TLG 2734 020 :: Flavius JUSTINIANUS Imperator :: Edictum contra Origenem

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Edictum contra Origenem

Source: Amelotti, M., Zingale, L.M. (eds.), Scritti teologici ed ecclesiastici di Giustiniano. Milan: Giuffrè, 1977: 68–118.

Citation: Page — (line)

68

(18t)

Λόγος τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως Ἰουστινιανοῦ καταπεμφθεὶς πρὸς Μηνᾶν τὸν
19tἁγιώτατον καὶ μακαριώτατον ἀρχιεπίσκοπον τῆς εὐδαίμονος πόλεως καὶ πατριάρχην
20tκατὰ Ὡριγένους τοῦ δυσσεβοῦς καὶ τῶν ἀνοσίων αὐτοῦ δογμάτων
21 Ἡμῖν μὲν ἀεὶ σπουδὴ γέγονέ τε καὶ ἐστὶ τὸ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν τῶν Χριστιανῶν καὶ τὴν κατάστασιν τῆς ἁγιωτάτης τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀτάραχον διὰ πάντων φυλάττεσθαι καὶ ταύτην πρώτην τῶν ἄλλων τὴν φρον‐ τίδα τιθέμεθα. δι’ ἦς καὶ τὴν ἐν τῶι παρόντι κόσμωι βασιλείαν ἡμῖν ὑπὸ θεοῦ παρα‐
25δεδόσθαι καὶ φυλάττεσθαι πεπιστεύκαμεν καὶ τοὺς ἐχθροὺς τῆς ἡμετέρας πολιτείας ὑπο‐ τάττεσθαι· δι’ ἧς καὶ ἐν τῶι μέλλοντι αἰῶνι ἔλεος ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος εὑρεῖν ἐλπίζομεν. εἰ καὶ τὰ μάλιστα γὰρ ὁ τοῦ ἀνθρωπίνου γένους πολέμιος διαφόρους ἐφευ‐ ρίσκει προφάσεις, δι’ ὧν σπουδάζει λωβᾶσθαι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, ἀλλ’ οὖν ἡ τοῦ θεοῦ φιλανθρωπία τὴν ἐκείνου καταργοῦσα πονηρίαν καὶ τοὺς ἐναντίους διελέγχουσα οὐ
30συγχωρεῖ τὴν ἰδίαν καταβλάπτεσθαι ἢ σκορπίζεσθαι ποίμνην. ταῦτα δὲ ἡμῖν εἴρηται, ἐπείπερ ἦλθεν εἰς ἡμᾶς ὥς τινες μὴ ἔχοντες κατὰ νοῦν τὸν τοῦ θεοῦ φόβον μηδὲ τὴν τῶν ὀρθῶν δογμάτων διάκρισιν ἐπιστάμενοι, δι’ ἧς πᾶς ὁ γινώσκων τὴν ἀλήθειαν σώιζεται, καταλείψαντες τὰς θείας γραφὰς καὶ τοὺς ἁγίους πατέρας, οὓς ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία διδασκάλους ἔχει καὶ δι’ ὧν πᾶσα μὲν πανταχοῦ αἵρεσις ἀπελήλαται, ἡ δὲ ὀρθόδοξος πίστις
35σεσαφήνισται, Ὡριγένους τε καὶ τῶν Ἑλληνικῶν καὶ Ἀρειανικῶν καὶ Μανιχαικῶν αὐτοῦ δογμάτων ἀντιποιοῦνται, δι’ ὧν ἐκεῖνος εἰς βόθρον ἐνέπεσεν. οἱ δὲ τοιοῦτοι πῶς δύναν‐
ται Χριστιανοῖς συναριθμεῖσθαι προσώπου ἀντιποιούμενοι τὰ Ἑλλήνων καὶ Μανιχαίων68

70

καὶ Ἀρειανῶν καὶ τῶν ἄλλων αἱρετικῶν σπουδάσαντος παραδοῦναι; ὅστις πρὸ πάντων εἰς αὐτὴν τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα βλασφημήσας ἐτόλμησεν εἰπεῖν τὸν μὲν πατέρα μείζονα εἶναι τοῦ υἱοῦ, τὸν δὲ υἱὸν τοῦ ἁγίου πνεύματος, τὸ δὲ ἅγιον πνεῦμα τῶν ἄλλων πνευμάτων. προστέθεικε δὲ καὶ τοῦτο τῆι ἑαυτοῦ ἀσεβείαι εἰπὼν μηδὲ τὸν υἱὸν δύ‐
5νασθαι τὸν πατέρα ἰδεῖν μηδὲ τὸ ἅγιον πνεῦμα τὸν υἱόν, καὶ ὅτι ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα κτίσματά εἰσι, καὶ ὅπερ ἡμεῖς ἐσμὲν πρὸς τὸν υἱόν, τοῦτο ὁ υἱός ἐστι πρὸς τὸν πατέρα. προστίθησι δὲ ταῖς ἑαυτοῦ βλασφημίαις καὶ τοῦτο ἐν τῶι Περὶ ἀρχῶν αὐτοῦ [πρώτωι] λόγωι ἐπ’ αὐτῆς λέξεως εἰπὼν οὕτως ἐν τῆι ἐπινοουμένηι ἀρχῆι τοσοῦτον ἀριθμὸν τῶι βουλήματι αὐτοῦ ὑποστῆσαι τὸν θεὸν νοερῶν οὐσιῶν ὅσον ἠδύνατο διαρκέσαι· πεπε‐
10ρασμένην γὰρ εἶναι καὶ τὴν δύναμιν τοῦ θεοῦ λεκτέον καὶ μὴ προφάσει εὐφημίας τὴν περι‐ γραφὴν αὐτῆς περιαιρετέον. ἐὰν γὰρ ἄπειρος ἡ θεία δύναμις, ἀνάγκη αὐτὴν μηδὲ ἑαυτὴν νοεῖν· τῆι γὰρ φύσει τὸ ἄπειρον ἀπερίληπτον. πεποίηκε τοίνυν τοσαῦτα ὧν ἠδύνατο περιδράξασθαι καὶ ἔχειν αὐτὰ ὑπὸ χεῖρας καὶ συγκροτεῖν ὑπὸ τὴν αὐτοῦ πρόνοιαν, ὥσπερ καὶ τοσαύτην ὕλην κατεσκεύασεν ὅσην ἠδύνατο κατακοσμῆσαι. ποίαν ταύτης μείζονα
15βλασφημίαν κατὰ τοῦ θεοῦ προενεγκεῖν Ὡριγένης ἠδύνατο ὁ καὶ ἐπὶ τῆς ἁγίας τριάδος βαθμοὺς ἐπινοήσας πολυθείαν καὶ ἐντεῦθεν εἰσάγειν βουλόμενος, καὶ αὐτὴν δὲ τοῦ θεοῦ τὴν δύναμιν περιγραπτὴν εἶναι τερατευόμενος; κἀκεῖνο δὲ τὸ πάσης δυσσεβείας ἀνά‐ μεστον τῆς αὐτοῦ ἐστι μυθολογίας τὸ λέγειν ὅτι πάντα τὰ γένη καὶ τὰ εἴδη συναίδιά ἐστι τῶι θεῶι, καὶ ὅτι τῶν λογικῶν τὰ ἁμαρτήσαντα καὶ διὰ τοῦτο ἐκπεσόντα τῆς ἐν οἷς ἦσαν
20καταστάσεως κατὰ τὴν ἀναλογίαν τῶν οἰκείων ἁμαρτημάτων τιμωρίας χάριν σώμασιν ἐνεβλήθη καὶ καθαιρόμενα πάλιν ἀνάγονται ἐν ἧι πρότερον ἦσαν καταστάσει παντελῶς ἀποτιθέμενα τὰ σώματα καὶ πάλιν ἐκ δευτέρου καὶ τρίτου καὶ πλεονάκις διαφόροις ἐμβάλλονται σώμασι πρὸς τιμωρίας. ὑποτίθεται δὲ καὶ διαφόρους κόσμους συστῆναί τε καὶ συνίστασθαι τοῦτο μὲν παρελθόντας, τοῦτο δὲ μέλλοντας. καὶ τίς οὕτως ἐστὶν ἠλί‐
25θιος ὅστις τῶν τοιούτων ἀκούων οὐ φρίξει τὴν διάνοιαν διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν; τίς δὲ οὐκ ἂν βδελύξηται τὸν μανέντα Ὡριγένην τοιαύτας πλασάμενόν τε καὶ ἐγγράφως ἐκθέμενον κατὰ θεοῦ βλασφημίας; ἅστινας ὡς πᾶσι Χριστιανοῖς ἀπηγορευμένας καὶ προ‐ φανῆ τῆς δυσσεβείας ἐχούσας τὸν ἔλεγχον περισσὸν ἐνομίσαμεν ἀντιρρήσεως ἀξιῶσαι. εἰ τοίνυν ἄπαντες αἱρετικοὶ ἐπὶ ἑνὸς τυχὸν ἢ δευτέρου δόγματος παρατροπῆι ἐκβέβληνται
30τῆς ἁγιωτάτης ἐκκλησίας ὑποβληθέντες ἀναθέματι μετὰ τῶν ἰδίων δογμάτων, τίς ὅλως Χριστιανῶν ἀνέξεται Ὡριγένους τε καὶ τῶν πονηρῶν αὐτοῦ συγγραμμάτων ἀντιποι‐ εῖσθαι τοῦ τοσαύτας μὲν εἰρηκότος βλασφημίας, πᾶσι δὲ σχεδὸν αἱρετικοῖς τοσαύτην ὕλην
ἀπωλείας παρασχομένου καὶ διὰ τοῦτο καὶ παρὰ τῶν ἁγίων πατέρων ἔκπαλαι ὑπὸ ἀνά‐70

72

θεμα γενομένου μετὰ τῶν μυσαρῶν αὐτοῦ δογμάτων; εἰ γὰρ καὶ δοίη τις τὸν θεομάχον Ὡριγένην, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις αἱρετικοῖς εὑρίσκεται, ἀναμῖξαι τινὰ τοῖς πονηροῖς αὐτοῦ συγγράμμασιν ἐκ τῶν ὀρθῶν δογμάτων, ταῦτα οὐκ ἴδια ἐκείνου καθέστηκεν, ἀλλὰ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὑπάρχει. καὶ τοῦτο δὲ αὐτὸ κακούργως ἐκεῖνος καὶ πρὸς
5ἀπάτην τῶν ἁπλουστέρων ἐμηχανήσατο. ταῖς γὰρ τῶν Ἑλλήνων μυθολογίαις ἐν‐ τραφεὶς καὶ ταύτας ἐπεκτεῖναι βουλόμενος ἐσχηματίσατο τὰς θείας δῆθεν ἑρμηνεύειν γρα‐ φάς, ἵνα τούτωι τῶι τρόπωι τὰ ἑαυτοῦ μυσαρὰ δόγματα τοῖς τῶν θείων γραφῶν ὑπομνή‐ μασιν ἀναμίξας κακοήθως τὴν Ἑλληνικὴν καὶ Μανιχαικὴν αὐτοῦ πλάνην καὶ Ἀρειανικὴν μανίαν εἰσαγάγηι καὶ τοὺς μὴ ἠκριβωμένους τὰ τῆς θείας γραφῆς δυνηθῆι δελεάσαι. τί
10γὰρ ἕτερον παρὰ τὰ Πλάτωνι εἰρημένα τῶι τὴν Ἑλληνικὴν μανίαν πλατύναντι Ὡριγένης ἐξέθετο; ἢ παρὰ τίνος ἑτέρου Ἄρειος λαβὼν τὴν οἰκείαν συνεγράψατο νόσον ὁ πρὸς ὄλε‐ θρον τῆς ἑαυτοῦ ψυχῆς εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα βαθμοὺς ἐπινοήσας; ἐν τίνι δὲ οὗτος τοῦ Μανιχαίου ἀπολιμπάνεται ὁ λέγων τὰς τῶν ἀνθρώπων ψυχὰς διὰ ἁμαρτίας τοῖς σώμασι τιμωρίας χάριν ἐμβληθῆναι, ὡς δὴ πρῶτον μὲν νόας οὔσας καὶ ἁγίας δυνά‐
15μεις, ἔπειτα κόρον λαβούσας τῆς θείας θεωρίας καὶ πρὸς τὸ χεῖρον τραπείσας καὶ διὰ τοῦτο τῆς τοῦ θεοῦ ἀγάπης ἀποψυγείσας καὶ ἐντεῦθεν ψυχὰς ὀνομασθείσας καὶ τιμωρίας χάριν τοῖς σώμασιν ἐμβληθείσας; ὅπερ καὶ μόνον ἱκανὸν ἦν εἰς τελείαν αὐτοῦ κατάκρισιν οἵα τῆς Ἑλληνικῆς ὑπάρχον δυσσεβείας. τοῦ γὰρ θεοῦ εἰπόντος ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν εὑρίσκεται κατὰ τοὺς ἐκείνου ματαίους λόγους
20σῶμα μόνον δίχα ψυχῆς κατ’ εἰκόνα καὶ ὁμοίωσιν γενόμενον τοῦ θεοῦ, ἐὰν ὅλως προυπῆρχε ψυχὴ καὶ μετὰ τὸ γενέσθαι τὸ σῶμα ἐνεβλήθη ἢ κατηγγίσθη ἐν αὐτῶι, καὶ ἀνάγκη πᾶσα τοῦ λέγειν καὶ αὐτὸν τὸν θεὸν τὸν τοῦ ἀνθρώπου δημιουργὸν σῶμα ὑπάρχειν ὡς τὸ σῶμα κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἰδίαν ποιησάμενον. πῶς δὲ δύναται εἰκὼν εἶναι τοῦ ἀσωμάτου τὸ σῶμα; δι’ ὃ μὴ γένοιτο τούτοις Χριστιανοὺς συνθέσθαι. εἰ δὲ κατὰ τὴν
25Ὡριγένους βλασφημίαν προυπῆρχον αἱ ψυχαὶ καὶ διὰ τὸ ἁμαρτῆσαι αὐτὰς τιμωρίας χάριν εἰς τὰ σώματα κατεπέμφθησαν, ἵνα παιδευθεῖσαι σωφρονήσωσιν, ἐχρῆν αὐτὰς μη‐ κέτι ἁμαρτάνειν. εἰ γὰρ πρὸς κόλασιν τῆι ψυχῆι διὰ τὴν ἁμαρτίαν ἐδόθη τὸ σῶμα, ὥστε αὐτὴν ὀδυνωμένην παιδευθῆναι πρὸς τὸ τιμᾶν τὸν θεόν, πῶς συνεργεῖ καὶ συ‐ ναγωνίζεται αὐτῆι τὸ σῶμα πρὸς τὸ ἁμαρτάνειν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ
30συντόμως εἰπεῖν τὰ τοιαῦτα ἐφεκτικὰ τοῦ ἀδικεῖν καὶ τοῦ ἁμαρτάνειν τοῖς κολαζομένοις γίνονται. οὐ γὰρ ὅπως ὁ ἁμαρτήσας πλέον ἁμαρτήσηι, συνεργὸς αὐτῶι πρὸς τὴν ἁμαρ‐ τίαν ὁ δεσμὸς δίδοται, ἀλλ’ ὅπως παύσηται τοῦ ἁμαρτάνειν διὰ τῶν δεσμῶν βασανιζό‐ μενος. πρόδηλον τοίνυν ὅτι οὐ διὰ σωφρονισμὸν προλαβουσῶν ἁμαρτιῶν τοῖς σώ‐ μασιν ἐνεβλήθησαν αἱ ψυχαὶ κατὰ τοὺς ἐκείνου λήρους, ἀλλὰ κατὰ ταυτὸν ὁ θεὸς τό τε
35σῶμα τήν τε ψυχήν, τουτέστι τέλειον τὸν ἄνθρωπον ἐδημιούργησεν. ὅθεν τῶν διὰ
τοῦ σώματος ἡμῖν πεπραγμένων εἴτε ἀγαθῶν εἴτε φαύλων τὴν ἀνταπόδοσιν ἀναμένομεν.72

