σου ὡς μεμφόμενος | |
5 | τὸν ἀδελφόν σου, ὡς ὅτι ἐκεῖνος ἐστὶν ὁ αἴτιος, σεαυτὸν δὲ δικαιοῖς, καὶ διὰ τοῦτο οὐκ ἐπληροφορήθη ἀνοίξαι σοι, πλὴν τοῦτό ἐστιν ὃ λέγω σοι· κἂν ἐκεῖνος ἥμαρτεν κατὰ σοῦ, ὕπαγε θὲς εἰς τὴν καρδίαν σου ὅτι σὺ ἥμαρτες κατ’ αὐτοῦ καὶ τὸν ἀδελφόν σου δικαίωσον, καὶ τότε ὁ Θεὸς πληροφορεῖ αὐτὸν ὁμονοῆσαί σοι. Καὶ πεισθεὶς ὁ | |
10 | ἀδελφὸς ἐποίησεν οὕτως, καὶ ἀπελθὼν, ἔκρουσε τῷ ἀδελφῷ, καὶ ὡς μόνον ᾐσθάνθη, ἔσωθεν πρῶτος αὐτῷ μετενόησε. Καὶ ἀνοίξας ἠσπάσατο αὐτὸν ἀπὸ ψυχῆς, καὶ γέγονεν ἀμφοτέροις εἰρήνη μεγάλη. | |
320 | Εἶπεν γέρων· Ἢ φεύγων φεῦγε τοὺς ἀνθρώπους, ἢ ἔμπαιξον τὸν κόσμον καὶ τοὺς ἀνθρώπους, μωρὸν σεαυτὸν εἰς τὰ πολλὰ ποιῶν. | |
321 | Εἶπεν γέρων· Ἐὰν κτήσῃ σιωπὴν, μὴ ἔχε ἑαυτὸν ὡς ἀρετὴν κατορθῶν, ἀλλὰ λέγε ὅτι ἀνάξιος εἰμὶ καὶ τοῦ λαλεῖν. | |
322 | Εἶπεν γέρων· Εἰ μὴ ἔβαλεν ὁ ἀρτοκόπος σκεπάσματα τοῖς ὀφθαλμοῖς τοῦ κτήνους, ἐστρέφετο ἂν καὶ τὸν μισθὸν αὐτοῦ ἔτρωγεν, οὕτως καὶ ἡμεῖς λαμβάνομεν κατ’ οἰκονομίαν Θεοῦ σκεπάσ‐ ματα, ἵνα μὴ βλέπωμεν ἃ ἐργαζόμεθα καλὰ καὶ μακαρίζωμεν ἑαυ‐ | |
5 | τοὺς, καὶ διὰ τοῦτο ἀπολέσωμεν τὸν μισθὸν ἡμῶν, διὰ τοῦτο ἀφιέμεθα μίαν μίαν ἐν ῥυπαροῖς λογισμοῖς, καὶ αὐτοὺς μόνον βλέπωμεν ἵνα ἑαυ‐ τοὺς κατακρίνωμεν καὶ αὐτὰ τὰ ῥυπαρὰ γίνεται ἡμῖν σκεπάσματα τοῦ μικροῦ ἀγαθοῦ. Ὅταν γὰρ ἄνθρωπος μέμψηται ἑαυτὸν, οὐκ ἀπόλλυσι τὸν μισθὸν αὐτοῦ. | |
323 | Ἠρωτήθη γέρων τί ἐστὶ ταπείνωσις; καὶ ἀποκριθεὶς εἶπεν· Ἡ ταπείνωσις μέγα ἔργον ἐστὶν καὶ θεϊκόν. Ἡ δὲ | |
ὁδὸς τῆς ταπεινώσεως οἱ κόποι οἱ σωματικοὶ εἰσὶν καὶ τὸ ἔχειν ἑαυτὸν ἁμαρτωλὸν καὶ ὑποκάτω πάντων. Καὶ εἶπεν ὁ ἀδελφός· Τί ἐστιν | ||
5 | ὑποκάτω πάντων; Καὶ εἶπεν ὁ γέρων· Τοῦτό ἐστι· τὸ μὴ προσέχειν ἁμαρτίαις ἀλλοτρίαις, ἀλλὰ ταῖς ἑαυτῶν πάντοτε, καὶ δέεσθαι τοῦ Θεοῦ ἀδιαλείπτως. | |
324 | Ἠρώτησεν ἀδελφός τινα γέροντα λέγων· Εἰπέ μοι πρᾶγμα, ἵνα τηρήσω καὶ ζήσω δι’ αὐτοῦ. Καὶ εἶπεν ὁ γέρων· Ἐὰν δυνηθῇς ὑβρισθῆναι καὶ βαστάξαι, μέγα ἐστὶ τοῦτο ὑπὲρ πάσας τὰς ἀρετάς. | |
325 | Εἶπεν γέρων· Ἐξουδένωσιν καὶ ὕβριν καὶ ζημίαν ὁ φέρων δύναται σωθῆναι. | |
326 | Εἶπεν γέρων· Μὴ ἔχε γνῶσιν μετὰ ἡγουμένου μηδὲ πύκναζε πρὸς αὐτόν. Ἐκ τούτου γὰρ καὶ παῤῥησίαν ἕξεις καὶ τοῦ ἡγεῖσθαι λοιπὸν ἐπιθυμήσεις. | |
327 | Ἀνὴρ ἅγιος θεωρήσας τινὰ ἁμαρτάνοντα, κλαύσας πικρῶς εἶπεν· οὕτως σήμερον πάντως ὅτι καγὼ αὔριον· πλὴν κἂν ὅπως τίς ἁμάρτῃ ἐνώπιόν σου μὴ κρίνῃς αὐτὸν, ἀλλὰ ἔχε ἑαυτὸν ἁμαρτωλότερον αὐτοῦ. | |
328 | Ἀδελφός τις ἦν ἐν κοινοβίῳ καὶ ὅλα τὰ βάρη τῶν ἀδελφῶν ἔβαλεν ἐπάνω αὐτοῦ, καὶ ἕως πορνείας κατηγόρει ἑαυτοῦ, ὅτι ἐγὼ ἐποίησα. Τινὲς δὲ τῶν ἀδελφῶν ἀγνοοῦντες τὴν πρᾶξιν αὐτοῦ ἤρξαντο γογγύζειν κατ’ αὐτοῦ λέγοντες· Πόσα κακὰ ἐποίησεν οὗτος | |
5 | καὶ οὐδὲν ἐργάζεται. Ὁ δὲ ἀββᾶς γινώσκων τὴν πρᾶξιν αὐτοῦ, ἔλεγε τοῖς ἀδελφοῖς· Θέλω τὸ ἓν αὐτοῦ ψιάθιον μετὰ ταπεινο‐ φροσύνης, ἢ ὅλα τὰ ὑμῶν μετὰ ὑπερηφανίας, καὶ θέλετε πληροφορηθῆναι ἀπὸ τοῦ Θεοῦ; Καὶ ἤνεγκε τὰ προστρία αὐτῶν ψιάθια καὶ τὸ ἓν ψιάθιον τοῦ ἀδελφοῦ, καὶ ἅψας πῦρ, ἔῤῥιψεν αὐτὰ ἐν αὐτῷ, καὶ ἐκάησαν ὅλα | |
10 | παρεκτὸς τοῦ ψιαθίου τοῦ ἀδελφοῦ. Καὶ τοῦτο ἰδόντες οἱ ἀδελφοὶ, ἐφο‐ βήθησαν καὶ ἔβαλον αὐτῷ μετάνοιαν καὶ ἔσχον αὐτὸν τοῦ λοιποῦ ὡς πατέρα. | |
329 | Μοναχός τις, τραῦμα λαβὼν παρά τινος, κατασχὼν τὸ τραῦμα, μετάνοιαν ἔβαλε τῷ πλήξαντι. | |
330 | Εἶπεν γέρων· Παρακάλεσον τὸν Θεὸν, ἵνα δώσῃ πένθος εἰς τὴν καρδίαν σου καὶ ταπείνωσιν, καὶ πρόσεχε πάν‐ τοτε ταῖς ἁμαρτίαις σου καὶ μὴ κρίνῃς ἄλλοις, ἀλλὰ γενοῦ ὑποκάτω πάντων, καὶ μὴ ἔχε φιλίαν μετὰ γυναικὸς, μηδὲ μετὰ παιδίου, μηδὲ | |
5 | μετὰ αἱρετικοῦ, καὶ κόψον τὴν παῤῥησίαν ἀπὸ σοῦ, καὶ κράτει τῆς γλώσσης σου καὶ τῆς κοιλίας, καὶ ἀπὸ οἴνου, καὶ ἐάν τις λαλήσῃ μετὰ σοῦ περὶ πράγματος οἱουδήποτε, μὴ φιλονείκει ἀλλ’ εἰπὲ ναί· ἐὰν δὲ κακῶς εἴπῃ, εἰπέ· Σὺ οἶδας πῶς λαλεῖς, καὶ μὴ ἔριζε μετ’ αὐτοῦ πῶς ἐλάλησεν καὶ αὕτη ἐστὶν ἡ ταπείνωσις. | |
331 | Εἶπεν γέρων· Μὴ θήσῃς εἰς τὴν καρδίαν σου κατὰ τοῦ ἀδελφοῦ σου λέγων· Ὅτι νηφαλεώτερός εἰμι καὶ ἀσκητικώτερος, ἀλλ’ ὑποτάσσου χάριτι Χριστοῦ πνεύματι πτωχότητος καὶ ἀγάπης ἀνυποκρίτου, ἵνα μὴ πνεύματι καυχήσεως ἀπολέσῃς σου τὸν κόπον, | |
5 | γέγραπται γάρ· ὁ δοκῶν ἑστᾶναι βλεπέτω μὴ πέσῃ, ἅλατι δὲ ἠρτυ‐ μένος ἔσο ἐν Χριστῷ. | |
332 | Ἠρωτήθη γέρων· Πῶς τινὲς λέγουσιν· Ὅτι βλέπομεν ὀπτασίας ἀγγέλων; Καὶ ἀπεκρίθη λέγων· Μακάριός ἐστιν ὁ βλέπων τὰς ἁμαρτίας αὐτοῦ πάντοτε. | |
333 | Γέρων τις ἦν ἐπὶ τὸν Ἰορδάνην, καὶ εἰσελθὼν ἐν καύματι εἰς σπήλαιον, εὗρεν ἔσω λέοντα καὶ ἤρξατο βρύχειν τοὺς ὀδόντας αὐτοῦ καὶ ὠρύεσθαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Τί θλίβῃ; ἔνι τόπος χωρῶν ἐμὲ καὶ σέ. Εἰ δὲ οὐ θέλεις, ἀνάστα ἔξελθε. Ὁ δὲ λέων μὴ βαστάξας | |
5 | ἐξῆλθεν. | |
334 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Διατί βάλλω μετά‐ νοιαν τῷ ἔχοντι κατ’ ἐμοῦ, καὶ ὁρῶ αὐτὸν μὴ καθαρεύοντα μετ’ ἐμοῦ; Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰπέ μοι τὴν ἀλήθειαν, οὐκ ἔχεις ἐν τῇ καρδίᾳ σου δικαίωμα ὡς βάλλεις αὐτῷ μετάνοιαν ὅτι αὐτὸς | |
