TLG 2738 003 :: CHRONOGRAPHIAE ANONYMAE :: Chronographia brevis (e cod. Paris. suppl. gr. 67)

CHRONOGRAPHIAE ANONYMAE
(Varia)

Chronographia brevis (e cod. Paris. suppl. gr. 67)

Source: de Boor, C. (ed.), Nicephori archiepiscopi Constantinopolitani opuscula historica. Leipzig: Teubner, 1880 (repr. New York: Arno, 1975): 226–230.

Citation: Page — (line)

23Βασίλειος ὁ Μακεδὼν ἔτη ιηʹ μῆνας ιʹ ἡμέρας κθʹ. Λέων, ὁ υἱὸς αὐτοῦ, ὁ Σοφὸς ἔτη κεʹ καὶ μῆνας ηʹ.
25Ῥωμανὸς ὁ Λακαπηνὸς ἔτη κϛʹ μῆνας ηʹ. καὶ ἐξέωσαν αὐ‐ τὸν οἱ υἱοὶ αὐτοῦ. Κωνσταντῖνος ὁ Πορφυρογέννητος, ὁ υἱὸς Λέοντος τοῦ Σο‐
φοῦ ἔτη ιεʹ.226

227

Ῥωμανός, ὁ υἱὸς αὐτοῦ, ἔτη γʹ μῆνας δʹ. Νικηφόρος Φωκᾶς ἔτη ϛʹ μῆνας εʹ. καὶ ἐσφάγη παρὰ τοῦ Τζιμισχῆ. Ἰωάννης Τζιμισχῆς ἕτη ϛʹ μῆνα αʹ.
5
Ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἰωάννου
τοῦ Τζιμισχῆ ἔτη ͵ϛυπδʹ. ἰνδ. δʹ. Βασίλειος ὁ υἱὸς Ῥωμανοῦ ὁ πορφυρογέννητος ἔτη νʹ. Κωνσταντῖνος ὁ ἀδελφὸς ἔτη βʹ. Ῥωμανὸς ὁ Ἀργυρόπουλος ἔτη εʹ μῆνας ηʹ,
10Μιχαὴλ ὁ Παφλαγὼν ἔτη ζʹ μῆνας ηʹ. Μιχαήλ, ὁ ἀνεψιὸς αὐτοῦ, ὁ Καλαφάτης μῆνας δʹ ἡμέρας
κζʹ. ἐτυφλώθη εἰς τὸ Σῖγμα. Κωνσταντῖνος ὁ Μονομάχος ἔτη ιβʹ μῆνας ζʹ. κτήτωρ τῶν
Μαγκάνων.
15Μιχαὴλ ὁ ἀπὸ στρατιωτῶν, ὁ γέρων ἔτος ἓν ἡμέρας ιϛʹ. Ἰσαάκιος ὁ Κομνηνὸς ἔτη βʹ μῆνας τρεῖς. Κωνσταντῖνος ὁ Δούκας ἔτη ζʹ μῆνας ϛʹ ἡμέρας ιʹ. Εὐδοκία ἡ σύμβιος αὐτοῦ καὶ οἱ τρεῖς παῖδες αὐτῆς Μιχαήλ,
Κωνσταντῖνος καὶ Ἀνδρόνικος ἐν τῷ πατρωῷ αὐτῶν
20
Ῥωμανῷ τῷ Διογένει. ἀμφότεροι ἔτη δʹ. Μιχαήλ, ὁ υἱὸς τοῦ Δούκα μετὰ τὴν κατάλυσιν τῆς μητρὸς
αὐτοῦ καὶ πατρωοῦ αὐτοῦ ἔτη ϛʹ μῆνας ζʹ. ὃς ἐκπεσὼν
τῆς βασιλείας ἐχειροτονήθη μητροπολίτης Ἐφέσου. Νικηφόρος ὁ Βοτανιάτης, ὁ γέρων ἔτη γʹ.
25Ἀλέξιος ὁ Κομνηνὸς ἔτη λζʹ μῆνας τέσσαρας ἥμισυ, εἰς
ἔτος ͵ϛφπθʹ. Ἰωάννης, ὁ υἱὸς αὐτοῦ, ὁ Πορφυρογέννητος μῆνας ἕξ. Ἀνδρόνικος ὁ Κομνηνὸς ἔτη βʹ μῆνας ϛʹ. Ἰσαάκιος ὁ Ἄγγελος ἔτη κʹ μῆνας ϛʹ.
30Ἀλέξιος ὁ Ἄγγελος, ὁ υἱὸς Ἰσαακίου, μῆνας θʹ ἡμέρας κʹ. Ἀλέξιος ὁ Δούκας, ὁ Μούτζουφλος μῆνας βʹ ἡμέρας ιʹ.
ὃς βασιλεύων παρεδόθη ἡ Κωνσταντινούπολις τοῖς Λατί‐227