74

τοῦτο γὰρ ἡμῖν παραδίδωσιν καὶ ὁ θεῖος ἀπόστολος Παῦλος λέγων ὅτι πάντας ἡμᾶς φα‐ νερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστο, ἵνα κομίσηται ἕκα‐ στος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον. προ‐ σέχειν τοίνυν δεῖ τοῖς τοῦ ἀποστόλου ῥήμασιν ὅτι οὐκ εἶπε κομίζεσθαι δεῖν τὸν κρινόμενον
5πρὸς ἃ ἔπραξε πρὸ τοῦ σώματος ἀλλὰ διὰ τοῦ σώματος. εἰ δὲ ἐπὶ μόνοις τοῖς διὰ τοῦ σώματος κολάζεται ἄνθρωπος παρὰ τοῦ κρίνοντος τὴν γῆν ἢ τῆς δεούσης ἀξιοῦται τιμῆς, μνήμη δὲ οὐδεμία προγενεστέρων ἁμαρτημάτων, δῆλον ὅτι οὐ προυπάρχουσι τῶν σω‐ μάτων αἱ ψυχαί· εἰ γὰρ προυπῆρχον, εἶπεν ἂν ὁ ἀπόστολος, ὥσπερ τὰ διὰ τοῦ σώματος, οὕτως καὶ τὰ πρὸ τοῦ σώματος. ὅτι δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ νοεραί τε καὶ λογικαὶ
10τυγχάνουσι, τῶν ὁμολογουμένων ἐστίν, ὅπερ οὐδὲ τοὺς Ὡριγένους ἀντιποιουμένους νο‐ μίζομεν ἀπαρνεῖσθαι. εἰπάτωσαν τοίνυν οἱ τὰ Ὡριγένους φρονοῦντες· αἱ ψυχαὶ αἱ αὐτῶν, εἴγε ἄρα καθὼς λέγουσι, προυπῆρχον τῶν σωμάτων, πρὶν ἢ ἐν τοῖς σώμασιν εἰ‐ σέλθωσιν, ἐν ποίαι τάξει ὑπῆρχον ἢ τί διεπράττοντο; ἐχρῆν γὰρ αὐτὰς εἰδέναι ποῦ ἦσαν, εἰ προῆσαν, καὶ πῶς ἐνταῦθα παρεγένοντο. εἰ δὲ τοῦτο αὐτοῖς ἀμήχανόν ἐστι λέγειν
15ὡς τῆς ἀληθείας μὴ οὔσης, δῆλον ὅτι μῦθοι τὰ κατ’ αὐτοὺς ὑπάρχουσιν. ἴσως δὲ ἐροῦσιν ὅτι μετὰ τὸ εἰσελθεῖν τὰς ψυχὰς ἐν τοῖς σώμασι τότε δύνανται διακρίνειν τε καὶ γινώσκειν τὰ πραττόμενα παρ’ αὐτῶν. εἰ δὲ τοῦτο εἴπωσιν, εὑρίσκεται τὸ σῶμα κατὰ τοὺς αὐτῶν ματαίους λόγους τιμιώτερον τῆς ψυχῆς οἷα χαριζόμενον αὐτῆι τὸ νοεράν τε καὶ λογικὴν γενέσθαι· ἀλλὰ τὸ λέγειν τοῦτο πάσης ἐστὶν ἀνοίας καὶ ἀτοπίας μεστόν. διὰ
20τί δὲ ὅλως, εἴπερ, ὡς λέγουσιν, προυπῆρχεν ἡ ψυχή, μαθήσεώς τινος ἢ διδαχῆς δέεται ἐν τῶι σώματι γενομένη κατὰ μικρὸν εἰσαγομένη καὶ προκόπτουσα εἰς τὰ μείζονά τε καὶ τε‐ λειότερα; εἰ γὰρ προῆν, καὶ ἐγίνωσκεν ἂν τὰ συμφέροντα μηδεμιᾶς μαθήσεως δεομένη καὶ ὡς ἐν γνώσει τυγχάνουσα διωρθοῦτο ταῖς ἐπιμελείαις καὶ εἰ τὸ πταῖσμα ἐγίνωσκεν, οὐκ ἐδιδάσκετο ὡς προεπισταμένη. εἰ δὲ διδάσκεται ὡς ἀγνοοῦσα, οὐ προήιδει· εἰ
25δὲ οὐ προήιδει, οὐ προῆν. ἀλλὰ δῆλον ὅτι οὐ προῆν. τῆς γὰρ γενέσεως ἡμῶν αἴτιός ἐστι μόνος ὁ θεός, ὅστις καθὼς οὐκ ὄντας ἡμᾶς ἐποίησεν, οὕτως καὶ γενομένους σώι‐ ζει τῆι ἰδίαι χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν. ὁ θεὸς γὰρ εἰπὼν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν ἀμφότερα κατὰ ταυτὸν ἐδημιούρ‐ γησε, τουτέστι σῶμά τε πλάσας καὶ ψυχὴν νοεράν τε καὶ λογικὴν δημιουργήσας. ἅμα
30γὰρ σῶμα ἔπλασεν ὁ θεὸς καὶ τὴν ψυχὴν ἐδημιούργησε τέλειον τὸν ἄνθρωπον ἀποτελέσας· οὐδὲ γὰρ σῶμα χωρὶς ψυχῆς οὐδὲ ψυχὴ χωρὶς σώματος ἄνθρωπος. εἰ δὲ προυπῆρχεν ἡ ψυχή, καθὼς Ὡριγένης ληρεῖ, τίνος ἕνεκεν ὁ ἁγιώτατος προφήτης Ζαχαρίας εἶπε πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι; εἰ γὰρ προῆν, ἕδει μᾶλλον εἰπεῖν καταγ‐ γίζων ἢ καταπέμπων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι· νῦν δὲ λέγων ὁ προφήτης πλάσσων
35δείκνυσιν ὅτι ὥσπερ τὸ σῶμα, οὕτω καὶ τὴν ψυχὴν οὐ προυπάρχουσαν ἐποίησεν ὁ θεὸς τῆι ἰδίαι δυνάμει αὐτοῦ καὶ ἀγαθότητι. καθὼς οὖν εἴρηται, τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ θεοῦ γενέσθαι τὸν ἄνθρωπον καὶ τοῦ θείου ἐμφυσήματος ἀξιωθῆναι
δηλοῖ μὴ μόνον νοερὰν καὶ λογικήν, ἀλλὰ καὶ ἀθάνατον τὴν ψυχὴν δημιουργηθῆναι74

76

πρὸς τὸ ἄρχειν πάντων τῶν ἐπὶ γῆς ποιημάτων. τοῦτο γάρ ἐστι καὶ τὸ εἰρημένον τῶι θεολόγωι Γρηγορίωι περὶ τῆς ψυχῆς, τὴν ἐκ θεοῦ καὶ θείαν καὶ τῆς ἄνωθεν εὐγενείας μετέχουσαν, οὐχ ὥς τινες φανταζόμενοι λέγουσι, τῆς θεικῆς οὐσίας ὑπάρχουσαν τὴν ψυχήν, ἀλλ’ ὡς διὰ τοῦ ἐμφυσήματος τοῦ θεοῦ γενομένην καὶ χάρισμα παρ’ αὐτοῦ
5λαβοῦσαν τοῦ νοερὰν καὶ λογικὴν καὶ ἀθάνατον εἶναι καὶ μὴ συναποθνήισκειν τῶι σώ‐ ματι καθ’ ὁμοιότητα τῶν ἀλόγων ζώιων, ἀλλὰ κατὰ χάριν μετέχειν τῆς ἄνωθεν εὐγενείας, τουτέστιν ἀθανασίας. μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταντινου‐ πόλεως πατριάρχης ἐν τῶι ἑνδεκάτωι λόγωι τῶι εἰς τὴν κτίσιν· λέγει γὰρ οὕτως καὶ ἐνεφύσησε, φησίν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγέ‐
10νετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἐνταῦθα τινὲς τῶν ἀγνωμόνων ἐξ οἰκείων λογισμῶν κινούμενοι καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες οὔτε τὴν συγκατάβασιν τῶν ῥημά‐ των λογιζόμενοι λέγειν ἐπιχειροῦσιν ὅτι ἐκ τῆς τοῦ θεοῦ οὐσίας ἐστὶν ἡ ψυχή. ὢ τῆς μανίας, ὢ τῆς παραφροσύνης. Καὶ ταῦτα μὲν ὁ πατὴρ περὶ τῶν προκειμένων· σκόπει δὲ ὅτιπερ περὶ μὲν τῶν ἄλλων
15ἁπάντων τῶν ἐπὶ γῆς ποιημάτων εἶπεν ὁ θεὸς γενηθήτω καὶ ἐξαγαγέτω ἡ γ, καὶ ἐγένετο· περὶ δὲ τοῦ ἀνθρώπου λέγει ποιήσωμεν ἄνθρωπον καὶ οὐ μόνον ποι‐ ήσωμεν, ἀλλὰ καὶ κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν καὶ λαβὼν χοῦν ἀπὸ τῆς γῆς ταῖς ἰδίαις χερσὶν ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἐντεῦθεν
20τοίνυν ἔστιν ἰδεῖν πῶς ὁ θεὸς τὸν ἄνθρωπον τιμιώτερον ἐποίησε τῶν ἄλλων ἁπάντων τῶν ἐπὶ γῆς κτισμάτων. τὰ μὲν γὰρ ἄλλα πάντα λόγωι εἶπε, καὶ ἐγένετο· τὸν δέ γε ἄνθρωπον, καθὼς εἴρηται, αὐτὸς ταῖς ἰδίαις χερσὶ κατὰ τὴν θείαν γραφὴν ἐδημιούργησε. πάντα δὲ τὰ γενόμενα ὑπ’ αὐτοῦ ἐπὶ τῆς γῆς ὑπέταξε τῶι ἀνθρώπωι τῶι γενομένωι ἐν τῆι ἕκτηι ἡμέραι, ἵνα πάντων τῶν ἐπὶ τῆς γῆς κτισμάτων ἤδη προγεγονότων καὶ ἑτοι‐
25μασθέντων αὐτῶι δεσπόζηι αὐτὸς ὑπὸ τοῦ πλάστου δεσποζόμενος. τοῦτο δὲ ἡμᾶς δι‐ δάσκει καὶ ὁ ἐν ἁγίοις θεολόγος Γρηγόριος ἐν τῶι λόγωι τῶι εἰς τὴν νέαν κυριακήν· λέγει γὰρ ταῦτα οὕτω τι πρῶτον ἐν ἡμέραις ἀριθμεῖται καὶ δεύτερον καὶ τρίτον καὶ τὰ ἑξῆς ἄχρι τῆς ἑβδόμης καὶ καταπαυσίμου τῶν ἔργων ἡμέρας, αἷς καταμερίζεται τὰ γινόμενα λόγοις
30ἀρρήτοις τασσόμενα καὶ οὐκ ἀθρόως ἀναδιδόμενα τῶι πάντα δυνατῶι λόγωι, οὗ καὶ τὸ νοῆσαι μόνον καὶ εἰπεῖν ἔργον ἐστὶ παριστάμενον. εἰ δὲ τελευταῖος ὁ ἄνθρωπος ἀνε‐ δείχθη, καὶ ταῦτα χειρὶ θεοῦ καὶ εἰκόνι τετιμημένος, θαυμαστὸν οὐδέν· ἔδει γὰρ ὥσπερ βασιλεῖ προυποστῆναι τὰ βασίλεια καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλέα πᾶσιν ἤδη δορυ‐ φορούμενον.
35 Εἰ τοίνυν κατὰ τὴν τοῦ θεολόγου Γρηγορίου διδασκαλίαν τελευταῖος ὁ ἄνθρωπος ἀνεδείχθη, καὶ ταῦτα χειρὶ θεοῦ καὶ εἰκόνι τετιμημένος, καὶ πάντα παρὰ τοῦ θεοῦ αὐτῶι προητοιμάσθη, ὥσπερ βασιλεῖ προυφίσταται τὰ βασίλεια, καὶ οὕτως εἰσήχθη παρὰ θεοῦ ὡς βασιλεὺς πᾶσιν ἤδη δορυφορούμενος, πῶς λέγουσιν οἱ κατὰ τὸν Ὡριγένην παρα‐
φρονοῦντες ὅτι προυπάρχουσαι αἱ ψυχαὶ διὰ ἁμαρτίας ἐν σώμασι καταπέμπονται ὀφεί‐76

78

λουσαι δίκας ὑποσχεῖν τῶν πρώην ἡμαρτημένων; τὸ ἔμπαλιν γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος καὶ ὕστερον πάντων λέγει τὸν ἄνθρωπον γεγενῆσθαι καὶ τιμηθῆναι ὑπὸ θεοῦ καὶ βασιλεύειν τῶν ἐπὶ γῆς πάντων, ὅπερ τιμωρίας μὲν οὐκ ἔστι, πάσης δὲ τὸ ἐναντίον προνοίας καὶ εὐεργεσίας ἔνδειξις ὑπάρχει. σύμφωνα δὲ τοῖς τοῦ θεολόγου Γρηγορίου καὶ ὁ ἐν
5ἁγίοις Ἰωάννης ὁ Κωνσταντινουπόλεως πατριάρχης ἡμᾶς διδάσκει ἐν τῶι ἑνδεκάτωι λόγωι τῶι εἰς τὴν κτίσιν λέγων οὕτως ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ τίνος ἕνεκεν εἰ τιμιώτερον ἡ ψυχὴ τοῦ σώματος, τὸ ἔλαττον πρῶτον δημιουργεῖται καὶ τότε τὸ μεῖζον καὶ ὑπερέχον; οὐχ ὁρᾶις, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν; ὥσπερ γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ
10ἥλιος καὶ σελήνη καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη καὶ μετὰ ταῦτα πάντα ὁ ἄνθρωπος ὁ τούτων πάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεσθαι, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν αὐτῆι τῆι διαπλάσει τοῦ ἀνθρώπου πρότερον τὸ σῶμα πλάττεται καὶ τότε ἡ ψυχὴ ἡ τιμιω‐ τέρα. ὃν γὰρ τρόπον τὰ ἄλογα τὰ πρὸς ὑπηρεσίαν μέλλοντα εἶναι χρήσιμα πρὸ τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχηι τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων
15χρείας ἀπολαύειν, οὕτω καὶ τὸ σῶμα πρὸ τῆς ψυχῆς δημιουργεῖται, ἵνα ἐπειδὰν κατὰ τὴν ἀπόρρητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῆι, ἔχηι τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι διὰ τῆς τοῦ σώματος κινήσεως. Καὶ ταῦτα μὲν ὅσον ἐπιδεῖξαι τοῖς ἀκροωμένοις ὅτι τὰ αὐτὰ τοῖς ἁγίοις πατράσι φθεγγόμεθα πανταχοῦ τὴν τῶν ψυχῶν προύπαρξιν ἀναιροῦσιν· πάλιν δὲ τῆς ἁγίας
20λεγούσης γραφῆς περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, πῶς ἄρα εἰ προυπῆρχον αἱ ψυχαὶ τῶν σωμάτων, ἔμελλε κατὰ τὴν θείαν πρό‐ σταξιν αὐξάνεσθαι καὶ πληθύνεσθαι τὰ προυπάρχοντα κατὰ τοὺς ἐκείνων μύθους; καὶ πῶς εἶχεν ὁ θεὸς εὐλογῆσαι τὰς ψυχὰς ταῖς ἁμαρτίαις ἤδη ὑποπεσούσας εἰς τὸ αὐξη‐
25θῆναί τε καὶ πληθυνθῆναι; ἁμαρτήσασαι γὰρ αἱ ψυχαὶ κατάρας μᾶλλον ἤπερ εὐλογίας ἔτυχον ἄξιαι. εἰ δὲ προυπῆρχον αἱ ψυχαὶ ἐν ἑτέραι τάξει ὑπάρχουσαι κατὰ τοὺς Ὡριγένους μύθους, διὰ τί μόνον τὸν Ἀδὰμ ἔπλασεν ὁ θεός; ἆρα μόνον ἡ ψυχὴ τοῦ Ἀδὰμ τότε ἦν ἁμαρτήσασα καὶ διὰ τοῦτο ἓν σῶμα ἔπλασεν ὁ θεός; εἰ γὰρ ἦσαν πρὸ τούτου καὶ ἄλλαι ψυχαί, ἔδει καὶ ἄλλα σώματα ἅμα πλασθῆναι ὑποδεχόμενα τὰς
30ψυχάς. πῶς δὲ ἡ ἁμαρτήσασα κατὰ τοὺς αὐτῶν λόγους ψυχὴ καὶ διὰ τιμωρίαν εἰς σῶμα βληθεῖσα εἰς τὸν παράδεισον τῆς τρυφῆς παρὰ τοῦ θεοῦ ἐτέθη; εἰ γὰρ διὰ τιμω‐ ρίαν σώματι ἐνεβλήθη, οὐκ ἐν παραδείσωι τῆς τρυφῆς, ἀλλ’ ἐν κολάσεως ἂν ἀπετίθετο τόπωι. τοσοῦτον δὲ ὁ θεὸς ἠγάπησε τὸν ἄνθρωπον, ὃν μετὰ πάντα τὰ δημιουρ‐ γήματα ἔπλασεν, ὅτι καὶ μετὰ τὸ παραβῆναι αὐτὸν τὴν δοθεῖσαν αὐτῶι παρὰ τοῦ
35θεοῦ ἐντολὴν καὶ διὰ τοῦτο ἐκβληθῆναι τοῦ παραδείσου αὐξανομένου τοῦ γένους τῶν ἀνθρώπων καὶ πληθυνομένης τῆς ἁμαρτίας διὰ τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τῶν ἀνθρώ‐ πων ἐπιμελῶς ἐπὶ τὰ χείρονα οὐ περιεῖδεν ὁ θεὸς ὡς ἀγαθὸς τὸ ἴδιον πλάσμα, ἀλλὰ δια‐ φόροις ἐνουθέτησε τρόποις τοῖς ὑπὸ τῆς ἁγίας δηλουμένοις γραφῆς. ἐπειδὴ δὲ ἐπὶ δεινοτέροις τοῖς ἀρρωστήμασι μείζονος ἐδεόμεθα καὶ τῆς θεραπείας, αὐτὸς ὁ μονογενὴς
40τοῦ θεοῦ λόγος, ὁ εἶς, τουτέστι τὸ ἐν πρόσωπον, τῆς ἁγίας τριάδος, διὰ τὴν ἑαυτοῦ78