5 | ἐσφάλη κατὰ σοῦ, καὶ διὰ τὴν ἐντολὴν μετανοεῖς αὐτῷ; Καὶ λέγει ὁ ἀδελφός· Ναὶ, οὕτως ἔχει. Εἶπεν οὖν αὐτῷ ὁ γέρων· Διὰ τοῦτο οὐ πληροφορεῖ αὐτὰ ὁ Θεὸς καθαρεῦσαι μετὰ σοῦ, ὅτι σὺ οὐ βάλλεις αὐτῷ μετάνοιαν μετὰ πληροφορίας ὡς ἁμαρτήσας κατ’ αὐτοῦ, ἀλλὰ καὶ μᾶλλον ἔχεις ὅτι αὐτὸς ἥμαρτεν εἰς σὲ, πλὴν τοῦτό ἐστιν. Κἂν | |
10 | ἐκεῖνος ἥμαρτεν εἰς σὲ, θὲς εἰς τὴν καρδίαν σου ὅτι σὺ εἶ ὁ κατ’ αὐτοῦ ἁμαρτῶν καὶ τὸν ἀδελφόν σου δικαίωσον, καὶ τότε αὐτὸν | |
ὁ Θεὸς πληροφορεῖ καθαρεῦσαι μετὰ σοῦ. Καὶ διηγήσατο αὐτῷ ὁ γέρων ὑπόδειγμα τοιοῦτον· Ἦσαν τινὲς κοσμικοὶ εὐλαβεῖς, καὶ συμφωνή‐ σαντες ἐξῆλθον καὶ γεγόνασι μοναχοὶ, καὶ ζήλῳ φερόμενοι κατὰ τὴν | ||
15 | εὐαγγελικὴν φωνὴν, ἀγνοοῦντες δὲ, εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασι‐ λείαν τῶν οὐρανῶν. Καὶ ἀκούσας ὁ ἀρχιεπίσκοπος, ἐχώρησεν αὐτούς. Ἐκεῖνοι δὲ δοκοῦντες ὅτι καλῶς ἐποίησαν, ἠγανάκτησαν κατ’ αὐτοῦ λέγοντες· Ἡμεῖς εὐνουχίσαμεν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὗτος ἐχώρησεν ἡμᾶς. Ἄγωμεν, ἐντύχωμεν κατ’ αὐτοῦ τὸν | |
20 | ἀρχιεπίσκοπον Ἱεροσολύμων. Καὶ ἀπελθόντες, ἀνήγγειλαν αὐτῷ πάντα, καὶ λέγει αὐτοῖς ὁ ἀρχιεπίσκοπος· Κἀγὼ ὑμᾶς χωρίζω Καὶ ἐπὶ τοῦτο λυπηθέντες, ἀπῆλθον Ἀντιοχείᾳ πρὸς τὸν ἀρχιεπί‐ σκοπον καὶ εἶπον αὐτῷ τὰ καθ’ ἑαυτοὺς, κακεῖνος ἐχώρισεν αὐτούς. Λέγουσι πρὸς ἀλλήλους· Ἄγωμεν εἰς Ῥώμην, πρὸς τὸν πάπαν, κακεῖνος | |
25 | ἐκδικεῖ ἡμᾶς ἀπὸ πάντων τούτων. Ἀπελθόντες οὖν πρὸς τὸν ἀρχιε‐ πίσκοπον Ῥώμης, ἀνήγγειλαν αὐτῷ ἃ ἐποίησαν αὐτοῖς οἱ ἀρχιεπί‐ σκοποι· Ἤλθομεν δὲ πρὸς σὲ, ὅτι σὺ εἶ κεφαλὴ πάντων. Εἶπεν δὲ αὐτοῖς καὶ αὐτός· Κἀγὼ χωρίζω ὑμᾶς, καὶ κεχωρισμένοι ἐστέ. Ἀπο‐ ρούμενοι δὲ πρὸς ἀλλήλους εἶπον· Ὅτι εἷς τῷ ἑνὶ χαρίζεται, διὰ τὸ | |
30 | ἐν συνόδῳ ἀνάγεσθαι, ἀλλ’ ἄγωμεν εἰς τὸν ἅγιον τοῦ θεοῦ Ἐπιφάνιον τὸν ἐπίσκοπον τῆς Κύπρου, ὅτι προφήτης ἐστὶν καὶ οὐ λαμβάνει πρόσωπον ἀνθρώπου. Ὡς δὲ ἤγγισαν τῇ πόλει αὐτοῦ, ἀπε‐ καλύφθη αὐτῷ περὶ αὐτῶν, καὶ πέμψας εἰς ἀπάντησιν αὐτῶν εἶπεν μηδὲ εἰς τὴν πόλιν ταύτην εἰσελθέτωσαν. Τότε ἐν ἑαυτοῖς γενόμενοι | |
35 | εἶπον· Ἐπ’ ἀληθείας ἡμεῖς ἐσφάλημεν· ἔστω ἐκεῖνοι ἀδίκως ἡμᾶς ἐχώρισαν, μὴ καὶ οὗτος, ὁ προφήτης; ἰδοὺ ὁ Θεὸς ἀπεκάλυψεν αὐτῷ περὶ ἡμῶν. Καὶ κατέγνωσαν ἑαυτῶν σφόδρα περὶ τοῦ πράγματος οὗ ἐποίησαν. Τότε ἰδὼν ὁ καρδιογνώστης Θεὸς, ὅτι ἐν ἀληθείᾳ κατέγνωσαν ἑαυτῶν, ἐπληροφόρησεν Ἐπιφάνιον ἐπίσκοπον Κύπρου καὶ ἀφ’ ἑαυτοῦ | |
40 | πέμψας ἤνεγκεν αὐτοὺς, καὶ παρακαλέσας ἐδέξατο εἰς κοινωνίαν, καὶ ἔγραψε τῷ ἀρχιεπισκόπῳ Ἀλεξανδρείας· Δέξαι τὰ τέκνα σου, μετενόησαν γὰρ ἐν ἀληθείᾳ. Εἶπεν οὖν ὁ γέρων· Τοῦτό ἐστιν ἡ θεραπεία τοῦ ἀνθρώπου, καὶ τοῦτο θέλει ὁ Θεὸς, ἵνα ὁ ἄνθρωπος | |
βάλῃ τὸ σφάλμα ἐπάνω αὐτοῦ ἐνώπιον τοῦ Θεοῦ. | ||
T335-343 | ΠΕΡΙ ἈΝΕΞΙΚΑΚΙΑ | |
335 | Φιλόπονός τις ἑωρακὼς ἄνθρωπον βαστάζοντα νεκρὸν ἐν κραββάτῳ, ἔφη αὐτῷ· Τοὺς νεκροὺς βαστάζεις; ὕπαγε, βάσταζε τοὺς ζῶντας. | |
336 | Ἔλεγον περί τινος μοναχοῦ, ὅτι ὅσα ἄν τις αὐτὸν ὕβριζεν ἢ ἐδόκει παροξύνειν, τοσούτῳ μᾶλλον πρὸς αὐτὸν ἔτρεχε, λέγων· ὅτι οἱ τοιοῦτοι, αἴτιοι κατορθωμάτων γίνονται τοῖς σπουδαίοις, οἱ δὲ μακαρίζοντες, πλανῶσι καὶ ταράσσουσι τὴν ψυχήν· Γέγραπται | |
5 | γάρ, ὅτι οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς. | |
337 | Ἦλθόν ποτε ἐν μοναστηρίῳ γέροντός τινος λῃσταὶ, καὶ εἶπον αὐτῷ· Πάντα τὰ ἐν τῷ κελλίῳ σου λαβεῖν ἥκαμεν. Ὁ δὲ ἔφη· Ὅσα ἂν δοκῇ ὑμῖν, τέκνα, λάβετε. Ἔλαβον οὖν ἃ εὗρον ἐν τῷ κελλίῳ καὶ ἀπῆλθον. Ἐπελάθοντο δὲ ἓν μαρσίππιον, ὃ ἦν ἐκεῖ | |
5 | κρεμάμενον. Ὁ οὖν γέρων, λαβὼν αὐτὸ, κατεδίωξεν ὀπίσω αὐτῶν βοῶν καὶ λέγων· Τέκνα, λάβετε ὃ ἐπελάθεσθε ἐν τῷ κελλίῳ ὑμῶν. Οἱ δὲ, θαυμάσαντες ἐπὶ τῇ ἀνεξικακίᾳ τοῦ γέροντος, ἀποκατέστησαν αὐτῷ πάντα ἐν τῷ κελλίῳ, καὶ μετενόησαν εἰπόντες πρὸς ἀλλήλους· Ἀληθῶς ἄνθρωπον τοῦ Θεοῦ ἐστὶν οὗτος. | |
338 | Ἀδελφοὶ παρέβαλον γέροντί τινι ἁγίῳ εἰς ἔρημον τόπον καθεζομένῳ, καὶ εὗρον ἔξω τοῦ μοναστηρίου αὐτοῦ | |
παιδία βόσκοντα καὶ λαλοῦντα ῥήματα ἀπρεπὴ, καὶ μετὰ τὸ ἀναθέσθαι αὐτῷ τοὺς λογισμοὺς αὐτῶν καὶ ὠφεληθῆναι ἀπὸ τῆς γνώσεως αὐτοῦ, | ||
5 | λέγουσιν αὐτῷ· Πῶς ἀνέχῃ, ἀββᾶ, τῶν παιδίων τούτων, καὶ οὐ παραγ‐ γέλλεις αὐτοῖς ἵνα μὴ στρηνιῶσιν. Καὶ εἶπεν ὁ γέρων· Φύσει, ἀδελφοὶ, ἔχω ἡμέρας θέλων παραγγεῖλαι αὐτοῖς, καὶ ἐπιτιμῶ ἐμαυτῷ λέγων· Εἰ τὸ μικρὸν τοῦτο οὐ βαστάζω, πῶς ἐὰν ἀπολυθῇ μοι πειρασμὸς μέγας βαστάξω; Διὰ τοῦτο οὐδὲν αὐτοῖς λέγω, ἵνα γένηται νομὴ | |
10 | τοῦ βαστάζειν τὰ ἐπερχόμενα. | |
339 | Ἔλεγον περὶ ἀδελφοῦ τινὸς γειτνιῶντος μεγάλῳ γέροντι ὅτι εἰσερχόμενος εἰς τὸ κελλίον αὐτοῦ ἔκλεπτεν. Ἔβλεπε δὲ ὁ γέρων καὶ οὐκ ἤλεγχεν αὐτὸν, ἀλλ’ εἰργάζετο περισσὸν λέγων· ὅτι τάχα χρείαν ἔχει ὁ ἀδελφός. Καὶ πολλὴν θλίψιν εἶχεν ὁ γέρων, μετὰ | |
5 | ἐνδείας εὑρίσκων τὸν ἄρτον αὐτοῦ. Μέλλοντος δὲ τοῦ γέροντος τελευτᾷν, ἐκύκλωσαν αὐτὸν οἱ ἀδελφοὶ, καὶ ἰδὼν τὸν κλέπτοντα αὐτὸν λέγει· Ἔγγισόν μοι. Καὶ καταφιλήσας τὰς χεῖρας αὐτοῦ, ἔλεγεν· Εὐχαριστῷ ταῖς χερσὶ ταύταις, ὅτι δι’ αὐτῶν ὑπάγω εἰς τὴν βασιλείαν τῶν οὐράνων. Ὁ δὲ κατανυγεὶς καὶ μετανοήσας, καὶ αὐτὸς ἐγένετο δόκιμος μοναχὸς | |
10 | ἀπὸ τῶν πράξεων ὧν εἶδε τοῦ μεγάλου γέροντος. | |
340 | Ἔλεγέ τις τῶν γερόντων ὅτι ἤκουσα παρά τινων ἁγίων ὅτι εἰσὶ νεώτεροι καὶ ὁδηγοῦσι γέροντας εἰς ζωὴν, καὶ διηγήσατο οὕτως· ὅτι ἦν τις γέρων μεθυστὴς, καὶ, εἰργάζετο ψιάθιον καθ’ ἡμέραν, καὶ ἐπώλει αὐτὸ εἰς τὴν κώμην καὶ ἔπινε τὴν τιμὴν | |