228

νοις ἐν ἔτει ͵ϛψιβʹ ἀπριλλίῳ ιβʹ ἡμέρᾳ βʹ, ἣν καὶ ἐκρά‐
τησαν χρόνους νζʹ. εἶτα ἐβασίλευσεν Θεόδωρος ὁ Λάσχαρις ἐν τῇ ἀνατολῇ ἔτη ιηʹ. εἶτα ὁ καλὸς Ἰωάννης, ὁ γαμβρὸς αὐτοῦ, ἔτη λγʹ. ἐτελειώθη δὲ ἐν τῷ
5
ἔτει ͵ϛψξγʹ. εἶτα ὁ υἱὸς αὐτοῦ Θεόδωρος ὁ Λάσχαρις ἔτη γʹ μῆνας ηʹ (κʹ cod.). ἐτελειώθη
δὲ ἐν τῷ ἔτει ͵ϛψξϛʹ μηνὶ Αὐγούστῳ κβʹ. καὶ ἐβασίλευ‐
σεν ὁ υἱὸς αὐτοῦ Ἰωάννης μῆνας δʹ. τοῦτον ἐτύφλωσε
10Μιχαὴλ ὁ Παλαιολόγος καὶ ἐκράτησεν ἔτη κδʹ μῆνας βʹ
ἡμέρας κʹ.
Τῷ ἕκτῳ ἔτει τῆς αὐτοῦ βασιλείας, ἐν ἔτει δὲ ͵ϛψξθʹ.
ἰνδ. δʹ παρέλαβον οἱ Ῥωμαῖοι τὴν Κωνσταντινούπολιν
ἐκ τοὺς Λατίνους ἐπὶ τῆς βασιλείας Μιχαὴλ τοῦ Πα‐
15
λαιολόγου δεκεμβρίῳ ιαʹ ἰνδ. ιαʹ. ἐτελεύτησε δὲ ὁ αὐτὸς
Παλαιολόγος ἐν ἔτει ͵ϛψϙαʹ, καὶ ἐβασίλευσεν ὁ υἱὸς
αὐτοῦ Ἀνδρόνικος ὁ Παλαιολόγος ἔτη μεʹ μῆνας ϛʹ. καὶ ἐξώσθη
παρὰ τοῦ ἐκγόνου αὐτοῦ. εἶτα βασιλεύει ὁ ἔκγονος αὐτοῦ
20Ἀνδρόνικος ὁ Παλαιολόγος ἔτη ιγʹ ἡμέρας κβʹ. εἶτα Ἰωάννης, ὁ υἱὸς αὐτοῦ, ἔτη νʹ. ἐτελεύτησε δὲ ἐν ἔτει ͵ϛωϙθʹ
φευρουαρίῳ ιϛʹ ἰνδ. ιδʹ ἡμέρᾳ εʹ. εἶτα βασιλεύει Μανουήλ, ὁ υἱὸς αὐτοῦ, ὁ ὄντως βασιλεὺς ἔτη λεʹ μῆνας γʹ.
ἐκοιμήθη δὲ ἐν ἔτει ͵ϛϡλδʹ Ἰουνίῳ θʹ. εἶτα βασιλεύει
25
ὁ υἱὸς αὐτοῦ Ἰωάννης ὁ συνετώτατος ἔτη κγʹ μῆνας γʹ, ὁ ἀπελθὼν εἰς τὴν
Ἰταλίαν. ἐκοιμήθη γοῦν νζʹ ἔτος. ἦν δὲ τὰ πάντα ἔτη
τῆς ζωῆς αὐτοῦ νϛʹ μῆνας ιʹ ἡμέρας ιεʹ. μετὰ γοῦν
τοῦτον κρατεῖ
30Κωνσταντῖνος, ὁ ἀδελφὸς αὐτοῦ, στεφθεὶς παρὰ τοῦ πατρι‐
άρχου Γρηγορίου μαρτίῳ κδʹ ἔτους ͵ϛϡνζʹ.
Τὸ νηʹ ἔτος ἦλθαν οἱ δεσπόται εἰς τὴν Πελοπόνη‐
σον ὅ τε κύριος Θωμᾶς καὶ κύριος Δημήτριος.228