80

φιλανθρωπίαν ἄνθρωπος γίνεται μένων θεὸς μηδὲ τὴν θεικὴν αὐτοῦ οὐσίαν ἀλλοιώσας εἰς τὴν ἀνθρωπίνην μηδὲ τὴν ἀνθρωπίνην [αὐτοῦ οὐσίαν] εἰς τὴν θεικὴν μεταβαλὼν καὶ ἔστιν εἶς καὶ ὁ αὐτὸς ἐν ἑκατέραις ταῖς φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως γνωριζό‐ μενος. μείνας γὰρ ὅπερ ἦν, γέγονεν ὅπερ οὐκ ἦν, καὶ τὸν ὀφειλόμενον παρ’ ἡμῶν
5θάνατον ἐκ τῆς διὰ τὴν παράβασιν κατακρίσεως ἐν τῆι ἰδίαι σαρκὶ ἀναδεξάμενος ἠλευ‐ θέρωσεν ἡμᾶς τοῦ αἰωνίου θανάτου ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος καὶ πρωτό‐ τοκος ἀναστὰς ἐκ νεκρῶν συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις, καθὼς ἡμᾶς ἐκδιδάσκει ἡ ἀποστολικὴ παράδοσις. εἰ γὰρ καὶ τὴν ἀρχὴν ἡ ἀνθρωπίνη φύσις διὰ τὴν παρακοὴν ἐστερήθη τοῦ παραδείσου, ἀλλ’ ὅμως, ὡς εἴρηται, ὁ μονογενὴς υἱὸς
10τοῦ θεοῦ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἢν ἠγάπησεν ἡμᾶς, τὴν ἡμετέραν φύσιν ἑνώσας ἑαυτῶι ἀδιασπάστως καθ’ ὑπόστασιν ἐν τῆι μήτραι τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μείζονος ἡμᾶς ἠξίωσε χάριτος τὴν ἐν οὐρανοῖς βασι‐ λείαν ἡμῖν δωρησάμενος. μαρτυρεῖ δὲ τούτοις καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταν‐ τινουπόλεως πατριάρχης ἐν τῶι λόγωι τῶι εἰς τὴν ἀνάληψιν λέγων οὕτως
15 ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες σήμερον εἰς τὸν οὐρανὸν ἀνήχθημεν· οἱ μηδὲ τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἄνω· ὑπερέβημεν τοὺς οὐρανούς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ, καὶ ἡ φύσις, δι’ ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβίμ, αὐτὴ ἐπάνω τῶν Χερουβὶμ κάθηται σήμερον. Ἀποδέδεικται τοίνυν ὅτι οὐχ ὡς Ὡριγένης ληρεῖ, ἐν οὐρανοῖς αἱ ψυχαὶ προυπάρ‐
20χουσαι ἔπειτα ἁμαρτήσασαι κατεπέμφθησαν τιμωρίας χάριν εἰς τὰ σώματα, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐπὶ γῆς δημιουργηθεῖσα ὅλη ἡ τοῦ ἀνθρώπου φύσις, τουτέστι σώματος καὶ ψυχῆς, διὰ τῆς ὑπερβαλλούσης τοῦ θεοῦ ἀγαθότητος τῆς ἐν οὐρανοῖς ἠξίωται βασι‐ λείας, ὥστε τοὺς ἀνθρώπους τοὺς τὴν ἐντολὴν τοῦ θεοῦ φυλάττοντάς τε καὶ πληροῦντας ἀξιοῦσθαι τῆς ἐν οὐρανοῖς τῶν ἀγγέλων διαγωγῆς, οὓς ἐν τῆι γῆι διὰ τῆς πρὸς θεὸν
25ὑμνολογίας μιμεῖσθαι προσετάχθημεν. βουλόμενος γὰρ ὁ θεὸς διὰ τὴν ἄφραστον αὐτοῦ φιλανθρωπίαν, ὃν τρόπον ἐν οὐρανοῖς ὑπὸ τῶν ἁγίων δυνάμεων δοξολογεῖται, οὕτως καὶ ἐπὶ τῆς γῆς ὑπὸ τῶν ἀνθρώπων δοξάζεσθαι, ἐδημιούργησε τὸν ἄνθρωπον δεύτερον ἄγγελον ἐπὶ τῆς γῆς, ὡς ἂν πληρωθῆι τὰ πάντα δόξης θεοῦ. ὅθεν καὶ ὁ κύριος παραδιδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς ὅπως ὀφείλουσι προσεύχεσθαι, λέγει· πάτερ
30ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῶι καὶ ἐπὶ τῆς γῆς. σύμφωνα δὲ τοῖς παρ’ ἡμῶν εἰρημένοις καὶ ὁ ἐν ἁγίοις θεολόγος Γρηγόριος ἐν τῶι λόγωι τῶι εἰς τὸ ἅγιον πάσχα διδάσκει λέγων οὕτως τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι λόγος καὶ ζῶιον ἒν ἐξ ἀμφοτέρων,
35ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ τὸν ἄνθρωπον. καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προυποστάσης, παρ’ ἑαυτοῦ δὲ ζωὴν ἐνθείς, ὃ δὴ ψυχὴν
νοερὰν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος, οἷόν τινα κόσμον δεύτερον ἐν μικρῶι μέγαν ἐπὶ80

82

τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτόν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν. Πρόσχες τοίνυν ὅτι λέγων ὁ πατὴρ ὡς ἐξ ἀμφοτέρων ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, προσέθηκεν ὅτι τὸ μὲν σῶμα ἐξ ὕλης ἤδη προυποστάσης ἔλαβε, τὴν δὲ ψυχὴν οὐδὲ
5προυπάρχειν εἶπεν οὐδὲ ἔκ τινος προυπαρχούσης οὐσίας γεγενῆσθαι, ἀλλ’ ὅτι παρ’ ἑαυτοῦ ὁ θεὸς ἐνέθηκε τὴν ζωήν, ὃ δὴ ψυχὴν νοερὰν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος. καὶ τὸ εἰπεῖν δὲ τὸν πατέρα ὅτι βασιλέα ἐπὶ τῆς γῆς ἐποίησε τὸν ἄνθρωπον ὁ θεὸς βασι‐ λευόμενον ἄνωθεν, ἀναιρεῖ τὸ λέγειν ὡς διὰ κόλασιν ἐνεβλήθησαν αἱ ψυχαὶ τοῖς σώμασιν· τὸ γὰρ βασιλεύειν ἐπὶ τῆς γῆς καὶ ὑπὸ θεοῦ μόνου βασιλεύεσθαι οὐ τιμωρίας, ἀλλὰ
10μεγάλης ἐστὶ τῆς τοῦ θεοῦ δωρεᾶς. πρὸς τούτοις δὲ κἀκεῖνο εἰπεῖν ἀναγκαῖον ἡγού‐ μεθα πρὸς τοὺς τὴν προύπαρξιν λέγοντας ὅτι εἴπερ ἀληθὲς ἦν τὸ προυπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἐγίνωσκον ἂν καὶ ἐμέμνηντο τί ἔπραττον καὶ πρὸ τοῦ εἰσελθεῖν ἐν τοῖς σώμασιν, ὥσπερ καὶ μετὰ τὴν τελευτὴν ἐπίστανται καὶ γινώσκουσι τὰ πραχθέντα αὐταῖς ἐν τοῖς σώμασιν. ἀποδείξομεν δὲ τὸ γινώσκειν τὴν ψυχὴν μετὰ τὴν ἐντεῦθεν
15ἀποβίωσιν τὰ αὐτῆι πεπραγμένα ἐξ αὐτῶν τῶν τοῦ εὐαγγελίου ῥημάτων· λέγει γὰρ ὁ δεσπότης ἡμῶν καὶ σωτὴρ Χριστὸς ἐν τῶι κατὰ Λουκᾶν εὐαγγελίωι εἰς τὴν περιοχὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου ταῦτα ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. πτωχὸς δέ τις ἦν ὀνόματι Λάζα‐
20ρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἀπέλειχον ἐρχόμενοι τὰ ἔλκη αὐτο. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἁβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτά‐
25φη. καὶ ἐν τῶι ἅιδηι ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασά‐ νοις ὁρᾶι τὸν Ἁβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐ‐ το. καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἁβραάμ, ἐλέησόν με καὶ πέμ‐ ψον Λάζαρον ἵνα βάψηι τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ κα‐ ταψύξηι τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῆι φλογὶ ταύτηι. εἶπε δὲ
30Ἁβραάμ· μνήσθητι, τέκνον, ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῆι ζωῆι σου καὶ Λάζαρος ὁμοίως τὰ κακ· νῦν δὲ οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν τε καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. εἶπε δ· ἐρωτῶ οὖν σε, πάτερ,
35ἵνα πέμψηις αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἔχω γὰρ πέντε ἀδελ‐ φούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ εἰσέλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Αἰσχυνθήτωσαν τοίνυν οἱ Ὡριγένους ἀντιποιούμενοι καὶ ἐκ τῶν τοῦ ἁγίου
εὐαγγελίου ῥημάτων. εἰ γὰρ προυπῆρχον αἱ ψυχαὶ τῶν σωμάτων, ἐγίνωσκον ἂν82

84

καὶ τὰ πρὸ τοῦ σώματος αὐταῖς πραχθέντα, καθάπερ καὶ μετὰ τὴν ἀποβίωσιν μέμνηνται τῶν διὰ τοῦ σώματος αὐταῖς πεπραγμένων. τοῦτο γὰρ ἐκ τῶν ῥήσεων τοῦ ἁγίου εὐαγ‐ γελίου ἐδιδάχθημεν. Ὅτι δὲ ταῖς θεοπνεύστοις γραφαῖς ἀκολουθοῦντες οἱ ἅγιοι πατέρες τὰ τοιαῦτα
5κατέκριναν δόγματα σὺν Ὡριγένει τῶι ταῦτα μυθολογησαμένωι, ἐξ αὐτῶν τῶν εἰρη‐ μένων τοῖς ἁγίοις πατράσι καὶ ἤδη μὲν σαφῶς ἀπεδείξαμεν, οὐδὲν δὲ ἧττον καὶ διὰ τῶν ἐφεξῆς μαρτυριῶν τῶν ἁγίων πατέρων ἀποδείξομεν. καὶ πρῶτον τὸν ἅγιον Πέτρον ἐπίσκοπον Ἀλεξανδρείας γενόμενον καὶ μάρτυρα παραθησόμεθα τοῖς τοιούτοις ἡμῶν μαρτυροῦντα λόγοις
10tΤοῦ ἁγίου Πέτρου ἐπισκόπου καὶ μάρτυρος τῆς μεγαλοπόλεως Ἀλεξανδρείας ἐκ τοῦ
11tπρώτου λόγου περὶ τοῦ μηδὲ προυπάρχειν τὴν ψυχὴν μηδὲ ἁμαρτήσασαν διὰ τοῦτο
12tεἰς σῶμα βληθῆναι
13 Ἡγούμεθα τὰ περὶ τοῦ πρώτου ἐκ γῆς χοικοῦ γεγενημένου ἀνθρώπου παραθέσθαι πρὸς τὸ δεῖξαι ἕνα καὶ τὸν αὐτὸν ἐν τῶι αὐτῶι καιρῶι γενόμενον, κἂν μερικῶς ποτε ὁ
15ἔσω καὶ ἔξω λέγηται ἄνθρωπος. εἰ γὰρ καὶ κατὰ τὸν σωτήριον λόγον ὁ ποιήσας τὰ ἔξωθεν καὶ τὰ ἔσωθεν ἐποίησεν, ἀλλ’ οὖν γε ἐφάπαξ καὶ ἐν ἑνὶ καιρῶι, τουτέστι τῆι αὐτῆι ἡμέραι ὅτε εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, ὡς ἐκ τούτου εὔδηλον εἶναι ὅτι οὐκ ἀπὸ συνόδου ὡς προόντος τινὸς ἑτέρου καὶ ἀφ’ ἑτέρου τόπου συνεληλυθότος γεγένηται. εἰ γὰρ σύνοδος ἦν, τίνος ἕνεκεν
20καὶ πεποιημένον ἀνεγράφη; Καὶ μεθ’ ἕτερα· ὥστε οὐκ ἐνδέχεται πρὸ σωμάτων ἐν οὐρανῶι ἁμαρτάνειν ψυχὰς μηδὲ ὅλως πρὸ σωμάτων ὑποστάσας. τὸ μάθημα τοῦτο τῆς Ἑλληνικῆς ἐστι φιλο‐ σοφίας ξένης καὶ ἀλλοτρίας οὔσης τῶν ἐν Χριστῶι εὐσεβῶς θελόντων ζῆν.
24tΤοῦ αὐτοῦ ἐκ τῆς μυσταγωγίας ἧς ἐποιήσατο πρὸς τὴν ἐκκλησίαν μέλλων τὸν τοῦ
25tμαρτυρίου στέφανον ἀναδέχεσθαι
26 Διὰ τοῦτο παρακαλῶ, γρηγορεῖτε, ὅτι εἰς θλῖψιν πάλιν μέλλετε εἰσελθεῖν. οἴδατε πόσους κινδύνους ὑπέμεινεν ὁ ἀναθρέψας με πατήρ μου καὶ ἐπίσκοπος Θεωνᾶς ἀπὸ τῶν μαινομένων εἰς τὰ εἴδωλα (οὗ καὶ τὸν θρόνον διεδεξάμην, εἴθε δὲ καὶ τὸν τρόπον)· ὡς δὲ καὶ ὁ μέγας Διονύσιος κατακρυπτόμενος ἀπὸ τόπων εἰς τόπους, πρὸς τούτωι καὶ Σα‐
30βελλίου θλίβοντος. τί δὲ εἴπω Ἡρακλᾶν καὶ Δημήτριον τοὺς μακαρίους ἐπισκόπους, οἵους πειρασμοὺς ὑπέστησαν ὑπὸ τοῦ μανέντος Ὡριγένους καὶ αὐτοῦ σχίσματα βαλόντος
ἐν τῆι ἐκκλησίαι τὰ καὶ ἕως σήμερον ταραχὰς αὐτῆι ἐγείροντα;84