5 | αὐτοῦ, ὕστερον δὲ, ἦλθέ τις πρὸς αὐτὸν ἀδελφὸς καὶ ἔμεινε μετ’ αὐτοῦ, καὶ εἰργάζετο καὶ αὐτὸς ψιάθιον. Ἐλάμβανε δὲ καὶ αὐτὸ ὁ γέρων καὶ ἐπώλει, καὶ ἔπινε τὴν τιμὴν τῶν δύο, τῷ δὲ ἀδελφῷ ἔφερε μικρὸν ἄρτον κατ’ ὀψὲ, καὶ τοῦτο ποιοῦντος αὐτοῦ ἐπὶ τρία ἔτη, οὐδὲν ἐλάλησεν ὁ ἀδελφός. Καὶ μετὰ ταῦτα λέγει ἐν ἑαυτῷ· Ἰδοὺ γυμνός εἰμι καὶ τὸν | |
10 | ἄρτον μου μετὰ ἐνδείας ἐσθίω, ἀναστῶ οὖν καὶ πορευθῶ ἔνθεν. Πάλιν δὲ ἐλογίσατο ἐν ἑαυτῷ λέγων· Ποῦ ἔχω ἀπελθεῖν, καθέζομαι πάλιν, ἐγὼ γὰρ τῷ θεῷ καθέζομαι κοινόβιον. Καὶ εὐθὺς ἐφάνη αὐτῷ ἄγγελος λέγων· Μηδαμοῦ ἀναχωρήσῃς, ἔρχομαι γὰρ αὔριον ἐπὶ σέ. Καὶ παρακαλεῖ ὁ ἀδελφὸς τὸν γέροντα κατ’ ἐκείνην τὴν ἡμέραν λέγων· | |
15 | Μηδαμοῦ ἀπέλθῃς, ἔρχονται γὰρ οἱ ἐμοὶ λαβεῖν με σήμερον. Ὡς οὖν | |
ἦλθεν ἡ ὥρα τοῦ γέροντος ἀπελθεῖν, ἔλεγεν αὐτῷ· Οὐκ ἔρχονται σήμερον, τέκνον, ἐχρόνισαν γάρ. Ὁ δὲ εἶπεν· Ναὶ, ἀββᾶ, πάντως ἔρχονται. Καὶ λαλῶν μετ’ αὐτοῦ ἐκοιμήθη. Ὁ δὲ γέρων κλαίων ἔλεγεν· Οἴμοι, τέκνον, ὅτι ἐν πολλοῖς ἔτεσιν εἰ μὴ (εἰμὶ?) ζῶν ἐν ἀμελείᾳ, σὺ δὲ ἐν ὀλίγῳ | ||
20 | χρόνῳ τὴν ψυχήν σου ἔσωσας ἐν ὑπομονῇ, καὶ ἀπὸ τότε ὁ γέρων ἐσωφρόνισε καὶ γέγονε δόκιμος. | |
341 | Διηγήσαντο οἱ γέροντες περὶ ἑτέρου γέροντος ὅτι εἶχε παιδίον σύνοικον, καὶ εἶδεν αὐτὸ ποιοῦν ἔργον μὴ σύμφερον αὐτῷ, καὶ εἶπεν αὐτῷ ἅπαξ· Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, καὶ οὐκ ἤκουσεν αὐτοῦ. Ὡς δὲ παρήκουσεν, ἀπεμερίμνησεν ὁ γέρων, ἐπιῤῥίψας | |
5 | αὐτῷ τὸ ἴδιον κρῖμα. Κλείσας δὲ ὁ νεώτερος τὴν θύραν τοῦ κελλίου ἐν ᾧ ἦσαν τὰ ψωμία, ἐπὶ ἡμέρας δεκατρεῖς ἀφῆκε τὸν γέροντα νήστην, καὶ οὐκ εἶπεν αὐτῷ ὁ γέρων· Ποῦ εἶς, ἢ ποῦ ὑπάγεις ἔξω. Εἶχε δὲ γειτνιῶντα ὁ γέρων τινὰ, καὶ ὡς ἤσθετο ὅτι ἐχρόνισεν ὁ νεώτερος, ἐποίει μικρὸν ἕψημα καὶ παρεῖχεν αὐτῷ διὰ τοῦ τείχους, καὶ παρεκάλει αὐτὸν | |
10 | γεύσασθαι. Εἰ δὲ ἔλεγεν αὐτῷ· Τί ἐβράδυνεν ὁ ἀδελφός; ἔλεγεν ὁ γέρων· ὅτι ἐὰν εὐκαιρήσῃ ἔρχεται. | |
342 | Διηγήσαντό τινες ὅτι φιλόσοφοι ἠθέλησαν ποτὲ δοκιμάσαι τοὺς μοναχούς. Παρήρχετο οὖν τις ἐστολίσμενος καλῶς, καὶ λέγουσιν αὐτῷ· Σὺ δεῦρο ὧδε. Ὁ δὲ ὀργισθεὶς ὕβρισεν αὐτούς. Ἐπέρασε δὲ καὶ ἄλλος μοναχὸς Λιβυκὸς καὶ λέγουσιν αὐτῷ· Καὶ σὺ, | |
5 | μοναχὲ κακόγηρε, δεῦρο ὧδε. Ὁ δὲ μετὰ σπουδῆς ἀπῆλθεν, καὶ διδόασιν αὐτῷ ῥάπισμα. Ὁ δὲ ἔστρεψε καὶ τὴν ἄλλην σιαγόνα. Οἱ δὲ εὐθέως ἀνέστησαν καὶ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς ἰδοὺ μοναχός. Καὶ καθίσαντες αὐτὸν ἐν μέσῳ αὐτῶν, ἠρώτων αὐτὸν λέγοντες· Τί πλέον ἡμῶν ποιεῖτε εἰς τὴν ἔρημον; Νηστεύετε, καὶ ἡμεῖς νηστεύομεν, ἀγρυ‐ | |
10 | πνεῖτε καὶ ἡμεῖς ἀγρυπνοῦμεν, καὶ εἴτι δ’ ἂν ποιεῖτε καὶ ἡμεῖς ποιοῦμεν. Τί οὖν περισσὸν ποιεῖτε εἰς τὴν ἔρημον καθήμενοι; Λέγει αὐτοῖς ὁ γέρων· Εἰς τὴν χάριν τοῦ Θεοῦ ἐλπίζομεν ἡμεῖς καὶ νοῦν τηροῦμεν. Λέγουσι καὶ αὐτοί· Ἡμεῖς τοῦτο φυλάξαι οὐ δυνάμεθα, καὶ ὠφελη‐ θέντες ἀπέλυσαν αὐτόν. | |
343 | Ἦσαν δύο μοναχοὶ εἰς τόπον οἰκοῦντες καὶ παρέβαλεν αὐτοῖς γέρων μέγας καὶ θέλων δοκιμάσαι αὐτοὺς, ἔλαβε ῥάβδον καὶ | |
ἤρξατο συντρίβειν τὰ λάχανα τοῦ ἑνός. Καὶ ἰδὼν ὁ ἀδελφὸς ἐκρύβη. Καὶ ὡς παρέμεινε μία ῥίζα, λέγει τῷ γέροντι· Ἀββᾶ, ἐὰν θέλῃς, ἄφες | ||
5 | αὐτὸ, ἵνα ἐψήσω καὶ γευσώμεθα ὁμοῦ. Καὶ ἔβαλεν ὁ γέρων μετάνοιαν τῷ ἀδελφῷ λέγων· Διὰ τὴν ἀνεξικακίαν σου, ἀναπέπαυται τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ σὲ, ἄδελφε. | |
T344-358 | ΠΕΡΙ ΑΓΑΠΗΣ | |
344 | Γέρων τις ἀπέστειλεν τὸν μαθητὴν αὐτοῦ εἰς Αἴγυπτον, ἵνα ἐνέγκῃ κάμηλον καὶ λάβωσι τὰ σπυρίδια αὐτῶν εἰς Αἴγυπτον. Ὡς δὲ ἤνεγκεν ὁ ἀδελφὸς τὴν κάμηλον εἰς Σκῆτιν, ὑπήντησεν αὐτῷ ἄλλος γέρων καὶ εἶπεν αὐτῷ· Εἰ ἔμαθον ὅτι εἰς Αἴγυ‐ | |
5 | πτον ὑπάγεις, ἔλεγον ἄν σοι ἵνα ἐνέγκῃς κἀμοὶ κάμηλον. Ἀπελθὼν δὲ ὁ ἀδελφὸς εἶπεν τῷ πατρὶ αὐτοῦ πρᾶγμα, καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ἆρον τὴν κάμηλον, καὶ δὸς αὐτῷ, λέγων, οὔπω ηὐτρεπίσθημεν ἡμεῖς, λάβε. ποίησον τὴν χρείαν σου καὶ ἄπελθε μετ’ αὐτοῦ εἰς Αἴγυπτον καὶ φέρε πάλιν τὴν κάμηλον ἵνα καὶ τὰ ὑμῶν σκεύη λάβωμεν ἄνω. Ἀπελθὼν | |
10 | δὲ ὁ ἀδελφὸς πρὸς τὸν ἄλλον γέροντα, εἶπεν· Λέγει ὁ ἀββᾶς μου ὅτι οὔπω εὐτρεπίσθημεν ἡμεῖς, λάβε, ποίησον τὴν χρείαν σου. Καὶ λαβὼν ὁ γέρων τὴν κάμηλον, ἐγέμισε τὰ σπυρίδια αὐτοῦ. Ὡς δὲ ἔφθασαν εἰς Αἴγυπτον, καὶ ἀπεγέμισαν τὰ σπυρίδια, λαβὼν ὁ ἀδελφὸς τὴν κάμηλον, εἶπεν τῷ γέροντι· Εὖξαι περὶ ἐμοῦ. Ὁ δὲ εἶπεν | |
15 | αὐτῷ· Ποῦ ἀπέρχῃ; Καὶ εἶπεν ὁ ἀδελφός· Εἰς Σκῆτιν ἵνα ἐνέγκω καὶ τὰς ἡμῶν σπυρίδας. Καὶ κατανυγεὶς ὁ γέρων, ἔβαλε μετάνοιαν κλαίων καὶ λέγων· Συγχωρήσατέ μοι, ὅτι ἡ πολλὴ ὑμῶν ἀγάπη τὸν καρπόν μου ἔλαβεν. | |
345 | Εἶπεν γέρων· Ἐάν τίς σε αἰτήσῃ πρᾶγμα, καὶ βίᾳ παράσχῃς αὐτῷ, εὐδοκήσει καὶ ὁ λογισμὸς εἰς τὸ διδόμενον, καθὼς γέγρα‐ πται ὅτι ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο. Τοῦτο δέ ἐστιν· Ἐάν τις αἰτήσῃ σοι πρᾶγμα, δὸς αὐτῷ | |
5 | ἀπὸ ψυχῆς καὶ πνεύματος. | |
346 | Δύο ἀδελφοὶ ἦσαν εἰς τὰ κελλία, ἦν δὲ ὁ εἷς γέρων, | |
καὶ παρεκάλει τὸν νεώτερον λέγων· Μείνωμεν ὁμοῦ, ἄδελφε. Ὁ δὲ λέγει αὐτῷ· Ἐγὼ ἁμαρτωλός εἰμι καὶ οὐ δύναμαι μεῖναι μετὰ σοῦ, ἀββᾶ. Ὁ δὲ παρεκάλει αὐτὸν λέγων· Ναὶ, δυνάμεθα. Ἦν δὲ ὁ γέρων καθαρὸς | ||
