TLG 2734 018 :: Flavius JUSTINIANUS Imperator :: Constitutio contra Anthimum, Severum, Petrum et Zooram

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Constitutio contra Anthimum, Severum, Petrum et Zooram

Source: Amelotti, M., Zingale, L.M. (eds.), Scritti teologici ed ecclesiastici di Giustiniano. Milan: Giuffrè, 1977: 46–54.

Dup. partim CONCILIA OECUMENICA (ACO) (5000 004) (vol. 3, pp. 119–123)

Citation: Page — (line)

46

(26t)

Ἡ διάταξις Ἰουστινιανοῦ βασιλέως κατὰ Ἀνθίμου Σεβήρου Πέτρου καὶ Ζωόρα
27 Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν αὐτοκράτωρ Καῖσαρ Φλ’ Ἰουστινιανὸς Ἀλαμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς Ἀντικὸς Ἀλανικὸς Οὐανδαλικὸς Ἀφρικὸς εὐσεβὴς εὐτυχὴς ἔνδοξος νικητὴς τροπαιοῦχος ἀεισέβαστος αὔ‐
30γουστος Μηνᾶι πατριάρχηι. Πρᾶγμα οὐκ ἄηθες βασιλείαι καὶ ἡμεῖς πράττοντες ἐπὶ46

