TLG 2734 022 :: Flavius JUSTINIANUS Imperator :: Epistula ad synodum de Theodoro Mopsuesteno et reliquis Flavius JUSTINIANUS Imperator Theol., Imperator
Nomographus, vel Petrus Sabbatius Epistula ad synodum de Theodoro Mopsuesteno et reliquis Citation: Page — (line) | ||
150(1t) | Ὡσαύτως δὲ καὶ περὶ Θεοδώρου τοῦ Μομψουεστίας καὶ τῶν λοιπῶν οὕτω πάλιν | |
2t | φησὶν ὁ βασιλικὸς τύπος | |
---|---|---|
3 | Σπουδὴ γέγονε τοῖς ὀρθοδόξως καὶ εὐσεβῶς προβεβασιλευκόσιν, τοῖς ἡμετέροις πατράσιν, τὰς κατὰ καιρὸν ἀναφυομένας αἱρέσεις διὰ συνόδων ὁσιωτάτων ἱερέων ἐκ‐ | |
5 | κόπτειν καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυττομένης ἐν εἰρήνῃ τὴν ἁγίαν ἐκκλησίαν τοῦ θεοῦ διαφυλάττειν. διόπερ καὶ Κωνσταντῖνος ὁ μέγας Ἀρείου βλασφημοῦντος καὶ λέγοντος μὴ εἶναι τὸν υἱὸν ὁμοούσιον τῷ θεῷ καὶ πατρί, ἀλλὰ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγονέναι, συναγαγὼν ἐν Νικαίᾳ τοὺς τιηʹ πατέρας καὶ αὐτὸς ἐκεῖσε παραγενό‐ μενος, καὶ τοῦ Ἀρείου καταδικασθέντος καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ὀρθό‐ | |
10 | δοξον κρατῦναι πίστιν, δι’ ἧς ὁμολογήσαντες οἱ θεῖοι πατέρες ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ θεῷ καὶ πατρί, μέχρι νῦν ᾄδεται καὶ πιστεύεται. καὶ Θεοδόσιος δὲ ὁ πρεσβύτης, Μακεδονίου ἀρνουμένου τὴν θεότητα τοῦ ἁγίου πνεύματος, καὶ Ἀπολιναρίου τοῦ μα‐ θητοῦ αὐτοῦ βλασφημοῦντος εἰς τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου καὶ φάσκοντος νοῦν ἀνθρώπινον μὴ εἰληφέναι τὸν τοῦ θεοῦ λόγον, ἀλλὰ σαρκὶ ἑνωθῆναι ψυχὴν ἄλογον ἐχούσῃ, | |
15 | συναγαγὼν ἐν Κωνσταντινουπόλει τοὺς ρνʹ πατέρας καὶ μετασχὼν καὶ αὐτὸς τῆς συ‐ νόδου, καὶ τῶν εἰρημένων καθαιρεθέντων καὶ ἀναθεματισθέντων αἱρετικῶν μετὰ καὶ τῶν ἀσεβῶν αὐτῶν δογμάτων καὶ ὁμοφρόνων, παρεσκεύασε τὴν ὀρθόδοξον πίστιν κη‐ ρύττεσθαι. καὶ Θεοδόσιος δὲ ὁ νέος, τοῦ ἀσεβοῦς Νεστορίου λέγοντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, καὶ τὸν μὲν φύσει υἱὸν τοῦ θεοῦ καὶ πατρός, | |
20 | τὸν δὲ χάριτι υἱὸν ἀσεβῶς εἰσάγοντος, καὶ τὴν ἁγίαν Μαρίαν εἶναι θεοτόκον ἀρνουμένου, συναγαγὼν τὴν προτέραν ἐν Ἐφέσῳ τῶν σʹ ἁγίων πατέρων σύνοδον καὶ ἀποστείλας ἄρχοντας ὀφείλοντας παρεῖναι τῇ συνόδῳ προσέταξε καὶ Νεστόριον παραγενέσθαι καὶ κρίσιν ἐπ’ αὐτῷ γενέσθαι. καὶ δὴ γενομένης ἀκριβοῦς ἐξετάσεως, κατεδίκασαν Νε‐ στόριον καὶ ἀνεθεμάτισαν σὺν τοῖς ὁμόφροσιν αὐτοῦ. τούτων δὲ οὕτω προελθόντων, | |
25 | ἐπαναστάντες Κυρίλλῳ τῷ ὁσιωτάτῳ οἱ τῆς ἐξαγίστου Νεστορίου μερίδος ἐσπούδασαν τό γε ἐπ’ αὐτοῖς ἀνατρέψαι τὴν κατὰ Νεστορίου γενομένην κρίσιν. ἀλλ’ οὖν γε Θεο‐ δόσιος ὁ βασιλεὺς ἀντιλαμβανόμενος τῶν ὄντως ὀρθῶς κατὰ Νεστορίου καὶ τῶν πονηρῶν αὐτοῦ δογμάτων κριθέντων παρεσκεύασε κρατεῖν βεβαίως τὴν ἐπ’ αὐτῷ γενομένην κρίσιν. καὶ γὰρ πρὸς τούτοις καὶ ἄλλα τινὰ κατὰ τοῦ θείου Κυρίλλου πρὸς τὸν βασιλέα | |
30 | καταφλυαρήσαντες, γράφει πρὸς αὐτὸν Κύριλλος τοιάδε· ἐπειδήπερ ἐπυθόμην, ὦ εὐσεβέστατε βασιλεῦ, τῶν φιλοψογεῖν εἰωθότων τινὰς ἀγρίων σφηκῶν δίκην περιβομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ’ ἐμοῦ λόγους ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ οὐκ ἐκ τῆς ἁγίας παρθένου λέγοντος τὸ θεῖον σῶμα Χριστοῦ, καὶ μέντοι καὶ δύο υἱοὺς κατὰ Νεστόριον ὁμολογεῖν ἡμᾶς κατεφλυάρησαν, δεῖν ᾠήθημεν | |
35 | ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν οὕτως· ὦ ἀνόητοι καὶ μόνον εἰδότες τὸ συκοφαν‐ | 150 |