5 | καὶ οὐκ ἤθελεν ἀκοῦσαι ὅτι μοναχὸς ἔχει λογισμοὺς πορνείας. Λέγει αὐτῷ ὁ ἀδελφός· Ἄφες με ἑβδομάδα, καὶ πάλιν λαλοῦμεν. Ἦλθεν οὖν ὁ γέρων, καὶ θέλων ὁ νεώτερος δοκιμάσαι αὐτὸν ἔλεγεν· Εἰς μέγα πειρασμὸν ἐνέπεσον, ἀββᾶ, τὴν ἑβδομάδα ταύτην. Ἀπελθὼν γὰρ εἰς τὴν κώμην εἰς διακονίαν ἔπεσον μετὰ γυναικός. Λέγει | |
10 | αὐτῷ ὁ γέρων· Ἔστι μετάνοια; Λέγει ὁ ἀδελφός· Ναί. Εἶπεν δὲ ὁ γέρων· Ἐγὼ βαστάζω μετὰ σοῦ τὸ ἥμισυ τῆς ἁμαρτίας. Λέγει οὖν αὐτῷ ὁ ἀδελφός· Ἄρτι δυνάμεθα εἶναι ὁμοῦ, καὶ ἔμειναν μετ’ ἀλλήλων ἕως τῆς τελευτῆς αὐτῶν. | |
347 | Ἔλεγον περί τινος ἀδελφοῦ ὅτι σπυρίδια ποιήσας, καὶ βαλὼν τὰ ὠτία αὐτῶν ἤκουσε τοῦ γείτονος αὐτοῦ λέγοντος· Τί ποιήσω; ὅτι ἡ ἀγορὰ ἐγγύς ἐστι, καὶ οὐκ ἔχω ὠτία βαλεῖν εἰς τὰ σπυρί‐ διά μου. Καὶ ἀπελθὼν ἀνέλυσε τῶν ἑαυτοῦ σπυριδίων τὰ ὠτία, καὶ | |
5 | ἤνεγκε τῷ ἀδελφῷ λέγων· Ἰδοὺ ταῦτα περισσὰ ἔχω, λάβε καὶ βάλε εἰς τὰ σπυρίδιά σου. Καὶ ἐποίησε τὸ ἔργον τοῦ ἀδελ‐ φοῦ προχωρῆσαι, τὸ δὲ ἴδιον ἀφῆκεν. | |
348 | Ἔλεγον περί τινος γέροντος εἰς Σκῆτιν, ὅτι ἠσθένησε, καὶ ἦλθεν αὐτῷ φαγεῖν ἄρτον νεαρόν. Ἀκούσας δέ τις τῶν ἀγωνιστῶν ἀδελφῶν, ἔλαβε τὴν μηλωτὴν αὐτοῦ καὶ ἐν αὐτῇ ἄρτους ξηροὺς, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον, καὶ ἀλλάξας τὰ ψωμία, ἤνεγκε τῷ γέροντι, καὶ | |
5 | ἰδόντες αὐτὰ θερμὰ, ἐθαύμασαν. Ὁ δὲ γέρων οὐκ ἤθελε γεύσασθαι λέγων· ὅτι τὸ αἷμα τοῦ ἀδελφοῦ μου ἐστίν. Καὶ παρεκάλεσαν αὐτὸν οἱ γέροντες λέγοντες· Διὰ τὸν Κύριον φάγε, ἵνα μὴ εἰς κενὸν γένηται ἡ θυσία τοῦ ἀδελφοῦ, καὶ παρακληθεὶς ἔφαγεν. | |
349 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Πῶς εἰσὶ καὶ ἄρτι τινὲς κοπιῶντες ἐν ταῖς πολιτείαις καὶ οὐ λαμβάνουσι τὴν χάριν ὡς οἱ ἀρχαῖοι; Λέγει αὐτῷ ὁ γέρων· Τότε ἀγάπη ἦν, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ εἷλκεν ἄνω, νῦν δὲ ψυγείσης τῆς ἀγάπης, ἕκαστος | |
5 | τὸν πλησίον αὐτοῦ κατασύρει, καὶ διὰ τοῦτο οὐ λαμβάνομεν τὴν χάριν. | |
350 | Ἀπῆλθόν ποτε τρεῖς ἀδελφοὶ εἰς θερισμὸν, καὶ ἔλαβον ἑαυτοὺς ἑξήκοντα ἀρούρας· εἷς δὲ ἐξ αὐτῶν ἠσθένησε τὴν πρώτην ἡμέραν, καὶ ἀνέκαμψεν εἰς τὴν κέλλαν αὐτοῦ. Καὶ εἶπεν ὁ εἷς τῶν δύο τῷ ἑτέρῳ· Ἰδοὺ, ἀδελφὲ, βλέπεις ὅτι ἠσθένησεν ὁ ἀδελφὸς ἡμῶν, βίασαι | |
5 | οὖν τὸν λογισμόν σου μικρὸν, κἀγὼ μικρὸν, καὶ πιστεύομεν διὰ τῶν εὐχῶν αὐτοῦ θερίσαι τὸν τόπον αὐτοῦ. Τελευθέντος δὲ τοῦ ἔργου, ὅτε ἦλθον λαβεῖν τὸν μισθὸν, ἐφώνησαν τὸν ἀδελφὸν, λέγοντες· Ἐλθὲ, ἆρον τὸν μισθόν σου, ἀδελφέ. Ὁ δὲ εἶπεν· Ποῖον μισθὸν ἔχω λαβεῖν μὴ θερίσας; Οἱ δὲ εἶπον· Διὰ τῶν εὐχῶν σου γέγονεν ὁ θερισμός | |
10 | σου, καὶ δεῦρο λαβὲ τὸν μισθόν σου. Πολλῆς δὲ ἀμφιβολίας γενομένης ἀναμέσον αὐτῶν, τοῦ μὲν λέγοντος· Οὐ λαμβάνω, τῶν δὲ οὐκ ἀνασχομέ‐ νων παραχωρῆσαι εἰ μὴ λάβοι, ἀπῆλθον δικάσασθαι πρὸς μέγαν γέροντα. Εἶπεν δὲ αὐτῷ ὁ ἀδελφός· Πάτερ, ἀπήλθομεν θερίσαι οἱ τρεῖς. Ἀπελ‐ θόντων δὲ ἡμῶν εἰς τὸν ἀγρὸν, τῇ πρώτῃ ἡμέρᾳ ἠσθένησα, καὶ ἀνέκαμψα | |
15 | εἰς τὴν κέλλαν μου μηδεμίαν ἡμέραν θερίσας, καὶ ἀναγκάζουσί με οἱ ἀδελφοὶ λέγοντες· Δεῦρο λαβὲ μισθὸν ὃν οὐκ ἐθέρισας. Εἶπον δὲ καὶ οἱ ἄλλοι δύο· Πάτερ, οἱ τρεῖς ἐλάβομεν ἑξήκοντα ἀρούρας, καὶ εἰ ἤμεθα οἱ τρεῖς, οὐκ εἴχομεν αὐτὰς τελέσαι, διὰ δὲ τῶν εὐχῶν τοῦ ἀδελφοῦ, οἱ δύο ταχέως κατελύσαμεν τὸν θερισμὸν, καὶ λέγομεν αὐτῷ· | |
20 | Λαβὲ τὸν μισθόν σου, καὶ οὐ θέλει. Ἀκούσας δὲ ὁ γέρων, ἐθαύμασε καὶ εἶπεν τῷ ἀδελφῷ αὐτοῦ· Κροῦσον, ἵνα συναχθῶσι πάντες οἱ ἀδελφοί. Ἐλθόντων δὲ πάντων, εἶπεν αὐτοῖς· Δεῦτε, ἀδελφοὶ, ἀκούσατε σήμερον δικαιοκρισίαν. Καὶ ἀνήγγειλεν αὐτοῖς πάντα ὁ γέρων, καὶ κατεδίκασαν τὸν ἀδελφὸν λαβεῖν τὸν μισθὸν αὐτοῦ, καὶ ποιῆσαι εἰς αὐτὸν εἴ τι θέλει, | |
25 | καὶ ἀπῆλθεν ὁ ἀδελφὸς κλαίων καὶ λυπούμενος. | |
351 | Εἶπεν γέρων· οἱ πατέρες ἡμῶν ἔθος εἶχον παραβάλλειν εἰς τὰ κελλία τῶν νεοφύτων ἀδελφῶν τῶν βουλομένων καταμόνας ἀσκῆσθαι καὶ ἐπισκέπτεσθαι αὐτοὺς, μήπως τις αὐτῶν πειρασθεὶς ὑπὸ δαιμόνων ἐβλάβη τὸν λογισμόν. Καὶ εἴποτέ τις αὐτῶν | |
5 | βλαβεὶς εὑρίσκετο, ἔφερον αὐτὸν ἐν τῇ ἐκκλησίᾳ, καὶ ἐτίθετο νιπτὴρ καὶ ἐγένετο εὐχὴ περὶ τοῦ κάμνοντος, καὶ ἐνίπτοντο πάντες οἱ ἀδελφοὶ καὶ κατέχεον ἐπάνω αὐτοῦ ἐκ τοῦ ὕδατος, καὶ εὐθέως ἐκαθαρίζετο. | |
352 | Δύο γέροντες ἦσαν ἔτη πολλὰ μετ’ ἀλλήλων καθήμενοι, καὶ οὐδέποτε μάχην ἐποίησαν. Εἶπεν δὲ ὁ εἷς τῷ ἑτέρῳ· Ποιήσωμεν | |
καὶ ἡμεῖς μίαν μάκην ὡς οἱ ἄνθρωποι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ οἶδα πῶς γίνεται μάχη. Ὁ δὲ εἶπεν αὐτῷ· Ἰδοὺ τιθῶ πληνθάριν | ||
5 | εἰς τὸ μέσον, κἀγὼ λέγω ὅτι ἐμόν ἐστιν, καὶ σὺ λέγεις ὅτι οὐχὶ, ἀλλὰ ἐμὸν, καὶ ἔνθεν γίνεται ἡ ἀρχή. Ἔθηκαν οὖν πληνθάριν εἰς τὸ μέσον, καὶ λέγει ὁ εἷς· Τοῦτο ἐμόν ἐστιν. Εἶπεν δὲ ὁ ἄλλος· Οὐχὶ, ἀλλ’ ἐμόν. Καὶ εἶπεν ὁ ἕτερος· Εἰ σόν ἐστιν, ἆρον καὶ ὕπαγε. Καὶ ἀνεχώρησαν μηδὲ φιλονικῆσαι μετ’ ἀλλήλων εὑρόντες. | |
353 | Εἶπεν γέρων· Οὐδέποτε ἐπεθύμησα ἔργον ὠφελοῦν με καὶ ζημιοῦν τὸν ἀδελφόν μου, τοιαῦτας ἐλπίδας ἔχων, ὅτι τὸ κέρδος τοῦ ἀδελφοῦ μου, ἔργον καρποφορίας μοι ἐστίν. | |
354 | Ἀσκητής τις εὑρηκὼς τινὰ δαιμονιῶντα μὴ δυνάμενον νηστεύειν τῇ τοῦ Θεοῦ ἀγάπῃ, ὡς γέγραπται, μὴ τὸ ἑαυτοῦ ἀλλὰ τὸ τοῦ ἑτέρου ζητεῖν, ἠξίωσε μετελθεῖν εἰς ἑαυτὸν τὸν δαίμονα, κακεῖνον ἐλευθερωθῆναι. Καὶ δὴ τῆς δεήσεως ἐπήκουσεν ὁ | |