229

Τὸ δὲ νθʹ ἀπέθανεν ὁ σουλτᾶν Μουράτης καὶ δια‐ δέχεται τὴν δυναστείαν ὁ υἱὸς αὐτοῦ σουλτᾶν Μεχε‐ μέτης καὶ οὐ πολὺ τὸ ἐν μέσῳ στρατεύει κατὰ τῆς Κωνσταντινουπόλεως.
5Ἔτους ͵ϛϡξαʹ, ἀπὸ Χριστοῦ ͵αυνγʹ, μαίῳ κθʹ ἡμέρᾳ γʹ βασι‐
λεύοντος Κωνσταντίνου τοῦ Παλαιολόγου παρεδόθη ἡ
Κωνσταντινούπολις τοῖς Ισμαηλίταις παρὰ θεοῦ ἕνεκεν
τὴν ἡμῶν ἁμαρτίαν. ἐδυνάστευσε γοῦν τὴν Κωνσταν‐
τινούπολιν χρόνους κηʹ. μετὰ τούτους ἐδούλωσε πολλὰς
10
χώρας καὶ πόλεις. Ἔτους ͵ϛϡοηʹ (͵ϛϡπηʹ cod.) μηνὶ ἰουλίῳ, ἀπὸ δὲ Χριστοῦ
͵αυοʹ, ἁλώθη ἡ Εὔριππος. Ἔτους ͵ϛϡπγʹ μηνὶ ἰουλίῳ αʹ, ἀπὸ δὲ Χριστοῦ ͵αυοεʹ ἁλώθη
ὁ Καφάς.
15Ἔτους ͵ϛϡπθʹ μαίῳ γʹ ἀπέθανεν ὁ σουλτᾶν Μεχεμέτης καὶ
τῇ ιθʹ ἐλήλυθεν ὁ υἱὸς αὐτοῦ Μπαγιαζήτης εἰς τὴν
πόλιν καὶ μετὰ δύο ἔτη ἐστράτευσε κατὰ Κελίου καὶ
Ἀσπροκάστρου. Ἔτους ͵ζζʹ αὐγούστῳ κθʹ ἁλώθη ὁ Ναύπακτος.
20Ἔτους ͵ζηʹ, ἀπὸ δὲ Χριστοῦ ͵αφʹ, αὐγούστῳ θʹ ἁλώθη ἡ
Μεθώνη καὶ ἡ Κων‖̴ (? sic cod.) Ἔτους ͵ζιβʹ, ἀπὸ δὲ Χριστοῦ ͵αφγʹ, μηνὶ ἀπριλλίῳ ἐδιώχθη
ὁ Μπαγιαζήτης παρὰ τοῦ υἱοῦ αὐτοῦ Σελήμη. ὁ δ’
αὐτὸς Σελήμης τοῦ κράτους ἤδη καὶ τῶν σκήπτρων
25
ἀναλαβὼν εὐθὺς κατὰ Περσῶν στρατεύει. τροπώσας γοῦν
καὶ νικήσας ἐλήλυθε πρὸς Κωνσταντινούπολιν. Ἔτους δὲ ͵αφιηʹ (η pr. m. sprscr. θ) μηνὶ ἰαννουαρίῳ στρα‐
τεύει κατὰ τῆς Μέμφης εἰς Αἴγυπτον, ἥντινα καὶ δου‐
λώσας ἐκράτησεν ἔτος τὸ ἄνω γεγραμμένον, ἐξολοθρεύ‐
30σας τοὺς ὠμοτάτους Μαμαλούκους, καὶ οὐ πολὺ τὸ ἐν μέσῳ θνήσκει καταλιπὼν τὴν αὐτοκρατορίαν τῷ υἱῷ (τοῦ υἱοῦ cod.) αὐτοῦ Σελεημάνη. διαδέχεται οὖν
οὗτος ὁ Σελεημάνης τῶν σκήπτρων ͵αφκʹ μηνὶ σεπτεμβρίῳ229