48

τὸν παρόντα ἐληλύθαμεν νόμον. ὁσάκις γὰρ ἡ τῶν ἱερέων ψῆφος τινὰς τῶν οὐκ ἀξίων τῆς ἱερωσύνης τῶν ἱερατικῶν κατεβίβασε θρόνων, ὁποῖον δὴ Νεστόριόν τε καὶ Εὐτυχῆ Ἀρειόν τε καὶ Μακεδόνιον καὶ Εὐνόμιον καὶ ἄλλους δή τινας εἰς κακίαν οὐκ ἐλάττους ἐκείνων, τοσαυτάκις ἡ βασιλεία σύμψηφος γέγονε τῆι τῶν ἱερέων αὐθεντίαι, ὥστε τὰ
5θειότερά τε καὶ ἀνθρώπινα συνδραμόντα μίαν συμφωνίαν ταῖς ὀρθαῖς ποιήσασθαι ψήφοις. ὁποῖον δή τι καὶ ἔναγχος γενόμενον περὶ Ἄνθιμον ἴσμεν ἀπελαθέντα μὲν τοῦ τῆς βασιλίδος ταύτης πόλεως θρόνου παρὰ Ἀγαπητοῦ τοῦ τῆς ὁσίας καὶ ἀοιδίμου μνήμης προέδρου γεγονότος τῆς κατὰ τὴν πρεσβυτέραν Ῥώμην ἁγιωτάτης ἐκκλησίας οἷα τῶι κατὰ μη‐ δένα τρόπον αὐτῶι προσήκοντι παρὰ πάντας τοὺς εὐαγεῖς κανόνας ἐπεισπηδήσαντα
10θρόνωι, κοινῆι δὲ ψήφωι τοῦ τε αὐτοῦ τῆς ἁγίας μνήμης ἀνδρὸς πρότερον καὶ μὴν καὶ τῆς ἐνταῦθα γενομένης ἱερᾶς συνόδου καταδεδικασμένον τε καὶ καθηιρημένον, διότι τῶν ὀρθῶν ἀπεφοίτα δογμάτων καὶ οἷς πρότερον πολλαχόθεν ἐφαίνετο στέργων, ταῦτα ὕστερον διαφόροις ἀπέφευγε περινοίαις, προσποιούμενος μὲν ταῖς τέσσαρσιν ἁγίαις συνόδοις ἀκολουθεῖν, τῆι τε τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων τῶν ἐν Νικαίαι
15τῆι τε τῶν πεντήκοντα καὶ ἑκατὸν τῶν ἐν ταύτηι τῆι εὐδαίμονι πόλει τῆι τε τῶν ἐν Ἐφέσωι τὸ πρῶτον συναχθέντων διακοσίων τῆι τε τῶν θεοφιλῶν πατέρων τῶν ἐν Χαλκηδόνι χλʹ, οὐ μὴν τοῖς τούτων δόγμασι κατακολουθῶν οὔτε τὴν ἡμετέραν φιλανθρωπίαν καὶ τὴν συγκατάβασιν ἣν διὰ τὴν αὐτοῦ σωτηρίαν ἔσχομεν, προσδέξασθαι βουληθεὶς οὐδὲ ἀποκηρῦξαι καὶ αὐτὸς τοὺς τῶν ἀσεβῶν δογμάτων ἀρχηγοὺς τοὺς ὑπὸ τῶν προτέρων
20ἁγίων ἐκβεβλημένους συνόδων, ἀλλ’ οἰόμενος χρῆναι κατὰ ταὐτὸν καὶ ἐν ἴσωι τοὺς καταδεδικασμένους τούς τε καταδικάσαντας ἄγειν. ἅπαξ γὰρ ταῖς ἀλλοτρίαις τῆς ἁγιωτάτης ἐκκλησίας ἐννοίαις κατανδραποδισθεὶς καὶ τῶν ὀρθῶν ἠλλοτριωμένος δογ‐ μάτων εἰκότως ἐπανελθεῖν εἰς τὴν αὐτῶν οὐκ ἴσχυσεν ὀρθότητα, καὶ ταῦτα παρ’ ἡμῶν καὶ προτραπεὶς καὶ ὁδηγηθεὶς πάσηι χρησαμένων σπουδῆι πρὸς τὴν σωτηρίαν τὴν
25αὐτοῦ. Διὰ ταῦτα τοίνυν ἅπαντα τὴν γενομένην ἐπ’ αὐτῶι τῆς καθαιρέσεως ψῆφον παρὰ τῆς ἁγίας συνόδου προφάσει τῆς τε οὐ θεμιτῆς οὐδὲ ὑπὸ τῶν ἁγίων κανόνων μαρτυρου‐ μένης τῶν τῆς βασιλίδος ταύτης ἱερατικῶν θρόνων ἁρπαγῆς καὶ τῆς ἀπὸ τῶν ὀρθῶν τε καὶ ἀληθῶν δογμάτων ἐκτροπῆς κυρίαν ἡ ἡμετέρα τίθεται βασιλεία καὶ ἐπὶ τούτοις
30τὸν παρόντα γράφει νόμον. ἀπαγορεύομεν δὲ αὐτῶι καὶ τῆς κατὰ τὴν εὐδαίμονα ταύτην πόλιν καὶ τῆς περιοικίδος αὐτῆς διατριβῆς καὶ πάσης ἑτέρας τῶν ἐπισήμων πόλεων, θεσπίζοντες ἐφ’ ἡσυχίας εἶναι καὶ τούτοις στέργειν οἷς ἑαυτὸν ἀξίως ὑπέθηκε, καὶ μήτε τισὶν ἐπικοινωνεῖν μήτε ἐμβιβάζειν αὐτοὺς εἰς τὴν τῶν ἀπηγορευμένων δογμάτων ἀπώλειαν. οὐ μὴν οὐδὲ τὴν δικαίως ἐξενεχθεῖσαν κατὰ Σεβήρου ψῆφον τὴν ἐκ πάντων
35ὡς εἰπεῖν τῶν ἀρχιερατικῶν τε καὶ πατριαρχικῶν μετὰ τῆς μοναχικῆς συναινέσεως προ‐ ελθοῦσαν θρόνων τὴν τὸν ἀναθεματισμὸν ἐπάγουσαν αὐτῶι βασιλικῆς ἕξω καταλιμ‐
πάνομεν ἐπικυρώσεως. ὃς πρότερον παρὰ τοὺς ἱεροὺς θεσμοὺς καταλαβὼν τὸν θρόνον48

