TLG 2734 021 :: Flavius JUSTINIANUS Imperator :: Epistula ad synodum de Origene

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Epistula ad synodum de Origene

Source: Amelotti, M., Zingale, L.M. (eds.), Scritti teologici ed ecclesiastici di Giustiniano. Milan: Giuffrè, 1977: 122–124.

Citation: Page — (line)

122

(1t)

Τὸ δὲ γράμμα τοῦ βασιλέως πρὸς τὴν ἁγίαν σύνοδον περιεῖχεν οὕτως· περὶ μὲν
2tὨριγένους καὶ τῶν ὁμοφρόνων αὐτοῦ
3 σπουδὴ γέγονεν ἡμῖν καὶ ἔστιν ἀτάραχον τὴν ἁγίαν τοῦ θεοῦ καθολικὴν καὶ ἀποστο‐ λικὴν ἐκκλησίαν διαφυλάττεσθαι καὶ τὰ ὁπωσοῦν ἀναφυόμενα τῇ ὀρθοδόξῳ πίστει
5ἐναντία κατακρίνεσθαι. ἐπεὶ τοίνυν διέγνωσται ἡμῖν, ὥς τινες ἐν Ἱεροσολύμοις εἰσὶ μοναχοὶ δήπουθεν Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὠριγένει τῷ καὶ Ἀδαμαντίῳ καὶ τῇ τούτων δυσσεβείᾳ καὶ πλάνῃ κατακολουθοῦντες καὶ διδάσκοντες, δεῖν ᾠήθημεν φροντίδα καὶ ζήτησιν ποιήσασθαι περὶ τούτων, ἵνα μὴ τέλεον διὰ τῆς Ἑλληνικῆς καὶ Μανιχαϊκῆς ἀπάτης αὐτῶν πολλοὺς ἀπολέσωσιν. λέγουσι γάρ, ἵνα ἐκ πολλῶν ὀλίγα μνημονεύσω‐
10μεν, ὅτι νόες ἦσαν δίχα παντὸς ἀριθμοῦ τε καὶ ὀνόματος, ὡς ἑνάδα πάντων εἶναι τῶν λογικῶν τῇ ταυτότητι τῆς οὐσίας καὶ ἐνεργείας καὶ τῇ δυνάμει καὶ τῇ πρὸς τὸν θεὸν λόγον ἑνώσει τε καὶ γνώσει. καὶ ὡς κόρον αὐτῶν λαβόντων τῆς θείας ἀγάπης καὶ θεωρίας κατ’ ἀναλογίαν ἐπὶ τὸ χεῖρον τῆς ἑκάστου τροπῆς λεπτομερέστερα ἢ παχυμε‐ ρέστερα σώματα ἀμφιάσασθαι καὶ ὀνόματα κληρώσασθαι, κἀντεῦθεν τὰς οὐρανίας καὶ
15λειτουργικὰς ὑποστῆναι δυνάμεις. ἀλλὰ μὴν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας καὶ αὐτὰ τῆς αὐτῆς τῶν λογικῶν ἑνάδος ὄντα ἐκ τῆς ἐπὶ τὰ χείρω τροπῆς τοῦτο γεγο‐ νέναι ὅπερ εἰσίν, τὰ δὲ ἐπὶ πλεῖον τῆς θείας ἀγάπης ἀποψυγέντα λογικὰ ψυχὰς ὀνομα‐ σθῆναι καὶ σώμασι παχυτέροις τοῖς καθ’ ἡμᾶς ἐμβληθῆναι, τὰ δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλακότα ψυχροῖς καὶ ζοφεροῖς ἐνδεθῆναι σώμασι καὶ δαίμονας γεγονέναι τε
20καὶ ὀνομασθῆναι. καὶ ὅτι ἐξ ἀγγελικῆς μὲν καταστάσεως ψυχικὴ γίνεται κατάστασις, ἐκ δὲ ψυχικῆς δαιμονιώδης τε καὶ ἀνθρωπίνη, ἕνα δὲ νοῦν μόνον ἐκ πάσης τῆς ἑνάδος τῶν λογικῶν ἀκλόνητον μεῖναι καὶ ἀκίνητον τῆς θείας ἀγάπης καὶ θεωρίας, ὃς καὶ Χριστὸς καὶ βασιλεὺς καὶ ἄνθρωπος γέγονεν. καὶ ὅτι παντελὴς ἔσται τῶν σωμάτων ἀναίρεσις, αὐτοῦ τοῦ κυρίου πρῶτον ἀποτιθεμένου τὸ ἴδιον σῶμα καὶ τῶν λοιπῶν ἁπάν‐
25των. καὶ ὅτι ἀνακομίζονται πάλιν ἅπαντες εἰς τὴν αὐτὴν ἑνάδα καὶ γίνονται νόες, καθὰ καὶ ἐν τῇ προϋπάρξει ἐτύγχανον, ἀποκαθισταμένου δηλονότι καὶ αὐτοῦ τοῦ δια‐ βόλου καὶ τῶν λοιπῶν δαιμόνων εἰς τὴν αὐτὴν ἑνάδα καὶ τῶν ἀσεβῶν καὶ ἀθέων ἀνθρώ‐ πων μετὰ τῶν θείων καὶ θεοφόρων ἀνδρῶν καὶ τῶν οὐρανίων δυνάμεων καὶ τὴν αὐτὴν ἑξόντων ἕνωσιν πρὸς τὸν θεόν, ὁποίαν ἔχει καὶ ὁ Χριστός, καθὼς καὶ προϋπῆρχον, ὡς
30μηδεμίαν εἶναι διαφορὰν τῷ Χριστῷ πρὸς τὰ λοιπὰ λογικὰ παντελῶς οὔτε τῇ οὐσίᾳ122