152 | τεῖν, πῶς εἰς τοῦτο παρήχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε μωρίαν. ἔδει γὰρ ἔδει σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότηται διαβεβαιουμένοις ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία Μαρία. ἀλλ’ ἐπείπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς τὸ θεῖον γεγενῆσθαι σῶμα τοῦ κυρίου λέγομεν, ὥς φασιν, πῶς ἂν νοοῖτο | |
5 | θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μὴ ἔστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμανουήλ; γελάσθωσαν τοίνυν οἱ ταῦτα καὶ τὰ τοιαῦτα κατ’ ἐμοῦ πεφλυαρηκότες. οὐ γὰρ ψεύδεται λέγων ὁ θεσπέσιος Ἡσαΐας· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθ’ ἡμῶν ὁ θεός. ἀληθεύει δὲ πάντως καὶ ὁ ἀρχάγγελος | |
10 | Γαβριὴλ πρὸς τὴν παρθένον εἰπών· μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. ὅταν δὲ λέγωμεν ἄνωθεν καὶ ἐξ οὐρανοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐχ ὡς | |
15 | ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς τοῦτό φαμεν, ἀλλ’ ὡς ἑπό‐ μενοι τῷ ἱερῷ Παύλῳ φάσκοντι· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἐξ οὐρανοῦ. μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐ‐ ρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. καίτοι γεγέννηται κατὰ σάρ‐ | |
20 | κα, ὡς εἴρηται, ἐκ τῆς ἁγίας παρθένου. ἐπειδὴ δὲ ὁ ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταφοιτήσας θεὸς λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ κεχρη‐ μάτικεν υἱὸς ἀνθρώπου μετὰ τοῦ μεῖναι ὃ ἦν, τοῦτ’ ἔστι θεός, (ἄτρεπτος γὰρ καὶ ἀναλ‐ λοίωτος κατὰ φύσιν ἐστὶν) ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ λέγεται κατελθεῖν. ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ τέλειος ὢν ἐν θεότητι | |
25 | καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος. εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν τῶν φύσεων ἡ διαφορὰ μὴ ἀγνοῆται, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσίν φαμεν πεπρᾶχθαι. τοιγαροῦν ὁμολογοῦμεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ λόγον θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν | |
30 | δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπό‐ τητα, ὁμοούσιον τῷ πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν, ὅθεν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύ‐ ριον ὁμολογοῦμεν. κατὰ ταύτην οὖν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον ἀληθῶς θεοτόκον διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρω‐ | |
35 | πῆσαι καὶ ἐξ αὐτῆς συλλήψεως ἑνῶσαι αὐτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. καὶ εἰ | 152 |
154 | δοκεῖ δεξώμεθα εἰς παράδειγμα τὴν καθ’ ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ’ ἥν ἐσμεν ἄνθρω‐ ποι. συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος, καὶ ὁρῶμεν φύσεις δύο, ἑτέραν μὲν τοῦ σώματος, ἑτέραν δὲ τῆς ψυχῆς, ἀλλ’ εἷς ἐξ ἀμφοῖν καθ’ ἕνωσιν ἄνθρωπος. καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο ἀνθρώπους τὸν ἕνα νοεῖσθαι παρασκευάζει, ἀλλ’ | |
5 | ἕνα τὸν ἄνθρωπον κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος. ἐὰν γὰρ ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστὸς ἀδιάσπα‐ στος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ δι’ ἐναντίας· εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώ‐ πησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα; τοὺς δὲ λέγοντας, ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα καταξιωσάτω σου ἡ θεοσέβεια προ‐ | |
