TLG 2734 025 :: Flavius JUSTINIANUS Imperator :: Edictum de asylo Flavius JUSTINIANUS Imperator Theol., Imperator
Nomographus, vel Petrus Sabbatius Edictum de asylo Citation: (Line) | ||
1t | Ἐκ τῆς διατάξεως ἐκτεθείσης ὑπὲρ τῶν προσφύγων τῆς μεγάλης ἐκκλησίας | |
---|---|---|
2t | καὶ τῶν ἁπανταχοῦ τῆς οἰκουμένης θείων ἐκκλησιῶν | |
3 | Εἴ τις τῶν ἐκ θεοῦ τετιμημένων τῇ μεγάλῃ τῆς ἀρχιερωσύνης τιμῇ προδῷ τινα τῶν προσφυγόντων τῇ κατ’ αὐτὸν ἐκκλησίᾳ, κἂν τῶν ἀλλοτρίων ἐστίν, ἢ αὐτὸς δι’ ἑαυτοῦ | |
5 | προδήλως ἢ τῇ τούτου ὑποβολῇ ἄλλος ἀντ’ αὐτοῦ, ὁ τοιοῦτος οἷος ἂν καὶ εἴη κακώσεσιν ὑποβαλλέσθω αἷς καὶ ὁ πρόσφυξ ὑπεβλήθη παρὰ τοῦ λαβόντος αὐτόν, τῆς ἰδίας πρότερον στερούμενος ἀρχιερωσύνης. καὶ εἴ τις δὲ τῶν μεγάλα δυναμένων καὶ ἀρχικὴν ὑπενδυο‐ μένων ἐξουσίαν τολμήσειεν ἀποσπάσαι βίᾳ ἀπὸ τῆς ἀρχιερατικῆς χειρὸς τὸν αὐτὸν πρόσφυγα καὶ τῶν ἀδύτων ἐξελκῦσαι τῆς ἐκκλησίας ἐν ᾗ προσέφυγεν ἢ αὐτὸς δι’ ἑαυτοῦ ἢ διὰ | |
10 | τῶν ὑπὸ χεῖρα, καὶ οὗτος τὴν ζώνην τῆς ἰδίας ἀρχῆς ἀφαιρούμενος καὶ μαστιγούσθω καὶ κακούσθω καὶ δημευέσθω πᾶσα ἡ οὐσία αὐτοῦ. οὐ γὰρ ἀνεχόμεθα τοιοῦτόν τι κατα‐ τολμᾶσθαι τὸ σύνολον ἐν πάσῃ ὑπὸ Ῥωμαίους ἀρχῇ καὶ τῇ χριστιανικωτάτῃ καταστάσει. τοῦτο γὰρ τῶν ἐθνῶν μόνον ἐστὶ καὶ τῶν ἔξω νόμου ὄντων καὶ μηδὲ τὴν οἰκείαν φύσιν αἰδουμένων, ἀλλὰ καὶ αὐτῶν δὴ τῶν αἱμοβόρων θηρίων θηριωδεστέρων πάντως καὶ ἀτι‐ | |
15 | θασσευτέρων τυγχανόντων καὶ χαιρόντων καταφαγεῖν τὸ ὁμόφυλον σῶμα τῆς θείας διαπλάσεως καὶ βεβηλοτέρων ἀποδεικνυμένων καὶ αὐτοῦ δὴ τοῦ μισητοῦ Ἰούδα τοῦ | |
προδότου καὶ βδελυκτοῦ. | 208 |