50

τῆς Θεουπολιτῶν ἁγιωτάτης ἐκκλησίας οὕτω συνετάραξεν ἅπαντα, οὕτω μεστὰ πε‐ ποίηκε ταραχῆς, ὡς κοινόν τινα καὶ ἀκήρυκτον ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐμβαλεῖν πρὸς ἀλλήλας πόλεμον καὶ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν σκήπτροις πρὸς αὐτὸν γεγράφθαι ποικίλαις μὲν δογμάτων καὶ ἀπηλλοτριωμέναις τῆς ὀρθότητος περινοίαις τε καὶ βλασ‐
5φημίαις χρησάμενον, ἅπαντα δὲ συνταράξαντα καὶ μόνον τῶν τῆς ἑκατέρου τῶν αἱρε‐ σιαρχῶν πλάνης βδελυρῶν τε καὶ ἀνοσίων δογμάτων ἀντεχόμενον, Νεστορίου τε φαμὲν καὶ Εὐτυχοῦς καὶ τῶν ἑκατέρου τούτων καθηγεμόνων ἐξ ἐναντίας μέν πως εἶναι δοκούντων ἀλλήλοις, πρὸς ἓν δὲ τέλος τῆς ἀσεβείας ἐπειγομένων, καὶ τοὺς ἐκείνων χαρακτηριστικοὺς ἐντυπωσάμενον λόγους. δύο γὰρ ὄντων ἐναντίων ἀλλήλοις δογμάτων, ὧν ἑκάτερον
10ὁμοίως εἰς ψυχικὴν ἀπώλειαν ἄγει, τοῦ τε Νεστορίου τοῦ τε Εὐτυχοῦς, καθάπερ εἰπόντες ἔφθημεν, ἅπερ ἐκ τῶν Ἀρειανικῶν καὶ Ἀπολιναρίου συνέστη μιασμάτων, αὐτός τι παρά‐ δοξον παθὼν ὁμοίως εἰς ἑκάτερον ἐμπέπτωκε καὶ πῆι μὲν τοῦτο, πῆι δὲ ἐκεῖνο πρεσβεύων κοινὸν ἔδοξε δοχεῖον ἑαυτόν τε καὶ τοὺς ἑαυτοῦ λόγους τῶν τηλικούτων πλημμελημάτων καταστῆσαι. ἔστω τοίνυν καὶ αὐτὸς ὑπὸ τὸν εἰρημένον ἀναθεματισμόν, ὃν ἅπαν τὸ πα‐
15τριαρχικόν τε καὶ ἱερατικὸν καὶ μοναχικὸν τῆς ἡμετέρας πολιτείας ὡς εἰπεῖν σχῆμα δικαίως ἐπήγαγεν αὐτῶι, τῆς μὲν Θεουπολιτῶν ἐκβεβλημένος, διότιπερ αὐτὸν ὁ κατ’ ἐκείνην ἀπε‐ σείσατο θρόνος οἷα μηδὲ τὴν ἀρχὴν ὀρθῶς αὐτῆς ἐπειλημμένον, ἀλλ’ ἔτι ζῶντός τε καὶ ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις ἀνακηρυττομένου τοῦ πρὸ αὐτοῦ τὴν ἱερωσύνην ἐσχηκότος, παρὰ δὲ τοῦ μετ’ αὐτὸν τῆς ἱερωσύνης ἐκπεπτωκότος, οὐ στάντα δὲ μέχρι τούτου μόνον,