86

Πῶς τοίνυν δύναταί τις τῶν εὖ φρονούντων ἐναντιοῦσθαι τοῖς κατὰ Ὡριγένους εἰρημένοις παρὰ τοῦ ἁγίου μάρτυρος καὶ ἐπισκόπου Ἀλεξανδρείας Πέτρου; ὅστις τὸν καλὸν ὑπὲρ Χριστοῦ ἀναδεξάμενος ἀγῶνα οὐ μόνον ἀπεκήρυξεν Ὡριγένην καὶ τὰ μυσαρὰ αὐτοῦ δόγματα, ἀλλὰ καὶ μαρτυρεῖ ὡς οἱ πρὸ αὐτοῦ ἅγιοι πατέρες πολλοὺς
5ὑπέμειναν πειρασμοὺς ἀπὸ τῆς ἐκείνου φρενοβλαβείας. Εἶπε δὲ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐπίσκοπος καὶ αὐτὸς Ἀλεξανδρείας γενόμενος ἐν τῶι λόγωι τῶι εἰς τὸν βίον τοῦ μακαρίου Ἀντωνίου ταῦτα Πῶς δὲ χλευάζειν ἡμᾶς τολμᾶτε λέγοντας τὸν Χριστὸν ἄνθρωπον πεφανερῶσθαι, ὅπουγε ὑμεῖς ἐκ τοῦ νοῦ τὴν ψυχὴν ὁρίζοντες φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτω‐
10κέναι ἀπὸ τῆς ἁψῖδος τοῦ οὐρανοῦ εἰς σῶμα; Δεῖ προσέχειν τοὺς ἀκροωμένους ὅτι ὁ ἐν ἁγίοις Ἀθανάσιος σαφῶς ἐναντιοῦται τοῖς λέγουσι προυπάρχειν τὸν νοῦν καὶ ἐκ τούτου γεγενῆσθαι τὴν ψυχὴν ἁμαρτήσασαν καὶ πεπτωκυῖαν ἀπὸ τῆς ἀψῖδος τοῦ οὐρανοῦ εἰς σῶμα.
14tΤοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δευτέρου λόγου
15 Πᾶσα ἡ φαινομένη κτίσις ἐν ἓξ ἡμέραις γέγονε καὶ τῆι μὲν πρώτηι τὸ φῶς, ὅπερ ἐκά‐ λεσεν ἡμέραν, τῆι δὲ δευτέραι τὸ στερέωμα καὶ τῆι τρίτηι συναγαγὼν τὰ ὕδατα ἔδειξε τὴν ξηρὰν καὶ τοὺς ἐν αὐτῆι ποικίλους προήγαγε καρποὺς καὶ τῆι τετάρτηι πεποίηκε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν τῶν ἀστέρων χορόν, τῆι δὲ πέμπτηι τῶν ἐν τῆι θαλάττηι ζώιων καὶ τῶν ἐν τῶι ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε, τῆι δὲ ἕκτηι τετράποδα
20ἐπὶ τῆς γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον τὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶ‐ ται. καὶ οὔτε τὸ φῶς ὡς ἡ νὺξ οὔτε ὁ ἥλιος ὡς ἡ σελήνη οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς ἄνθρωπός ἐστιν οὔτε ἄγγελοι ὡς οἱ θρόνοι οὔτε οὗτοι ὡς αἱ ἐξουσίαι, ἀλλὰ πάντα μέν ἐστι κτίσματα, ἕκαστον δὲ τῶν γενομένων κατὰ γένος τῆι ἰδίαι οὐσίαι ὡς γέγονεν, ἔστι
25τε καὶ μένει. Ἰδοὺ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος παραδίδωσιν ὅτι μετὰ πάντα τὰ κτίσματα ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον τὸν ἐκ σώματος καὶ ψυχῆς νοερᾶς καὶ λογικῆς. οὐ γὰρ εἶπε τὸ σῶμα μετὰ πάντα γενέσθαι, ἵνα προυπάρχουσα ψυχὴ εἰσέλθηι ἐν αὐτῶι· ἀλλ’ εἶπε μετὰ πάντα τὰ κτίσματα τὸν ἄνθρωπον γεγενῆσθαι τὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος
30δεικνὺς ὅτι ἀμφότερα, τουτέστι σῶμά τε καὶ ψυχήν, ὁ θεὸς κατὰ ταυτὸν ἐδημιούργησεν. Ἐπειδὴ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων Ὡριγένους βλασφημιῶν εἵρηται ὅτι ἡ τοῦ κυρίου ψυχὴ προυπῆρχε καὶ ταύτηι ὁ θεὸς λόγος ἥνωτο πρὸ τῆς ἐκ παρθένου σαρκώ‐ σεως, καὶ τὴν τοιαύτην ἀναιρῶν ληρωιδίαν ὁ αὐτὸς ὁ ἐν ἁγίοις Ἀθανάσιοις ἐν τῆι πρὸς
Ἐπίκτητον ἐπιστολῆι λέγει τάδε86

88

εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίζοντες πρὸ τῆς Μαρίας εἶναι τὴν ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν θεὸν λόγον καὶ ἐν αὐτῆι πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι. Εἰ τοίνυν κατὰ τὰ εἰρημένα τῶι ἐν ἁγίοις Ἀθανασίωι ἡ ψυχὴ τοῦ κυρίου ἡμῶν
5Ἰησοῦ Χριστοῦ τοῦ κατὰ πάντα ὁμοιωθέντος ἡμῖν χωρὶς ἁμαρτίας οὐ προυπῆρχε τῆς ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, ποίας ἂν εἴη μανίας τὸ λέγειν τὰς ἄλλας τῶν ἀνθρώπων ψυχὰς προυπάρχειν τῶν σωμάτων; Ἀκούσωμεν δὲ πρὸς τούτοις καὶ τοῦ ἐν ἁγίοις Βασιλείου ἐν τῶι λόγωι τῶι εἰς τὸ ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν λέγοντος οὕτως
10 Ὅρα μή ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς· πῶς γὰρ ἐν ἀρχῆι ἦν ὁ ἀνθρώπινος λόγος τοῦ ἀνθρώπου κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως; πρὸ ἀνθρώπου θηρία, πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρπετὰ ὅσα χερσαῖα καὶ ἔνυδρα, τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες ἥλιος σελήνη βοτάναι γῆ θάλαττα οὐρανός. Ἰδοὺ ὁ πατὴρ σαφῶς ἡμῖν προαγορεύει μὴ συναπαχθῆναι τοῖς τοῦ Ὡριγένους
15μύθοις περὶ τῆς τῶν ψυχῶν προυπάρξεως. οὐ διδάσκει γὰρ ἡμᾶς ἐν ἀρχῆι τὸν ἀν‐ θρώπινον λόγον, τουτέστι τὴν ψυχήν, ἀλλὰ διαρρήδην βοᾶι ὅτι ἀνθρώπου γένεσις ὑστέρα ἐστὶ πάντων τῶν τοῦ θεοῦ κτισμάτων. εἰ τοίνυν πάντα τὰ κτίσματα πρὸ τοῦ ἀνθρώπου, πῶς προυπῆρχον αἱ ψυχαί; ὁ γὰρ πατὴρ οὐ πρὸ τοῦ σώματος, ἀλλὰ πρὸ τοῦ ἀνθρώπου, ὅπερ ἐστὶ ψυχή τε καὶ σῶμα, εἶπε τὰ πάντα γεγενῆσθαι, καὶ ἐκ
20τούτου δείκνυται ἅμα ἑκάτερον δημιουργηθῆναι. Λέγει δὲ καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Νύσσης, ἐκ τῆς εἰς τὸν ἄνθρωπον πραγματείας Τάχα γὰρ οὐκ ἔξω τῆς προκειμένης ἡμῖν πραγματείας ἐστὶ τὸ διεξετάσαι τὸ ἀμφι‐ βαλλόμενον ταῖς ἐκκλησίαις περὶ ψυχῆς τε καὶ σώματος. τισὶ μὲν γὰρ δοκεῖ τῶν πρὸ ἡμῶν, οἷς ὁ περὶ τῶν ἀρχῶν ἐπραγματεύθη λόγος, καθάπερ τινὰ δῆμον ἐν ἰδια‐
25ζούσηι πόλει τὰς ψυχὰς προυφεστάναι λέγειν, προκεῖσθαι δὲ κἀκεῖ τὰ τῆς κακίας καὶ τῆς ἀρετῆς ὑποδείγματα, καὶ παραμένουσαν μὲν ἐν τῶι καλῶι τὴν ψυχὴν τῆς πρὸς τὸ σῶμα συμπλοκῆς μένειν ἀπείρατον, εἰ δὲ ἀπορρυῆι τῆς τοῦ ἀγαθοῦ μετουσίας, πρὸς τὸν τῆιδε βίον κατολισθαίνειν καὶ οὕτως ἐν σώματι γίνεσθαι. ἕτεροι δὲ τῆι κατὰ τὸν Μωσέα τάξει τῆς κατασκευῆς τοῦ ἀνθρώπου προσέχοντες δευτέραν εἶναι τὴν ψυχὴν
30τοῦ σώματος κατὰ τὸν χρόνον φασίν, ἐπειδὴ πρῶτον λαβὼν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασεν, ἔπειτα οὕτως ἐψύχωσε διὰ τοῦ ἐμφυσήματος. Καὶ μετ’ ὀλίγα· οἱ τῶι προτέρωι παριστάμενοι λόγωι καὶ πρεσβυτέραν τῆς ἐν σαρκὶ ζωῆς τὴν πολιτείαν τῶν ψυχῶν δογματίζοντες οὔ μοι δακοῦσι τῶν Ἑλληνικῶν καθαρεύειν 〈δογμάτων〉 τῶν περὶ τῆς μετεμψυχώσεως μεμυθολογημένων. εἰ γάρ
35τις ἀκριβῶς ἐξετάσειε, πρὸς τοῦτο κατὰ πᾶσαν ἀνάγκην τὸν λόγον αὐτοῖς εὑρήσει κατα‐
συρόμενον 〈ὅν〉 φασι τινὰ τῶν παρ’ ἐκείνοις σοφῶν εἰρηκέναι ὅτι καὶ ἀνὴρ γέγονε καὶ88

90

γυναικὸς σῶμα ἠμφιάσατο καὶ μετ’ ὀρνέων ἀνέπτη καὶ θάμνος ἔφυ καὶ τὸν ἔνυδρον ἔλαχε βίον, οὐ πόρρω τῆς ἀληθείας κατὰ τὴν ἐμὴν κρίσιν φερόμενος ὁ περὶ ἑαυτοῦ ταῦτα λέγων. ὄντως γὰρ βατράχων τινῶν ἢ κολοιῶν φλυαρίας ἢ ἀλογίας ἰχθύων ἢ δρυῶν ἀναισθησίας ἄξια τὰ τοιαῦτα δόγματα, τὸ μίαν ψυχὴν λέγειν διὰ τοσούτων
5ἐλθεῖν. τῆς δὲ τοιαύτης ἀτοπίας αὕτη ἐστὶν ἡ αἰτία, τὸ προυφεστάναι τὰς ψυχὰς οἴεσθαι· δι’ ἀκολούθου γὰρ ἡ ἀρχὴ τοῦ τοιούτου δόγματος ἐπὶ τὸ προσεχές τε καὶ παρακείμενον τὸν λόγον προάγουσα μέχρι τούτου τερατευουμένη διέξεισιν. εἰ γὰρ διά τινος κακίας ἀποσπασθεῖσα τῆς ὑψηλοτέρας ἡ ψυχὴ πολιτείας ἄνθρωπος γίνεται, ἐμπαθέστερος δὲ πάντως ὁ ἐν σαρκὶ βίος ὡμολόγηται παρὰ τὸν ἀίδιον καὶ ἀσώματον,
10ἀνάγκη πᾶσα τὴν ἐν τῶι τοιούτωι γινομένην βίωι ἐν ὧι καὶ πλείους αἱ πρὸς τὸ ἁμαρτάνειν εἰσὶν ἀφορμαί, ἐν πλείονί τινι τῆι κακίαι γενέσθαι καὶ ἐμπαθέστερον διατεθῆναι. ἀν‐ θρωπίνης δὲ ψυχῆς πάθος ἡ πρὸς τὸ ἄλογόν ἐστιν ὁμοίωσις, τούτωι δὲ προσοικει‐ ωθεῖσαν αὐτὴν εἰς κτηνώδη φύσιν μεταρρυῆναι· ἅπαξ δὲ διὰ κακίας ὁδεύουσαν μηδὲ ἐν ἀλόγωι γενομένην τῆς ἐπὶ τὸ κακὸν προόδου λήξειν ποτέ. ἡ γὰρ τοῦ κακοῦ στάσις
15ἀρχὴ τῆς κατ’ ἀρετήν ἐστιν ὁρμῆς, ἀρετὴ δὲ ἐν ἀλόγοις οὐκ ἔστιν. οὐκοῦν πρὸς τὸ χεῖρον ἐξ ἀνάγκης ἀλλοιωθήσεται πάντοτε πρὸς τὸ ἀτιμότερον προιοῦσα καὶ ἀεὶ τὸ χεῖρον τῆς ἐν ἧι ἐστι φύσεως ἐξευρίσκουσα, ὥσπερ δὲ τοῦ λογικοῦ τὸ αἰσθητὸν ὑποβέβηκεν, οὕτω καὶ ἀπὸ τούτου ἡ μετάπτωσις γίνεται. ἀλλὰ μέχρι τούτου προιὼν ὁ λόγος αὐτοῖς, εἰ καὶ ἔξω τῆς ἀληθείας φέρεται, ἀλλά γε διά τινος ἀκολουθίας ἄτοπον ἐξ ἀτόπου
20μεταλαμβάνει· τὸ δὲ ἐντεῦθεν ἤδη διὰ τῶν ἀσυναρτήτων αὐτοῖς τὸ δόγμα μυθοποιεῖται. ἡ μὲν γὰρ ἀκολουθία παντελῆ διαφθορὰν τῆς ψυχῆς ὑποδείκνυσιν· ἡ γὰρ ἅπαξ τῆς ὑψηλῆς πολιτείας ἀπολισθήσασα ἐν οὐδενὶ μέτρωι κακίας στῆναι δυνήσεται, ἀλλὰ διὰ τῆς πρὸς τὰ πάθη σχέσεως ἀπὸ μὲν τοῦ λογικοῦ πρὸς τὸ ἄλογον μεταβήσεται, ἀπ’ ἐκείνου δὲ πρὸς τὴν τῶν φυτῶν ἀναισθησίαν μετατεθήσεται· τῶι δὲ ἀναισθήτωι πως τὸ ἄψυχον,
25τούτωι δὲ τὸ ἀνύπαρκτον ἕπεται, ὥστε διόλου διὰ τῆς ἀκολουθίας πρὸς τὸ μὴ ὂν αὐτοῖς ἡ ψυχὴ μεταχωρήσει. οὐκοῦν ἀμήχανος αὐτῆι πάλιν ἕσται ἡ πρὸς τὸ κρεῖττον ἐπά‐ νοδος. ἀλλὰ μὴν ἐκ θάμνου ἐπὶ τὸν ἄνθρωπον τὴν ψυχὴν ἐπανάγουσιν. οὐκοῦν προτιμοτέραν τὴν ἐν θάμνωι ζωὴν τῆς ἀσωμάτου διαγωγῆς ἐκ τούτων ἀποδεικνύουσιν. δέδεικται γὰρ ὅτι πρὸς τὸ χεῖρον γινομένη ἡ πρόοδος τῆς ψυχῆς πρὸς τὸ κατώτερον
30κατὰ τὸ εἰκὸς ὑποβήσεται, ὑποβέβηκε δὲ τὴν ἀναίσθητον φύσιν τὸ ἄψυχον, εἰς ὃ δι’ ἀκολουθίας ἡ ἀρχὴ τοῦ δόγματος αὐτῶν τὴν ψυχὴν ἄγει. ἀλλ’ ἐπειδὴ τοῦτο οὐ βούλονται, ἢ τῶι ἀναισθήτωι τὴν ψυχὴν κατακλείουσιν ἢ εἴπερ ἐντεῦθεν ἐπὶ τὸν ἀν‐ θρώπινον αὐτὴν ἐπανάγοιεν βίον, προτιμότερον, καθὼς εἴρηται, τὸν ξυλώδη βίον τῆς πρώτης ἀποδείξουσι καταστάσεως, εἴπερ ἐκεῖθεν μὲν ἡ πρὸς κακίαν κατάπτωσις γέγονεν,
35ἐντεῦθεν δὲ ἡ πρὸς ἀρετὴν ἐπάνοδος γίνεται. οὐκοῦν ἀκέφαλός τις καὶ καὶ ἀτελὴς ὁ τοιοῦτος διελέγχεται λόγος ὁ τὰς ψυχὰς ἐφ’ ἑαυτῶν πρὸ τῆς ἐν σαρκὶ ζωῆς βιοτεύειν
κατασκευάζων καὶ διὰ κακίαν ἐνδεδέσθαι τοῖς σώμασι.90