5 | Θεὸς, καὶ βαρηθεὶς ὁ ἀσκητὴς ὑπὸ τοῦ δαίμονος, ἐπέμεινε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ τῇ ἀσκήσει σχολάσας, τὸ δὲ πλεῖστον διὰ τὴν ἀγάπην αὐτοῦ, εἴσω ὀλίγων ἡμερῶν ὁ Θεὸς ἀπήλασεν ἀπ’ αὐτοῦ τὸν δαίμονα. | |
355 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· ὅτι εἰσὶ δύο ἀδελφοί. ὁ εἷς ἡσυχάζει ἕλκων τὰς ἓξ, καὶ πολὺν κάματον ἑαυτῷ παρέχων, ὁ δὲ ἄλλος κακουμένοις ὑπηρετεῖ· τίνος πλέον τὸ ἔργον δέχεται ὁ Θεός; Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν ὁ ἕλκων ἀδελφὸς τὰς ἓξ, κρεμάσῃ ἑαυτὸν | |
5 | ἀπὸ τοῦ ῥόθονος, οὐ δύναται ἴσος εἶναι τοῦ ὑπηρετοῦντος τοῖς κακουμένοις. | |
356 | Ἀδελφὸς ὑπηρέτει τινὶ τῶν πατέρων ἀσθενοῦντι. Συνέβη δὲ αὐτοῦ λυθῆναι τὸ σῶμα καὶ ἐκβάλλειν πῦον μετὰ σαπρῆς ὀσμῆς. Εἶπεν δὲ ὁ λογισμὸς τοῦ ἀδελφοῦ· Φύγε· οὐ γὰρ δύνασαι ὑπενεγκεῖν τὴν ὀσμὴν τῆς δυσωδίας ταύτης. Ὁ δὲ ἀδελφὸς λαβὼν | |
5 | κεράμιον, ἔβαλεν εἰς αὐτὸ τὸ ἀπόπλυμα τοῦ ἀσθενοῦντος, καὶ εἰ ἤρξατο ὁ λογισμὸς αὐτοῦ λέγειν ὅτι φύγε, ἔλεγεν τῷ λογισμῷ· Ἐὰν θελήσω φύγειν ἀπ’ αὐτοῦ πίνω. Εἶπε δὲ ὁ λογισμὸς αὐτοῦ· Μήτε φύγῃς, μήτε πίῃς τὴν δυσωδίαν ταύτην. Καὶ ἐκοπία ὁ ἀδελφὸς καὶ ἐκαρτέρει ὑπηρετῶν τῷ γέροντι, καὶ ἰδὼν ὁ Θεὸς τὸν κόπον τοῦ ἀδελφοῦ, ἰάσατο | |
10 | τὸν γέροντα. | |
357 | Ἀδελφοὶ ἐν Σκήτει ἐκάθισαν καθαρίσαι σειράν· καί τις ἐξ αὐτῶν ἀσθενῶν ἀπὸ τῆς ἀσκήσεως καὶ βήσσων ἀνέφερεν φλέγματα, καὶ, μὴ θέλοντος αὐτοῦ, ἀπήρχετο ἀπὸ τοῦ πτύσματος ἐπάνω τινὸς ἀδελφοῦ, καὶ ὠχλεῖτο ἐκεῖνος ὑπὸ τοῦ ἰδίου λογισμοῦ, | |
5 | εἰπεῖν τῷ ἀσθενοῦντι· Παῦσαι τοῦ πτύειν ἐπάνω μου. Πολεμήσας δὲ τῷ λογισμῷ, εἶπεν ἐν ἑαυτῷ· Εἰ βούλῃ φαγεῖν ἀπ’ αὐτῶν, εἰπέ. Τότε λέγει· Μήτε φάγῃς; μήτε εἴπῃς αὐτῷ. | |
358 | Τίς τῶν πατέρων ἀπῆλθεν εἰς πόλιν, πωλῆσαι τὸ ἐργόχειρον αὐτοῦ, καὶ ἰδὼν πτωχὸν γυμνὸν ὄντα, καὶ σπλαγχνισθεὶς ἐπ’ αὐτῷ, ἐχαρίσατο αὐτῷ τὸν ἑαυτοῦ λεβήτωνα. Ὁ δὲ πτωχὸς ἀπελθὼν, ἐπώ‐ λησεν αὐτόν. Ὁ οὖν γέρων μαθὼν ὃ ἐποίησεν, ἐλυπήθη καὶ μετέγνω ὅτι | |
5 | ἔδωκεν αὐτῷ τὸ ἱμάτιον. Παρέστη οὖν τῷ γέροντι ὁ χριστὸς κατ’ ὄναρ ἐν τῇ νυκτὶ ἐκείνῃ φορῶν τὸν λεβήτωνα καὶ λέγει αὐτῷ· | |
Μὴ λυποῦ, ἰδοὺ γὰρ φορῶ ὃ δέδωκάς μοι. | ||
T359-392 | ΠΕΡΙ ΔΙΟΡΑΤΙΚΩΝ. | |
359 | Ἔλεγέ τις τῶν πατέρων ὅτι καθημένων ποτὲ γερόντων καὶ λαλούντων περὶ ὠφελείας, ἦν τις ἐν αὐτοῖς διορατικὸς, καὶ ἔβλεπε τοὺς ἀγγέλους κατασείοντας βαΐοις καὶ εὐφημοῦντας αὐτούς· ὡς δὲ ἤρχετο ἄλλη ὁμιλία, ἀνεχώρουν οἱ ἄγγελοι, καὶ ἐκυλίοντο χοῖροι ἐν | |
5 | μέσῳ αὐτῶν μεστοὶ δυσωδίας, καὶ ἠφάνιζον αὐτούς. Ὡς δὲ πάλιν ἐλάλουν περὶ ὠφελείας, ἤρχοντο οἱ ἄγγελοι καὶ εὐφήμουν αὐτούς. | |
360 | Εἶπεν γέρων· Τοῦτό ἐστι τὸ γεγραμμένον· «ἐπὶ ταῖς δυσὶ καὶ τρισὶν ἁμαρτίαις Τύρου· ἐπὶ δὲ ταῖς τέσσαρσιν οὐκ ἀποστρα‐ φήσομαι»· τὸ ἐνθυμηθῆναι τὸ κακὸν καὶ συγκαταβῆ‐ ναι τῷ λογισμῷ καὶ τὸ λαλῆσαι, τὸ δὲ τέταρτον ἐστὶ τὸ ἐκτελέσαι τὸ | |
5 | ἔργον· ἐπὶ τοῦτο οὐκ ἀποστραφήσεται ἡ ὀργὴ τοῦ Θεοῦ. | |
361 | Ἔλεγον περὶ μεγάλου γέροντος ἐν τῇ Σκήτει· ὅτι ὅτε οἱ ἀδελφοὶ ᾠκοδόμουν κελλίον, ἐξήρχετο μετὰ χαρᾶς καὶ βάλλων τὸν θεμέλιον οὐκ ἀνεχώρει, ἕως οὗ ἐτελειώθη. Ποτὲ οὖν ἐξελθὼν εἰς οἰκοδομὴν κελλίου, ἐστύγναζε πολύ. Καὶ λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Τί στυγνὸς | |
5 | εἶ καὶ λυπούμενος, ἀββᾶ; Ὁ δὲ εἶπεν· Ἐρημωθῆναι ἔχει ὁ τόπος οὗτος, τέκνα. Ἐγὼ γὰρ εἶδον ὅτι πῦρ ἀνήφθη εἰς Σκῆτιν, καὶ λαβόντες | |
οἱ ἀδελφοὶ βαΐα, τύπτοντες ἔσβεσαν αὐτό. Καὶ πάλιν ἀνήφθη, καὶ πάλιν ἔσβεσαν αὐτό. Τὸ δὲ τρίτον ἀνήφθη, καὶ ἐπλήρωσε πᾶσαν τὴν Σκῆτιν, καὶ οὐκέτι ἠδυνήθη κατασβεσθῆναι. Καὶ διὰ | ||
10 | τοῦτο στυγνάζω καὶ λυποῦμαι. | |
362 | Εἶπεν γέρων· Γέγραπται· δίκαιος ὡς φοίνιξ ἀνθή‐ σει, σημαίνει δὲ ὁ λόγος τὸ ἐκ τῶν ὑψηλῶν πράξεων ἀγαθὸν καὶ ὀρθὸν καὶ γλυκύ. Ἔστι δὲ καὶ μία τοῦ φοίνικος ἡ καρδία, καὶ αὐτῆ λευκὴ, πᾶσαν ἔχουσα τὴν ἐργασίαν αὐτοῦ. Τούτῳ δέ ἐστιν ὅμοιον ἐπὶ | |
5 | τῶν δικαίων εὑρεῖν, μία γὰρ αὐτῶν καὶ ἁπλῆ ἡ καρδία πρὸς τὸν Θεὸν μόνον ὁρῶσα. Ἔστι δὲ καὶ λευκή· τὸν ἐκ τῆς πίστεως φωτισμὸν ἔχουσα, καὶ πᾶσα δὲ ἡ ἐργασία τῶν δικαίων ἐν καρδίᾳ αὐτῶν ἐστιν· τὸ δὲ ὀξὺ τῶν σκολόπων, ἡ πρὸς τὸν διάβολόν ἐστιν ἀντίστασις. | |
363 | Εἶπεν γέρων· Ἡ Σωμανίτις τὸν Ἐλισσαῖον ἐδέξατο, παρὰ τὸ μὴ ἔχειν αὐτὴν σχέσιν μετά τινος ἀνθρώπου. Λεγέται δὲ ἡ Σωμανίτις πρόσωπον ἔχειν τῆς ψυχῆς, τὸν δὲ Ἐλισ‐ σαῖον πρόσωπον τοῦ ἁγίου Πνεύματος. Οἵαν οὖν ὥραν ἡ ψυχὴ ἀφίστα‐ | |
5 | ται τῆς σωματικῆς συγχύσεως, παραβάλλει αὐτῇ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ τότε δυνήσεται τεκεῖν, στεῖρα ὑπάρχουσα. | |
364 | Εἶπέν τις τῶν πατέρων ὅτι οἱ ὀφθαλμοὶ τοῦ χοίρου, φυσικῶς ἔχουσι τὴν πλάσιν, ὥστε ἀνάγκῃ νεύειν εἰς τὴν γῆν, μηδέποτε δὲ δύνασθαι ἀνανεῦσαι εἰς τὸν οὐρανόν. Οὕτως, φησὶ, καὶ τοῦ ταῖς ἡδοναῖς ἐγγλυκανθέντος ἡ ψυχὴ, ἅπαξ κατολισθήσασα | |
5 | πρὸς τὸν τῆς ἡδυπαθείας βόρβορον, ἀνανεῦσαι ἀδυνατεῖ. | |
365 | Ἐγένετό τις μέγας διορατικὸς γέρων, οὗτος διεβε‐ βαιώσατο λέγων· Ὅτι τὴν δύναμιν ἣν εἶδον ἐπὶ τοῦ φωτίσματος ἑστῶσαν, τὴν αὐτὴν εἶδον καὶ ἐπὶ τοῦ ἐνδύματος τοῦ μοναχοῦ, ὅταν λαμβάνῃ τὸ σχῆμα. | |