20ἀλλ’ ἤδη καὶ ὑπὸ κοινὸν ἀναθεματισμὸν τῆς ὀρθοδόξου καὶ καθολικῆς ἐκκλησίας γενόμενον καὶ πολλῶν ἡμῖν βιβλίων βλασφήμων τε καὶ ἀπηγορευμένων ἐμπλήσαντα τὸ πολίτευμα. ὥστε καὶ ἀπαγορεύομεν ἅπασι τῶν αὐτοῦ τι κεκτῆσθαι βιβλίων καὶ ὥσπερ οὐκ ἔξεστι τὰ Νεστορίου γράφειν ἢ κεκτῆσθαι βιβλία, διότι τοῖς πρὸ ἡμῶν αὐτοκράτορσιν ἐν ταῖς ἑαυ‐ τῶν διατάξεσιν ἔδοξε τοῖς παρὰ Πορφυρίου κατὰ Χριστιανῶν εἰρημένοις ὅμοια καθεστάναι,
25οὕτω μήτε τὰ Σεβήρωι ῥηθέντα τε καὶ γραφέντα μενέτω παρά τινι Χριστιανῶι, ἀλλ’ ἔστω βέβηλα καὶ ἀλλότρια τῆς καθολικῆς ἐκκλησίας πυρί τε φλεγέσθω παρὰ τῶν κεκτημένων, εἰ μὴ βούλονται κινδυνεύειν οἱ ταῦτα ἔχοντες, γραφέσθω τε παρὰ μηδενὸς τὸ λοιπὸν μηδὲ τῶν εἰς κάλλος μηδὲ τῶν εἰς τάχος γραφόντων μηδὲ ἄλλου τινὸς τῶν πάντων, εἰδότος ὡς ἀποκοπὴ χειρὸς ἔσται τοῖς τὰ ἐκείνου γράφουσιν ἡ ποινή. οὐδὲ γὰρ βουλόμεθα καὶ τῶι
30λειπομένωι χρόνωι τὴν ἐξ ἐκείνων ἐπισύρεσθαι βλασφημίαν. ὁμοίως δὲ δὴ καὶ τοῦτον παντοίως ἀπαγορεύομεν τῆς βασιλίδος ἐπιβαίνειν πόλεως ἢ τῆς περιοικίδος αὐτῆς ἄλλης τε τῶν ἐπισημοτέρων τινός, ἀλλ’ ἐν ἐρημίαι τινὶ καὶ ἡσυχίαι καθῆσθαι καὶ μὴ διαφθείρειν ἑτέρους μηδὲ εἰς βλασφημίαν αὐτοὺς προάγειν μηδὲ ἀεί τι καινὸν ἐξευρίσκειν κατὰ τῶν ἀληθῶν δογμάτων, δι’ οὗ πάλιν ἡμῖν συνταράξαι τὰς ἁγιωτάτας ἐκκλησίας σπεύσειεν.
35 Οὐ μὴν οὐδὲ Πέτρον τὸν Ἀπαμείας γενόμενον ἐπίσκοπον καὶ ἅμα μὲν καθηιρημένον, ἅμα δὲ ἐπὶ τοῖς αὐτοῖς ἐφ’ οἷς Σεβῆρος ὑπὸ τὸ εἰρημένον ἀνάθεμα γενόμενον ἡ βασιλεία προ‐ σίεται, ἀλλ’ ἔστω κύρια καὶ τὰ κατ’ αὐτοῦ ψηφισθέντα καὶ ὑπὸ τὸν κοινὸν ἀχθεὶς ἀναθεμα‐
τισμὸν ὑπ’ αὐτὸν τετάχθω, τῆς τῶν ἁγιωτάτων ἀρχιερέων προελθούσης ἐπ’ αὐτοῖς50