92

Προδήλου τοίνυν οὔσης τῆς τοῦ πατρὸς διδασκαλίας καὶ ἀποκηρυττούσης τὸ λέγειν προυπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἀκούσωμεν καὶ τοῦ ἐν ἁγίοις Θεοφίλου τοῦ ἐπισκόπου Ἀλεξανδρείας ἀπὸ τοῦ λόγου τοῦ γραφέντος πρός τινας μοναχοὺς τὰ Ὡριγένους φρονοῦντας λέγοντος τάδε
5 Οὐκοῦν ἀναθεματίζοντες τὸν Ὡριγένην καὶ τοὺς ἄλλους αἱρετικούς, ὥσπερ ἡμεῖς καὶ ὁ τῆς Ῥωμαίων ἁγίας ἐκκλησίας ἐπίσκοπος Ἀναστάσιος ἐκ παλαιοτέρων ἀγωνι‐ σμάτων ἔνδοξος στρατηγὸς ἐπισήμου λαοῦ χειροτονηθείς, ὧι καὶ πᾶσα ἡ τῶν μακαρίων κατὰ τὴν Δύσιν ἐπισκόπων ἕπεται σύνοδος, ἀποδεχομένη τῆς τῶν Ἀλεξανδρέων ἐκ‐ κλησίας τὴν κατὰ τοῦ ἀσεβοῦς ψῆφον.
10tΤοῦ αὐτοῦ ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ἐν τῆι Σκήτει ἁγίους πατέρας διὰ τοὺς ἐγ‐
11tκαλοῦντας τὴν τῶν δογμάτων Ὡριγένους καθαίρεσιν
12 Ἐτόλμησαν τινὲς εἰπεῖν διδάσκαλον εἶναι τῆς ἐκκλησίας Ὡριγένην. ἆρα πρέπον τῶν τοιούτων ἀνέχεσθαι; εἰ διδάσκαλός ἐστι τῆς ἐκκλησίας Ὡριγένης, μεγαλο‐ φρονοῦσιν Ἀρειανοί τε καὶ Εὐνομιανοὶ καὶ Ἕλληνες, οἳ μὲν εἰς τὸν υἱὸν καὶ εἰς τὸ πνεῦμα
15βλασφημοῦντες, οἳ δὲ μετὰ τοῦ δυσσεβεῖν ὁμοίως αὐτοῖς καὶ τὴν ἀνάστασιν τῶν νεκρῶν χλευάζοντες. Σαφὲς τοίνυν ἐκ τῶν εἰρημένων γεγένηται ὅτιπερ ὁ τοῖς ἁγίοις πατράσιν ἀκολουθῶν οὐκ ἀμφιβάλλει ὡς οἱ τὰ Ὡριγένους φρονοῦντες τῆι Ἑλληνικῆι πλάνηι καὶ Ἀρειανικῆι ἀκολουθοῦσι μανίαι.
20 Λέγει δὲ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐπίσκοπος Ἀλεξανδρείας ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τοὺς ἐν Φουᾶι μοναχοὺς κατὰ τῶν λεγόντων μὴ εἶναι ἀνάστασιν τῶν σωμάτων τάδε Φασὶ τοίνυν τῶν ἐν ὑμῖν τινὰς ἀρνεῖσθαι τῶν ἀνθρωπίνων σωμάτων τὴν ἀνάστασιν, ὅπερ ἐστὶ μέρος τῆς ὁμολογίας ἡμῶν ἧς ποιούμεθα προσιόντες τῶι σωτηρίωι βαπτί‐ σματι. ὁμολογοῦντες γὰρ τὴν πίστιν προσεπάγομεν ὅτι πιστεύομεν καὶ τῆς σαρκὸς
25ἀνάστασιν. εἰ δ’ ἀναιροῦμεν τοῦτο καὶ οὐ πιστεύομεν ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγή‐ γερται, ἵνα ἡμᾶς ἑαυτῶι συναναστήσηι, χωλεύουσαν ἔχομεν τὴν πίστιν καὶ τὴν βασιλικὴν ἀφέντες ὁδὸν βαδίζομεν τὴν διεστραμμένην. ἔστι δὲ ἡ τοιαύτη κακοδοξία τῆς Ὡρι‐ γένους φρενοβλαβείας, ὃν καὶ οἱ πατέρες ἡμῶν ὡς διαστρέφοντα τὴν ἀλήθειαν ἀπε‐ κήρυξαν καὶ ἀνεθεμάτισαν. οὐ γὰρ ἐφρόνησεν ὡς Χριστιανός, ἀλλὰ ταῖς Ἑλλήνων
30ἀκολουθήσας φλυαρίαις πεπλάνηται. ἡ δὲ ἀρχὴ τοῦ νοσήματος ἐντεῦθεν αὐτῶι συμβέβηκε. φησὶ γὰρ ὅτι προυπάρχουσιν αἱ ψυχαὶ τῶν σωμάτων καὶ ἀπὸ ἁγιασμοῦ παρηνέχθησαν εἰς ἐπιθυμίας πονηρὰς καὶ ἀπέστησαν θεοῦ καὶ ταύτης ἕνεκα τῆς αἰτίας κατεδίκασεν αὐτὰς καὶ ἐσωμάτωσεν, καὶ εἰσὶν ὡς ἐν δεσμωτηρίωι ἐν σαρκί. ἡ δὲ ἐκκλησία
ταῖς θεοπνεύστοις ἑπομένη γραφαῖς οὐκ οἶδε τῶν σωμάτων προυπάρχουσαν τὴν ψυχήν,92

94

ἀλλ’ οὐδὲ προαμαρτήσασαν πρὸ αὐτῶν. πῶς γὰρ ἡ μὴ ὑφεστῶσα καὶ ἁμαρτεῖν ἠδύνατο; φαμὲν δὲ ὅτι ἔπλασε μὲν ὁ τῶν ὅλων δημιουργὸς τὸ σῶμα ἐκ γῆς, ἐψύχωσε δὲ αὐτὸ ψυχῆι νοερᾶι. καὶ αὕτη ἐστὶν ἡ τοῦ ἀνθρώπου κατασκευή. Καὶ μεθ’ ἕτερα· ὅτι οὐκ ἐκ προγενεστέρων, ὥς φασιν, ἁμαρτημάτων καταδεδίκασται
5ἡ τοῦ ἀνθρώπου ψυχὴ καὶ εἰς τοῦτον κατεπέμφθη τὸν κόσμον, πιστώσεται γράφων καὶ ὁ πάνσοφος Παῦλος· τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστο, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν εἴτε φαῦλον. διὰ τί γὰρ μόνα τὰ διὰ τοῦ σώματος φανερω‐ θήσεσθαί φησι καὶ οὐχὶ δὴ μᾶλλον καὶ τὰ πρὸ τοῦ σώματος, εἴπερ ἤιδει προοῦσαν καὶ
10προαμαρτήσασαν τὴν ψυχήν; εἰ δὲ ἐπὶ μόνοις κρινόμεθα τοῖς διὰ τοῦ σώματος, οὐκ ἔχομεν δῆλον ὅτι προγενεστέραν τοῦ σώματος ἁμαρτίαν. οὐ γὰρ ὑφέστηκεν ὅλως ἡ τοῦ ἀνθρώπου ψυχὴ πρὸ αὐτοῦ. πληροφορεῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ ἡ τοῦ νομικοῦ γράμματος δύναμις. εἰ γάρ, ὥς φησιν ὁ πεπλανημένος Ὡριγένης, ἐκ τῶν προ‐ γενεστέρων ἁμαρτιῶν λόγωι κολάσεως ἤτοι τιμωρίας ἐδέξατο τὸ σῶμα ἡ ψυχή, διὰ
15ποίαν αἰτίαν ἠπείλησε θάνατον τοῖς ἁμαρτάνουσιν; ἔδει γὰρ μᾶλλον τοὺς δικαίους ἀποθνήισκειν, ἵνα ἀπαλλάττωνται τῶν δεσμῶν καὶ τῆς τιμωρίας, ζῆν δὲ τοὺς ἀλιτη‐ ρίους, ἵνα κολάζωνται μὴ ἀπαλλασσόμενοι τῶν δεσμῶν.
18tἘκ τῆς ἐκτεθείσης ὑπὸ τῶν κατ’ Αἴγυπτον καὶ Ἀλεξάνδρειαν ἐπισκόπων συνοδικῆς
19tἐπιστολῆς κατὰ τῶν Ὡριγένους δογμάτων
20 Οὖτος τοίνυν ὁ προκείμενος Ὡριγένης καθάπερ τὸ τῆς ἐρημώσεως βδέλυγμα ἐν μέσωι τῆς ἀληθοῦς ἐκκλησίας γεγένηται καὶ πρεσβύτερος χειροτονηθεὶς ὑπὸ τῆς κανονικῆς τε καὶ μιᾶς χειρὸς ἀληθινῆς εἶχε τὸ ἀξίωμα τοῦ πρεσβυτέρου ψιλόν τε καὶ μόνον καθάπερ καὶ τὸ τῆς ἀποστολῆς εἶχεν ὁ κλέπτης καὶ προδότης Ἰούδας. ἀρξαμένου γὰρ αὐτοῦ βλασφήμους ὁμιλίας ὁμιλεῖν ὁ κατ’ ἐκεῖνο καιροῦ μακαρίτης Ἡρακλᾶς ἐπίσκοπος ὡς
25ἀροτὴρ καὶ ἀμπελουργὸς φιλαλήθης τοῦ τῆς ἐκκλησίας χωρίου τυγχάνων ἐκ μέσου τοῦ καλοῦ σίτου τοῦτον ἐξέτιλεν ὡς τοῦ πονηροῦ ζιζανίου ὄντα ἀληθῶς. Καὶ μετ’ ὀλίγα· ἐκπεσὼν οὖν οὖτος ἐπὶ τὴν γῆν οὐρανόθεν ὡς ἀστραπή, καθάπερ ὁ τούτου πατὴρ ὁ διάβολος, θυμοῦ πνέων πολλοῦ καὶ δεινοῦ κατὰ τῆς ἀληθείας ἐπὶ τὴν καλουμένην Παλαιστίνην χώραν ἔπλευσε καὶ καθίσας ἐν τῆι Καισαρέων μητρο‐
30πόλει κἀκεῖσε τὸ πρόσωπον ἀποκαλύψας ὅλον ἐξ ὅλου τοῦ καλύμματος, καθάπερ ὁ ἰχθὺς ἡ σηπία παρά τισι καλουμένη, ὅσπερ αὐτῶι καθ’ ἡδονὴν ἐτύγχανε, σκοτεινόν τε καὶ μέλανα ἰὸν ἐξεμέσας ἐγγράφως ἀπετυπώσατο καὶ καθάπερ Ἰουδαικὸς κάπηλος προσχήματι ἀγαθοῦ πικρῶι γλυκὺ κατέμιξε. τί γὰρ ὁ κακομήχανος καὶ μανιώδης λέγει; ἦν, φησί, πρὸ σώματος ἡ ψυχὴ ἐν οὐρανοῖς προοῦσα, κἀκεῖσε, φησίν, ἁμαρτή‐
35σασαν ἐν φυλακῆι κατήγγισε, τουτέστιν ἐν τῶι σώματι κατέπεμψεν, εἰς καθαρισμόν,94

96

φησί, καὶ σωφρονισμὸν τῶν ἐν οὐρανοῖς αὐτῆι γεγενημένων ἁμαρτιῶν. πρῶτον ἔνθεν εὐθὺς ὁ ἀσεβέστατος μυθολογεῖ καὶ μάχεσθαι τῆι ἀληθείαι θέλει. Καὶ μετ’ ὀλίγα· εἰ δὲ προῆν ἡ ψυχὴ ἐν τοῖς οὐρανοῖς καὶ προημάρτηκεν ἐκεῖσε, καθὼς Ὡριγένης ὁ μανιώδης καὶ θεομάχος ἔφησεν, ἔδει μὴ λέγειν τὸν ἁγιώτατον προ‐
5φήτην καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι, ἀλλὰ μᾶλλον καταγγίζων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι ἢ τάχα καταπέμπων. νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ πλάσσων ἐν αὐτῶι δείκνυσι τοῦτον λύκον ὅντα βαρύτατον ἐνδεδυμένον ἔξωθεν πρὸς ἀπάτην ἀπωλείας τὰ κώιδια. ὡς οὐρανόθεν γὰρ ὁ ἐπίληπτος καὶ τὰ ἐκεῖσε δια‐ τετυπωμένα ἐπιστάμενος προφανῶς οὐ μόνον προοῦσαν, ἀλλὰ καὶ προημαρτηκέναι
10τὴν ψυχὴν λέγει. Ἀποδέδεικται τοίνυν διά τε τῆς θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων ὅτι οὐδὲ τῆι τῶν Χριστιανῶν ἀληθινῆι πίστει οὐδὲ τῶι ὀρθῶι λόγωι συμβαίνουσιν αἱ τῶν αἱ‐ ρετικῶν περὶ προυπάρξεως ψυχῶν φαντασίαι. Καὶ τοῦτο δὲ πρὸς τοῖς ἄλλοις τὴν Ὡριγένους παρίστησιν ἄνοιαν, τὸ λέγειν τὸν
15οὐρανὸν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ ὕδατα τὰ ἐπάνω τῶν οὐρανῶν ἔμψυχα καὶ λογικάς τινας εἶναι δυνάμεις. ταῦτα δὲ σαφῶς ἀπαγορεύει καὶ ὁ ἐν ἁγίοις Βασίλειος ἐν τῶι τρίτωι λόγωι τοῦ ὑπομνήματος τῆς ἑξαημέρου λέγων κατὰ τῶν Ὡριγένους δογμάτων οὕτως Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδά‐
20των, οἳ προφάσει ἀναγωγῆς καὶ νοημάτων δῆθεν ὑφηλοτέρων εἰς ἀλληγορίαν κατέφυγον δυνάμεις λέγοντες πνευματικὰς καὶ ἀσωμάτους τροπικῶς ἐκ τῶν ὑδάτων σημαίνεσθαι καὶ ἄνω μὲν ἐπὶ τοῦ στερεώματος μεμενηκέναι τὰς κρείττους, κάτω δὲ τοῖς περιγείοις καὶ ὑλι‐ κοῖς τόποις προσαπομεῖναι τὰς πονηράς. διὰ τοῦτο δέ φασι καὶ τὰ ἐπάνω τῶν οὐρα‐ νῶν ὕδατα αἰνεῖν τὸν κύριον, τουτέστι τὰς ἀγαθὰς δυνάμεις ἀξίας οὔσας διὰ καθαρότητα
25τοῦ ἡγεμονικοῦ τὸν πρέποντα αἶνον ἀποδιδόναι τῶι κτίσαντι· τὰ δὲ ὑποκάτω τῶν οὐρανῶν ὕδατα τὰ πνευματικὰ εἶναι τῆς πονηρίας ἀπὸ τοῦ κατὰ φύσιν ὕψους εἰς τὸ τῆς κακίας βάθος καταπεσόντα, ἅπερ ὡς ταραχώδη ὄντα καὶ στασιαστικὰ καὶ τοῖς θορύβοις τῶν παθῶν κυμαινόμενα θαλάσσας ὠνομάσθαι διὰ τὸ εὐμετάβλητον καὶ ἄστατον τῶν κατὰ προαίρεσιν κινημάτων. τοὺς δὲ τοιούτους λόγους ὡς ὀνειράτων συγκρίσεις καὶ
30γραώδεις μύθους ἀποπεμψάμενοι τὸ ὕδωρ ὕδωρ νοήσωμεν καὶ τὴν διάκρισιν τὴν ὑπὸ τοῦ στερεώματος κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν δεξώμεθα, κἂν εἰς δοξολογίαν ποτὲ τοῦ κοινοῦ τῶν ὅλων δεσπότου τὰ ὑπεράνω τῶν οὐρανῶν παραλαμβάνηται ὕδατα, οὐ λογικὴν αὐτὰ φύσιν παρὰ τοῦτο τιθέμεθα. οὔτε γὰρ οἱ οὐρανοὶ ἔμψυχοι, ἐπειδὴ διηγοῦνται δόξαν θεοῦ οὐδὲ τὸ στερέωμα ζῶιον αἰσθητικόν, ἐπειδὴ ἀναγγέλλει ποίησιν τῶν
35χειρῶν αὐτοῦ.96

