TLG 2734 024 :: Flavius JUSTINIANUS Imperator :: Edictum de asylo

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Edictum de asylo

Source: Amelotti, M., Zingale, L.M. (eds.), Scritti teologici ed ecclesiastici di Giustiniano. Milan: Giuffrè, 1977: 204.

Citation: (Line)

1tΤὸ παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ τῇ μεγάλῃ ἐκκλησίᾳ γενόμενον χρυσόβουλλον
2 Τὴν τῆς εἰρήνης χορηγὸν καὶ πάσης εὐταξίας μητέρα δικαιοσύνην, κραταιάν τε τοῖς ἀδικοῦσιν ἀντίπαλον καὶ σχεδὸν πάντων αἰτίαν τῶν ἀγαθῶν τῷ ἡμετέρῳ βίῳ καθιστα‐ μένην, οὐκ ἀπεικός ἐστι κατὰ τῆς ἀναιδοῦς πλεονεξίας ἀνταγωνιζομένην τῇ ἡμετέρᾳ κα‐
5θοπλισθῆναι χειρί, ὡς ἂν τῇ ἰσχύι τῆς ἐκ θεοῦ βασιλείας ἡμῶν ἐν ἀμφοτέροις εὐδοκιμοῦσα φαίνοιτο, πὴ μὲν τοὺς ἐκκλησιαστικοὺς κατευνάζουσα θορύβους καὶ πρὸς εὔδιον λιμένα τὸ ἱερατικὸν ῥυθμίζουσα, πὴ δὲ τοὺς κοσμικοὺς καταπραΰνουσα πολέμους καὶ τῶν ἰδίων ἕκαστον ἀπολαύειν νομοθετοῦσα. Ἡ ἐκκλησιαστικοῖς τε καὶ πολιτικοῖς ἄρχουσιν ὑπηρετεῖσθαι κελεύουσα τούτοις,
10ἵνα μηδὲν ἔξω τῶν ἐκείνῃ δοκούντων τι διαπράττωνται, ὡς ἐν κεφαλαίῳ τὰ καθ’ ἕκαστον ἐντέλλεται οὕτως· κεφ. α. Δέον ὑμᾶς, εἴ τις ἐλεύθερος δούλωσιν ὑφιστάμενος τῇ ἐκκλησίᾳ προσδρά‐ μοι, μετακαλέσασθαι δὶς τὸν ἐγκαλούμενον καί, εἰ μὴ πρὸς ὑμᾶς ἥξει, τὴν τρίτην ἀποστο‐ λὴν διὰ τριῶν ποιεῖσθαι πρεσβυτέρων εἰς μαρτύριον τῶν γινομένων καί, εἰ μὴ δι’ αὐτῶν
15ἐλεύσεται, ἐλευθερίας ἀξιοῦν τὸν φυγάδα. κεφ. β. Δέον, εἴ τις τῶν οἰκετῶν λιμῷ καὶ γυμνότητι πιεζόμενος γνώμῃ τοῦ δε‐ σπότου 〈τῇ ἐκκλησίᾳ προσδράμοι〉 εἰ μὴ κατὰ τὸ δυνατὸν αὐτῷ ἀμφότερα διορθοῦται, πιπράσκεσθαι τὸν δοῦλον ἄλλῳ δεσπότῃ, ἵνα μὴ ὑπεροψίᾳ διαφθείροιτο. κεφ. γ. Δέον, εἴ τις τῶν πρεσβυτέρων ἢ διακόνων ἕξει δίκην μετά τινος προσκα‐
20λεῖσθαι αὐτὸν κατὰ τὸ εἰρημένον καὶ μὴ ὑπείκοντα καταδικάζεσθαι. κεφ. δ. Δέον τὸν δοῦλον μάτην τῇ ἐκκλησίᾳ προσχωρήσαντα παιδεύειν ἀξίως καὶ τῷ ἰδίῳ δεσπότῃ παραδιδόναι. κεφ. ε. Δέον, εἴ ποτε δοῦλος φυγὰς αὐτὸν ἐλθεῖν τὸν κύριον ἀπονοίᾳ ἐπιζητεῖ, ὁ δὲ κύριος τῶν θεραπόντων αὐτῷ τὸν πιστότατον δι’ αὐτὸ τοῦτο ἀποστείλῃ, μὴ ἀναγκάζε‐
25σθαι αὐτὸν σκύλλεσθαι, μάλιστα τὸν ἀπεσταλμένον παρ’ αὐτοῦ ἀντ’ αὐτοῦ παραθέμενον, ᾧ καὶ τὸν δοῦλον παρατίθεσθαι ὑμῖν ἔξεστιν. Δέον διὰ παντὸς ἐρευνᾶθαι τοὺς πρόσφυγας καὶ ὧν ἂν ὦσι μηνύεσθαι παρευθὺ τοὺς κυρίους αὐτῶν ἐπανελέσθαι αὐτούς. αὐτοὶ γὰρ ἐπιμένοντες καὶ πληθυνόμενοι καὶ τὰ τῆς περιβολῆς ἀναλίσκουσι πάντα καὶ τοῦς παρατυγχάνοντας ἐνεδρεύοντες βλάπτουσι
30καὶ τῷ πλήθει αὐτῶν τοῖς δεσπόζουσι πολλάκις ἐπανιστάμενοι τὸ χαλεπώτατον ὕβρεις ἀφιᾶσιν, ἐφ’ ᾧ καὶ κατ’ ἀξίαν παιδεύεσθαι ἄμεινον. Καὶ ταῦτα πάντα τηρεῖσθαι παρ’ ὑμῶν ἀσφαλῶς, ἵνα μὴ καταφρονηταὶ τούτων ὀφθέν‐ τες καὶ ὑμεῖς ὑπ’ ἄλλων καταφρονηθήσεσθε, οὐκ ἐκτὸς κατακρίματος μένοντες τοῦ τε
θεόθεν καὶ τοῦ παρ’ ἡμῶν ἐπηρτημένου.204