52

ψήφου κυρίας διαμενούσης. οὐκ ἐφίεμεν δὲ οὐδὲ ἐκείνωι ταύτην οἰκεῖν τὴν βασιλίδα πόλιν ἢ τὴν αὐτῆς περιοικίδα ἤ τινα τῶν σεμνοτέρων, ἀλλ’ ὧν ἠκολούθησε τῆι πλάνηι, τούτων μιμείσθω καὶ τὴν δίαιταν ἀπωικισμένος ὅτι πορρωτάτω καὶ κατακρύπτων ἑαυτόν, ὡς τοῖς γε τοιούτοις τὸ κρύπτεσθαι μᾶλλον τοῦ φαίνεσθαι λυσιτελέστερον. ἀφανεῖς μὲν
5γὰρ ὄντες ἑαυτοὺς καταβλάψουσι μόνους, δημοσιεύοντες δὲ τὰ ἑαυτῶν δόγματα πολλοῖς τῶν ἀφελεστέρων ἀφορμὴν ἀπωλείας παρέχουσιν, ὅπερ κατ’ οὐδένα γίνεσθαι τρόπον ἐν τῆι Χριστιανικῆι τοῦ θεοῦ ποίμνηι καὶ τῶι ὀρθοδόξωι λαῶι δίκαιόν ἐστιν οὐδὲ παρὰ τῆς βασιλείας συγχωρούμενον. Ἐπειδὴ δὲ καὶ Ζωόραν ἠξίωσαν ὅλως ὑπὸ ἀναθεματισμὸν οἱ σεβασμιώτατοι καὶ τὰ
10δίκαια κρίνοντες ἐπίσκοποι ποιήσασθαι μικράν τινα παρενθήκην τῶν τοιούτων ὄντα κα‐ κῶν καὶ ἐν οἷς ἠτίμασται, τὸ γοῦν ὅλως τυχεῖν τινος εὐπορήσαντα μνήμης, ἔστω καὶ Ζω‐ όρας τῆς πονηρᾶς ταύτης μερίδος, Ἀνθίμου τε καὶ Σεβήρου καὶ Πέτρου φαμέν, παρενθήκη τις εὐτελὴς καὶ ἐν τοῖς ἀνατεθεματισμένοις καὶ αὐτὸς τετάχθω, τῆς ἱερατικῆς αὐτὸν κατενεγ‐ κούσης ψήφου, ἣν κυρίαν καὶ αὐτὴν ἐφ’ ἑαυτῆς οὖσαν κυριωτέραν ἔτι μᾶλλον ἡ βασιλεία
15ποιεῖ, καὶ τοῦτον ἐξελαύνουσα τῆς βασιλίδος ταύτης πόλεως καὶ τῆς ταύτης περιοικίδος καὶ τὴν ἐπὶ τῶν πόλεων οἴκησιν αὐτῶι παντοίως ἀπαγορεύουσα, ὥστε μετ’ ἐκείνων μόνων οἰ‐ κεῖν τε καὶ βουλεύεσθαι τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων, ὅμοια μὲν βλασφημούντων, ὁμοίως δὲ περιωρισμένων. εἰ δέ τι καὶ ἕτερον τῆι τῶν ἁγιωτάτων ἐπισκόπων περιέχεται ψή‐ φωι τῆι τοὺς προειρημένους καθαιρούσηι τε καὶ ἀναθεματιζούσηι, κύριον δὴ καὶ τοῦτο τί‐
20θεμεν καὶ τοῖς βασιλικοῖς ἡμῶν αὐτὸ νόμοις ἐπικυροῦμεν, ὡς ἂν εἰ παρὰ τῆς βασιλείας αὐτῆς προελθὸν ἐτύγχανεν. εἰ δέ τις αὐτῶν ἁλοίη τὸ λοιπὸν πράττων τι παρὰ τὰ διατετυ‐ πωμένα, ἴστω καὶ τοῖς πολιτικοῖς ὑποπεσούμενος νόμοις, οἳ τοὺς τὰς ἐλάττους τῶν ποινῶν ἐκκλίνοντας εἰς μείζους ἐμβάλλουσι τὰς ἀγανακτήσεις. ἀπαγορεύομεν δὲ καὶ παντὶ τῶι τὴν καθολικὴν ἐκκλησίαν τοῦ θεοῦ διασπᾶν ἐπιχειροῦντι εἴτε κατὰ τὴν Νεστορίου τοῦ φρε‐
25νοβλαβοῦς ὑφήγησιν εἴτε κατὰ τὴν ἀνόητον Εὐτυχοῦς παράδοσιν εἴτε κατὰ τὴν Σεβήρου βλασφημίαν τοῦ ταὐτὰ ἐκείνοις νοσήσαντος εἴτε τῶν ἐκείνοις ἀκολουθούντων ταῖς ἁγιωτά‐ ταις ἐκκλησίαις ταραχὰς ἐμβάλλειν καὶ φθέγγεσθαί τι περὶ πίστεως, ἀλλὰ θεσπίζομεν ἕκα‐ στον τῶν τοιούτων τὴν ἡσυχίαν ἄγειν καὶ μηδὲ συγκαλεῖν εἰς ἑαυτόν τινας μήτε προσιόντας δέχεσθαι ἢ παραβαπτίζειν θαρρεῖν ἢ τὴν ἱερὰν κοινωνίαν ῥυπαίνειν καὶ ταύτης μεταδιδόναι
30τισὶν ἢ τὰς ἀπηγορευμένας διδασκαλίας ὑφηγεῖσθαι ἢ ἐπὶ ταύτης τῆς βασιλίδος ἡμῶν πό‐ λεως ἢ ἐφ’ ἑτέρας, ἀλλ’ ὑφορᾶσθαι πάντα κίνδυνον, εἴ τι τοιοῦτον πράξαιεν. ἀπαγο‐ ρεύομεν δὲ καὶ πᾶσι τούτους ὑποδέχεσθαι. ἀπελαύνειν μὲν οὖν θεσπίζομεν αὐτοὺς τῶν ὑπ’ αὐτῶν ταραττομένων πόλεων, εἰδότας τὰς ποινὰς τὰς ταῖς θείαις ἡμῶν ἤδη περιεχο‐ μένας διατάξεσιν, αἵπερ καὶ τὰς οἰκίας αὐτὰς ἐν αἷς τοιοῦτόν τι πράττεται, καὶ τὰ χωρία ἐξ
35ὧν τὰς ἀποτροφὰς χορηγοῦνται, ταῖς ἁγιωτάταις ἐκκλησίαις προσκυροῦσι, τῶν μὲν κεκτη‐ μένων ἀφαιρούμεναι, διότι βλάβης αἴτια τοῖς ἁπλουστέροις γίνεται, ὑπὸ δὲ τὰς ἁγιωτάτας
καὶ ὀρθοδόξους ἐκκλησίας ταῦτα δικαίως ἄγουσαι.52