98

Δεῖ δὴ προσέχειν τοὺς ἀκροατὰς ὅτι τῶι εἰπεῖν τὸν πατέρα ‘πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας ἐστί τις ἡμῖν λόγοσ‘ περὶ Ὡριγένους διαλέγεται τῆς τοῦ θεοῦ χάριτος καὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀπελαθέντος καὶ τῶν ὁμοφρόνων ἐκείνωι· οὐ γὰρ εἶπε· πρὸς τοὺς ἐν τῆι ἐκκλησίαι, ἀλλά ‘πρὸς τοὺς ἀπὸ τῆς ἐκκλησίας ἡμῖν ἐστί τις λόγοσ‘. καὶ
5διὰ μὲν τοῦ εἰπεῖν ἡμῖν τοὺς τῆς ἐκκλησίας ἐδήλωσε, διὰ δὲ τοῦ ἀπὸ τοὺς ταύτης ἀποπε‐ σόντας ἐσήμανεν. Ἓν δὲ καὶ μόνον τῶι δυσσεβεῖ Ὡριγένει σπούδασμα γέγονε τὸ τὴν Ἑλληνικὴν πλάνην κρατῦναι καὶ ταῖς τῶν σαθροτέρων ψυχαῖς ζιζάνια ἐγκατασπεῖραι. δι’ ὃ κἀ‐ κεῖνο τὸ γέλωτος μὲν ἄξιον, παρ’ αὐτοῦ δὲ ὅμως εἰρημένον περὶ τῆς τῶν ἀνθρώπων ἐκ νε‐
10κρῶν ἀναστάσεως προσθεῖναι συνείδομεν. λέγει γὰρ ὅτι ἐν τῆι ἀναστάσει σφαιρο‐ ειδῆ ἐγείρονται τὰ σώματα τῶν ἀνθρώπων. ὢ τῆς ἀνοίας καὶ ἀμαθίας τοῦ φρενο‐ βλαβοῦς τούτου καὶ τῶν Ἑλληνικῶν δογμάτων ἐξηγητοῦ. ὅστις τυφλώττων τὴν διάνοιαν καὶ τῆι τῶν Χριστιανῶν πίστει μύθους ἐπιμεῖξαι σπουδάσας αὐτὴν τὴν τῶν Χριστιανῶν ἐλπίδα τε καὶ σωτηρίαν, τουτέστι τὴν ἐπηγγελμένην ἡμῖν ἀνάστασιν, ἐσπού‐
15δασεν ἐνυβρίσαι μηδὲ τὴν τοῦ κυρίου ἀνάστασιν ἐντρεπόμενος. ἐγερθεὶς γὰρ ὁ κύριος ἐκ νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος τοῖς μαθηταῖς ὤφθη καὶ ἔδειξεν αὐτοῖς καὶ τὰς διατρήσεις τῶν χειρῶν καὶ τῶν ποδῶν καὶ τὴν πληγὴν τῆς πλευρᾶς καὶ ἔφαγε μετὰ τὴν ἀνάστασιν, οὐχ ὡς τροφῆς δεόμενος, ἀλλ’ ἵνα τῶι τρόπωι τούτωι τὴν τοῦ ἀνα‐ στάντος σώματος φύσιν πιστώσηται. ἀμέλει τοι καὶ ἀναλαμβανομένου τοῦ κυρίου
20ὁ ἄγγελος πρὸς τοὺς μαθητὰς ἔλεγεν· οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευ‐ όμενον εἰς τὸν οὐρανόν. εἰ δὲ καθὼς Ὡριγένης μαίνεται, σφαιροειδὲς ἦν τὸ σῶμα τοῦ κυρίου, πῶς εἶχε δεῖξαι τὰς τῶν χειρῶν καὶ ποδῶν διατρήσεις ἢ τὴν πληγὴν τῆς πλευρᾶς; ἢ πῶς φαγεῖν ἠδύνατο ἢ ὅλως ὑπὸ τῶν μαθητῶν γνωρισθῆναι; πῶς δὲ καὶ
25τὰ τῶν ἁγίων σώματα μετὰ τὴν τοῦ κυρίου ἀνάστασιν ἐγερθέντα καὶ ὀφθέντα ἐν τῆι ἁγίαι πόλει δυνατὸν ἦν παρὰ τῶν ἄλλων γνωρισθῆναι, εἴπερ ἐν ἄλλωι σχήματι ἦν παρ’ ὅπερ ἐτύγχανεν ἐν τῆι ζωῆι; ἐν τῆι πέτραι τοίνυν τῆς πίστεως οὐκ ἐστηριγμένος ἀλλὰ τοιαύτας καὶ τούτων πολλῶι χείρους βλασφημίας ὁ δυσσεβὴς Ὡριγένης ἐκ‐ θέμενος εἰκότως ἐν τῶι καιρῶι τοῦ μαρτυρίου τὸν μὲν Χριστὸν ἀπηρνήσατο, τῆι δὲ παρ’
30αὐτοῦ εἰσαγομένηι Ἑλληνικῆι πολυθείαι προσεκύνησε. καὶ τοῦτο δὲ κατὰ θεοῦ γέγονε πρόνοιαν, ἵνα μὴ ἀντὶ μάρτυρος ἐν τῆι ἐκκλησίαι δεχθῆι καὶ ἐντεῦθεν τῆι ποίμνηι τοῦ Χριστοῦ βλάβη προσγένηται. εἰ γάρ τινές εἰσι καὶ νῦν ὁμολογοῦντες μὲν τὸ ἐκείνου πτῶμα, ἀντιποιούμενοι δὲ τῶν αὐτοῦ, πῶς οὐκ ἔμελλον τὰ αὐτοῦ ὡς μάρτυρος καὶ πατρὸς ἐκδικεῖν, εἴπερ συνέβη αὐτὸν μὴ προσκυνήσαντα τοῖς εἰδώλοις τελειωθῆναι; οὐδεὶς γὰρ
35τῆς ἀληθείας ἀντεχόμενος ἐκπίπτει θεοῦ ἢ ἐγκακαλιμπάνεται ὑπ’ αὐτοῦ κατὰ τὸ εἰρη‐ μένον τῆι θείαι γραφῆι· ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐπίστευσε τῶι κυρίωι καὶ ἐγκατελείφθη; ἢ τίς ἤλπισεν εἰς αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν;
Ὡριγένης δὲ ὁ δυσσεβὴς τὰς ἑαυτοῦ βλασφημίας οὐ μέχρις ἑαυτοῦ ἔστησεν, ἀλλὰ διὰ98

100

τῶν ἰδίων συγγραμμάτων καὶ εἰς πολλοὺς ἑτέρους τὴν οἰκείαν πλάνην παρέπεμψεν, ὥστε πάνυ ἐπ’ αὐτῶι ἁρμοδίαν εἶναι τὴν τοῦ ἁγίου ἀποστόλου Παύλου φωνὴν λέγουσαν ὅτι τινῶν μὲν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. ἡ γὰρ διαδοχὴ τῆς πλάνης αὐτοῦ ἐν ταῖς τῶν σαθροτέρων
5ἕρπουσα ψυχαῖς δίδωσιν ἀκολουθεῖν αὐτῶι τὰς ἐξ ἀρχῆς ὑπ’ αὐτοῦ γενομένας ἁμαρτίας. ὡς γὰρ οὐκ ἐξαρκούσης τοῖς τὰ Ὡριγένους δοξάζουσι τῆς περὶ προυπάρξεως τῶν ψυχῶν ἀσεβείας καὶ τῶν ἄλλων αὐτοῦ ματαιολογιῶν καὶ τῶν περὶ τῆς ἁγίας τριάδος βλασφη‐ μιῶν, καὶ τοῦτο τῆι οἰκείαι προστιθέασι πλάνηι ἐκ τῶν ἐκείνου διεστραμμένων ὁδηγούμενοι λόγων τὸ λέγειν ὅτι πάντων ἀσεβῶν ἀνθρώπων καὶ πρός γε δαιμόνων ἡ κόλασις πέρας
10ἔχει καὶ ἀποκατασταθήσονται ἀσεβεῖς τε καὶ δαίμονες εἰς τὴν προτέραν αὐτῶν τάξιν. ταῦτα δὲ λέγοντες ῥαθύμους μὲν ποιοῦσι τοὺς ἀνθρώπους περὶ τὸ πληροῦν τὰς ἐντολὰς τοῦ θεοῦ, τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ ἀποτρέποντες καὶ πρὸς τὴν πλατεῖαν καὶ εὐρύ‐ χωρον ἀποπλανῶντες· ἐναντιοῦνται δὲ καθάπαξ καὶ τοῖς παρὰ τοῦ μεγάλου θεοῦ καὶ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λεγομένοις. αὐτὸς γὰρ ἐν τῶι ἁγίωι εὐαγγελίωι διδάσκει
15ὡς οἱ μὲν ἀσεβεῖς ἀπελεύσονται εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. καὶ πάλιν λέγει τοῖς μὲν ἐκ δεξιῶν· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· τοῖς δὲ ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῶι διαβόλωι καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
20φανερῶς οὖν τοῦ κυρίου διὰ τοῦ ἁγίου εὐαγγελίου ἀτελεύτητον τήν τε κόλασιν τήν τε βασιλείαν ἐπαγγελλομένου πρόδηλοι καθεστᾶσιν οὗτοι τοὺς Ὡριγένους μύθους προτι‐ μῶντες τῶν τοῦ κυρίου ἀποφάσεων. ὅπουγε κἀκεῖθεν αὐτῶν ἡ ἄνοια διελέγχεται. εἰ γάρ τις κατὰ τοὺς ἐκείνου λήρους ὑπόθοιτο πέρας ἔχειν τὴν κόλασιν, ἀνάγκη τὸν τοι‐ οῦτον καὶ τῆι ἐπηγγελμένηι τοῖς δικαίοις αἰωνίαι ζωῆι τέλος ἐπιθεῖναι· ἐξ ἴσης γὰρ ἐπ’
25ἀμφοτέρων τὸ αἰώνιον κεῖται. καὶ εἴπερ πέρας ἔχει κόλασίς τε καὶ ἀπόλαυσις, διὰ τί ἡ ἐνανθρώπησις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; διὰ τί δὲ καὶ ἡ σταύρωσις καὶ ὁ θάνατος καὶ ἡ ταφὴ καὶ ἡ ἀνάστασις τοῦ κυρίου; ποῖον δὲ ὄφελος τοῖς τὸν καλὸν ἀγῶνα ἀγωνισα‐ μένοις καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσασιν, εἰ μέλλοιεν δαίμονές τε καὶ ἀσεβεῖς τὴν αὐτὴν τοῖς ἁγίοις τάξιν διὰ τῆς ἀποκαταστάσεως λαμβάνειν; ἀλλὰ ταῦτα μὲν ἐπὶ τὰς ἐκείνων τρα‐
30πείη κεφαλὰς τῶν ταῦτα μυθολογούντων· οἱ γὰρ τοῦ Χριστοῦ λόγοι διαμενοῦσιν ἀσάλευ‐ τοι ἐν ταῖς τῶν πιστῶν ψυχαῖς καὶ ἐν αὐτῆι τῆι τῶν πραγμάτων ἀληθείαι. οἱ δὲ τὴν Ὡριγένους ἐκδικοῦντες κακοδοξίαν φεύγοντες τοὺς περὶ τούτων ἀρραγεῖς ἐλέγχους καὶ συγκρύπτειν τὴν ἑαυτῶν πλάνην βουλόμενοι τινὰς ῥήσεις ἐκ τῶν ἁγίων πατέρων κακῶς ἐκλαμβάνοντες καὶ πρὸς τὸν ἴδιον νοῦν παρερμηνεύοντες τῆι οἰκείαι προσαρμόζουσι νόσωι,
35ὅπερ ποιοῦσι καὶ ἐπὶ τῶν θείων γραφῶν. ἡμεῖς δὲ ἐξ αὐτῶν τῶν ἁγίων πατέρων ἀπο‐ δείξομεν ματαίους εἶναι καὶ τοὺς τοιούτους αὐτῶν λόγους. λέγει τοίνυν ὁ ἐν ἁγίοις Γρηγόριος ὁ θεολόγος ἐν τῶι ἀπολογητικῶι λόγωι τάδε ἡμῖν δὲ οἷς τὸ κινδυνευόμενόν ἐστι σωτηρία ψυχῆς τῆς μακαρίας τε καὶ ἀθανάτου καὶ ἀθάνατα κολασθησομένης ἢ ἐπαινεθησομένης διὰ κακίαν ἢ ἀρετήν, πόσον χρὴ δοκεῖν
40εἶναι τὸν ἀγῶνα καὶ ὅσης δεῖν τῆς ἐπιστήμης;100

102

(1t)

Καὶ ὁ αὐτὸς αὖθις ἐν τῶι εἰς τὴν πληγὴν τῆς χαλάζης λόγωι τάδε φησί
2 Τίς ψευδὴς ἀπολογία, ποία πιθανότης ἔντεχνος, τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παρα‐ λογιεῖται τὸ δικαστήριον καὶ κλέψει τὴν ὀρθὴν κρίσιν τοῖς πᾶσι πάντα ἐν ζυγῶι τιθεῖσαν καὶ πρᾶξιν καὶ λόγον καὶ διανόημα καὶ ἀντισηκοῦσαν τοῖς πονηροῖς τὰ βελτίονα, ἵνα τὸ
5ῥέπον νικήσηι καὶ μετὰ τοῦ πλείονος ἡ ψῆφος γένηται, μεθ’ ἣν οὐκ ἔφεσις, οὐ κριτὴς ὑψη‐ λότερος, οὐκ ἀπολογία δι’ ἔργων δευτέρων, οὐκ ἔλαιον παρὰ τῶν φρονίμων παρθένων ἢ τῶν πωλούντων ταῖς ἐκλειπούσαις λαμπάσιν, οὐ μεταμέλεια πλουσίου φλογὶ τηκομένου καὶ τοῖς οἰκείοις ἐπιζητοῦντος διόρθωσιν, οὐ προθεσμία μεταποιήσεως, ἀλλὰ καὶ μόνιμον καὶ τελευταῖον καὶ φοβερὸν τὸ κριτήριον καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, μᾶλλον δὲ διὰ
10τοῦτο καὶ φοβερώτερον, ὅτι δίκαιον, ἡνίκα θρόνοι τίθενται καὶ παλαιὸς ἡμερῶν προκαθέζε‐ ται καὶ βίβλοι ἀνοίγονται καὶ ποταμὸς πυρὸς ἕλκεται καὶ τὸ φῶς ἔμπροσθεν καὶ τὸ σκότος ἡτοιμασμένον καὶ πορεύονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς τῆς ἐν Χριστῶι νῦν κρυπτομένης καὶ ὕστερον αὐτῶι συμφανερουμένης, οἱ δὲ τὰ φαῦλα πράξαν‐ τες εἰς ἀνάστασιν κρίσεως, ἢν ἤδη παρὰ τοῦ κρίναντος αὐτοὺς λόγου οἱ μὴ πιστεύοντες
15κατεκρίθησαν. καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέχεται καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία τριάδος ἐλλαμπούσης τρανότερόν τε καὶ καθαρώτερον καὶ ὅλης ὅλωι νοὶ μιγνυ‐ μένης, ἣν δὴ καὶ μόνην βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι· τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων τὸ ἀπερρίφθαι θεοῦ καὶ ἡ ἐν τῶι συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα.
20tΒασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας ἐκ τοῦ ἀσκητικοῦ αὐτοῦ βιβλίου
21 ἐρώτησις· Εἰ ὅπου μὲν λέγει δαρήσεται πολλάς, ὅπου δὲ ὀλίγας, πῶς λέγουσι τινὲς μὴ εἶναι τέλος τῆς κολάσεως τοῖς κολαζομένοις; ἀπόκρισις· Τὰ ἀμφίβολα καὶ ἐπικε‐ καλυμμένως εἰρῆσθαι δοκοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου γραφῆς ὑπὸ τῶν ἄλλων ἐν ἄλλοις ὁμολογουμένων σαφηνίζεται. τοῦ οὖν κυρίου ἀποφηναμένου ὅτι ἀπελεύσον‐
25ται οὖτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον, ποτὲ δὲ ἐκπέμποντος εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῶι διαβόλωι καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς καὶ ἐπιφέροντος ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾶι καὶ τὸ πῦρ οὐ σβέννυται, καὶ ἔτι πάλαι διὰ τοῦ προφήτου περί τινων προειρηκότος ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ
30τὸ πῦρ οὐ σβεσθήσεται, τούτων καὶ τῶν τοιούτων πολλάκις ὑπὸ τῆς θεοπνεύστου γραφῆς λεγομένων, ἓν καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου τὸ τοὺς πολλοὺς τῶν ἀν‐ θρώπων ὥσπερ ἐπιλαθομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ κυρίου ἀποφάσεων τέλος κατατολμᾶν κολάσεων τῆς ἁμαρτίας εἰς τὸ μέλλον ἑαυτοῖς ὑπογράφειν. εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, ἕξει πάντως καὶ ἡ αἰώνιος ζωὴ τέλος· εἰ δὲ ἐπὶ τῆς
35ζωῆς οὐχ οὕτως νοῆσαι τὸ ῥητὸν καταδεχόμεθα, ποῖον ἔχει λόγον τῆι κολάσει τῆι αἰωνίωι102