124

οὔτε τῇ γνώσει οὔτε τῇ δυνάμει οὔτε τῇ ἐνεργείᾳ. ὁ γάρ τοι Πυθαγόρας ἀρχὴν τῶν πάντων ἔφησεν εἶναι τὴν μονάδα, καὶ πάλιν Πυθαγόρας καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσωμάτων εἰπόντες καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν, ὅθεν ὁ Πλάτων δέμας τὸ σῶμα καὶ σῆμα κέκληκεν, ὡς ἐν
5τούτῳ τῆς ψυχῆς οἱονεὶ δεδεμένης καὶ τεθαμμένης. εἶτα περὶ τῆς ἐσομένης κρίσεως καὶ ἀνταποδόσεως τῶν ψυχῶν αὖθίς φησιν· ἡ μὲν παιδεραστήσαντος καὶ κακῶς βιώσαντος μετὰ φιλοσοφίας ψυχὴ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ ἐῶνται κολασθεῖσα, καὶ οὕτω πτερω‐ θεῖσα τῷ χιλιοστῷ ἔτει ἐκβάλλεται καὶ ἀπέρχεται, αἱ δὲ ἄλλαι, ὁπόταν τόνδε τὸν βίον τελευτήσωσιν, αἱ μὲν εἰς τὰ ὑπὸ τῆς γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην ἅμα καὶ λόγον
10τίσουσιν, αἱ δὲ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι διάξουσιν ἀξίως καθὼς ἐβίωσαν. οὗ τὴν ἀτοπίαν τοῦ λόγου καταμαθεῖν ῥᾴδιον. τίς γὰρ αὐτὸν ἐδίδαξε τὰς τῶν ἐτῶν περιόδους καὶ χιλιάδας; καὶ ὅτι χιλίων διεληλυθότων ἐτῶν τότε τῶν ψυχῶν ἑκάστη εἰς ἴδιον ἀπέρχεται χῶρον; τὰ δὲ μεταξὺ τούτων οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν, μήτι γε φιλοσόφῳ τοιούτῳ. τοῖς γὰρ τὴν ἀκραιφνῆ
15φιλοσοφίαν κατωρθωκόσι τοὺς ἀκολάστους καὶ παιδεραστὰς συνέζευξε καὶ τούτους κἀκείνους τῶν αὐτῶν ἄθλων ἔφησεν ἀπολαύσεσθαι. Πυθαγόρας τοίνυν καὶ Πλάτων καὶ Πλωτῖνος καὶ οἱ τῆς ἐκείνων συμμορίας ἀθανάτους εἶναι τὰς ψυχὰς συνομολογήσαν‐ τες προϋπάρχειν ταύτας ἔφησαν τῶν σωμάτων καὶ δῆμον εἶναι ψυχῶν, καὶ τὰς πλημ‐ μελούσας εἰς σώματα καταπίπτειν, ὡς ἔφην, καὶ τοὺς μὲν πικροὺς καὶ πονηροὺς εἰς
20παρδάλεις, τοὺς δὲ ἁρπακτικοὺς εἰς λύκους, τοὺς δὲ δολεροὺς εἰς ἀλώπεκας, τοὺς δὲ θηλυμανεῖς εἰς ἵππους. ἡ δὲ ἐκκλησία τοῖς θείοις ἑπομένη λόγοις φάσκει τὴν ψυχὴν συνδημιουργηθῆναι τῷ σώματι καὶ οὐ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, κατὰ τὴν Ὠριγέ‐ νους φρενοβλάβειαν. διὰ ταῦτα οὖν τὰ πονηρὰ καὶ ὀλέθρια δόγματα, μᾶλλον δὲ ληρήματα, προτρέπομεν τοὺς ὁσιωτάτους ὑμᾶς εἰς ἓν συνηγμένους ἐπιμελῶς ἐντυχεῖν τῇ ὑποτεταγ‐
25μένῃ ἐκθέσει καὶ ἕκαστον τῶν αὐτῶν κεφαλαίων κατακρῖναί τε καὶ ἀναθεματίσαι μετὰ τοῦ δυσσεβοῦς Ὠριγένους καὶ πάντων τῶν τὰ τοιαῦτα φρονούντων ἢ φρονησάντων
εἰς τέλος.123