230

καὶ εὐθὺς στρατεύει κατὰ τῶν Οὐγαρῶν εἰς τὸ Μπελι‐ γράδιον, ὅπερ καὶ ἁλώθη. Ἔτους ͵αφκβʹ ἀπὸ Χριστοῦ ἐποίησεν ὁ σουλτᾶν Σουλεημάνης
στρατὸν χιλιάδας ςʹ διὰ ξηρᾶς καὶ διὰ θαλάσσης, τρι‐
5ήρεις σοʹ καὶ ἀπῆλθον εἰς τὴν Ῥόδον. καὶ ἐπολέμει
αὐτὴν ἀπὸ τὸν ἰούλιον μῆνα ἕως τὸν δεκέμβριον. καὶ
τῇ κεʹ τοῦ αὐτοῦ μηνὸς ἐπαραδόθη ἡ αὐτὴ ἀθλία Ῥόδος
εἰς τὰς χεῖρας αὐτοῦ. ἔδωκε δὲ ἄδειαν καὶ ἐξέβη (ἐξήβη
cod.) ἐκ τοὺς Ῥοδίτας ὅστις ἤθελεν.
10Ἔτους ͵ϛωξεʹ ἐπῆρε τὴν Καλιούπολιν, ἀπὸ δὲ Χριστοῦ ͵ατξεʹ. Ἔτους ͵ϛωοζʹ ἀπὸ δὲ Χριστοῦ ͵ατοζʹ ἐπῆρε τὴν Ἀνδριανού‐ πολιν. Ἔτους ͵ϛϡξεʹ (͵ϛϡξβʹ?) μαίῳ κδʹ ἐπῆραν τὴν Θεσσαλονίκην. Ἔτους ͵ϛϡξδʹ μηνὶ ἰουνίῳ ἐπαρεδόθη εἰς τὰς χεῖρας τῶν
15
Τούρκων ἡ πόλις τῶν Ἀθηνῶν. Ἔτους ͵ϛϡξηʹ ἦλθεν ὁ αὐθέντης εἰς τὴν Μιζιθρὰν καὶ παρ‐ εδόθη ὁ δεσπότης Κύριος Δημήτριος. Ἔτους ͵ϛϡʹ ἁλώθη ἡ Τραπεζοῦντα. Ἔτους ͵ϛωϙζʹ ἐπαράλαβεν ἡ αὐθεντία τῶν Βενετιῶν τὸ
20
Ἀναύπλοι Ἐν δὲ τῷ ͵αφλζʹ, σεπτεμβρίῳ ιδʹ ἰνδ. ιαʹ ἐποίησε μάχην ὁ
Τοῦρκος μετὰ τῶν Βενετίκων, καὶ ἐν τῷ μʹ ἔτει, δη‐ λονότι ἀπὸ Χριστοῦ, ἐγένετο ἡ συμφωνία τῆς ἀγάπης,
καὶ ἔδωκαν οἱ Βενέτικοι τὸ Ἀναύπλοι (ἀνάπλοι cod.)
25
καὶ τὴν Μονεμβασίαν· καὶ οὕτως ἔγινεν ἡ ἀγάπη. καὶ
τῷ αὐτῷ ἔτει τῷ μʹ, νοεμβρίῳ καʹ, ἡμέρᾳ κυριακῇ,
ἐπαράλαβεν ἀπὸ τοὺς Βενετίκους τὸ Ἀναύπλοι ὁ Κασιμ‐ πασᾶς ὁμοῦ μετὰ τὴν Μονεμβασίαν. καὶ ὅσοι ἤθελον
Ναυπλοιῶται καὶ Μονεμβασιῶται ἀπῆλθον μετὰ τῶν
30Βενετίκων, οἱ δὲ ἄλλοι ἔμειναν ἐν τῇ ἰδίῃ πατρίδι αὐτῶν. ἔλαβον δὲ οἱ Βενέτικοι καὶ τὰς σκευὰς τῶν κάστρων καὶ τὰς καμπάνας τῶν ἐκκλησιῶν, ὅτι οὕτως
ἐσυμφώνησαν, ὅταν ἐποίησαν τὴν ἀγάπην.230