104

τέλος διδόναι; ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ’ ἑκατέρων ἐπ’ ἴσης κεῖται· ἀπελεύσονται γάρ φησιν, οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
3tΤοῦ αὐτοῦ ἐκ τοῦ προτρεπτικοῦ εἰς τὸ βάπτισμα λόγου
4Διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι· δι’ ἡδονὴν σαρκὸς
5τῶι πυρὶ τῶι αἰωνίωι παραδίδομαι.
6tΤοῦ ἐν ἁγίοις Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τοῦ πρὸς Θεόδωρον τὸν
7tμοναχόν
8 Ταῦτα ἐννόει δι’ ὅλου καὶ τὸν ποταμὸν τοῦ πυρός· ποταμὸς γὰρ πυρὸς εἷλκε πρὸ προσώπου αὐτοῦ. οὐκ ἔστιν ἐκείνωι παραδοθέντα τῶι πυρὶ προσδοκῆσαι
10κολάσεως τέλος. ἀλλ’ αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ ὀνειράτων δια‐ φέρουσιν οὐδέν, πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσιν.
13tΤοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Κορινθίους πρώτης ἐπιστολῆς
14Οὐ μικρὸν ἡμῖν τὸ προκείμενον ζήτημα ἐντεῦθεν, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγ‐
15καίων. ἅπαντες ζητοῦσιν ἄνθρωποι εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ· ὅτι μὲν γὰρ οὐκ ἔχει, ὁ Χριστὸς ἀπεφήνατο λέγων· τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει· καὶ ὁ Παῦλος δὲ δεικνὺς ἀθάνατον τὴν κόλασίν φησιν· οἱ ἁμαρτά‐ νοντες δίκην τίσουσιν ὄλεθρον αἰώνιον. Τῆς τοίνυν θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων σαφῶς ἡμᾶς ἐκδιδασκόντων μὴ
20εἶναι τέλος κολάσεως τῶν ἀσεβῶν καὶ τῶν ὑπ’ ἐκείνων θεραπευομένων δαιμόνων, ποίαν ἀποκατάστασιν οἱ τὰ Ὡριγένους φρονοῦντες φαντάζονται, ἐν ὧι πέρας αἱ τιμωρίαι οὐκ ἔχουσιν; ἡ ἁγία γὰρ τοῦ θεοῦ ἐκκλησία ὥσπερ τοῖς δικαίοις ἀτελεύτητον κηρύσσει τὴν αἰώνιον ζωήν, οὕτω καὶ τοῖς ἀσεβέσιν ἀτελεύτητον κόλασιν παραδίδωσι. Καὶ ταῦτα μὲν ἐν τούτοις· ἡμεῖς δὲ ὀλίγα μὲν ἐκ πολλῶν τῆι τε θείαι γραφῆι τοῖς τε
25ἁγίοις πατράσιν εἰρημένων παραγαγεῖν συνείδομεν πρὸς τὸ ἐλέγξαι τὴν τῶν Ὡρι‐ γενιαστῶν δυσσέβειαν, βουλόμενοι δὲ πᾶν σκάνδαλον τῆς ἁγιωτάτης ἐκκλησίας ἀπελάσαι πρὸς τὸ μηδένα ῥύπον ἐν αὐτῆι καταλειφθῆναι καὶ ἀκολουθοῦντες ταῖς θείαις γραφαῖς τοῖς τε ἁγίοις πατράσι τοῖς τὸν αὐτὸν Ὡριγένην καὶ τὰ τοιαῦτα μυσαρὰ καὶ ἀσεβῆ δόγματα ἐκβαλοῦσί τε καὶ δικαίως ἀναθέματι ὑποβαλοῦσι τὴν παροῦσαν ἡμῶν ἐπιστολὴν πρὸς
30τὴν σὴν ποιούμεθα μακαριότητα, δι’ ἧς προτρέπομεν αὐτὴν συναγαγεῖν ἅπαντας τοὺς ἐνδημοῦντας κατὰ ταύτην τὴν βασιλίδα πόλιν ὁσιωτάτους ἐπισκόπους καὶ τοὺς θεοφιλε‐ στάτους τῶν ἐνταῦθα εὐαγῶν μοναστηρίων ἡγουμένους καὶ παρασκευάσαι πάντας ἐγγρά‐
φως τὸν εἰρημένον δυσσεβῆ τε καὶ θεομάχον Ὡριγένην τὸν καὶ Ἀδαμάντιον πρεσ‐104

106

βύτερον γενόμενον τῆς κατὰ Ἀλεξάνδρειαν ἁγιωτάτης ἐκκλησίας καὶ τὰ αὐτοῦ μυσαρὰ καὶ ἀσεβῆ δόγματα καὶ τὰ ὑποτεταγμένα πάντα κεφάλαια πᾶσι τρόποις ἀναθεματίσαι, ἐκπέμψαι δὲ καὶ τὰ ἴσα τῶν παρὰ τῆς σῆς μακαριότητος ταύτης ἕνεκα τῆς αἰτίας πραττο‐ μένων καὶ πρὸς τοὺς ἄλλους ἅπαντας ὁσιωτάτους ἐπισκόπους καὶ εὐαγῶν μοναστηρίων
5ἡγουμένους, ἐφ’ ὦι τε καὶ αὐτοὺς δι’ οἰκείας ὑπογραφῆς ἀναθεματίσαι Ὡριγένην καὶ τὰ μυσαρὰ αὐτοῦ δόγματα μετὰ πάντων τῶν δηλωθησομένων αἱρετικῶν, καὶ τοῦ λοιποῦ δὲ μὴ ἄλλως ἐπισκόπους χειροτονεῖσθαι ἢ μοναστηρίων ἡγουμένους, εἰ μήτι γε πρότερον μετὰ τῶν ἄλλων ἁπάντων αἱρετικῶν τῶν ἐξ ἔθους ἐν τοῖς γινομένοις λιβέλλοις ἀναθεματιζο‐ μένων, τουτέστι Σαβελλίου Ἀρείου Ἀπολιναρίου Νεστορίου Εὐτυχοῦς Διοσκόρου Τιμο‐
10θέου τοῦ Αἰλούρου καὶ Πέτρου τοῦ Μογγοῦ καὶ Ἀνθίμου Τραπεζοῦντος, Θεοδοσίου τοῦ Ἀλεξανδρέως, Πέτρου καὶ Σεβήρου τῶν πρώην Ἀντιοχείας καὶ Πέτρου τοῦ ποτὲ Ἀπα‐ μείας καὶ τὸν εἰρημένον Ὡριγένην τὸν τὴν Ἑλληνικὴν καὶ Ἀρειανικὴν μανίαν νοσήσαντα μετὰ τῶν αὐτοῦ μυσαρῶν καὶ ἀσεβῶν δογμάτων ἀναθεματίσουσι. δεῖ γὰρ ἅπασι προαγορεῦσαι τοῦ μηδένα τολμᾶν παντελῶς ἀντιποιεῖσθαι τοῦ τοιούτου αἱρετικοῦ ἢ τῶν
15αὐτοῦ ἐκθέσεων, ἀλλὰ ταύτας ἕκαστον ἐκ πάσης ψυχῆς καὶ πάσης διανοίας μισεῖν τε καὶ ἀποστρέφεσθαι καὶ ἀναθεματίζειν οἶα τῆς Χριστιανικῆς παραδόσεως ἀλλοτρίας κα‐ θεστώσας καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς μεγάλην ἐργαζομένας λύμην. Ταῦτα δὲ αὐτὰ γεγραφήκαμεν οὐ μόνον πρὸς τὴν σὴν ἁγιωσύνην, ἀλλὰ καὶ πρὸς τὸν ἁγιώτατον καὶ μακαριώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης καὶ πατριάρχην
20Βιγίλιον καὶ τοὺς λοιποὺς ἅπαντας ἁγιωτάτους ἐπισκόπους καὶ πατριάρχας, τουτέστιν Ἀλεξανδρείας Θεουπόλεως καὶ Ἱεροσολύμων, ὥστε καὶ αὐτοὺς πρόνοιαν θέσθαι τοῦ ἔργωι καὶ πέρατι ταῦτα παραδοθῆναι. βουλόμενοι δὲ πάντας τοὺς Χριστιανοὺς γνῶναι ὡς τὰ Ὡριγένει συγγεγραμμένα παντελῶς ἀλλότρια τῆς ἀληθοῦς τῶν Χριστιανῶν τυγχάνει πίστεως, συνείδομεν ἐκ τῶν πολλῶν αὐτοῦ καὶ ἀμέτρων βλασφημιῶν ὀλίγας
25ἐπ’ αὐτῆς λέξεως παραθεῖναι· ἔχουσι δὲ οὕτως
26tἘκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου
27 Ὅτι ὁ μὲν θεὸς καὶ πατὴρ συνέχων τὰ πάντα φθάνει εἰς ἕκαστον τῶν ὄντων μετα‐ διδοὺς ἑκάστωι ἀπὸ τοῦ ἰδίου τὸ εἶναι ὅπερ ἐστίν, ἐλαττόνως δὲ παρὰ τὸν πατέρα ὁ υἱὸς φθάνων ἐπὶ μόνα τὰ λογικά, δεύτερος γάρ ἐστι τοῦ πατρός· ἔτι δὲ ἡττόνως τὸ πνεῦμα
30τὸ ἅγιον ἐπὶ μόνους τοὺς ἁγίους διικνούμενον. ὥστε κατὰ τοῦτο μείζων ἡ δύναμις τοῦ πατρὸς παρὰ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, πλείων δὲ ἡ τοῦ υἱοῦ παρὰ τὸ πνεῦμα τὸ
ἅγιον, καὶ πάλιν διαφέρουσα μᾶλλον τοῦ ἁγίου πνεύματος ἡ δύναμις παρὰ τὰ ἄλλα ἅγια.106

108

(1t)

Ὅτι πεπερασμένη ἐστὶν ἡ τοῦ θεοῦ καὶ πατρὸς δύναμις, ἐκ τοῦ δευτέρου λόγου τοῦ αὐτοῦ
2tβιβλίου
3 Πεπερασμένην γὰρ εἶναι καὶ τὴν δύναμιν τοῦ θεοῦ λεκτέον καὶ οὐ προφάσει εὐφημίας τὴν περιγραφὴν αὐτῆς περιαιρετέον. Καὶ μετ’ ὀλίγα· Πεποίηκε τοίνυν
5τοσαῦτα ὅσων ἠδύνατο περιδράξασθαι καὶ ἔχειν ὑπὸ χεῖρα καὶ συγκροτεῖν ὑπὸ τὴν ἑαυτοῦ πρόνοιαν, ὥσπερ καὶ τοσαύτην ὕλην κατεσκεύασεν ὅσην ἠδύνατο διακοσμῆσαι.
7tἘκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου
8 Μηδεὶς προσκοπτέτω τῶι λόγωι, εἰ μέτρα ἐπιτίθεμεν καὶ τῆι τοῦ θεοῦ δυνάμει. ἄπειρα γὰρ περιλαβεῖν τῆι φύσει ἀδύνατον τυγχάνει. ἅπαξ δὲ πεπερασμένων ὄντων ὧν
10περιδράττεται αὐτὸς ὁ θεός, ἀνάγκη ὅρον εἶναι μέχρι πόσων πεπερασμένων διαρκεῖ.
11tὍτι κτίσμα καὶ γενητὸς ὁ υἱός, ἐκ τοῦ αὐτοῦ τετάρτου λόγου
12 Οὗτος δὴ ὁ υἱὸς ἐκ θελήματος τοῦ πατρὸς γεννηθείς, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ χαρακτήρ τε τῆς ὑπο‐ στάσεως αὐτο, πρωτότοκος πάσης κτίσεως, κτίσμα σοφία. αὕτη γὰρ
15ἡ σοφία φησίν· ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἕργα αὐτοῦ.
16tὍτι καὶ περιέχεται μετὰ τῶν ἄλλων κτισμάτων ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς καὶ κατὰ
17tπάντα μείζων ἐστὶν ὁ πατὴρ τοῦ υἱοῦ καὶ ἀόρατος αὐτῶι τυγχάνει, ἐκ τοῦ αὐτοῦ Περὶ
18tἀρχῶν τετάρτου λόγου
19Ὁ δὲ πατὴρ ἐμπεριέχει τὰ πάντα, τῶν δὲ πάντων ἐστὶν ὁ υἱός, δῆλον ὅτι καὶ
20τὸν υἱόν. ἄλλος δέ τις ζητήσει εἰ ἀληθὲς τὸ ὁμοίως τὸν θεὸν ὑφ’ ἑαυτοῦ γινώσκεσθαι τῶι γινώσκεσθαι αὐτὸν ὑπὸ τοῦ μονογενοῦς, καὶ ἀποφανεῖται ὅτι τὸ εἰρημένον ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν ἐν πᾶσιν ἀληθές, ὥστε καὶ ἐν τῶι νοεῖν ὁ πατὴρ μείζων, ὃς καὶ τρανοτέρως καὶ τελειοτέρως νοεῖται ὑφ’ ἑαυτοῦ ἢ ὑπὸ τοῦ υἱοῦ.
24tἘκ τοῦ πρώτου λόγου τοῦ αὐτοῦ βιβλίου
25 Γενόμενοι τοίνυν ἡμεῖς κατ’ εἰκόνα τὸν υἱὸν πρωτότυπον ὡς ἀλήθειαν ἔχομεν τῶν ἐν ἡμῖν καλῶν τύπων· αὐτὸς δὲ ὅπερ ἡμεῖς ἐσμὲν πρὸς αὐτόν, τοιοῦτός ἐστι πρὸς τὸν
πατέρα ἀλήθειαν τυγχάνοντα.108

110

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου
2 Οὕτω τοίνυν ἡγοῦμαι καὶ ἐπὶ τοῦ σωτῆρος καλῶς ἂν λεχθήσεσθαι ὅτι εἰκὼν ἀγαθότητος θεοῦ ἐστιν, ἀλλ’ οὐκ αὐτοαγαθόν. καὶ τάχα καὶ ὁ υἱὸς ἀγαθός, ἀλλ’ οὐχ ὡς ἁπλῶς ἀγαθός, καὶ ὥσπερ εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου καὶ κατὰ τοῦτο θεός, ἀλλ’ οὐ
5περὶ οὖ λέγει αὐτὸς ὁ Χριστὸς ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, οὕτως εἰκὼν τῆς ἀγαθότητος, ἀλλ’ οὐχ ὡς ὁ πατὴρ ἀπαραλλάκτως ἀγαθός.
7tὍτι μετὰ τοῦ υἱοῦ καὶ τὸ ἅγιον πνεῦμα κτίσμα εἰπὼν συνηρίθμησε τοῖς ἄλλοις κτίσμασι,
8tδι’ ὃ καὶ λειτουργικὰ αὐτὰ ζῶια καλεῖ, ἐκ τοῦ δ λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου
9Ὅτι μὲν οὖν πᾶν ὅ τι ποτὲ παρὰ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων γενητόν ἐστιν,
10ἐκ τῆς ἀκολουθίας πειθόμεθα. Καὶ μετά τινα· ἔλεγε δὲ ὁ Ἑβραῖος τὰ ἐν τῶι Ἡσαίαι δύο σεραφὶμ ἑξαπτέρυγα κεκραγότα ἕτερον πρὸς τὸ ἕτερον καὶ λέγοντα ἅγιος ἄγιος ἅγιος κύριος σαβαὼθ τὸν μονογενῆ εἶναι τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἡμεῖς δὲ οἰόμεθα ὅτι καὶ τὸ ἐν τῆι ὠιδῆι Ἀμβακοὺμ ἐν μέσωι δύο ζώιων γνωσθήσηι περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος εἴρηται.
15tἘκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, ὅτι ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον
16 Διὰ τοῦτο καὶ ἄνθρωπος γέγονε Χριστὸς ἐξ ἀνδραγαθήματος τούτου τυχών, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· ἔπρεπε δὲ τὸν μηδέποτε κεχωρισμένον τοῦ μονογενοῦς συγχρηματίσαι
20τῶι μονογενεῖ καὶ συνδοξασθῆναι αὐτῶι.
21tὍτι συναίδια τοῦ θεοῦ τὰ κτίσματα, ἐκ τοῦ πρώτου λόγου τοῦ περὶ ἀρχῶν βιβλίου
22 Πῶς δὲ οὐκ ἄτοπον τὸ μὴ ἔχοντά τι τῶν πρεπόντων αὐτῶι τὸν θεὸν εἰς τὸ ἔχειν ἐληλυθέναι; εἰ δὲ οὐκ ἔστιν ὅτε παντοκράτωρ οὐκ ἦν, ἀεὶ εἶναι δεῖ ταῦτα δι’ ἃ παντοκράτωρ ἐστὶ καὶ ἀεὶ ἦν ὑπ’ αὐτοῦ κρατούμενα ἄρχοντι αὐτῶι χρώμενα.
25tἘκ τοῦ αὐτοῦ λόγου
26 Πάντα τὰ γένη καὶ τὰ εἴδη ἀεὶ ἦν, ἄλλος δέ τις ἐρεῖ καὶ τὸ καθ’ ἓν ἀριθμῶι· πλὴν ἑκατέρως δηλοῦται ὅτι οὐκ ἤρξατο ὁ θεὸς δημιουργεῖν ἀργήσας ποτέ.
28tΠερὶ τῆς προυπάρξεως τῶν ψυχῶν, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου
29Ἐξ ἰδίας αἰτίας τῶν μὴ προσεχόντων ἑαυτοῖς ἀγρύπνως γίνονται τάχιον ἢ
30βράδιον μεταπιπτούσης, καὶ ἐπὶ πλεῖον ἢ ἐπ’ ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας κρίσει110