366 | Ἐπληροφορήθη γέρων ποτὲ τοῦ ὁρᾶν τὰ γινόμενα, | |
καὶ ἔλεγεν· Ὅτι εἶδον ἀδελφὸν μελετῶντα ἐν τῷ κελλίῳ αὐτοῦ, καὶ ἰδοὺ δαίμων ἵστατο ἔξω τοῦ κελλίου. Καὶ ἐν τῷ μελετᾶν τὸν ἀδελφὸν, οὐκ ἴσχυεν εἰσελθεῖν· ὡς δὲ ἐπαύετο μελετῶν, τότε εἰσήρχετο ὁ δαί‐ | ||
5 | μων ἐν τῷ κελλίῳ καὶ ἐπολέμει αὐτόν. | |
367 | Εἶπέν τις τῶν πατέρων ὅτι δύο ἀδελφοὶ ἦσαν γειτ‐ νιῶντες αὐτῷ, ὁ εἷς ξενικὸς καὶ ὁ εἷς ἐγχώριος, ἦν δὲ ὁ ξενικὸς μικρὸν ἀμελέστερος, ὁ δὲ ἐγχώριος σπουδαῖος πάνυ. Συνέβη δὲ κοιμηθῆναι τὸν ξενικὸν, καὶ ὁ γέρων, διορατικὸς ὢν, εἶδε πλῆθος ἀγγέλων ὁδη‐ | |
5 | γούντων τὴν ψυχὴν αὐτοῦ. Καὶ ὡς ἔφθασε τὸν οὐρανὸν καὶ ἦλθεν εἰσελθεῖν, ἐγένετο περὶ αὐτοῦ ζήτησις, καὶ ἦλθεν ἄνωθεν φωνὴ λέγουσα· Φανερὸν μὲν, ὅτι ἀμελὴς ἦν μικρὸν, διὰ δὲ τὴν ξενιτείαν αὐτοῦ ἀνοίξατε αὐτῷ. Καὶ μετὰ ταῦτα ἐκοιμήθη καὶ ὁ ἐντόπιος, καὶ ἦλθε πᾶσα ἡ συγγένεια αὐτοῦ, καὶ ἴδεν ὁ γέρων ὅτι οὐδαμοῦ ἄγγελος, | |
10 | καὶ ἐθαύμασεν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐνώπιον τοῦ Θεοῦ λέγων· Πῶς ὁ ξένος, ἀμελὴς ὢν, τοιαύτης δόξης ἔτυχεν, καὶ οὗτος σπουδαῖος οὐδενὸς τοιούτου ἔτυχεν; Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Οὗτος ὁ σπουδαῖος ὅτε ἦλθε κοιμηθῆναι, ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τοὺς συγγενεῖς αὐτοῦ κλαίοντας, καὶ παρεκλήθη ἡ ψυχὴ αὐτοῦ. | |
15 | Ὁ δὲ ξένος, εἰ καὶ ἀμελὴς ἦν, ἀλλ’ οὐδένα τῶν ἰδίων αὐτοῦ εἶδεν, καὶ στενάξας ἔκλαυσε, καὶ ὁ Θεὸς παρεκάλεσεν αὐτόν. | |
368 | Διηγήσατό τις τῶν πατέρων ὅτι ἀναχωρητὴς ἦν εἰς τὴν ἔρημον Νειλουπόλεως, καὶ διηκόνει αὐτῷ κοσμικὸς πιστός. Ἦν δὲ καὶ ἐν τῇ πόλει ἄνθρωπος πλούσιος καὶ ἀσεβὴς, καὶ συνέβη αὐτὸν ἀποθανεῖν, καὶ προέπεμψεν αὐτὸν ἡ | |
5 | πόλις πᾶσα καὶ ὁ ἐπίσκοπος μετὰ λαμπάδων καὶ θυμιαμάτων. Ἐξῆλθε δὲ καὶ ὁ διακονητὴς τοῦ ἀναχωρητοῦ κατὰ τὸ ἔθος ἀπενεγκεῖν αὐτῷ ἄρτους, καὶ εὑρίσκει αὐτὸν βεβρωμένον ὑπὸ ὑαίνης, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐνώπιον τοῦ Θεοῦ λέγων· Οὐκ ἐγείρομαι, Κύριε, ἕως οὗ πληροφορήσεις με τί ἐστι ταῦτα, ὅτι ἐκεῖνος μὲν ὁ ἀσεβὴς τοσαύτην | |
10 | ἔσχε φαντασίαν· οὗτος δὲ, ὁ δουλεύων σοι νύκτα καὶ ἡμέραν, οὕτως ἀπέθανεν. Καὶ ἦλθεν ἄγγελος Κυρίου, καὶ εἶπεν αὐτῷ· Ἐκεῖνος ὁ ἀσεβὴς εἶχεν ἔργον μικρὸν καλὸν, καὶ ἀπέλαβεν αὐτὸ ὧδε, | |
ἵνα ἐκεῖ μηδεμίαν εὕρῃ ἄνεσιν. Οὗτος δὲ ὁ ἀναχωρητὴς, ἐπειδὴ ἄνθρωπος ἦν κεκοσμημένος πάσῃ ἀρετῇ, εἶχε δὲ καὶ αὐτὸς ὡς ἄνθρω‐ | ||
15 | πος μικρὸν σφάλμα, ἀπέλαβεν αὐτὸ ἐντεῦθεν ἵνα ἐκεῖ εὑρεθῇ καθαρὸς ἐνώπιον τοῦ Θεοῦ. Καὶ πληροφορηθεὶς, ἀπῆλθε δοξάζων τὸν Θεὸν ἐπὶ τοῖς κρίμασιν αὐτοῦ ὅτι ἀληθινά εἰσιν. | |
369 | Ἔλεγον περί τινος γέροντος ὅτι ἐδεήθη τοῦ Θεοῦ ἰδεῖν τοὺς δαίμονας, καὶ ἀπεκαλύφθη αὐτῷ· ὅτι οὐ χρείαν ἔχεις ἰδεῖν αὐτούς. Ὁ δὲ γέρων παρεκάλει λέγων· Κύριε δυνατὸς εἶ σκεπάσαι με τῇ χειρί σου. Ὁ δὲ Θεὸς ἀπεκάλυψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ | |
5 | εἶδεν αὐτοὺς ὅτι ὥσπερ μέλισσαι κυκλοῦσι τὸν ἄνθρωπον, βρύχοντες τοὺς ὀδόντας αὐτῶν ἐπ’ αὐτόν· οἱ δὲ ἄγγελοι Κυρίου ἐπετίμων αὐτοῖς. | |
370 | Ἀδελφός τις εἶδε τόπον ἐν ἐρημίᾳ ἀνακεχωρημένον καὶ ἡσυχάζοντα, καὶ παρεκάλει τὸν πατέρα αὐτοῦ λέγων· Ἐπίτρεψόν μοι οἰκῆσαι ἐν αὐτῷ, καὶ ἐλπίζω εἰς τὸν Θεὸν καὶ εἰς τὰς εὐχάς σου ὅτι ἔχω κοπιάσαι πάνυ. Καὶ οὐκ εἴασεν αὐτὸν ὁ ἀββᾶς αὐτοῦ λέγων· Οἶδα | |
5 | ἀληθῶς ὅτι πολλὰ ἔχεις κοπιάσαι, ἀλλὰ διὰ τὸ μὴ ἔχειν σε γέροντα, θαῤῥῆσαι ἔχεις εἰς τὸ ἔργον σου ὅτι ἀρέσκει τῷ Θεῷ, καὶ διὰ τὸ θαῤῥῆσαι ὅλως ἔργον μοναχοῦ ἔχεις, ἀπόλλεις τὸν κόπον σου καὶ τὰς φρένας. | |
371 | Ἔλεγον περί τινος γέροντος μεγάλου· ὅτι ἦν καθήμενος εἰς τὸν Πορφυρίτην, καὶ ὅταν ἦρεν τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν πάντα ἐθεώρει τὰ ἐν τῷ οὐρανῷ, καὶ εἰ κατένευεν καὶ προσέσχεν εἰς τὴς γῆν, ἔβλεπε τὰς ἀβύσσους καὶ πάντα τὰ ἐν αὐτοῖς. | |
372 | Ἀδελφός τις κινηθεὶς εἰς ὀργὴν κατά τινος, ἔστη εὐχόμε‐ νος καὶ αἰτούμενος μακροθυμῆσαι ἐπὶ τῷ ἀδελφῷ, καὶ τὸν πειρασμὸν παρελθεῖν ἀβλαβῶς, καὶ εὐθέως ὁρᾷ καπνὸν ἐκ τοῦ στόματος αὐτοῦ ἐξερχόμενον. | |
373 | Εἶπεν γέρων· Ὁ διάβολος τῷ ἐλαττώματι τοῦ μοναχοῦ, ἐπιτίθεται· ἔθος γὰρ διὰ μακροῦ χρόνου βεβαιωθὲν, φύσεως ἰσχὺν ἔχει, μάλιστα μὲν οὖν τοῖς ἀμελεστέροις πᾶν βρῶμα ὃ κατακνίσαν ζητεῖς, μὴ θελήσῃς δοῦναι, καὶ μάλιστα ὑγιαίνων, καὶ ὃ ἐπιθυμεῖς, μὴ φάγεις· | |
5 | ἐσθίων δὲ τὰ ἀποστελλόμενά σοι ὑπὸ τοῦ Θεοῦ εὐχαρίστει πᾶσαν ὥραν τὰ ἄρτι διὰ τῶν μοναχῶν ἀνηλώσαμεν, καὶ ἀκμὴν οὐκ ἐγενόμεθα μοναχοί. Ἀνδρίζου ἵνα μὴ ἀλλότριον σχῆμα φορεῖς, ἀδελφὲ, ἀλλ’ ἔχε τὴν σφραγίδα τοῦ Χριστοῦ, τοῦτ’ ἔστι τὴν ταπείνωσιν. | |
374 | Ἔλεγον οἱ γέροντες· ὅτι ὀφείλει ὁ μοναχὸς μέχρι θανάτου ἀνταγωνίζεσθαι πρὸς τὸν δαίμονα τῆς ἀκηδίας καὶ ὀλιγωρίας, μάλιστα ἐν τῷ καιρῷ τῶν συνάξεων, καὶ ἐὰν τοῦτο σὺν θεῷ κατορθώσῃς πρόσεχε τῷ λογισμῷ τῆς αὐταρεσκείας καὶ ἀπονοίας, καὶ λέγε τῷ λογισμῷ· | |
5 | Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦν‐ τες, οὐδὲν γάρ ἐστιν ἄνθρωπος, εἰ μὴ γῆ καὶ σποδὸς, καὶ μνημόνευε ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. | |