10 | δήλως ἐπιστομίζειν. Μετὰ δὲ ταῦτα Κυρίλλου τελευτήσαντος ἐπιφύεται μοναχός τις καὶ ἀρχιμανδρίτης Εὐτυχὴς ὀνομαζόμενος καὶ ἀποσπᾷ κατόπιν αὐτοῦ μέρος οὐκ ὀλίγον τοῦ λαοῦ κυρῶν τὰ Νεστορίου καὶ τὸ ἑαυτοῦ πονηρὸν δόγμα φάσκων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ἡμῖν ὁμοούσιον. καὶ δὴ πάλιν μετ’ ὀλίγον διὰ βασιλικῆς ἰσχύσαντος χειρὸς ἑτέρα | |
15 | σύνοδος ἐν Ἐφέσῳ λῃστρική τις καὶ οὐχ ὁσία συνάγεται, παραπεμφθέντος ἐκεῖσε καὶ Φλαβιανοῦ Κωνσταντινουπόλεως, τὴν πᾶσαν ἐξουσίαν Διοσκόρου Ἀλεξανδρείας ἔχοντος. καὶ φονεύεται μὲν Φλαβιανὸς ὁ θεῖος ὑπερμαχῶν τῆς ὀρθοδόξου πίστεως, ἀνατρέπεται δὲ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, ὑπογραψάντων φονικῇ βίᾳ τινῶν ἐπισκόπων, ἐξ ὧν ὑπῆρχε Βασίλειος ὁ Σελευκείας. κἀντεῦθεν τῶν τοῦ Νεστορίου καὶ Διοσκόρου καὶ | |
20 | Εὐτυχοῦς δημοσιευομένων πονηρῶν δογμάτων, καὶ πολλῆς ταραχῆς γινομένης καὶ ζάλης μάλιστα ἐν τῇ ἀνατολῇ, φονεύεται Προτέριος ὁ μέγας ἱερεὺς καὶ ἕτεροι πλεῖστοι. τούτων οὖν οὕτως ἐχόντων ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ βασιλεύς, καὶ συναγαγὼν ἐν Χαλκη‐ δόνι τὴν τῶν χλʹ πατέρων σύνοδον, παρόντων Διοσκόρου καὶ Εὐτυχοῦς, μεθ’ ὧν καὶ αὐτὸς παρευρεθείς, καταδικάζονται μὲν Διόσκορος καὶ Εὐτυχὴς καὶ Νεστόριος καὶ | |
25 | πάλιν ἀναθεματίζονται, Θεοδώρητον δὲ καὶ Ἴβαν καὶ Βασίλειον Σελευκείας ἐδέξαντο καθυπογραψάντων, καὶ τῆς λῃστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀναθεματισθείσης εἰς μίαν συμφωνίαν ἤγαγον πάντας οἱ θεῖοι πατέρες. Τούτων δὲ τῶν δʹ συνόδων οὕτω γενομένων καὶ ἐπιβεβαιωθέντων καὶ κρατούντων ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, οἱ τὰ Νεστορίου φρονοῦντες ἐσπούδασαν αὖθις τὴν αἵρεσιν | |
30 | αὐτῶν κρατῦναι διὰ τῆς Θεοδώρου τοῦ Μομψουεστίας ἀφορμῆς πολλῷ χείρονα τοῦ μαθητοῦ αὐτοῦ Νεστορίου βλασφημήσαντος. ὅθεν τοίνυν καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς ἡμετέροις πατράσι καὶ βουλόμενοι τὴν ὀρθὴν πίστιν ἀλώβητον διαφυλάττεσθαι προτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετάσαντες κατ’ αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτοῦ ἀποφήνασθαι. πρὸς γὰρ ταῖς ἄλλαις αὐτοῦ ἀναριθμήτοις δυσφημίαις εἰς Χριστὸν | |
35 | τὸν θεὸν ἡμῶν γενομέναις ἄλλον εἶναι τὸν θεὸν λόγον ἔφη καὶ ἄλλον τὸν Χριστὸν ὑπὸ | |
τῶν τῆς ψυχῆς παθῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων | 154 | |
156 | κατὰ μικρὸν ἀφιστάμενον πρὸς τὰ κρείττονα τῇ προκοπῇ τῶν ἔργων ἐληλυθέναι καὶ τῇ ἀρίστῃ πολιτείᾳ γενόμενον ἄμωμον, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθῆναι καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος εἰληφέναι καὶ υἱοθεσίας ἠξιῶσθαι καὶ καθ’ ὁμοίωσιν βασιλικῆς εἰκόνος εἰς | |
5 | πρόσωπον τοῦ θεοῦ λόγου τὸν Χριστὸν προσκυνεῖσθαι καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπ‐ τον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον γεγενῆσθαι. καὶ πρὸς τούτοις εἶπε τοιαύτην γε‐ νέσθαι τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὸν Χριστόν, ὁποίαν ὁ ἀπόστολος ἔφη περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ἔτι δὲ προ‐ τρέπομεν ὑμᾶς ἐξετάσαι καὶ τὰ κακῶς γραφέντα παρὰ Θεοδωρήτου καὶ Ἴβα κατὰ τῆς | |
10 | ἐν Ἐφέσῳ πρώτης ἁγίας συνόδου καὶ ὁμοίως τὰ κατ’ αὐτῶν ἀποφήνασθαι. | 156 |