54

Ταῦτα ὑπὲρ τῆς κοινῆς εἰρήνης τῶν ἁγιωτάτων ἐκκλησιῶν νομοθετοῦμεν, ταῦτα ψηφιζόμεθα τοῖς τῶν ἁγίων πατέρων κατακολουθοῦντες δόγμασιν, ὅπως ἂν τὸ ἱερατικὸν ἅπαν ἀτάραχον ἡμῖν τοῦ λοιποῦ διαμένοι. οὗπερ ἐν εἰρήνηι φυλαττομένου καὶ τὸ λοι‐ πὸν ἡμῖν εὐθηνήσει πολίτευμα τὴν ἄνωθεν ἔχον εἰρήνην, ἣν πᾶσιν ὁ μέγας θεὸς καὶ σωτὴρ
5ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τῆς τριάδος εἶς ὁ μονογενὴς τοῦ θεοῦ λόγος κηρύττει τε καὶ χορη‐ γεῖ τοῖς γνησίως αὐτὸν καὶ ἀληθῶς δοξάζειν τε καὶ προσκυνεῖν ἠξιωμένοις. ἡ τοίνυν σὴ μακαριότης τὰ ὀρθῶς ἡμῖν παραστάντα φυλαττέτω καταπέμπουσα ταῦτα διὰ θεο‐ φιλῶν αὐτῆς γραμμάτων πᾶσι τοῖς ὑπ’ αὐτὴν τεταγμένοις ὁσιωτάτοις μητροπολίταις, ὧν ἑκάστωι γενήσεται φροντὶς ταῖς ὑπ’ αὐτοὺς τεταγμέναις ἁγιωτάταις ἐκκλησίαις ταῦτα ποι‐
10ῆσαι φανερά, ὥστε μηδένα τῶν πάντων διαλαθεῖν τά τε τῆι ἀρχιερωσύνηι δόξαντα τά τε ὑπὸ τῆς βασιλείας κεκυρωμένα. Ἡ θεία ὑπογραφή· DIVINITAS TE SERVET PER MVLTOS ANNOS SANCTE AC RELIGIO‐ SISSIME PATER. DATA OCTAVO IDVS AVGVSTAS CONSTANTINOPOLI POST CONSVLAT’ BELISSARI VIRI CLA‐
15RISSIMI54