375 | Παρέβαλον ποτὲ ἀδελφοὶ μεγάλῳ γέροντι καὶ λέγει τῷ πρώτῳ· Τί ἐργάζῃ, ἀδελφέ; Ὁ δὲ εἶπεν· Σειρὰν πλέκω, ἀββᾶ. Λέγει αὐτῷ ὁ γέρων· Ὁ Θεὸς πλέξει σοι στέφανον, τέκνον. Λέγει καὶ τῷ δευτέρῳ· Καὶ σὺ τί ἐργάζῃ; Ὁ δὲ εἶπεν· Ψιαθία. Εἶπεν δὲ καὶ αὐτῷ· | |
5 | Ὁ Θεὸς ἐνδυναμώσει σε, τέκνον. Εἶπεν δὲ καὶ τῷ τρίτῳ· Καὶ σὺ τί ἐργάζῃ; Ὁ δὲ εἶπεν· Κόσκινα. Εἶπεν δὲ καὶ αὐτῷ· Ὁ Θεὸς φυλάξει σε, τέκνον. Εἶπεν δὲ καὶ τῷ τετάρτῳ· Καὶ σὺ τί ἐργάζῃ; Ὁ δὲ εἶπεν· Καλιγράφος εἰμί. Λέγει αὐτῷ· Σὺ οἶδας. Εἶπεν δὲ καὶ τῷ πέμ‐ πτῳ· Καὶ σὺ τί ἐργάζῃ; Ὁ δὲ ἔφη· Τὸ λινυφικόν. Εἶπεν δὲ γέρων· | |
10 | Ἐγὼ οὐκ ἔχω πρᾶγμα, ὅτι ὁ πλέκων τὴν σειρὰν, ἐὰν νήφει μετὰ τοῦ Θεοῦ, πλέκει ἑαυτὸν στέφανον, τὸ δὲ ψιαθὶν ἰσχὺν θέλει, ὅτι κόπον ἔχει, ὁ δὲ τὰ κόσκινα φυλακῆς, ὅτι εἰς τὰς κώμας αὐτὰ πωλοῦσιν, ὁ δὲ καλιγράφος χρεῖαν ἔχει ταπεινοῦν τὴν καρδίαν, ἔχει γὰρ τὸ πρᾶγμα ὑψηλοφροσύνην· τὸ δὲ λινυφικὸν οὐκ ἔχω πρᾶγμα, ὅτι πραγμα‐ | |
15 | τεύεται. Ἐὰν γάρ τις ἴδη τινὰ ἀπὸ μακρόθεν βαστάζοντα σπυρίδια, ἢ ψιαθὶν, ἢ κόσκινα, λέγει· Οὗτος μοναχός ἐστιν, χόρτος γάρ ἐστιν τὸ ἐργόχειρον τοῦ μοναχοῦ καὶ εἰς καῦσιν τοῦ πυρός. Ἐὰν δέ τις ἴδῃ τινὰ πωλοῦντα ὀθόνια, λέγει· Ἰδοὺ οἱ πραγματευταὶ ἦλθον, τοῦ κόσμου γάρ ἐστιν τὸ ἐργόχειρον τοῦτο καὶ οὐ πολλοῖς ὠφέλιμον. | |
376 | Ἔλεγέ τις τῶν γερόντων περὶ Λαζάρου τοῦ πτωχοῦ | |
ὅτι οὐχ εὑρίσκομεν αὐτὸν ὅτι οὐδέποτε κατὰ τοῦ Θεοῦ ἐγόγγυσεν ὡς μὴ ποιοῦντος μετ’ αὐτοῦ ἔλεος, ἀλλὰ μετ’ εὐχαριστίας τὸν πόνον αὐτοῦ ἐβάσταζε, καὶ τὸν πλούσιον οὐ κατέκρινεν, διὰ τοῦτο | ||
5 | αὐτὸν ὁ Θεὸς προσελάβετο. | |
377 | Εἶπεν γέρων· Καθεύδοντός σου ἢ ἐγειρομένου, ἢ ἄλλο τι ποιοῦντος, ἐὰν ᾖ ὁ Θεὸς πρὸ ὀφθαλμῶν σου, ἐν οὐδενὶ δύναταί σε ὁ ἐχθρὸς ἐκφοβῆσαι, ἐὰν δὲ ὁ λογισμὸς οὗτος ἐμμείνῃ ἐν τῷ Θεῷ, καὶ ἡ δύναμις τοῦ Θεοῦ μενεῖ ἐν αὐτῷ. | |
378 | Εἶπέν τις τῶν πατέρων· Ἐὰν μὴ μισήσῃς πρῶτον, οὐ δύνασαι ἀγαπῆσαι· Ἐὰν μισήσῃς τὴν ἁμαρτίαν, ποιεῖς δικαιοσύνην, καθὼς γέγραπται· Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Πλὴν καὶ ἐν πᾶσι τούτοις, ἡ πρόθεσις ἐστὶν ἡ ζητουμένη | |
5 | πανταχοῦ. Ἀδὰμ γὰρ ἐν τῷ παραδείσῳ ὢν, παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ Ἰὼβ ἐπὶ τῆς κοπρίας καθήμενος, ἐφύλαξε τοῦ ἐγκρατεύε‐ σθαι. Πρόθεσιν οὖν μόνον ἀγαθὴν ζητεῖ ὁ Θεὸς ἀπὸ τοῦ ἀνθρώπου, καὶ ἵνα φοβῆται αὐτὸν πάντοτε. | |
379 | Ἔλεγέ τις τῶν γερόντων· ὅτι ὥσπερ ἀδύνατόν ἐστί τινα τὸ πρόσωπον αὐτοῦ θεωρῆσαι ἐν ὕδατι θολώδει, οὕτως ψυχὴ, ἐὰν μὴ καθαρεύῃ ἀλλοτρίων, εὔξασθαι οὐ δύναται. | |
380 | Ἔλεγον περί τινος γέροντος ὅτι ᾐτήσατο τὸν Θεὸν ἑπτὰ ἔτη περί τινος χαρίσματος, καὶ ἐδόθη αὐτῷ. Ἀπῆλθεν οὖν πρός τινα γέροντα, καὶ ἀνήγγειλεν αὐτῷ διὰ τὸ χάρισμα. Ἀκούσας δὲ ὁ γέρων, ἐλυπήθη λέγων· Μέγας κάματος. Εἶπεν δὲ αὐτῷ· Ὕπαγε, | |
5 | ποίησον ἄλλα ἑπτὰ ἔτη παρακαλῶν τὸν Θεὸν ἵνα ἐπαρθῇ ἀπὸ σοῦ, οὐ συμφέρει γάρ σοι. Ἀπελθὼν οὖν ἐποίησεν οὕτως, ἕως οὗ ἤρθη ἀπ’ αὐτοῦ. | |
381 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Τί ἐστιν ἡ προ‐ κοπὴ τοῦ μοναχοῦ; Καὶ λέγει ὁ γέρων· Ἡ ταπείνωσις ἐστὶν, ἡ εἰς προκοπὴν ἄγουσα τὸν μοναχόν. | |
382 | Μοναχός τις ἦν ἐν πᾶσιν ἀγωνιζόμενος κατὰ τοῦ Σατανᾶ, ἐξεκόπη δὲ τοὺς ὀφθαλμοὺς ὑπ’ αὐτοῦ, καὶ οὐκ ηὔξατο ἀναβλέ‐ ψαι, καὶ διὰ τὴν ὑπομονὴν αὐτοῦ, ὁ Θεὸς ἐχαρίσατο αὐτῷ τὴν ὅρασιν, | |
καὶ ἀνέβλεψεν. | ||
383 | Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶ Παμβὼ λέγων· Διὰ τί κωλύουσί με τὰ πνεύματα ἀγαθοποιῆσαι τῷ πλησίον; Λέγει αὐτῷ ὁ γέρων· Μὴ λέγε οὕτως· εἰ δὲ μήγε, τὸν Θεὸν ψεύστην ἀποκαλεῖς, ἀλλὰ μᾶλλον εἰπέ· Οὐ θέλω ὅλως ποιῆσαι ἔλεος. Προλαβὼν | |
5 | γὰρ ὁ Θεὸς εἶπεν· Ἔδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ‐ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. | |
384 | Ἔλεγέ τις τῶν γερόντων ὅτι ἠρώτησα τὸν ἀββᾶν Σισόην λέγων· Πῶς λέγουσι περὶ τῶν εἰδώλων ἐν τῷ ψαλμῷ εἶναι; Καὶ λέγει ὁ γέρων· Γέγραπται περὶ τῶν εἰδώλων· ὅτι στόμα ἔχουσι καὶ οὐ λαλή‐ σουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐ βλέπουσιν, ὤτα ἔχουσι καὶ οὐκ ἀκού‐ | |
5 | σονται. Οὕτως ὀφείλει εἶναι ὁ μοναχός· καὶ ὅτι τὰ εἴδωλα βδέλυγμά εἰσιν, καὶ αὐτὸς ἡγήσεται ἑαυτὸν βδέλυγμα. | |
385 | Παρέβαλον ποτὲ τρεῖς ἀδελφοὶ τινὶ γέροντι ἐν Σκήτει, καὶ ἠρώτησεν αὐτὸν ὁ εἷς λέγων· Ἀββᾶ, ἔλαβον τὴν παλαίαν καὶ και‐ νὴν Διαθήκην ἀπὸ στήθους. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν αὐτῷ· Ἐγέμι‐ σας τὸν ἀέρα λόγων. Καὶ ὁ δεύτερος ἠρώτησε λέγων· Κἀγὼ τὴν | |
5 | παλαίαν καὶ καινὴν ἔγραψα ἐμαυτῷ. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Καὶ σὺ τὰς θυρίδας ἐγέμισας χαρτίων. Καὶ ὁ τρίτος εἶπεν· Κἀμοῦ εἰς τὸν χυτρόποδα βρύα ἀνέβησαν. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν αὐτῷ· Καὶ σὺ τὴν φιλοξενίαν ἐδίωξας ἀπὸ σοῦ. | |
386 | Εἶπεν γέρων· ὅτι χρὴ τὸν μοναχὸν, μὴ ἀκροατὴν εἶναι, μὴ κατάλαλον, μὴ σκανδαλίζεσθαι. | |
387 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Εἰπέ μοι ῥήμα πῶς σωθῶ. Ὁ δὲ ἔφη· Σπουδάσωμεν ἐργάσασθαι κατὰ μικρὸν μικρὸν, καὶ σωζόμεθα. | |
388 | Ἔλεγον οἱ γέροντες· ὅτι ταῦτά ἐστιν ἃ ζητεῖ ὁ Θεὸς παρὰ χριστιανοῖς, ἵνα τις ὑποταγῇ ταῖς ἁγίαις γραφαῖς, καὶ τὰ λεκτέα πρακτέα, καὶ πείθεσθαι τοῖς ἡγουμένοις καὶ πατράσι πνευματικοῖς. | |