112

θείαι συμπαραμετρούσηι τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ’ ἀξίαν ὁ μέν τις ἕξει ἐν τῆι ἐσομένηι διακοσμήσει τάξιν ἀγγελικὴν ἢ δύναμιν ἀρχικὴν ἢ ἐξουσίαν τὴν ἐπὶ τινῶν ἢ θρόνον τὸν ἐπὶ βασιλευομένων ἢ κυρείαν τὴν κατὰ δούλων, οἱ δὲ οὐ πάνυ τι ἐκπεσόντες τὴν ὑπὸ τοῖς εἰρημένοις οἰκονομίαν καὶ βοήθειαν ἕξουσι. καὶ οὕτως
5κατὰ μὲν τὸ πλεῖστον ἀπὸ τῶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς θρόνους καὶ τὰς κυ‐ ριότητας, τάχα δὲ ἔσθ’ ὅτε καὶ ἀντ’ αὐτῶν συστήσεται τὸ τῶν ἀνθρώπων γένος ἐν τῶι καθ’ ἕνα κόσμωι.
8tἘκ τοῦ αὐτοῦ λόγου ὅτι εἰ μεταβάλοιεν ἐπὶ τὸ κρεῖττον οἱ δαίμονες, συμπληρώσουσί ποτε
9tἀνθρωπότητα
10 Οἴμαι δὲ δύνασθαι ἀπὸ τῶν ὑποτεταγμένων τοῖς χείροσιν ἀρχαῖς καὶ ἐξουσίαις καὶ κοσμοκράτορσι καθ’ ἕκαστον κόσμον ἢ τινὰς κόσμους ἐνίους τάχιον εὐεργετουμένους καὶ βουλησομένους ἐξ αὐτῶν μεταβαλεῖν συμπληρώσειν ποτὲ ἀνθρωπότητα.
13tΠερὶ τῆς τῶν ἄνωθεν εἰς σῶμα καταγωγῆς
14Οὕτω δὴ ποικιλωτάτου κόσμου τυγχάνοντος καὶ τοσαῦτα διάφορα λογικὰ
15περιέχοντος τί ἄλλο χρὴ λέγειν αἴτιον γεγονέναι τοῦ ὑποστῆναι αὐτὸν ἢ τὸ ποικίλον τῆς ἀποπτώσεως τῶν οὐχ ὁμοίως τῆς ἑνάδος ἀπορρεόντων;
17tὍτι καὶ τὸν ἔνυδρον ἔσθ’ ὅτε αἱρεῖται βίον ἡ ψυχή, ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ
18tἀρχῶν βιβλίου
19Ἡ ψυχὴ ἀπορρέουσα τοῦ καλοῦ καὶ τῆι κακίαι προσκλινομένη καὶ ἐπὶ πλεῖον
20ἐν ταύτηι γινομένη, εἰ μὴ ὑποστρέφοι, ὑπὸ τῆς ἀνοίας ἀποκτηνοῦται καὶ ὑπὸ τῆς πονη‐ ρίας ἀποθηριοῦται. Καὶ μετ’ ὀλίγα· καὶ αἱρεῖται πρὸς τὸ ἀλογωθῆναι καὶ τὸν ἔνυδρον, ἵν’ οὕτως εἴπω, βίον καὶ τάχα κατὰ ἀξίαν τῆς ἐπὶ πλεῖον πτώσεως τῆς κακίας ἐνδύεται σῶμα τοιοῦδε ἢ τοιοῦδε ζώιου ἀλόγου.
24tἘκ τοῦ αὐτοῦ λόγου ὅτι ἔσται τελεία τῶν σωμάτων ἀπόθεσις
25 Εἰ δὲ τὰ ὑποταγέντα τῶι Χριστῶι ὑποταγήσεται ἐπὶ τέλει καὶ τῶι θεῶι, πάντες ἀποθήσονται τὰ σώματα καὶ οἶμαι ὅτι τότε εἰς τὸ μὴ ὂν ἔσται ἀνάλυσις, τῆς τῶν σωμάτων φύσεως ὑποστησομένης δεύτερον, ἐὰν πάλιν λογικὰ ὑποκαταβῆι.
28tἘκ τοῦ τρίτου λόγου τοῦ αὐτοῦ βιβλίου περὶ τοῦ αὐτοῦ
29Λεγομένου τοῦ θεοῦ πάντα γίνεσθαι ἐν πᾶσιν, ὥσπερ οὐ δυνάμεθα κακίαν
30καταλιπεῖν, ὅτε θεὸς πάντα γίνεται ἐν πᾶσιν, οὐδὲ ἄλογα ζῶια, ἵνα μὴ καὶ ἐν κακίαι ὁ112

114

θεὸς γίνηται καὶ ἐν ἀλόγοις ζώιοις, ἀλλ’ οὐδὲ ἄψυχα, ἵνα μὴ καὶ ἐν αὐτοῖς ὁ θεός, ὅτε πάντα γίνεται, οὕτως οὐδὲ σώματα ἅτινα τῆι ἰδίαι φύσει ἄψυχά εἰσιν.
3tἘκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρ‐
4tθεῖσα γίνεται νοῦς
5 Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψύξιν τὴν ἀπὸ τοῦ ζῆν τῶι πνεύματι γέγονεν ἡ νῦν λεγομένη ψυχή, οὖσα καὶ δεκτικὴ τῆς ἐπανόδου τῆς ἐφ’ ὅπερ ἦν ἐν ἀρχῆι, ὅπερ νο‐ μίζω λέγεσθαι ὑπὸ τοῦ προφήτου ἐν τῶι ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυ‐ σίν σου, ὥστε ὅλον τοῦτο εἶναι νοῦς.
9tἘκ τοῦ αὐτοῦ λόγου περὶ τοῦ αὐτοῦ
10 Ὥσπερ σῶσαι ἦλθεν τὸ ἀπολωλὸς ὁ σωτήρ, ὅτε μέντοι σώιζεται τὸ ἀπο‐ λωλός, οὐκέτι ἐστὶν ἀπολωλός· οὕτως ἢν σῶσαι ἦλθε ψυχὴν ὡς σῶσαι τὸ ἀπολωλός, οὐκέτι μένει ψυχὴ ἡ σωθεῖσα ψυχή [οὔτε τὸ ἀπολωλὸς ἀπολωλός]. ἔτι βασανιστέον εἰ ὥσπερ τὸ ἀπολωλὸς ἦν ὅτε οὐκ ἀπολώλει καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται ἀπολωλός, οὕτω καὶ ἡ ψυχὴ ἦν ὅτε οὐκ ἦν ψυχὴ καὶ ἔσται ὅτε οὐκ ἔσται ψυχή.
15tἘκ τοῦ τετάρτου λόγου
16 Ἀνάγκη μὴ προηγουμένην τυγχάνειν τὴν τῶν σωμάτων φύσιν, ἀλλὰ ἐκ δια‐ λειμμάτων ὑφίστασθαι διά τινα συμπτώματα γινόμενα περὶ τὰ λογικὰ δεόμενα σωμάτων, καὶ πάλιν τῆς ἐπανορθώσεως τελείως γινομένης εἰς τὸ μὴ εἶναι ἀναλύεσθαι ταῦτα, ὥστε τοῦτο ἀεὶ γίνεσθαι.
20tἘκ τοῦ πρώτου λόγου τοῦ αὐτοῦ βιβλίου ὅτι ἔμψυχος ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες
21 Ὅτι δὲ πρεσβυτέρα ἡ ψυχὴ τοῦ ἡλίου τῆς ἐνδέσεως αὐτοῦ τῆς εἰς τὸ σῶμα, μετὰ τὸ συλλογίσασθαι ἐκ συγκρίσεως ἀνθρώπου τῆς πρὸς αὐτὸν καὶ ἐντεῦθεν ἀπὸ τῶν γραφῶν οἶμαι ἀποδεῖξαι δύνασθαι.
24tἘκ τοῦ αὐτοῦ λόγου
25 Κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῶι εἶναι, πολλῶι γὰρ μᾶλλον κρεῖσσον. νομίζω γὰρ ὅτι λέγοι ἂν ὁ ἥλιος ὅτι κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῶι εἶναι· πολλῶι γὰρ μᾶλλον κρεῖσσον. καὶ ὁ μὲν Παῦλος ἀλλὰ τὸ ἐπιμένειν τῆι σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς, ὁ δὲ ἥλιος· τὸ ἐπιμένειν τῶι οὐρανίωι τούτωι σώματι ἀναγκαιότερον διὰ τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ. τὰ δὲ αὐτὰ καὶ περὶ
30σελήνης καὶ τῶν λοιπῶν λεκτέον.114

116

(1t)

Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου ὅτι καὶ ὑπὲρ δαιμόνων δεῖ τὸν Χριστὸν σταυ‐
2tρωθῆναι καὶ πολλάκις τοῦτο εἰς τοὺς ἐσομένους αἰῶνας
3 Ἀλλὰ κἂν μέχρι τοῦ πάθους τις ζητήσηι, τολμηρὸν δόξει ποιεῖν περὶ τὸν οὐρανὸν τόπον αὐτῶι ζητῶν. ἀλλ’ εἵ ἐστι πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρα‐
5νίοις, ὅρα εἰ ὥσπερ ἐνθάδε οὐκ αἰδούμεθα σταυρούμενον ὁμολογεῖν ἐπὶ καθαιρέσει ὦν κα‐ θεῖλε διὰ τοῦ πεπονθέναι, οὕτως κἀκεῖ τὸ παραπλήσιον διδόντες γίνεσθαι καὶ εἰς τὸ ἑξῆς ἕως τῆς συντελείας τοῦ παντὸς αἰῶνος οὐ φοβηθησόμεθα.
8tἘκ τοῦ αὐτοῦ λόγου
9Τίς νοῦν ἕχων ὁρίσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἑσπέραν τε
10καὶ πρωίαν χωρὶς ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων;
11tΤούτων τοίνυν οὕτως ἐχόντων καὶ πᾶσι δήλων γενομένων τῶν παρὰ Ὡριγένους
12tεἰρημένων βλασφημιῶν προσήκει τὸν ἐπ’ αὐτῶι ἀναθεματισμὸν οὕτως γίνεσθαι
13α Εἴ τις λέγει ἢ ἔχει προυπάρχειν τὰς τῶν ἀνθρώπων ψυχὰς οἵα πρώην νόας οὔσας καὶ ἁγίας δυνάμεις, κόρον δὲ λαβούσας τῆς θείας θεωρίας καὶ πρὸς τὸ χεῖρον τραπείσας
15καὶ διὰ τοῦτο ἀποψυγείσας μὲν τῆς τοῦ θεοῦ ἀγάπης, ἐντεῦθεν δὲ ψυχὰς ὀνομασθείσας καὶ τιμωρίας χάριν εἰς σώματα καταπεμφθείσας, ἀνάθεμα ἔστω.
β Εἴ τις λέγει ἢ ἔχει τὴν τοῦ κυρίου ψυχὴν προυπάρχειν καὶ ἡνωμένην γεγενῆσθαι τῶι θεῶι λόγωι πρὸ τῆς ἐκ παρθένου σαρκώσεώς τε καὶ γεννήσεως, ἀνάθεμα ἔστω.
γΕἴ τις λέγει ἢ ἔχει πρῶτον πεπλάσθαι τὸ σῶμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
20ἐν τῆι μήτραι τῆς ἁγίας παρθένου καὶ μετὰ ταῦτα ἑνωθῆναι αὐτῶι τὸν θεὸν λόγον καὶ τὴν ψυχὴν ὡς προυπάρξασαν, ἀνάθεμα ἔστω.
δ Εἴ τις λέγει ἢ ἔχει πᾶσι τοῖς οὐρανίοις τάγμασιν ἐξομοιωθῆναι τὸν τοῦ θεοῦ λόγον, γενόμενον τοῖς χερουβὶμ χερουβὶμ καὶ τοῖς σεραφὶμ σεραφὶμ καὶ πάσαις ἁπλῶς ταῖς ἄνω δυνάμεσιν ἐξομοιωθέντα, ἀνάθεμα ἔστω.
25ε Εἴ τις λέγει ἢ ἔχει ἐν τῆι ἀναστάσει σφαιροειδῆ τὰ τῶν ἀνθρώπων ἐγείρεσθαι σώ‐ ματα καὶ οὐχ ὁμολογεῖ ὀρθίους ἡμᾶς ἐγείρεσθαι, ἀνάθεμα ἔστω.
ϛ Εἴ τις λέγει 〈ἢ ἔχει〉 οὐρανὸν καὶ ἥλιον καί σελήνην καὶ ἀστέρας καὶ ὕδατα τὰ ὑπε‐ ράνω τῶν οὐρανῶν ἐμψύχους καὶ λογικὰς εἶναί τινας δυνάμεις, ἀνάθεμα ἔστω.
ζΕἴ τις λέγει ἢ ἔχει ὅτι ὁ δεσπότης Χριστὸς ἐν τῶι μέλλοντι αἰῶνι σταυρωθήσεται ὑπὲρ
30δαιμόνων, καθὰ καὶ ὑπὲρ ἀνθρώπων, ἀνάθεμα ἔστω.116

118

η Εἴ τις λέγει ἢ ἔχει ἢ πεπερασμένην εἶναι τὴν τοῦ θεοῦ δύναμιν καὶ τοσαῦτα αὐτὸν δημιουργῆσαι ὅσων περιδράξασθαι καὶ νοεῖν ἠδύνατο, ἢ τὰ κτίσματα συναίδια εἶναι τῶι θεῶι, ἀνάθεμα ἔστω.
θΕἴ τις λέγει ἢ ἔχει πρόσκαιρον εἶναι τὴν τῶν δαιμόνων καὶ ἀσεβῶν ἀνθρώπων κό‐
5λασιν καὶ τέλος κατά τινα χρόνον αὐτὴν ἕξειν ἢ γοῦν ἀποκατάστασιν ἔσεσθαι δαιμόνων ἢ ἀσεβῶν ἀνθρώπων, ἀνάθεμα ἔστω. Ἀνάθεμα καὶ Ὡριγένει τῶι καὶ Ἀδαμαντίωι τῶι ταῦτα ἐκθεμένωι μετὰ τῶν μυσαρῶν αὐτοῦ καὶ ἐπικαταράτων δογμάτων καὶ παντὶ προσώπωι φρονοῦντι ταῦτα ἢ ἐκδικοῦντι
ἢ κατά τι παντελῶς ἐν οἱωιδήποτε χρόνωι τούτων ἀντιποιεῖσθαι τολμῶντι.118