TLG 2734 019 :: Flavius JUSTINIANUS Imperator :: Epistula dogmatica ad Zoilum

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Epistula dogmatica ad Zoilum

Source: Amelotti, M., Zingale, L.M. (eds.), Scritti teologici ed ecclesiastici di Giustiniano. Milan: Giuffrè, 1977: 58–60.

Citation: Page — (line)

58

(1t)

Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις τοῦ αὐτοῦ ἐν ἁγίοις Ἰουστινιανοῦ,
2tἐκ τῆς πρὸς Ζώϊλον τὸν ἁγιώτατον πατριάρχην Ἀλεξανδρείας δογματικῆς ἐπιστολῆς·
3tἧς ἡ ἀρχή· τοῖς γράμμασιν ἐντυχόντες· ἔχουσα οὕτως
4Εἷς οὖν ἐστιν ὁ Χριστός, οὐκ ἀνῃρημένης τῆς τῶν φύσεων διαφορᾶς διὰ τὴν ἄφραστον
5ἕνωσιν· λόγος νοούμενος καὶ ἄνθρωπος θεωρούμενος. οὔτε γὰρ ἡ ἕνωσις σύγχυσιν ἀπειρ‐ γάσατο, οὔτε ἡ διαφορὰ τῶν ἐν αὐτῷ οὐσιῶν τομὴν εἴτουν διαίρεσιν ἐπιδέχεται. βλέ‐ ποντες γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, κηρύττομεν αὐτοῦ τὴν θεότητα· ὁρῶντες αὐτοῦ τὰ πάθη, οὐκ ἀρνούμεθα αὐτοῦ τὴν ἀνθρωπότητα· οὔτε δὲ τὰ θαύματα χωρὶς σαρκός, οὔτε τὰ πάθη χωρὶς τῆς θεότητος. καὶ ἔστι παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ
10πάσχων· πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα, καὶ ἐν αὐτῷ τῷ σώματι ἦν· μὴ πάσχων δέ, ὅτι φύσει θεὸς ὢν ὁ λόγος ἀπαθὴς ἦν· καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον, ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ
15μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος. Τοῦτο γὰρ καὶ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῷ τριακοστῷ δευτέρῳ λόγῳ τοῦ Θησαυροῦ διδάσκει, τὴν πρὸς Ῥωμαίους ἑρμηνεύων ἐπιστολήν· οὐ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν θεοῦ καὶ ποιήματος· ἵνα μὴ
20τό τε ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαί‐ ρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον. Ὁ αὐτὸς δὲ ἅγιος πατὴρ καὶ ἐν τοῖς πρὸς Θεοδόσιον τὰ αὐτὰ ἡμᾶς ἐκδιδάσκει λέγων· ὅλον ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ θεοῦ λόγον. οὐ
25γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι τὴν ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνῃ δω‐ ρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. ἐπράττετο δὲ δι’ ἀμφοῖν καλῶς τῆς οἰκονομίας τὸ μυστήριον. προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ ἰδίᾳ σαρκὶ πρὸς τὰ τῆς σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν· ψυχῇ δ’ αὐτῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται, κόπους τε ὑπε‐
30νεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβον καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. ἐπαναγκάζοντος γὰρ οὐδενὸς ἔθηκεν ἀφ’ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀποτιννὺς ἀληθῶς δῶρον ἀντάξιον· ψυχὴν δ’ αὖ

60

ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος· εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρ‐ χων ὡς θεός· οὐ γάρ τοι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαί ποτε τὴν ἑνω‐ θεῖσαν τῷ λόγῳ σάρκα, κάτοχον δὲ αὖ ταῖς τοῦ ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν. οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος.
5οὐ γάρ ἐστιν εἰπεῖν, ὡς τήν τε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα τοῦ μονογενοῦς τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φήσομεν. οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος, εἰ μεμένηκεν εἰς τὸν ᾅδην ὁ ἐκ θεοῦ λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως τε καὶ ὑπὲρ λόγον πληρῶν τὰ πάντα καὶ τοῖς πᾶσιν ἐπιδημῶν.
10 Εἶτα προϊὼν τῷ λόγῳ ταῦτα πάλιν φησί· ἀνθρώπινον μὲν τὸ τεθνάναι πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι, δεικνὺς ἃ δι’ ἀμφοῖν γνωρίζεται καθ’ ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς θέος. Ὁρᾶς ὅπως ὁ σεβάσμιος οὗτος πατὴρ τὰς τῶν δύο φύσεων ἐνεργείας ἐπὶ τῆς μιᾶς ὑποστάσεως, ἤτοι τοῦ ἑνὸς προσώπου Χριστοῦ τοῦ 〈θεοῦ〉 ἡμῶν παραδίδωσι; καὶ
15μετ’ ὀλίγα· εἶτα δι’ ἡμᾶς ἄνθρωπος γενόμενος ὁρατὸς καὶ ψηλαφητὸς γέγονε, καὶ διὰ τῶν θείων τε καὶ ἀνθρωπίνων ἐνεργειῶν φανερωθεὶς ὑπάρχειν ἐν θεότητι καὶ ἀνθρωπότητι δέδω‐ κεν ἡμῖν γινώσκειν ὅτι ἐν οἷς ἐγνώσθη, ἐξ αὐτῶν καὶ συνίσταται. οὕτω γὰρ καὶ οἱ ἅγιοι πατέρες ἀμφοτέρας τὰς φωνὰς ὁμολογοῦντες, τουτέστιν ἐν θεότητι καὶ ἀνθρω‐
20πότητι, καὶ τὴν ἐκ θεότητος καὶ ἀνθρωπότητος, δι’ ἑκατέρας αὐτῶν τὸ ἀσύγχυτόν τε καὶ ἀδιαίρετον τῆς οἰκονομίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
παραδιδόασιν.58