389 | Ἔλεγον οἱ γέροντες ὅτι ὀφείλει ἕκαστος τὸ τοῦ πλησίον οἰκειοῦσθαι, καὶ συμπάσχειν αὐτῷ ἐν ἅπασι καὶ συγκλαίειν αὐτῷ, καὶ οὕτω διακεῖσθαι ὡς τὸ αὐτὸ φορῶν σῶμα καὶ ὡς περὶ ἑαυτοῦ θλίβεσθαι, | |
εἴ ποτε συμβῇ αὐτῷ θλίψις καθὼς γέγραπται· Ὅτι ἓν σῶμα ἐσμὲν ἐν | ||
5 | Χριστῷ, καὶ τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. | |
390 | Εἶπεν γέρων· Εἰ βασιλείας ἐρᾷς, χρημάτων καταφρόνει· ζῆσαι γὰρ κατὰ Θεὸν ἀδύνατόν ἐστι φιλήδονον ὄντα καὶ φιλάργυρον. | |
391 | Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα λέγων· Ὅτι ταράσσομαι καὶ θέλω ἀφεῖναι τὸν τόπον μου. Λέγει αὐτῷ ὁ γέρων· Διὰ ποῖον πρᾶγμα; Λέγει αὐτῷ ὁ ἀδελφός· Ἐπειδὴ ἀκούω λόγους περί τινος ἀδελφοῦ μὴ ὠφελοῦντάς με. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔστιν | |
5 | ἀληθῆ ἃ ἤκουσας. Λέγει αὐτῷ ὁ ἀδελφός· Ναὶ, πάτερ, καὶ γὰρ ὁ εἰπών μοι ἀδελφὸς πιστός ἐστιν. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔστι πιστός· Εἰ γὰρ ἦν πιστὸς, οὐκ ἔλεγέ σοι ταῦτα. Ἀκούσας γὰρ ὁ Θωμᾶς οὐκ ἐβούλετο πιστεύειν λέγων· Ἐὰν μὴ ἴδω τοῖς ὀφθαλμοῖς μου, οὐ μὴ πιστεύσω. Λέγει αὐτῷ ὁ ἀδελφός· Κἀγὼ εἶδον τοῖς | |
10 | ὀφθαλμοῖς μου. Ἀκούσας δὲ ὁ γέρων, ἔλαβε κάρφος μικρὸν καὶ λέγει αὐτῷ· Τί ἐστι τοῦτο; Λέγει ὁ ἀδελφός· Καρφίν ἐστιν. Καὶ προσέσχεν ὁ γέρων εἰς τὴν στέγην τοῦ κελλίου, καὶ λέγει τῷ ἀδελφῷ· Θὲς εἰς τὴν καρδίαν σου ὅτι αἱ ἁμαρτίαι σου ὡς ἡ δοκὸς αὕτη εἰσὶν, αἱ δὲ τοῦ ἀδελφοῦ σου ὡς τὸ κάρφος τοῦτό εἰσιν. Ἀκούσας δὲ ὁ ἀββᾶς Τιθώης | |
15 | τὸν λόγον τοῦτον, ἐθαύμασε, καὶ εἶπεν· Τί μακαρίσω σε, ἀββᾶ Ποιμὴν, λίθος ὁ τίμιος· οἱ λόγοι σου γὰρ μεστοὶ χαρᾶς εἰσι καὶ πάσης δόξης. | |
392 | Εἶπεν γέρων· Ὅτι ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον, καὶ τοῦτο πωλήσας ἔδωκεν εἰς τροφὴν τοῖς πένεσιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα· αὐτὸν γάρ φησι, τὸν λόγον πεπώληκα τὸν λέγοντα· Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. | |
393 | Ἔλεγον περί τινος γέροντος· ὅτι καθημένου αὐτοῦ ἐν τῷ κελλίῳ καὶ ἀγωνιζομένου, ἔβλεπε τοὺς δαίμονας ὄψιν πρὸς ὄψιν, καὶ ἦν | |
κατευτελίζων αὐτοὺς, διὰ τὸ ἀγωνίζεσθαι αὐτόν. Βλέπων δὲ ὁ διάβολος ἑαυτὸν ἠττώμενον ὑπὸ τοῦ γέροντος, ἐλθὼν ἐνεφάνισεν ἑαυτὸν λέγων· | ||
5 | Ἐγώ εἰμι ὁ χριστός. Ἰδὼν δὲ αὐτὸν ὁ γέρων ἐκάμμυσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Λέγει αὐτῷ ὁ διάβολος· Τί καμμύεις τοὺς ὀφθαλ‐ μούς σου; ἐγώ εἰμι ὁ χριστός. Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν· Ἐγὼ τὸν χριστὸν οὐ θέλω ἰδεῖν ὧδε. Ἀκούσας δὲ ὁ διάβολος, ἀφανὴς ἐγένετο. Ἀπὸ οὖν πολλῆς ταπεινώσεως, ἐχαρίσατο αὐτῷ ὁ Θεὸς τὸ διορατικόν. | |
10 | Γνοὺς δὲ ὁ γέρων ὅτε ἐλθεῖν τινὰς εἰς ἐπίσκεψιν αὐτοῦ, ἐδεήθη τοῦ Θεοῦ ἵνα ἀρθῇ ἀπ’ αὐτοῦ ..... | |
394 | Ἔλεγον περί τινος γέροντος· ὅτι περιπατῶν εὗρεν ἴχνος γυναικὸς ἐν τῇ ὁδῷ, καὶ ἐκάλυψεν αὐτὸ λέγων· Μήπως ἴδῃ αὐτὸ ἀδελφὸς καὶ πόλεμον λάβῃ. | |
395 | Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Τί ποιήσω, ἀββᾶ, ὅτι ἡ κοιλία μου θλίβει με, καὶ οὐ δύναμαι αὐτὴν καταλῦσαι, καὶ λοιπὸν στρινιᾷ τὸ σῶμά μου. Λέγει αὐτῷ ὁ γέρων· Εἰ μὴ βάλλῃς ἐπ’ αὐτῷ φόβον καὶ νηστείαν, οὐκ ὀρθοποδεῖς εἰς τὴν ὁδὸν τοῦ Θεοῦ. Καὶ | |
5 | ἤνεγκεν αὐτῷ παραβολὴν τοιαύτην· Ὅτι ἄνθρωπός τις εἶχεν ὄνον, καὶ ὡς ἐκαθέζετο αὐτὸν καὶ περιεπάτει, περιέφερεν αὐτὸν κατὰ τὴν ὁδὸν ὧδε καὶ ὧδε. Καὶ λαβὼν ῥάβδον ἔτυπτεν αὐτόν. Ἔλεγε δὲ αὐτῷ ἡ ὄνος· Μὴ δέρε με καὶ ἀπὸ τοῦ νῦν ὀρθοποδῶ. Καὶ ὡς προέκοψε μικρὸν, κατῆλθεν ἀπ’ αὐτῆς, καὶ ἔθηκε τὴν ῥάβδον ἐν τῷ δισακίῳ ἐπάνω τῆς | |
10 | ὄνου, καὶ οὐκ εἶδεν ἡ ὄνος ὅτι ἐπάνω αὐτῆς ἐστιν ἡ ῥάβδος. Καὶ ὡς εἶδε τὸν κύριον αὐτῆς μὴ βαστάζοντα τὴν ῥάβδον, κατεφρόνησεν αὐτοῦ καὶ ἤρξατο περιφέρεσθαι ὧδε καὶ ἐκεῖ ἐν τοῖς σπορίμοις. Ἔδραμεν δὲ ὁ κύριος αὐτῆς, καὶ λαβὼν τὴν ῥάβδον ἔτυψεν αὐτὴν ἕως οὗ ὠρθοπόδησεν. Οὕτως ἐστὶ καὶ περὶ σώματος καὶ κοιλίας. | |
396 | Ἀνὴρ ἅγιος θεωρήσας ἕτερον ἁμαρτάνοντα, δακρύσας εἶπεν· Οὕτως σήμερον πάντως ὅτι κἀγὼ αὔριον, πλὴν κἂν ὅπως ἁμάρτῃ ἐπὶ παρουσίᾳ σοῦ τις, μὴ κρίνῃς αὐτὸν, ἀλλ’ ἔχε ἑαυτὸν ἁμαρτωλότερον αὐτοῦ, κἂν κοσμικὸς εἴη, πάρεξ τοῦ εἰς Θεὸν προσκρούσαντος. Ὁ αὐτὸς | |
5 | εἶπεν· Ὅτι ἐὰν λέγῃς τινὶ περὶ ζωῆς λόγον, μετὰ κατανύξεως καὶ δακρύων εἰπὲ τῷ ἀκούοντι; ἐπεὶ, μὴ εἴπῃς, ἵνα μὴ ἀποθάνῃς ἀνωφελὴς | |
μένων, ἐν ἀλλοτρίοις λόγοις ἄλλοις βουλόμενος σώζειν. | ||
397 | Εἶπεν γέρων· Ὅτι ὁ κύων κρεῖττον μοῦ ἐστιν διότι ἀγάπην ἔχει καὶ εἰς κρίσιν οὐκ ἔρχεται. | |
398 | Εἶπεν γέρων· Ὅπου ὑπάγεις, πρόσεχε σεαυτῷ διαπαντὸς ὅτι τοῦ ἐρῳδίου ἡ κατοικία ἡγεῖται αὐτῶν· τουτέστιν ὁ μοναχὸς ὅπου ὑπάγει κατοικία αὐτοῦ ἐστιν. Σπούδαζε οὖν ποιεῖν τὸν κανόνα σου καὶ τὰς ὥρας καὶ τὰ ἑσπερινὰ, καὶ τῶν ἐννοιῶν μὴ ἀμέλει, πάντοτε θλῖψιν | |
5 | ἔχε πρὸ ὀφθαλμῶν σου. Ταῦτα δὲ ἄνευ κόπου πολλοῦ κατορθωθῆναι οὐ δύναται. | |
399 | Εἶπεν γέρων· Γενοῦ ὡς κάμηλος βαστάζων τὰς ἁμαρτίας σου, καὶ δεδεμένος ἀκολουθῶν τῷ ἐπισταμένῳ τὴν ὁδὸν τοῦ Θεοῦ ..... | |
400 | Εἶπεν γέρων· Διὰ τοῦτο οὐ προκόπτομεν οὐδὲ ἐπιστάμεθα τὰ μέτρα ἑαυτῶν, ὅτι οὐκ ἔχομεν ὑπομονὴν ἐν ᾧ ἀρχόμεθα ἔργῳ, ἀλλὰ ἀπόνως θέλομεν ἀρετὴν κτήσασθαι καὶ ἀπὸ τόπων εἰς τόπους μεταβαίνομεν, νομίζοντες ὅτι εὑρίσκομεν τόπον ὅπου οὐκ ἔστιν ὁ | |
5 | διάβολος. |